ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΙΟΥΛΙΑΝΩΙ.
Ἐπανήκει μετὰ τῶν ἱερῶν, ὦ βασιλεῦ, καὶ τὸ τιμᾶσθαι τὴν τῶν λόγων τέχνην, οὐ μόνον ὅτι μέρος τῶν ἱερῶν οὐκ ἐλάχιστον ἴσως οἱ λόγοι, ἀλλʼ ὅτι καὶ πρὸς τὴν τιμὴν τῶν θεῶν ὑπʼ αὐτῶν ἐκινήθης τῶν λόγων. οὓς οὖν τῶν παρόντων ἀγαθῶν αἰτίους εἶναι συμβέβηκε, τούτοις ἔδει δήπου καὶ χώραν ἐν βασιλείοις εἶναι. ἥκουσιν οὖν ὥσπερ εἰς πομπήν τινα κεκοσμημένοι συγχαίροντες αὑτοῖς τε καὶ πᾶσιν ἀνθρώποις, τὸ μὲν μῆκος εἰς αὖθις ἀποθέμενοι, μεθʼ ὥρας δέ σοι καὶ δρόμου φανῆναι βουλόμενοι. δοῦναι δὲ χάριν Ἑρμοῦ τε καὶ Μουσῶν καὶ τῆς σῆς κεφαλῆς. εἰ γὰρ τὴν ἀπὸ τοῦ νεύματος θεῖο ψῆφον, ἅπαντα ἕξει καλῶς. ἐπέρχεται δʼ ἐμοὶ μόνῳ θαρρεῖν ἐξ ἁπάντων ὁπόσοι τι τοιοῦτον ἐτόλμησαν, οὔ τι κατὰ τὴν ῥώμην τῶν λόγων οὐδʼ ὡς μᾶλλον ἑτέρου λαβόντι τὴν τέχνην, ἀλλʼ ὅτι τὰ τῶν ἐρωμένων ὁποῖά ποτʼ ἂν ᾖ, καλὰ φαίνεται τοῖς ἐρῶσι καὶ τὸ δοκιμάζειν ἀφέντες ὡς ἐπὶ θαυμαστοῖς βοῶσι. σὺ δʼ ἡμῖν πάλαι σαυτὸν ἐνταῦθα κατέστησας, ᾧ γε καὶ σοφιστὴς ἅπας ἐπὶ λόγοις εἰσιὼν παρέχει φόβον, μή τι βέλτιον ἐμοῦ τύχῃ φθεγξάμενος καὶ τὴν δόξαν ἣν εἶχες μεταστήσας ἀπέλθῃ.
Ἆρʼ οὖν μοι καιρὸν ἔχει κατὰ τὸν Λέσβιον Ἀλκαῖον ποιήσασθαι τὴν ἀρχήν; ἦλθες ἐκ περάτων γᾶς, οὐκ ἐλεφαντίνῃ χρυσοδέτῳ καλλωπιζόμενος λαβῇ, καθάπερ ἐκεῖνος ἐποίησεν, ἀλλʼ ἀτεχνῶς χρυσῇ ψυχῇ κατευθύνων τὴν οἰκουμένην, μεγάλα μὲν ἐκ τοῦ γένους ἔχων τὰ παραδείγματα, μικρὰ δὲ τοῖς σαυτοῦ καὶ τὰ μέγιστα ἀποφήνας. οἷον γάρ τι τὸ τῶν Αἰακιδῶν γενέσθαι φασίν, ἀγαθὸς μὲν αὐτὸς Αἰακός, οἱ δὲ ἐξ ἐκείνου γνωριμώτεροι τοῖς ἔργοις, εἰς Ἀχιλλέα δὲ τὸ σπέρμα προβὰν καθʼ ὑπερβολὴν ἐξέλαμψε, τοιοῦτόν τι καὶ τὸ νῦν· γενναῖοι γενναιότερον ἔτεκον καὶ τὴν ἡδίστην ἧτταν ἡττήθησαν καὶ κοινὴν ταύτην ἁπάντων ἐποίησαν. ὅταν γὰρ οἱ τῶν ἄλλων ἀμείνους δεύτεροί του γένωνται, μειζόνως τούτους ἀπέφηναν ἐκείνου δευτέρους, ὧν ἦσαν αὐτοὶ καλλίους. πόρρωθεν δὲ ἄρα καὶ πρὸ τῆς βασιλείας ἤρξω κρατεῖν. οὐ γὰρ ὅμοια τὰ ἐν παισὶ σοί τε καὶ τοῖς ἄλλοις, οὐδὲ αἱ κρηπῖδες παραπλήσιαι. τῶν γε μὴν εὐθὺς ἐν ἁλουργίσι τραφέντων ὁ τὰ πρῶτα μετασχὼν ἰδιώτου τάξεως ἐμπειρότερος εἰς ἀρχήν, ἐξ ἀγορᾶς ἔχων τὴν μάθησιν ὧν διοικήσειν ἔμελλεν. οὑτωσὶ μὲν τῶν πρὶν ἢ λυσιτελεῖν βασιλευσάντων κρατεῖς, ὅτʼ ἄμεινον, ἐπὶ τοῦτο ἥκων· τοὺς δʼ αὖ μετὰ νοῦ τοῦτο ἐσχηκότας νικᾷς ἑτέρωθεν, μᾶλλον δὲ καὶ τούτους κἀκείνους ἀπὸ τῶν αὐτῶν νικᾷς, παιδείας καὶ λόγων, οἷς εὐθὺς ἐκ νέου τὴν ψυχὴν ἀρδόμενος ὑπὸ τῶν τὸ μέλλον ἐπισταμένων θεῶν πόρρωθεν ἐδημιουργοῦ πρὸς τὴν παροῦσαν τύχην δεινὸν ἡγουμένων, εἰ τὸν μὲν ἐφʼ ἅρμα ἀναβησόμενον σὺν τέχνῃ τοῦτο δέοι ποιεῖν ἢ βεβλάφθαι μετὰ τῶν ἵππων, ὁ δὲ τῆς οἰκουμένης τὰς ἡνίας ληψόμενος σὺν ἀμαθίᾳ τοσαύτης ἡνιοχήσεως ἅπτοιτο καὶ τοῖς ἐσθήμασι τῶν ἀρχομένων κρείττων ὢν ἐν τῷ καλλίονι λείποιτο.
Ἐγίγνοντο τοίνυν ἀρχαὶ τούτῳ τοῦ μανθάνειν, ὅτε περ τοῦ παιδεύειν ἐμοί, καὶ πεφυκὼς ἐξ ὧν ἴσμεν πάντα ἀφελὼν ὄγκον ἐβάδιζεν εἰς διδασκάλου καταστήσας αὑτὸν ἐν τῷ τῶν ἄλλων μέτρῳ καὶ διʼ ὧν μὲν ἐτίμα τὸ περὶ ταῦτα ἴσον, ἠγαπᾶτο, νίκην δὲ κἀνταῦθα λαμπρὰν ἀνῃρεῖτο, σπορὰν μὲν τὴν αὐτὴν τοῖς ἄλλοις δεχόμενος, ἐν δὲ τῷ τόκῳ τὴν νεότητα παριών. δοκῶν δὲ βασιλείᾳ πανταχόθεν πρέπειν καὶ κινῶν ἐπὶ τοῦτο τὰς τῶν ὁρώντων γλώττας, ἵνα μὴ τοιοῦτος ῥέῃ λόγος ἐν ὁμίλῳ πολλῷ καὶ πόλει φρόνημα ἐχούσῃ, πέμπεται τῇ Νικομήδους ἐνδιατρίψων, ὡς ἀσθενεστέρᾳ. τὸ δὲ ἦν ἀρχὴ τῶν μεγίστων ἀγαθῶν αὐτῷ τε καὶ τῇ γῇ. ἦν γάρ τις σπινθὴρ μαντικῆς αὐτόθι κρυπτόμενος μόλις διαφυγὼν τὰς χεῖρας τῶν δυσσεβῶν. ὑφʼ ᾧ δὴ πρῶτον τἀφανὲς ἀνιχνεύων τὸ σφοδρὸν μῖσος κατὰ τῶν θεῶν ἐπέσχες ὑπὸ τῶν μαντευμάτων ἡμερούμενος. ὡς δὲ ἧκες εἰς Ἰωνίαν καὶ εἶδες ἄνδρα καὶ δοκοῦντα καὶ ὄντα σοφὸν καὶ περὶ τῶν τὸ πᾶν δὴ τοῦτο τεκτηναμένων τε καὶ διατηρούντων ἤκουσας καὶ πρὸς τὸ κάλλος τῆς φιλοσοφίας ἔβλεψας καὶ τοῦ ποτιμωτάτου τῶν ναμάτων ἐγεύσω, ταχέως ἀποσεισάμενος τὴν πλάνην καὶ διαρρήξας ὥσπερ λέων τὰ δεσμὰ καὶ τῆς ἀχλύος ἀπαλλαγεὶς ἀλήθειαν μὲν ἀντέλαβες ἀγνοίας, τὸ δὲ γνήσιον τοῦ νόθου, τοὺς δὲ παλαιοὺς ἄρχοντας ἀντὶ τοῦ νεωστὶ κακῶς εἰσκωμάσαντος. μιγνὺς δὴ τοῖς ῥήτορσι τὸν ἀμείνω χορόν, καὶ γὰρ τοῦτο θεῶν ἔργον εἰς μέγεθός σοι τὴν διάνοιαν διὰ τοῦ Πλάτωνος ἀγόντων, ὅπως ὑψηλῇ γνώμῃ μέγεθος ὑποδέξαιο πραγμάτων, ἤδη τοίνυν ἰσχύων ἑκάτερα, δρόμῳ τε γλώττης καὶ μαθήσει τῶν ὄντων, πρὶν ἢ βοηθεῖν ἔχειν τοῖς ἱεροῖς, ἐμήνυες, ὅτι καιροῦ διδόντος οὐκ ἀμελήσεις, δακρύων μὲν ἐπὶ τοῖς κειμένοις, στένων δὲ ἐπὶ τοῖς σεσυλημένοις, ἀλγῶν δὲ ἐπὶ τοῖς ὑβρισμένοις, διδοὺς τοῖς πλησίον ὁρᾶν ἐν τῇ παρούσῃ λύπῃ τὴν ἐσομένην βοήθειαν. τοιαύτης δὲ ἐλπίδος ἀναφυομένης ἅπαν ὅσον ἔκκριτον καὶ νοῦν ἔχον ἐν ἠπείρῳ καὶ νήσοις, μετὰ σοῦ ταῖς εὐνοίαις ἐτάττετο συγκατασκευάζοντες τὴν βασιλείαν οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλʼ εὐχαῖς λανθανούσαις καὶ κρυπτομέναις θυσίαις, μάντις τε ἅπας ἐνεργὸς ἦν ἐπιθυμῶν προμαθεῖν τὸ νῦν ὁρώμενον. θεοὶ δὲ εὐμενεῖς ἐπένευον. οὕτω πολὺ πρὸ ταυτησὶ τῆς χλαμύδος ἐβασίλευες καὶ τὴν ἀρχὴν εἶχες ἔργῳ καὶ πρὸ τοῦ σχήματος. ὅταν γὰρ ᾖ τῳ τὸ βουλόμενον ἄρχεσθαι, κἂν μήπω τὸ ποθούμενον ἐφεστήκῃ, ταῖς τῶν ἐπιθυμούντων γνώμαις ἐν τάξει τοῦ κρατοῦντός ἐστι. θεοὶ δέ σε τῆς μεταβολῆς ἀγασθέντες καὶ ὧν ὑπὲρ αὐτῶν ἐγνώκεις τε ἤδη καὶ δράσειν ἔμελλες μισθοὺς τοὺς μὲν ἐδίδοσαν, τοὺς δὲ ἡτοίμαζον. ἡτοίμαζον μὲν τὸ σκῆπτρον, ἐδίδοσαν δὲ τὴν σωτηρίαν, ὅτε δὴ τῆς θαλάττης ἀναταραχθείσης ἐκ πνευμάτων συκοφαντικῶν καὶ σκάφους τοῦ μὲν καταδύντος, τοῦ δὲ περικλυζομένου καὶ τοῦ κύματος ὑπὲρ τῶν τοίχων αἰρομένου Διοσκούρους ἄνωθεν ἐκ κοινοῦ βουλευτηρίου πέμψαντες ἐξήρπασαν τοῦ κλυδωνίου τὸ πλοῖον.
Καὶ ταυτὶ μέν, ὡς ἐνῆν, μάλιστα σκιάσας διῆλθον ἐν ᾧ σοι τρόπῳ χαριούμενος ᾔδειν· μεγαλοψυχίας γὰρ δὴ περιουσίᾳ καὶ τοῖς ἠδικηκόσιν ὧν πέπονθας ἠφίεις τὴν μνήμην. ὃ πειράσομαι μὲν ἐν τῷ λόγῳ φυλάττειν, οὐκ ἐώντων δὲ παντελῶς τῶν πραγμάτων ἔστω συγγνώμη.
Πάλιν τοίνυν ἐνεθυμήθην, ὅτι καὶ ὅσα σοι τῆς τιμῆς ἀφαιρεῖν ἐδόκει, καὶ ταῦτα τῆς καλλίονος μοίρας ἦν γνώμῃ θεῶν. ὅτε γοῦν ἀφῃρέθης τὴν τοῦ βαδίζειν ὅποι βουληθείης ἐξουσίαν, ἐν τοιούτῳ χωρίῳ κατεκλείσθης, ἐφʼ ὃ πάντως ἂν ἔδραμες ἐξουσίας ὑπαρχούσης. εἰς γὰρ τὴν ἀρχαιοτάτην καὶ σοφωτάτην καὶ θεοφιλεστάτην καὶ κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν, τὰς Ἀθήνας, ἐπέμπου, καὶ παραπλήσιον ἦν, ὥσπερ ἂν εἰ δίκην ἀπαιτῶν ἕνα τῶν Φαιάκων Ἀλκίνους ἐν τῷ κήπῳ καθείρξας εἶχεν. ἐγίγνετο δὴ ταὐτὸ σόν τε καὶ τῆς πόλεως κέρδος. σύ τε γὰρ ἑώρας τὴν πόλιν ἥ τε πόλις ἐκτᾶτο σύμμαχον ἀνάγκαις ἀγράφοις ταῖς ἀπʼ εὐνοίας κατειλημμένον εὖ ποιεῖν διὰ πάντων τὴν λῆξιν τῆς Ἀθηνᾶς. ὦφθαι δὲ ὑπὸ σοῦ τὴν πόλιν ἔφην, ὅτι δὴ γέμων ἐκ τῆς Ἰωνίας λόγων οὐδὲν ἐδεήθης τῆς μητροπόλεως εἰς σοφίαν, ἀλλʼ οὗ μανθάνειν νόμος, ἐνταῦθα δεικνύειν εἶχες ἃ κομίζων ἀφῖξο.
Τὰ δὲ ἐπὶ τούτοις ἔτι μείζω τὴν ἀπόδειξιν ἔχει τοῦ βουλαῖς δαιμόνων διοικεῖσθαί σοι τὸν βίον, καὶ ὡς περιστάντες ἐφρούρουν τε φιλοπόνως καὶ φόβων ἔλυόν τε καὶ πρὸς δύναμιν ἦγον, οὐ κατὰ μικρὸν ἐργαζόμενοι τὴν μετάστασιν ἐν μήκει χρόνων, ἀλλʼ ἀγχιστρόφῳ μεταβολῇ τὴν βασιλείαν δόντες, ὁποῖα τὰ τῶν θεῶν, οὐδὲν χρῄζοντα διατριβῆς, ἀλλὰ συνάπτοντα τοῖς ἐγνωσμένοις τὸ πέρας. οὕτω δὴ καὶ σὲ μετὰ μὲν τοῦ τρίβωνος Ἀθήνηθεν ἀνέστησαν, ἐν δὲ τῇ κρατούσῃ κατὰ νόμον ἐσθῆτι ταχέως ἔδειξαν ἀπιστεῖν τε τοῦ διδόντος ἀναγκαζομένου καὶ πειθομένου πιστεύειν καὶ νῦν μὲν ἀνειργομένου, νῦν δὲ παρακαλουμένου, τὸ μὲν ἐξ ὧν αὑτῷ συνῄδει πεπονθότος, τὸ δὲ ἐκ τῆς σῆς φύσεως δεχομένου, πολλάκις ἐφʼ ἑκάτερον μεταπίπτοντος, ἕως ὁ φόβος ὑπεχώρησε τῇ πίστει. οὐ μὴν ἐκ τῶν λείων καὶ ἧττον ἐπιπόνων, ὥσπερ εἰκὸς πῶλον τό γε πρῶτον ὑπαγόμενον ζυγῷ, τῆς βασιλείας ἥπτου, ἀλλʼ ὥσπερ εἰ πρῶτον πλέων ἀπὸ τοῦ Σικελικοῦ πορθμοῦ τὴν πρώτην ἀναγωγὴν ἐποιοῦ, χαλεπωτάτου γε πορθμοῦ, ὡς Ὅμηρός τε δηλοῖ καὶ μαρτυρεῖ Θουκυδίδης, οὕτως ἀπὸ τῆς ἑσπέρας, ἥδʼ ἐστι πολέμου χωρίον, ἀρχὴν ἐβάλου τῶν βασιλικῶν ἄθλων. καὶ τὸ μὲν σχῆμα ἦν δεχομένου μέρος τῶν ὄντων, τὸ δὲ ἔργον τὰ μήπω παρόντα κτωμένου. ἐπορεύου γὰρ ἐπʼ ὀνόματα πόλεων μᾶλλον ἢ πόλεις καὶ ποιήσων πόλεις ἢ χρησόμενος οὔσαις· ὥστε ἐῴκεις οἰκιστῇ γῆν ἔρημον οἰκίζοντι τῶν προσοικούντων οὐκ ὄντων. τοῦ γὰρ τῶν βαρβάρων ῥεύματος ἐπικλύσαντος τὴν Γαλατῶν εὐδαιμονίαν, μᾶλλον δὲ πεποιηκότος τῶν βαρβάρων τὰ τούτων, οὐ γὰρ πάντα ἐφεξῆς ἔφθειραν, ἀλλʼ εἶχον ὅσα ἐξῆν ἄγειν καὶ ἦσαν ἰσχυρότεροι τοῖς ἔνθεν προσγενομένοις, οὐκ ἠγάπησας, εἰ στήσαις τὴν ὕβριν, οὐδὲ τὸ μή τι παθεῖν ἀρκεῖν ἡγήσω, καίτοι καὶ τοῦτο ἦν μέγιστον ἐν μέσῳ ληφθέντα τοῦ πυρὸς κρείττω γενέσθαι τῆς φλογός, ἀλλʼ εἰ μὴ πικρὰν αὐτοῖς καταστήσαις τὴν ἡδονὴν ἣν ἥδοντο νικῶντες, καὶ τὴν λείαν ἐπιζήμιον ἣν ἀπῆγον τρυφῶντες, οὐκ ἠξίους εἰς τὸν ἥλιον ἐλευθέρως βλέπειν, ἀντὶ τῶν ἐκδεδωκότων ὁ πειρώμενος ἀνασώζειν αἰσχυνόμενος.
Ἐνταῦθα δὴ τοῦ λόγου γενόμενος Ὅμηρος μὲν ἂν εἶπεν· ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι, ἐγὼ δὲ σοῦ δεηθείην ἂν εἰπεῖν, ὅπως ἕκαστα πέπρακται. δεῖ δὲ οὐδέν σοι πρὸς ταῦτα στόματος, ἀλλʼ ἀποχρήσει δοῦναι τὴν συγγραφὴν ἣν ὧν αὐτὸς ἔπραξας συνέθηκας ὁ αὐτὸς γενόμενος καὶ στρατηγὸς καὶ συγγραφεύς. ἀλλʼ ἐκεῖνα μέν μοι χορηγήσει πρὸς μῆκος λόγου μικρὸν ὕστερον, ἐπειδὰν εἰς τὸ πᾶν ἀφεῖναι πέλαγος ὁ θεὸς ἐπιτρέπῃ, νῦν δὲ τὸ κεφάλαιον τῶν εἰργασμένων, καὶ γὰρ εἰς ἅπασαν ἐξέδραμε τὴν οἰκουμένην, εἰρήσεται.
Τοὺς μὲν διώκοντας φεύγοντας ἔδειξας, τοὺς ἐπτηχότας δὲ ἐλαύνοντας, τοὺς μὲν ἁρπάζοντας ἀποδιδόντας, τοὺς δὲ ἀφαιρεθέντας κομιζομένους, καὶ μετήλλαξας φόβον καὶ θάρσος, ῥώμην καὶ ταπεινότητα, τὸ μὲν τρέμειν εἰς τοὺς ἐναντίους ἀπώσας, τὴν δὲ ἐκείνων ὑπεροχὴν εἰς τοὺς οἰκείους μεταστήσας. οὐκ ἔστιν ὅπως ταῦτα σὺ χωρὶς τῆς Ἀθηνᾶς εἰργάσω, ἀλλʼ ἔχων Ἀθήνηθεν τὴν θεὸν καὶ βουλῆς κοινωνὸν καὶ πράξεων συνεργὸν, ὥσπερ Ἡρακλῆς ἐπὶ τὸν ἀλλόκοτον κύνα, πάντα μὲν εἶδες τοῖς λογισμοῖς ὀρθῶς, πάντα δὲ τοῖς ὅπλοις ἐπετέλεσας γενναίως, οὐ πέμπων στρατιώτας ἐκ χαρακώματος οὐδʼ ἐν σκηνῇ καθήμενος περὶ τῶν ἐν τῇ μάχῃ πυνθανόμενος, ἀλλὰ καὶ ποδὶ χρώμενος καὶ χεῖρα κινῶν καὶ δόρυ σείων καὶ ξίφος ἕλκων, αἵματι τῶν ἐναντίων παρακαλῶν τοὺς στρατιώτας, ἐν μὲν ταῖς σκέψεσι βασιλεύων, ἐν δὲ τῷ τάττειν στρατηγῶν, ἐν δὲ ταῖς συμπλοκαῖς ἀριστεύων. τοιγαροῦν πολλάκις ἐπανῆλθες χρῄζων περιπλῦναι τὰ ὅπλα γέμοντα φόνου βαρβαρικοῦ, καί σε διεδέξατο τράπεζα τῶν πολλῶν οὐ διαφέρουσα· πλείω μὲν γὰρ πράττειν ἠξίους, μᾶλλον δὲ τρυφᾶν οὐκ ἠνείχου. τίνες οὖν οἱ τούτων καρποί; Γαλατῶν αἱ πόλεις ἀνίσταντο θεωρούντων μὲν ἡμῶν, οἰκοδομούντων δὲ τῶν βαρβάρων. ὥσπερ γὰρ ἣν ἔτεμον Σπαρτιᾶται γῆν Τεγεατῶν, ταύτην εἰργάζοντο τοῖς νενικηκόσι χοίνικας ἔχοντες, οὕτως ἃς οἵδε κατήνεγκαν πόλεις αὐτοὶ ποιεῖν ἠναγκάζοντο, καὶ χεῖρες αἱ μαθοῦσαι κατασκάπτειν ἀνορθοῦν ἐπαιδεύοντο. λεὼς δὲ τοῖς ἄστεσιν οὐκ ἐκ τῶν ἀγρῶν οὐδὲ σύμμικτος οὐδὲ τῶν ἐπιτυχόντων, ὥστε τὰ μὲν ἄψυχα τοῖς πρὶν ἐοικέναι, τὸ δὲ κυριώτερον χεῖρον εἶναι τοῦ πρόσθεν, ἀλλʼ ἀπέδωκας πάσῃ μηχανῇ τὰς μὲν οἰκίας τῷ τόπῳ, ταῖς δὲ οἰκίαις τὰ σώματα. καὶ κατῄεσαν ἄνδρες καὶ γυναῖκες καὶ παῖδες ἐκ δουλείας ἀδίκου πρὸς εὐδαιμονίαν ἀρχαίαν, καὶ παρʼ οἷς ἐτράφησαν ἐν οἰκετῶν τάξει, παρὰ τούτων ἐτρέφοντο πάλιν ἐν δεσποτῶν νόμῳ. ἡ δὲ τροφὴ σῖτος ἦν, μισθὸς εἰρήνης. πολλῶν δὲ ἀγγέλων ὡς τὸν πρεσβύτερον θεόντων ᾔτησε μὲν στρατιὰν οὐδείς, νίκην δὲ πάντες ἐμήνυον. ὁ δὲ λόγος φερόμενος εἰς Μήδους ἐνέπεσεν. εἶθʼ οἱ μὲν εὔχοντό σε περὶ τὸν Ῥῆνον μένειν, οἱ δʼ αὖ περὶ Ῥῆνον διαβῆναί σε τὸν Τίγρητα καὶ σφίσι μὲν ἕτερον ἀντιταχθῆναι, σὲ δὲ καὶ Πέρσαις ἐπιδεῖξαι τὴν αἰχμήν.
Ἄγαμαι δὲ τῶν στρατιωτῶν ἐκείνων, οἳ στεφανούμενόν σε τοῖς τροπαίοις ὁρῶντες οὐκ ἤνεγκαν μὴ περιθεῖναι τὸν ἐκ λίθων στέφανον δεινὸν νομίζοντες τὸ μὴ συμβαίνειν τοὔνομα τοῖς ἔργοις μηδὲ συνᾴδειν τὴν τιμὴν ταῖς νίκαις. καλούσης τοίνυν αὐτῆς τῆς ἀνδραγαθίας τὸ γέρας εὖ ποιοῦντες ἠκολούθησαν, ὥσπερ ἀρίστῳ στρατιώτῃ σκευὴν ἀμείνω διδόντες ἀντὶ τῆς χείρονος. ταυτὶ δὲ ταῖς μὲν φαινομέναις ἀνάγκαις ὑπʼ ἐκείνων ἐδρᾶτο, ταῖς δὲ κρυπτομέναις ψήφοις ὑπὸ τῶν θεῶν ἐκυροῦτο τῶν τε συμπαραταξαμένων αὐτῷ τῶν τε ἄνωθεν τεθεαμένων τὰς μάχας. ὢ νυκτὸς ἐκείνης ἱερᾶς, ὢ φιλονεικίας ὁπλιτῶν ἐνθέου, ὢ θορύβου πομπῆς ἡδίονος, ὢ μακαρίας ἀσπίδος, ἣ τὸν τῆς ἀναρρήσεως ἐδέξατο νόμον πρεπωδεστέρα σοι παντὸς εἰωθότος βήματος. ὡς καλὸν μὲν σοῦ τὸ διωθεῖσθαι τὴν δόσιν, κάλλιον δʼ ἐκείνων τὸ κατεπείγειν τὴν λῆψιν, ἐπιεικὲς δὲ τὸ περὶ τοῦ πεπραγμένου τὸν θυμούμενον πραΰνειν, ἀνδρεῖον δὲ τὸ μὴ πρὸς βίαν τοῦ δοθέντος ἐκπεσεῖν. ὅτε δὴ πολλῶν ἐθνῶν μυρίοις ταλάντοις ἐπὶ σὲ παρακληθέντων τὸν ἡγούμενον αὐτῶν ῥᾳδίως ἑλὼν τῇ τῶν κακούργων περιέβαλες αἰκίᾳ διδάσκων ἐν ταῖς πλευραῖς μὴ τοιαῦτα κερδαίνειν, σὺ μὲν ἴσως ἐγέλας ἐπιβουλευόμενος, ἡμεῖς δὲ ἐφροντίζομεν, εἰ καὶ θαρρεῖν ὑπῆρχεν. ὁ δὲ πάντα ὁρῶν τε καὶ ἀκούων Ἥλιος οἶδεν, ἃ τότε ἐφρονοῦμεν καὶ τί τῷ πολέμῳ τὸ πέρας ᾐτοῦμεν. οἷα δὲ φιλόδωρος θεὸς ἔδωκέ τε καὶ κάλλιον ἤ τις ἂν ἤλπισεν. οὐ γὰρ ἐπέτρεψε συμπεσεῖν στρατῷ στρατὸν οὐδὲ γυμνῶσαι σίδηρον οὐδὲ ἐξ ἀλλήλων οἰκείους ἀριστεῦσαι οὐδὲ φοινιχθῆναι γῆν φόνῳ φιλτάτων οὐδὲ τελεσθῆναι νίκην τοῖς νικῶσι λυπηρὰν οὐδὲ τοὺς αὐτοὺς καὶ κρατεῖν καὶ δακρύειν, ἀλλʼ ἀποστήσας τῶν πραγμάτων τὸν ἕτερον, ᾧ καιρὸν εἶχεν ἀπελθεῖν, ὑπὸ τῷ τεχνίτῃ τοῦ βασιλεύειν τὰ πάντα ἐποίησεν, ὥστε σοί τε καθαρὸν αἵματος γενέσθαι τὸ κράτος ἐκείνῳ τε τιμηθῆναι τὸν νεκρὸν ἐκ τοῦ τρόπου τῆς τελευτῆς. καίτοι κἂν εἰ σιδήρῳ κριθῆναι τὴν ἔριν ἐδέησεν, οὐκ ἂν ἑτέρως τὸ πρᾶγμα ἔπεσεν, ἀλλʼ ἐρρύη μὲν ἂν αἷμα, βραχὺ δὲ τοῦτο καὶ μικρόν. πλὴν γὰρ ὀλίγων κομιδῆ λόχων, οἵπερ ἦσαν κεκολακευμένοι, ὁ στρατιώτης ἅπας συνέπνει καὶ ἐδόκει μὲν ἐπὶ σὲ τρέχειν, ὑπὸ δὲ σοὶ τεταξόμενος ἠπείγετο. τί οὖν ἄν τις τῶν πάντων μάλιστα θαυμάσειε; πότερον τὴν τοῦ δικαίου φυλακὴν ἢ τὴν τῶν ἑπομένων ἀρετὴν ἢ τὴν καινὴν ὁδὸν καὶ τὸ προσδοκώμενον κατὰ γῆν ἐλθεῖν περιπλεύσαντα τὸ πλέον δοῦναι τῆς κινήσεως αἴσθησιν μετὰ τὴν κτῆσιν ἢ τὸν ἐκπλήξαντα γένη βαρβαρικὰ πλοῦν ἢ τὸ τῶν κομιζομένων δώρων ἐπὶ τὴν ὄχθην κάλλος ὠνουμένων ἑκάστων παραμεῖψαι τὴν σφετέραν τὸν στόλον; ἐγὼ μὲν ἐραστής εἰμι τοῦ ποταμοῦ, καί μοι φαίνεται τοῦ καλοῦ μὲν καλλίων Ἐνιπέως, τοῦ γεωργοῦ δὲ χρησιμώτερος Νείλου δεξάμενος εὐμενεῖ τῷ πόρῳ πλοῖα φέροντα πᾶσιν ἐλευθερίαν. εἴπω τι τῶν εἰρημένων λαμπρότερον; Κιλίκων μὲν ἠγνόουν οὐκ ὀλίγοι τὸ παρὰ σφίσι συμβάν, σὺ δʼ ἐκ μέσων Ἰλλυριῶν ἑώρας τὴν τύχην, μᾶλλον δὲ ἐκ μέσων Γαλατῶν ἐπὶ τὸν κλῆρον ἔπλεις κληρονόμου γνώμῃ ναυπηγησάμενος τὸ πρῶτον, οὐ πολεμίου μίσει, καὶ συνέβη δὴ πάντων καινότατον, αὐτὸς ἐγίγνου τοῖς ἀγγέλοις ἄγγελος, καὶ ἃ μηνύσοντες ἦλθον, ἀκούσαντες ἀπῆλθον. καὶ οὐ τὰ μὲν τοῦ δαιμονίου τοιαῦτα, αἱ δὲ πόλεις ἥττω τῆς προσηκούσης ἡδονὴν ἥσθησαν, ἀλλʼ εἰ πάντες ἄνθρωποι νοσήματι κοινῷ τῶν ὀφθαλμῶν ἐστερημένοι θεοῦ τινος ἐξαίφνης εὐνοίᾳ τὰς ὄψεις ἀπέλαβον, οὐκ ἂν μειζόνως ἐχάρησαν· οὐ γὰρ φόβος ἠνάγκαζε πλάττεσθαι τὴν χαράν, ἀλλʼ ἐπὶ τῆς ἑκάστου ψυχῆς ἡ πανήγυρις ἤνθει, καὶ πᾶν ἰδίᾳ λυποῦν ἀσθενέστερον ἦν τοῦ καιροῦ, βοὴ δὲ ἐκ παντὸς χωρίου πρὸς οὐρανὸν γεγηθότων ἤρχετο τοῦτο μὲν ἐξ ἄστεων, τοῦτο δὲ ἐξ ἀγρῶν, καὶ οἰκιῶν καὶ θεάτρων καὶ ὀρῶν καὶ πεδίων, φαίην δʼ ἂν ὅτι καὶ παρὰ τῶν πλεόντων ἐκ ποταμῶν τε καὶ λιμνῶν καὶ θαλάττης μέσης. ὅπερ γὰρ Ἀσκληπιόν φασιν Ἱππολύτῳ γενέσθαι, τοῦτʼ αὐτὸς ἐγένου τῷ τῆς οἰκουμένης σώματι. τεθνεῶτάς τε ἀνέστησας καὶ βασιλείας ὄνομα νῦν, εἴπερ ποτέ, προσέλαβεν ἔργον. δίκην μὲν ἐπράξω παρʼ ὧν μὴ λαβεῖν ἄδικον, αἰτίαν δὲ οὐκ ἐπήνεγκας οἷς ὑπῆρχεν ἀναχώρησις. ἵππων δὲ καὶ ὀρέων διαδοχὰς ὑπὲρ μεγίστων δὴ τὸ πρῶτον συστάσας τριβομένας ἔπαυσας ὑπὸ τῶν ἐλαυνόντων. οἱ δὲ τῶν ἐθνῶν ἄρχοντες ὑπὸ λημμάτων οὐκ ἄρχονται, φόβος δὲ καὶ τιμῆς ἐλπίς, ἡ μὲν ἐπεγείρει πρὸς ἀρετήν, ὁ δὲ εἴργει πονηρευμάτων. πᾶν μὲν ἀνάλωμα μάταιον ἐκβέβληται, πᾶς δὲ πόρος οὐκ εὐπρεπὴς λέλυται, πᾶσα δὲ δόσις εὔλογος τετίμηται. μόνος γὰρ οἶσθα καλῶς καὶ δοῦναι καὶ μὴ δοῦναι, τοῖς μαχίμοις μὲν διὰ τῶν δωρεῶν παραμυθούμενος τοὺς πόνους, θαυματοποιῶν δὲ τέχνας οὔτε καταλύσας οὔτε θαυμάσας, τὸ μὲν οὐ σαυτοῦ νομίζων, τὸ δὲ δήμοις συμφέρειν. τράπεζα δέ σοι μετρία καὶ σύσσιτοι Πλάτωνος ὁμιληταί, μεθʼ ὧν ἐγρήγορας ὑπὲρ γῆς ἁπάσης καὶ θαλάττης, καὶ παρεδρεύει Διὶ μὲν ἐν οὐρανῷ Δίκη, σοὶ δὲ τῶν ἐπὶ γῆς οἱ σοφώτατοι χαίροντες τῇ φορᾷ τῆς ψυχῆς, ἣν παρʼ ἡμέραν ἐκφέρεις. ἡ δὲ φορὰ ποικιλωτέρα παντός, οἶμαι, λειμῶνος. ἧς ἐστὶ μὲν καὶ τὸ ταῖς πόλεσιν ἐπανορθῶσαι τὴν πενίαν ἐξεληλαμέναις ἀρχαίων τε καὶ δικαίων κτημάτων, ὃ τοὺς μὲν ἰδίους οἴκους μεγάλους ἐποίησε, τοῖς δὲ κοινοῖς περιέχεεν ἀμορφίαν, ἔτι δὲ τὸ τοῦδε κάλλιόν τε καὶ μεῖζον, τὸ δοῦναι πάλιν θεοὺς ἀνθρώποις ἐπιτρόπους πάλαι τοῦ γένους ἄνευ τῶν μεγάλων κυβερνητῶν εἰκῆ φερομένου καὶ περιρρηγνυμένου ταῖς πέτραις. καὶ γέγονεν, ὥσπερ ἐν ἐκλείψεσιν ἡλίου, τοῦ μὲν ἐνοχλοῦντος ἀπαλλαγή, τῆς δὲ ἀκτῖνος ἐπάνοδος, τὸ δὲ αὐτὸ καὶ κόσμος πόλεσιν, ὥσπερ οἱ στέφανοι, καὶ σωτήριον, ὥσπερ τὰ φάρμακα. διʼ ὧν γὰρ γίγνονται καλλίους, διὰ τούτων ἐπʼ ἀσφαλοῦς ὁρμοῦσι. καὶ σοὶ χάρις ὀφείλοιτʼ ἂν οὐχ ἥττων ἢ Πελασγῷ τῷ Ἀρκάδι. τοῦ γὰρ τὴν ἐκ τῶν ναῶν καταδεῖξαι τιμὴν τὸ σβεσθεῖσαν ἐπαναγαγεῖν οὐκ ἔλαττον.
Νῦν καιρὸν ἂν ἔχοι τοῦ ζῆν ἐπιθυμεῖν καὶ θύειν ὑπὲρ μακροτέρου βίου. νῦν γὰρ ὡς ἀληθῶς ἔστι ζῆν, ὅτʼ εὐδαιμονίας αὖραι τὴν γῆν ἐπιπνέουσιν, ὅτε σῶμα μὲν ἀνθρώπου, ψυχὴ δὲ θεοῦ βασιλεύει, ὅτε πῦρ μὲν ἐπὶ βωμῶν αἴρεται, καπνῷ δὲ ἀὴρ ἱερῷ καθαίρεται, ἑστιῶσι δὲ ἄνθρωποι δαίμονας καὶ δαίμονες ἀνθρώποις ὁμιλοῦσι. καί μοι δοκεῖ μηδὲν ἂν γενέσθαι ταῖς πόλεσι πλέον αὐτοῦ τοῦ Διὸς ἑλομένου τὰ τῇδε διοικεῖν ὑποδύντος ἀνθρώπου τύπον. οἷς γὰρ ἂν ἐχρῆτο τότε, κατὰ ταὐτὰ νῦν ἀρχόμεθα. βλέπει μὲν γὰρ ὀξὺ καὶ τοῖς λογισμοῖς ἡμῖν ὁ βασιλεὺς παντὸς Θεμιστοκλέους ὀξύτερον, εἶναι δέ τι πιστεύων ἐν τοῖς κρείττοσι σοφώτερον ταῖς ἐκεῖθεν εἰσηγήσεσιν ἄγει τὴν οἰκουμένην, οὐκ ἀναμένων χρησμοὺς ἄλλοθεν οὐδὲ παραναλίσκων ἐν θεωρῶν ῥᾳθυμίᾳ τοὺς χρόνους, ἀλλʼ ἀντὶ τῆς Πυθίας αὐτὸς αὑτῷ καθιστάμενος, οὐκ ἀνασχόμενος βλέπειν εἰς ὀφρὺν μάντεων οὐδὲ γνώμης ἑτέρων πρᾶγμα τοσοῦτον ἐξάψαι, ἀλλʼ εἰδώς, ὅτι καὶ τοῦθʼ ἕν τι τῶν παρὰ τῷ Χείρωνι μαθημάτων, καὶ τὸν Ἡρακλέα μάντιν οὐχ ἧττον ἢ τοξότην ἐπιστάμενος παῖδα τὸν Μελάμπουν ἀπέφηνας μετὰ τῶν θεῶν τὸ μέλλον ὁρῶν. ἐντεῦθεν καὶ μένεις καὶ βαδίζεις, ὅτε βέλτιον, οὐχ ὑπὸ τῶν πεπραγμένων τὰς ἐκβάσεις μανθάνων, ἀλλʼ ἐπὶ προδήλῳ τῷ τέλει τοὺς ἀγῶνας ἀναιρούμενος, στρατηγῶν μὲν τῶν τάξεων αὐτός, στρατηγούμενος δὲ ὑπὸ τῶν κρειττόνων. ὁ μὲν οὖν Ἀγαμέμνων ἤκουσε παρά του τῶν ἡττόνων, ὡς τύχης ῥοπῇ βελτιόνων ἄρχοι, μὴ προσειληφέναι γὰρ τὴν ἀλκήν, νῦν δὲ ἐν τῇ τοῦ κρατοῦντος ἀρετῇ καὶ τὸ τῆς ἐξουσίας ἐστί. καὶ οὐδεὶς οὕτω δόξει γενναῖος, ὃς ἡγήσαιτʼ ἂν οὐ δικαίως ἐν ἀρχομένοις εἶναι. ὅ τι γὰρ παρʼ ἄλλῳ καλόν, τοῦτο παρὰ σοὶ μειζόνως. καὶ μόνος συνείληφας, ἃ τοὺς ἄλλους μεμερισμένα κοσμεῖ, καὶ οὔτε ῥήτωρ οὔτε ὁπλίτης οὔτε δικαστὴς οὔτε σοφιστής, οὐ τελεστικός, οὐ φιλόσοφος, οὐ μάντις δύναιτʼ ἂν αὑτὸν πρὸ σοῦ θαυμάσαι. καὶ γὰρ πράττοντας οἷς πράττεις καὶ λέγοντας οἷς λέγεις ἐκάλυψας. ὅς γε καὶ τὴν δοκοῦσαν ὥραν τῶν ἐμῶν ἐπιστολῶν παρελήλυθας. ἀλλʼ ἐνταῦθα μὲν κοινὸν τὸ κέρδος, τουτὶ γὰρ τὸ καλὸν ἐγὼ μὲν ἐφύτευσα, σὺ δὲ ἔθρεψας, αἱ δὲ πόλεις δρέπονται.
Δότε δή, θεοὶ σωτῆρες, τὸ γῆρας τοῦ Νέστορος τῷ βασιλεῖ, τὴν γὰρ δὴ γλῶτταν πάλαι δεδώκατε, καὶ παῖδας, ὥσπερ ἐκείνῳ, καὶ τοσοῦτον ἅπαντας τοὺς Ῥωμαίων ἡγησαμένους τῷ χρόνῳ νικήσειεν, ὅσονπερ ἤδη ταῖς ἀρεταῖς.