---
title: Epigrams
title_greek: Ἐπιγράμματα
author: Julian the Apostate
eul_wid: sno-ar
eul_aid: sno
canonical: "https://eulogikon.org/works/julian-apostate-epigrams-sno-ar"
period: Late Antique
dialect: Atticizing
domain: Philosophy
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Epigrams

*Ἐπιγράμματα*

**Author:** Julian the Apostate

**eul_wid:** `sno-ar` · [HTML page](https://eulogikon.org/works/julian-apostate-epigrams-sno-ar)

## Text

### 9.365.(p1)

ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπ’ ἄλλης, χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης, ἄγριοι· οὐδ’ ἀνέμοισιν ὑφ’ ἡμετέροις δονέονται, ἀλλ’ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει· καί τις ἀνὴρ ἀγέρωχος ἔχων θοὰ δάκτυλα χειρῶν ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν, οἱ δ’ ἁπαλὸν σκιρτῶντες ἀποθλίβουσιν ἀοιδήν.

### 9.368.(p1)

ΙΟΥΛΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ Τίς, πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον, οὔ ς’ ἐπιγιγνώσκω, τὸν Διὸς οἶδα μόνον· κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου. ἦ ῥά σε Κελτοὶ τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ’ ἀσταχύων· τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, πυρογενῆ μᾶλλον καὶ Βρόμον, οὐ Βρόμιον.

### 16.115

Ἀνδρόθεν ἐκκέχυθ’ ἵππος· ἀνέδραμε δ’ ἱππόθεν ἀνήρ, ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δ’ ἄτερ αἰόλος ἵππος· ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δ’ ἀποπέρδεται ἵππον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: sno-ar`.
