eul_wid: sno-aq
ΜαρτυρίαιTestimonies
Julian the Apostate Testimonies PDF
| 2b,238,T 1 | EUNAPIOS EX. DE SENTENT. p. 77, 8 Boiss.: τῆς δὲ στρατείας ταύτης σφοδροτάτης τε ἅμα καὶ κλεινοτάτης τῶν πρὸ αὐτῆς γενομένων τὴν διήγησιν ἐς τήνδε τὴν γραφὴν ἐντείνοντες οὐ πεισόμεθα ταὐτὸν τοῖς ἐν ἡμέραι δᾶιδας ἀνασχοῦσιν, ἵνα τι κρυπτόμενον ἀνεύρωσιν, οὐδὲ ὑπὲρ ὧν ἱκανῶς ἅμα καὶ συνενθουσιῶν τοῖς ἑαυτοῦ καλοῖς βιβλίδιον ὅλον τῆιδε ἀναθεὶς τῆι μάχηι διῆλθεν ὁ βασιλικώτατος καὶ ἐν λόγοις Ἰουλιανός, αὐτοὶ παραβαλούμεθα καὶ συνεκθήσομεν ἑτέραν γραφὴν τὰ αὐτὰ σημαίνουσαν, ἀλλὰ τοῖς μὲν βουλομένοις τὸ μέγεθος τῶν ἐκείνου λόγων τε καὶ ἔργων ἀνασκοπεῖν 〈ἀναγινώσκειν〉 τὸ περὶ τούτων βιβλίον ἐπιτάξομεν, καὶ πρὸς ἐκείνην φέρεσθαι τὴν ἀκτῖνα τῆς συγγραφῆς, ἐκ τῆς ἐνεργείας τῶν τότε ὑπ’ αὐτοῦ πραχθέντων ἐπὶ τὴν τοῦ λόγου δύναμιν ἀπορρυεῖσαν καὶ διαλάμψασαν. |
| 2b,238,T 2 | LIBAN. or. XIII 25 (II 72, 3 Fö): δεῖ δὲ οὐδέν σοι πρὸς ταῦτα στόματος, ἀλλ’ ἀποχρήσει δοῦναι τὴν συγγραφήν, ἣν ὧν αὐτὸς ἔπραξας συνέθηκας, ὁ αὐτὸς γενόμενος καὶ στρατηγὸς καὶ συγγραφεύς. (26) ἀλλ’ ἐκεῖνα μέν μοι χορηγήσει πρὸς μῆκος λόγου μικρὸν ὕστερον, ἐπειδὰν εἰς τὸ πᾶν ἀφεῖναι πέλαγος ὁ θεὸς ἐπιτρέπηι κτλ. |
| 2b,238,T 3 | —epp. 33: κάλλιστον δὲ ὧν ἤκουον τὸ ἐλαύνειν τε τοὺς βαρβάρους καὶ τὰς νίκας εἰς συγγραφὴν ἄγειν, καὶ τὸν αὐτὸν ὄντως ῥήτορά τε εἶναι καὶ στρατηγόν. |