Part of On Aristotle's Posterior Analytics, Commentary

ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΑΝΑΛΥΤΙΚΩΝ ΥΣΤΕΡΩΝ ΔΕΥΤΕΡΟΝ.

Ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τῆς Ἀποδεικτικῆς ἐδίδαξεν ὡς ἔστιν ἀπόδειξις, καὶ τί ἐστιν ἀπόδειξις, καὶ διὰ τίνων προτάσεων αὕτη γίνεται, ἔτι δὲ καὶ τί διαφέρει ὁ ἀποδεικτικὸς συλλογισμὸς τῶν ἄλλων συλλογισμῶν, καὶ ὅτι ἐν μὲν τοῖς ἄλλοις συλλογισμοῖς ὁ μέσος αἴτιος ἦν τοῦ συμπεράσματος, οὐ μὴν δὲ καὶ τοῦ πράγματος, ἐν δὲ τῷ ἀποδεικτικῷ συλλογισμῷ ὁ μέσος αἴτιός ἐστι καὶ τοῦ συμπεράσματος καὶ τοῦ πράγματος. καὶ λοιπὸν ἔδει διδάξαι καὶ περὶ τοῦ μέσου, πῶς ἐστιν αἴτιος τοῦ πράγματος. καὶ διὰ τοῦτο ἰδίαν διδασκαλίαν καὶ περὶ τοῦ κατὰ τὴν ἀπόδειξιν μέσου ποιεῖται, ἐπεὶ καὶ ὁ ἐν ἀρχῇ τοῦ βιβλίου περὶ τῶν τεσσάρων ζητημάτων λόγος οὐδὲν ἄλλο ἐστὶν ἀλλʼ ἢ κατασκευὴ τοῦ δεῖν ζητῆσαι καὶ ἐξετάσαι περὶ τοῦ κατὰ τὴν ἀπόδειξιν μέσου, ὡς ἂν καὶ οὗτος μετʼ ἐπιστήμης λαμβάνηται· τεσσάρων γὰρ ὄντων καθόλου τῶν ζητουμένων ἐν ἑκάστῳ τούτων περὶ τοῦ μέσου ἐστὶν ἡ ζήτησις. καὶ ἐπεὶ οὕτως ἀναγκαῖος ὁ μέσος ἐστὶν ὡς ἐν παντὶ ζητήματι τούτου εἶναι τὴν ζήτησιν, ἔδει περὶ αὐτοῦ οὐ κατὰ πάρεργον εἰπεῖν ἀλλʼ ἰδίαν ποιῆσαι πραγματείαν. ἐπεὶ δὲ ὁ μέσος ὅρος ἐν τῇ ἀποδείξει ὁρισμός ἐστι, κατὰ συμβεβηκὸς διδάσκει καὶ περὶ ὅρου. κυρίως γὰρ διδάσκει περὶ ὁρισμοῦ ἐν τῷ ἑβδόμῳ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας· ἐνταῦθα δὲ οὐχ ὡς περὶ ὅρου διδάσκει ἀλλʼ ὡς περὶ αἰτίου καὶ μέσου.

Ἐπεὶ δὲ ἡ ἀπόδειξις ἀνάλυσις λέγεται, μέρος δὲ τῆς ἀποδείξεως καὶ ἡ παροῦσα πραγματεία ὡς περὶ τοῦ μέσου τοῦ ἐν αὐτῇ διδάσκουσα, διὰ τοῦτο καὶ ἡ παροῦσα πραγματεία Ἀναλυτικὰ ἐπιγέγραπται. ἐπιγέγραπται δὲ Ἀναλυτικὰ τὸ πρῶτον βιβλίον τῆς ἀποδεικτικῆς οὐχ ὡς τὰ πρὸ αὐτῆς· ταῦτα γὰρ Ἀναλυτικὰ ἐπεγράφησαν ἀπὸ τοῦ τιμιωτέρου μέρους τῆς συλλογιστικῆς μεθόδου. τιμιώτερον δὲ μέρος αὐτῆς τὸ σύνταγμα τὸ διδάσκον περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν εἰς τὰ σχήματα· ἀναλύομεν γὰρ τὸν συλλογισμὸν εἰς τὰς προτάσεις καὶ ταύτας εἰς τοὺς ὅρους, καὶ λαμβάνομεν τὸν μέσον καὶ ἐντεῦθεν εὑρίσκομεν ἐν ποίῳ σχήματι συλλελόγισται. εἰ γὰρ ἐκεῖνα χάριν τῆς ἀποδεικτικῆς, ὡς καὶ ἐκεῖνος ἐν ἀρχῇ τῶν τριῶν σχημάτων εἴρηκεν, ὡς ἡ σκέψις περὶ ἀπόδειξίν ἐστι, τὸ δὲ οὗ ἕνεκα τιμιώτερον τῶν ἕνεκά του, τιμιωτέρα ἄρα ἡ ἀπόδειξις τῶν πρὸ αὐτῆς. ἀλλʼ ἐπειδὴ εἶδος ἔστιν ἀναλύσεως, καθʼ ὃ τὸ γνωστὸν ἀναλύομεν εἰς τὰς ἀρχὰς καὶ τὰ αἴτια ἐξ ὧν τὸ εἶναι ἔχει καὶ τὸ γινώσκεσθαι, καθʼ ὃ εἶδος τῆς ἀναλύσεως ἡ ἀποδεικτικὴ ἀναλυτικὴ ὀνομάζεται — ἐξ ἀναλύσεως γὰρ ἡμῖν αἱ ἀρχαὶ ταύτης εὑρίσκονται ἀπὸ τῶν ἡμῖν προτέρων αἰτιατῶν ἀνιοῦσιν ἐπὶ τὰ τῇ φύσει πρότερα, ἤγουν τὰ αἴτια. πρῶτον γὰρ γνωρίζομεν τῇ αἰσθήσει ὡς ἡ σελήνη ἐκλείπει· ἡ δὲ διάνοια ὕστερον ἀναψηλαφήσασα εὑρίσκει τὴν αἰτίαν· φησὶ γὰρ «ἡ σελήνη ἐκλείπει, τὸ ἐκλεῖπον ἀντιφράττεται, ἡ σελήνη ἄρα ἀντιφράττεται». τοῦτο ἀνάλυσις ἐκ τῶν αἰτιατῶν ἰοῦσα ἐπὶ τὰ αἴτια. εἶτα ἡ ἀπόδειξις ἐκ τῶν αἰτίων ἐπὶ τὰ αἰτιατὰ κάτεισιν· «ἡ σελήνη ἀντιφράττεται, τὸ ἀντιφραττόμενον ἐκλείπει, ἡ σελήνη ἄρα ἐκλείπει». καὶ πάλιν ὁρῶμεν τὴν γῆν σειομένην, καὶ φαμὲν «ἡ γῆ σείεται, σειομένης δὲ πνεῦμα ἐν τοῖς κοιλώμασιν καὶ σήραγξιν αὐτῆς ἀποκλείεται, ἐν τῇ γῇ πνεῦμα ἀποκλείεται»· τοῦτο ἡ ἀνάλυσις. εἶτα ἡ ἀπόδειξις· «ἐν τῇ γῇ πνεῦμα ἀποκλείεται, πνεύματος ἀποκλειομένου σεισμὸς γίνεται, ἐν τῇ γῇ ἄρα σεισμὸς γίνεται» —, ἢ γοῦν διὰ ταύτην τὴν αἰτίαν ἐπιγέγραπται Ἀναλυτικά, ἢ διότι ἐν τῇ ἀποδείξει ὁ μέσος ὅρος τὸ κῦρος ἔχει, οὗτος δὲ ὁ μέσος ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὁρισμὸς ἐξ ἀναλύσεως εὑρίσκεται. ὁρῶν γὰρ τὸν ἄνθρωπον ἀναλύω τοῦτον εἰς τὰ ἐξ ὧν ἡ φύσις αὐτοῦ συνίσταται, ἤγουν τὸ λογικόν, τὸ θνητόν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὕτως λαμβάνων συνίστημι τὸν ὁρισμόν.

Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμόν.

Ὅσα, φησίν, εἰσὶ τὰ ζητούμενα προβλήματα, τοσοῦτοί εἰσι καὶ οἱ τρόποι καθʼ οὓς ἐπιστάμεθα καὶ γινώσκομεν. τέσσαρα δέ εἰσι τὰ ζητούμενα· τέσσαρες ἄρα καὶ οἱ τρόποι καθʼ οὓς γινώσκομεν. ὥσπερ γὰρ τὸ πρόβλημα καὶ τὸ συμπέρασμα ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα — οἷον «ἡ ψυχὴ ἀθάνατος» καὶ πρόβλημά ἐστι καὶ συμπέρασμα· ὅταν γὰρ προβάλληται εἰς ζήτησιν καὶ αἰτῶμεν τοῦτο ἀποδεῖξαι, λέγεται πρόβλημα· ὅταν δὲ ἀποδειχθῇ, λέγεται συμπέρασμα —, οὕτω καὶ τὰ ζητούμενα καὶ τὰ γινωσκόμενα ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα. εἰ μὲν γὰρ ἀγνοῶ ὅτι θεὸς ἔστιν ἢ κένταυρος, λέγεται ζήτημα· ζητῶ γὰρ εἰ ἔστι φύσις θεοῦ ἢ κενταύρου. ὅταν δὲ μάθω ὅτι ἔστι, πέπαυμαι τῆς τοιαύτης ζητήσεως· τὸ γὰρ πρώην μοι ἀγνοούμενον καὶ διὰ τοῦτο ζητούμενον γέγονε γινωσκόμενον. καὶ πάλιν μεταβαίνω εἰς ἕτερον ἀγνοούμενον ζήτημα· ζητῶ γὰρ τί ἐστι θεὸς καὶ τί κένταυρος. καὶ μαθὼν καὶ τοῦτο πέπαυμαι τῆς ζητήσεως· γέγονε γάρ μοι γινωσκόμενον τὸ ζητούμενον. εἰς τέσσαρα ἄρα ἀνάγονται τὰ ζητούμενα καὶ εἰς τέσσαρα τὰ γινωσκόμενα πάντα· ταῦτα γάρ, ὡς εἴπομεν, εἰσὶ τῷ ὑποκειμένῳ ταὐτά. εἰσὶ δὲ ταῦτα τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, τὸ ὅτι ἔστι καὶ τὸ διότι. τούτων δὲ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν εἰσὶν ἁπλᾶ, τὸ δὲ ὅτι καὶ τὸ διότι σύνθετα. ἐκεῖνα μὲν γὰρ περὶ ἁπλοῦ τινος καὶ ἑνὸς ὅρου τὴν ζήτησιν ἔχουσιν· οἷον εἰ ἔστι τις αἰτία τῆς ὑπάρξεως τῆς σελήνης. τὸ δὲ ὅτι καὶ διὰ τί ἐπὶ συνθέτου τὴν ζήτησιν ἔχουσι· ζητοῦμεν γὰρ ἆρα ἔστι τι αἴτιον διʼ οὗ τὸ ἐκλείπειν ὑπάρχει τῇ σελήνῃ, καὶ εὑρόντες ὅτι ἔστι ζητοῦμεν τὸ διὰ τί τὸ ἐκλείπειν ὑπάρχει τῇ σελήνῃ. τὸ ὅτι δὲ καὶ τὸ διότι ὡς ἐπὶ συνθέτου τὴν ζήτησιν ἔχοντα προέταξε τοῦ εἰ ἔστι καὶ τί ἐστι τῶν ἐπὶ ἁπλῶν τὴν ζήτησιν ἐχόντων· πρότερα γὰρ ἡμῖν καὶ γνωριμώτερα τὰ σύνθετα, ὡς τῇ φύσει τὰ ἁπλᾶ. ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι εἰσὶ σύνθετα προβλήματα τὰ ζητούμενα εἶπε τὸ εἰς ἀριθμὸν θέντες· ὁ γὰρ ἀριθμὸς ἐκ συνθέσεως καὶ πλήθους μονάδων συνίσταται, ὡς ἡ δυὰς καὶ ἡ τριάς. ἡ δὲ μονὰς ἁπλῆ ἐστι· καὶ διὰ τοῦτο τὰ ἁπλᾶ προβλήματα λέγεται μοναδικὰ καὶ ἑνιαῖα.

Ὅταν γὰρ ζητῶμεν πότερον τόδε ἐστὶν ἢ τόδε, ἤτοι τὸ ἐκλείπειν ἢ τὸ σφαιροειδὲς ὑπάρχειν τῇ σελήνῃ, τὸ ὅτι ζητοῦμεν. σημεῖον δὲ τούτου, ὅτι ζητοῦμεν τὸ ὅτι· εὑρόντες γὰρ τοῦτο οὐκέτι περὶ τούτου ζητοῦμεν.

Ταῦτα μὲν οὕτως.

Ἤγουν τὸ ὅτι καὶ τὸ διὰ τί οὕτως ζητοῦμεν, ἤγουν ἐπὶ συνθέτου τινὸς προβλήματος. σύνθετον δέ ἐστι πρόβλημα τὸ ἔχον ὑποκείμενον καὶ κατηγορούμενον.

Ἔνια δʼ ἄλλον τρόπον, ἤγουν ἡ δὲ ζήτησις τοῦ εἰ ἔστι καὶ τί ἐστιν ἐπὶ ἁπλοῦ γίνεταί τινος ὅρου καὶ ἑνός, οἷον εἰ ἔστι κένταυρος, ἢ τί ἐστι κένταυρος.

Τὸ δʼ εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω.

Τοῦτο εἴρηκε διαιρῶν τὸ ὅτι ἀπὸ τοῦ εἰ ἔστιν· φαίνεται γὰρ καὶ ἐπὶ τοῦ ὅτι ὅτι ζητοῦμεν τὸ εἰ ἔστιν, ἤγουν εἰ ἔστι τι αἴτιον τοῦ ἐκλείπειν τὴν σελήνην. καὶ φησὶν ὅτι, εἰ καὶ ἄμφω τὸ εἰ ἔστι ζητοῦσιν, ἀλλὰ τὸ μὲν ὅτι ζητεῖ εἰ ἔστι τι αἴτιον τοῦ ὑπάρχειν τὸ λευκὸν τῷ ἀνθρώπῳ ἢ μή, ὄντος τοῦ ἔστι προσκατηγορουμένου· ἐπὶ δὲ τοῦ εἰ ἔστιν οὐ ζητοῦμεν εἰ ἔστι τι αἴτιον τοῦ ὑπάρχειν τόδε τῷδε, ἀλλʼ ἕνα ὅρον λαβόντες, οἷον θεὸν ἢ ψυχήν, ζητοῦμεν ἐπὶ τούτου εἰ ἔστι θεὸς ἢ ψυχή, ὄντος τοῦ ἔστι κατηγορουμένου, καὶ εὑρόντες τοῦτο ζητοῦμεν τὸ τί ἐστι.

Ζητοῦμεν δέ, ὅταν ζητῶμεν τὸ ὅτι.

Δείξας ἄνωθεν τέσσαρα εἶναι τὰ ζητήματα καὶ διαιρήσας αὐτὰ εἴς τε τὰ ἁπλᾶ καὶ τὰ σύνθετα νῦν πρὸς πλείονα σαφηνισμὸν τούτων ἐπιδιαιρεῖ ταῦτα. καὶ τὸ μὲν εἰ ἔστι καὶ ὅτι ἔστι ταυτίζει καὶ εἰς ἓν τάττει, καθὸ καὶ ἄμφω ἐὰν ἔστι τις αἰτία ζητοῦσι τοῦ πράγματος, κἂν τὸ εἰ ἔστιν αἰτίαν ζητῇ ἑνός τινος ὅρου ὑποκειμένου, νοῦ ἢ ψυχῆς, τὸ δὲ ὅτι ἔστι ζητῇ αἰτίαν πράγματός τινος ἐν ὑποκειμένῳ θεωρουμένου, οἷον εἰ ἔστι τις αἰτία τοῦ τὴν ἔκλειψιν ὑπάρχειν τῷ ἡλίῳ ἢ τῇ σελήνῃ. τὸ δὲ τί ἐστι καὶ τὸ διὰ τί πάλιν ταυτίζει, καθὸ τὸ μὲν τί ἐστι ζητεῖ τὸν ὁρισμὸν τοῦ πράγματος, τῆς ἐκλείψεως αὐτῆς καθʼ ἑαυτὴν ληφθείσης, τὸ δὲ διὰ τί λαμβάνει τοῦτον τὸν ὁρισμὸν μέσον ὅρον ἐν τῇ ἀποδείξει τοῦ διὰ τί ἡ σελήνη ἐκλείπει. ἅμα δὲ καὶ δείκνυσιν ὅτι τὰ τέσσαρα ζητήματα εἰς τὴν ἀπόδειξιν χρησιμεύουσι· πάντα γὰρ τὴν αἰτίαν ζητοῦσι· τὸ δὲ αἴτιον τὸ μέσον ἐστί. συλλογίζεται οὖν ἐν πρώτῳ σχήματι οὕτως· ἐν πᾶσι τοῖς ζητουμένοις τὸ αἴτιον ζητεῖται· τοῦτο δὲ τὸ μέσον ἐστίν· ἐν πᾶσιν ἄρα τοῖς ζητουμένοις τὸ μέσον ἐστίν.

Ἢ τὸ ἐπὶ μέρους ἢ τὸ ἁπλῶς.

Διὰ μὲν τοῦ ἐπὶ μέρους ἐδήλωσε τὰ σύνθετα ζητούμενα προβλήματα διὰ τοῦ ὅτι· τὰ γὰρ σύνθετα διαιροῦνται εἰς ὑποκείμενα καὶ κατηγορούμενα καὶ μερίζονται. ἢ ἐκάλεσεν ἐπὶ μέρους τὰ σύνθετα, διότι ἡ σύνθεσις μερικεύει τὸ πρᾶγμα. ἡ γὰρ οὐσία ἡ γενικωτάτη λεγομένη καὶ ἐπὶ τῶν αἰσθητῶν καὶ νοητῶν οὐσιῶν, εἰ προσλάβοι τὸ σῶμα, μερικεύεται καὶ ἐπὶ μόνων τῶν αἰσθητῶν λαμβάνεται· ἐπεὶ δὲ αἱ αἰσθηταὶ οὐσίαι ἢ ἔμψυχοί εἰσιν ἢ ἄψυχοι, προσλαβοῦσα τὸ ἔμψυχον ἐμερικεύθη ἐπὶ μόνων τῶν ἐμψύχων· εἰ δὲ τὸ λογικόν, ἔτι μερικεύεται. διὰ δὲ τοῦ ἁπλῶς ἐδήλωσε τὸ ἁπλοῦν πρᾶγμα, οὗ τὴν αἰτίαν ζητεῖ τὸ εἰ ἔστιν.

Εἰ γὰρ ἔστι τι, ἤγουν αἰτία τοῦ ἐκλείπειν τὴν σελήνην ἢ αὔξειν, ζητοῦμεν. ἁπλῶς δὲ ζητεῖς εἰ ἔστι τις αἰτία ἑνός τινος ὅρου, οἷον τίς ἐστιν αἰτία τοῦ εἶναι σελήνην ἢ νύκτα.

Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδί.

Ἤγουν τὸ ζητεῖν εἰ ἔστι τις αἰτία τοῦ εἶναι μὴ τόδε ἢ τόδε, ἤγουν μὴ σύνθετόν τι, ἀλλʼ ἁπλῶς ζητεῖν οὐσίαν ἑνός τινος ὅρου ὑποκειμένου, ἤγουν γῆς ἢ ἡλίου, εἴτε μὴ ἁπλῶς ζητεῖς αἰτίαν ἑνός τινος ἁπλουστάτου ἀλλά τινος θεωρουμένου ἔν τινι ὑποκειμένῳ ἢ καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός, τουτέστι συνθέτου τινός, τὸ μέσον ἐστὶ τὸ ζητούμενον.

Τὸ δὲ τὶ ἔκλειψιν.

Τὸ τὶ δηλοῖ τὰ συμβεβηκότα καὶ πάθη τὰ ὑπάρχοντα ἔν τινι· οἷον ἡ ἔκλειψις ἐν τῇ σελήνῃ θεωρεῖται κατὰ συμβεβηκός, τὸ δὲ σφαιρικὸν σχῆμα καθʼ αὑτό. τὸ δὲ ἢ ἐν μέσῳ ἢ μή, τοῦτο δηλοῖ ὡς ἆρά γε ἔστι τις αἰτία τοῦ εἶναι τὴν γῆν μέσην ἢ οὐκ ἔστι; κέντρου γὰρ λόγον ἐπέχει· καθʼ ἧς γῆς τὸ μὲν αἰσθητὸν κατηγορεῖται κατὰ συμβεβηκός, τὸ δὲ ἐν τῷ μέσῳ εἶναι τόπῳ καθʼ αὑτό. καὶ πάλιν τῷ τριγώνῳ ὑπάρχει τὸ ἴσον καθʼ αὑτό· ἔχει γὰρ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας καθʼ αὑτό· τὸ δὲ ἔχειν τὰς δύο πλευρὰς ἀνίσους, ἤγουν μείζους τῆς μιᾶς, κατὰ συμβεβηκός. συνηρίθμησε δὲ ταῖς οὐσίαις τὸ τρίγωνον ὡς μαθηματικὴν οὐσίαν· τῶν γὰρ οὐσιῶν αἱ μέν εἰσι νοηταί, ὡς ὁ νοῦς καὶ ἡ ψυχή, αἱ δὲ αἰσθητικαί, ὡς ὁ Σωκράτης καὶ ὁ Πλάτων, αἱ δὲ διανοηταί, ὡς τὸ τρίγωνον καὶ τὸ τετράγωνον. ἔδειξε γοῦν ὡς ἐν πᾶσι τοῖς ζητήμασι τὸ μέσον ζητεῖται. ἀπορήσειε δʼ ἄν τις· ἐπειδὴ τῶν ζητημάτων τὰ μέν εἰσιν ἁπλᾶ τὰ δὲ σύνθετα, ἐπὶ μὲν τῶν συνθέτων καλῶς ἂν λέγοις τὸ μέσον ζητεῖσθαι, εἴ γε πᾶν μέσον μεταξὺ δύο ἄκρων ἐστί, τὸ δὲ σύνθετον διαιρεῖται εἰς δύο ὅρους, τόν τε ὑποκείμενον καὶ κατηγορούμενον, ὧν μεταξὺ δυνατόν ἐστι μέσον λαβεῖν· ἐπὶ δὲ τῶν ἁπλῶν ζητημάτων, ἐφʼ ὧν ζητεῖται ἡ αἰτία ἑνός τινος ὅρου, πῶς ἐστι δυνατὸν μέσον λαβεῖν ὅρον; καὶ φαμὲν ὅτι ἐπὶ μὲν τῶν ἁπλῶν οὐσιῶν, ἤγουν τῶν νοητῶν τῶν ἄνευ ὕλης θεωρουμένων, ὡς ἔστιν ὁ νοῦς καὶ ἡ ψυχή, ἐπὶ τούτων τὸ εἶδος, ἤγουν ὁ ὁρισμός, οὐκ ἄλλο τί ποτέ ἐστι παρὰ τὸ ὁριστόν. οἷον ὁρισμὸς τοῦ νοός ἐστι «δύναμις ψυχῆς ἀντιληπτικὴ τῶν θείων καὶ νοητῶν»· οὗτος γοῦν ὁ ὁρισμὸς καὶ ὁ νοῦς ταὐτά εἰσι. καὶ εἰ ταὐτὰ καὶ ἕν, πῶς δυνατὸν λαβεῖν μέσον ὅρον αὐτῶν; ἐπὶ δὲ τῶν συνθέτων καὶ μετὰ ὕλης θεωρουμένων, οἷόν ἐστιν ὁ ἄνθρωπος, εἰ καὶ ὁ ὁρισμὸς αὐτοῦ, τὸ ζῷον λογικὸν θνητόν, συντέτακται τῷ ἀνθρώπῳ καὶ ἐν αὐτῷ θεωρεῖται, ἀλλʼ οὖν ἐστι δυνατὸν κεχωρισμένως τοῦτον λαβεῖν, καὶ ὅτε κεχωρισμένως ληφθῇ, ἕτερός τις δοκεῖ παρὰ τὸν ἄνθρωπον. καὶ διὰ τοῦτο ἐπὶ τῶν τοιούτων ἐστὶ δυνατὸν μέσον ὅρον ληφθῆναι τὸ αἴτιον. ἄλλως τε γνοὺς καὶ αὐτὸς ὡς ἀδύνατόν ἐστιν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν, νοῦ τε καὶ ψυχῆς, μέσον ὅρον ληφθῆναι, τούτου χάριν παραδείγματα ἔλαβε καὶ τῶν τεσσάρων πάθη τινὰ καὶ γυμνάζει τὸν λόγον ἐπʼ αὐτῶν, ἔνθα καὶ δείκνυσι τὸ αὐτὸ εἶναι τὸ τί ἐστι καὶ τὸ διὰ τί. εἰ γὰρ καὶ ἕτερά εἰσι τὸ τί ἐστι καὶ τὸ διὰ τί, καθὸ τὸ μὲν ζητεῖται ἐπὶ ἁπλοῦ τὸ δὲ ἐπὶ συνθέτου, ἀλλὰ ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ τρόπῳ τῆς χρήσεως ἕτερα. ἐν μὲν γὰρ ἐκλείψει πάθει οὔσῃ τῆς σελήνης θεωρεῖται καὶ τὸ τί καὶ τὸ διὰ τί. χρώμεθα δὲ τούτοις, τῷ τί καὶ τῷ διὰ τί, ἄλλως καὶ ἄλλως. εἰ μὲν λάβωμεν τὴν ἔκλειψιν αὐτὴν καθʼ αὑτήν, ζητοῦμεν τί τὸ αἴτιον τῆς ἐκλείψεως, καὶ φαμὲν στέρησις φωτὸς τῆς σελήνης ὑπὸ ἀντιφράξεως τῆς γῆς. εἰ δὲ ζητοῦμεν εἰ ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ, ἤγουν διὰ τί ὑπάρχει, λαμβάνομεν μέσον ὅρον τὸ τί ἔστιν, ἤγουν τὴν στέρησιν τοῦ φωτὸς τῆς σελήνης τὴν γινομένην ὑπὸ τῆς ἀντιφράξεως τῆς γῆς. ὡσαύτως καὶ ἡ συμφωνία πάθος ἐστὶν ἐν ὀξεῖ φθόγγῳ καὶ βαρεῖ θεωρούμενον. πλὴν εἰ μὲν ζητεῖς τί ἐστι συμφωνία, ἐρεῖς λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρεῖ. … λόγος δέ ἐστιν ἐν ἀριθμοῖς θεωρούμενος ὁ ἐπίτριτος, ὁ ἡμιόλος καὶ ὁ διὰ πασῶν. διὰ πασῶν δὲ λέγω τὸν διπλασίονα λόγον, ὅταν ὁ βαρὺς φθόγγος δὶς περιέχῃ τὸν ὀξύν. τὸν ἐπίτριτον δὲ ἔχει λόγον, ὅταν ὅλον ἔχῃ τὸν ὀξὺν καὶ τὸ τρίτον αὐτοῦ.

Ὅτι δέ ἐστι τοῦ μέσου ἡ ζήτησις, δῆλόν ἐστι καὶ ἀπʼ αὐτῆς τῆς ἐναργείας, ἤγουν τῆς αἰσθήσεως. ἐπὶ γὰρ τῶν ἐπιστητῶν πραγμάτων — ἐπιστητὸν δέ φημι τὸ τὴν σελήνην ἐκλείπειν —, ἐφʼ ὅσων τὸ μέσον αἴτιον οὐκ ἔστιν αἰσθητόν, ἤγουν διὰ τῆς αἰσθήσεως γνωριζόμενον, ζητοῦμεν ἐπὶ τούτων, ἐὰν ἔστι τι αἴτιον τῆς ἐκλείψεως, ὡς πόρρω κατοικοῦντες τῆς σελήνης καὶ διὰ τοῦτο μὴ ᾐσθημένοι καὶ ὁρῶντες τὸ αἴτιον ταύτης· οὐ γὰρ ὁρῶμεν πῶς ἡ σελήνη ἀντιφράττεται καὶ παρεμποδίζεται ὡς μὴ δέχεσθαι τὰς τοῦ ἡλίου ἀκτῖνας. εἰ δʼ ἦμεν ἐπὶ τῆς σελήνης, ὡρῶμεν ἂν πῶς ἀντιφράττεται ὑπὸ τῆς γῆς, καὶ οὕτως οὐκ ἂν ἐζητοῦμεν εἰ γίνεται ἡ ἔκλειψις ἢ μή, ἀλλʼ ἅμα δῆλον ἂν ἦν, ἤγουν ἅμα τῷ ἰδεῖν, πῶς ἐμπεσοῦσα τῷ κώνῳ ἀντιφράττεται καὶ παρεμποδίζεται δέχεσθαι τὰς τοῦ ἡλίου ἀκτῖνας, ἐγνωρίζομεν ἂν καὶ τὸ αἴτιον.

Ἐκ γὰρ τοῦ αἰσθάνεσθαι καὶ τὸ καθόλου.

Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἴσως γάρ τις ἠπόρησεν, εἰ ἡ ἔκλειψις τῆς σελήνης ἐστὶ πρᾶγμα ἐπιστητόν, τὸ δὲ ἐπιστητὸν καὶ αἰσθητόν εἰσιν ἕτερα, ὡς καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, πῶς τὴν ἔκλειψιν ἐπιστητὴν οὖσαν φὴς εἶναι καὶ αἰσθητήν; φησὶν οὖν· οὐ λέγω τὴν καθόλου ἔκλειψιν τὴν ἀεὶ γινομένην διὰ τὴν ἀντίφραξιν αἰσθητήν, ἀλλʼ αἰσθητὴν λέγω ἔκλειψιν ἣν νῦν ὁρῶ γινομένην. ἐκ γὰρ τοῦ αἰσθάνεσθαι, ἤγουν τῆς αἰσθήσεως, καὶ τοῦ πολλάκις ἰδεῖν τοῦτο γινόμενον ἐπισυνάγεται ἡμῖν ἡ τοῦ καθόλου εἴδησις. ἡ μὲν γὰρ ὅρασις ὁρᾷ ὅτι νῦν ἀντιφράττεται ἡ σελήνη καὶ ἐκλείπει· ἐκ δὲ τούτου τοῦ μερικοῦ, ὃ πολλάκις εἴδομεν γινόμενον, ἐπεγένετο ἡμῖν ἡ καθόλου ἐπιστήμη, ἤγουν ὅτι πᾶσα ἔκλειψις τῆς σελήνης καὶ ἀεὶ γίνεται διὰ τὸν λόγον τῆς ἀντιφράξεως.

Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι.

Τουτέστιν οὕτως λέγω τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν ταὐτὰ ὥσπερ καὶ τὸ τί ἐστι καὶ τὸ διὰ τί ταὐτά. ὡς γὰρ τὸ τί καὶ τὸ διὰ τί ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ τῷ δὲ λόγῳ καὶ τῷ τρόπῳ τῆς χρήσεως ἕτερα, ὡς ἐπὶ τῆς ἐκλείψεως ἔστιν ἰδεῖν καὶ ἄμφω θεωρούμενα — εἰ γὰρ τὴν ἔκλειψιν λάβοις αὐτὴν καθʼ αὑτήν, γνοίης ἂν τὴν φύσιν αὐτῆς διὰ τοῦ τί ἐστιν· εἰ δὲ θεωρεῖς ταύτην ἐν τῇ σελήνῃ ὑπάρχουσαν, δεικνύεις τοῦτο διὰ τοῦ διὰ τί μέσον λαβὼν ὅρον τὴν ἀντίφραξιν —, οὕτως καὶ τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν ταὐτά εἰσι τῷ ὑποκειμένῳ τῷ δὲ λόγῳ ἕτερα. ἄμφω γὰρ ἐπὶ τοῦ ἐκλείπειν τὴν σελήνην θεωροῦνται· τὸ γοῦν ἐκλείπειν τὴν σελήνην αἰσθητὸν μὲν γίνεται, εἰ λάβοις τὴν νῦν γινομένην ἔκλειψιν, ἐπιστητὸν δέ, εἰ τὴν καθόλου καὶ ἀεὶ γινομένην. τοῦτο δέ, ἤγουν τὸ ταὐτὰ εἶναι τὸ τί καὶ διὰ τί, εἴτε λάβῃς τι τῶν ἁπλῶς θεωρουμένων καὶ μὴ ὑπαρχόντων ἐν ἑτέρῳ, ἤγουν τῶν καθʼ αὑτὸ ὑφεστώτων, ὡς ὁ νοῦς καὶ ἡ ψυχή, εἴτε λάβῃς τι τῶν ὑπαρχόντων ἐν ἄλλῳ καὶ θεωρουμένων, ὡς ἡ ἔκλειψις ἐν τῇ σελήνῃ καὶ τὸ δύο ὀρθαὶ ἐν τῷ τριγώνῳ, ἤγουν τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ὡσαύτως καὶ τὸ μεῖζον καὶ ἔλαττον ἐν τῷ τριγώνῳ· αἱ γὰρ δύο πλευραὶ μείζους εἰσὶ τῆς μιᾶς.

Ὅτι μὲν οὖν πάντα τὰ ζητούμενα μέσου ζήτησις.

Δείξας, ὅτι καὶ τὰ τέσσαρα ζητήματα περὶ τοῦ μέσου ζητοῦσι, ζητεῖ καὶ περὶ τοῦ ὅρου, εἰ δυνατόν ἐστιν ἀποδείκνυσθαι ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, καὶ τίς ὁ τρόπος τῆς ἀναγωγῆς, ἤγουν καὶ πῶς ἀνάγονται εἰς τὴν ἀπόδειξιν, καὶ τί ἐστιν ὅρος, καὶ τίνων ἐστὶν ὁρισμός. πρὸ δὲ τοῦ ζητῆσαι περὶ τούτων ὧν εἴπομεν διαπορεῖ πρῶτον εἰ ταὐτόν ἐστιν ὁρισμὸς καὶ ἀπόδειξις καὶ ὁριστὸν καὶ ἀποδεικτόν. ζητήσειε δʼ ἄν τις, εἰ περὶ τῶν ζητημάτων ἐζήτει καὶ τοῦ μέσου, τίνος χάριν μετέπεσεν εἰς τὸ ζητεῖν περὶ ὁρισμοῦ καὶ ὁριστοῦ καὶ ἀποδείξεως καὶ ἀποδεικτοῦ εἰ ταὐτά εἰσιν ἢ ἕτερα. καὶ φαμέν, ὡς ἐπειδὴ προσεχῶς εἴρηκε τὸ τί καὶ διὰ τί ταὐτόν, δηλοῖ δὲ τὸ τί ἐστι τὸν ὁρισμόν, τὸ δὲ διὰ τί τὴν ἀπόδειξιν, ἵνα μή τις ὑπολάβῃ ταὐτὸν εἶναι τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν, τούτου χάριν ἠναγκάσθη διαφορὰν δοῦναι πρῶτον τούτων. ἀνέδραμε δὲ εἰς τὸ καθολικώτερον, εἰς τὸν συλλογισμόν. εἰ γὰρ δείξει ὡς ὁ ὁρισμὸς καὶ ὁ συλλογισμός εἰσιν ἕτερα καὶ τὸ ὁριστὸν καὶ τὸ συλλογιστόν, ἀνάγκη λοιπὸν καὶ τὴν ἀπόδειξιν καὶ τὸν ὁρισμὸν ἕτερα εἶναι καὶ τὸ ὁριστὸν καὶ τὸ ἀποδεικτόν· εἶδος γὰρ τοῦ συλλογισμοῦ ἡ ἀπόδειξις. ἐρωτήσας γοῦν καὶ ἀπορήσας εἰ ἔστι δυνατὸν τὸ αὐτὸ καὶ ἓν καὶ διʼ ὁρισμοῦ εἰδέναι καὶ διʼ ἀποδείξεως, ὡς εἶναι τὸ αὐτὸ ἅμα καὶ ὁριστὸν καὶ ἀποδεικτόν, ἐπάγει τὴν ἀπόκρισιν «ἢ ἀδύνατον τοῦτο». καὶ συλλογίζεται ἐν πρώτῳ σχήματι οὕτως· ὁ ὁρισμὸς τὸ τί ἐστι σημαίνει· πᾶν δὲ τὸ τί ἐστι καθόλου καὶ κατηγορικόν· πᾶς ἄρα ὁρισμὸς καθόλου καὶ κατηγορικός. οὐ πάντες δὲ οἱ συλλογισμοὶ καθόλου καὶ κατηγορικοί εἰσιν· οἱ γὰρ ἐν τῷ δευτέρῳ σχήματι ἀποφατικοί εἰσιν, οἱ δὲ ἐν τῷ τρίτῳ μερικοί. συλλογίζεται δὲ ἐν δευτέρῳ σχήματι οὕτως· πᾶν τὸ τί ἐστιν, ἤγουν ὁ ὁρισμὸς καθόλου καὶ κατηγορικός ἐστιν· οὐ πᾶς δὲ συλλογισμὸς καθόλου καὶ κατηγορικός ἐστιν· οὐ πᾶς ἄρα συλλογισμὸς τὸ τί ἐστι δηλοῖ.

Ἀρχὴ δʼ ἔστω τῶν μελλόντων.

Τὰ ἐχόμενα ἢ τὰ προσεχῶς ῥηθέντα νόησον, καὶ νοεῖται οὕτως· ἀρχὴ δὲ ἔστω τῶν μελλόντων ῥηθῆναι περὶ ὁρισμοῦ καὶ ἀποδείξεως, ἥτις ἐστὶν οἰκεία τοῖς ἐχομένοις, ἤγουν τοῖς προσεχῶς ῥηθεῖσιν, ἵνα καὶ εὐσυνάρτητος ὁ λόγος γένηται· προσεχῶς δὲ εἴρηκεν ὡς τὸ τί καὶ διὰ τί εἰσι ταὐτά. ἢ ἐχόμενα νόει τὰ προσεχῶς μέλλοντα ῥηθῆναι· ἀρχὴ γὰρ ἔστω, φησί, τῶν μελλόντων ῥηθῆναι περὶ ὁρισμοῦ καὶ περὶ ἀποδείξεως οἰκεία τοῖς προσεχῶς ῥηθησομένοις. πρὸ γὰρ τοῦ ζητῆσαι, τί ἐστιν ὁρισμὸς καὶ τίνων καὶ εἰ ἀπόδειξις ἔστιν αὐτοῦ, ζητεῖ προσεχῶς εἰ ταὐτόν ἐστι τὸ ὁριστὸν καὶ συλλογιστὸν καὶ ὁ ὁρισμὸς καὶ συλλογισμός.

Εἶτα οὐδὲ τῶν ἐν τῷ πρώτῳ σχήματι.

Δείξας, ὅτι οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ ὁρισμοὶ οὐκ εἰσίν, δείκνυσιν ὅτι οὐδὲ οἱ ἐν τῷ πρώτῳ σχήματι καταφατικοὶ ὁρισμοί εἰσι, διότι ὁ μὲν συλλογισμὸς δείκνυσί τι πάθος ὑπάρχον ἔν τινι ὑποκειμένῳ, οἷον τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ὑπάρχειν τῷ τριγώνῳ· δείκνυσι δὲ τοῦτο διὰ μέσου τοῦ «δυσὶ ταῖς ἐφεξῆς ἴσαι εἰσίν» ὁ δὲ ὁρισμὸς οὐ δείκνυσί τι πάθος ὑπάρχον τινὶ ὑποκειμένῳ ἀλλʼ οὐσίαν ἑνός τινος ὑποκειμένου· τρίγωνον γάρ φαμεν τὸ ὑπὸ τριῶν γραμμῶν περιεχόμενον. εἰ δέ τις εἴποι «πῶς φὴς τὸν ὁρισμὸν οὐσίαν δηλοῦν; δηλοῖ γὰρ καὶ συμβεβηκός· λευκὸν γάρ ἐστι χρῶμα διακριτικὸν ὄψεως», λέγομεν ὡς καὶ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως τὸ εἶδος τοῦ λευκοῦ δηλοῖ, τὸ δὲ εἶδος φύσιν καὶ οὐσίαν σημαίνει· πᾶσα γὰρ ὕπαρξις οὐσία λέγεται.

Λόγος δέ ἐστι τούτου, τοῦ εἶναι τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν ἕτερον, διότι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν οὐκ ἄλλο τί ἐστιν ἀλλʼ ἢ τὸ ἔχειν ἀπόδειξιν, ἤγουν τὸ διʼ ἀποδείξεως γινώσκειν αὐτό.

Ὥστʼ εἰ ἐπὶ τῶν τοιούτων, ἤγουν τῶν ἀποδεικτῶν, ἀπόδειξίς ἐστιν ἡ ταῦτα παριστῶσα, δῆλον ὡς ὁρισμὸς αὐτῶν οὐκ ἔσται, ἤγουν οὐχὶ καὶ διʼ ὁρισμοῦ αὐτὰ γνωσόμεθα· εἰ γὰρ δώσομεν τὸ ἀποδεικτὸν διʼ ὁρισμοῦ γινώσκεσθαι, ἐπίσταιτο ἄν τις τὸ ἀποδεικτὸν διʼ ὁρισμοῦ, οὐ μέντοι διʼ ἀποδείξεως, ὃ ἀδύνατον.

Οὐδὲν γὰρ κωλύει μὴ ἅμα.

Τοῦτο λύσις ἐστὶν ἐνστάσεως καὶ ἀπορίας. ἴσως γάρ τις ἐζήτησεν, ἆρά γε οὐκ ἔστι δυνατὸν τὸ αὐτὸ γνῶναι καὶ διʼ ὁρισμοῦ καὶ διʼ ἀποδείξεως. λύων γοῦν τὴν ἀπορίαν φησίν· οὐδὲν γὰρ κωλύει ἔχειν τοῦ αὐτοῦ καὶ ἑνὸς γνῶσιν καὶ διʼ ὁρισμοῦ καὶ διʼ ἀποδείξεως, ἀλλʼ οὐχ ἅμα, ἤγουν ὡσαύτως, ἀλλὰ κατʼ ἄλλον καὶ ἄλλον λόγον. εἰ γὰρ ἔκλειψις καὶ ἐν τῇ σελήνῃ θεωρεῖται, ἀλλʼ οὖν δυνάμεθα ταύτην χωρίσαι αὐτῆς καὶ ἐν ἐπινοίᾳ μόνῃ αὐτὴν καθʼ αὑτὴν λαβεῖν· ἣν καὶ διʼ ὁρισμοῦ γνωσόμεθα ὡς ἔστιν ἀντίφραξις ὑπὸ γῆς. εἰ δὲ θεωροῦμεν τὴν ἔκλειψιν ἐν τῇ σελήνῃ, ἀποδείξομεν ταύτην ὑπάρχειν τῇ σελήνῃ διʼ ἀποδείξεως. ὡσαύτως καὶ τὸ ἰσόπλευρον τρίγωνον ἔστι καὶ διʼ ὁρισμοῦ καὶ διʼ ἀποδείξεως γνῶναι, ἀλλʼ ἄλλως καὶ ἄλλως. διʼ ὁρισμοῦ μέν, ὅταν εἴπω «ἰσόπλευρόν ἐστι τρίγωνον τὸ ὑπὸ τριῶν ἴσων πλευρῶν συγκείμενον». ἔστι δὲ καὶ ἀποδεικτικῶς δεῖξαι τοῦτο, ὡς ἔχει τὰς τρεῖς πλευρὰς ἴσας, οὕτως· ὅταν δύο κύκλοι διὰ τῶν κέντρων περιαχθέντες τέμνωσιν ἀλλήλους καὶ τὴν αὐτὴν διάμετρον ἔχωσι, τότε τὸ ἐκ τῆς διαμέτρου συγκείμενον τρίγωνον καὶ τῶν δύο εὐθειῶν τῶν ἀπὸ τῆς ἁφῆς ἀχθεισῶν ἄχρι τῶν κέντρων ἰσόπλευρόν ἐστιν· αἱ γὰρ ἀπὸ τοῦ κέντρου ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν.

Ἔστι δὲ πιστώσασθαι καὶ βεβαιῶσαι τοῦτο καὶ διʼ ἐπαγωγῆς· οὐδὲ γὰρ πώποτε διʼ ὁρισμοῦ ἔγνωμέν τι τῶν ὑπαρχόντων ἔν τινι καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός, ἤγουν τι τῶν ἀποδεικτῶν· καθʼ αὑτὸ γάρ ἐστι τῇ σελήνῃ τὸ σφαιρικὸν σχῆμα, κατὰ συμβεβηκὸς δὲ τὸ ἐκλείπειν.

Ἔτι εἰ ὁ ὁρισμὸς οὐσίας τις γνωρισμός.

Ἤγουν ἐὰν ὁ ὁρισμὸς οὐσίαν δηλοῖ, τὰ δὲ τοιαῦτα, τὰ ἀποδεικτά, οὐκ οὐσίαι εἰσὶν ἀλλὰ πάθη ἔν τινι ὑποκειμένῳ θεωρούμενα, λοιπὸν ἄρα ἡ ἀπόδειξις ὁρισμὸς οὐκ ἔστιν οὐδὲ τὸ ἀποδεικτὸν διʼ ὁρισμοῦ γινώσκεται.

Ὅτι μὲν οὖν τὸ ἀποδεικτὸν οὐκ ἔστι καὶ διʼ ὁρισμοῦ εἰδέναι, δῆλον. ἀντιστρέφει δὲ πάλιν καὶ ζητεῖ, τί δὲ καὶ ὃ ἔστι διʼ ὁρισμοῦ εἰδέναι, ἤγουν τὸ ὁριστόν, καὶ διʼ ἀποδείξεως ἔστιν εἰδέναι ἢ οὔ; καὶ φησὶν εἷς μὲν δὴ λόγος καὶ περὶ τούτου ὁ αὐτός. ὡς γὰρ τὸ ἀποδεικτὸν ἐδείξαμεν μὴ εἶναι δυνατὸν διʼ ὁρισμοῦ εἰδέναι, οὕτω καὶ τὸ ὁριστὸν δειχθήσεται μὴ δυνατὸν εἶναι διʼ ἀποδείξεως γινώσκεσθαι, λαβόντες ὡς ὁμολογούμενον ὅτι παντὸς ἑνὸς πράγματος καθὸ ἓν μία ἐστὶν ἐπιστήμη καὶ γνῶσις, ἢ ἡ διʼ ὁρισμοῦ ἢ ἡ διʼ ἀποδείξεως. εἰ γοῦν τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν ἐστι τὸ διʼ ἀποδείξεως γινώσκειν αὐτό, εἰ τὸ ὁριστόν ἐστι καὶ τὸ ἀποδεικτὸν ταὐτά, συμβήσεταί τι ἀδύνατον, ὅτι ὁ ἔχων τὸν ὁρισμόν, ἤγουν ὁ γινώσκων τι διʼ ὁρισμοῦ, ἐπιστήσεται αὐτὸ ἄνευ ἀποδείξεως, ὃ ἄτοπον.

Ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων.

Ἐὰν οἱ ὁρισμοί εἰσιν ἀρχαὶ τῶν ἀποδείξεων, αἱ δὲ ἀρχαὶ ἀναπόδεικτοι, λοιπὸν καὶ οἱ ὁρισμοὶ ἀναπόδεικτοι ἔσονται. εἰ δὲ οἱ ὁρισμοί εἰσιν ἀποδεικτοί, ἀνάγκη καὶ τῶν ὁρισμῶν ἕτερα λαβεῖν ἀρχοειδέστερα, εἴ γε πᾶσα ἀπόδειξις ἐξ ἀρχῶν τινων καὶ πρώτων γίνεται, καὶ τούτων ἕτερον πρότερον, καὶ τοῦτο ἐπʼ ἄπειρον. καὶ εἰ οὐκ ἔστι λαβεῖν ἀρχὰς διὰ τὸ ἀεὶ εὑρίσκειν ἀρχοειδέστερα, ἀναιρεῖται ἡ ἀπόδειξις καὶ οὐκ ἔσται. ἢ εἰ μέλλει εἶναι ἀπόδειξις, ἀνάγκη τὰ πρῶτα καὶ κατὰ τὴν ἀρχήν, τοὺς ὁρισμούς, εἶναι ἀναποδείκτους. καὶ εἰ ἀναπόδεικτοι οὗτοι, λοιπὸν ἄρα καὶ ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ἕτερα. καὶ εἰ ἕτερα ταῦτα, πῶς ἔσται τὸ αὐτὸ καὶ διʼ ὁρισμοῦ εἰδέναι καὶ διʼ ἀποδείξεως; εἶτα ἐπαπορεῖ, εἰ καὶ πᾶν τὸ διʼ ὁρισμοῦ γνωστὸν οὐκ ἔστι δυνατὸν καὶ διʼ ἀποδείξεως γινώσκεσθαι, ἄρα ἔσται τι ὃ καὶ διʼ ὁρισμοῦ καὶ διʼ ἀποδείξεως ἀνάγκη γινώσκεσθαι, ὡς εἶναι τὸ αὐτὸ καὶ ὁριστὸν καὶ ἀποδεικτόν; καὶ φησὶν ἢ ἀδύνατον· οὐ γάρ ἐστι δυνατὸν ἀπόδειξιν εἶναι τοῦ ὁριστοῦ πράγματος. ὁ μὲν γὰρ ὁρισμὸς τὸ τί ἐστι παριστᾷ καὶ τὴν οὐσίαν τοῦ πράγματος· αἱ δʼ ἀποδείξεις καὶ πᾶσαι αἱ μαθηματικαὶ ὑποτίθενται καὶ ὡς ὁμολογούμενον λαμβάνουσι τὸ τί ἐστιν, οὐ μὴν δὲ καὶ ἀποδεικνύουσιν αὐτό. αὐτίκα ἡ γεωμετρία ὡς ὁμολογούμενον λαμβάνει τὸ εἶναι σημεῖον οὗ μέρος οὐδὲν καὶ ὡς γραμμή ἐστι μῆκος ἀπλατές, καὶ ἡ ἀριθμητικὴ τὸ εἶναι μονάδα ἀρχὴν ἀριθμοῦ.

Ἔτι πᾶσα ἀπόδειξις τὶ κατά τινος δείκνυσι.

Καὶ τοῦτο ἕτερον ἐπιχείρημα δεικνύον τὸν ὁρισμὸν τῆς ἀποδείξεως ἕτερον. καὶ φησὶν ὡς πᾶσα ἀπόδειξις ἢ καταφατικὸν δείκνυσί τι ἢ ἀποφατικόν· οὐδὲν δὲ τῶν κειμένων ἐν τῷ ὁρισμῷ ἕτερον ἑτέρου ἢ κατηγορεῖται ἢ ἀποφάσκεται. ἐν γὰρ τῷ «ζῷον πεζὸν δίπουν» οὔτε τὸ ζῷον κατὰ τοῦ δίποδος κατηγορεῖται ἢ ἀποφάσκεται, οὔτε τοῦτο κατʼ ἐκείνου. καὶ πάλιν ὁρισμὸς τοῦ τριγώνου τὸ σχῆμα ἐπίπεδον· οὔτε γοῦν τὸ σχῆμα κατὰ τοῦ ἐπιπέδου κατηγορεῖται οὔτε τοῦτο κατʼ ἐκείνου. οὐκ ἄρα ὁ ὁρισμὸς ἀπόδειξίς ἐστιν.

Ἔτι ὁ μὲν ὁρισμὸς δηλοῖ τὸ τί ἐστι, ἤγουν οὐσίαν τινὸς πράγματος· ἡ δʼ ἀπόδειξις τὸ ὅτι, ἤγουν οὐσίαν οὐ παριστᾷ, ἀλλʼ ὅτι τόδε τὸ πάθος, ἤγουν τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, δείκνυσιν ὑπάρχον τῷ τριγώνῳ ἢ μὴ ὑπάρχον.

Ἑτέρου δὲ ἑτέρα ἀπόδειξις.

Ἀπόδειξιν ἐνταῦθα τὴν γνῶσιν ἔλαβεν. εἰ γοῦν τῶν ἑτέρων καὶ διαφερόντων πραγμάτων αἱ γνώσεις ἕτεραί εἰσι, τὸ δὲ ὁριστὸν καὶ τὸ ἀποδεικτὸν ἕτερα, γινώσκεται δὲ τὸ ὁριστὸν διʼ ὁρισμοῦ τὸ δὲ ἀποδεικτὸν διʼ ἀποδείξεως, λοιπὸν καὶ ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ἕτερα.

Ἐὰν μὴ ὡς μέρος ᾖ τι.

Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἴσως γάρ τις ἐνέστη λέγων «πῶς φὴς τῶν ἑτέρων ἑτέρας εἶναι τὰς γνώσεις; ἰδοὺ τὸ ἰσοσκελὲς καὶ τὸ τρίγωνον ἕτερα· ἀλλὰ καὶ οὕτως διʼ ἧς ἀποδείξεως γινώσκομεν ὡς τὸ τρίγωνον δύο ὀρθὰς ἔχει, διὰ τῆς αὐτῆς γινώσκομεν ὡς καὶ τὸ ἰσοσκελὲς οὕτως ἔχει». λύων οὖν τὴν ἔνστασιν φησίν· εἰ καὶ ἕτερά εἰσι ταῦτα, ἀλλʼ οὖν τὸ μὲν τρίγωνόν ἐστιν ὅλον, τὸ δʼ ἰσοσκελὲς μέρος, καὶ διὰ τοῦτο μίαν ἔχουσιν ἀπόδειξιν· τὸ γὰρ πάθος τοῦτο τῷ μὲν τριγώνῳ ὑπάρχει καθʼ αὑτό, τῷ δʼ ἰσοσκελεῖ ὡς τριγώνῳ· ταῦτα δέ, τὸ ὅτι ἔστι καὶ τί ἐστιν, οὐκ ἔχουσιν οὕτως ὡς τὸ μὲν εἶναι ὅλον τὸ δὲ μέρος. καὶ διὰ τοῦτο τὸ μὲν ὁριστὸν γινώσκομεν διʼ ὁρισμοῦ, τὸ δὲ ἀποδεικτὸν διʼ ἀποδείξεως· οὐ γὰρ ἐνδέχεται τοῦ αὐτοῦ καὶ ἑνός, τοῦ ὁριστοῦ, ἄμφω εἶναι, καὶ ἀπόδειξιν καὶ ὁρισμόν, οὔτε τὸ ἀποδεικτὸν διʼ ὁρισμοῦ καὶ ἀποδείξεως γινώσκεσθαι. οὐκ ἄρα ἡ ἀπόδειξις καὶ ὁ ὁρισμὸς οὔτε ταὐτά εἰσιν οὔτε ἕτερον περιέχεται ὑφʼ ἑτέρου· εἰ γὰρ ταὐτά, ἦσαν ἂν καὶ τὸ ὁριστὸν καὶ ἀποδεικτόν, τὰ ὑποκείμενα, ταὐτά.

Ἀλλὰ ταῦτα μὲν ὅτι οὐκ εἰσὶ ταὐτά, ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις, διηπορήσθω οὕτως, ἤγουν διαπορητικῶς καὶ διαλεκτικῶς καὶ κοινοτέρως δεδείχθωσαν. διαπορητικὰ δὲ λέγονται τὰ κοινότερα καὶ διαλεκτικὰ ἐπιχειρήματα· ἴδιον γὰρ τοῦ διαλεκτικοῦ ἐστι τὸ διαπορεῖσθαι. οἷον εἰ πρόκειται ὡς ἡ ἡδονὴ ἀγαθόν, ἐπειδὴ δύναται ἐφʼ ἑκάτερα ἐπιχειρεῖν καὶ διὰ τῶνδε μὲν τῶν ἐπιχειρημάτων δεικνύειν ταύτην ἀγαθὸν διὰ τῶνδε δὲ οὐκ ἀγαθόν, διὰ τοῦτο ἐπαπορεῖ ἀποφήνασθαι εἴτε ἀγαθόν ἐστιν εἴτε καὶ μή.

Τοῦ δὲ τί ἐστι πότερον ἔστι συλλογισμός.

Ἕτερον προθέμενος ζητῆσαι διʼ ὅλης τῆς πραγματείας, πρῶτον μὲν εἰ ἔστιν ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, εἶτα πῶς ἐστι δυνατὸν εἰς τὴν ἀπόδειξιν ἀνάγειν τόνδε, καὶ τότε τί ἐστιν ὁρισμός, καὶ οὕτω τίνων ἐστί, πρὸ τῆς τούτων ζητήσεως ἐζήτησεν εἰ ταὐτόν ἐστιν ὁρισμὸς καὶ ἀπόδειξις, καὶ δείξας ἕτερα ζητεῖ ὃ πρῶτον προέθετο. καὶ ἐρωτήσας, εἰ ἔστι δυνατὸν ἀποδεῖξαι ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, ἀπεκρίνατο ἢ οὐκ ἔστιν.

Ὁ μὲν γὰρ συλλογισμός.

Πρὸ τοῦ ἐπιχειρῆσαι ζητῆσαι ὃ εἴπομεν λαμβάνει δύο λήμματα εἰς τὴν ἀπόδειξιν τοῦ προκειμένου χρήσιμα. καὶ τὸ μὲν ἓν ἕπεται τῷ συλλογισμῷ, τὸ ὅτι πᾶς συλλογισμὸς δείκνυσί τι κατά τινος διὰ μέσου τινὸς ὅρου. τὸ δὲ ἕτερον λῆμμα ἕπεται τῷ ὁρισμῷ, τὸ ὅτι τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς ἴδιον λέγεται τοῦ ὁριστοῦ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτοῦ. ταῦτα δέ, ἤγουν τὸ ἴδιον καὶ τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, εἰ συνδράμωσι καὶ ἄμφω ἐν τῷ αὐτῷ καὶ ἑνὶ ὁρισμῷ, δύναται ἀντιστρέφειν καὶ ὁ ὁρισμὸς πρὸς τὸ ὁριστὸν καὶ τὸ ὁριστὸν πρὸς τὸν ὁρισμὸν καὶ ἀντικατηγορεῖσθαι ἀλλήλων. ὡς τὸ «ζῷον λογικὸν θνητόν» καὶ ἴδιόν ἐστι τῷ ἀνθρώπῳ — μόνῳ γὰρ αὐτῷ ἐστι — καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτοῦ· ἐρωτηθεὶς γάρ τις, τί ἐστιν ἄνθρωπος, τὸ ζῷον λογικὸν καὶ τὰ ἑξῆς ἀποκρίνεται. τὸ δὲ γελαστικὸν ἴδιον μέν ἐστι τοῦ ἀνθρώπου καὶ ἀντικατηγορεῖται, ἀλλʼ οὐχ ὁρισμός ἐστι, διότι οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται. τὸ δʼ «οὐσία ἔμψυχος αἰσθητική» ἐν τῷ τί ἐστι κατηγορεῖται τοῦ ἀνθρώπου, ἀλλʼ οὐχ ὁρισμός ἐστι τοῦτο διὰ τὸ μὴ εἶναι αὐτοῦ μόνον ἴδιον.

Εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον.

Ἐνταῦθα τὸ «γὰρ» ἢ ἀντὶ τοῦ «δὲ» ληπτέον ἢ ἀντὶ τοῦ «δή», εἰ λάβοις τὰ λήμματα ἀπηρτισμένα ἄχρι τοῦ ἀντιστρέφειν. εἰ δὲ ἄχρι τοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται, ὀφείλεις λαβεῖν τὸ «γὰρ» κατασκευαστικὸν τοῦ πρὸ αὐτοῦ. ἀλλὰ προθεωρητέον τοῦτο· εἰ μέλλει τις ἀποδεῖξαι ὡς τὸ Α ὁρισμός ἐστι τοῦ Γ διὰ μέσου τοῦ Β, ὀφείλει καὶ τὸ Α καὶ τὸ Β ὁρισμοὺς λαβεῖν. ἔστω τὸ Α ζῷον πεζὸν δίπουν, τὸ δὲ Β ζῷον λογικὸν θνητὸν καὶ τὰ λοιπά, τὸ δὲ Γ ἄνθρωπος. ἄλλως γὰρ οὐκ ἔστι δειχθῆναι τὸ Α ὁρισμὸν εἶναι τοῦ Γ, εἰ μὴ καὶ ὁ μέσος ληφθῇ ὁρισμός· ἀρχὴ γὰρ ἀποδείξεως ὁ ὁρισμός.

Ταῦτα δʼ ἀνάγκη ἀντιστρέφειν.

Εἰ μέλλει δειχθῆναι τόδε ὁρισμὸς τοῦδε, ταῦτα, τὰ εἰς ἀπόδειξιν αὐτοῦ μέλλοντα ληφθῆναι, ἀνάγκη ἀντιστρέφειν, ἤγουν ὁρισμοὺς εἶναι. εἰ γὰρ τὸ Α ἐστὶν ἴδιον καὶ ὁρισμὸς τοῦ Γ, δῆλον ὡς τὸ Α καὶ τοῦ Β ἔσται ὁρισμὸς καὶ τοῦτο, τὸ Β, τοῦ Γ ὁρισμός, ὥστε πάντας τοὺς ὅρους ἀντιστρέφειν καὶ ἀντικατηγορεῖσθαι. καὶ εἰ τὸ Α ἐν τῷ τί ἐστιν, ἤγουν ὁρισμός ἐστι καὶ κατηγορεῖται παντὸς τοῦ Β, καὶ τὸ Β ὡς ὁρισμὸς κατηγορεῖται τοῦ Γ, ἀνάγκη καὶ τὸ Α ἐν τῷ τί ἐστιν, ἤγουν ὁρισμὸν τοῦ Γ εἶναι. εἰ δὲ μὴ οὕτω τις διπλώσει, ἤγουν δύο λάβοι ὅρους, καὶ ἐν τῷ Α καὶ ἐν τῷ Β, οὐκ ἄν ποτε ἀποδείξῃ τὸ Α ὁρισμὸν εἶναι τοῦ Γ· ἐπὶ πάσης γὰρ ἀποδείξεως ὁ μέσος ὅρος ὁρισμὸς ληφθήσεται, ὡς μαθήσῃ. εἰ γὰρ τὸ Α ὡς ὁρισμὸς κατηγορεῖται τοῦ Β, τὸ δὲ Β οὐχ ὡς ὁρισμὸς κατηγορεῖται καθʼ ὅσων κατηγορεῖται, ἤγουν τοῦ Γ, οὐδʼ ἀπόδειξις γενήσεται τοῦ Α πρὸς τὸ Γ. ἄμφω γοῦν ταῦτα, τὸ Α καὶ Β, ὀφείλουσιν ἔχειν τὸ τί ἐστι καὶ ὁρισμούς, ἤγουν ἄμφω αἱ προτάσεις. εἰ γοῦν καὶ ἄμφω εἰσὶ τὸ τί ἐστιν, ἤγουν τὸ τί ἦν εἶναι καὶ ὁρισμοί, τὸ ἐν ἀρχῇ αἰτήσεται ὁ δεικνύων τὸ Α ὁρισμὸν τοῦ Γ, ὅπερ ἄτοπον. ζητῶν γὰρ ἀποδεῖξαι τὸ Α ὁρισμὸν τοῦ Γ ἐπὶ τοῦ μέσου ὅρου ἔλαβεν ὡς ὁμολογούμενον πρὸ τῆς ἀποδείξεως τὸ τί ἦν εἶναι, ἤγουν ὁρισμὸν τοῦ Γ. καὶ λοιπὸν περιττὸν τὸ δεῖξαι τὸ Α ὁρισμὸν τοῦ Γ· παντὸς γὰρ ὁριστοῦ εἷς ἐστιν ὁρισμός, ὃν ἔλαβεν ἐν τῇ ἐλάττονι προτάσει. οὐκ ἄρα ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ.

Ὅλως τε, εἰ ἔστι δεῖξαι τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου.

Ἐπὶ τούτου δέ, τοῦ Β, ἔσται ἄλλος ὁρισμὸς μέσος, τὸ ζῷον λογικόν. ὥστε ὃ ἔδει δεῖξαι, ἤγουν ὃ ἐζήτει, ἔλαβε πρὸ τῆς ἀποδείξεως εἰπὼν τὸ Β ὁρισμὸν τοῦ Γ.

Δεῖ δʼ ἐν ταῖς δυσὶ προτάσεσι.

Πειρώμενοί τινες ἀποδεικνύειν τὸ Α ὁρισμὸν τοῦ Γ ἐν τῷ λαβεῖν καὶ τὸν μέσον ὁρισμόν, ἵνα λάθωσι τὸ ἐν ἀρχῇ αἰτούμενοι, παρεμίγνυον καὶ ἐν τῇ μείζονι προτάσει καὶ ἐν τῇ ἐλάττονι τὰ ἴδια τοῦ ἀνθρώπου, τὸ γελαστικὸν καὶ τὸ ὀρθοπεριπατητικόν. δεῖ γοῦν μὴ λαμβάνειν ταῦτα τὰ ἴδια μεταξὺ τῶν προτάσεων ἀλλʼ ἀμέσως λαμβάνειν αὐτάς, τὸ Α κατὰ τοῦ Β καὶ τὸ Β κατὰ τοῦ Γ, ἵνα φανερὸν γένηται τὸ λεγόμενον, ἤγουν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι.

Οἱ μὲν δὴ διὰ τοῦ ἀντιστρέφειν δεικνύντες.

Δείξας ὡς οὐκ ἔστι δυνατὸν ἀπόδειξιν τοῦ ὁρισμοῦ γενέσθαι, κἂν ἐν τῷ μείζονι ὅρῳ καὶ τῷ μέσῳ ὁρισμοὶ κεῖνται, νῦν δείκνυσιν ὅτι, κἂν λόγους λάβῃς ἀντιστρέφοντας, οὐδὲ οὕτως ἀποδείξεις τόνδε ὁρισμὸν εἶναι τοῦδε· τὸ γὰρ ἐν ἀρχῇ καὶ οὕτως αἰτῇ. ὡς ὁ Ξενοκράτης βουλόμενος δεῖξαι τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν ὁρισμὸν εἶναι τῆς ψυχῆς ἐλάμβανε μέσον ὅρον τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν. οἱ δʼ ὅροι οὗτοι ἀντιστρέφουσιν· εἴ τι γὰρ ψυχή, τοῦτο αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, καὶ εἴ τι αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, τοῦτο καὶ ψυχή· ταυτίζονται γάρ. ὡσαύτως καὶ εἴ τι ψυχή, ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν, καὶ εἴ τι ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν, ψυχή. καὶ εἴ τι αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν, ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν, καὶ τὸ ἀνάπαλιν. ὡς γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖται ὁ συνάγων, ὅτι ἡ λύπη οὐδεμιᾷ ἡδονῇ ἐστιν, οὕτως, ὅτι ἡ λύπη οὐδεμιᾷ ἡδονῇ, ἡ δὲ ἡδονὴ πάσῃ χαρᾷ, ἡ λύπη ἄρα οὐδεμιᾷ χαρᾷ, διότι ἡ ἡδονὴ καὶ ἡ χαρὰ ταὐτά, ὥστε αὐτὸ ἑαυτοῦ λαμβάνει εἰς ἀπόδειξιν, οὕτως τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν ταὐτόν ἐστι τῇ ψυχῇ. ὥστε ὁ λέγων, ὅτι τὸ «ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν» ὑπάρχει παντὶ τῷ αἰτίῳ ὄντι αὐτῷ ἑαυτῷ τοῦ ζῆν, οὐδὲν ἄλλο λέγει ἀλλʼ ἢ τὸ «ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν» ὑπάρχει τῇ ψυχῇ ὡς τὸ αὐτὸ ὄν, διότι τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν ταὐτόν ἐστι τῇ ψυχῇ.

Ἀλλʼ ἀληθὲς ἦν εἰπεῖν.

Ἤγουν ἀληθές ἐστιν εἰπεῖν ὡς τὸ «ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν» ἕπεται τῇ ψυχῇ καὶ ὑπάρχει αὐτῇ, οὐ μέντοι γε δὲ καὶ ὁρισμός ἐστιν αὐτῆς.

Οὐδʼ εἰ ἔστι τὸ Α ὅπερ τι.

Λαμβάνει εἰς κατασκευὴν τοῦ λεγομένου τὰς οὐσίας, διότι καὶ περὶ ὁρισμῶν ὁ λόγος ἐστίν, οὗτοι δὲ οὐσιῶν εἰσιν, οὐ συμβεβηκότων. φησὶ γοῦν· εἰ λάβοις τὸ Α ζῷον ἢ τὸν ὁρισμὸν τοῦ ζῴου, τὸ «οὐσία ἔμψυχος αἰσθητική», τὸ δὲ Β ἄνθρωπον ἢ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου. τὸ δὲ ὅπερ τι ἔλαβεν ἀντὶ τοῦ «οὐσιωδῶς». φησὶ γοῦν· ὥσπερ τὸ ζῷον ἢ ὁ ὁρισμὸς τούτου κατηγορεῖται ὅπερ τι, ἤγουν οὐσιωδῶς κατὰ παντὸς τοῦ ἀνθρώπου ἢ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, ἀλλʼ οὐχ οὕτως κατηγοροῦνται ὥστε ἓν εἶναι, ἤγουν ὥστε εἶναι τὸ ζῷον ἢ τὸν ὁρισμὸν τοῦ ζῴου ὁρισμὸν τοῦ ἀνθρώπου.

Εἰ μὲν οὖν μὴ οὕτω λάβῃς ὅρους ἀντιστρέφοντας, τὸ ἐν ἀρχῇ αἰτῇ· ζητῶν γὰρ εἰ τὸ «ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν» ὁρισμός ἐστι τῆς ψυχῆς, ἔλαβες πρὸ τῆς ἀποδείξεως τοῦτο ὡς ὁμολογούμενον, ὅτι τὸ Β, τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν, τὸ τί ἦν εἶναι, ἤγουν ὁρισμός ἐστι τοῦ Γ.

Ἀλλὰ μὴν οὐδʼ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται.

Οἱ περὶ τὸν Πλάτωνα ἐπειρῶντο διὰ τῆς διαιρετικῆς μεθόδου συλλογίζεσθαι καὶ ἀποδεικνύειν τόδε ὁρισμὸν εἶναι τοῦδε λέγοντες, ὡς εἰ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, εἰ δείξομεν διὰ τῆς διαιρέσεως καὶ τὸ ζῷον ὑπάρχειν τῷ ἀνθρώπῳ καὶ ἑκάστην διαφοράν, ἤγουν τὸ πεζὸν καὶ τὸ δίπουν, λοιπὸν ἐσόμεθα ἀποδεδειχότες καὶ τὸ «ζῷον πεζὸν δίπουν» ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου. ἐπεχείρουν γὰρ οὕτως· ὁ ἄνθρωπος ἢ ζῷον ἢ ἄψυχόν ἐστιν· ἀλλὰ μὴν ζῷόν ἐστιν· οὐκ ἄρα ἄψυχον. καὶ πάλιν ὁ ἄνθρωπος ζῷον· πᾶν ζῷον ἢ πεζὸν ἢ πτηνὸν ἢ ἔνυδρον· ὁ ἄνθρωπος ἄρα πεζόν, οὐ μὴν δὲ πτηνὸν ἢ ἔνυδρον. καὶ πάλιν ὁ ἄνθρωπος ζῷον· πᾶν δὲ ζῷον ἢ πολύπουν ἢ τετράπουν ἢ δίπουν· ὁ ἄνθρωπος ἄρα δίπουν. οὕτως γοῦν δείξαντες ἕκαστον τούτων ὑπάρχειν τῷ ἀνθρώπῳ ἔλεγον καὶ τὸ ὅλον, ἤγουν τὸ «ζῷον πεζὸν δίπουν», ἀποδεῖξαι ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου. ὁ δὲ Ἀριστοτέλης ἐλέγχει καὶ αὐτοὺς μὴ συλλογιζομένους καὶ ἀποδεικνύοντας λαβὼν τὸ ἴδιον τοῦ συλλογισμοῦ καὶ συλλογιζόμενος ἐν δευτέρῳ σχήματι, λαβὼν ὡς ἴδιον τοῦ συλλογισμοῦ ἐστι τὸ γίνεσθαι τὸ πρᾶγμα, ἤγουν τὸ συνάγεσθαι τὸ συμπέρασμα, ἐξ ἀνάγκης ἀπὸ τῶν κειμένων καὶ ληφθεισῶν προσάσεων, οἱ δὲ διὰ τῆς διαιρετικῆς μεθόδου ἀποδεικνύοντες τὸ ζῷον ἢ τὸ πεζὸν ἢ τὸν ὅλον ὁρισμὸν ὑπάρχειν τῷ ἀνθρώπῳ οὐκ ἐξ ἀνάγκης συνάγουσι ταῦτα ἀπὸ τῶν κειμένων, ὡς καὶ ἔχειν χώραν τὸν βουλόμενον ζητεῖν διὰ τί ὁ ἄνθρωπος ζῷον ἢ πεζόν.

Ἀλλʼ ὥσπερ οὐδʼ ὁ ἐπάγων.

Ὥσπερ διὰ τῆς ἐπαγωγῆς τῶν μερικῶν ὁ δεικνύων τὸ καθόλου οὐκ ἀποδείκνυσιν — οὐ γάρ, εἰ ὁ ἄνθρωπος καὶ ὁ ἵππος τὴν κάτω γένυν κινοῦσιν, ἀνάγκη καὶ πᾶν ζῷον τὴν κάτω γένυν κινεῖν —, οὕτως οὐδὲ διὰ τῆς διαιρέσεως δυνατόν ἐστι συλλογίσασθαι τὸν ὁρισμόν.

Οὐ γὰρ δεῖ τὸ συμπέρασμα ἐρωτᾶν.

Ἤγουν οὐ γὰρ ἐφʼ ὅσων συνάγεταί τι συμπέρασμα διὰ συλλογισμοῦ καὶ ἀποδείξεως, ἐπὶ τούτων ἔχει ἄδειαν ὁ βουλόμενος ἐρωτᾶν διὰ τί συνήχθη τὸ συμπέρασμα, οὔτε μὴν ἔχει ἄδειαν δοῦναι καὶ συγχωρῆσαι τὸ συναχθὲν συμπέρασμα ἢ μὴ δέξασθαι· ἐπεὶ γὰρ ἐξ ἀνάγκης συνήχθη, καὶ ἄκων πᾶς τοῦτο δέξεται. ἐπὶ δὲ τῆς διαιρετικῆς τοῦτο οὐκ ἔστιν, ἀλλʼ ἔξεστι τῷ βουλομένῳ ἐρωτᾶν διὰ τί ὁ ἄνθρωπος ζῷον, διὰ τί πεζόν, καὶ εἰ μὲν βούλεται, δέξεται ταῦτα, εἰ δὲ μή γε, οὐ συγχωρήσει. εἶτα λέγει καὶ πῶς διὰ τῆς διαιρέσεως ἐδείκνυον ταῦτα.

Διαφέρει δʼ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων.

Ἐπειδὴ ὃν ἔλαβεν ὁρισμὸν τοῦ ἀνθρώπου, συνέβαινεν ἔχειν δύο διαφοράς, τὸ πεζὸν καὶ τὸ δίπουν, φησὶ κἂν λάβῃς ὁρισμὸν πλείονας διαφορὰς ἔχοντα, ὥσπερ τὰς πρώτας ταύτας ἀσυλλογίστους ἔλαβες διαφοράς, οὕτω καὶ τὰς πολλάς. τοῖς μὲν οὖν οὕτω μετιοῦσι καὶ διὰ τῆς διαιρετικῆς μεθόδου πειρωμένοις ἀποδεικνύειν τοὺς ὁρισμοὺς καὶ συλλογίζεσθαι ἡ χρῆσις τῆς διαιρέσεως ἀσυλλόγιστός ἐστιν, ἤγουν οὐ δύναται συλλογίσασθαι. καὶ οὐ μόνον οὐ συλλογίσεται τὰς ἀμέσους προτάσεις τὰς μὴ πεφυκυίας δείκνυσθαι, ἀλλʼ οὐδὲ τὰς ἐνδεχομένας καὶ δυνατὰς διὰ συλλογισμοῦ δεικνύεσθαι συλλογίσεται. ὅτι γὰρ ὁ ἄνθρωπος πεζὸν συλλογισθήσεται διὰ μέσου τοῦ γελαστικοῦ, καὶ ὅτι δίπουν δειχθήσεται διὰ μέσου τοῦ φύσει ὀρθίου· ἡ δὲ διαίρεσις οὐδὲ ταῦτα δύναται συλλογίσασθαι.

Τί γὰρ κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι;

Τὸ «γὰρ» ἀντὶ τοῦ «δὲ» ληπτέον· οὐ γὰρ τοῦ προλαβόντος ἐστὶ κατασκευαστικὸν ἀλλʼ ἕτερον ἐπιχείρημα. φησὶν οὖν, ὡς κἂν δοίημεν ἕκαστον μέρος τοῦ ὁρισμοῦ τοῦ «ζῷον πεζὸν δίπουν» κατηγορεῖσθαι τοῦ ἀνθρώπου ἀληθῶς, ὡσαύτως δὲ καὶ τὸν ὅλον ὁρισμόν, ἀλλʼ οὐδεμία ἀνάγκη καὶ ὡς ὁρισμὸν κατʼ αὐτοῦ λέγεσθαι· οὐ γὰρ πᾶς λόγος κατά τινος ἀληθῶς λεγόμενος ἤδη καὶ ὁρισμός ἐστιν αὐτοῦ. ἔστι γὰρ ἐκ συμβεβηκότων θεῖναι λόγον, ὡς τὸ ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον, καὶ κατηγορῆσαι τοῦ ἀνθρώπου ἀληθῶς, ἀλλʼ ὁρισμὸς αὐτοῦ οὐκ ἔστιν. ἔτι οὐκ εἰ ἰδίᾳ λαβὼν τὸ πεζὸν καὶ ἰδίᾳ τὸ δίπουν ἀληθῶς ταῦτα τοῦ ἀνθρώπου κατηγόρησας, καὶ ὁμοῦ δύνανται ἀληθῶς τοῦ ἀνθρώπου κατηγορηθῆναι. οὐ γὰρ πάντα τὰ ἰδίᾳ κατηγορούμενα ἀληθῶς δύνανται καὶ ὁμοῦ ἀληθῶς κατηγορεῖσθαι· κατὰ γὰρ τοῦ Σίμωνος ἰδίᾳ μὲν καὶ ἰδίᾳ ἀληθῶς τὸ σκυτεὺς καὶ τὸ ἀγαθὸν κατηγορηθήσεται, ὁμοῦ δὲ ἀδύνατον.

Ἔτι τί κωλύει ἢ προσθεῖναί τι ἢ ἀφελεῖν;

Ταῦτα εἰ μὲν λάβοις πρὸς τὰ προσεχῶς ἄνω ῥηθέντα περὶ ὁρισμοῦ, ὡς κατασκευαστικὰ ἐκείνων ληφθήσεται· ἐπεὶ γὰρ εἶπεν ἀληθῶς μὲν λέγεσθαι τὸν συντεθέντα λόγον κατὰ τοῦ ὁριστοῦ, μὴ μέντοι γε δὲ εἶναι ὁρισμὸν αὐτοῦ, τρόπους τινὰς τίθησι καθʼ οὓς ἐγχωρεῖ τὸ κατηγορούμενον ἀληθῶς κατά τινος μὴ ὁρισμὸν εἶναι αὐτοῦ. ἐν γὰρ τῷ «ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν» τί κωλύει, φησί, προσθεῖναί τι τῇ οὐσίᾳ, ἤγουν τι συμβεβηκὸς ἐπέκεινα τῶν οὐσιωδῶς ὑπαρχόντων ἐν τῷ ὁρισμῷ, οἷον τὸ γραμματικὸν ἢ τὸ γελαστικόν· ὁ γὰρ ῥηθεὶς ὁρισμὸς προσλαβὼν θάτερον τούτων ἀπώλεσε τὸ εἶναι ὁρισμός. ὡσαύτως καὶ ἂν ἀφέλῃς τινὰ τῶν οὐσιωδῶς ἐν τῷ ὁρισμῷ ὑπαρχόντων καὶ ἐρεῖς «ζῷον λογικόν», τοῦτο ὁρισμὸς οὐκ ἔστι διὰ τὸ μὴ μόνον τὸν ἄνθρωπον δηλοῦν ἀλλὰ καὶ ἄλλα. ὡσαύτως καὶ εἰ ὑπερβῇς τὰ μεταξὺ καὶ ἐρεῖς «ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν», οὐδὲ τοῦτό ἐστιν ὁρισμός· δεῖ γὰρ τὸν ὁρισμὸν ἐκ πλειόνων εἶναι διαφορῶν.

Ταῦτα μὲν οὖν παρίεται.

Ἤγουν παρεῖται, καὶ συμβαίνει γίνεσθαι ταῦτα, ἤγουν τὴν πρόσθεσιν, τὴν ἀφαίρεσιν καὶ τὴν ὑπέρβασιν, ἐν τοῖς ὁρισμοῖς, ἃ κακίαι γίνονται τοῦ ὁρισμοῦ.

Ἐνδέχεται δὲ λῦσαι.

Ἤγουν παραδοῦναι τρόπους καθʼ οὓς λυθήσεται ἡ κακία αὕτη τοῦ ὁρισμοῦ, καὶ οὔτε πρόσθεσις γενήσεται ἐν αὐτῷ οὔτε ὑπέρβασις οὔτε ἀφαίρεσις. πρόσθεσις μὲν οὖν οὐ μὴ γένηται, εἰ λαμβάνεις πάντα τὰ οὐσιώδη μόνα καὶ τὰ ἐφεξῆς καὶ προσεχῶς ἐν τῇ διαιρέσει κείμενα. πρῶτον μὲν γὰρ κεῖται τὸ ζῷον· τοῦτο προσεχῶς διαιρήσεις εἰς τὸ λογικὸν καὶ τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ καθεξῆς. ταῦτα γοῦν εἰ ἐφεξῆς λαμβάνεις ἐν τῷ ὁρισμῷ, ὡς κεῖνται ἐν τῇ διαιρέσει, ἐκφύγοις καὶ τὴν ὑπέρβασιν. ὡσαύτως οὐδὲ παραλείψεις τι, εἴ γε λάβοις τὸ πρῶτον, ἤγουν τὸ ζῷον, εἶτα μηδέν τι παραλείψεις τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ ὁριστῷ.

Τοῦτο δʼ ἀναγκαῖον, ἤγουν εἰ ἅπαντα τὰ οὐσιωδῶς ὑπάρχοντα τῷ ὁριστῷ λάβῃς εἰς τὴν διαίρεσιν, εὑρήσεις ταῦτα καὶ λήψῃ ἐν τῷ ὁρισμῷ. τοῦτο δέ, τὸ μηδέν τι παραλιπεῖν ἐν τῷ ὁρισμῷ ὧν εἴπομεν, ἀναγκαῖον ἔσται.

Τοῦτο δʼ ἀναγκαῖον, τὸ ἐκφυγεῖν καὶ τὰ τρία ταῦτα ἐν τῇ διαιρέσει, εἴγε ἅπαντα τὰ ὄντα ὀφείλουσιν ἐμπίπτειν εἰς τὴν διαίρεσιν. τοῦτο δʼ ἀναγκαῖον, τὸ πάντα ἐμπίπτειν εἰς τὴν διαίρεσιν.

Ἄτομον γὰρ δεῖ εἶναι.

Ἤγουν εἰ πάντα τὰ συνιστῶντα τὸν ὁρισμὸν λάβῃς ἐν τῷ ὁρισμῷ, ἄτομον ποιήσεις τὸν ὁρισμόν, ἤγουν ἐφαρμόζοντα μόνῳ τῷ ὁριστῷ καὶ οὐδενὶ ἑτέρῳ. πλὴν κἂν τὸ ἄπταιστον καὶ ἀνεπίληπτον ἕξει ὁ ὁρισμὸς ἐκφυγὼν τὰς κακίας αὐτοῦ, ἀλλʼ οὖν συλλογισμὸς οὐκ ἔστι. καὶ ταῦτα μὲν συνεβιβάσθησαν πρὸς τὸν ὁρισμόν. εἰ δὲ λάβοις τὸ «ἔτι τί κωλύει ἢ προσθεῖναί τι;» ὡς ἕτερον ἐπιχείρημα, οὕτω συμβιβάσεις τὰ ῥητά. ἐπεὶ περὶ διαιρέσεως ἦν ὁ λόγος, ὅτι ἀποδείκνυται ὁ ὁρισμὸς διὰ τῆς διαιρέσεως, φησὶ νῦν ὅτι, κἂν ἡ διαίρεσις συμβάλληται εἰς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, οὐ μέντοι γε δὲ εἰς τὸ συλλογίσασθαι αὐτόν, ἀλλʼ ἔστιν εἰκός τινα ἀπατηθῆναι καὶ μὴ μεταχειρίσασθαι καλῶς τὴν διαίρεσιν. καὶ εἰ μὴ καλῶς καὶ ἀμέμπτως προβῇ ἡ διαίρεσις, οὐδʼ εἰς εὕρεσιν τοῦ συλλογισμοῦ συντελέσει. πρόσθεσις μὲν οὖν γίνεται ἐν τῇ διαιρέσει, ὅταν διαιρῶν οὐ λαμβάνῃς μόνον τὰς οὐσιώδεις καὶ εἰδικὰς διαφορὰς ἀλλὰ καὶ τὰς ὑλικὰς καὶ κατὰ συμβεβηκός. εἰ γὰρ διαιρήσεις τὸ ζῷον εἰς τὸ γαμψώνυχον καὶ πλατυώνυχον, ἔλαβες τὰς ὑλικάς, εἰς ἃς οὐδʼ ἐμπίπτει πᾶν ζῷον· οἱ γὰρ ἰχθύες καὶ οἱ ὄφεις οὐδὲν τούτων. καὶ πάλιν διαιρῶν τὸ ζῷον εἰς ἄρρεν καὶ θῆλυ, οὐ πάντα περιέλαβες τὰ ζῷα· καὶ γὰρ ταῖς ἐγχέλυσι τὸ ἄρρεν καὶ θῆλυ οὐκ ἔστι. παράλειψις δὲ λέγεται, ὅταν οὐ λάβῃς ἐν τῇ διαιρέσει πάντα τὰ ἀντιδιῃρημένα, ἀλλὰ διαιρήσῃς τὸ ζῷον εἰς τὸ πεζὸν καὶ πτηνόν, ἐάσῃς δὲ τὸ ἔνυδρον. ὑπέρβασις δὲ γίνεται, εἰ διαιρήσεις τὸ ζῷον εἰς τὸ ὑπόπουν καὶ ἄπουν· ὑπερέβης γὰρ τὸ πεζόν· ἔδει γὰρ προδιαιρῆσαι τὸ ζῷον εἰς τὸ πεζόν, πτηνὸν καὶ ἔνυδρον καὶ οὕτω τὸ πεζὸν εἰς τὸ ὑπόπουν καὶ ἄπουν.

Ἄτομον γὰρ δεῖ εἶναι. τοῦτο εἴρηκεν ὡς πρός τινα οἷον ἐπαπορήσαντα, ἄχρι πόσου δεῖ προβαίνειν τὴν διαίρεσιν καὶ οὕτως ἵστασθαι. καὶ φησίν· εἰ διαιρῶν καταντήσεις εἰς ἄτομόν τι, οἷον εἰ ἔστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὃ οὐ δύναται διαιρεθῆναι εἰς ἕτερα εἴδη, τότε δεῖ στῆναι τὴν διαίρεσιν. πλὴν κἂν προβῇ ἡ διαίρεσις ἀνεπίληπτος καὶ ἐκ ταύτης προβῇ ὁρισμός, ἀλλʼ ὅμως συλλογισμὸς αὕτη οὐκ ἔσται, ἤγουν οὐ διὰ συλλογισμοῦ τὸν ὅρον εὗρεν.

Ἀλλʼ εἴπερ, ἄλλον τρόπον γνωρίζειν ποιεῖ.

Οὕτω τοῦτο συντακτέον· ἀλλʼ εἴπερ ἡ διαίρεσις ποιεῖ γνωρίζειν καὶ συνιστᾶν τὸν ὅρον καὶ γνῶσιν ἡμῖν ἐμποιεῖ τῶν ἐν αὐτῷ μορίων, ποιεῖ γνωρίζειν αὐτὸν οὐ διὰ συλλογισμοῦ ἀλλὰ κατʼ ἄλλον τρόπον γνώσεως· οὐ γὰρ ἀεὶ τὰ ἀγνοούμενα διὰ συλλογισμῶν γινώσκομεν, ἀλλʼ ἢ διʼ ὁρισμοῦ ἢ διʼ ἀναλύσεως ἢ διὰ διαιρέσεως.

Καὶ τοῦτο μὲν οὐδὲν ἄτοπον, τὸ μὴ ἀεὶ διὰ συλλογισμοῦ γινώσκειν, ἐπεὶ καὶ ὁ ἐπαγωγῇ χρώμενος ἀποδείκνυσι καὶ γνῶσιν ἡμῖν ἐμποιεῖ τοῦ καθόλου διὰ τῶν μερικῶν.

Ἀλλʼ ὅμως δηλοῖ τι, ἤγουν τὸ καθόλου, συλλογισμὸν δὲ οὐ λέγει, ἤγουν οὐ διὰ συλλογισμοῦ παριστᾷ τὸν ὁρισμὸν ὁ λέγων καὶ ἐπισυνάγων αὐτὸν ἐκ διαιρέσεως.

Ὥσπερ γὰρ ἐπὶ τῶν συμπερασμάτων τῶν … συναχθέντων οὐκ αἰτίων, ἐάν τις εἴπῃ ὅτι τούτων ὄντων, ἤγουν τῶν προτάσεων οὐσῶν, ἀνάγκη τοδὶ εἶναι, ἤγουν τὸ συμπέρασμα, οἷον εἰ συνάξει τις τὴν σελήνην ἐκλείπειν διὰ μέσου τοῦ μὴ φωτίζειν ἢ γεγονέναι βροντὴν διὰ μέσου τοῦ ψόφου — οὔτε γὰρ ὁ ψόφος αἴτιός ἐστι τῆς βροντῆς, οὔτε τὸ μὴ φωτίζειν αἴτιον τῆς ἐκλείψεως, ἀλλὰ ταύτης μὲν ἡ ἀντίφραξις, τῆς δὲ βροντῆς ἡ ἀπόσβεσις τοῦ πυρός —, ἔχει χώραν ὁ ἀκροατὴς ἐρωτᾶν διὰ τί ἐκλείπει ἢ βροντᾷ, οὕτω καὶ ἐπὶ τῶν διαιρετικῶν ὅρων, ἤγουν τῶν ὁρισμῶν τῶν ἀπὸ διαιρέσεως εὑρεθέντων. οἷον εἰ ἔστιν ὁρισμὸς τοῦ ἀνθρώπου τὸ ζῷον θνητὸν ὑπόπουν δίπουν ἄπτερον, ἔξεστι τῷ ἀκροατῇ ἐρωτᾶν παρʼ ἑκάστην πρόσθεσιν, ἤγουν μέρος ἕκαστον τοῦ ὁρισμοῦ, οἷον διὰ τί θνητὸν ἢ ὑπόπουν; ἐρεῖ γὰρ ὁ διαιρετικὸς καὶ δείξει ὡς οἴεται ὅτι πᾶν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, ὁ δὲ ἄνθρωπος θνητός, οὐκ ἄρα ἀθάνατος. ἀλλʼ ἐπεὶ ἀσυλλογίστως ταῦτα ἔλαβεν, ἐρωτήσει αὐτὸν διὰ τί θνητὸν ὁ ἄνθρωπος καὶ οὐκ ἀθάνατον; ὁ δὲ τοιοῦτος ἅπας λόγος ὁ ἐπισυναχθεὶς ἀπὸ τῆς διαιρέσεως ὁρισμὸς οὐκ ἔστιν· εἰ γὰρ καὶ ἀπεδείκνυτο ἀπὸ τῆς διαιρέσεως, ἀλλʼ οὖν ὁ ὁρισμὸς συλλογισμὸς οὐ γίνεται, τουτέστιν οὐ διὰ συλλογισμοῦ ἐφευρέθη.

Ἀλλʼ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστιν;

Τὸ τί ἐστι κατʼ οὐσίαν δηλοῖ τὸν εἰδικὸν ὁρισμόν· οὗτος γὰρ μόνος παριστᾷ τὸ εἶδος καὶ τὴν οὐσίαν τοῦ ὁριστοῦ ὡς ἔχων τὰς οὐσιώδεις διαφοράς, ὡς τὸ ζῷον λογικὸν θνητόν. ἔστι γὰρ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ἀποδοῦναι, ἀλλʼ οὐχὶ καὶ κατʼ οὐσίαν, ἤγουν ἀλλʼ οὐ δηλοῦντα τὴν φύσιν καὶ τὴν οὐσίαν τοῦ ὁριστοῦ διὰ τὸ ἀπὸ συμβεβηκότων συνίστασθαι, ὡς εἴ τις εἴποι τὸν ἄνθρωπον ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον γραμματικόν.

Ἐξ ὑποθέσεως δὲ λαβόντα.

Τὸ ἐξ ὑποθέσεως μὴ νόει «διὰ ὑποθετικοῦ συλλογισμοῦ», ἀλλὰ τὸ «ὡς ὑπόθεσίν τινα λαβόντα» ὑπόθεσίς ἐστιν, ἣν ἀνάγκη τὸν μανθάνοντα μὴ ἔχειν οἴκοθεν ἀλλὰ τῷ λαβεῖν παρὰ τοῦ διδασκάλου· οἷόν ἐστιν ἐπὶ τῆς γεωμετρίας τὸ «ἀπὸ παντὸς σημείου εἰς πᾶν σημεῖον ἔστιν εὐθεῖαν γραμμὴν ἀγαγεῖν» καὶ τὸ «ἐπὶ παντὶ κέντρῳ καὶ διαστήματι ἔστι κύκλον περιγράψαι». ληπτέον οὖν ὡς ὑπόθεσιν τὸ τί ἦν εἶναι, ἤγουν τὸν ὁρισμόν, ἔχειν ὁρισμὸν τοῦτο ὃ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν. ὁ γὰρ ὁρισμὸς συνίσταται ἐξ ἰδίων τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ ὁριστῷ, ὡς τὸ ζῷον λογικὸν θνητόν· ἔχομεν μὲν γὰρ καὶ ἴδιά τινα ἀλλʼ οὐ συμβαλλόμενα εἰς τὴν οὐσίαν τοῦ ὁριστοῦ, ὡς τὸ γελαστικὸν καὶ ὀρθοπεριπατητικόν. ὥστε ὁρισμός ἐστι τοῦ ὁρισμοῦ «λόγος ὁ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστι συγκείμενος». ταδὶ δέ, ἤγουν τὸ ζῷον πεζὸν δίπουν, ἐν τῷ τί ἐστι μόνα, ἤγουν ἐκ τῶν ἰδίων ἐστὶ τῶν ἐν τῷ τί ἐστι. τοῦτο ἡ ἐλάττων πρότασις. καὶ τὸ πᾶν, ἤγουν τὸ ζῷον πεζὸν δίπουν, ἐστὶν ὁρισμός. τοῦτο τὸ συμπέρασμα. καὶ γὰρ τοῦτο, ἤγουν ὁ λόγος ὁ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστι, τὸ εἶναί ἐστιν, ἤγουν ὁρισμὸς ἐκείνου, τοῦ ὁρισμοῦ. εἰ γοῦν τις πειρώμενος δεῖξαι διὰ συλλογισμοῦ τὸν ὁρισμὸν λάβῃ μέσον ὅρον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ καὶ συλλογιεῖται οὕτω «τὸ ζῷον πεζὸν δίπουν λόγος ἐστὶν ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν, ὁ δὲ λόγος ὁ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν ὁρισμός ἐστι», τὸ ἐν ἀρχῇ πάλιν ἔλαβεν· ὃ γὰρ ἐζήτει, ἔλαβεν ὡς ὁμολογούμενον· τὸ γὰρ λέγειν, ὅτι «ζῷον πεζὸν δίπουν» λόγος ἐστὶν ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν, οὐδὲν ἄλλο λέγει ἀλλʼ ἢ «ὁρισμός ἐστιν».

Ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι.

Ἤγουν ἀνάγκη λαβεῖν μέσον ὅρον οὐ τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἀλλʼ ἄλλο τι.

Ἔτι ὥσπερ οὐδʼ ἐν συλλογισμῷ λαμβάνεται.

Κοινῶς ἐκάκιζε πάντας τοὺς τρόπους διʼ ὧν ἐπειρῶντό τινες ἀποδεικνύειν τὸν ὁρισμόν, ὅτι τὸ ἐν ἀρχῇ ᾐτοῦντο. τοῦτο δὲ τὸ ἐπιχείρημα αἰτίαν παριστᾷ, διʼ ἣν οὐ καλῶς ἐπεχείρουν δεικνύειν τὸν ὁρισμὸν λαμβάνοντες μέσον ὅρον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ. φησὶ γοῦν ὡς πολλοὶ τρόποι εἰσὶ καθʼ οὓς τὰ ἀγνοούμενα δῆλα ἡμῖν γίνεται. ἢ γὰρ διὰ τῆς διαιρετικῆς μεθόδου τὸ ἀγνοούμενον γινώσκομεν ἢ διʼ ὁρισμοῦ ἢ διʼ ἀποδείξεως ἢ διʼ ἀναλύσεως ἢ διὰ συλλογισμοῦ. ἐν οὐδεμιᾷ γοῦν τῶν μεθόδων τούτων λαμβάνεται ὁ ὁρισμὸς τῆς μεθόδου ἐκείνης διʼ ἧς τὸ ἀγνοούμενον ἔγνωμεν. ἐάσας γοῦν τὸ δεῖξαι τοῦτο ἐπὶ πασῶν τῶν μεθόδων λαμβάνει μόνην τὴν συλλογιστικὴν μέθοδον, καὶ φησίν· ὥσπερ συλλογιζόμενοι ὡς ὁ ἄνθρωπος οὐσία λαμβάνομεν μέσον ὅρον τὸ ζῷον καὶ φαμὲν «ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία», ἐν οὐδεμιᾷ δὲ τῶν δύο προτάσεων κεῖται ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ, οὕτως οὐδὲ τὸν ἀποδεικνύοντα, ὅτι τόδε ἐστὶν ὁρισμὸς τοῦδε, δεῖ λαμβάνειν μέσον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ.

Ἀεὶ γὰρ ὅλη.

Ἀπὸ τοῦ εἰπεῖν ὅλη ἐδήλωσε τὴν μείζονα πρότασιν ὡς περιεκτικὴν τῆς ἐλάττονος· ἀπὸ δὲ τοῦ εἰπεῖν μέρος ἐδήλωσε τὴν ἐλάττονα περιεχομένην ὑπὸ τῆς μείζονος. δύο γοῦν εἰσιν αἱ προτάσεις ἐξ ὧν ὁ συλλογισμὸς περαίνεται. ἐν οὐδεμιᾷ γοῦν τῶν δύο ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ κεῖται, ὅστις ἐστὶ «λόγος ἐν ᾧ τεθέντων τινῶν».

Οὕτως οὐδὲ δεῖ τὸ τί ἦν εἶναι.

Ἤγουν τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἐνεῖναι καὶ λαμβάνεσθαι ἐν τῷ συλλογισμῷ τῷ δεικνύοντι τόδε ὁρισμὸν εἶναι τοῦδε.

Ἀλλὰ χωρὶς εἶναι τοῦτο, ἤγουν τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἢ τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ δεῖ εἶναι ἐκτὸς τῶν κειμένων καὶ ληφθεισῶν προτάσεων. πρὸς δὲ τὸν ἀμφισβητοῦντα καὶ ἐνιστάμενον, ὡς οὐ καλῶς προέβη ὁ συλλογισμὸς ἢ ὅτι οὐ τόδε ὃ ἀπέδειξας ὁρισμός ἐστι τοῦδε, ἀπαντᾶν τε καὶ προβάλλεσθαι τοῦτο, ὅτι καλῶς συλλελόγισμαι· τοῦτο γάρ ἐστιν ὁ συλλογισμός, «λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συνάγεται ἐξ ἀνάγκης», ἢ ὅτι καλῶς ἀπέδειξα τόδε ὁρισμὸν εἶναι τοῦδε· ὁρισμὸς γάρ ἐστι λόγος σύντομος παριστῶν τὴν φύσιν τοῦ πράγματος ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ.

Ὥστε ἀνάγκη συλλογίζεσθαι καὶ ἄνευ τοῦ λαβεῖν τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ καὶ ἀποδεικνύειν, ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, ἄνευ τοῦ λαβεῖν τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ.

Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ.

Ἐπεὶ ἦσάν τινες πειρώμενοι διʼ ὑποθετικοῦ συλλογισμοῦ ἀποδεικνύειν τόδε ὁρισμὸν εἶναι τοῦδε, ἐλέγχει καὶ αὐτοὺς ὡς τὸ ἐν ἀρχῇ αἰτοῦντας. τίθησι δὲ παράδειγμα τοῦ πῶς διʼ ὑποθετικοῦ συλλογισμοῦ ἐπειρῶντο δεικνύειν τὸν ὁρισμόν. ἐπειδὴ τὸ ἀγαθὸν καὶ τὸ κακόν εἰσιν ἐναντία, τῶν δὲ ἐναντίων οἱ ὁρισμοὶ ἐναντίοι, ὡς τοῦ μὲν λευκοῦ τὸ «χρῶμα διακριτικὸν ὄψεως», τοῦ δὲ μέλανος τὸ «χρῶμα συγκριτικὸν ὄψεως», ἐδείκνυον τοῦ ἀγαθοῦ ὁρισμὸν εἶναι τὸ ἀδιαίρετον οὕτως· εἰ τὸ κακὸν ἐναντίον τῷ ἀγαθῷ, τοῦ δὲ κακοῦ ὁρισμὸς τὸ διαιρετόν, τοῦ ἀγαθοῦ ἄρα ἔσται ὁρισμὸς τὸ ἀδιαίρετον. καὶ τὸ μὲν κακὸν λέγεται διαιρετὸν ὡς ἐν ὑπερβολῇ καὶ ἐκλείψει θεωρούμενον· κακὸν γὰρ καὶ ἡ θρασύτης καὶ ἡ δειλία· τὸ δὲ ἀγαθὸν ἀδιαίρετον, διότι ἐν μεσότητι θεωρεῖται, ἡ δὲ μεσότης μία, τὸ δὲ ἓν ἀδιαίρετον.

Τῷ δʼ ἐναντίῳ, ἤγουν τῷ ἀγαθῷ, ἐστὶ τὸ εἶναι καὶ ὁ ὁρισμὸς τὸ εἶναι ἐναντίον, ἤγουν ἀδιαίρετον· ἐν ὅσοις γὰρ πράγμασιν ἐμφαίνεται ἐναντίον τι, ἤγουν ἐναντιότης τις, τούτων καὶ οἱ ὁρισμοὶ ἐναντίοι.

Καὶ γὰρ ἐνταῦθα λαβών.

Τοῦτό ἐστι κακία τοῦ ὑποθετικοῦ συλλογισμοῦ, ὅτι καὶ αὐτὸς τὸ ἐν ἀρχῇ αἰτεῖται· καὶ γὰρ ἐνταῦθα, ἤγουν ἐπὶ τοῦ ὑποθετικοῦ συλλογισμοῦ, δείκνυσι τὸ ἀδιαίρετον ὁρισμὸν εἶναι τοῦ ἀγαθοῦ λαβὼν τὸ τί ἦν εἶναι, ἤγουν τὸν ὁρισμόν, τοῦ κακοῦ, ὅπερ καὶ τοῦτο ἄδηλόν ἐστι καὶ ἄγνωστον. πόθεν γὰρ δῆλον ὅτι τὸ διαιρετὸν ὁρισμός ἐστι τοῦ κακοῦ; ὁ γοῦν τὸ ἄδηλον διὰ τοῦ ἀδήλου δεικνύων τὸ ἐν ἀρχῇ αἰτεῖται· κατὰ πολλοὺς γὰρ τρόπους τὸ ἐν ἀρχῇ αἰτεῖσθαι γίνεται.

Λαμβάνει δʼ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι.

Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἴσως γάρ τις ἐνέστη λέγων «τί κακίζεις τὸν δείξαντα τὸ ἀδιαίρετον ὁρισμὸν τοῦ ἀγαθοῦ ἐκ τοῦ λαβεῖν τὸ διαιρετὸν ὁρισμὸν τοῦ κακοῦ; ἆρά γε οὐ χρὴ λαμβάνειν ἐν ταῖς ἀποδείξεσί τινα διʼ ὧν ἀποδείξομεν τὸ ζητούμενον;». λύων οὖν τὴν ἔνστασιν ταύτην φησί· λαμβάνειν χρὴ εἰς τὸ ἀποδεῖξαι τὸ τί ἦν εἶναι, ἤγουν τὸ ἀδιαίρετον ὁρισμὸν τοῦ ἀγαθοῦ, τινά, πλὴν οὐκ αὐτὸ τὸ προκείμενον καὶ ζητούμενον ἀλλʼ ἕτερόν τι. νῦν δὲ αὐτὸς ᾐτήσατο τὸ ἐν ἀρχῇ, διότι ἐπιχειρῶν δεῖξαι τὸ ἀδιαίρετον ὁρισμὸν τοῦ ἀγαθοῦ οὐχ ἕτερόν τι ἔλαβεν εἰς ἀπόδειξιν τούτου ἀλλʼ ἢ τὸν ὁρισμὸν τοῦ κακοῦ. ὡς γοῦν ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ ἐζητεῖτο εἰ τὸ ἀδιαίρετόν ἐστιν, οὕτω ζητεῖται καὶ ἀγνοεῖται εἰ τοῦ κακοῦ ὁρισμός ἐστι τὸ διαιρετόν· τὸν αὐτὸν γὰρ λόγον ἔχουσιν ἄμφω καὶ ἀναλογίαν, καθὸ καὶ ἄμφω ἀγνοοῦνται.

Καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν, ἐν αἷς ἀποδεικνύομεν ὡς τόδε τὸ πάθος ὑπάρχει τῷδε, λαμβάνομέν τι, πλὴν οὐκ αὐτὸ τὸ ζητούμενον.

Μηδὲ οὗ ὁ αὐτὸς λόγος.

Ἤγουν οὐδὲ τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς τὸ ζητούμενον οὐδʼ ἀντιστρέφει πρὸς αὐτό. τὸ δὲ ἀγαθὸν καὶ κακὸν καὶ τὴν αὐτὴν ἀναλογίαν ἔχει, ὡς ἐδείξαμεν, καὶ ἀντιστρέφουσιν, ἤγουν διʼ ἀλλήλων δείκνυται· ὡς γὰρ ἔδειξας τὸν ὁρισμὸν τοῦ ἀγαθοῦ διὰ τοῦ ὁρισμοῦ τοῦ κακοῦ, οὕτω καὶ τὸν ὁρισμὸν τοῦ κακοῦ δείξεις διὰ τοῦ ὁρισμοῦ τοῦ ἀγαθοῦ.

Πρὸς ἀμφοτέρους δέ, τόν τε δεικνύοντα τὸν ὁρισμὸν διὰ τῆς διαιρετικῆς μεθόδου καὶ τὸν δεικνύοντα τὸν ὁρισμὸν διὰ τοῦ ὑποθετικοῦ συλλογισμοῦ, τὸ αὐτὸ ἀπόρημά ἐστιν, ἤγουν τὰ αὐτὰ ἀποροῦμεν καὶ ζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ διαιρετικοῦ τοῦ ἰδίᾳ μὲν καὶ ἰδίᾳ λαμβάνοντος ὡς ὁ ἄνθρωπός ἐστι ζῷον καὶ ἰδίᾳ τὸ πεζὸν καὶ ἰδίᾳ τὸ δίπουν, εἶτα ταῦτα καὶ ὁμοῦ κατηγοροῦντος τοῦ ἀνθρώπου ζητοῦμεν, διὰ τί κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν ὁμοῦ κατηγόρησας καὶ οὐκ ἰδίως ἓν ἕκαστον — οὐ γὰρ πάντα τὰ ἰδίως κατηγορούμενα καὶ ὁμοῦ δύνανται κατηγορεῖσθαι —, οὕτως καὶ ἐπὶ τοῦ ὑποθετικοῦ συλλογισμοῦ τοῦ συνάγοντος ἰδίᾳ μὲν καὶ ἰδίᾳ τὰ ὑπάρχοντα τῷ ὁριστῷ, εἶτα λαμβάνοντος ταῦτα καὶ ὁμοῦ ζητοῦμεν τὸ διὰ τί ταῦτα ὁμοῦ κατηγόρησας. οἷον εἰ τῷ κακῷ, φασίν, ὑπάρχει τὸ διάφορον πρὸς ἑαυτό, τῷ ἀγαθῷ ὑπάρχει τὸ ἀδιάφορον, καὶ εἰ τῷ κακῷ ἐστι τὸ διαιρετόν, τῷ ἀγαθῷ ὑπάρχει τὸ ἀδιαίρετον, καὶ εἰ τῷ κακῷ τὸ παρὰ φύσιν, τῷ ἀγαθῷ τὸ κατὰ φύσιν· εἶτα καὶ ὁμοῦ ἐλάμβανον ὅτι τῷ ἀγαθῷ ἐστι τὸ κατὰ φύσιν τὸ ἀδιάφορον καὶ ἀδιαίρετον. ἐκ γὰρ τῶν λαμβανομένων ἰδίᾳ καὶ ἰδίᾳ οὐδεμία ἀνάγκη ἐμφαίνεται, διʼ ἣν ὡς ἓν καὶ ὁμοῦ ταῦτα πάντα κατηγορηθήσονται.

Ἀλλʼ ὥσπερ ἂν ἄνθρωπος ὁ αὐτὸς εἴη,

Ἤγουν ὁ Σωκράτης ἰδίᾳ μὲν λέγεται μουσικὸς καὶ ἰδίᾳ γραμματικός, ὁμοῦ δὲ ληφθέντα κατὰ τοῦ Σωκράτους ἀληθῶς μὲν κατηγορηθήσεται, ὁρισμὸς δὲ αὐτοῦ οὐκ ἔσεται — οὐδὲ γὰρ οὐσιώδη εἰσὶ ταῦτα —, οὕτω καὶ ἰδίᾳ μὲν ὑπάρχει τῷ ἀγαθῷ τὸ κατὰ φύσιν καὶ τὸ ἀδιάφορον καὶ τὸ ἀδιαίρετον, ὁμοῦ δὲ ληφθῆναι ὡς ὁρισμὸν αὐτοῦ ἀδύνατον, κἂν ἀληθῶς κατηγορῶνται κατʼ αὐτοῦ. καὶ ἐπεὶ οὔτε διʼ ὑποθετικοῦ συλλογισμοῦ οὔτε διʼ ἀποδείξεως οὔτε διὰ τῆς διαιρέσεως οὔτε διὰ συλλογισμοῦ ἔστιν ἀποδεῖξαι τὸν ὁρισμόν, πῶς ὁ ὁριζόμενος καὶ ἀποδιδοὺς τὸν ὁρισμὸν δείξει ὡς τόδε ἐστὶν οὐσία, ἤγουν ὁρισμὸς τοῦδε; οὐσίαν δὲ ἐκάλεσε τὸ τί ἐστιν ὡς δηλωτικὸν οὐσίας.

Οὔτε γὰρ ὡς ὁ ἀποδεικνύς.

Ἐνταῦθα τὴν ἀπόδειξιν κοινοτέρως ἐπὶ συλλογισμοῦ λαμβάνει. οὐ γάρ, φησί, δυνατόν ἐστιν ἀποδεῖξαι, ἤγουν συλλογίσασθαι, ἐξ ὁμολογουμένων προτάσεων ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε· οὐδὲ γὰρ ἐξ ἀνάγκης ἐκείνων, ὧν λαμβάνουσιν εἰς ἀπόδειξιν τοῦ ὁρισμοῦ, ἕτερόν τι συνάγουσιν ἐξ αὐτῶν ἀλλὰ τὸ ἐν ἀρχῇ αἰτοῦνται. τοῦτο γάρ ἐστιν ἀπόδειξις, ἤγουν συλλογισμός, τὸ ἐκ τῶν ληφθέντων ἕτερόν τι συνάξαι.

Οὔθʼ ὡς ὁ ἐπάγων.

Ἤγουν ἀλλʼ οὐδὲ δυνατὸν δεῖξαι τόδε ὁρισμὸν τοῦδε διʼ ἐπαγωγῆς. ἡ γὰρ ἐπαγωγὴ τὸ καθόλου δείκνυσιν ἐν τῷ ἐπαγαγεῖν πάντα τὰ μερικὰ καὶ μηδέν τι ἐᾶσαι· ὡς τὸ «πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ» διʼ ἐπαγωγῆς δειχθήσεται ἐν τῷ λαβεῖν πάντα τὰ εἴδη, ἤγουν τὸν ἄνθρωπον καὶ τὸν ἵππον καὶ τὰ λοιπά. ἀλλὰ μὴν ἀδύνατον τὰ καθʼ ἕκαστα ἐπεξελθεῖν διὰ τὸ ἄπειρα εἶναι· καὶ διὰ τοῦτο οὐδὲ αὕτη ἔχει τὸ ἐξ ἀνάγκης ἀποδεικνύειν τὸ καθόλου. καὶ λοιπόν, εἰ μέλλει τις δεῖξαι διʼ ἐπαγωγῆς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου, ἀνάγκη λαβεῖν τοὺς ὁρισμοὺς ἑνὸς ἑκάστου εἴδους οὕτως· τοῦ βοός ἐστι τόδε, καὶ τοῦ ἵππου τόδε, καὶ ἁπλῶς πάντων τῶν εἰδῶν· λοιπὸν λείπεται τοῦ ἀνθρώπου ὁρισμὸν εἶναι τὸ «ζῷον λογικὸν θνητόν». εἰ δὲ βούλει, ποίησον ἐπαγωγὴν τῶν μερικῶν ἀνθρώπων, καὶ οὕτω συνάξεις τὸ «ζῷον λογικὸν θνητόν» εἶναι ὁρισμὸν παντὸς ἀνθρώπου. ἐπεὶ δὲ ἀδύνατον τὰ καθʼ ἕκαστα πάντα ἐπεξελθεῖν, ἵνα παραστήσωμεν διʼ αὐτῶν τὸ καθόλου ἢ ἵνα παραστήσωμεν τοὺς ὁρισμοὺς πάντων τῶν ὁριστῶν, λοιπὸν ἀδύνατον διʼ ἐπαγωγῆς τὸν ὁρισμὸν δειχθῆναι. ἄλλως τε ἡ ἐπαγωγὴ οὐ δείκνυσι τί ἐστιν, ἤγουν ἓν πρᾶγμα, ἀλλʼ ὅτι τόδε ἐστὶ τῷδε ἢ οὐκ ἔστι. καὶ λοιπόν, εἰ κατάφασιν ἢ ἀπόφασιν δείκνυσιν ἡ ἐπαγωγή, ὁ δὲ ὁρισμὸς οὔτε κατάφασις οὔτε ἀπόφασις, οὐκ ἔστι διʼ ἐπαγωγῆς δεῖξαι τὸν ὁρισμόν. ἀλλʼ οὐδὲ διὰ τῆς αἰσθήσεώς ἐστι δυνατὸν δεῖξαι τόδε ὁρισμὸν τοῦδε, διότι ἡ αἴσθησις ἀντιληπτική ἐστι τῶν μερικῶν, ἐν οἷς καὶ πολλὰ δακτυλοδεικτοῦμεν, ὅτι περὶ τοῦ δεῖνος λέγω, ὁ δὲ ὁρισμὸς καθόλου.

Ἔτι πῶς δείξει τὸ τί ἐστιν ἄνθρωπος;

Δείξας, ὡς ἀδύνατόν ἐστι διʼ ἀποδεικτικοῦ συλλογισμοῦ ἢ ἁπλῶς συλλογισμοῦ ἢ διʼ ὑποθετικοῦ ἢ διʼ ἐπαγωγῆς ἢ διʼ αἰσθήσεως δεῖξαι ὡς τόδε ὁρισμός ἐστι τοῦδε, ἐπαπορητικῶς νῦν ἐνταῦθα προφέρει τὸν λόγον. πῶς οὖν, φησί, δείξει τις τὸ τί ἐστιν, ἤγουν τὸν ὁρισμόν; ἆρα μόνον δείξει τὸ τί ἐστιν, ἤγουν τὸν ὁρισμόν; καὶ εἰ τοῦτο, ἔσται ὁρισμὸς τῶν μὴ ὄντων. εἰ γὰρ δείξει ὅτι τὸ «ζῷον πεζὸν δίπουν» ὁρισμός ἐστι τοῦ ἀνθρώπου ἢ ἄλλου τινὸς πράγματος ὁρισμόν, εἰ ἀγνοῶ καθʼ ὑπόθεσιν ὅτι ἔστιν ἄνθρωπος, ἤγουν εἰ ἀγνοῶ ὅτι ὅλως ἐν τοῖς οὖσι συγκατηρίθμηται ὁ ἄνθρωπος, λοιπὸν μὴ ὄν ἐστιν. ἔδειξα οὖν τοῦ μὴ ὄντος τὸν ὁρισμόν· τοῦ δὲ μὴ ὄντος ὁρισμὸς οὐκ ἔστιν. εἰ δὲ συναπέδειξε τοῦτο, ἤγουν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου καὶ τὸ ὅτι ἔστιν ἄνθρωπος, συμβαίνει καὶ τὸ ὅτι ἔστι καὶ τὸ τί ἐστι διʼ ἀποδείξεως γινώσκειν.

Τὸ γὰρ μὴ ὂν οὐδεὶς οἶδεν ὅ τι ἐστίν.

Ἤγουν τί ἐστι, τουτέστιν ὁρισμὸς τοῦ μὴ ὄντος οὐκ ἔστιν. ἴσως δὲ πρὸς τὸ λεγόμενον ἐνέστη τις λέγων· πῶς φὴς τοῦ μὴ ὄντος μὴ εἶναι ὁρισμόν; ὁ τραγέλαφος μὴ ὄν ἐστιν, ἀλλʼ ἔστιν ὁρισμὸν ἀποδοῦναι αὐτοῦ τὸ «ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον». λύων οὖν τὴν ἔνστασιν ἐπάγει ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ἔστιν εἰδέναι, τουτέστιν ἐπεὶ καὶ τοῖς μὴ οὖσι κεῖνται ὀνόματα καὶ λόγοι ἐφερμηνευτικοὶ τῶν ὀνομάτων, ἔστι τῷ μὲν μὴ ὄντι ὄνομα τὸ τραγέλαφος, λόγος δὲ αὐτοῦ τὸ «ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον»· ἄλλῳ δὲ μὴ ὄντι ἐστὶν ὄνομα τὸ ἱπποκένταυρος, λόγος δὲ αὐτοῦ τὸ «ζῷον ἐξ ἵππου καὶ κενταύρου συγκείμενον». ὁ τοιοῦτος οὖν λόγος, τὸ «ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον», ἔστιν ὁρισμὸς ὀνοματώδης· οὐ γὰρ φύσιν καὶ οὐσίαν καὶ ὑπόστασιν παριστᾷ τραγελάφου, ἀλλʼ ἐφερμηνευτικός ἐστι τοῦ τί σημαίνει τὸ τραγέλαφος ὄνομα. ἔστι μὲν οὖν γινώσκειν τί σημαίνει τὸ τραγέλαφος ὄνομα ἢ ὁ λόγος ὁ λέγων «ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον»· τὸ δὲ τί ἐστιν ἡ φύσις καὶ ἡ αἰτία τοῦ τραγελάφου ἀδύνατον εἰδέναι· ἀνυπόστατον γὰρ οὗτος καὶ ψιλὸν διανοίας ἀνάπλασμα.

Ἀλλὰ μὴν εἰ δείξει τις τὸ τί ἐστι, ἤγουν τὸν ὁρισμόν, ἀδύνατον συναποδεικνύεσθαι τούτῳ καὶ τὸ ὅτι ἔστι. τοῦτο δὲ φέρει πρὸς τὸν ἐνιστάμενον, ὅτι συναποδεικνύεται τῷ τί ἐστι τὸ ὅτι ἔστι· πῶς γὰρ δυνατὸν τῷ αὐτῷ λόγῳ καὶ τρόπῳ τῆς ἀποδείξεως δεικνύεσθαι καὶ τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστιν ἕτερα ὄντα ἀλλήλων; τῶν γὰρ ἑτέρων καὶ οἱ τρόποι τῆς ἀποδείξεως ἕτεροι. ὡς γὰρ ἔδειξεν ὄπισθεν, τὸ μὲν τί ἐστι παρίσταται διʼ ὁρισμοῦ, τὸ δὲ ὅτι ἔστι καὶ τὸ εἰ ἔστι διʼ ἀποδείξεως.

Ὅ τε γὰρ ὁρισμὸς ἕν τι δηλοῖ,

Ἤγουν ἕτερόν τι παριστᾷ, φύσιν δηλονότι πράγματος, καὶ ἡ ἀπόδειξις ἄλλο παριστᾷ, ἤγουν τὸ εἰ ἔστιν ἢ τὸ ὅτι ἔστι· ταὐτὰ γάρ· ζητοῦσι γὰρ εἰ ὁ ἄνθρωπος ἐν τοῖς οὖσι συνηρίθμηται ἢ ὁ τραγέλαφος. καὶ εἰ ἕτερα ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις, ὡσαύτως δὲ καὶ τὰ παρʼ αὐτῶν δεικνύμενα, ἤγουν τὸ ὅτι ἔστι καὶ τὸ τί ἐστι, πῶς ἐστι δυνατὸν ἢ διʼ ὁρισμοῦ γινώσκειν καὶ τὸ ὅτι ἔστι καὶ τὸ τί ἐστιν ἢ διʼ ἀποδείξεως;

Τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον.

Ἤγουν τὸ τί ἐστιν ἄνθρωπος ἢ εἰ ἔστιν ἕτερα ἀλλήλων.

Εἶτα καὶ διʼ ἀποδείξεώς φαμεν ἀναγκαῖον.

Δέδεικται ὄπισθεν ὡς ἀναγκαῖόν ἐστιν ἅπαν πρᾶγμα δείκνυσθαι ὅτι ἔστι διʼ ἀποδείξεως.

Εἰ μὴ οὐσία εἴη. ἀντὶ τοῦ εἰπεῖν ὁρισμὸν εἶπεν οὐσίαν, τουτέστι μόνον ὁ ὁρισμὸς οὐκ ἀποδεικνύεται διʼ ἀποδείξεως.

Τὸ δὲ εἶναι.

Ἤγουν τὸ εἰ ἔστιν οὐκ ἔστιν οὐσία οὐδενός, ἤγουν ὁρισμός τινος οὐκ ἔστιν. εἰ γὰρ γένος οὐκ ἔστι τὸ ὄν, ἵνα κἂν μέρος ὁρισμοῦ γένηται — ἐν γὰρ τῷ ὁρισμῷ τὸ γένος μέρος ἐστὶν αὐτοῦ —, πολλῷ μᾶλλον οὐδʼ ὁρισμός ἐστιν· ὁ γὰρ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν ἐστι· τὸ δὲ ὂν μία λέξις ἐστίν. ὅτι δὲ τὸ ὂν γένος οὐκ ἔστι, δῆλον· ἔμαθες γὰρ ὅτι τὸ ὂν ὁμωνύμως κατηγορεῖται κατὰ τῶν δέκα γενικωτάτων γενῶν· τὰ γὰρ γένη συνωνύμως κατηγοροῦνται καθʼ ὧν κατηγοροῦνται. ἀπόδειξις ἄρα ἐστὶν ἡ γνωρίζουσα καὶ παριστῶσα τὸ ὅτι ἔστιν, ὁρισμὸς δὲ οὐκ ἔστιν.

Ὅπερ καὶ νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι.

Μέχρι γὰρ τοῦ νῦν ὁρῶμεν τὰς ἐπιστήμας, τὴν μουσικὴν καὶ τὴν γεωμετρίαν καὶ τὰς λοιπάς, διʼ ἀποδείξεως γινωσκούσας τὸ ὅτι ἔστιν. ὁ μὲν γὰρ γεωμέτρης τί μὲν σημαίνει τὸ τρίγωνον ἔλαβε καὶ ἄνευ ἀποδείξεως διὰ τοῦ ὀνοματώδους ὁρισμοῦ, φάσκων τρίγωνον εἶναι σχῆμα ἐπίπεδον τρεῖς γωνίας ἔχον· ὅτι δʼ ἔστι τρίγωνον τὸ συσταθὲν καὶ καταγραφὲν ἐπὶ τῆς δοθείσης εὐθείας, διʼ ἀποδείξεως παριστᾷ. ζητεῖ γὰρ ὁ γεωμέτρης εἰ ἐπὶ τῆς δοθείσης εὐθείας ἔσται δυνατὸν τρίγωνον συστήσασθαι, καὶ εἰ ἐπὶ παντὶ κέντρῳ καὶ διαστήματι ἔστι κύκλον περιγράψαι. ὁ γοῦν ὁριζόμενος καὶ τὸν ὁρισμὸν ἀποδιδοὺς τί ἄρα δείξει; ἢ πάντως παρίστησι τί ἐστι τρίγωνον καθὸ τρίγωνον, ἤγουν τί ἐστιν ἡ τοῦ τριγώνου φύσις· ὁ γὰρ κυρίως ὁρισμὸς τοῦ τριγώνου ἐστὶ «σχῆμα ἐπίπεδον ἔχον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας».

Εἰδὼς ἄρα τὸ τί ἐστιν, ἤγουν τὴν φύσιν τοῦ πράγματος, διʼ ὁρισμοῦ τὸ εἰ ἔστι τρίγωνον οὐκ εἴσεται διʼ ὁρισμοῦ ἀλλὰ διʼ ἀποδείξεως. ἀλλὰ τοῦτο ἀδύνατον δέδεικται, τὸ εἰδέναι τί ἐστι τρίγωνον ἐν τῷ ἀγνοεῖν εἰ ἔστιν ὅλως τρίγωνον.

Φανερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅρων.

Ἤγουν δηλοῦσι δὲ καὶ οἱ μέχρι τοῦ νῦν ἀποδιδόμενοι ὁρισμοὶ τῶν πραγμάτων παρὰ τῶν σοφῶν, ὅτι οἱ ὁριζόμενοι τὸ ὅτι ἔστιν οὐκ ἀποδεικνύουσιν ἀλλὰ μόνον τὸ τί ἐστιν, ἤγουν τὴν φύσιν τοῦ πράγματος.

Εἰ γὰρ καὶ ἔστιν ἐκ τοῦ μέσου τι ἴσον.

Τοῦτο ὁρισμὸς τοῦ κύκλου ἐστί· κύκλος γάρ ἐστι σχῆμα ἐπίπεδον οὗ ἡ ἐπιφάνεια πανταχόθεν ἐπʼ ἴσης τοῦ κέντρου ἀφίσταται· τὸ δὲ κέντρον ἐστὶ μέσον τοῦ κύκλου. φησὶ γοῦν, εἰ καὶ ἔστι τι ἔχον τὸ ἴσον ἀπὸ τοῦ μέσου ἀφίστασθαι, ἤγουν τὸ ἐπʼ ἴσης ἀπὸ τοῦ κέντρου ἀφίστασθαι, ἀλλʼ οὗτος ὁ ὁρισμὸς οὔτε δείκνυσι διὰ τί τὸ ὁρισθέν ἐστιν ἐπʼ ἴσης ἀπὸ τοῦ κέντρου ἀφιστάμενον, οὔτε δείκνυσι διὰ τί τοῦτο, ἤγουν ὁ ὁρισμὸς τὸν κύκλον παριστᾷ οὗτος. ὅσον γὰρ ἀπὸ τοῦ ὁρισμοῦ οὐ δεικνύεται ὅτι τοῦ κύκλου ἐστὶν οὗτος ὁ ὁρισμός· εἴη γὰρ ἂν ἴσως οὐ τοῦ κύκλου ἀλλὰ τοῦ ὀρειχάλκου. τὸ δὲ ὀρείχαλκόν ἐστιν εἶδος ὕλης μὴ νῦν εὑρισκομένης. ἢ ὀρείχαλκός ἐστιν ὁ λευκὸς χαλκός, ὡς ὁ Ἡσίοδος ἐν τῇ Ἀσπίδι φησὶν

Ὡς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ

δύσατο.

Οἱ γὰρ ὅροι οὐ προσδηλοῦσι καὶ παρεμφαίνουσιν ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον, ἤγουν τὸ ὁριζόμενον, τοιοῦτον. ὅσον γὰρ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ «ζῷον πεζὸν δίπουν» οὐκ ἐμφαίνεται τὸ ἐξ ἀνάγκης εἶναι τὸν ἄνθρωπον τοιοῦτον, οὔτε μὴν ὅτι ἐξ ἀνάγκης τὸν ἄνθρωπον δηλοῖ, οὗ λέγεται εἶναι ὁρισμὸς οὗτος, ἀλλʼ ἀεὶ ἔξεστι τῷ βουλομένῳ ἐρωτᾶν τὸ διὰ τί, ἤγουν πόθεν δῆλον ὅτι τὸν ἄνθρωπον δηλοῖ ἢ ὅτι ὁ ἄνθρωπος τοιοῦτόν ἐστιν.

Εἰ ἄρα ὁ ὁριζόμενος.

Ἤγουν ὁ τὸν ὁρισμὸν ἀποδιδοὺς ἢ τὸ τί ἐστι παριστᾷ, ἤγουν τὴν φύσιν τοῦ πράγματος, ἢ τὸ τί σημαίνει τὸ ὄνομα· διττὸς γὰρ ὁ ὁρισμός, ἢ ὁ τὴν οὐσίαν παριστῶν ἢ ὁ ἐφερμηνευτικὸς τοῦ ὀνόματος. εἰ γοῦν ὁ ὁρισμὸς οὐκ ἔστι δηλωτικὸς τοῦ τί ἐστιν, ἤγουν τῆς φύσεως τοῦ πράγματος — ἔξωθεν δὲ ληπτέον τὸ δηλωτικόν, ἵνα σαφὲς τὸ λεγόμενον ᾖ —, εἴη ἂν λοιπὸν ὁ ὁρισμὸς λόγος ὀνόματι τὸ αὐτὸ σημαίνων, ἤγουν ὀνοματώδης. ἀλλʼ ἄτοπόν ἐστι τὸ δοῦναι τὸν ὁρισμὸν ὀνοματώδη εἶναι· οὕτως γὰρ ἔσται καὶ τῶν μὴ ὄντων ὁρισμός, εἴγε καὶ τὰ μὴ ὄντα ὀνόματα ἔχουσι καὶ ὁρισμοὺς ὀνοματώδεις, ἤγουν παριστῶντας τί σημαίνει τὸ ὄνομα.

Πρῶτον μὲν γὰρ καὶ μὴ οὐσιῶν ἂν εἴη καὶ τῶν μὴ ὄντων.

Τὸ μὴ οὐσιῶν καὶ μὴ ὄντων τὸ αὐτὸ σημαίνουσιν.

Σημαίνειν γὰρ ἔστι καὶ τὰ μὴ ὄντα.

Ἤγουν εἰσὶ καὶ τῶν μὴ ὄντων ὀνόματα σημαντικά. οἷον τὸ τραγέλαφος σημαντικὸν ὄνομα λέγεται, οὐχ ὅτι σημαίνει φύσιν τινά, ἀλλʼ ὅτι δοκεῖ μὲν σημαίνειν, καθὸ καὶ αἱ λέξεις ἐξ ὧν σύγκειται, ἤγουν τὸ τράγος καὶ ἔλαφος, φωναί εἰσι σημαντικαί· οὐδαμοῦ δὲ τὶ σημαίνει τὸ ἐκ τούτων.

Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἂν εἶεν.

Ἔτι ἕτερον ἄτοπον συμβαίνει, τὸ πάντας λόγους εἶναι ὁρισμούς, ἐκ τοῦ λέγειν τὸν ὁρισμὸν καὶ τὸ ὄνομα ταὐτὰ σημαίνειν. ἑκάστῳ γὰρ λόγῳ ἐστὶ καὶ ὄνομα, οἷον τῇ ποιήσει τοῦ Ὁμήρου τῇ λαμβανούσῃ τὰ ἐν Ἰλίῳ ἐστὶν ὄνομα Ἰλιάς, ὥσπερ τῇ λαμβανούσῃ τὰ τοῦ Ὀδυσσέως ἐστὶν ὄνομα Ὀδύσσεια, καὶ τῷ «αἲ γάρ, Ζεῦ τε πάτερ» ὄνομα εὐχή, τῷ δὲ «βάσκʼ ἴθι, Ἶρι ταχεῖα» τὸ προστακτικόν· τὰ δὲ ὀνόματα συνεχωρήθη ταὐτὰ σημαίνειν τῷ ὁρισμῷ. καὶ ἔσονται τὰ ὀνόματα ὁρισμοὶ καὶ οἱ λόγοι, οἷς τὰ ὀνόματα κεῖνται, ὁρισμοὶ καὶ αὐτοί, εἴγε προσφυῶς αὐτοῖς τὰ ὀνόματα τέθεινται. προσφυῶς γάρ ἐστι τῷ ἀνθρώπῳ τοῦτο τὸ ὄνομα διὰ τὸ ἄνω ἀθρεῖν· ὡσαύτως καὶ μέροψ λέγεται παρὰ τὸ μεμερισμένην καὶ ἔναρθρον ἔχειν τὴν ὄπα. καὶ ἁπλῶς, εἴ τι λέγομεν, πᾶν ἔσται ὁρισμός.

Ἔτι οὐδεμία ἀποδείξειεν ἄν.

Ἔτι ὥσπερ τὸ ὄνομα, οἷον τὸ ἄνθρωπος ἢ τὸ ἵππος λεγόμενον, ἐν οὐδεμιᾷ ἀποδείξει ἀποδείκνυσιν ὅτι δηλοῖ τὸν ἄνθρωπον ἢ τὸν ἵππον, οὕτως οὐδʼ οἱ ὁρισμοὶ προσδηλοῦσι καὶ ἐμφαίνουσιν εἰ τῶνδέ εἰσιν ὁρισμοὶ ὧν λέγονται καὶ οὐκ ἄλλων.

Ἐκ μὲν τοίνυν τούτων.

Ἐπανακεφαλαιούμενος πάντα ὅσα εἶπε φησίν· ἐκ τούτων ὧν εἴπομεν δῆλον ὅτι οὐκ εἰσὶ ταὐτὰ ὁ ὁρισμὸς καὶ ὁ συλλογισμός — ὧν γὰρ οἱ ὁρισμοὶ ἕτεροι, καὶ αὐτὰ ἕτερα —, οὔτε μὴν τὸ αὐτὸ δείκνυται καὶ διὰ συλλογισμοῦ καὶ διʼ ὁρισμοῦ, οὔτε ὁ ὁρισμὸς ἀποδείκνυσί τι. διὰ τοῦ ἀποδείκνυσιν ἐδήλωσε τὸν ἀποδεικτικὸν συλλογισμόν, διὰ δὲ τοῦ δείκνυσι τὸν ἁπλῶς συλλογισμόν.

Οὔτε τὸ τί ἐστιν οὔθʼ ὁρισμῷ.

Ἤγουν οὔτε, ὅτι ὁρισμός ἐστι τούτου τὸ ἀποδοθέν, διʼ ἀποδείξεως ἐμφαίνεται οὔτε διʼ ὁρισμοῦ.

Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς.

Ἃ ἔλεγε, ταῦτα ἦσαν, ὅτι ἀπόδειξις τοῦ ὁρισμοῦ οὐ δύναται γενέσθαι, καθώς τινες ἐπεχείρουν ἀποδεικνύειν, καὶ ὅτι οὐ δυνατὸν τὸ αὐτὸ καὶ διʼ ὁρισμοῦ καὶ διʼ ἀποδείξεως εἰδέναι, καὶ ὡς ὁ ὁρισμὸς οὔτε δείκνυσιν οὔτε ἀποδείκνυσιν. δεῖ οὖν, φησίν, ἐπισκέψασθαι εἰ καλῶς ταῦτα προειρήκαμεν εἴτε καὶ μή· μέλλει γὰρ δεῖξαι ὡς οὐ πάντῃ ἀληθές ἐστιν ἢ ψευδὲς τὸ λέγειν ἀπόδειξιν ὁρισμοῦ εἶναι, ἀλλὰ κατὰ τὶ μὲν ἀληθεύει, κατὰ τὶ δὲ ψεύδεται· πῶς δέ, δείξομεν. μέλλει δὲ εἰπεῖν καὶ τί ἐστιν ὁρισμός — ἐπεὶ γὰρ ἡ ζήτησις περὶ αὐτοῦ ἐστιν, εἰ ἀπόδειξις αὐτοῦ ἔστι, καὶ ὅτι πολλαχῶς ὁ ὁρισμὸς ἀνάγκη εἰδέναι καὶ τί ἐστιν οὗτος — καὶ ἆρα ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ πῶς, ἤγουν κατὰ τί, ἢ οὐδαμῶς, καὶ ἆρά γε ὁ ὁρισμὸς συμβάλλεταί τι εἰς τὴν ἀπόδειξιν ἢ οὐδαμῶς.

Ἐπεὶ δʼ ἐστὶ ταὐτόν, ὡς ἔφαμεν.

Ἄρχεται ἐντεῦθεν θεωρεῖν πῶς ἐστι δυνατὸν ἀπόδειξιν γενέσθαι τοῦ ὁρισμοῦ. ἵνα δὲ σαφέστερος ὁ ἐφερμηνευτικὸς λόγος τοῦ κειμένου γένηται, θεωρητέον ποσαχῶς ὁ ὁρισμός. ὁ γοῦν ὁρισμὸς ἢ ὑλικός ἐστιν ὡς λαμβανόμενος ἐκ τῶν προσόντων τῇ ὕλῃ ἢ εἰδικὸς ὡς λαμβανόμενος ἐκ τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ πράγματι. καὶ ὁ ὑλικὸς ἢ ἀντιστρέφει ἢ οὐκ ἀντιστρέφει, καὶ ἢ ὁ αὐτός ἐστι τῷ ὁριστῷ ἢ ἕτερος. ὑλικὸς μὲν οὖν ὁρισμὸς ἀντιστρέφων καὶ ταυτὸς ὢν τῷ ὁριστῷ ἐστι τὸ «ἄνθρωπός ἐστι ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον γελαστικόν». μὴ ἀντιστρέφων δὲ καὶ μὴ ταυτὸς τῷ ὁριστῷ τὸ «θυμός ἐστι ζέσις τοῦ περικαρδίου αἵματος». οὐ ταυτὸς δέ ἐστι τῷ ὁριστῷ, ἐπεὶ οὐκ ἀντιστρέφει· εἰ γὰρ ἀντέστρεφεν, ἦν ἂν ὁ αὐτός. πᾶς μὲν γὰρ θυμὸς ζέσις τοῦ περικαρδίου αἵματος· οὐ πᾶσα δὲ ζέσις τοῦ περικαρδίου αἵματος θυμός ἐστι· οἱ γὰρ πυρέττοντες ἔχουσι μὲν τὸ περικάρδιον αἷμα ζέον, οὐ μὴν δὲ καὶ θυμοῦνται. καὶ ὁ εἰδικὸς αὖθις ἢ ἀντιστρέφει καὶ ταυτός ἐστι τῷ ὁριστῷ, ὡς τὸ «ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν» — οὗτος γὰρ ἢ πάσας τὰς διαφορὰς ἔχει οὐσιώδεις καὶ εἰδοποιοὺς ἢ μίαν αὐτῶν ἔχει τῆς ὕλης, οἷον τὸ θνητόν —, ἢ οὐκ ἀντιστρέφει καὶ διὰ τοῦτο οὐδὲ ταυτός ἐστι τῷ ὁριστῷ, ὡς τὸ «θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεως». πᾶς γὰρ θυμούμενος διʼ ὄρεξιν ἀντιλυπήσεως θυμοῦται· οὐ πᾶς δὲ ὀρεγόμενος ἀντιλυπήσεως θυμοῦται· εἰσὶ γάρ τινες ὀρεγόμενοι κατὰ διάνοιαν ἀντιλυπῆσαι τὸν ἐχθρόν, οὐ μέντοι γε δὲ θυμοῦνται ἀλλʼ ἡσυχάζουσι καὶ ἠρεμοῦσι καὶ φιλίαν ὑποκρίνονται. οὗτοι μὲν οἱ ὁρισμοί, ὅ τε ὑλικὸς καὶ ὁ εἰδικός, οὐ κυρίως εἰσὶν ὁρισμοὶ ἀλλὰ δοκοῦντες εἶναι, οὐκ εἰσὶ δέ. ὅθεν οὐδὲ τὸ ἴδιον τοῦ ὁρισμοῦ ἔχουσιν, ἤγουν τὸ ἀντιστρέφειν καὶ τὸ ταυτοὶ εἶναι τῷ ὁριστῷ· ὁ γὰρ κυρίως ὁρισμὸς παντὸς πράγματος εἷς ἐστιν, οὐ πολλοί. ἐπεὶ δὲ πρότερός ἐστιν ὁ εἰδικὸς τοῦ ὑλικοῦ, καθὸ πρῶτον ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως, εἶθʼ οὕτω ζέει τὸ περικάρδιον αἷμα, ἔτι δὲ καὶ πᾶσα ἀπόδειξις ἐκ προτέρων γίνεται, ἀνάγκη τοῦ ὑλικοῦ ἀπόδειξιν γενέσθαι διὰ μέσου τοῦ εἰδικοῦ οὕτως· ὁ θυμούμενος ὀρέγεται ἀντιλυπῆσαι· ὁ δὲ ὀρεγόμενος ἀντιλυπῆσαι ζέει τὸ περικάρδιον αἷμα· ὁ θυμούμενος ἄρα ζέει τὸ περικάρδιον αἷμα. κυρίως δὲ ὁρισμός ἐστιν ὁ ἐξ ἀμφοτέρων, ἤγουν τῆς ὕλης καὶ τοῦ εἴδους, συγκείμενος, οἷον θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως, οὗ καὶ ἀπόδειξιν γενέσθαι ἀδύνατον.

Ἀλλὰ σαφηνιστέον καὶ τὸ κείμενον. ἐπεὶ δὲ τὸ εἰδέναι τὸ τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι τὸ πρᾶγμα ταὐτά εἰσι — τὸ γὰρ τί ἐστιν ὁρισμός ἐστιν, ὁ δὲ ὁρισμὸς εἶδος, τὸ δὲ εἶδος αἴτιον —, τὸ τί ἐστιν ἄρα αἴτιόν ἐστιν· ὁ γὰρ ὁρισμὸς δηλοῖ τὴν αἰτίαν τοῦ εἴτε ἐστὶ τὸ ζητούμενον πρᾶγμα ὑφεστὼς εἴτε καὶ μή. προσθετέον δὲ τούτῳ τὸ «ἐγχωρεῖ γενέσθαι ἀπόδειξιν τοῦ ὁρισμοῦ». ἔστι δὲ τὸ ὅλον τοιοῦτον· εἰ τὸ τί ἐστιν αἴτιόν ἐστιν, ἐγχωρεῖ εἶναι ἀπόδειξιν τοῦ ὁρισμοῦ. λόγος δὲ καὶ αἰτία τούτου, τοῦ εἶναι ἀπόδειξιν τοῦ ὁρισμοῦ, διότι ἔστι τι, ἤγουν ἔστι τις, ὁ εἰδικός, ὁρισμὸς ὡς αἴτιον ἐν τῷ μέσῳ λαμβανόμενος. καὶ τοῦτο τὸ αἴτιον ἢ τὸ αὐτό ἐστιν ἢ ἄλλο, ἤγουν ἢ ταὐτόν ἐστι τῷ ὁριστῷ ἢ ἕτερον. καὶ εἰ ἕτερον, ἢ ἀποδεικτόν ἐστιν, ὡς ὁ ὑλικὸς ὁρισμός, ἢ ἀναπόδεικτον, ὡς ὁ εἰδικός. ὁ γὰρ ὑλικὸς ὁρισμὸς διὰ μέσου τοῦ εἰδικοῦ ὑπάρχει τῷ θυμῷ, ὅθεν καὶ ἀποδείκνυται· ὁ δὲ εἰδικὸς ἀμέσως ὑπάρχει τῷ θυμῷ. ὡς γὰρ εἴπομεν, ὁ θυμούμενος πρῶτον ὀρέγεται ἀντιλυπῆσαι, εἶθʼ οὕτω ζέει τὸ περικάρδιον αἷμα αὐτοῦ· ἐκ δὲ τῶν προτέρων ἡ ἀπόδειξις. εἰ τοίνυν τὸ αἴτιον, ἤγουν ὁ ὑλικὸς ὁρισμὸς ἕτερός ἐστι παρὰ τὸ ὁριστὸν καὶ ἐνδέχεται ἀποδεῖξαι αὐτόν, ἀνάγκη μέσον λαβεῖν ἐν συλλογισμῷ τὸ αἴτιον, ἤγουν τὸν εἰδικὸν ὁρισμόν, καὶ ἐν πρώτῳ σχήματι συλλογισθῆναι διὰ τὸ εἶναι τὸ ἀποδεικνύμενον καὶ καθόλου καὶ κατηγορικόν· ἀποδεικνύμενον δέ ἐστι τὸ «πᾶς θυμὸς ζέσις ἐστὶ τοῦ περικαρδίου αἵματος». εἷς μὲν δὴ τρόπος οὗτος ὁ ἐξητασμένος καὶ ἀποδοθείς, καθʼ ὃν ἐνδέχεται τὸ τί ἐστιν, ἤγουν τὸν ὑλικὸν ὁρισμόν, ἀποδεῖξαι διʼ ἄλλου ὁρισμοῦ, τοῦ εἰδικοῦ.

Τῶν γὰρ τί ἐστιν ἀνάγκη καὶ τὸ μέσον.

Ἤγουν ἐπὶ τῶν συλλογισμῶν τῶν ἀποδεικνυόντων τὸ τί ἐστιν, ἤγουν τὸν ὁρισμόν, ἀνάγκη εἶναι τὸν μέσον ὁρισμόν, ὥσπερ καὶ ἐπὶ τῶν ἰδίων ἴδιον, ἤγουν ὥσπερ καὶ εἰ δείκνυσί τις ὅτι τὸ γελαστικόν ἐστι τῷ ἀνθρώπῳ, ἀνάγκη λαβεῖν μέσον ἴδιον, ἤγουν τὸ ὀρθοπεριπατητικὸν ἢ τὸ λόγῳ χρᾶσθαι.

Ὥστε τὸ μὲν δείξει.

Ἤγουν ἐπειδὴ πολλοὶ ὁρισμοί εἰσι τοῦ αὐτοῦ πράγματος, ὁ μὲν ὑλικὸς ὁ δὲ εἰδικός, τὸ μὲν τῶν τί ἦν εἶναι, ἤγουν ἄλλον μὲν τῶν ὁρισμῶν τοῦ πράγματος, τὸν ὑλικόν, ἀποδείξει, τὸ δέ, τὸν εἰδικόν, οὐκ ἀποδείξει διὰ τὸ εἶναι ἄμεσον.

Οὗτος μὲν οὖν ὁ τρόπος,

Καθʼ ὃν ὁρισμοῦ γίνεσθαι ἀπόδειξιν ὑλικοῦ ἐδείξαμεν διὰ μέσου τοῦ εἰδικοῦ, ὅτι οὐκ ἔστι κυρίως ἀπόδειξις, δέδεικται πρότερον· αἰτεῖται γὰρ τὸ ἐν ἀρχῇ. ζητῶν γάρ, εἰ τὸ «ζέσις τοῦ περικαρδίου αἵματος» ὁρισμός ἐστι τοῦ θυμοῦ, λαμβάνει εἰς ἀπόδειξιν αὐτοῦ ἕτερον ὁρισμόν, τὸν εἰδικόν, ζητούμενον καὶ αὐτὸν εἰ ὁρισμός ἐστι τοῦ θυμοῦ· τὸ δὲ διʼ ἀδήλων ἄδηλον δεικνύειν ἐν ἀρχῇ αἰτεῖσθαί ἐστι. λεγέσθω γοῦν ὁ συλλογισμὸς οὗτος λογικὸς ἀλλὰ μὴ ἀποδεικτικός· πολλὰ γὰρ ἔχει τὰ αἰτιάματα, ἓν μὲν τὸ ἐξ ἐνδόξων συλλογίζεσθαι, ἕτερον δὲ τὸ μὴ ἐξ ἀναγκαίων. οὐ γὰρ ἐξ ἀνάγκης ὁ ὀρεγόμενος ἀντιλυπῆσαι ζέει τὸ περικάρδιον αἷμα· ἡ δʼ ἀπόδειξις ἐξ ἀναγκαίων καὶ ἀληθῶν καὶ οὐκ ἐξ ἐνδόξων. ἄλλως τε οὐδὲ κυρίως ὁρισμὸν ἀπέδειξεν ἀλλὰ δοκοῦντα. ζητήσωμεν δέ, πῶς δυνατὸν ἀπόδειξιν γενέσθαι τοῦ ὁρισμοῦ ἐστιν, ἐπιόντες καὶ λαβόντες πάλιν ἃ ἐξ ἀρχῆς ἐζητήσαμεν, ἤγουν τὸ ὅτι ἔστι καὶ τὸ διότι καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι. φησὶ γοῦν ὅτι, ὥσπερ πρῶτον ἔχοντες καὶ μαθόντες ὅτι ἡ σελήνη ἐκλείπει, ὕστερον ζητοῦμεν διὰ τί ἐκλείπει, ἤγουν τίς ἡ αἰτία τούτου — ἀδύνατον γὰρ τὸ διότι ζητεῖν πρότερον τοῦ ὅτι —, πολλάκις δὲ καὶ ἅμα ταῦτα δῆλα γίνονται — ἐν οἷς γὰρ ἀποδεικνύω τὸ διότι ἐκλείπει αὕτη διὰ μέσου τοῦ ἀντιφράττεσθαι ὑπὸ τῆς γῆς, συναναφαίνεται καὶ ὅτι ἐκλείπει —, οὕτως ἀδύνατόν ἐστιν εἰδέναι τί ἐστιν ἀγνοοῦντας τὸ εἰ ἔστιν· ἀδύνατον γὰρ εἰδέναι τί ἐστιν ἄνθρωπος μὴ γινώσκοντας εἰ ἔστιν ὅλως καὶ συνηρίθμηται τοῖς οὖσι. προέταξε δὲ τὸ ὅτι καὶ τὸ διότι τῶν λοιπῶν διὰ τὸ εἶναι ἡμῖν γνωριμώτερα ὡς σύνθετα.

Τὸ δὲ εἰ ἔστιν ὁτὲ μὲν κατὰ συμβεβηκός.

Τοῦτό ἐστιν ὃ λέγει· ἐπεὶ πρῶτον τὸ εἰ ἔστι γινώσκομεν, εἶθʼ οὕτως τὸ τί ἐστιν, ὡς ἔχομεν γνώσεως τοῦ εἰ ἔστιν, οὕτως ἔχομεν γνώσεως καὶ τοῦ τί ἐστιν· εἰ μὲν καθαρὰν γνῶσιν ἔχομεν τοῦ εἰ ἔστι, ῥᾷον ἂν ἐντεῦθεν ποδηγηθῶμεν εἰς τὴν τοῦ τί ἐστι γνῶσιν· εἰ δὲ ἀμυδράν, ἀσυντελὴς ἡμῖν ἡ τοῦ εἰ ἔστι γνῶσις γίνεται πρὸς τὴν τοῦ τί ἐστιν. οὐ γὰρ τὰ λαμβανόμενα πάντα εἰς δήλωσιν τοῦ εἰ ἔστιν ὁμοτίμως παριστῶσι τὴν ὕπαρξιν τοῦ πράγματος, ἀλλὰ τὰ μὲν καθαρῶς παριστῶσι τὰ δὲ ἀμυδρῶς, ἤγουν τοῦ εἰ ἔστι γνῶσις ἢ ἀπό τινων συμβεβηκότων γίνεται ἢ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ πράγματι. καὶ τὰ μὲν τῶν συμβεβηκότων γνωρίζουσι τὸ πρᾶγμα, ὅτι ἔστιν, ἀμυδρῶς ὡς αὐτοῦ ὄντα καὶ μὴ ἄλλου τινός, κἂν οὐσιώδη οὐκ εἰσίν, ὡς τὸ ὀρθοπεριπατητικόν, τὸ ἥμερον φύσει καὶ τὸ γελαστικόν. τὰ δὲ τῶν συμβεβηκότων οὐδʼ ὅλως παριστῶσι τὸ πρᾶγμα ὡς μὴ ἐν αὐτῷ μόνῳ θεωρούμενα ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς, ὡς τὸ λευκόν, τὸ μέλαν, τὸ βαδίζειν. ὁ γὰρ ἀπὸ συμβεβηκότων ἐπιχειρῶν γνῶναι τὸ εἰ ἔστιν ἢ οὐδʼ ὅλως τοῦτο γινώσκει, καὶ λοιπὸν οὐδὲ τὸ τί ἐστι γινώσκει, ἢ ἀμυδρὰν τὴν τοῦ εἰ ἔστιν ἔχει γνῶσιν· καὶ εἰ τοῦτο, καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἀμυδρὰν ἕξει. εἰ δὲ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων γνωρίζομεν τὸ εἰ ἔστιν, ἐπειδὴ τὰ μὲν αὐτῶν ἐν πλείοσι θεωρεῖται καὶ πορρωτέρω ἐστίν, ὡς τὸ οὐσία, τὸ ἔμψυχον, τὰ δὲ ἐν ἐλάττοσι θεωροῦνται καὶ ἐγγυτέρω εἰσίν, ὡς τὸ ζῷον, τὸ λογικόν, τὰ δὲ ἐν μόνοις αὐτοῖς θεωροῦνται, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ μὲν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων καὶ πόρρω ὄντων ὡς κοινοτέρων γνωρίζομεν τὸ εἰ ἔστιν, ἀμυδρὰν καὶ τὴν γνῶσιν ἐκ τούτων ἕξομεν, ὅθεν οὐδὲ ῥᾳδίαν τὴν τοῦ τί ἐστι γνῶσιν ἕξομεν· εἰ δὲ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων τῶν ἐγγυτέρω καὶ αὐτῷ μόνῳ ὑπαρχόντων τὴν τοῦ εἶναι γνῶσιν ἕξομεν, ῥᾳδίως ἂν ὁδηγηθῶμεν καὶ εἰς καθαρὰν γνῶσιν τοῦ τί ἐστι.

Ὁτὲ δʼ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος.

Ἤγουν ποτὲ δὲ ἔχομεν γνῶσιν τοῦ πράγματος ἀπό τινος τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ. καὶ πρῶτον μὲν τίθησι παραδείγματα, πῶς ἐπιγίνεται ἡμῖν γνῶσις τοῦ εἰ ἔστιν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ. εἰ γὰρ γνῶσιν ἕξομεν τοῦ εἰ ἔστι βροντὴ ἐκ τοῦ γίνεσθαι ψόφον νεφῶν, καὶ πάλιν εἰ γινώσκομεν εἰ ἔστιν ἔκλειψις ἀπὸ τοῦ στέρησιν γίνεσθαι φωτὸς καὶ τὸν ἄνθρωπον γινώσκομεν εἰ ἔστιν ἀπὸ τοῦ εἶναι ζῷον καὶ τὴν ψυχὴν ἀπὸ τοῦ αὐτὴν εἶναι κινοῦσαν ἑαυτήν, ῥᾷον ἀπὸ τούτων ἕξομεν ὁδηγίαν εἰς τὸ γνῶναι καὶ τί ἐστιν ἕκαστον αὐτῶν. τοῦ δὲ γινώσκειν τὸ εἰ ἔστιν ἀπὸ συμβεβηκότων παραδείγματα ταῦτα. οἷον γνωρίζομεν βροντὴν εἶναι ἀπὸ τοῦ γίνεσθαι καὶ εἶναί τινας ἐμβροντήτους ὑπὸ τοῦ ψόφου· ἐμβρόντητοι δέ εἰσιν οἱ τὸν νοῦν ἀπολέσαντες ἐκ τοῦ ψόφου. καὶ ὅτι ἔστιν ἔκλειψις γινώσκομεν, ὅτι ἀφανὴς ἄφνω γίνεται ἡ σελήνη πανσέληνος οὖσα καὶ μὴ ὑπὸ νέφους ἐπισκοτουμένη, καὶ ἄνθρωπός ἐστιν ἐκ τοῦ περιπατητικὸν εἶναι ἢ ὁμιλητικόν, καὶ ψυχὴν εἶναι γνωρίζομεν διὰ τὸ τὸ ἔμψυχον σῶμα μεταμείβειν ἐκ τόπου εἰς τόπον μή τινος ἔξωθεν κινοῦντος αὐτό. ἐπεὶ οὖν ἐκ τῶν τοιούτων ἔχομεν τὴν γνῶσιν τοῦ εἰ ἔστιν οὐδʼ ὅλως ἡμῖν παριστῶσαν αὐτό, διὰ τοῦτο οὐδὲ τὴν τοῦ τί ἐστι γνῶσιν ἕξομεν.

Ὧν δʼ ἔχομέν τι τοῦ τί ἐστιν.

Εἰπὼν ὅτι ὡς ἔχομεν γνώσεως περὶ τὸ εἰ ἔστιν καὶ τὸ ὅτι ἔστιν, οὕτως ἔχομεν καὶ τὴν τοῦ τί ἐστιν ἢ τοῦ διότι γνῶσιν, καὶ ὅτι, εἰ μὲν ἀπὸ συμβεβηκότων γινώσκομεν τὸ εἰ ἔστιν ἢ τὸ ὅτι ἔστιν, ἀμυδρὰν καὶ τὴν περὶ τούτων γνῶσιν ἔχομεν, ὅτι ἀγνοοῦντες τὸ εἰ ἔστιν ἢ τὸ ὅτι ἔστι τὸ τί ἐστι καὶ τὸ διὰ τί ζητοῦμεν, εἰ δὲ ἀπὸ οὐσιωδῶν αἰτίων γινώσκεις ταῦτα, ἅμα τούτοις συναναφαίνεται καὶ ἡ τοῦ τί ἐστι καὶ ἡ τοῦ διὰ τί γνῶσις, καὶ παραδείγματα τούτων τίθησι, πρῶτον μέν, ὅταν τὸ αἴτιον ᾖ οὐσιῶδες, εἶθʼ οὕτω καὶ ὅτε συμβεβηκός. καὶ φησίν, ἐφʼ ὧν πραγμάτων αἰτιατῶν λαμβάνομεν τὸ προσεχὲς τούτων αἴτιον καὶ οὐσιῶδες, ὅτε καθαρὰν τὴν τοῦ εἰ ἔστι γνῶσιν ἔχομεν ἢ τοῦ ὅτι ἔστιν, ἔχομέν τι καὶ τοῦ τί ἐστιν, ἤγουν ἔχομεν συναναφαινομένην καὶ τὴν γνῶσιν τοῦ τί ἐστι τῇ τοῦ εἰ ἔστι γνώσει. τὸ μὲν οὖν ζητεῖν, ἆρα ἐκλείπει ἡ σελήνη ἢ οὔ, οὐκ ἄλλο τί ἐστιν ἀλλʼ ἢ εἰ τὸ Β, ἤγουν ὁ μέσος ὅρος, αἴτιός ἐστι τῆς ἐκλείψεως τῆς σελήνης, ἤγουν ἡ ἀντίφραξις. τὸ δὲ ζητεῖν, εἰ τὸ Β ἐστὶν αἴτιον τῆς ἐκλείψεως, οὐδὲν διαφέρει τοῦ ζητεῖν εἰ τὸ Β ἐστὶ λόγος καὶ ὁρισμὸς αὐτοῦ, τοῦ μείζονος ὅρου, ἤγουν τῆς ἐκλείψεως. καὶ ἐὰν τοῦτο, ἤγουν ἡ ἀντίφραξίς ἐστιν ὁρισμὸς τοῦ Α, κἀκεῖνό φαμεν εἶναι, ἤγουν ἔγνωμεν διὰ τούτου τοῦ Β ὅτι ἔστιν ἔκλειψις. ὁρᾷς ὅπως ἅμα ἔγνως καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, πλὴν εἰ καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τῶν οὐσιῶν θεωρεῖται, οἷον εἰ ἔστι νοῦς, καὶ τί ἐστι νοῦς. τὸ δὲ ὅτι καὶ διὰ τί ἐπὶ παθῶν τῶν ἐν ἑτέροις θεωρουμένων ζητεῖται, ὡς εἰ ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ. ἀλλʼ ἐπεὶ σκοπός ἐστι τῷ Ἀριστοτέλει πῶς ἔστιν ἀπόδειξις τοῦ τί ἐστιν, ἡ δʼ ἀπόδειξις ἐπὶ παθῶν θεωρεῖται τῶν ἐν ἄλλοις θεωρουμένων καὶ ὑφεστώτων, οὐ μέντοι ἐπὶ τῶν οὐσιῶν, ἀδιάφορον ἡγεῖται τὸ εἰ ἔστι λαμβάνειν ἐπὶ τοῦ ὅτι ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τοῦ διὰ τί διὰ τὸ ἐπὶ τῶν αὐτῶν καὶ τὰ τέσσαρα θεωρεῖσθαι. παραδειγματίζονται γὰρ ἐπὶ τῆς ἐκλείψεως, ἥτις ἐν μὲν τῇ σελήνῃ θεωρουμένη ζητεῖται ἐπʼ αὐτῆς τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί· εἰ δὲ χωρίσαις ταύτην τῆς σελήνης, θεωρήσεις ἐπʼ αὐτῆς τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν.

Ἢ ποτέρας τῆς ἀντιφάσεως.

Ἀντίφασιν εἰπὼν ἐδήλωσεν ἢ κατάφασιν ἢ ἀπόφασιν· μέρη γὰρ ταῦτα τῆς ἀντιφάσεως. καὶ πάλιν εἰ ζητοῦμεν εἰ ἔστι τις αἰτία τῆς ἀντιφάσεως, τοῦτο ζητοῦμεν, ἆρα ἔστιν αἰτία τοῦ τὸ τρίγωνον ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἢ τοῦ μὴ ἔχειν ταύτας οὕτως. πάντως δὲ τῆς καταφάσεως ἔσται ἡ αἰτία, οὐ τῆς ἀποφάσεως· τοῦ γὰρ μὴ ὄντος αἰτία οὐκ ἔστιν. αἰτία δέ ἐστι τῆς καταφάσεως τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας. ἐὰν δὲ εὕρωμεν τὴν αἰτίαν, ἅμα ἔγνωμεν καὶ τὸ ὅτι καὶ τὸ διότι. γίνεται δὲ τούτων ἡ γνῶσις ἅμα, ἐὰν ᾖ ἀποδεδομένον, ὅτι τῇ σελήνῃ ὑπάρχει τὸ ἐκλείπειν καὶ τῷ τριγώνῳ αἱ δύο ὀρθαί, διὰ μέσων αἰτίων ὄντων οὐ μόνον τοῦ συμπεράσματος ἀλλὰ καὶ τοῦ πράγματος, ἤγουν οὐσιωδῶν αἰτίων.

Εἰ δὲ μή.

Εἰ δὲ τὸ μέσον οὐκ ἔστιν αἴτιον οὐσιῶδες καὶ διὰ τοῦτο τοῦ μὲν συμπεράσματός ἐστιν αἴτιον, τοῦ δὲ πράγματος οὔ, τὸ ὅτι μόνον γινώσκομεν, τὸ δὲ διότι ἀγνοοῦμεν.

Πότερον ἀντίφραξις ἢ στροφὴ τῆς σελήνης.

Ταῦτα παραδείγματά εἰσι τῆς ἐκλείψεως. ἡ δʼ ἀπόσβεσις τοῦ πυρὸς ἡ βροντή. ἔτι γὰρ ἐξερχόμενος τοῦ βεβαιῶσαι ὅτι, εἰ ὁ μέσος ὅρος αἴτιόν ἐστιν οὐσιῶδες, ἅμα γινώσκομεν καὶ τὸ ὅτι ἔστι καὶ τὸ διότι, οἷς συναναφαίνεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις, ἔλαβε ταῦτα τὰ παραδείγματα. εἰ δὲ καὶ πλείω αἴτια ἔλαβε τῆς ἐκλείψεως, μὴ θαυμάσῃς· οὔπω γὰρ φανεροῦ ὄντος ὅπως ἡ ἔκλειψις γίνεται, λαμβάνει πολλὰ τὰ αἴτια, ἵνʼ ἐκ τῶν πολλῶν τὸ κρεῖττον ἐκλέξηται. εἰώθασι γὰρ οἱ ζητοῦντες περί τινος αἰτιατοῦ λαμβάνειν ὅσα εἰκός ἐστιν ὑποπτεῦσαι εἶναι αἴτια τούτου, εἶτα ἐκλέγεσθαι τὸ κρεῖττον αὐτῶν. ἔλεγόν τινες τὴν ἔκλειψιν κατὰ στροφὴν γίνεσθαι τῆς σελήνης· τὸ γὰρ μέρος αὐτῆς τὸ πρὸς ἡμᾶς ἔλεγον εἶναι πεφωτισμένον ὑπὸ τῶν ἀκτίνων τοῦ ἡλίου ὑπὸ γῆν ὄντος, τὸ δὲ μέρος αὐτῆς. τὸ πρὸς οὐρανὸν εἶναι ἀφώτιστον, ὅπερ στρεφόμενον πρὸς ἡμᾶς ποιεῖ τὴν ἔκλειψιν. πρότερον δὲ ἐκτίθεται τὸν ὁρισμὸν τῆς βροντῆς καὶ τῆς ἐκλείψεως. εἶτα ποιεῖται τὴν ἀπόδειξιν, ὅτι ἡ σελήνη ἐκλείπει ἢ ὅτι ἐν νέφει ἐστὶν ἡ βροντή, ἤγουν ὁ ψόφος, ἵνʼ ἔχων τοὺς ὁρισμοὺς ἑκατέρους ῥᾷον νοήσῃς, πῶς τὸ τί ἐστι θηρᾶται καὶ εὑρίσκεται διὰ τῆς ἀποδείξεως.

Τοῦτο δέ, ἤγουν ὁ μέσος ὅρος, ἐστὶν ὁ λόγος καὶ ὁρισμὸς τοῦ ἑτέρου ἄκρου τοῦ μείζονος, τοῦ Α.

Ἂν δὲ πάλιν τούτου ἄλλο μέσον ᾖ.

Τοῦτο λέγει ὅτι, εἰ πολλάκις ὁ μέσος ὅρος ἐν τῇ ἀποδείξει οὐ ληφθῇ ὁρισμός, πῶς εὑρεθήσεται ὁ ὁρισμὸς τοῦ μείζονος· οἷον εἴ τις ἀποδεικνύων ὅτι ὁ ἄνθρωπος οὐσία διὰ μέσου τοῦ ζῴου ὁρισμὸν οὐκ ἔλαβε. καὶ παραδίδωσι κανόνα, πῶς ἐν τῇ τοιαύτῃ ἀποδείξει εὑρήσεις τοὺς ὁρισμούς, καὶ φησίν· ἐπειδὴ καὶ αἱ δύο προτάσεις ἔμμεσοί εἰσι, πρὸς ἀπόδειξιν μὲν τῆς ἐλάττονος λάβε τὸ «οὐσία ἔμψυχος αἰσθητική», ὅ ἐστιν ὁρισμὸς τοῦ ζῴου· ἐν δὲ τῇ ἀποδείξει τῆς μείζονος λάβε μέσον ὅρον τὸ ἀνὰ μέρος δεκτικὸν εἶναι τῶν ἐναντίων, ὃ ἴδιόν ἐστι τῆς οὐσίας.

Ὡς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι.

Ἤγουν πῶς τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς διʼ ἀποδείξεως γινώσκεται, εἴρηται· δεικνύων γάρ, ὅτι ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ, ἐν τῇ ἀποδείξει ταύτῃ ὁ μέσος εὑρίσκεται ὁρισμὸς τῆς ἐκλείψεως. συλλογισμὸς δὲ καὶ ἀπόδειξις οὐ γίνεται τοῦ τί ἐστιν, ἤγουν συμπέρασμα δὲ ἀποδείξεως ὁ ὁρισμὸς οὐ γίνεται. ὥστε καὶ ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ καὶ οὐκ ἔστιν· ἀπόδειξις μὲν ἔστιν αὐτοῦ ὡς εὑρισκομένου διʼ ἀποδείξεως· ὁ γὰρ μέσος ὅρος ὁρισμὸς τοῦ μείζονός ἐστιν· ἀπόδειξις δὲ οὐκ ἔστιν αὐτοῦ, διότι συμπέρασμα οὐ γίνεται διʼ ἀποδείξεως.

Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον.

Ἐπί τινων πραγμάτων αἰτιατῶν τὸ αἴτιον ἕτερόν ἐστι τοῦ αἰτιατοῦ· εἰσὶ γάρ τινα αἴτια, ἃ ὕστερον ἕπονται ἡγουμένων προτέρων αἰτίων τινῶν προσεχῶς ὑπαρχόντων τῷ αἰτιατῷ. οἷον τὸ ἀφώτιστον γίνεσθαι τὴν σελήνην αἴτιόν ἐστι τῆς ἐκλείψεως τῆς σελήνης, ἀλλʼ ὕστερον ἐπακολουθοῦν· προηγεῖται γὰρ τούτου ἡ ἀντίφραξις· πρῶτον γὰρ ἡ σελήνη ἀντιφράττεται ὑπὸ τῆς γῆς καὶ ἐκλείπει, εἶθʼ οὕτως ἐπακολουθεῖ τὸ ἀφώτιστον εἶναι ταύτην. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς βροντῆς ὕστερον ἐπακολουθεῖ ὁ ψόφος πρότερον ἀποσβέσεως πυρὸς γενομένης ἐν νέφει. ἡ γοῦν ἀντίφραξις, ἥτις ἐστὶν αἰτία, ἑτέρα ἐστὶ παρὰ τὸ αἰτιατόν, τὴν ἔκλειψιν τῆς σελήνης, καὶ ἡ ἀπόσβεσις τοῦ πυρὸς ἑτέρα ἐστὶ παρὰ τὴν βροντήν, καὶ ἡ ζέσις τοῦ περικαρδίου αἵματος ἑτέρα τοῦ θυμοῦ. τινὰ δὲ αἴτια οὐκ εἰσὶν ἕτερα τοῦ αἰτιατοῦ ἀλλὰ ταὐτά, ὡς τὸ ζῷον λογικὸν θνητὸν καὶ ὁ ἄνθρωπος. ὥστε ἑτέρων μὲν αἰτιατῶν ἐστι τὸ αἴτιον ἕτερον παρʼ αὐτά, ἐπὶ τινῶν δὲ αἰτιατῶν τὸ αἴτιον οὐκ ἔστιν ἕτερον ἀλλὰ ταὐτὸν ἐκείνοις. ταῦτα δὲ λέγει, ἵνα δείξῃ ὡς οὐ πᾶς ὁρισμός, ἤγουν οὐ πᾶν αἴτιον, διʼ ἀποδείξεως εὑρίσκεται οὐδὲ πᾶς ὁρισμὸς γίνεται συμπέρασμα. ἀλλʼ ὅσοι μὲν τῶν ὁρισμῶν ἀμέσως ὑπάρχουσι τοῖς ὁριστοῖς καὶ αἰτιατοῖς, ὡς ἡ ἀντίφραξις τῆς γῆς ἀμέσως ὑπάρχει τῇ ἐκλείψει καὶ ἡ ἀπόσβεσις τοῦ πυρὸς τῇ βροντῇ καὶ ἡ ὄρεξις ἀντιλυπήσεως τῷ θυμῷ, οὗτοι ἀρχαί εἰσιν, αἵτινες ἀναπόδεικτοι, καὶ ὑποτιθέμεθα καὶ ὡς ὁμολογουμένας λαμβάνομεν ταύτας, καὶ οὐ ζητοῦμεν ἐπʼ αὐτῶν τὸ εἰ ἔστιν ἢ τί ἐστιν. οἱ τοιοῦτοι ὁρισμοὶ ἀναπόδεικτοί εἰσι· συμπεράσματα γὰρ οὐ γίνονται ἀποδείξεως. γινώσκονται δὲ κατὰ ἄλλον τρόπον, ἤγουν ἢ διʼ ἐπαγωγῆς ἢ διʼ ἀποδείξεως· ἐν γὰρ ταῖς ἀποδείξεσιν εὑρίσκεται ὁ μέσος ὅρος ὁρισμὸς τοῦ μείζονος.

Ὅπερ ὁ ἀριθμητικὸς ποιεῖ.

Ἐπεὶ γὰρ ἀρχὴν ἔχει τὴν μονάδα, ὡς ὁμολογούμενον ταύτην λαμβάνει καὶ ὅτι ἔστι καὶ τί ἐστιν. ἔστι δὲ μονὰς καθʼ ἣν ἕκαστον τῶν ὄντων ἓν λέγεται. ἐπὶ δὲ τῶν ὁριστῶν καὶ αἰτιατῶν τῶν ἐχόντων τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἕτερον τῆς οὐσίας καὶ ἐμμέσως θεωρούμενον ἐν τῷ ὑποκειμένῳ ἔστι δηλῶσαι καὶ δεῖξαι τὸ τί ἐστι διʼ ἀποδείξεως, μὴ ἀποδεικνύντας δὲ τὸ τί ἐστι, ἤγουν μὴ ὡς συμπέρασμα τὸν ὁρισμὸν ποιοῦντας. οἷον ἡ στέρησις τοῦ φωτὸς αἰτία μέν ἐστι τῆς ἐκλείψεως, ἀλλʼ ἔμμεσος· καὶ διὰ τοῦτο λήψῃ μέσον ὅρον τῆς σελήνης καὶ τῆς στερήσεως τοῦ φωτὸς τὴν ἀντίφραξιν τῆς γῆς, καὶ λοιπὸν εὑρίσκεται ἡ ἀντίφραξις ὁρισμὸς εἶναι τῆς στερήσεως τοῦ φωτός, ἤγουν τῆς ἐκλείψεως.

Ὁρισμὸς δʼ ἐπειδὴ λέγεται εἶναι λόγος.

Ὁρίζεται τὸν ὁρισμὸν ἐνταῦθα, καὶ φησὶν ὡς ὁρισμός ἐστι λόγος τοῦ τί ἐστιν. ἐν τούτῳ πάντα τὰ εἴδη τοῦ ὁρισμοῦ ἐμπεριείληπται καὶ αὐτὸς ὁ ὀνοματώδης ὁρισμός· καὶ οὗτος γάρ ἐστι λόγος τοῦ τί ἐστιν. ἀλλʼ ὅρα καὶ τὴν διαφοράν· τὰ μὲν ἄλλα εἴδη τοῦ ὁρισμοῦ λόγοι εἰσὶ τοῦ τί ἐστιν, ἤγουν δηλωτικοὶ τῆς φύσεως τοῦ πράγματος· ὁ δὲ ὀνοματώδης ὁρισμὸς λόγος ἐστὶ τοῦ τί σημαίνει τί ἐστιν, ἤγουν ἐφερμηνευτικὸς τοῦ ὀνόματος. μετὰ δὲ τὸ ὁρίσασθαι τὸν ὁρισμὸν λέγει καὶ τὰ σημαινόμενα τοῦ ὁρισμοῦ, καὶ φησίν· ἄλλος μὲν ὁρισμὸς λέγεται ὀνοματώδης, ὃς καὶ ἔστι λόγος τοῦ τί σημαίνει τὸ ὄνομα, ἢ εἰ βούλει, εἰπὲ τοῦτον λόγον ὀνοματώδη· ταὐτὰ γάρ εἰσιν. οἷον παριστᾷ τί σημαίνει τὸ ὄνομα τοῦ τριγώνου καθὸ τρίγωνον· ὁ γὰρ εἰπὼν «τρίγωνόν ἐστι σχῆμα ὑπὸ τριῶν γωνιῶν συνιστάμενον» λόγον εἶπεν ὀνοματώδη.

Ὅπερ ἔχοντες ὅτι ἔστι.

Ἤγουν διʼ οὗ ὀνοματώδους ὁρισμοῦ μαθόντες ὡς ἔστι τρίγωνον, ζητοῦμεν καὶ διὰ ποίαν αἰτίαν τὸ τρίγωνον ἔχει τὰς τρεῖς γωνίας. χαλεπὸν δέ ἐστιν, ἃ μὴ γινώσκομεν ὅτι εἰσί, λαβεῖν καὶ μαθεῖν οὕτως, ἤγουν ἀπὸ τοῦ ὀνοματώδους. ἡ δʼ αἰτία δήλη καὶ προειρημένη· εἶπε γάρ, ὡς ὅταν τις γινώσκῃ ἀπὸ συμβεβηκότων τι ὅτι ἔστιν, οὐδὲ γινώσκει αὐτό· ὁ δὲ ὀνοματώδης ὁρισμὸς συμβεβηκότος ἐστὶν ὁρισμός. καὶ διὰ τοῦτο οὔτε εἰ ἔστι τρίγωνον γινώσκομεν οὔτε εἰ μὴ ἔστιν ἀπὸ τούτου.

Ἀλλʼ ἢ κατὰ συμβεβηκός.

Τουτέστιν οὐκ ἔχομεν γνῶσιν τῆς φύσεως τοῦ τριγώνου ὡς τριγώνου, ἤγουν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ, ἀλλʼ ἢ κατὰ συμβεβηκὸς τοῦτο γινώσκομεν, ἤγουν ἀπὸ συμβεβηκότος, δηλονότι τοῦ ὀνόματος· τὰ γὰρ ὀνόματα θέσει, τουτέστιν ἐξ ἐπινοίας ἀνθρώπων ἐτέθησαν, οὐ παρὰ τῆς φύσεως δεδημιούργηται, καὶ διὰ τοῦτο παρὰ μὲν τῶν Ἑλλήνων ὁ ἄνθρωπος λέγεται, παρὰ δὲ τῶν Λατίνων ἄλλως καὶ παρὰ τῶν Περσῶν ἄλλως· τὰ δὲ θέσει συμβεβηκότα.

Λόγος δὲ εἷς λέγεται διχῶς.

Ἤγουν κατὰ δύο τρόπους λέγεται εἷς ὁ λόγος· ἢ γὰρ τῷ συνδέσμῳ εἷς λέγεται, κἂν πολλοὶ ὦσι καὶ πολλὰ πράγματα σημαίωσιν, οἷον «Σωκράτης περιπατεῖ καὶ Πλάτων διαλέγεται καὶ Ἀριστοτέλης φησί». κατὰ τοῦτον τὸν τρόπον καὶ τὴν Ἰλιάδα, ἤγουν τὴν συγγραφὴν πᾶσαν τοῦ Ὁμήρου, εἴποι τις λόγον ἕνα τῷ συνδέσμῳ· ἐξέχονται γὰρ τῆς ἐννοίας ἀλλήλων καὶ εἷς λόγος τῷ συνδέσμῳ δοκοῦσι· διὰ γὰρ τοῦ εἰπεῖν «Ἰλιάς» τὸ ὅλον βιβλίον ἐδήλωσεν ὡς διαλαμβάνον περὶ τῶν ἐν Ἰλίῳ γενομένων.

Ὁ δὲ τῷ ἓν καθʼ ἑνὸς δηλοῦν.

Ἤγουν λέγεται εἷς λόγος καὶ ὁ εἰδικὸς ὁρισμὸς ὁ ἓν καθʼ ἑνὸς δηλῶν μὴ κατὰ συμβεβηκός, ὡς τὸ «θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεως»· οὗτος γὰρ καὶ τὸν κατηγορούμενον ἕνα ἔχει — εἰ γὰρ καὶ δύο εἰσὶ τὰ ὀνόματα, τὸ «ὄρεξις ἀντιλυπήσεως», ἐξ ὧν ὁ κατηγορούμενος, ἀλλʼ ἕν εἰσιν ὡς συμπληρωτικὰ ἑνὸς πράγματος — καὶ καθʼ ἑνὸς κατηγορεῖται, ἤγουν τοῦ θυμοῦ, καὶ οὐδὲ κατὰ συμβεβηκὸς κατηγορεῖται ἀλλὰ καθʼ αὑτό. εἷς γοῦν ἐστιν ὁ τοιοῦτος λόγος καθʼ αὑτὸ ὡς καὶ τὸν κατηγορούμενον ἔχων ἕνα καὶ τὸν ὑποκείμενον. ἡ δὲ πρότασις ἡ λέγουσα «Σωκράτης φιλόσοφός ἐστιν» εἷς μὲν λόγος λέγεται καὶ αὕτη, ἀλλὰ κατὰ συμβεβηκός, διότι τὰ ἐξ ὧν σύγκειται ὁ κατηγορούμενος ἕτερά εἰσιν ὡς σημαντικὰ ἄλλων καὶ ἄλλων· τὸ μὲν γὰρ «ἐστίν» ὕπαρξιν δηλοῖ, τὸ δὲ «φιλόσοφος» συμβεβηκός. κατὰ συμβεβηκὸς δὲ λέγεται εἷς, καθὸ συνέβη ἐν τῷ Σωκράτει τὸ φιλόσοφον θεωρεῖσθαι.

Εἷς μὲν δὴ ὁρισμός ἐστι τοῦ ὅρου κυρίως τὸ λόγος ἓν καθʼ ἑνὸς κατηγορῶν μὴ κατὰ συμβεβηκός. ἄλλος δὲ ὁρισμὸς τοῦ ὅρου ἐστὶ λόγος ὁ δηλῶν διὰ τί ἐστιν, ἤγουν ὁ ἔχων τὴν αἰτίαν τοῦ πράγματος ἅμα καὶ τὸ αἰτιατόν. οἷός ἐστιν ὁ σύνθετος ὁρισμός, ὃς καὶ κυρίως ὁρισμός ἐστι καὶ τέλειος ὡς καὶ ἀντιστρέφων πρὸς τὸ ὁριστὸν καὶ ταυτὸς ὢν ἐκείνῳ. οἷόν ἐστι τὸ «θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως»· ἐν τούτῳ γὰρ ἔνεστι καὶ τὸ αἰτιατόν, ἤγουν ἡ ζέσις τοῦ περὶ καρδίαν αἵματος, καὶ τὸ αἴτιον τῆς ζέσεως, οἷον τὸ «ὄρεξις ἀντιλυπήσεως».

Ὥστε ὁ μὲν πρότερος ὁ εἰδικὸς σημαίνει μὲν φύσιν πράγματος, δείκνυσι δʼ οὔ, ἤγουν ἀπόδειξις δʼ οὐκ ἔστιν, ἤγουν οὐχ ὡμοίωται τῇ ἀποδείξει· ἐν γὰρ τῇ ἀποδείξει καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν λαμβάνεται· ὁ δὲ ῥηθεὶς ὁρισμὸς τὸ αἴτιον μόνον ἔχει. ὁ δʼ ὕστερος ὁρισμὸς ὁ λέγων λόγος δηλῶν διὰ τί ἐστιν ἔστιν οἷον ἀπόδειξις τοῦ τί ἐστιν, ἤγουν ἐοικὼς τῇ ἀποδείξει καὶ οἷον τὸν ὁρισμὸν ἀποδεικνύων. διαφέρει δὲ τῆς ἀποδείξεως κατὰ τὴν θέσιν. ἐν μὲν γὰρ τῇ ἀποδείξει πρόκειται τὸ αἴτιον, εἶθʼ οὕτως ἐπάγεται ὡς συμπέρασμα τὸ αἰτιατόν· οἷον ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως, ὁ ὀρεγόμενος ἀντιλυπήσεως ζέει τὸ περὶ καρδίαν αἷμα, ὁ θυμούμενος ἄρα ζέει τὸ περὶ καρδίαν αἷμα· καὶ πάλιν νέφει πῦρ ἀποσβέννυται, ἀποσβεννυμένου τοῦ πυρὸς ψόφος γίνεται, ἐν τῷ νέφει ἄρα ψόφος γίνεται, ἤγουν βροντή. ἐν δὲ τῷ ὁρισμῷ τῷ συνθέτῳ ἀνάπαλιν κεῖνται, τὸ μὲν αἰτιατὸν πρῶτον, τὸ δʼ αἴτιον ὕστερον· οἷον τὸ «θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως» καὶ «βροντή ἐστι ψόφος ἀποσβεννυμένου πυρὸς ἐν νέφει». ὥστε ὁ αὐτὸς τρόπος κατὰ ἄλλον μὲν τρόπον λέγεται ὁρισμός, ἤγουν εἰ ἔχει τὸ αἰτιατὸν πρῶτον τὸ δʼ αἴτιον ὕστερον, ὡδὶ δέ, ἤγουν κατὰ ἄλλον δὲ τρόπον, λέγεται ἀπόδειξις συνεχής, εἴπερ τὸ μὲν αἴτιον κεῖται πρῶτον τὸ δʼ αἰτιατὸν ὕστερον. εἶπε δὲ τὸ συνεχής, διότι ἡ ἀπόδειξις τὸ παντὶ δείκνυσι, τοῦτο δὲ ἐν μόνῳ τῷ πρώτῳ σχήματι δείκνυται, ἐν δὲ τῷ πρώτῳ σχήματι συνεχῶς καὶ κατʼ εὐθεῖαν κεῖνται οἱ ὅροι καὶ οὐχ ὡς ἐν τῷ δευτέρῳ σχήματι ἢ ἐν τῷ τρίτῳ ὁ μέσος ἔξω κεῖται τῶν ἄκρων.

Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή.

Διὰ μὲν τοῦ διὰ τί ἐδήλωσε τὴν ἀπόδειξιν, διὰ δὲ τοῦ τί ἐστι τὸν ὁρισμόν, λέγων διαφέρειν ταύτην τοῦ ὁρισμοῦ διὰ τὴν θέσιν τοῦ αἰτίου καὶ αἰτιατοῦ.

Ἔτι ἐστὶ καὶ ὁρισμὸς τῆς βροντῆς ὑλικὸς ὁ λέγων ψόφος ἐν νέφεσι· τοῦτο δὲ γίνεται συμπέρασμα ἀποδείξεως, καὶ ἔστιν ὁ τοιοῦτος ὁρισμὸς ἀποδεικτὸς διὰ μέσου τοῦ εἰδικοῦ ὁρισμοῦ. ὁ δὲ ὁρισμὸς ὁ εἰδικός, ὃς καὶ ἀμέσως ὑπάρχει τῷ ὁριστῷ, θέσις ἐστὶ δηλωτικὴ τοῦ τί ἐστὶ τὸ πρᾶγμα, ἤγουν τῆς οὐσίας τοῦ πράγματος, ἀναπόδεικτος. ἡ γὰρ ἄμεσος πρότασις διαιρεῖται εἰς τὰ ἀξιώματα καὶ εἰς τὴν θέσιν· ἡ δὲ θέσις, ὡς φθάσαντες εἴπομεν, διαιρεῖται εἰς τὴν ὑπόθεσιν καὶ θέσιν.

Ἔστιν ἄρα ὁρισμός.

Νῦν ἀπαριθμεῖται τὰ σημαινόμενα τοῦ ὁρισμοῦ. καὶ φησὶν εἷς μέν ἐστιν ὁρισμὸς λόγος δηλωτικὸς τοῦ τί ἐστι τὸ πρᾶγμα ἀναπόδεικτος, οἷός ἐστιν ὁ εἰδικός. εἷς δέ ἐστιν, ἤγουν ἕτερος, συλλογισμὸς τοῦ τί ἐστι, διαφέρων τῆς ἀποδείξεως τῇ πτώσει, ἤγουν τῇ θέσει, οἷός ἐστιν ὁ σύνθετος. τρίτος δέ ἐστιν ὁρισμὸς ὁ ὑλικός, ὃς καὶ ἀποδείκνυται καὶ συμπέρασμα τῆς ἀποδείξεως γίνεται τοῦ τί ἐστιν, ἤγουν ὅστις ἐστὶ καὶ ἀποδεικτός· ἀποδείκνυται γὰρ διὰ μέσου τοῦ εἰδικοῦ.

Φανερὸν οὖν ἐκ τῶν εἰρημένων.

Νῦν ἀνακεφαλαίωσιν ποιεῖται ὧν εἴρηκε. φανερὸν οὖν ἐστι πῶς ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ καὶ πῶς οὐκ ἔστιν, ἤγουν ἀποδεικτὸς μέν ἐστιν ὁ εἰδικὸς ὁρισμὸς ὡς διὰ τῆς ἀποδείξεως ἐμφαινόμενος· μέσος γὰρ κεῖται ὁρισμὸς ὢν τοῦ μείζονος ὅρου· ἀπόδειξις δὲ οὐκ ἔστιν αὐτοῦ, καθὸ συμπέρασμα οὐ γίνεται. καὶ πῶς τὸ τί ἐστι δείκνυσιν, ἤγουν ὁ ὁρισμὸς δείκνυσι μὲν φύσιν πράγματος, καὶ πῶς οὐ δείκνυσιν, ἤγουν οὐ δείκνυσι δὲ πάθος ὑπάρχον τινὶ ὑποκειμένῳ. καὶ τίνων ἐστὶν ὁρισμός, τῶν ἁπλῶν, νοῦ καὶ ψυχῆς, τίνων δὲ οὔ, τῶν συνθέτων. ἔτι δὲ πῶς ὁ σύνθετος ὁρισμὸς ἔχει πρὸς τὴν ἀπόδειξιν, ἤγουν κατὰ τί διαφέρει αὐτοῦ. καὶ πῶς τοῦ αὐτοῦ καὶ ἑνὸς ἐνδέχεται εἶναι ὁρισμόν, καὶ πῶς οὐκ ἐνδέχεται εἶναι ὁρισμὸν ἀλλʼ ἀπόδειξιν. οἷον τῆς ἐκλείψεως ἔστι καὶ ὁρισμὸς καὶ ἀπόδειξις ἄλλως καὶ ἄλλως· εἰ μὲν γὰρ χωρίσεις τὴν ἔκλειψιν τῆς σελήνης τῇ ἐπινοίᾳ, δηλώσεις ταύτην διʼ ὁρισμοῦ· εἰ δὲ ἐν τῇ σελήνῃ θεωρεῖς ταύτην, διʼ ἀποδείξεως δηλώσεις ὅτι ἔστιν ἐν αὐτῇ.

Ἐπεὶ δὲ ἐπίστασθαι οἰόμεθα.

Αἴτιά εἰσι τέσσαρα, εἰδικόν, ὑλικόν, ποιητικὸν καὶ τελικόν. τότε γοῦν λεγόμεθα ἐπίστασθαι τὸ πρᾶγμα, ὅταν γινώσκωμεν τὴν αἰτίαν διʼ ἣν ἔστιν, εἴτε τὴν ὑλικὴν αὐτοῦ αἰτίαν εἴτε τὴν εἰδικὴν εἴτε τινὰ τῶν ἄλλων. ἀντὶ δὲ τοῦ εἰπεῖν «εἰδικὸν αἴτιον» εἶπε τὸ τί ἦν εἶναι· τὸ γὰρ τί ἦν εἶναι ὁρισμός ἐστιν οὐσιώδης· ὁ δὲ ὁρισμὸς ὁ οὐσιώδης εἰδικὸν αἴτιόν ἐστιν ὡς τὸ εἶδος καὶ τὴν οὐσίαν παριστῶν τοῦ πράγματος· τὸ τί ἦν ἄρα εἶναι εἰδικὸν αἴτιόν ἐστιν. ἀντὶ δὲ τοῦ εἰπεῖν «ὑλικόν» εἶπε τὸ τίνων ὄντων ἀνάγκη τοῦτο εἶναι, ἤγουν τὸ εἶδος· τὸ γὰρ τίνων ὄντων παριστᾷ τὴν ὕλην. ἐν χρείᾳ γοῦν γινόμεθα τῆς ὕλης διὰ τὴν ὑπόστασιν τοῦ εἴδους· αὐτὴ γὰρ κάθʼ αὑτὴν ἡ ὕλη τὸ ἀναγκαῖον οὐκ ἔχει, ἀλλὰ διὰ τὸ εἶδος. ἐν χρείᾳ γοῦν γινόμεθά τινων ὑλικῶν, ἤγουν λίθων καὶ ξύλων, ὡς ἂν ὑποστῇ τὸ τῆς οἰκίας εἶδος· καὶ πάλιν ἐν χρείᾳ γινόμεθα τῆς συμμετρίας τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν ξηρῶν, ὡς ἂν τὸ τῆς ὑγείας εἶδος ὑποστῇ ἐν ἡμῖν. ἕτερον δὲ αἴτιόν ἐστιν ὃ πρῶτον ἐκίνησεν, ἤγουν τὸ ποιητικὸν αἴτιον, ὡς ὁ πατὴρ ποιητικὸν αἴτιόν ἐστι τοῦ παιδὸς ὡς πρῶτος τὸ σπέρμα καταβαλὼν ἐν τῇ μήτρᾳ. ἀντὶ δὲ τοῦ εἰπεῖν «τελικὸν αἴτιον» εἶπε τὸ τίνος ἕνεκα, ὃ ὕστερον ἐπιγίνεται· ὁ γὰρ θεμέλιος καὶ οἱ τοῖχοι χάριν τῆς οἰκίας γεγόνασι· τελικὸν γὰρ τούτων αἴτιον τὸ εἶδος τῆς οἰκίας. πᾶσαι γοῦν αἱ τέσσαρες αὗται αἰτίαι διὰ τοῦ μέσου δείκνυνται, ἤγουν ὡς μέσοι ὅροι λαμβάνονται ἐν ταῖς ἀποδείξεσι καὶ εὑρίσκονται καὶ συνθηρῶνται διὰ τῆς ἀποδείξεως.

Τό τε γὰρ οὗ ὄντος τοδὶ ἀνάγκη εἶναι.

Ἀπαριθμησάμενος τὰ τέσσαρα αἴτια καὶ εἰπὼν ἕκαστον τούτων μέσον ὅρον ἐν τῇ ἀποδείξει λαμβάνεσθαι καὶ δείξας τοῦτο ἐπὶ τοῦ εἰδικοῦ, νῦν δείκνυσι καὶ τὰ λοιπὰ μέσα γίνεσθαι ἐν ταῖς ἀποδείξεσι διὰ παραδειγμάτων. καὶ προτίθεται τὸ ὑλικὸν αἴτιον, ὃ ἐδήλωσεν ἀπὸ τοῦ εἰπεῖν οὗ ὄντος τοδὶ ἀνάγκη εἶναι· εἴπομεν γὰρ ὅτι ἡ ὕλη τὸ ἀναγκαῖον ἔχει διὰ τὴν τοῦ εἴδους ὕπαρξιν· ἀναγκαῖοι γὰρ οἱ λίθοι καὶ τὰ ξύλα διὰ τὸ εἶδος τῆς οἰκίας. ἐφερμηνεύων δὲ οἷον ἑαυτόν φησιν «ὅταν μου ἀκούσῃς λέγοντος ὅτι οὗ ὄντος ἀνάγκη τοδὶ εἶναι, ἤγουν τὸ συμπέρασμα, μὴ νόει τὸ οὗ ὄντος μίαν πρότασιν· ἀδύνατον γὰρ ἐκ μιᾶς προτάσεως συμπέρασμα γενέσθαι, ἀλλʼ ἐκ δύο τοὐλάχιστον». καὶ λοιπὸν τὸ οὗ ὄντος δηλοῖ τὸ μέσον· ἑνὸς γὰρ μέσου ληφθέντος ἀνάγκη συμπέρασμα γίνεσθαι· τὸ γὰρ μέσον ἐστὶ τὸ συνδέον τὰς προτάσεις καὶ αἴτιον τοῦ συμπεράσματος. πᾶς γὰρ μέσος καὶ ὑλικὸν αἴτιον ὡς ἐν συλλογισμῷ λέγεται· εἰ γὰρ αἱ προτάσεις ὕλης λόγον ἐπέχουσιν ἐν τῷ συλλογισμῷ, ὥσπερ καὶ τὸ συμπέρασμα εἴδους, ὁ δὲ μέσος αἴτιός ἐστι τῆς συμπλοκῆς τῶν προτάσεων, λοιπὸν καὶ αὐτὸς ὕλης λόγον ἐπέχει, ἀλλʼ ἐν συλλογισμῷ. τοῦ δὲ πράγματος ἢ εἰδικὸν αἴτιον ἔσται τὸ μέσον ἢ ὑλικὸν ἢ ἕτερόν τι. τέως γοῦν ἐνταῦθα λαμβάνει τὸν μέσον ὑλικὸν αἴτιον τοῦ πράγματος, ὅ ἐστιν ἡμίσεια τῶν δύο ὀρθῶν· αἱ γὰρ δύο ὀρθαὶ γωνίαι ὡς ὅλον τί ἐστι διαιρούμενον εἰς δύο μέρη, ἤγουν ἡμισεύματα, ὧν ἕκαστόν ἐστιν ὀρθὴ γωνία· τὰ δὲ μέρη ὡς ὕλη εἰσὶ τοῦ ὅλου. ὥστε τὸ ἡμίσεια δύο ὀρθῶν μέρος ὂν ὡς ὑλικὸν αἴτιον λαμβάνεται. καὶ ὁ μὲν Εὐκλείδης ἐν τῷ τρίτῳ τῆς γεωμετρίας δείκνυσι, πῶς ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστι. καὶ ἐπεὶ δυσχερές ἐστι παραστῆσαι τοῦτο τοῖς ἀγεωμετρήτοις ἐξ ὧν ἐκεῖνος εἴρηκε, φέρε ἡμεῖς ἐκλαβώμεθα τοῦτο ὅσον ἀνήκει τῇ προκειμένῃ πραγματείᾳ. καταγράφει κύκλον τὸ ΒΓΔΕ, καὶ μέσον ἄγει διάμετρον εἰς δύο ἡμικύκλια τὸν κύκλον διαιροῦσαν τὴν ΒΔ. ἄγει δὲ κατὰ κάθετον εὐθεῖαν τὴν ΓΑ ἐπὶ τῆς ΒΔ. ἐπεὶ δὲ εὐθεῖα ἐπʼ εὐθείας σταθεῖσα δύο ὀρθὰς γωνίας ποιεῖ, λοιπὸν ἡ ἐν ἡμικυκλίῳ γωνία, ἢ ἡ ΒΑΓ ἢ ἡ ΓΑΔ, ἡμίσειά ἐστι τῶν δύο ὀρθῶν· τὸ γὰρ ἓν τῶν δύο ἥμισυ. δέδεικται γοῦν ὡς ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστι διὰ μέσου τοῦ ἡμίσεια δύο ὀρθῶν.

Τίνος ὄντος αἰτίου ἡ ἐν ἡμικυκλίῳ γωνία ἐστὶν ὀρθή; τοῦ Β δηλονότι· τὸ γὰρ Β, ἤγουν ἡ ἡμίσεια τῶν δύο ὀρθῶν, αἴτιόν ἐστι τοῦ τὸ Α, ἤγουν τὴν ὀρθήν, τῷ Γ εἶναι, ἤγουν τῇ ἐν ἡμικυκλίῳ γωνίᾳ.

Τοῦτο δʼ ἦν.

Ἤγουν ἡ ἐν ἡμικυκλίῳ ὀρθή, τοῦτο ἦν ἡ ἡμίσεια τῶν δύο ὀρθῶν. τοῦτο δέ, ἤγουν ἡ ὀρθή, ταὐτόν ἐστι τῷ τί ἦν εἶναι, ἤγουν τῷ ὁρισμῷ αὐτῆς· ὁ γὰρ λόγος καὶ ὁ ὁρισμὸς αὐτῆς τοῦτο σημαίνει, τὴν ὀρθήν. ταὐτὸν γάρ ἐστιν ὁ ὁρισμὸς ὁ κυρίως καὶ τὸ ὁριστόν· τὸ γὰρ ὄνομα ὁρισμός ἐστι συνεπτυγμένος, ὁ δὲ ὁρισμὸς ὄνομα ἐξηπλωμένον.

Ἀλλὰ μὴν καὶ τὸ τί ἦν εἶναι αἴτιον.

Ἤγουν ἀλλὰ μὴν καὶ ὁ ὑλικὸς ὁρισμὸς δέδεικται μέσος λαμβανόμενος ἐν τῇ ἀποδείξει.

Τὸ μέσον. ἐνταῦθα τὸ «τό» ὡς παρέλκον ληπτέον.

Τὸ διὰ τί οἱ Μῆδοι τοῖς Ἀθηναίοις ἐπολέμησαν, τοῦτο ζητεῖ τίς ἐστιν ἡ ποιητικὴ αἰτία τοῦ πολεμεῖσθαι τοὺς Ἀθηναίους παρὰ τῶν Μήδων. καὶ ἐνταῦθα μέλλει δεῖξαι ὅτι τὸ ποιητικὸν αἴτιον μέσον ἐν τῇ ἀποδείξει λαμβάνεται· ποιητικὸν δὲ αἴτιον τοῦ πολέμου ἐστὶ τὸ τοὺς Ἀθηναίους μετʼ Ἐρετριέων πρώτους εἰσβαλεῖν εἰς Σάρδεις. ἔστι δὲ ἡ ἱστορία τοιαύτη· αἱ Σάρδεις ἡ πόλις ὑποτελὴς ἦν τοῖς Μήδοις· οἱ δʼ Ἀθηναῖοι μετὰ τῶν Ἐρετριέων ταύτην ἐπολιόρκησαν, καὶ διὰ τοῦτο οἱ Μῆδοι κατὰ τῶν Ἀθηναίων πόλεμον ἐκίνησαν.

Ὅσων δὲ αἴτιον τὸ ἕνεκα τινος.

Ὅσων δὲ πραγμάτων ἐστὶ τὸ ἕνεκά τινος αἴτιον, ἤγουν τὸ τελικὸν αἴτιον. τοιαῦτά εἰσιν οἷα μέλλει εἰπεῖν· δεῖ γὰρ προσθεῖναι τὸ «τοιαῦτά εἰσι» πρὸς ἀπόδοσιν τοῦ λόγου. οἷον διὰ τί περιπατεῖ ἀπὸ δείπνου ὁ Σωκράτης; ἵνα ὑγιαίνῃ· τοῦτό ἐστι τὸ τελικὸν αἴτιον. καὶ διὰ τί οἰκία ἐστίν; ὅπως συντηρῶνται τὰ σκεύη, καὶ αὐτὸ τελικὸν αἴτιον. τὸ γὰρ ἐρωτᾶν διὰ τί δεῖ περιπατεῖν ταὐτόν ἐστι τῷ λέγειν τίνος ἕνεκα δεῖ περιπατεῖν, ἤγουν ζήτησίς ἐστιν ἐνταῦθα τοῦ τελικοῦ αἰτίου· καθόλου γὰρ ὁ ἐρωτῶν τὸ διὰ τί ζητεῖ αἰτίαν ἢ ποιητικὴν ἢ ὑλικὴν ἢ ἄλλην τινά. ἐνταῦθα δὲ ζητεῖ τελικήν. τὰ βρώματα πρῶτον ἐν τῷ στόματι κεῖνται τῆς γαστρός, ἤγουν ἐν τῷ στομάχῳ, καὶ διὰ τοῦτο ἀναγκαῖον περιπατεῖν μετὰ δεῖπνον, ἵνα ὑπὸ τὴν γαστέρα ὑποχαλασθῶσιν· ἐν ταύτῃ γὰρ ἀξιολογώτερον πέττονται καὶ οὕτως τρόφιμα γίνονται τοῦ ὅλου σώματος. εἰ δʼ ἐν τῷ στόματι τῆς γαστρὸς ἐμβραδύνουσιν, ἄπεπτα μένουσι καὶ συσσήπεται· ὅθεν καὶ αἱ δυσωδίαι γίνονται ἐν τοῖς στόμασι τῶν ἀνθρώπων καὶ ἐρυγαὶ ὀξώδεις καὶ κνισσώδεις, καὶ νοσεῖν ἐντεῦθεν συμβαίνει τὸν ἄνθρωπον. ἀλλʼ ἐπειδὴ συγκεχυμένως πως ὁ συλλογισμὸς παρὰ τῷ Ἀριστοτέλει ἐξετέθη, φέρε ἡμεῖς τοῦτον προσσαφηνίσωμεν, ἵνα μὴ δυσχερές τι καὶ πρόσαντες ἐν τῇ τοῦ κειμένου ἐξηγήσει ἐφεύρωμεν. τοῖς σκεύεσι δεῖ σωτηρίας· οἷς δὲ δεῖ σωτηρίας, χρεία σκέπης· τοῖς σκεύεσιν ἄρα δεῖ σκέπης, ἤγουν οἰκίας. ἐλάττων ὅρος τὰ σκεύη, μείζων τὸ χρεία σκέπης. καὶ πάλιν τῷ Σωκράτει δεῖ τοῦ ὑγιαίνειν· ᾧ δὲ δεῖ τοῦ ὑγιαίνειν, τὸ ἀπὸ δείπνου περιπατεῖν· τῷ Σωκράτει ἄρα ὑπάρχει τὸ ἀπὸ δείπνου περιπατεῖν. ὅρα πῶς καὶ ἐπὶ τούτου τοῦ συλλογισμοῦ ὁ μέσος ὅρος ἐστὶ τὸ τελικὸν αἴτιον, ἤγουν ἡ ὑγεία, καὶ ἐπὶ τοῦ προτέρου μέσος ὅρος ἡ σωτηρία. εἶτα προσσυλλογίζεται τὴν μείζονα πρότασιν μεταλλάξας τοὺς ὅρους τῆς μείζονος προτάσεως καὶ λαβὼν μείζονα ὅρον τὸ ὑγιαίνειν, τὸ δὲ ἀπὸ δείπνου περιπατεῖν ἐλάττονα, τὸ Γ. μετήλλαξε δὲ τοὺς ὅρους διὰ τὸ ταυτίζεσθαι· ταὐτὸν γάρ ἐστι τὸ ἀπὸ δείπνου περιπατεῖν καὶ τὸ ὑγιαίνειν, ὥσπερ καὶ ἐπὶ τοῦ γελαστικοῦ καὶ τοῦ ἀνθρώπου· ἐπεὶ δὲ ταυτίζονται, ἀδιάφορόν ἐστι τὸ θάτερον αὐτῶν λαβεῖν ἢ ὑποκείμενον ἢ κατηγορούμενον. μέσον δὲ ὅρον λαμβάνει τὸ Β, ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς γαστρός. καὶ συλλογίζεται οὕτως· τῷ ἀπὸ δείπνου περιπατοῦντι χρεία τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία ἐν τῷ στόματι τῆς γαστρός· ᾧ δὲ χρεία τούτου, τούτῳ ὑπάρχει τὸ ὑγιαίνειν. ἔστι δὲ τὸ μὴ ἐπιπολάζειν τὰ σιτία ἐν τῷ στόματι τῆς γαστρὸς οὐχὶ τελικὸς ὁρισμὸς τῆς ὑγείας ἀλλὰ εἰδικός. ὑγείας δὲ λέγει οὐχὶ τῆς καθόλου ἀλλὰ τῆς ἐκ τροφῆς γινομένης. τῆς δὲ καθόλου ὑγείας ὁρισμός ἐστι συμμετρία τῶν τεσσάρων χυμῶν.

Τὸ ὑγιαίνειν Α, ἤγουν μείζονα ὅρον. ἴσως τις ἀπορήσει, εἰ τὸ ὑγιαίνειν τελικὸν αἴτιόν ἐστι τοῦ ἀπὸ δείπνου περιπατεῖν, προέκειτο δὲ αὐτῷ δεῖξαι ὡς καὶ τὸ τελικὸν αἴτιον λαμβάνεται μέσος ὅρος ἐν τῇ ἀποδείξει, πῶς ἐνταῦθα μείζονα ὅρον ἔλαβε τὸ ὑγιαίνειν. καὶ φαμὲν ὡς τοῦτο προσσυλλογισμός ἐστι τῆς μείζονος προτάσεως τοῦ συλλογισμοῦ· ἐν γὰρ τῷ συλλογισμῷ μέσος ὅρος κεῖται τὸ ὑγιαίνειν. τὸ δὲ ἔστω δὴ ἀντὶ τοῦ «κατηγορείσθω» ληπτέον.

Καὶ τοῦτο, ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, ὑπάρχει ὑγιεινόν· δοκεῖ γάρ, ἤγουν παρὰ πάντων ὁμολογεῖται, ὁρισμὸς εἶναι τῆς ὑγείας τὸ μὴ ἐπιπολάζειν τὰ σιτία.

Τί οὖν τὸ αἴτιον τοῦ τὸ Α, ἤγουν τὸ οὗ ἕνεκα, τουτέστι τὸ ὑγιεινόν, ὃ ὡς τελικὸν αἴτιον ἔκειτο ἐν τῷ συλλογισμῷ, ὑπάρχειν τῷ Γ, ἤγουν τῷ περιπατεῖν; καὶ φησὶν ὡς τὸ Β, ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. τοῦτο δέ, ἤγουν τὸ μὴ ἐπιπολάζειν, ἐστὶν ὥσπερ ὁρισμὸς ἐκείνου, ἤγουν τῆς ὑγείας· καὶ γὰρ οὕτως ἀποδοθήσεται τὸ Α, ἤγουν εἴ τις μέλλει ἀποδοῦναι ὁρισμὸν τοῦ Α, ἤγουν τοῦ ὑγιεινοῦ, τοῦτο ἀποδώσει τὸ μὴ ἐπιπολάζειν.

Διὰ τί δὲ τὸ Β τῷ Γ ἐστίν;

Ὥσπερ ἔδειξε τὸ ὑγιεινὸν ὑπάρχειν τῷ Γ, ἤγουν τῷ ἀπὸ δείπνου περιπατεῖν, διὰ μέσου τοῦ Β, τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία, οὕτως πειρᾶται δεῖξαι ὡς τὸ Β, τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, ὑπάρχει τῷ Γ, ἤγουν τῷ ἀπὸ δείπνου περιπατεῖν, διὰ μέσου τοῦ Α, ἤγουν τοῦ ὑγιεινοῦ. τὰ γὰρ ταυτιζόμενα διʼ ἀλλήλων δείκνυται· ταυτίζονται δέ, ὡς εἴπομεν, τὸ ἀπὸ δείπνου περιπατεῖν καὶ τὸ ὑγιαίνειν. ὥσπερ καὶ τὸ ἐκλείπειν τὴν σελήνην δείξει τις διὰ τῆς ἀντιφράξεως, καὶ ὅτι ἡ σελήνη ἀντιφράττεται, διὰ τῆς ἐκλείψεως. πλὴν ὅταν ἡ ἀπόδειξις γένηται διὰ τοῦ πρώτου αἰτίου, ἔστιν ἡ κυρίως ἀπόδειξις· ὅταν δὲ διὰ τοῦ αἰτιατοῦ δειχθῇ τὸ αἴτιον; ἀπόδειξις μὲν γίνεται, οὐ κυρίως δέ· δεύτερον γὰρ μέτρον καὶ ἔκπτωσιν ἔχει ἀποδείξεως.

Δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους.

Ἤγουν τοὺς συλλογισμούς. ἐπεὶ γὰρ συγκεχυμένως ἐξέθετο τοὺς συλλογισμοὺς καὶ οὐκ ἰδίᾳ ἔθετο τὸν συλλογισμὸν ἰδίᾳ δὲ τὸν προσσυλλογισμὸν τῆς μείζονος προτάσεως, φησὶ «λάβε τούτους ἰδίᾳ, καὶ οὕτως ἕκαστα σαφῆ σοι γενήσεται».

Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα.

Φέρε πρὸ τῆς τοῦ κειμένου ἐξηγήσεως περὶ αὐτομάτου καὶ τύχης μικρόν τι φιλοσοφήσωμεν, ἵνα μὴ ἡ ἀκολουθία τῆς τοῦ κειμένου ἐξηγήσεως ἐκκρούηται. τὸ αὐτόματον θεωρεῖται ἐν τοῖς ὑπὸ τῆς φύσεως γινομένοις οὕτως. ὃ γὰρ κατὰ τὸν σκοπὸν τῆς φύσεως ἀποβαίη, καθʼ ὃν τοῦτο κεκίνηκε, τοῦτο λέγεται φυσικὸν καὶ κατὰ φύσιν. τὸ δὲ παρὰ τὸν σκοπὸν τῆς φύσεως γενόμενον λέγεται αὐτόματον ὡς αὐτομάτην καὶ παρὰ τὸν σκοπὸν τῆς φύσεως γενόμενον. οἷον λίθος ἀπὸ τοῦ ὄρους ἀποκοπεὶς ὑπὸ τῆς ἐνούσης αὐτῷ φυσικῆς δυνάμεως τοῦ κινεῖσθαι, ἣν ἔσχηκεν ἐκ τῆς ὕλης, ἤγουν τῆς ἐν αὐτῇ βαρύτητος, κεκίνηται κατὰ φύσιν καταλαβεῖν τὸν οἰκεῖον τόπον· οἰκεῖος δὲ τόπος ἐστὶ τῶν βαρέων ὁ κάτω, ὥσπερ καὶ τῶν κούφων ὁ ἄνω. καταλαβὼν οὖν τὸν κάτω τόπον ἔστη τῆς κινήσεως· τὸ γὰρ σκοπιμώτατον τέλος τῆς ἐν τῷ λίθῳ φύσεως, οὗ χάριν αὕτη τοῦτον ἐκίνησεν, ἐστὶ τὸ τὸν οἰκεῖον τόπον καταλαβεῖν, καὶ λέγεται τοῦτο φυσικόν. εἰ δέ που ὁ λίθος καταλαβὼν τὸν κάτω χῶρον ἐπιτήδειος εἰς καθέδραν γέγονεν ἐν τῷ περιαιρεθῆναι τῷ κατέρχεσθαι ἃς εἶχεν ἐξοχὰς καὶ τετραγωνισθῆναι, τοῦτο αὐτὸ τὸ εἰς καθέδραν ἐπιτήδειον γεγονέναι λέγεται αὐτόματον ὡς αὐτομάτην γενόμενον καὶ οὐ κατὰ τὸν σκοπὸν τῆς φύσεως. ἡ δὲ τύχη θεωρεῖται ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις καὶ ἐν τοῖς κατὰ διάνοιαν, ἤγουν τοῖς κατὰ τέχνην γινομένοις· τὰ γὰρ τεχνητὰ πάντα, οἷον ὅλη οἰκία, ἐκ τέχνης ἔσχον τὴν γένεσιν· αἱ δὲ τέχναι ἐξ ἐπινοίας τῶν ἀνθρώπων ἐφεύρηνται. κατὰ προαίρεσιν δὲ λέγεται γίνεσθαι τὸ λούσασθαι, τὸ εἰς ἀγορὰν κατελθεῖν καὶ ἁπλῶς ὅσα ἐκ τῆς προαιρέσεως τὴν γένεσιν ἔσχηκεν. εἰ γοῦν τις ᾑρετίσατο λούσασθαι καὶ τούτου χάριν ἐβάδιζε, τοῦτό ἐστι τέλος προαιρετόν· ὃ γὰρ προῄρηται, καὶ εἰς τέλος ἐκβέβηκεν. εἰ δὲ κατερχόμενος εἰς τὸ βαλανεῖον ἐνέτυχε χρεωφειλέτῃ τινὶ καὶ ἔλαβεν ὃ δέδωκεν αὐτῷ χάριν δάνους, τοῦτο τὸ λαβεῖν τὸ δάνειον λέγεται τυχηρὸν καὶ τύχη ὡς παρὰ τὸν σκοπὸν τῆς προαιρέσεως γενόμενον· ἄλλο γὰρ προθεμένης τῆς προαιρέσεως, ἤγουν τὸ λούσασθαι, τοῦτο ἀπέβη. ὁμοίως δὲ καὶ ἐν τοῖς ἀπὸ τέχνης γινομένοις ἡ τύχη θεωρεῖται. οἷον ἡ ὑγεία ἀπὸ τῆς ἰατρικῆς τέχνης γίνεται καὶ τέλος αὐτῆς ἐστιν· ὡσαύτως καὶ ἡ σωτηρία τῆς νηὸς τέλος τῆς κυβερνητικῆς. εἰ μὲν οὖν ἡ ὑγεία ἐπιγένηται τῷ νοσοῦντι ἐκ τῶν προσφερομένων φαρμάκων παρὰ τοῦ ἰατροῦ, τέλος λέγεται τεχνητόν· τῆς γὰρ ὑγείας ἡ τέχνη ἐστοχάζετο. εἰ δὲ πυρέττων τις καὶ διψήσας ὑπερβολικῶς προσήγαγεν ἑαυτῷ ὕδωρ ψυχρὸν διὰ τὴν τῆς δίψης ἴασιν, ἐντεῦθεν δὲ συνέβη αὐτῷ ἀπαλλαγῆναι τῆς νόσου καὶ ὑγείαν λαβεῖν, οὐ τεχνητὸν λέγεται τότε ἡ ὑγεία ἀλλὰ τυχηρὸν καὶ τύχη. ὡσαύτως καὶ ὁ κυβερνήτης εἰ μὲν ἀπὸ τῆς κυβερνητικῆς τέχνης σωτηρίαν ἐπάξει τῇ κλυδωνιζομένῃ νηΐ, τότε ἡ σωτηρία τῆς νηὸς ὡς κατὰ τὸν σκοπὸν τῆς τέχνης προβᾶσα λέγεται τεχνητὸν τέλος. εἰ δὲ πολλάκις ὁ κυβερνήτης ἀπέκαμε πρὸς τὰ ἐγειρόμενα κύματα καὶ τὸ μὲν ἱστίον ἐσχίσθη παρὰ τῆς σφοδρότητος τοῦ ἀνέμου καὶ τὸ πηδάλιον διερράγη, τὸ δὲ πλοῖον φερόμενον ἄτερ κυβερνήσεως παρὰ τῶν κυμάτων εἰς λιμένα κατήντησε καὶ διεσώθη, τότε ἡ τῆς νεὼς σωτηρία τυχηρὰ λέγεται καὶ οὐκ ἀπὸ τέχνης. λέγεται δὲ καὶ ἡ τύχη αὐτόματον ὡς καὶ αὐτὴ μάτην τὴν σύστασιν ἔχουσα καὶ οὐ κατὰ τὸν σκοπὸν τῆς προαιρέσεως ἢ τῆς τέχνης. ὥστε πᾶν μὲν τυχηρόν ἐστι καὶ αὐτόματον, οὐ πᾶν δὲ αὐτόματόν ἐστι καὶ τυχηρόν. καθολικώτερον ἄρα τὸ αὐτόματον τῆς τύχης. ἀλλʼ ἀρκτέον τῆς ἐξηγήσεως τοῦ κειμένου.

Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα. διὰ μὲν τοῦ ἐνταῦθα ἐδήλωσε τὰ τελικὰ αἴτια, διὰ δὲ τοῦ ἐπὶ τῶν κατὰ κίνησιν αἰτίων ἐδήλωσε τὰ ποιητικά. γένεσιν δὲ λέγει τὴν τάξιν τὴν κατὰ τὸν χρόνον τοῦ αἰτίου τε καὶ τοῦ αἰτιατοῦ· ὠνόμασε δὲ τὴν τάξιν ταύτην γένεσιν, διότι περὶ τάξεως γινομένων πραγμάτων θεωρεῖ. καὶ διὰ τοῦτο τὴν τάξιν γένεσιν εἴρηκεν. εἰπὼν γάρ, πόσα τὰ αἴτια καὶ τίνα εἰσί, νῦν λέγει καὶ κατὰ τί ἀλλήλων διαφέρουσι. φησὶ γοῦν ὡς αἱ γενέσεις, ἤγουν τὰ αἴτια τὰ τελικὰ καὶ ποιητικά, ἀνάπαλιν ἔχουσιν ἐν τῇ ἀκολουθήσει. ἐκεῖ μὲν γάρ, ἐπὶ τῶν ποιητικῶν, δεῖ προγενέσθαι τὸ μέσον, ἤγουν τὸ ποιητικὸν αἴτιον, ὃ μέσος ὅρος κεῖται ἐν τῇ ἀποδείξει, εἶθʼ οὕτως γενέσθαι τὸ Γ, ἤγουν τὸ ἔσχατον ἐν τῷ Γ κείμενον. ἐν γὰρ τῷ Γ κεῖται Ἀθηναῖοι, μέσον δὲ τὸ προτέρους εἰς Σάρδεις μετʼ Ἐρετριέων εἰσβαλεῖν, μείζων δὲ ὅρος ὁ Μηδικὸς πόλεμος. πρῶτον οὖν γέγονε τὸ μέσον, εἶθʼ οὕτως ἐπηκολούθησε τὸ Γ, ἤγουν τὸ τοὺς Ἀθηναίους πολεμεῖσθαι ὑπὸ τῶν Μήδων. ἐνταῦθα δέ, ἤγουν ἐπὶ τῶν τελικῶν αἰτίων, πρῶτον γέγονε τὸ κείμενον ἐν τῷ ἐσχάτῳ ὅρῳ, ἤγουν τὸ Γ· κεῖται δὲ τὸ ἀπὸ δείπνου περιπατῆσαι τὸν Σωκράτην· εἶθʼ ὕστερον γέγονε καὶ τὸ οὗ ἕνεκα, ἤγουν τὸ τελικὸν αἴτιον, ἡ ὑγεία· αὕτη γὰρ κεῖται μέσος ὅρος ἐν τῇ ἀποδείξει.

Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ ἀνάγκης.

Ἐνταῦθα ὁ Ἀριστοτέλης ἄλλο τι θεώρημα λέγει. μὴ ἀκριβολογούμενος δὲ ἀντὶ τοῦ εἰπεῖν «οὗ ἕνεκα» εἶπεν ἕνεκά τινος· ἕτερα γὰρ ἀλλήλων εἰσὶ τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά τινος. ἕνεκα γάρ τινος λέγεται πάντα τὰ πρὸ τοῦ τέλους γινόμενα ἀφορῶντα δὲ πρὸς ἀπάρτισιν τοῦ τέλους, ὡς ὁ θεμέλιος, οἱ τοῖχοι καὶ ὁ ὄροφος ἕνεκα τοῦ τέλους εἰσὶ τῆς οἰκίας· οὗ δὲ ἕνεκα λέγεται τὸ τελικὸν αἴτιον, ἤγουν ἡ οἰκία· χάριν γὰρ τῆς οἰκίας προεγένοντο τοῖχοι καὶ θεμέλιοι. ἐξ ἀνάγκης δὲ νόει τὸ ὑλικὸν αἴτιον διὰ τὸ τὴν ὕλην ἀναγκαίαν λέγεσθαι· ἀναγκαῖα γὰρ οἱ λίθοι καὶ τὰ ξύλα καὶ οἱ πλίνθοι, ἃ ὕλη εἰσὶ τῆς οἰκίας, διὰ τὸ ἐν χρείᾳ τούτων γίνεσθαι τὸν οἰκοδομήσοντα οἰκίαν. φησὶ γοῦν ὡς ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν πρᾶγμα δείκνυσθαι καὶ διὰ τοῦ ἕνεκά τινος, ἤγουν τοῦ τελικοῦ αἰτίου, καὶ ἐξ ἀνάγκης, ἤγουν διὰ τοῦ ὑλικοῦ αἰτίου.

Οἷον διὰ τί δίεισι διὰ τοῦ λαμπτῆρος τὸ φῶς;

Λαμπτῆρας νόει ἢ τὰ ὑέλια, ἃ διὰ τῆς γυψεμπλαστικῆς τέχνης ἐπιτίθενται ταῖς οἰκίαις χάριν τοῦ φωτίζεσθαι ταύτας, ἢ τὸ ἐκ δορᾶς λεπτῆς κατασκευασθὲν ἐξ ἐπινοίας τῶν ἀνθρώπων χάριν τοῦ μὴ τοῖς λίθοις προσκρούειν τοὺς νύκτωρ βαδίζοντας. ἡ γοῦν δορὰ καὶ τὰ ὑέλια φυσικά εἰσιν, ὧν τοὺς πόρους ἡ φύσις μεγάλους πεποίηκε· τεχνικὰ δέ εἰσι τὰ γυψεμπλαστικὰ οἷς ἐντίθενται τὰ ὑέλια· ὡσαύτως καὶ τὸ κατασκευασθὲν ἐκ τῆς δορᾶς. τὸ δὲ πῦρ λίαν ἐστὶ λεπτομερέστατον. εἴ τις γοῦν ἔροιτο διὰ τί διὰ τῶν λαμπτήρων τὸ φῶς διέρχεται, ἐροῦμεν ἐξ ἀνάγκης, ἤγουν ὑλικὴν αἰτίαν, τὸ τὸ πῦρ μικρομερέστερον ὂν διέρχεσθαι διὰ τῶν ἐν αὐτοῖς ἀδήλων πόρων μειζόνων ὄντων. εἶπε δὲ τὸ εἴπερ φῶς γίνεται τῷ διιέναι, διότι οὐ πρόκειται αὐτῷ διδάξαι πῶς διὰ τῶν λαμπτήρων τὸ φωτίζον πῦρ διέρχεται. καὶ διὰ τοῦτο οὐδʼ ἀκριβολογεῖται τίς ἐστιν ἡ αἰτία. ἕνεκά τινος δέ, ἤγουν τελικὴν αἰτίαν, ἐροῦμεν τὸ μὴ προσπταίειν νύκτωρ τοῖς λίθοις. καὶ ἐπὶ τούτων μὲν ἡ μὲν ὑλικὴ αἰτία ἀπεδόθη φυσική, ἡ δὲ τελικὴ τεχνητή. ἐπί τινων δὲ ἑτέρων καὶ τὰ δύο αἴτια ἀποδίδονται φυσικά. οἷον διὰ τί οἱ ἐμπρόσθιοι ὀδόντες ὀξεῖς εἰσι; καὶ ἐροῦμεν μὲν ὑλικὴν αἰτίαν φυσικὴν τὸ ἐκ λεπτομερεστέρας ὕλης γενέσθαι τὴν αὐτῶν σύστασιν ἢ διὰ τὸ ἐν τῇ φατνώσει καὶ τῇ ἄνω καὶ τῇ κάτω τῇ ἐμπροσθίᾳ λεπτομερὲς εἶναι τὸ ὀστοῦν, ἐξ οὗ οἱ ἐμπρόσθιοι ὀδόντες φύονται. τελικὴν δὲ αἰτίαν ἐροῦμεν φυσικὴν τὸ διαιρεῖν τὰ σιτία.

Ἆρα οὖν εἰ εἶναι ἐνδέχεται, καὶ γίνεσθαι ἐνδέχεται;

Τὰ πράγματα ἢ ὄντα εἰσὶν ἢ γινόμενα. ὄντα δὲ λέγεται τὰ καθʼ ὁλοκληρίαν συνεστῶτα, ἤγουν ὧν τὰ μόρια ὑφεστήκασιν ἅμα, οἷον ἄνθρωπος, λίθος, ξύλον. γινόμενα δὲ λέγεται τὰ μὴ καθʼ ὁλοκληρίαν συνεστῶτα ἀλλὰ κατὰ μέρος, ὧν ὅσον μὲν μέρος παρελήλυθε, διέφθαρται, ὅσον δὲ οὔπω γέγονεν, οὔπω ἔστι, μόνον δὲ ἔχει τὸ εἶναι κατὰ τὸ ἐνεστὼς καὶ τὸ νῦν. οἷόν ἐστιν ἡ ἡμέρα καὶ ὁ ἀγών· οὔτε γὰρ τὰ μόρια τῆς ἡμέρας πάντα ἅμα συνεστήκασιν, ἀλλʼ ὅσα γίνονται ὑπορρέουσιν, καὶ ἅμα τῇ συμπληρώσει τῆς ὅλης ἡμέρας οὐδὲν μέρος αὐτῆς ἀπομένει· ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ἀγῶνος γίνεται. ζητεῖ γοῦν, ἆρα ὥσπερ ἐπὶ τῶν ὄντων καὶ καθʼ ὁλοκληρίαν συνεστώτων πραγμάτων ἀποδίδοται καὶ ὑλικὰ καὶ τελικὰ αἴτια, οὕτως ἐνδέχεται καὶ ἐπὶ τῶν γινομένων καὶ μὴ καθʼ ὁλοκληρίαν ὑφεστώτων πραγμάτων ἀποδίδοσθαι καὶ ὑλικὰ αἴτια καὶ τελικά. γινόμενον δὲ πρᾶγμά ἐστι καὶ ἡ βροντὴ διὰ τὸ κατὰ μέρος συνίστασθαι. καὶ δείκνυσιν ὡς ἀπὸ τοῦ παραδείγματος ὅτι καὶ ἐπʼ αὐτῶν ἀποδίδονται καὶ ὑλικὰ αἴτια καὶ τελικά. οἷον πρὸς τὸν ζητοῦντα εἰ βροντᾷ, ἤγουν διὰ τί βροντᾷ, ἐρεῖς ὑλικὸν αἴτιον τὸ ἀποσβέννυσθαι τὸ πῦρ καὶ οὕτως ἐξ ἀνάγκης σίζειν ἐν τῇ ἀποσβέσει, ἤγουν ψόφον γίνεσθαι. οἱ δὲ Πυθαγόρειοι τελικὸν αἴτιον ἀπεδίδουν τῆς βροντῆς τὸ διὰ τοῦ ψόφου τὸν Δία ἐπαπειλεῖν καὶ ἐκφοβεῖν τοὺς ἐν τῷ ταρτάρῳ Τιτᾶνας. πλεῖστα δὲ τοιαῦτα εὑρήσεις ἐν τοῖς φυσικοῖς πράγμασιν, ἐφʼ ὧν ἀποδίδονται καὶ ὑλικὰ καὶ τελικὰ αἴτια. εἶπε δὲ φυσικὰ διὰ τὰ τεχνητά, ἐξ ὧν καὶ παραδείγματα προέθετο τοὺς λαμπτῆρας.

Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δὲ ἐξ ἀνάγκης.

Τὴν αἰτίαν ἐνταῦθα ἀποδίδωσι διʼ ἣν ἐν τοῖς φυσικοῖς πράγμασι δύο αἰτίας ἀποδιδόαμεν φυσικάς, ὑλικὴν καὶ τελικήν. καὶ φησίν· ἐπειδὴ ἕκαστον τῶν φυσικῶν πραγμάτων ἐξ ὕλης καὶ εἴδους σύγκειται — λέγεται γὰρ καὶ τὸ ἕνεκά του, ἤγουν τὸ οὗ ἕνεκα, φύσις, λέγεται καὶ τὸ ἐξ ἀνάγκης, ἤγουν ἡ ὕλη, φύσις —, ἐπὶ δὲ τῶν φυσικῶν πραγμάτων τὸ εἶδος καὶ τὸ τέλος ταὐτά· ὁ γὰρ ἄνθρωπος εἶδος μὲν λέγεται, καθʼ ὅσον τὸ εἶδος αὐτοῦ, ἤγουν ὁ ὁρισμός, ἐπιτεθὲν παρὰ τῆς φύσεως τῇ ὕλῃ, ἤγουν τοῖς καταμηνίοις μὴ ἔχουσι μηδέν τι εἶδος εἴτε ἀνθρώπου εἴτε ἵππου εἴτʼ ἄλλου τινὸς ἀλλʼ ἀμόρφοις οὖσι, διεμόρφωσε ταύτην καὶ ἄνθρωπον εἰργάσατο· τὸ αὐτὸ δὲ τοῦτο, ἤγουν τὸ εἶδος τοῦ ἀνθρώπου, λέγεται καὶ τέλος· οὐ γὰρ μάτην ἡ φύσις ἐκίνει τὰ καταμήνια καὶ ἐνεργὰ ταῦτα ἐποίει, ἀλλʼ ἵνα γίνοιντο ἐπιτήδεια εἰς ὑποδοχὴν τοῦ ἀνθρωπείου εἴδους. ἀλλʼ ἐπανιτέον εἰς τὴν τοῦ λόγου συνέχειαν. ἐπεὶ πᾶν πρᾶγμα φυσικὸν καὶ εἶδος ἔχει, ὃ καὶ τέλος ἐστὶ καὶ λέγεται, συνίσταται δὲ καὶ ἐξ ὕλης, τούτου χάριν ἀποδιδόαμεν ἐν τῷ εἰς ζήτησιν προκεῖσθαί τι τῶν φυσικῶν πραγμάτων καὶ ὑλικὸν αἴτιον καὶ τελικόν, ἵνα διʼ ἀμφοτέρων τῶν αἰτίων παραστήσωμεν τὰ μέρη ἐξ ὧν συνέστηκεν, ἤγουν τὴν ὕλην καὶ τὸ εἶδος. ἐπεὶ δὲ ἐκάλεσε τὴν ὕλην ἀνάγκην, διαιρεῖ τὸ ἀναγκαῖον εἰς τὴν κατὰ φύσιν καὶ ὁρμὴν κίνησιν καὶ εἰς τὴν βίᾳ τὴν παρὰ τὴν ὁρμὴν καὶ φύσιν κίνησιν. ἐν δὲ ἑτέραις πραγματείαις αὐτοῦ διαιρεῖ τὸ ἀναγκαῖον εἰς τὸ ἁπλῶς καὶ κυρίως ἀναγκαῖον καὶ εἰς τὸ καθʼ ὑπόθεσιν ἀναγκαῖον, ἃ ἐνταῦθα παρέλειψε. καὶ κυρίως μὲν ἀναγκαῖον λέγεται τὸ ἀπολύτως λεγόμενον καὶ ἄνευ προσδιορισμοῦ· οἷόν ἐστι τὸ «ἀνάγκη τὸν ἥλιον κινεῖσθαι» καὶ τὸ «ἀνάγκη ἡμέραν γίνεσθαι ὑπὲρ γῆν ὄντος τοῦ ἡλίου»· καὶ ἁπλῶς τὸ κυρίως ἀναγκαῖον ἐπὶ τῶν ἀϊδίων λέγεται. ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ πραγμάτων λέγεται τὸ ἀναγκαῖον ἐξ ὑποθέσεως καὶ μετὰ προσδιορισμοῦ καὶ προσθήκης τινός, ὡς τὸ «ἀνάγκη τὸν ἄνθρωπον ἀναπνεῖν, ἔστʼ ἂν ζῇ»· ἀπολύτως γὰρ οὐ δύνασαι τοῦτο εἰπεῖν διὰ τὸ μὴ ἀεὶ εἶναι τὸν ἄνθρωπον.

Ὡς ὁ λίθος ἐξ ἀνάγκης κινεῖται καὶ ἄνω καὶ κάτω, ἀλλʼ οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἤγουν ἀλλʼ οὐχὶ καθʼ ἓν σημαινόμενον τοῦ ἀναγκαίου. οὐ γὰρ ἄνω καὶ κάτω κινεῖται κατὰ φύσιν ἢ παρὰ φύσιν, ἀλλὰ κάτω μὲν κινεῖται κατὰ φύσιν, ἤγουν κατὰ τὴν προσοῦσαν αὐτῷ ὕλην φυσικήν, τουτέστι τὴν βαρύτητα· κατὰ φύσιν γὰρ λέγεται, ὅταν ἐξ ἑαυτοῦ τι κινῆται κατὰ τὴν προσοῦσαν αὐτῷ ὕλην· ἡ γὰρ βαρύτης ἐστὶν αἰτία τῆς εἰς τὸ κάτω αὐτοῦ κινήσεως, ὥσπερ καὶ τοῦ πυρὸς ἡ κουφότης αἰτία ἐστὶ τῆς εἰς τὸ ἄνω αὐτοῦ κινήσεως. παρὰ φύσιν δὲ καὶ βιαία κίνησίς ἐστιν ἡ μὴ ἀπὸ τῆς ἐνούσης φυσικῆς δυνάμεως καὶ ὕλης ἐνδιδομένη ἀλλʼ ἐκ τῶν ἔξωθεν· ὅταν γὰρ ὁ λίθος ἄνω φέρηται, παρά τινος ἑτέρου κεκίνηται καὶ οὐκ ἐκ τῆς ἰδίας φύσεως.

Ἐν δὲ τοῖς ἀπὸ διανοίας, ἤγουν τοῖς τεχνητοῖς πράγμασι καὶ προαιρετοῖς, οὐδέποτε τὸ αὐτόματον θεωρεῖται· οὐ γάρ ἐστι δυνατὸν τὸν ἀνδριαντοποιὸν καταμαλάττοντα τὸν χαλκὸν καὶ σπουδάζοντα ἀνδριάντα ποιῆσαι ἀποτυχεῖν τοῦ σκοποῦ καὶ ποιῆσαι ἄλλο τι. ὡσαύτως οὐδὲ ὁ οἰκοδόμος σκοπὸν θέμενος οἰκίαν ποιῆσαι ἀποτύχοι ποτὲ τοῦ σκοποῦ.

Οὐδʼ ἐξ ἀνάγκης.

Ἀνάγκην, ὡς εἴπομεν, λέγει τὴν ὕλην. ὕλη δὲ τοῦ ἀνδριαντοποιοῦ ὁ χαλκός, τῆς δὲ οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα. φησὶ γοῦν ὅτι οἱ λίθοι καὶ τὰ ξύλα οὐ κατὰ τὴν φυσικὴν αὐτῶν δύναμιν δύνανται κινηθῆναι καὶ ἀποτελέσαι οἰκίαν, εἰ μὴ παρὰ τοῦ οἰκοδόμου κινηθεῖεν καὶ εὐάρμοστον σύνθεσιν σχοῖεν.

Ἀλλʼ ἕνεκά του.

Ἤγουν ἀλλὰ κινοῦνται ταῦτα παρὰ τοῦ τεχνίτου ἕνεκα τοῦ γενέσθαι οἰκίαν ἢ ἀνδριάντα ἢ ἕτερόν τι, ὃ σκοπιμώτατον τέλος ἔθετο. ἐπὶ μὲν οὖν τῶν τεχνητῶν καὶ τῶν προαιρετῶν τὸ αὐτόματον χώραν οὐκ ἔχει, ἀλλʼ ἐπὶ τῶν φυσικῶν μόνων. τὰ δὲ τῶν ἀπὸ διανοίας, ἤγουν ἐπί τινων δὲ καὶ τεχνητῶν καὶ προαιρετῶν πραγμάτων ἔχει χώραν τὸ ἀπὸ τύχης, ἤγουν ἡ τύχη· εἰσὶ γάρ τινες τέχναι στοχαστικαί, ὡς ἡ ἰατρικὴ καὶ ἡ κυβερνητική. ἐκ γὰρ τῶν οὔρων καὶ τῶν διαχωρημάτων καὶ τῆς σφυγμικῆς κινήσεως καὶ τῆς τοῦ προσώπου χρόας καὶ τῆς εὐπνοίας καὶ τῆς δυσπνοίας στοχάζεται τὸν νοσοῦντα, εἴτε ὑγείαν ἕξει εἴτε καὶ μή. καὶ διὰ τοῦτο πολλάκις ἐπιτυγχάνει τοῦ σκοποῦ ποιῶν τὰ ἐκ τῆς τέχνης πάντα διαταττόμενα· πολλάκις δὲ καὶ ἀποτυγχάνει διὰ τὸ εὐανάτρεπτον τῶν σωμάτων καὶ τὴν ποικίλην μεταβολὴν καὶ ἀλλοίωσιν αὐτῶν. αὐτὴ γοῦν ἡ ὑγεία οὐ μόνον γενήσεται ἐκ τέχνης ἰατρικῆς ἀλλὰ καὶ ἐκ τύχης. ὡσαύτως δὲ καὶ ἡ κυβερνητικὴ στοχαστικὴ λέγεται, διότι ἐκ τῆς καταστοχάσεως τῆς ἀνατολῆς τῶν ἄστρων καὶ τῶν ἀνέμων σωτηρίαν ἐμποιεῖ τῇ νηί· διὸ καὶ ἀποτυγχάνει. ἐν ὅσοις γοῦν τῶν τεχνῶν ἢ καὶ τῶν τεχνητῶν πραγμάτων ἐνδέχεται καὶ ὧδε εἶναι, ἤγουν ἐπιτυχίαν τοῦ τέλους γίνεσθαι, καὶ ἄλλως, ἤγουν ἀποτυχίαν, ὅταν ἡ γένεσις ᾖ μὴ ἀπὸ τύχης, ἤγουν ὅταν τὸ τέλος μὴ ἀπὸ τύχης γένηται ἀλλʼ ἀπὸ τέχνης, τότε ἐστὶ τὸ τέλος ἀγαθὸν καὶ ἕνεκά του γινόμενον, ἤγουν τελικὸν αἴτιον· ἡ γὰρ ἀπὸ τύχης γινομένη ὑγεία ἢ σωτηρία τελικὸν αἴτιον οὐ λέγεται. καὶ ἢ ὑπὸ τῆς φύσεως γίνεται τὸ τέλος τὸ ἀγαθόν, ὡς ἐπὶ τῶν φυσικῶν πραγμάτων, ἢ ἐκ τῆς τέχνης, ὡς ἐπὶ τῶν τεχναστῶν. ἀπὸ τύχης δὲ οὐδὲν γίνεται ἕνεκά του· οἷον ἡ ὑγεία ἡ ἀπὸ τύχης γινομένη ἢ ἡ σωτηρία τῆς νηὸς τελικὸν αἴτιον οὐ λέγεται.

Τὸ αὐτὸ δʼ αἴτιόν ἐστι τοῖς γινομένοις.

Δείξας, ὡς ἔστι τὸ αὐτὸ πρᾶγμα δεῖξαι διὰ διαφόρων αἰτίων, νῦν μεταβαίνει εἰς ἕτερόν τι θεώρημα, ὅτι τὸ αἴτιον ἀνάγκη συνεξαλλάττεσθαι τῷ προκειμένῳ ζητήματι καὶ ποικίλλεσθαι μὲν κατὰ τὸν χρόνον, μὴ μέντοι γε δὲ καὶ κατὰ τὸ εἶδος, ἀλλὰ μένειν μὲν τῷ εἴδει ἀμετάβλητον ὥσπερ καὶ τὸ προκείμενον ζήτημα, τοῦ δὲ ζητήματος συνεξαλλαττομένου κατὰ τὸν χρόνον συνεξαλλάττεται καὶ τὸ αἴτιον. οἷον αἰτία ἐστὶ τοῦ κρυστάλλου ἡ τοῦ ὕδατος πῆξις διὰ παντελῆ στέρησιν τοῦ θερμοῦ. εἰ μὲν οὖν προτεθῇ τὸ ζήτημα κατὰ τὸν ἐνεστῶτα χρόνον, ἀποδοθήσεται καὶ τὸ αἴτιον αὐτοῦ κατὰ τὸν ἐνεστῶτα· εἰ δὲ γινόμενόν ἐστι τὸ πρᾶγμα, καὶ τὸ αἴτιον γινόμενον ἀποδοθήσεται· καὶ εἰ γεγενημένον τὸ προκείμενον ἢ ἐσόμενον, καὶ τὸ αἴτιον τοιοῦτον ἀποδοθήσεται. οἷον διὰ τί κρύσταλλός ἐστι; διότι πήγνυται τὸ ὕδωρ διὰ παντελῆ ἔκλειψιν τοῦ θερμοῦ. διὰ τί ἐγένετο; διότι ἐπήχθη τὸ ὕδωρ διὰ παντελῆ ἔκλειψιν τοῦ θερμοῦ. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

Τὸ γὰρ μέσον αἴτιον.

Καὶ γὰρ τὸ μέσον, ἤγουν τὸ αἴτιον, καὶ τῶν ὄντων καὶ τῶν γεγονότων καὶ τῶν λοιπῶν τὸ αὐτό ἐστι κατὰ τὸ εἶδος, εἰ καὶ τῷ χρόνῳ διαλλάττεται.

Τὸ μὲν οὖν οὕτως αἴτιον.

Περὶ αἰτίου λέγει ἐνταῦθα εἰδικοῦ, ὅπερ ἅμα ἐστὶ τῷ αἰτιατῷ. καὶ ἐξ ἀνάγκης γίνεται ἡ ἀκολούθησις τοῦ τε αἰτίου καὶ τοῦ αἰτιατοῦ, ὅθεν ἄν τις ἄρξηται, ἤγουν εἴτε ἀπὸ τοῦ αἰτίου εἴτε ἀπὸ τοῦ αἰτιατοῦ· ἀντιστρέφουσι γὰρ πρὸς ἄλληλα. εἰ γὰρ τὸ ὕδωρ πέπηγε διʼ ἔκλειψιν τοῦ θερμοῦ, ἀνάγκη καὶ κρύσταλλον γενέσθαι, καὶ εἰ κρύσταλλος γέγονεν, ἀνάγκη καὶ ἔκλειψιν θερμοῦ γενέσθαι πηχθέντος τοῦ ὕδατος. πλὴν εἰ καὶ ἐξ ἀνάγκης ἡ ἀκολούθησις τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ γίνεται, ὅθεν ἄν τις ἄρξηται, εἴτε ἀπὸ τοῦ αἰτίου εἴτε ἀπὸ τοῦ αἰτιατοῦ, ἀλλʼ οὖν διαφορά ἐστιν ἐν αὐτοῖς αὕτη· εἰ μὲν γὰρ τοῦ αἰτίου τεθέντος ἕψεται τὸ αἰτιατόν, ἔστι κυρίως ἀπόδειξις, διότι καὶ ἡ ἀπόδειξις ἐκ προτέρων καὶ αἰτίων γίνεται· εἰ δὲ τοῦ αἰτιατοῦ τεθέντος ἕψεται τὸ αἴτιον, γίνεται τεκμηριώδης ἀπόδειξις. ἐκ γὰρ τῶν ὑστέρων ὁ συλλογισμὸς προέβη· ἡ δὲ τοιαύτη ἀπόδειξις ἡ ἐκ τῶν ὑστέρων δεύτερα μέτρα φέρει ἀποδείξεως ὡς ταύτης ἐκπίπτουσα. ἐδίδαξε δὲ πρότερον περὶ τοῦ εἰδικοῦ αἰτίου, διότι καὶ ἀρχὴ ἐρρέθη εἶναι ἄμεσος, ἤγουν πρότασις, ἢ διότι ἐν τῷ παρόντι βιβλίῳ περὶ τοῦ εἰδικοῦ αἰτίου ζητοῦμεν, εἴτε δυνατόν ἐστιν ἀπόδειξιν αὐτοῦ γενέσθαι εἴτε καὶ μή.

Ἐπὶ δὲ τῶν μὴ ἅμα.

Αἴτια λέγει μὴ ἅμα ὄντα τοῖς αἰτιατοῖς ἀλλὰ προηγούμενα αὐτῶν κατὰ τὸν χρόνον τὸ ὑλικὸν καὶ ποιητικόν· καὶ γὰρ καὶ οἱ λίθοι καὶ τὰ ξύλα ὑλικὰ αἴτιά εἰσι προϋπάρχοντα τῆς οἰκίας καὶ τὰ τέσσαρα στοιχεῖα τῶν σωμάτων· ὁ δὲ Σωφρονίσκος ποιητικὸν αἴτιον προϋπάρχον τοῦ Σωκράτους, καὶ ἡ τῆς Ἑλένης ἁρπαγὴ ποιητικὸν αἴτιόν ἐστι προηγούμενον τοῦ αἰτιατοῦ, τῆς τοῦ Ἰλίου δηλονότι κατασκαφῆς. ἐπὶ γοῦν τῶν τοιούτων αἰτίων τῶν μὴ ἅμα ὑπαρχόντων τοῖς αἰτιατοῖς οὐ γίνεται ἀναγκαία ἡ ἀκολούθησις, ὅθεν ἄν τις ἄρξηται. εἰ μὲν γὰρ ἀπὸ τοῦ προτέρου, τοῦ αἰτίου, ἄρξεταί τις, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ αἰτιατόν, ὅ ἐστιν ὕστερον· οὐ γὰρ εἰ λίθοι καὶ ξύλα εἰσίν, ἀνάγκη καὶ οἰκίαν εἶναι, οὐδὲ εἰ Σωφρονίσκος ἐστίν, ἀνάγκη καὶ τὸν Σωκράτην εἶναι. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. ἐπὶ δὲ τῶν αἰτίων τῶν μὴ ἅμα θεωρουμένων τοῖς αἰτιατοῖς, ἤγουν τοῦ ποιητικοῦ καὶ τοῦ ὑλικοῦ.

Ὥσπερ δοκεῖ ἡμῖν.

Ἤγουν ὥσπερ καὶ ἡμεῖς δοξάζομεν ταῦτα μὴ ἅμα τοῖς αἰτιατοῖς θεωρεῖσθαι, ζητοῦμεν ἆρα ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ τοῦ τόδε γενέσθαι, ἤγουν οἰκίαν, ἕτερον ἀποδοῦναι αἴτιον γενόμενον, ἤγουν τὸ εἶναι λίθους καὶ ξύλα, καὶ τῆς ἐσομένης οἰκίας ἕτερον ἐσόμενον αἴτιον, ἤγουν ἐσόμενα ξύλα καὶ λίθους, καὶ τοῦ γίνεσθαι οἰκίαν αἴτιον, εἴ τι ἔμπροσθεν ἐγένετο, ἤγουν τὰ προγεγονότα, εἴτε τοῖχον εἴτε θεμέλια εἴτε λίθους εἴτε ξύλα εἴποι τις. πᾶσα δὲ γένεσις καὶ κίνησις ἐν χρόνῳ ἐστίν. ὁ δὲ χρόνος ἐστὶ συνεχὴς οὕτως, διότι μέτρον ἐστὶ κινήσεως οὗτος, ἤγουν μετρούμενος ὑπὸ τῆς κινήσεως τοῦ ἡλίου, ἥτις κύκλῳ γίνεται· ἡ δὲ κύκλῳ κίνησις συνεχής ἐστι καὶ ἀδιάκοπος. ἡ δὲ κατʼ εὐθεῖαν κίνησις διακόπτεται· τὸ γὰρ κινούμενον κατʼ εὐθεῖαν κινεῖται, ἔστʼ ἂν καταλάβῃ τὸν οἰκεῖον τόπον, εἶθʼ οὕτως ἠρεμεῖ. κατʼ εὐθεῖαν δὲ κινήσεις εἰσὶν ἥ τε ἄνω καὶ κάτω· κινεῖται γὰρ τὸ πῦρ, ἔστʼ ἂν καταλάβῃ τὸν αἰθέρα, εἶτα ἠρεμεῖ· καὶ ὁ λίθος κινεῖται κάτω, ἔστʼ ἂν καταντήσῃ εἰς τὴν γῆν.

Ἔστι δὴ ἀπὸ τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός.

Ταῦτα ἐπαπορήσας φησίν, εἰ καὶ τὸ προγενέστερον ἀνάγκη πρῶτον ὑπάρχειν τοῦ αἰτιατοῦ ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως — πρῶτον γὰρ δεῖ εἶναι τὸν Σωφρονίσκον, εἶτʼ ἐξ αὐτοῦ τὸν Σωκράτην γενέσθαι, καὶ πρῶτον λίθους καὶ ξύλα, εἶθʼ οὕτως οἰκίαν —, εἰ γοῦν καὶ ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως ἀνάγκη προϋπάρχειν τὰ αἴτια τῶν αἰτιατῶν, ἀλλʼ οὖν ἐν τῷ συλλογισμῷ δεῖ προλαμβάνειν τὰ ὕστερα, ἵνʼ οὕτως ἐξ ἀνάγκης ἐπακολουθήσῃ τὸ πρότερον· εἰ γὰρ ἄρξεταί τις ἀπὸ τοῦ προτέρου, ἡ τοῦ ὑστέρου ἀκολούθησις ἐξ ἀνάγκης οὐ γίνεται. ἔστι δὴ ὁ συλλογισμὸς ἀρχόμενος ἀπὸ τοῦ ὕστερον γεγονότος, ἵνʼ οὕτως ἐξ ἀνάγκης ἕψηται τὸ πρότερον. πλὴν κἂν ἐν συλλογισμῷ ἀπὸ τοῦ ὕστερον ἀρχώμεθα, ἀλλʼ οὐ δεῖ οἴεσθαι διὰ τοῦτο τὸ ὕστερον αἴτιον εἶναι τοῦ προτέρου· καὶ γὰρ καὶ τούτων τῶν αἰτιατῶν ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως ἀρχαί εἰσι καὶ αἴτια τὰ προγεγονότα, τὰ προγενέστερα δηλαδή.

Διὸ καὶ ἐπὶ τῶν γινομένων ὡσαύτως.

Ἤγουν ὥσπερ ἐπὶ τῶν γεγονότων συλλογιζόμενοι ἀπὸ τοῦ ὑστέρου ἀρχόμεθα, οὕτω καὶ ἐπὶ τῶν γινομένων καὶ ἐσομένων συλλογιζόμενοι ἀπὸ τοῦ ὑστέρου ὀφείλομεν ἄρχεσθαι. ἀπὸ δὲ τοῦ προτέρου εἴ τις ἄρξεται, οὐκ ἐξ ἀνάγκης ἕψεται καὶ τὸ ὕστερον· οἷον ἐπεὶ τόδε γέγονεν, ἤγουν ὁ Σωφρονίσκος, ἀνάγκη καὶ τόδε γενέσθαι, ἤγουν τὸν Σωκράτην.

Καὶ ἐπὶ τοῦ ἔσεσθαι ὡσαύτως.

Ἤγουν ἀπὸ τοῦ ὑστέρου ἄρχου τοῦ συλλογίζεσθαι· οἷον εἰ Σωκράτης ἔσται, ἐξ ἀνάγκης ἔσται καὶ Σωφρονίσκος.

Οὔτε γὰρ ἀορίστου οὔθʼ ὁρισθέντος.

Γυμνάζει τὸν λόγον ἐπὶ τῶν γεγονότων, καὶ ὑποτίθησι γεγονότα καὶ τὸν Σωκράτην καὶ τὸν Σωφρονίσκον. καὶ φησίν, εἰ ἐφʼ ὧν καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἔφθασαν γενέσθαι, ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι τὸν συλλογισμόν, πολλῷ μᾶλλον ἐπὶ τῶν ἐσομένων ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι· εἰ γὰρ ὁ Σωκράτης ἐγένετο, ἀνάγκη καὶ τὸν Σωφρονίσκον γενέσθαι. ἀπὸ δὲ τοῦ προτέρου εἰ ἄρχεταί τις, δόξει μὲν ἀληθεύειν ὁ τοῦτο λέγων διὰ τὸ ἐπακολουθεῖν τὸ ὕστερον τοῦ προτέρου τεθέντος, ἀλλʼ οὐ καθʼ αὑτὸ ἀληθεύει ἀλλὰ κατὰ συμβεβηκός· καθὸ γὰρ ἀπέβη τὸ πρᾶγμα καὶ ἐγένετο, δοκεῖ ἀληθεύειν ὁ ἀπὸ τοῦ προτέρου ἀρχόμενος. εἰ γὰρ μὴ διὰ τὴν ἀπόβασιν ἀληθὴς ἦν ὁ λόγος οὗτος, ἔδει ἀεὶ ἀληθεύειν, εἴτε ὡρισμένος κεῖται ὁ χρόνος εἴτε ἀόριστος, καθʼ ὃν μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὁ Σωκράτης ἐγένετο. μετὰ γὰρ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὑπόθες ἢ μετὰ δέκα ἢ εἴκοσι χρόνους γενέσθαι τὸν Σωκράτην, ἢ εἰ βούλει, ἀορίστως εἰπὲ ὅτι μετὰ παραδρομὴν χρόνων ὁ Σωκράτης ἐγένετο. εἰ γοῦν καθʼ αὑτὸ ἠλήθευεν ὁ λέγων μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου γενέσθαι τὸν Σωκράτην, ἠλήθευεν ἂν τοῦτο λέγων καὶ ἐν τῷ μεταξὺ χρόνῳ τοῦ ὡρισμένου χρόνου. ἀλλὰ μὴν οὐκ ἀληθεύει· εἴτε γὰρ ὁ χρόνος ὁρισθείη εἴτε ἀόριστος ληφθείη, καθʼ ὃν ὁ Σωκράτης ἐγένετο μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν, ὡς ἐπεὶ ὁ Σωφρονίσκος ἐγένετο, ἀληθὲς γεγονέναι καὶ τὸ ὕστερον, ἤγουν τὸν Σωκράτην· ἐν γὰρ τῷ μεταξὺ χρόνῳ τοῦ ὁρισθέντος χρόνου ψεῦδός ἐστι τὸ λέγειν γενέσθαι τοῦτον, ἤγουν τὸν Σωκράτην, θατέρου γεγονότος, ἤγουν διὰ τὸ γενέσθαι τὸν Σωφρονίσκον.

Ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἐσομένων.

Καὶ γὰρ ἐπὶ τούτων οὐ δεῖ ἀπὸ τῶν πρώτων, τῶν γεγονότων, ἄρχεσθαι· οὐ γὰρ ἐπειδὴ γέγονε Σωφρονίσκος, ἐξ ἀνάγκης ἔσται Σωκράτης· ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ὑστέρου, ἤγουν τοῦ ἐσομένου, ἀρκτέον· οὕτω γὰρ ἀκολουθήσει ἐξ ἀνάγκης τὸ προγεγονός· οἷον εἰ κατεσκάφη τὸ Ἴλιον, ἐξ ἀνάγκης ἡ Ἑλένη ἡρπάγη.

Τὸ γὰρ μέσον, ἤγουν τὸ αἴτιον, ὁμόγονον δεῖ εἶναι τῷ αἰτιατῷ, ἤγουν ὁμόχρονον· τῶν γὰρ γενομένων πραγμάτων καὶ τὸ αἴτιον ἔσται γενόμενον καὶ καθεξῆς. ἐπὶ δὲ τοῦ γεγονέναι καὶ τοῦ ἔσται οὐκ ἐνδέχεται εἶναί τι ὁμόγονον· τὸ γὰρ γεγονὸς πῶς ἔσται τῷ ἐσομένῳ ὁμόγονον, εἴγε τὸ μὲν παρεληλυθότος ἐστὶ χρόνου τὸ δὲ μέλλοντος;

Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι.

Μετὰ τὸ γενέσθαι γὰρ τὸν Σωφρονίσκον, εἴτε ὡρισμένον τινὰ χρόνον λάβῃς, ὡς μετὰ δέκα ἔσται χρόνους ὁ Σωκράτης γενησόμενος, εἴτε καὶ ἀόριστον λάβῃς τὸν χρόνον, ὡς μετὰ παραδρομὴν χρόνων ἔσται ὁ Σωκράτης, ψεύδεται ὁ λέγων ἐν τῷ μεταξὺ χρόνων τῶν εἴκοσιν «ἔσται ὁ Σωκράτης».

Ἐπισκεπτέον δὲ τί τὸ συνέχον.

Τὸ προκείμενον ζήτημα τοῖς περὶ κινήσεως λόγοις ἐστὶν οἰκειότερον, ἔνθα καὶ πλατύτερον περὶ τῆς γενέσεως διαλαμβάνει. ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς ἀκροάσεως. ἐνταῦθα δὲ μικρόν τι παρεκβὰς ἀφʼ ὧν ἔλαβε παραδίδωσι τὴν τῶν αἰτίων καὶ αἰτιατῶν ἀκολούθησιν. καὶ ἐπειδὴ διαφέρειν ἔλεγε τὰ αἴτια κατὰ τὸν χρόνον — ἢ γὰρ ὡς ὄντα ἀποδίδονται τὰ αἴτια ἢ ὡς γεγονότα καὶ τὰ ἑξῆς —, ἐπειδὴ μετὰ τὴν τῶν τοιούτων αἰτίων γένεσιν τὰ αἰτιατὰ ὁρῶμεν γινόμενα, οἷον μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὁρῶμεν ὕστερον ἐπακολουθοῦσαν καὶ τὴν τοῦ Σωκράτους γένεσιν ἢ μετὰ τὴν γένεσιν τῆς ἁρπαγῆς τῆς Ἑλένης ἐπακολουθοῦσαν τὴν γένεσιν τῆς κατασκαφῆς τοῦ Ἰλίου, ζητεῖ πότερον αἱ γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν συνεχεῖς εἰσιν, ὥστε μετὰ τὸ γενέσθαι τὸν Σωφρονίσκον ἐπακολουθεῖν τὸ γίνεσθαι τὸν Σωκράτην, ἐν τοῖς πράγμασι τοῖς ἐν γενέσει καὶ φθορᾷ οὖσι καὶ ἔστι δή τι συνέχον αὐτάς, ἤγουν ἔστι τις ὅρος καθʼ ὃν συνεχίζονται αἱ δύο αὗται γενέσεις, τοῦ αἰτίου φημὶ καὶ τοῦ αἰτιατοῦ. ἐν ἐρωτήσει γοῦν τὸν λόγον προαγαγὼν μετὰ σφοδρότητος τὴν ἀπορίαν οὐ παραδέχεται λέγων «ἢ δῆλον ὅτι οὐκ ἔστι τις ὅρος συνεχίζων ταύτας τὰς γενέσεις». καὶ κατασκευάζει τοῦτο οὕτως· τὰ πέρατα οὐ συνεχίζονται· πέρας δὲ τῆς γραμμῆς ἡ στιγμή· στιγμὴ γοῦν στιγμῇ οὐ συνεχίζεται οὐδὲ ἐξέχεται. συνεχῆ γάρ φαμεν ὧν τὰ πέρατα ἅμα· εἰ γοῦν αἱ στιγμαὶ ὡς πέρατα ἀμερεῖς εἰσι καὶ ἀδιαίρετοι, εἰ δώσομεν ταύτας ἔχεσθαι ἀλλήλων καὶ συνεχίζεσθαι, συνεχῆ δέ εἰσιν ὧν τὰ πέρατα ἅμα, λοιπὸν διδόαμεν ταύτας καὶ πέρατα ἔχειν. καὶ εἰ ἡ στιγμὴ πέρας ἔχει, τὸ δὲ πέρας ἕτερον τοῦ οὗ ἐστι πέρας, ἔσται ἄρα ἡ στιγμὴ μεμερισμένη καὶ διαιρετὴ εἴς τε τὸ πέρας καὶ εἰς τὸ περατούμενον διʼ αὐτοῦ, ὅπερ ἄτοπον. τούτῳ τῷ ἐπιχειρήματι χρώμενος δείκνυσιν ἀδύνατον εἶναι γινόμενον πρᾶγμα καὶ μήπω τελειωθὲν καὶ ἀπαρτισθὲν καὶ τὸ οἰκεῖον εἶδος λαβὸν ἐχόμενον εἶναι καὶ συνεχὲς τῷ γεγονότι. πῶς γὰρ ἡ τοῦ Σωκράτους γένεσις ἔσται συνεχὴς τῇ τοῦ Σωφρονίσκου γενέσει; ὁ μὲν γὰρ Σωφρονίσκος γέγονεν, ὁ δὲ Σωκράτης ὡς γινόμενον ἔτι κυοφορεῖται ἐν τῇ μήτρᾳ τῆς μητρός. τὸ οὖν γεγονὸς πέρας ἐστὶ καὶ ἀμερές. πῶς οὖν τὸ πέρας συνεχισθήσεται τῷ γινομένῳ; εἰ γὰρ δώσομεν συνεχίζεσθαι τούτῳ, ἕξει τὸ γεγονός, ὅ ἐστι πέρας, ἕτερον πέρας περατούμενον ὑπʼ αὐτοῦ, καὶ ἔσται διαιρετὸν καὶ μεμερισμένον τὸ πέρας, ὡς καὶ ἐπὶ τῆς στιγμῆς δέδεικται. εἰ γοῦν δύο γεγονότα ἀδύνατον συνεχίζεσθαι ἀλλήλοις — πέρατα γάρ εἰσιν, ὡς εἴπομεν —, εἰ γοῦν τὰ ὁμόγονα καὶ ὁμόχρονα οὐ συνεχίζονται, πῶς συνεχισθήσεται τὸ γινόμενον τῷ γεγονότι, καὶ ταῦτα μὴ ὁμόγονον ὂν αὐτῷ; ἀλλὰ ῥητέον πῶς τὸ γεγονός ἐστι πέρας καὶ τὸ κίνημα. ὡς γὰρ τῆς κινήσεως γινομένης ἡ ἀκαριαία καὶ βραχυτάτη παῦλα τῆς κινήσεως λέγεται κίνημα πέρας ὂν τῆς κινήσεως ἀμερές, οὕτω καὶ ἡ παῦλα τῆς γινομένης οἰκίας — ἔστι δὲ ἡ ἀθρόα ἀπάρτισις τῆς ὅλης οἰκίας — λέγεται γεγονὸς καὶ ἔστι πέρας τῆς γενέσεως.

Ὥσπερ οὖν οὐδὲ στιγμαί εἰσιν.

Διὰ τούτου κατασκευάζει πῶς γεγονὸς γεγονότι οὐ συνεχίζεται. καὶ φησίν· ἡ στιγμὴ καὶ τὸ γεγονὸς ταὐτά εἰσι κατὰ ἀναλογίαν· ὡς γὰρ ἡ στιγμὴ πέρας τῆς γραμμῆς καὶ ἔστιν ἀμερὴς καὶ ἀδιαίρετος, οὕτω καὶ τὸ γεγονὸς πέρας ἐστὶ τῆς γενέσεως καὶ ἔστιν ἀμερὲς καὶ ἀδιαίρετον. ὡς γοῦν αἱ στιγμαὶ ἀλλήλαις οὐ συνεχίζονται, οὕτως οὐδὲ δύο γεγονότα συνεχισθήσονται· ἄμφω γάρ, ἡ στιγμὴ καὶ τὸ γεγονός, ὡς πέρατά εἰσιν ἀδιαίρετα. οὕτως οὐδὲ τὸ γινόμενον συνεχισθήσεται τῷ γενομένῳ διὰ τὴν αὐτὴν αἰτίαν· πέρας γὰρ καὶ ἀδιαίρετον τὸ γεγονός.

Ἐνυπάρχει γὰρ ἄπειρα γεγονότα τῷ γινομένῳ.

Γινομένην νόει τὴν οἰκοδομουμένην οἰκίαν, ἧς γινομένης ἄπειρά ἐστι προγεγονότα· ὀρυγὴ γὰρ γέγονε πρῶτον καὶ θεμέλιον καὶ τοῖχος.

Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου.

Περὶ γενέσεως καὶ γεγονότων ἐνταῦθα μὲν ἀμυδρῶς εἰρήκαμεν καὶ ὅσον ἤρκει ἡμῖν περὶ τὴν παροῦσαν πραγματείαν. καθόλου δὲ καὶ πλατύτερον εἴπομεν περὶ αὐτῶν ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐν ᾗ διδάσκει καθόλου περὶ πάσης κινήσεως· εἶδος γὰρ κινήσεως ἡ γένεσις.

Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως.

Οὐ μάτην ἔδειξεν ὁ Ἀριστοτέλης τὰ αἴτια καὶ τὰ αἰτιατὰ τὰ μὴ ἅμα ὑπάρχοντα καὶ τὰς γενέσεις αὐτῶν, ἤγουν τὴν τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους, μὴ συνεχεῖς εἶναι, ἀλλʼ ἵνα δείξῃ ταύτας ἐφεξῆς οὔσας. εἰ γὰρ συνεχεῖς ἦσαν, τὰ αἴτια τοῖς αἰτιατοῖς οὐκ ἀμέσως ἠκολούθησαν, οὔτε μὴν ἡ γένεσις τῇ γενέσει, ἀλλʼ ἐπʼ ἄπειρον μεταξὺ τούτων ἦν λαβεῖν μέσα, καὶ οὐδέποτε ἔστη ἡ τομὴ τῶν προτάσεων· ἀπὸ δὲ ἐμμέσων ἀπόδειξις οὐ γίνεται. ἐπεὶ δὲ αἱ γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν ἐφεξῆς εἰσι, τὰ δʼ ἐφεξῆς ἄμεσα, αἱ δʼ ἀποδείξεις ἐξ ἀμέσων, λοιπὸν ἄρα τοῖς αἰτιατοῖς τεθεῖσιν ἐξ ἀνάγκης ἀμέσως ἕπεται τὰ αἴτια. κἂν γὰρ ἐπὶ τῶν πραγμάτων προηγοῦνται αἱ γενέσεις τῶν αἰτίων τῶν γενέσεων τῶν αἰτιατῶν — πρῶτον γὰρ ὃ Σωφρονίσκος γέγονεν, εἶθʼ οὕτως ὁ Σωκράτης, καὶ πρῶτος ὁ θεμέλιος, εἶτα ἡ οἰκία —, ἀλλʼ ἐν συλλογισμῷ πρῶτον ὀφείλεις λαμβάνειν τὴν τοῦ αἰτιατοῦ γένεσιν, ἵνʼ οὕτως ἐξ ἀνάγκης ἕψοιτο ἡ τοῦ αἰτίου γένεσις· εἰ γὰρ Σωκράτης γέγονεν, ἐξ ἀνάγκης καὶ Σωφρονίσκος. ἐφεξῆς δέ φαμεν ὧν μεταξὺ οὐδέν ἐστιν ὁμογενές· οἷον ὁ Σωκράτης ἐφεξῆς ἵστασθαι τῷ Πλάτωνι ῥηθήσεται, εἰ μὴ μεταξὺ αὐτῶν μήτʼ ἄνθρωπος εἱστήκει μήτε ἵππος μήτε ἄλλο τι ὁμογενὲς αὐτοῖς. εἰ δέ τις ἐρεῖ «καὶ μὴν μεταξὺ αὐτῶν ἀήρ ἐστιν», οὐ τὸν ῥηθέντα λόγον τῶν ἐφεξῆς ἀνατρέψει· οὐ γὰρ ὁ ἀὴρ ὁμογενής ἐστιν αὐτοῖς· ὁ γὰρ ἀὴρ οὐκ ἀνάγεται ὑπὸ γένος τὸ ζῷον ἀλλʼ ὑπὸ τὴν οὐσίαν τὴν ἄψυχον. περὶ μὲν οὖν τοῦ πῶς τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἔχει ἐπὶ τῶν γενέσεων ἐφεξῆς οὐσῶν καὶ οὐ συνεχῶν ἐπὶ τοσοῦτον εἰρήσθω, ἤγουν ὅσον ἀνήκει τῇ προκειμένῃ πραγματείᾳ, εἴπομεν· ἀρκεῖ γὰρ ἐκ τούτων γνῶναι ὡς ἀμέσως τὰ αἴτια τοῖς αἰτιατοῖς ἕπεται. ἐν δὲ τῇ Φυσικῇ πλατύτερον περὶ αὐτῶν διδάξει.

Ἀνάγκη γὰρ καὶ ἐν τούτοις,

Ἤγουν τοῖς αἰτίοις καὶ αἰτιατοῖς τοῖς μὴ ἅμα οὖσι, τὸ μέσον, ἤγουν τὸ αἰτιατόν, καὶ τὸ πρῶτον, ἤγουν τὸ αἴτιον, ἄμεσα εἶναι. λάβε γὰρ τὸ Α αἴτιον, ἤγουν θεμέλιον, τὸ δὲ Γ τὸ μέσον αἰτιατόν, ἤγουν τοῖχον, τὸ δὲ Δ τὸν ἐλάττονα ὅρον οἰκίαν· ἀμέσως γοῦν ἐπακολουθεῖ τῇ γενέσει τοῦ τοίχου ἡ τοῦ θεμελίου γένεσις καὶ τῇ τῆς οἰκίας ἡ τοῦ τοίχου· οἷον ἐπεὶ τὸ Γ γέγονεν, ἐξ ἀνάγκης καὶ τὸ Α ἐγένετο. ὡς ἐν συλλογισμῷ δὲ ἐλήφθη πρῶτον τὸ Γ, εἶτα τὸ Α· ἐπὶ δὲ τῆς γενέσεως τῶν πραγμάτων πρῶτον ἐγένετο τὸ Α· εἶτα τὸ Γ.

Ἀρχὴ δὲ τὸ Γ διὰ τὸ ἐγγύτερον τοῦ νῦν εἶναι.

Ὥσπερ ἡ γραμμὴ διαιρεῖται τῇ στιγμῇ, ἥτις ἡ στιγμή, καθʼ ἣν ἡ διαίρεσις τῆς γραμμῆς γέγονε, τοῦδε μὲν τοῦ τμήματος γέγονε τέλος, ἀρχὴ δὲ τοῦ ἑτέρου τμήματος, οὕτω καὶ ὁ χρόνος συνεχὴς ὢν διαιρεῖται κατὰ τὸ νῦν. χρόνον δὲ νόει καὶ τὴν ἡμέραν αὐτήν· τῆς γοῦν ἡμέρας γενομένης κατὰ συνέχειαν, ὅπου ἂν καὶ ἐν οἵῳ μέρει τῆς ἡμέρας ἐννοήσῃς τὸ νῦν, εὐθὺς διαιρεῖς ταύτην εἰς δύο τμήματα, καὶ ἔστι τὸ νῦν τοῦ μὲν παρελθόντος μέρους τῆς ἡμέρας τέλος, ἀρχὴ δὲ τῶν μήπω γεγονότων μερῶν αὐτῆς. εἰ γοῦν καὶ αἱ γενέσεις τῶν πραγμάτων ἐν χρόνῳ εἰσίν, ἀλλʼ ὁ μὲν χρόνος ἔχει τὸ συνεχὲς διὰ τὸ ἀεικίνητον τοῦ ἡλίου· μετρεῖται γάρ, ὡς πολλάκις εἴπομεν, ὁ χρόνος ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως. αἱ δὲ γενέσεις τῶν πραγμάτων ὡς ἐν χρόνῳ θεωρούμεναι δοκοῦσι μὲν καὶ αὗται συνεχεῖς διὰ τὸ εἶναι τὸν χρόνον συνεχῆ, οὐκ εἰσὶ δέ· διῄρηνται γὰρ ἀπʼ ἀλλήλων. καὶ δῆλον ὅτι ἡ τοῦ Σωφρονίσκου γένεσις πρώτη γέγονεν, εἶθʼ οὕτως ἐπηκολούθησε καὶ ἡ τοῦ Σωκράτους, καὶ πρῶτος ὁ θεμέλιος, εἶτα ὁ τοῖχος· ἐφεξῆς γάρ εἰσι· τὰ δὲ ἐφεξῆς διῃρημένα. καὶ ἐπὶ τῶν γενέσεων γοῦν, οἷον ὡς ἐπὶ τῆς οἰκοδομήσεως, τὸ ὕστερον γεγονὸς ἐγγίζει τῷ νῦν, οἷον ὁ τοῖχος· πόρρω δὲ τοῦ νῦν τούτου, καθʼ ὃ ὁ τοῖχος ἀπήρτισται, ἡ τοῦ θεμελίου γένεσίς ἐστι. καὶ διὰ τοῦτο δεῖ πρῶτον ἐν συλλογισμῷ τὸ Γ λαμβάνειν, εἶθʼ ἕψεται τούτῳ τὸ Α. ὡς γὰρ τὸ νῦν τέλος ὂν τοῦ παρελθόντος χρόνου εἰσάγει ἐξ ἀνάγκης καὶ τὰ γεγονότα μόρια τοῦ παρελθόντος χρόνου, οὕτω καὶ ὁ τοῖχος ὁ κατὰ τὸ νῦν ἀπηρτισμένος τέλος ἐστὶ τῶν προγεγονυιῶν γενέσεων· τοῦ δὲ τέλους τεθέντος ἐξ ἀνάγκης συνεισάγεται καὶ τὰ πρὸ τοῦ τέλους. ἀρχὴν δὲ ληπτέον ἐν συλλογισμῷ τὸ Γ διὰ τὸ ἐγγίζειν τῷ νῦν, ὅπερ νῦν ἀρχὴ μέν ἐστι τοῦ μέλλοντος χρόνου τέλος δὲ τοῦ παρελθόντος.

Οὕτω δὲ λαμβάνοντι τὸ μέσον.

Ἤγουν εἰ λαμβάνεις ἐν συλλογισμῷ πρῶτον τὸ ὕστερον, ἐξ ἀνάγκης τὸ πρῶτον ἕψεται ἀμέσως· ἀμέσως γὰρ ἐπακολουθεῖ τῇ γενέσει τοῦ τοίχου ὁ θεμέλιος καὶ τῇ γενέσει τῆς οἰκίας ἡ τοῦ τοίχου. εἰ δέ που οὐκ ἀμέσως τοῖς αἰτιατοῖς ἐπακολουθοῦσι τὰ αἴτια, δεῖ λαμβάνειν τὰ μέσα τούτων, καὶ οὕτω σταίης εἰς ἀμέσους προτάσεις. οἷον εἰ λάβοι τις τὸ Α ἀπότμησιν λίθου, τὸ δὲ Γ θεμέλιον, τὸ δὲ Δ οἰκίαν, ἀμέσως τοῖς αἰτιατοῖς οὐκ ἐπακολουθοῦσι τὰ αἴτια. εἰ δὲ λάβοις μεταξὺ τῆς μείζονος προτάσεως τὴν ὀρυγήν, τῆς δὲ ἐλάττονος μέσον τὸν τοῖχον, εὗρες τὰς ἀμέσους προτάσεις.

Ἢ ἀεὶ παρεμπεσεῖται διὰ τὸ ἄπειρον.

Εἰπών, ὅτι εἰς ἀμέσους προτάσεις καταντῶμεν τῇ λήψει τῶν μέσων τῆς τε μείζονος καὶ ἐλάττονος προτάσεως, προσέθετο τὸ ἢ ἀεὶ παρεμπεσεῖται ἀναιρῶν ὑπόνοιάν τινα· ἴσως γάρ τις ὑπέλαβε μὴ εἰς ἀμέσους ποτὲ καταντῆσαι προτάσεις τὰ αἴτια καὶ τὰ αἰτιατὰ διὰ τὸ ἐν χρόνῳ εἶναι ταῦτα, τὸν δὲ χρόνον συνεχῆ, τὸ δὲ συνεχὲς ἐπʼ ἄπειρον διαιρετόν, καὶ τοῦ ληφθέντος ἀεὶ χρόνου ἔστιν ἐπινοεῖν ἕτερον χρόνον. διὰ τοῦτό φησιν· ἢ δόξει διὰ τὴν ἀπειρίαν τοῦ χρόνου, ἣν ἔχει διὰ τὸ συνεχὴς εἶναι, συνεχῆ εἶναι καὶ τὰ αἴτια καὶ τὰ αἰτιατὰ καὶ τὰς τούτων γενέσεις καὶ ἀεὶ δυνατὸν εἶναι ἐπʼ ἄπειρον λαμβάνειν τούτων μέσα. ἀναιρῶν γοῦν τὴν ὑπόνοιαν ταύτην φησίν· εἰ καὶ ὁ χρόνος συνεχὴς καὶ διὰ τοῦτο ἐπʼ ἄπειρον διαιρετός, ἀλλὰ τὰ ἐν αὐτῷ πράγματα συνεχῆ οὐκ εἰσὶν ἀλλὰ διῃρημένα· δέδεικται γὰρ ὅτι τὸ γεγονὸς οὐκ ἔχεται καὶ οὐ συνεχίζεται τῷ γεγονότι. ἐπεὶ δὲ ὁ συλλογισμὸς οὐ κατὰ τὸν χρόνον γίνεται ἀλλὰ κατὰ τὰ πράγματα, οὐδὲν παραλυμαίνεται τὸ λαμβάνειν ἀμέσους προτάσεις ἐν ταῖς ἀποδείξεσι, κἂν ὁ χρόνος ἐστὶ συνεχής.

Ἀλλʼ ἄρξασθαί γε ὅμως.

Ἤγουν κἂν δέδεικται ἀμέσους εἶναι τὰς γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν, ἀλλʼ οὖν ἐν συλλογισμῷ δεῖ ἄρχεσθαι ἀπὸ τοῦ μέσου πρώτου τοῦ καὶ ἐγγίζοντος τῷ νῦν, καὶ οὕτως ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ προγεγονός.

Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται.

Ὥσπερ ἐπὶ τῶν γεγονότων ἀπὸ τῶν ὑστέρων ἄρχῃ συλλογιζόμενος, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι, ἵνʼ ἐπακολουθήσῃ τὸ πρῶτον· εἰ γὰρ ἔσται οἰκία, ἔσται τοῖχος, καὶ εἰ τοῖχος, ἔσται καὶ θεμέλιος.

Ὁμοίως δʼ ἄπειρος ἡ τομή.

Τομὴ τῆς προτάσεώς ἐστιν ὁ μέσος ὅρος. εἰ γὰρ ληφθῇ πρότασις, ὡς «ὁ ἄνθρωπος ζῷόν ἐστιν», ἐπεὶ ἔμμεσός ἐστιν αὕτη, λαβὼν μέσον τὸ λογικὸν διαιρήσεις αὐτὸ εἰς δύο. ὁμοίως γοῦν καὶ ἐν τοῖς ἐσομένοις αἰτίοις καὶ αἰτιατοῖς δόξειεν ἡ τομὴ τῶν προτάσεων ἐπʼ ἄπειρον γίνεσθαι διὰ τὴν τοῦ μέσου λῆψιν διὰ τὸ ἐν χρόνῳ εἶναι ταῦτα, τοῦτον δὲ συνεχῆ. ἀλλʼ οὐκ ἔστιν· εἰσὶ γὰρ καὶ ἐπʼ αὐτῶν αἱ προτάσεις ἄμεσοι. ὡς γὰρ τὰ γεγονότα οὐ συνεχίζονται, οὕτως οὐδὲ τὸ ἐσόμενον ἔχεται καὶ συνεχίζεται ἐσομένῳ, ἀλλὰ διῄρηνται. καὶ διὰ τοῦτό εἰσι καὶ τὰ ἐσόμενα αἴτια καὶ αἰτιατὰ ἄμεσα. δεῖ γοῦν καὶ ἐν τούτοις τοῖς ἐσομένοις ἀρχὴν καὶ πρότασιν εὑρεῖν ἄμεσον.

Ἔχει δὲ οὕτως ἐπὶ τῶν ἔργων.

Παραδειγματίσας τὸ λεγόμενον ἐπὶ τῶν στοιχείων νῦν καὶ ἐπὶ τῶν ἔργων αὐτῶν, ἤγουν τῶν πραγμάτων, παραδειγματίζει ταῦτα. καὶ πρῶτα μὲν τίθησι παράδειγμα τῶν γεγονότων, εἶτα τῶν ἐσομένων.

Ἐπεὶ δʼ ὁρῶμεν ἐν τοῖς γινομένοις.

Ἔδειξεν ἐπὶ τῶν μὴ ἅμα ὄντων αἰτίων καὶ αἰτιατῶν, ὅπως τοῦ ὑστέρου προληφθέντος ἐν συλλογισμῷ ἀμέσως τὸ αἴτιον ἕπεται. ἐπεὶ δὲ ἐν τοῖς φυσικοῖς πράγμασι τοῖς γινομένοις — γινόμενα δὲ λέγει τὰ μὴ ὄντα καὶ ὑφιστάμενα καθʼ ὁλοκληρίαν ἀλλὰ ἔχοντα τὸ εἶναι ἐν τῷ ἀεὶ πεφυκέναι γίνεσθαι κατὰ ἄλλους καὶ ἄλλους καιρούς — ὁρῶμεν κύκλῳ τινὰ γένεσιν, καὶ ἐπεὶ κύκλῳ γίνεται ἡ γένεσις, ἐνδέχεται τοὺς ἄκρους ὅρους καὶ τὸν μέσον τούτων ἀλλήλοις συνέπεσθαι· ἐν γὰρ τούτοις τοῖς ὅροις τοῖς ἐξισάζουσι καὶ ἀντιστρέφουσιν ἡ κύκλῳ δεῖξις γίνεται. καὶ λογικώτερον μὲν πρότερον ἐν τοῖς δευτέροις τῶν Προτέρων δέδεικται, ὅπως τὰ συμπεράσματα ἀντιστρέφουσιν εἰς τὰς προτάσεις καὶ αἱ προτάσεις εἰς τὰ συμπεράσματα ἐν τῷ λαμβάνειν ὅρους ἴδια καὶ ἐξισάζοντα· ποτὲ γὰρ τὸ συμπέρασμα γίνεται αἰτιατόν, ποτὲ δὲ αἴτιον καὶ αἱ προτάσεις αἰτιαταί. ἐπὶ δὲ τῶν ἔργων τῶν φυσικῶν τῶν καθʼ ἑκάστην γινομένων τοῦτό ἐστι τὸ ποιοῦν τὴν κύκλῳ γένεσιν, τὸ λαμβάνειν τὰς γενέσεις ἐξισαζούσας καὶ ἀντιστρεφούσας ἀλλήλαις καὶ τὴν αὐτὴν καὶ μίαν οὖσαν καὶ αἰτίαν καὶ αἰτιατήν, οἵαν ἂν καὶ λήψῃ. οἷον βεβρεγμένης τῆς γῆς ὑπὸ ὑετοῦ — τοῦτο ὡς αἴτιον — ἀνάγκη ἀτμίδας ἐκ γῆς ἀναδίδοσθαι — τοῦτο αἰτιατόν· τούτου δὲ γενομένου, ἤγουν ὑψωθείσης τῆς ἀναδοθείσης ἀτμίδος ἐκ τῆς γῆς ἐπέκεινα τῶν τοῦ ἡλίου ἀντανακλάσεων, πάχυνσις γίνεται ταύτης· παχυνθείσης δὲ ταύτης νέφος γίνεται· νέφους δὲ γενομένου ὕδωρ συνίσταται· τὸ δὲ ὕδωρ συσταθὲν μὴ δυνάμενον μένειν ἄνω ὡς βαρὺ πάλιν κάτω φέρεται, καὶ συμβαίνει βεβρέχθαι τὴν γῆν. τοῦτο αἴτιον ἐξ ἀρχῆς ληφθὲν αἰτιατὸν νῦν γέγονε καὶ κύκλῳ περιῆλθεν· ὡς γὰρ ὁ κύκλος ἀφʼ οὗ σημείου ἄρχεται, εἰς τὸ αὐτὸ καταλήγει, οὕτω καὶ ἐπὶ τούτων ὧν εἴπομεν, ἀφʼ οὗ ἠρξάμεθα, εἰς τὸ αὐτὸ κατελήξαμεν. ἀλλὰ καὶ ἀπὸ ἄλλου τινὸς ὧν εἴπομεν ἀρξάμενος εἰς τὸ αὐτὸ καταλήξεις, ὡς κύκλῳ τῆς γενέσεως οὔσης· οἷον νέφους γενομένου ὕδωρ γίνεται· ὕδατος γενομένου ἡ γῆ βέβρεκται· ταύτης δὲ βραχείσης ἀτμὶς ἀναδίδοται· αὕτη δὲ εἰς νέφος συνίσταται.

Ἔστι δʼ ἔνια μὲν γινόμενα καθόλου.

Πάλιν διαφορὰν παραδίδωσι τῶν ἐν ταῖς ἀποδείξεσι μέσων λαμβανομένων. καὶ φησίν, ὡς ἐπεὶ τὰ πράγματα ἢ ἀεί εἰσι καὶ ἀναγκαῖα ἢ γινόμενα ἢ ὡς ἐπὶ τὸ πολύ εἰσιν ἢ γινόμενα, εἰ μὲν τὸ προκείμενον εἰς ἀπόδειξίν ἐστι τῶν ἀεὶ καὶ ἐξ ἀνάγκης οὕτως ἐχόντων, δεῖ καὶ τὸν μέσον εἶναι τοιοῦτον, ἤγουν ἐξ ἀνάγκης καὶ ἀεὶ οὕτως ἔχοντα. οἷον εἰ ζητεῖ τις ἀπόδειξιν τοῦ τὸν οὐρανὸν κύκλῳ κινεῖσθαι, ληπτέον μέσον τὸ νοῦν μιμεῖσθαι. τοῦ δὲ ἀεὶ γινομένου παράδειγμα ἔστω τοῦτο· οἷον εἰ ζητεῖται διὰ τί μετὰ τὸ θέρος μετόπωρον γίνεται, ληπτέον μέσον ὅρον τὸ τὸν ἥλιον τρέπεσθαι εἰς τὰ ἀντικείμενα τῆς καθʼ ἡμᾶς οἰκήσεως, ἤγουν περὶ τὰ νοτιώτερα μέρη — ἡμεῖς γὰρ περὶ τὸ βόρειον κλίμα οἰκοῦμεν —, καὶ εἰπὲ «μετὰ τὸ θέρος ὁ ἥλιος τρέπεται περὶ τὰ ἀντικείμενα μέρη τῆς καθʼ ἡμᾶς οἰκήσεως, καὶ τρεπόμενον περὶ τοῦτο τὸ κλίμα μετόπωρον γίνεται». δύο γοῦν εἴρηκεν ὁ Ἀριστοτέλης, ἀεὶ οὕτως ἔχοντα καὶ ἀεὶ γινόμενα. καὶ τὴν μὲν κύκλῳ κίνησιν τοῦ οὐρανίου σώματος διὰ τὸ ἀδιάκοπον εἶναι καὶ συνεχῆ ἢ τὴν τοῦ ἡλίου ἢ ἄλλου τινὸς ἀστέρος ἀεὶ οὕτως ἔχειν λέγομεν. ὅσων δὲ ἡ γένεσις διακοπήν τινα ἔχει, ὡς μετὰ τὸ θέρος μετόπωρον καὶ μετὰ τοῦτο χειμὼν καὶ μετὰ τὸν χειμῶνα ἔαρ, ἀεὶ δὲ οὕτω γίνεται, ταῦτα λέγομεν ἀεὶ γινόμενα. τῶν δὲ ὡς ἐπὶ τὸ πολὺ παράδειγμα τοῦτο· οἷον εἰ πρόκειται εἰς ἀπόδειξιν διὰ τί τὸ γένειον τοῦ ἄρρενος τριχοῦται — τοῦτο γὰρ οὐκ ἀεὶ γίνεται ἀλλʼ ὡς ἐπὶ τὸ πολύ· ὁρῶμεν γάρ τινας ἄρρενας ἄχρι καὶ γήρως μηδεμίαν τρίχωσιν ἐν τῷ πώγωνι ἔχοντας —, λάβε μέσον ὅρον τὸ ξηροτέρας ἡλικίας γενομένου τοῦ ἄρρενος λιγνυώδη καὶ καπνώδη ἀναθυμίασιν ἐκ τοῦ πώγωνος ἀναδίδοσθαι, ἥτις καὶ ἀπογεννᾷ τὴν τρίχωσιν. τὸ δὲ καθόλου ἐνταῦθα ἀντὶ τοῦ «ἐξ ἀνάγκης καὶ ἀεὶ καὶ κατὰ παντός» ἐκληπτέον, ὡς καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ εἴρηται.

Τῶν δὴ τοιούτων.

Τῶν ὡς ἐπὶ τὸ πολὺ πραγμάτων ληπτέον καὶ τὸν μέσον ὅρον ὡς ἐπὶ τὸ πολύ. ὅτι δὲ δεῖ εἶναι τὸν μέσον ἐν τούτοις τοιοῦτον, δείκνυσι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἔστω γὰρ συναχθὲν συμπέρασμα ὡς ἐπὶ τὸ πολὺ διὰ μέσου τοῦ Β τὸ Α Γ. καὶ ἐγὼ μὲν λέγω ὅτι καὶ τὸ Β ὡς ἐπὶ τὸ πολὺ εἴληπται. εἰ δέ τις ἀντιπίπτει, ἔστω τὸ Β, ὁ μέσος, τῶν ἀεὶ καὶ ἐξ ἀνάγκης ὄντων. ἐπεὶ δὲ ὁ μέσος αἴτιός ἐστι τῆς συμπλοκῆς τῶν δύο προτάσεων διὰ τὸ ἐπὶ μὲν τῆς μείζονος ὑποκεῖσθαι ἐπὶ δὲ τῆς ἐλάττονος κατηγορεῖσθαι, ἀνάγκη καὶ τὰς προτάσεις εἶναι ἀναγκαίας. εἰ δὲ αὗται ἀναγκαῖαι, ἔσται καὶ τὸ Α Γ συμπέρασμα ἀναγκαῖον. ἀλλὰ μὴν ὡς ἐπὶ τὸ πολὺ ἔκειτο εἶναι τὸ συμπέρασμα. ἀδύνατον οὖν τὸ αὐτὸ συμπέρασμα καὶ ἀναγκαῖον εἶναι καὶ ὡς ἐπὶ τὸ πολύ. ἐπεὶ δὲ τὸ ἀδύνατον συνήχθη διὰ τὸ ὑποθεῖναι τὸ Β ἀναγκαῖον, λοιπὸν ἄρα ἀνάγκη ὡς ἐπὶ τὸ πολὺ εἶναι τὸ Β. οὕτως μὲν οὖν ἐπὶ στοιχείων διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔδειξεν ὅτι τῶν ὡς ἐπὶ τὸ πολὺ πραγμάτων ἀποδεικνυμένων ἐστὶ καὶ ὁ μέσος ὡς ἐπὶ τὸ πολύ.

Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται.

Ζητήσας ὄπισθεν πολλὰ περὶ ὁρισμοῦ, ἐπεὶ εὕρισκε τὸν ὁρισμὸν μὴ μόνον μέσον ὅρον ἐν ἀποδείξεσι λαμβανόμενον ἀλλὰ καὶ τὰ ἄλλα αἴτια, τὸ ποιητικόν, τὸ τελικὸν καὶ τὸ ὑλικόν, τούτου χάριν ἐδίδαξε καὶ περὶ τῶν ἄλλων αἰτίων, ὅπως μέσοι ὅροι λαμβάνονται, καὶ κατὰ τί ἀλλήλων διαφέρουσι, καὶ πῶς ἐν συλλογισμῷ ἡ ἀκολούθησις ἐν αὐτοῖς γίνεται. καὶ μετὰ τὴν συμπλήρωσιν τούτων πάλιν ἐπανατρέχει εἰς τὸν ὁρισμόν, καὶ ἀνακεφαλαιωσάμενος ἃ εἶπε περὶ αὐτοῦ ἔτι προστίθησι καὶ ἕτερα ἃ εἶπε περὶ ὁρισμοῦ. πῶς μὲν οὖν τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς εἰς τοὺς ὅρους ἀποδίδοται; τρεῖς ὅροι ἐν τῷ ἀποδεικτικῷ συλλογισμῷ λαμβάνονται· ἐν τίνι γοῦν τῶν τριῶν ὅρων τέτακται ὁ ὁρισμός; εἴρηται ὅτι ὡς μέσος ὅρος λαμβάνεται. καὶ τίνα τρόπον ἔστιν ἀπόδειξις αὐτοῦ; ἀπόδειξις μὲν γὰρ οὐκ ἔστιν αὐτοῦ ὡς μὴ γινομένου συμπεράσματος ἀποδείξεως· ἔστι δέ, καθόσον συνθηρᾶται ἐκ τῆς ἀποδείξεως. καὶ τίνα τρόπον ἔστιν ὁρισμὸς αὐτοῦ καὶ οὐκ ἔστι; τέσσαρσι τρόποις ὁρισμοὺς τοῦ ὁρισμοῦ ἀποδέδωκεν· εἷς μὲν ὁ λέγων «ὁρισμός ἐστι λόγος ἐφερμηνευτικὸς τοῦ τί σημαίνει τὸ ὄνομα», ὃς καὶ ὀνοματώδης λέγεται· ἕτερος «λόγος τοῦ τί ἐστιν ἀναπόδεικτος»· καὶ ἄλλος «συμπέρασμα τῆς τοῦ τί ἐστιν ἀποδείξεως»· πρὸς δὲ καὶ οὗτος «συλλογισμὸς τοῦ τί ἐστι πτώσει διαφέρων τῆς ἀποδείξεως». τεσσάρων οὖν ὁρισμῶν τοῦ ὁρισμοῦ ἀποδοθέντων ὁ μὲν εἷς, ὁ ὀνοματώδης, οὐκ ἔστιν ὁρισμὸς τοῦ ὁρισμοῦ· οἱ δὲ τρεῖς εἰσιν ὁρισμοὶ αὐτοῦ. ἀλλὰ ῥητέον πρῶτον περὶ ἀριθμοῦ, ἵνʼ εὔοδος ἡμῖν ὁ λόγος ἐν τοῖς ἔμπροσθεν γένηται. τῶν ἀριθμῶν οἱ μέν εἰσι πρῶτοι καὶ ἀσύνθετοι, οἱ δέ εἰσι πρῶτοι καὶ σύνθετοι, οἱ δὲ δεύτεροι καὶ σύνθετοι. καὶ δεύτερος μὲν καὶ σύνθετός ἐστιν ὁ δεκαέξ· διαιρεῖται γὰρ εἰς μέγιστα μόρια κατὰ διχοτομίαν τὰ ὀκτὼ καὶ ὀκτώ· διαιρεῖται δὲ καὶ εἰς ἐλάττονα μόρια τὰ τέσσαρα τετράκις. ὁ γοῦν δεκαὲξ σύνθετος μέν ἐστιν ὡς συγκείμενος ἐκ δύο ὀκτάδων· δεύτερος δὲ λέγεται τοῦ τέσσαρα τοῦ μετροῦντος αὐτὸν τετράκις· τὸ γὰρ μετροῦν πρῶτόν ἐστι τοῦ μετρουμένου. καὶ ὁ ἐννέα δὲ δεύτερος καὶ σύνθετός ἐστι· κατὰ γὰρ διχοτομίαν εἰς δύο μέγιστα μόρια διῃρέθη, ἤγουν τέσσαρα καὶ πέντε, ἐξ ὧν καὶ συνετέθη. διαιρήσεις δὲ αὐτὸν καὶ εἰς ἐλάττονα μόρια τὰς τρεῖς τριάδας· ὁ γοῦν ἐννέα δεύτερός ἐστι τοῦ τρία τοῦ μετροῦντος αὐτὸν τρισσάκις. ὁ δὲ ἑπτὰ λέγεται πρῶτος καὶ σύνθετος, πρῶτος μὲν διὰ τὸ μὴ ἔχειν ἀριθμόν τινα μετροῦντα αὐτὸν κατὰ πολλαπλασιασμόν, σύνθετος δὲ ὡς διαιρούμενος εἰς δύο μέγιστα μόρια τὰ τρία καὶ τέσσαρα, ἐξ ὧν καὶ συνετέθη. τοιοῦτός ἐστι καὶ ὁ ἕνδεκα. πρῶτος καὶ ἀσύνθετος ὁ τρία, πρῶτος μὲν ὡς μὴ ἔχων ἀριθμὸν μετροῦντα αὐτὸν εἰ μὴ μόνον τὴν μονάδα τρισσάκις λαμβανομένην, ἥτις οὐδʼ ἀριθμός ἐστιν· οὔτε μὴν σύγκειται ἐκ δύο ἀριθμῶν· ἐκ δυάδος γὰρ καὶ μονάδος σύγκειται. ἀλλὰ καὶ ἡ δυὰς πρώτη καὶ ἀσύνθετός ἐστι.

Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστιν.

Ἀντὶ τοῦ εἰπεῖν «ὁρισμούς» εἶπε τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα· καὶ γὰρ καὶ ὁ ὁρισμὸς ἐν τῷ τί ἐστι κατηγορεῖται τοῦ ὁριστοῦ.

Τῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστῳ ἔνια ἐπεκτείνει.

Τινὰ κατηγοροῦνται τοῦ ὁριστοῦ μὴ ὑπερβαίνοντα καὶ ἐπὶ πλέον ὄντα τοῦ γένους ὑφʼ ὃ τὸ ὁριστὸν ἀνάγεται. οἷον ἔστω ὁριστὸν ἡ τριάς, καὶ κατηγορείσθω κατʼ αὐτῆς τὸ ὂν ἐν τῷ τί ἐστι. τὸ οὖν ὂν τοῦτο ὑπερβαίνει τὸν ἀριθμόν, τὸ γένος τῆς τριάδος· οὐ γὰρ μόνον τὸ ὂν κατηγορεῖται τῆς τριάδος καὶ τετράδος καὶ τῶν ἄλλων ἀριθμῶν ἀλλὰ καὶ νοῦ καὶ ψυχῆς καὶ ἀνθρώπου, ἃ ἀριθμοὶ οὐκ εἰσί. κατηγορεῖται τῆς τριάδος ἐν τῷ τί ἐστι καὶ τὸ περιττόν, ὅπερ οὐκ ἐπὶ πλέον θεωρεῖται τοῦ ἀριθμοῦ ἀλλὰ κατηγορεῖται τῶν ἐντὸς ὄντων τοῦ ἀριθμοῦ, οἷον τριάδος, πεντάδος, ἑπτάδος. εἰ γοῦν πρόκειταί τι ὁριστὸν καὶ μέλλεις εὑρεῖν τὸν ὁρισμὸν αὐτοῦ, δεῖ σε λαμβάνειν τινὰ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ ὁριστοῦ ἀεί, ἤγουν ἐξ ἀνάγκης, μὴ μέντοι γε δὲ ἔξω τοῦ γένους καὶ ἐπὶ πλέον αὐτοῦ θεωρούμενα, ὑφʼ ὃ τὸ ὁριστὸν ἀνάγεται. λέγω δὲ ἐπὶ πλέον τοῦ γένους εἶναι καὶ ὑπερβαίνειν τὴν τούτου περιοχὴν ὅσα ἑκάστῳ μὲν ὁριστῷ καθόλου ὑπάρχουσιν, ἤγουν ἐξ ἀνάγκης, οὐ μέντοι γε δὲ ἐκείνῳ μόνῳ εἰσὶν ἀλλὰ καὶ ἄλλοις. τὰ δὴ τοιαῦτα, τὰ ἐπὶ πλέον μὲν ὄντα τοῦ ὁριστοῦ μὴ ὑπερβαίνοντα δὲ τὸ γένος αὐτοῦ καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, ληπτέον τοσαῦτα πρῶτα, μέχρις οὗ ἐξισωθῇ τὸ σύνθημα τῶν μερῶν πάντων τῷ ὁριστῷ. ἕκαστον μὲν γὰρ μέρος τοῦ ὁρισμοῦ ἐπὶ πλέον ἐστὶ τοῦ ὁριστοῦ, ὁμοῦ δὲ πάντα ἑνωθέντα μόνον παριστῶσι τὸ ὁριστὸν καὶ οὐκ ἐπὶ πλέον αὐτοῦ θεωροῦνται. ταύτην μὲν γὰρ τὴν σύνθεσιν τῶν μερῶν τοῦ ὁρισμοῦ τὴν ἐν τῷ τί ἐστι κατηγορουμένην τοῦ ὁριστοῦ ἀνάγκη οὐσίαν εἶναι καὶ ὁρισμὸν τοῦ ὁριστοῦ πράγματος ὡς ἐξισάζουσαν αὐτῷ καὶ ἀντιστρέφουσαν.

Καὶ ὡδὶ πρῶτος.

Ἤγουν κατὰ ἀμφότερα πρῶτος, ὡς μήτε ἐξ ἀριθμῶν συγκείμενος μήτε ἐξ ἀριθμοῦ μετρούμενος.

Τὸ δὲ τελευταῖον τὸ κατʼ ἀμφότερα πρῶτον.

Ἐπεὶ δὲ δεδήλωται ἡμῖν.

Ἔδειξεν, ὡς εἰ λάβοι τις πάντα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ ὁριστοῦ καὶ συνθήσει ταῦτα ὡς ἐξισασθῆναι τῷ ὁριστῷ, ἀπαρτίσει τὸν ὁρισμόν. ὅτι δὲ τὰ ἐν τῷ τί ἐστι ληφθέντα εἰς ἀπάρτισιν τοῦ ὁρισμοῦ ἐξ ἀνάγκης ὑπάρχουσι τῷ ὁριστῷ, οὕτως ἔδειξε. μέλλει δὲ δεῖξαι συλλογιζόμενος ἐν πρώτῳ σχήματι οὕτως· τὰ ἐν τῷ τί ἐστι πάντα καθόλου κατηγορεῖται οὗ κατηγορεῖται· τὰ δὲ καθόλου κατηγορούμενα ἀναγκαῖα· τὰ ἐν τῷ τί ἐστιν ἄρα πάντα ἀναγκαῖα.

Τὰ καθόλου δὲ ἀναγκαῖα.

Τὸ «δέ» ἀντὶ τοῦ «γάρ»· τὰ γὰρ καθόλου ἀναγκαῖα.

Τῇ δὲ τριάδι, ἤγουν ἐν τῷ ὁρισμῷ δὲ τῆς τριάδος, ἢ ἐφʼ οὗ ἄλλου, ἤγουν καὶ ἑτέρου τινὸς ὁριστοῦ, ἀνθρώπου ἢ ἵππου, λαμβάνεται πάντα τὰ ἐν τῷ τί ἐστιν οὕτως ὡς οὐσιωδῶς καὶ ἐξ ἀνάγκης κατὰ τοῦ ὁριστοῦ κατηγορεῖσθαι, ἐξ ἀνάγκης ἂν εἴη τριὰς τοιαῦτα, τὰ ἀριθμὸς περιττὸς πρῶτος κατὰ ἀμφότερα. ὅτι δὲ ἃ εἴπομεν οὐσία καὶ ὁρισμός ἐστι τῆς τριάδος, ἐκ τῶνδε δῆλον. καὶ γὰρ τὸ εἶναι τῆς τριάδος, ἤγουν ὁ ὁρισμὸς οὗτος, εἰ μὴ τοῦτο εἴη, ἤγουν εἰ μὴ ὁρισμός ἐστιν αὐτῆς τὸ «ἀριθμὸς περιττὸς καὶ τὰ λοιπά», ἔσται γένος ἢ ὠνομασμένον ἢ ἀνώνυμον· μόνοι γὰρ οἱ ὁρισμοὶ καὶ τὰ γένη κατηγοροῦνται ἐν τῷ τί ἐστι καθʼ ὧν κατηγοροῦνται. εἰ γοῦν τὸ «ἀριθμὸς περιττὸς πρῶτος κατʼ ἄμφω» ὁρισμὸς τῆς τριάδος οὐκ ἔστιν, εἴη ἂν γένος αὐτῆς ἀνώνυμον. ὠνομασμένον μὲν γὰρ γένος ἐστὶ τὸ διʼ ὀνόματος ἑνὸς δηλούμενον, οἷον ζῷον, ἀριθμός, χρῶμα· ἀνώνυμον δὲ γένος ἐστὶ τὸ διὰ δύο ἢ καὶ πλειόνων ὀνομάτων δηλούμενον, οἷον τὸ ζῷον λογικόν. εἰ γοῦν ὁ ἀποδοθεὶς ὁρισμὸς γένος ἐστίν, ἐπὶ πλέον ἂν εἴη τῆς τριάδος, ἤγουν οὐκ αὐτὴν μόνην παριστᾷ ἀλλὰ καὶ ἕτερον.

Ὑποκείσθω γάρ, ἤγουν ληπτέον ὡς ὁμολογούμενον, ὡς τοιοῦτόν ἐστι τὸ γένος κατὰ δύναμιν, ἤγουν δυνάμει ἐπὶ πλέον κατηγορούμενον τοῦ οὗ λέγεται γένος εἶναι· οἷον γένος λέγεται τοῦ ἀνθρώπου τὸ ζῷον, ἀλλὰ δυνάμει ἐμπεριέχει καὶ ἵππον καὶ βοῦν καὶ λοιπὰ ὡς ἐπὶ πλέον ὂν τοῦ ἀνθρώπου. εἰ τοίνυν ὁ ῥηθεὶς λόγος οὐδενὶ ἄλλῳ ὑπάρχει ἀλλʼ ἢ μόνον ταῖς ἀτόμοις τριάσι, ταῖς μερικαῖς, λοιπὸν τὸ εἶναι καὶ ὁ ὁρισμὸς τῆς τριάδος τοῦτό ἐστιν. ὑποκείσθω γὰρ καὶ ληπτέον ὡς ὁμολογούμενον καὶ τοῦτο, ὅτι ἡ οὐσία καὶ ὁ ὁρισμὸς ἑκάστου ἐστὶν ἡ κατηγορία ἡ ἐσχάτη ἡ κατὰ τῶν ἀτόμων θεωρουμένη τῶν ὑπὸ τὸ εἶδος ὄντων οὗ ὁ ὁρισμὸς ἀπεδόθη· οἷον τὸ ζῷον λογικὸν θνητὸν ὁρισμὸς ὂν τοῦ ἀνθρώπου ἐσχάτως κατηγορεῖται κατὰ μόνων τῶν μερικῶν ἀνθρώπων.

Καὶ οὐ μόνον ἐπὶ τῆς τριάδος εὑρήσεις οὕτω τὸν ὁρισμόν, ἀλλʼ ὁμοίως καὶ ἐπὶ ἄλλου ὁτουοῦν πράγματος ἔσται τὸ εἶναι καὶ ὁ ὁρισμὸς αὐτοῦ ἀπὸ τῶν οὕτω δειχθέντων, ἤγουν ἀπὸ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, θηρώμενος. ἐπί τινων δὲ ἀντιγράφων εὑρήσεις τῶν οὕτω ληφθέντων. εἰ δέ τις ἐρεῖ «πῶς φής, ὦ Ἀριστότελες, ὡς ὁ ὁρισμὸς σύγκειται ἐκ πάντων τῶν ἐν τῷ τί ἐστι; καὶ μὴν ἔφασκες ἐκ γένους καὶ συστατικῶν διαφορῶν τὸν ὁρισμὸν συγκεῖσθαι· αἱ δὲ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται», λέγομεν οὖν πρὸς αὐτὸν ὡς αἱ διαφοραὶ ἐν τῷ ὁποῖον τί ἐστι κατηγοροῦνται, ἀλλὰ αὐταὶ καθʼ ἑαυτὰς λαμβανόμεναι χωρὶς τοῦ γένους· εἰ δὲ μετὰ τοῦ γένους ληφθῶσιν, οὐκέτι λέγονται διαφοραὶ ἀλλὰ γένη ἀνώνυμα· τὰ δὲ γένη ἐν τῷ τί ἐστι κατηγοροῦνται. οἷον τὸ λογικὸν καὶ τὸ θνητὸν ὡς μὲν λογικότης καὶ θνητότης διαφοραί εἰσι καὶ ποιότητες ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμεναι, μετὰ δὲ τοῦ ζῴου ληφθέντα εἰσὶ γένη ἀνώνυμα.

Χρὴ δέ, ὅταν ὅλον τι πραγματεύηταί τις.

Ὅλον νόει τὸ γένος, ὡς ἐν ταῖς Πέντε φωναῖς εἴρηται, μέρη δὲ αὐτοῦ τὰ εἴδη τὰ εἰδικώτατα. ἄτομα τῷ εἴδει λέγονται τὰ εἴδη τὰ εἰδικώτατα διὰ τὸ μὴ τέμνεσθαι ἢ εἰς διαφορὰς ἢ εἰς εἴδη. πρόσκειται δὲ τῷ εἴδει εἰκότως, ἵνα ἀντιδιαστείλῃ τὰ εἰδικώτατα εἴδη τῶν μερικῶν· ταῦτα γὰρ ἄτομα λέγονται τῷ ἀριθμῷ. ὁ Σωκράτης γὰρ ἄτομόν ἐστι καὶ ἓν τῷ ἀριθμῷ· ὁ δὲ καθόλου ἄνθρωπος ἄτομόν ἐστι κατὰ τὸ εἶδος· ἓν γὰρ τῷ εἴδει ἐστί, κἂν εἰς πολλὰ μερικὰ διαιρῆται. παραδοὺς οὖν μέθοδον διʼ ἧς εὑρήσεις τοὺς ὁρισμοὺς τῶν εἰδικωτάτων εἰδῶν, νῦν παραδίδωσιν ἑτέραν διʼ ἧς ἂν εὑρίσκῃ τις τοὺς ὁρισμοὺς τῶν γενῶν. ἔστι δὲ τοιαύτη ἡ μέθοδος. λάμβανε, φησί, καὶ διαίρει τὸ γένος εἰς τὰ εἴδη τὰ εἰδικώτατα· οἷον τὴν γραμμὴν ὡς γένος διαίρει εἰς τὴν εὐθεῖαν γραμμήν, εἰς τὴν περιφερῆ καὶ εἰς τὴν ἑλικοειδῆ τὴν καὶ καμπύλην λεγομένην. εἶτα λάβε τοὺς ὁρισμοὺς αὐτῶν, καὶ ὃ μέρος εὑρήσεις τοῦ ὁρισμοῦ κοινῶς θεωρούμενον ἐν πᾶσι τοῖς εἴδεσι, τοῦτό ἐστιν ὁρισμὸς τοῦ γένους, ἤγουν τῆς γραμμῆς. οἷον γραμμὴ εὐθεῖά ἐστι μῆκος ἀπλατὲς οὗ τὰ μέρη τοῖς ἄκροις ἐπιπροσθεῖ· περιφερὴς δέ ἐστι μῆκος ἀπλατὲς οὗ αἱ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί· καμπύλη δέ ἐστι μῆκος ἀπλατὲς ἐξ εὐθείας γραμμῆς καὶ περιφεροῦς συγκείμενον· ἐπεὶ γοῦν ἐν τούτοις πᾶσι κοινῶς θεωρεῖται τὸ μῆκος ἀπλατές, τοῦτό ἐστιν ὁρισμὸς τοῦ γένους. καὶ πάλιν ὁ ἀριθμὸς γένος ἐστὶ δυάδος καὶ τριάδος· ἔστι γοῦν τριάδος ὁρισμὸς πλῆθος μονάδων κατὰ διχοτομίαν εἰς ἄνισα διαιρούμενον· δυὰς δέ ἐστι πλῆθος μονάδων εἰς ἴσα διαιρούμενον· ἐπεὶ γοῦν τὸ πλῆθος μονάδων ἐν ἀμφοτέροις ἐστὶ κοινόν, ἔστι λοιπὸν τοῦτο ὁρισμὸς τοῦ ἀριθμοῦ.

Ὅταν δέ τις πραγματεύηται τὸ ὅλον, ἤγουν πειρᾶται λαβεῖν ὁρισμὸν τοῦ γένους, δεῖ διελεῖν τὸ γένος οὗ τὸν ὁρισμὸν ζητεῖ εὑρεῖν εἰς τὰ ἄτομα τῷ εἴδει, οἷον τὴν γωνίαν εἰς τὴν ὀρθὴν γωνίαν καὶ εἰς τὴν ὀξεῖαν καὶ εἰς τὴν ἀμβλεῖαν· ὀρθὴ γωνία ἐστὶ κλίσις εὐθείας γραμμῆς ἐπʼ εὐθείας κατὰ κάθετον· ἀμβλεῖα δὲ κλίσις εὐθείας γραμμῆς ἐπʼ εὐθείας μὴ κατὰ κάθετον ποιοῦσα γωνίαν μείζονα τῆς ὀρθῆς· ὀξεῖα δὲ κλίσις εὐθείας γραμμῆς ἐπʼ εὐθείας μὴ κατὰ κάθετον ποιοῦσα γωνίαν ἐλάττονα τῆς ὀρθῆς· ἐπεὶ γοῦν κοινόν ἐστιν ἐν τούτοις τὸ «κλίσις εὐθείας γραμμῆς ἐπʼ εὐθείας», τοῦτό ἐστιν ὁρισμὸς τῆς γωνίας.

Μετὰ δὲ τοῦτο λαβόντα τί τὸ γένος.

Ἤγουν μετὰ δὲ τὸ διαιρῆσαι τὸ γένος εἰς εἴδη καὶ ἐκ τῶν ὁρισμῶν αὐτῶν λαβεῖν τὸ κοινῶς ἐν αὐτοῖς θεωρούμενον, ὥσπερ τὸ μῆκος ἀπλατὲς ἐλάβομεν, δεῖ σε λαβεῖν καὶ τὸ γένος ὑφʼ ὃ ἀνάγεται ἡ γραμμή· ἔστι δὲ τὸ ποσόν. μῖξαι οὖν τὸ κοινὸν τῶν εἰδῶν τοῦτο μετὰ τοῦ ποσοῦ καὶ εἰπὲ «γραμμή ἐστι ποσὸν μῆκος ἀπλατές». ἐπί τινων δὲ εὑρήσεις γένος τὴν ποιότητα ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν.

Τὰ ἴδια πάθη θεωρεῖν.

Τὰ κοινῶς θεωρούμενα πάθη ἐν τοῖς εἴδεσιν ἴδιά εἰσι τοῦ γένους, ἃ καὶ συνιστῶσι τὸν ὁρισμὸν αὐτοῦ. τὰ γοῦν ἴδια πάθη τοῦ γένους ἀπὸ τῶν κοινῶν εὑρίσκονται παθῶν τῶν ἐν τοῖς εἴδεσι θεωρουμένων. τὸ δὲ πρῶτον οὕτως νόει, ὡς ταῦτα τὰ κοινὰ πάθη πρῶτα θεωροῦνται ἐν τοῖς εἴδεσι, διὰ δὲ τὰ εἴδη ὕστερον ὑπάρχουσι καὶ τοῖς γένεσι.

Τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων,

Ἤγουν τῶν εἰδικωτάτων εἰδῶν — εἴπομεν γὰρ τὸ γένος ὅλον εἶναι ἐκ μερῶν τῶν εἰδῶν συγκείμενον — ἔσται δῆλα ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν τὰ συμβαίνοντα, ἤγουν τὰ ἴδια πάθη τῶν γενῶν, οἱ ὁρισμοὶ αὐτῶν.

Διὰ τὸ ἀρχὴν εἶναι πάντων τὸν ὁρισμὸν καὶ τὸ ἁπλοῦν.

Ἁπλᾶ νόει τὰ εἴδη τὰ εἰδικώτατα· μέρη γάρ εἰσι τοῦ ὅλου, γένους ὄντος ὅλου, τὸ δὲ μέρος ἁπλούστερον τοῦ ὅλου. ὁ γοῦν ὁρισμὸς τῶν εἰδῶν καὶ αὐτὰ τὰ εἴδη τὰ εἰδικώτατα, ἃ καὶ ἁπλᾶ εἶπεν, ἀρχαὶ λαμβάνονται ἡμῖν ποδηγοῦσαι εἰς εὕρεσιν τῶν ὁρισμῶν τῶν γενῶν ἀρχὴ γὰρ λέγεται πᾶν ἁπλοῦν τοῦ συνθέτου καὶ τὸ διʼ οὗ ὁδηγούμεθα εἰς εὕρεσίν τινος. τὰ γοῦν πάθη τὰ συμβαίνοντα τοῖς ἁπλοῖς, ἤγουν τοῖς εἰδικωτάτοις εἴδεσι, καθʼ ἑαυτὰ καὶ πρώτοις καὶ μόνοις ὑπάρχουσι, τοῖς δʼ ἄλλοις, τοῖς γένεσι, δευτέρως κατʼ ἐκεῖνα, ἤγουν διʼ ἐκεῖνα τὰ εἴδη.

Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς.

Πρῶτον μὲν ἐν τοῖς Ἀναλυτικοῖς καὶ ἐν τούτῳ τῷ βιβλίῳ διέσυρε τὴν διαίρεσιν ὡς ἀσυντελῆ καὶ ἄχρηστον εἰς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ᾗ πρὸς τούτους ἐχρῶντο οἱ περὶ τὸν Πλάτωνα. ἐνταῦθα δὲ δέχεται τὴν διαίρεσιν ὡς συμβαλλομένην εἰς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ἀλλʼ εἴ τις ταύτην μεταχειρίσαιτο ὡς μέλλει εἰπεῖν οὗτος, οὐ μέντοι γε δὲ ὡς οἱ περὶ τὸν Πλάτωνα ταύτην μετεχειρίζοντο.

Τὸ λέγειν διαιρέσεις κατὰ τὰς διαφορὰς ἢ διὰ τῶν διαφορῶν ταὐτόν ἐστι· τὰ γὰρ γένη διαιροῦνται εἰς τὰ εἴδη τὰ εἰδικώτατα διὰ μέσων τῶν διαφορῶν. χρήσιμοι οὖν εἰσιν αἱ διαιρέσεις εἰς τοὺς ὁρισμοὺς ἐν τῷ οὕτως μετιέναι ταύτας ὡς μέλλει εἰπεῖν. πῶς μέντοι δεικνύουσιν οἱ περὶ τὸν Πλάτωνα τοὺς ὁρισμοὺς ἐκ τῶν διαιρέσεων, εἴρηται πρότερον. χρήσιμοι δʼ ἂν εἶεν αἱ διαιρέσεις οὕτως πρὸς τὸ συλλογίσασθαι καὶ συνάξαι τὰ μέρη τὰ ἐν τῷ τί ἐστιν, ἤγουν ἐξ ὧν ὁ ὁρισμὸς σύγκειται· ὁ γὰρ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν· αὗται δὲ ἐκ τῆς διαιρέσεως εὑρίσκονται.

Καίτοι δόξειεν ἂν οὐδέν.

Εἰπὼν τὸ χρήσιμον τῆς διαιρέσεως διασύρει πάλιν τὸν Πλάτωνα ὡς λέγοντα διὰ τῆς διαιρέσεως συλλογίζεσθαι καὶ ἀποδεικνύειν τὰ μέρη τοῦ ὁρισμοῦ τὰ ἐν τοῖς ὁριστοῖς θεωρούμενα. καίτοι δόξειεν ἂν ἡ διαίρεσις οὐδὲν συλλογιστικῶς ἀποδεικνύειν τὰ μέρη τοῦ ὁρισμοῦ ὑπάρχειν τοῖς ὁριστοῖς, ἀλλʼ αἰτεῖσθαι τὸ ἐν ἀρχῇ καὶ λαμβάνειν εὐθὺς ἅπαντα ὡς ὁμολογούμενα, ὥσπερ καὶ εἰ ἐξ ἀρχῆς ἐλάμβανέ τις αὐτὰ ἄνευ διαιρέσεως· ὡς γὰρ οὗτος οὐκ ἀποδεικνύει, οὐδʼ ἐκεῖνος.

Διαφέρει δέ τι τὸ πρῶτον καὶ ὕστερον.

Ἐνταῦθα λέγει τὸ χρήσιμον τῆς διαιρέσεως. πρῶτον λέγει τὰς καθόλου διαφορὰς τὰς περιεχούσας, ὕστερον δὲ τὰς περιεχομένας, ὡς τὸ λογικὸν περιέχει τὸ θνητὸν καὶ τὸ πεζὸν τὸ δίπουν. συμβάλλεται οὖν ἡ διαίρεσις εἰς τὸ εἰδέναι ποῖαι τῶν διαφορῶν εἰσι καθολικώτεραι καὶ ποῖαι μερικώτεραι, ἵνʼ εὐτάκτως ἐν τῷ ὁρισμῷ πρῶται λαμβάνωνται αἱ καθόλου καὶ μετὰ ταῦτα αἱ μερικαί. οὐ μικρὰ γὰρ διαφορά ἐστι τὸ οὐχ ὡς ἔτυχε λαμβάνειν ἄλλην μὲν τῶν κατηγορουμένων διαφορῶν πρώτην ἄλλην δʼ ὑστέραν. οἷον ὁ μὲν εἰπὼν τὸν ἄνθρωπον ζῷον ἥμερον δίπουν καλῶς εἴρηκεν· ὁ δὲ εἰπὼν δίπουν ζῷον ἥμερον ἀδιανόητα εἴρηκε· δίδωσι γὰρ ὑπόνοιαν νοεῖν, ὅτι εἰσί τινα δίποδα ἃ ζῷα οὐκ εἰσίν. ἀεὶ γὰρ αἱ δευτέρως κείμεναι διαφοραὶ μερικεύουσι τὰς πρώτας κειμένας· οἷον τῷ ζῴῳ λογικῷ προστεθεῖσα ἡ τοῦ θνητοῦ διαφορὰ ἐμερίκευσε τοῦτο. ἐπεὶ οὖν καὶ τὸ δίπουν πρόκειται τοῦ ζῴου, δοκεῖ καθολικώτερον εἶναι τούτου.

Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστίν.

Ἐπιχείρημα ἐκ τοῦ ἥττονος. καὶ φησίν· εἰ γὰρ ὁ ὁρισμὸς σύγκειται ἐκ δύο τινῶν μερῶν, ἤγουν γένους καὶ μιᾶς διαφορᾶς, καὶ οὐ δύναται ἡ διαίρεσις ἐξ ἀποδείξεως ταῦτα λαβεῖν, ἀλλʼ αἰτεῖται τὸ ἐν ἀρχῇ λαμβάνουσα ταῦτα ὡς ὁμολογούμενα, πολλῷ μᾶλλον, εἰ πολλὰ ἦσαν τὰ μέρη τοῦ ὁρισμοῦ, οὐκ ἂν ἠδυνήθη ἀποδεικτικῶς ταῦτα λαβεῖν καὶ διὰ συλλογισμοῦ.

Εἰς τὸ αὐτό. εἰ γὰρ ἅπαν, ἤγουν εἰ γὰρ ἅπας ὁρισμὸς ἐκ δύο τινῶν μερῶν συνίσταται, οἷον τὸ ζῷον ἥμερον δίπουν. καὶ τὸ μὲν ζῷον ἥμερον ληπτέον ὡς ἕν τι, ἤγουν ὡς γένος ἀνώνυμον, τὸ δὲ δίπουν ὡς διαφοράν. καὶ πάλιν ἐκ τούτου, ἤγουν ἐκ τοῦ ὡς γένους ληφθέντος, τοῦ ζῴου ἡμέρου, καὶ μιᾶς διαφορᾶς, τοῦ δίποδος, συνίσταται ὁ ὁρισμὸς τοῦ ἀνθρώπου.

Ἢ ὁτιδήποτέ ἐστι τὸ ἓν γινόμενον.

Ἤγουν εἴτε ἑτέρου τινὸς ὁριστοῦ ἀναγκαῖον αἰτεῖσθαι τὸ ἐν ἀρχῇ τὸν διαλεγόμενον, ἤγουν τὸν ἀπὸ τῆς διαιρέσεως ταῦτα λαμβάνοντα.

Ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν.

Ἔτι χρησιμεύει ἡ διαίρεσις πρὸς τὸ μηδέν τι παραλεῖψαι ἀπὸ τῶν διαφορῶν τῶν ἐν τῷ τί ἐστιν, ἤγουν τῶν συντελουσῶν εἰς τὸν ὁρισμόν.

Οὕτω μόνως, ἤγουν ἀπὸ τῆς διαιρέσεως.

Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος.

Πρῶτον γένος λάβε τὸ ζῷον ἄνευ διαφορᾶς ἐκφερόμενον. τὸ δὲ μετὰ διαφορᾶς ἐκφερόμενον, ὡς τὸ ζῷον ἥμερον, πρῶτον γένος οὐκ ἔστι διὰ τὸ ἀνάγεσθαι αὐτὸ ὑπὸ τὸ ἁπλῶς ζῷον. οἷον τοῦ κόρακος οὐ πρῶτον γένος ἐστὶ τὸ ζῷον πτηνὸν ἀλλὰ τὸ ζῷον, οὐδὲ τοῦ ἀνθρώπου τὸ ζῷον λογικὸν ἀλλὰ τὸ ζῷον. ἐνταῦθα δὲ μέλλει παραδοῦναι, πῶς ἂν σχοίημεν γινώσκειν εἰ ὁ διαιρῶν κατέλειψε διαφοράν, καὶ φησίν· εἰ μὲν ληφθῇ τὸ πρῶτον γένος ἐν τῇ διαιρέσει, ἤγουν τὸ ζῷον, καὶ διαιρεθῇ εἰς τὰς προσεχεῖς διαφοράς, τὸ πεζόν, τὸ πτηνὸν καὶ τὸ νηκτόν, ἀνάγκη πάντα τὰ εἴδη τοῦ ζῴου εἰς ἓν τούτων ἐμπίπτειν. εἰ δὲ οὐ λάβῃς ταύτας τὰς διαφορὰς ἐν τῷ διαιρεῖν τὰς καὶ προσεχεῖς οὔσας τοῦ ζῴου ἀλλʼ ἑτέρας τινὰς διαφοράς, αἳ τοῦ ζῴου οὐκ εἰσὶν ἀλλά τινος τῶν προσεχῶν διαφορῶν τοῦ ζῴου, οὐκ ἐμπεσοῦνται τὰ εἴδη πάντα τοῦ ζῴου εἰς ταύτας τὰς διαφοράς. εἰ γὰρ διαιρεθῇ τὸ ζῷον εἰς τὸ ὁλόπτερον καὶ εἰς τὸ σχιζόπτερον, οὐ πᾶν εἶδος τοῦ ζῴου εἰς ταύτας ἐμπέσῃ· ὁ γὰρ ἄνθρωπος καὶ ὁ ἵππος οὔτε ὁλόπτερά εἰσιν οὔτε σχιζόπτερα. καὶ δῆλον ὅτι τὸ ὁλόπτερον καὶ σχιζόπτερον οὐκ εἰσὶ προσεχεῖς διαφοραὶ τοῦ ζῴου ἀλλὰ τοῦ πτηνοῦ. ὁλόπτερα δὲ λέγεται ἢ τὰ ὑμενόπτερα, ὡς αἱ νυκτερίδες, ἢ τὰ κολεόπτερα, ὡς οἱ τέττιγες καὶ αἱ μυῖαι.

Εἰς τὸ αὐτό. ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος. ἐὰν μὲν ὁ διαιρῶν λαμβάνῃ οὐ τὰς προσεχεῖς διαφορὰς τοῦ ζῴου ἀλλά τινας τῶν διαιρέσεων τῶν κάτωθεν, ἤγουν τινὰς τῶν διαφορῶν τῶν ἐκ τῆς διαιρέσεως ἐφευρεθεισῶν καὶ κάτωθεν οὐσῶν τῶν προσεχῶς διαφορῶν τοῦ ζῴου, οἷαί εἰσι τὸ ὁλόπτερον καὶ σχιζόπτερον, οὐχ ἅπαν εἶδος τοῦ ζῴου ἐμπεσεῖται εἰς ταῦτα, ἀλλὰ πάντα τὰ πτηνὰ ζῷα ἐμπίπτουσιν εἰς ταύτας τὰς διαφοράς· τοῦ γὰρ πτηνοῦ ζῴου εἰσὶ διαφοραὶ αὗται, οὐ τοῦ ζῴου.

Πρώτη δὲ καὶ προσεχὴς διαφορά ἐστι τοῦ ζῴου εἰς ἣν ἐμπίπτει πάντα τὰ εἴδη τοῦ ζῴου. σημειωτέον δὲ ὅτι ἀντὶ τοῦ εἰπεῖν «διαφοράς» εἶπε «διαφοράν»· πᾶν γὰρ γένος εἰς δύο διαφορὰς τοὐλάχιστον διαιρεῖται. ὁμοίως δὲ καὶ ἐπὶ ἑκάστου τῶν ἄλλων ἔλαβεν εἰς παράστασιν τῆς διαιρέσεως τοῦ γένους τὸ ζῷον, καὶ φησίν· εἰ δὲ βούλει, λάβε καὶ ἕτερόν τι γένος εἴτε ἐκτὸς τοῦ ζῴου θεωρούμενον εἴτε ἐντός. ἐκτὸς μὲν τοῦ ζῴου ἐστὶ γένος τὸ ἄψυχον ἢ τὸ φυτὸν τὸ ἀντιδιῃρημένον τῷ ζῴῳ· ἔμψυχα γὰρ τὰ φυτά, ἀναίσθητα δέ. γένος δὲ ὑπʼ αὐτὸ τὸ ζῷον ἀναγόμενον λάβε τὴν ὄρνιθα. οἷον οὖν λάβῃς γένος, εἰ μὲν διαιρήσεις αὐτὸ εἰς τὰς προσεχεῖς αὐτῷ διαφοράς, πάντα τὰ ὑπʼ αὐτὸ εἴδη ἐμπεσοῦνται εἰς αὐτάς· εἰ δὲ εἰς τὰς προσεχεῖς οὐ διαιρήσεις ἀλλʼ εἰς ἑτέρας διαφορὰς κάτωθεν οὔσας τῶν προσεχῶν, οὐκ ἐμπεσοῦνται τὰ ὑπʼ αὐτὸ εἴδη εἰς αὐτάς.

Οὕτως μὲν οὖν βαδίζων, ἤγουν τούτῳ τῷ κανόνι χρώμενος ἐν τῷ διαιρεῖν, ἔχεις ἐξ αὐτοῦ γνῶναι εἰ παρέλειψάς τινας τῶν προσεχῶν διαφορῶν τοῦ γένους. ἄλλως δὲ διαιρῶν καὶ οὐ κατὰ τὸν κανόνα τοῦτον ἐξ ἀνάγκης παραλείψεις τὰς διαφοράς, καὶ οὐ συνήσεις ὅτι παρέλειψας.

Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον.

Τοῦτο λέγει ἀναιρῶν τοὺς λόγους διʼ ὧν ἐπεχείρει ὁ Σπεύσιππος ἀναιρῆσαι καὶ τὴν διαίρεσιν καὶ τοὺς ὁρισμούς. ἐπεχείρει γὰρ οὗτος δεικνύειν, ὡς οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν τινος, λέγων ὡς ὁ θέλων διʼ ὁρισμοῦ παραστῆσαι τὴν φύσιν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ὀφείλει γινώσκειν πάντα τὰ ὄντα καὶ τὰς διαφορὰς αὐτῶν καθʼ ἃς διαφέρουσιν ἀλλήλων· οὕτως γὰρ παρίσταται ἡ φύσις τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ἐν τῷ χωρίζεσθαι τῶν ἄλλων πάντων. τὸ δὲ χωριζόμενον διά τινων διαφορῶν δεῖ χωρίζεσθαι. ἐπεὶ δὲ ἀδύνατον πάντα τὰ ὄντα γινώσκειν ἢ τὰς διαφορὰς αὐτῶν, λοιπὸν διʼ ὁρισμοῦ παραστῆσαί τι ἀδύνατον.

Ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι.

Ἤγουν οὐκ ἔστι δὲ δυνατόν τινα εἰδέναι ἕκαστον ὁριστὸν μὴ εἰδότα τὰς διαφορὰς καθʼ ἃς διαφέρει τῶν ἄλλων πάντων.

Οὗ γὰρ μὴ διαφέρει.

Ἤγουν εἰ μὴ ἔστι τις διαφορὰ διʼ ἧς διαφέρει ὁ Θεαίτητος τοῦ Δίωνος, ἔσονται ἄρα καὶ ἄμφω ταὐτὰ καὶ οἱ αὐτοί. ἢ εἰ βούλει, λάβε ἵππον καὶ βοῦν εἰς παράδειγμα. τῶν δὲ ἑτέρων πραγμάτων, ὡς λίθου καὶ ἀνθρώπου, εἰσὶ καὶ διαφοραὶ καθʼ ἃς ἀπʼ ἀλλήλων διακέκρινται.

Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος.

Εἰπὼν τοὺς λόγους, διʼ ὧν ὁ Σπεύσιππος ἀνέτρεπε τοὺς ὁρισμοὺς καὶ τὰς διαιρέσεις, νῦν πρὸς ἀνατροπὴν χωρεῖ ἑνὸς ἑκάστου τῶν ἐπιχειρημάτων αὐτοῦ. ἔλεγε γάρ· πᾶς ὁ ὁριζόμενος ἢ διαιρῶν ἀνάγκην ἔχει γινώσκειν πάντα τὰ ὄντα καὶ κατὰ τί ἀλλήλων διαφέρουσιν· εἰ γὰρ ὁ ὁρισμὸς χωρίζει τὸ πρᾶγμα ἀπὸ πάντων τῶν ὄντων, ἀνάγκη γινώσκειν τὸν διοριζόμενον τὰς διαφορὰς καθʼ ἃς ἕκαστον τῶν ὄντων ἕτερον τοῦ ὁριστοῦ ἐστι· πᾶν γὰρ τὸ διαφέρον τινὸς ἕτερόν ἐστιν ἐκείνου. καὶ πρῶτον μὲν ἐλέγχει τοῦτον ψευδόμενον ὡς ἀγνοοῦντα τὰ τῆς διαφορᾶς σημαινόμενα· οὐ γὰρ κατὰ πᾶσαν διαφορὰν ἕτερα κρίνονται εἶναι τὰ πράγματα ἀλλὰ κατὰ μόνας τὰς οὐσιώδεις. οἷον ὁ ἄνθρωπος καὶ ὁ ἵππος εἰσὶν ἕτερα ὡς διαφέροντα ἀλλήλων οὐσιώδεσι διαφοραῖς· διαφέρουσι δʼ ἀλλήλων ὁ Θεαίτητος καὶ ὁ Δίων, καθὸ ὁ μὲν λευκὸς ὁ δὲ μέλας, ἢ ὁ μὲν φαλακρὸς ὁ δὲ κομήτης, ἀλλὰ ἕτεροι οὐκ εἰσὶν ἀλλὰ οἱ αὐτοὶ τῷ εἴδει· συμβεβηκότα γάρ εἰσι καθʼ ἃ διαφέρουσιν ἀλλʼ οὐκ οὐσιώδη.

Εἶτα ὅταν λάβῃ τὰ ἀντικείμενα καὶ τὴν διαφοράν.

Τοῦτο ἐπιχείρημά ἐστι ἀνατρεπτικὸν τοῦ λόγου τοῦ Σπευσίππου λέγοντος ὡς ἀνάγκη τὸν ὁριζόμενον εἰδέναι πάντα τὰ ὄντα καὶ τὰς τούτων διαφορὰς καθʼ ἃς διαφέρουσι τοῦ ὁριστοῦ. ἀντικείμενα λέγει τὰς ἀντικειμένας διαφορὰς καθʼ ἃς διαιρεῖται τὸ ζῷον, ἤγουν τὸ λογικὸν καὶ τὸ ἄλογον. ὠνόμασε δὲ ταῦτα καὶ διαφορὰν ἑνικῶς ἀλλʼ οὐχὶ διαφοράς, διότι καὶ ἄμφω ὑπὸ τὴν διαφορὰν ἀνάγονται. καὶ ὥσπερ ἡ κατάφασις καὶ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι, εἰ καὶ δύο εἰσίν, ἀλλʼ οὖν ἓν ὄνομα ἔχουσι τὸ καλεῖσθαι ἀντίφασις, οὕτως οἱ δύο ὅροι οἱ ἀντικείμενοι, ἤγουν τὸ λογικὸν καὶ τὸ ἄλογον, ἑνὶ ὀνόματι διαφορὰ λέγεται ὡς ὑπὸ ταύτην ἀναγόμενοι. εἶτα ὅταν λάβῃ τις τὸ γένος καὶ διαιρῇ τοῦτο εἰς τὰ ἀντικείμενα, ἃ καὶ ἐκάλεσε διαφοράν, καὶ λάβῃ ὅτι πᾶν πρᾶγμα ἀνάγκη ἐμπίπτειν ἐνταῦθα ἢ ἐνταῦθα, ἤγουν ἢ ὑπὸ τὸ λογικὸν ἢ ὑπὸ τὸ ἄλογον, καὶ λάβῃ τὸ ζητούμενον, ἤγουν τὸ προκείμενον εἰς τὸ ὁρισθῆναι, ἐν θατέρῳ εἶναι, ἤγουν ὑπὸ τὸ λογικόν, καὶ τοῦτο, ἤγουν ὅτι ὁ ἄνθρωπός ἐστι λογικός, γινώσκῃ ἀκριβῶς συλλογιζόμενος οὕτως «ὁ ἄνθρωπος τέχνας καὶ ἐπιστήμας ἐπιτηδεύεται, πᾶς ὁ ἐπιτηδευόμενος τέχνας καὶ ἐπιστήμας λογικός, ὁ ἄνθρωπος ἄρα λογικός», οὐδὲν διαφέρει, ἤγουν οὐ συμβάλλεται αὐτῷ, εἰδέναι εἴτε καὶ μή, ἐπὶ τίνων καὶ ἄλλων ὄντων αἱ διαφοραὶ αὗται, ἤγουν τὸ λογικὸν καὶ ἄλογον, θεωροῦνται. οἷον εἰ μέλλων ὁρίσασθαι τὸν ἄνθρωπον λάβῃς ὅτι ἐστὶ ζῷον, πᾶν δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, λάβῃς δὲ τὸν ἄνθρωπον εἶναι λογικόν, περισσόν ἐστι τὸ γινώσκειν εἰ καὶ πάντα τὰ ὄντα ἢ ὑπὸ τὸ λογικὸν ἐμπίπτει ἢ ὑπὸ τὸ ἄλογον.

Φανερὸν γὰρ ὅτι ἐὰν οὕτω βαδίζων,

Ἤγουν διὰ τῆς διαιρέσεως κατερχόμενος καὶ διαιρῶν αὖθις τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον καὶ τὸ θνητὸν εἰς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ τὸ μὴ δεκτικὸν νοῦ καὶ ἐπιστήμης, καταντήσῃς εἰς τοιαῦτα ὧν μηκέτι ἐστὶ διαφορά, ἤγουν ὅπερ οὐ δύναται διαιρεθῆναι εἰς ἑτέρας διαφοράς, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἕξεις ἐκ τῶν διαιρεθεισῶν διαφορῶν ἐπισυνάξαι τὸν λόγον καὶ τὸν ὁρισμὸν τῆς προκειμένης οὐσίας εἰς τὸ ὁρισθῆναι.

Τὸ δʼ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν.

Ἀναιρήσας τὰ ἐπιχειρήματα τοῦ Σπευσίππου, διʼ ὧν οὗτος κατεσκεύαζε μὴ εἶναι ὁρισμὸν μήτε διαίρεσιν, ἐπειδὴ καὶ αὐτὸς ἐκ διαιρέσεως λέγει ἐπισυνάγεσθαι τοὺς ὁρισμούς, ἣν αὐτὸς διέσυρε λέγων μὴ ἐξ ἀνάγκης ἐκ διαιρέσεως συνάγεσθαι τὰ μέρη τοῦ ὁρισμοῦ ἀλλʼ αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, ἵνα μή τις διασύρῃ αὐτὸν ὡς τοῖς αὐτοῖς περιπίπτοντα καὶ αἰτούμενον τὸ ἐν ἀρχῇ ἐν τῷ συνάγειν τὰ μέρη τοῦ ὁρισμοῦ ἐκ τῆς διαιρέσεως, ὡς εἴπομεν ἄνωθεν, τὴν ὑπόνοιαν ταύτην θεραπεύει. καὶ λέγει μὴ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸν λέγοντα τὸν ἄνθρωπον ἢ ὑπὸ τὸ λογικὸν ἀνάγεσθαι ἢ ὑπὸ τὸ ἄλογον· ἀλλὰ μὴν λογικός ἐστιν· ἐξ ἀνάγκης γὰρ ὁ ἄνθρωπος ὑπὸ θάτερον τούτων ἐμπίπτει. ὅτι δὲ τὸ ἐξ ἀνάγκης ἐν τούτῳ θεωρεῖται, δῆλον· αἱ ἀντικείμεναι διαφοραί, τὸ λογικὸν καὶ τὸ ἄλογον, ἰσοδυναμοῦσι ταῖς ἀντιφατικῶς ἀντικειμέναις· ταὐτὸν γάρ ἐστι τὸ λέγειν λογικὸν καὶ οὐ λογικόν. εἰ γοῦν ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων ἐξ ἀνάγκης θάτερον ἀληθεύει ἐπὶ ἑκάστου τῶν ὄντων, λοιπὸν ἄρα καὶ ἐπὶ τῶν ἀντικειμένων διαφορῶν ἕκαστον τῶν ὄντων ὑπὸ θάτερον τούτων πεσεῖται τὸ δὲ αἴτημα ἐξ ἀνάγκης οὐκ ἔστιν. αἴτημα δὲ λέγεται ὃ οὐ γινώσκει ὁ μαθητευόμενος οἴκοθεν, ἀλλὰ ἀκούει νῦν πρώτως τοῦ διδασκάλου τοῦτο λέγοντος. οἷον τὸ «ἡ ψυχὴ αὐτοκίνητος»· αἰτήσεται γὰρ τὸν διδάσκαλον δεῖξαι τοῦτο. καὶ λοιπὸν κεῖται παρὰ τῇ ἐξουσίᾳ τοῦ μαθητευομένου δέξασθαι τοῦτο εἴτε καὶ μή, καὶ οὐκ ἐξ ἀνάγκης ἔχει τὸ τοῦτο δέξασθαι. εἰκότως δὲ προσέθηκε τὸ ὧν μὴ ἔστι τι μεταξύ· εἰ γὰρ ἔμμεσά εἰσι τὰ ἀντικείμενα, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν, οὐκ ἐξ ἀνάγκης πᾶν πρᾶγμα ἢ λευκὸν ἔσται ἢ μέλαν, ἀλλʼ ἐνδέχεται μηδέτερον τούτων εἶναι ἀλλʼ εἶναι ὠχρὸν ἢ φαιὸν ἢ ξανθόν. τὸ δὲ εἴπερ ἐκείνου διαφορὰ ἔσται πρόσκειται, ἵνα δείξῃ ὅτι, ἐὰν τὰ ἀντικείμενα προσεχεῖς διαφοραί εἰσι τοῦ ζῴου, ὡς τὸ πεζόν, πτηνὸν καὶ νηκτόν, ἐξ ἀνάγκης εἰς θάτερον αὐτῶν ἐμπίπτει ἕκαστον τῶν ὄντων. εἰ δὲ οὐκ εἰσὶ διαφοραὶ τοῦ ζῴου ἀλλά τινος τῶν ὑποκάτω αὐτοῦ, ὡς τὸ ὁλόπτερον καὶ τὸ σχιζόπτερόν εἰσι τοῦ πτηνοῦ, οὐκ ἐξ ἀνάγκης ἅπαν ζῷον ἢ ὁλόπτερόν ἐστιν ἢ σχιζόπτερον. συντάσσων δὲ οὕτω συμβιβάσεις τὸν λόγον εἰπὼν «ἀνάγκη γὰρ ἔσται». τὸ δὲ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν ληπτέον ἀντὶ τοῦ «ἅπαν ἐμπίπτειν εἰς τὰς ἀντικειμένας διαφορὰς τὰς ἐκ τῆς διαιρέσεως εὑρισκομένας».

Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν θέσεων.

Ἐπὶ τινῶν μὲν ἀντιγράφων κεῖται διὰ τῶν θέσεων, ἐπὶ τινῶν δὲ διὰ τῶν διαιρέσεων· λέγονται γὰρ καὶ αἱ ἀντικείμεναι διαφοραὶ θέσεις, καθὸ ἕκαστον τῶν ὄντων ὑφʼ ἓν αὐτῶν τίθεται ἀνάγεσθαι.

Δείξας, πῶς θηρᾶται ὁ ὁρισμός, καὶ κατὰ τί χρησιμεύει ἡ διαίρεσις εἰς τοὺς ὁρισμούς, νῦν ζητεῖ πῶς ἐστι δυνατὸν κατασκευάζειν καὶ δεικνύειν τὸν ὁρισμὸν ἔχειν τὸ ἀνεπίληπτον, ἅτε τέλειον ὄντα καὶ μήτε πλέον τοῦ δέοντος ἔχοντά τι μήτε ἐλλεῖπον. εἶπε δὲ κατασκευάζειν καὶ οὐ «συλλογίζεσθαι» ἢ «ἀποδεικνύειν», εἰκότως· οὐ γὰρ πᾶς ὁ κατασκευάζων τι διὰ συλλογισμοῦ ἢ διʼ ἀποδείξεως τοῦτο κατασκευάζει, ἀλλὰ γίνεται ἡ κατασκευὴ καὶ ἀπὸ ἀναλύσεως ἢ ἀπὸ διαιρέσεως. ἐπεὶ δὲ οὗτος ἔδειξε τοὺς ὁρισμοὺς μήτε συλλογίζεσθαι μήτε ἀποδεικνύεσθαι, ἔθηκε τὸ κατασκευάζειν. ἐξ ἀναλύσεως γὰρ ἔφησεν εὑρίσκεσθαι τὸν ὁρισμόν· ἀπὸ γὰρ τῶν ὁρισμῶν τῶν καθʼ ἕκαστα εὑρίσκονται οἱ ὁρισμοὶ τῶν εἰδικωτάτων καὶ ἀπὸ τῶν ὁρισμῶν τῶν εἰδικωτάτων οἱ ὁρισμοὶ τῶν γενῶν.

Τὸ τριῶν δεῖ στοχάζεσθαι ἀντὶ τοῦ «τρία δεῖ παρατηρεῖν». ἓν μὲν τὸ λαμβάνειν ἐν τῷ ὁρισμῷ τὰ κατηγορούμενα κατὰ τοῦ ὁριστοῦ ἐν τῷ τί ἐστιν, ἤγουν οὐσιωδῶς. εἰ δέ τις εἴπῃ «καὶ μὴν ὁ ὁρισμὸς ἐκ διαφορῶν συνίσταται, αἱ δὲ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται· πῶς ἐνταῦθα λέγει τὰ μέρη τοῦ ὁρισμοῦ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι;», ἐροῦμεν πρὸς αὐτὸν ὃ πολλάκις εἰρήκαμεν, ὅτι αἱ διαφοραὶ συνειλημμέναι τῷ γένει οὐκέτι εἰσὶ διαφοραὶ ἀλλὰ γένη ἀνώνυμα. δεύτερον δὲ τὸ τάττειν τὰ καθολικώτερα πρῶτα, τὰ δὲ μερικώτερα μετʼ αὐτά· οὕτω γὰρ εὐταξία ἔσται ἐν τοῖς μέρεσι τῶν ὁρισμῶν. καὶ τρίτον ὅτι ταῦτα πάντα τὰ ἐν τῷ ὁρισμῷ συλληφθέντα οὐσιώδη μόνῳ τῷ ὁριστῷ ἐφαρμόζουσιν.

Ἔστι δὲ τούτων ἓν πρῶτον διὰ τοῦ δύνασθαι.

Ἰστέον ὡς τέσσαρά εἰσι τὰ διαλεκτικὰ προβλήματα· γενικά, οἷς συνυπάγονται καὶ αἱ διαφοραί — ἔμαθες γὰρ ὡς αὗται συλληφθεῖσαι τῷ γένει οὐκέτι διαφοραί εἰσιν ἀλλὰ γένη ἀνώνυμα —, ὁρικά, εἰδικὰ καὶ κατὰ συμβεβηκός. ἐν γὰρ ταῖς διαλέξεσιν ἢ περὶ γένους ἐστὶν ἡ ζήτησις, οἷον εἰ τόδε τοῦδε γένος ἐστίν, ἢ περὶ ὅρου ἢ περὶ εἴδους ἢ περὶ συμβεβηκότος. καὶ αὐτίκα καὶ τόπους καὶ ἀφορμὰς ἐπιχειρημάτων παρέδωκεν ἰδίᾳ καὶ ἰδίᾳ περὶ αὐτῶν, διʼ ὧν τις κατασκευάσει ὅτι τόδε τῷδε συμβέβηκεν, εἰ περὶ συμβεβηκότος ἐστὶν ἡ ζήτησις, ἢ ὅτι τόδε γένος ἐστὶ τοῦδε ἢ ὁρισμὸς ἢ εἶδος. ἐπεὶ δὲ ἐν τοῖς ὁρισμοῖς πρῶτον κεῖται τὸ γένος, δεῖ σε προαποδεικνύειν ὅτι γένος ἐστὶ τὸ προηγούμενον τῶν ἄλλων μερῶν τοῦ ὁρισμοῦ καὶ οὐχὶ ὁμώνυμος φωνή. ἔστι δὴ τὸ ἓν παρατήρημα ἀπὸ τούτων τῶν τριῶν τὸ καὶ προταγὲν τῶν ἄλλων διὰ τοῦ δύνασθαι κατασκευάσαι τὸ πρῶτον κείμενον ἐν τῷ ὁρισμῷ, ἤγουν τὸ γένος, ὅτι ὑπάρχει γένος. δείξεις δὲ τοῦτο καὶ διὰ τοῦ γένους, ἤγουν διὰ τῶν ἐπιχειρημάτων διʼ ὧν κατασκευάζονται καὶ δεικνύονται ὅτι τάδε γένη εἰσίν, ὥσπερ ἔστι συλλογίζεσθαι καὶ ἀποδεικνύειν ὅτι τόδε συμβέβηκε τῷδε διὰ τῶν ἐπιχειρημάτων τῶν συμβαλλομένων πρὸς τὸ συμβεβηκός, ἤγουν πρὸς ἀπόδειξιν τοῦ συμβεβηκότος. μετὰ γοῦν τὸ δεῖξαι, ὅτι τὸ προηγούμενον ἐν τῷ ὁρισμῷ γένος ἐστί, δεῖ σε τάττειν τὰ ἄλλα μέρη αὐτοῦ εὐτάκτως. εὐτάκτως δὲ τάξεις αὐτά, ἐὰν μετὰ τὸ γένος θήσεις τὸ πρῶτον τῶν ἄλλων. πρῶτον δέ ἐστι τὸ ἑπόμενον πᾶσι τοῖς μετʼ ἐκεῖνο κειμένοις. οὐ μέντοι γε δὲ καὶ ἀνάπαλιν ἐκεῖνα τούτῳ ἕπονται· τὰ γὰρ καθόλου ἕπονται τοῖς μερικωτέροις, οὐ μὴν δὲ τὰ μερικώτερα τοῖς καθόλου. δεύτερον δὲ τάττε τὸ πάλιν πρῶτον ὂν καθολικώτερον τῶν μετʼ αὐτὸ καὶ ἑπόμενον αὐτοῖς, οὐ μὴν δὲ καὶ τοὐναντίον. καὶ κατὰ τὴν αὐτὴν μέθοδον ὁμοίως τάττε τὸ τρίτον καὶ τὸ τέταρτον. ὡς ἐπὶ τοῦ ζῴου λογικοῦ θνητοῦ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ μετὰ τὸ γένος, ἤγουν τὸ ζῷον, πρῶτον κεῖται τὸ λογικὸν ὡς ἑπόμενον τῷ θνητῷ· οὐ μέντοι γε δὲ καὶ τὸ θνητὸν ἕπεται αὐτῷ· ὡσαύτως καὶ τὸ θνητὸν ἀκολουθεῖ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ· οὐ μὴν δὲ καὶ τοὐναντίον συμβαίνει.

Καὶ τρίτον τὸ τῶν ἐχομένων.

Ἤγουν τὸ πρῶτον τῶν ἐφεξῆς.

Ὅτι δὲ πάντα ταῦτα.

Τοῦτό ἐστι τὸ τρίτον παρατήρημα. δείξεις δέ, ὅτι ταῦτα πάντα τὰ μέρη τοῦ ὁρισμοῦ ἐφαρμόζουσι τῷ ὁριστῷ μόνῳ καὶ οὐχ ἑτέρῳ τινί, ἐκ τοῦ λαβεῖν τὸ πρῶτον, ἤγουν τὸ γένος, κατὰ διαίρεσιν καὶ διαιρῆσαι αὐτό — ἔστω δὲ τὸ ζῷον — εἰς τὰς ἀντικειμένας διαφοράς, εἰς τὸ λογικὸν καὶ εἰς τὸ ἄλογον. εἶθʼ οὕτως εἴπῃς ὅτι ἅπαν πρᾶγμα ἢ τόδε ἐστίν, ἤγουν ἢ ζῷον λογικόν, ἢ τόδε, ἤγουν ζῷον ἄλογον, ὑπάρχει δὲ ὁ ἄνθρωπος τόδε, ἤγουν ζῷον λογικόν. καὶ πάλιν τούτου ὅλου, τοῦ ζῴου λογικοῦ, λάβῃς τὴν διαφοράν, ἤγουν τὰς ἀντικειμένας διαφοράς, τὸ θνητόν φημι καὶ τὸ ἀθάνατον, καὶ εἴπῃς «πᾶν ἢ ζῷον λογικὸν θνητόν ἐστιν ἢ ζῷον λογικὸν ἀθάνατον· ὁ δὲ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν». οὐ καινὸν δὲ εἰ τὰς ἀντικειμένας διαφορὰς ἑνικῷ ὀνόματι διαφορὰν εἴρηκε· καὶ τοῦτο δέδεικται ἄνωθεν. εἶτα λάβε καὶ τοῦ θνητοῦ διαφοράν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἔστη γοῦν ἡ διαίρεσις ἄχρι τούτου· τελευταίαν γάρ φημι διαφορὰν τὴν μηκέτι εἰς διαφορὰν ἑτέραν δυναμένην διαιρεθῆναι, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. οὕτως ἀπήρτισται ὁ τοῦ ἀνθρώπου ὁρισμὸς ὡς αὐτῷ μόνῳ ὑπάρχων καὶ μὴ ἑτέρῳ τινί. καὶ εἰ μὲν λάβῃς ὅτι εἰσί τινα ζῷα λογικὰ θνητὰ φύσεις τινὲς αὐτομαθεῖς, ἤγουν μὴ ἀπὸ διδασκάλου ἔχουσαι τὰς ἐπιστήμας καὶ τὰς τέχνας ἀλλʼ αὐτοδίδακτοι οὖσαι ὑπὸ τῆς φύσεως, οἷος λέγεται εἶναι ὁ Ἱπποκένταυρος ἢ ὁ Σάτυρος ἢ Πᾶνές τινες — λέγεται δὲ καὶ παρὰ τοῦ Πλάτωνος εὑρεθῆναι σῶμα Νηρηίδος νεκρὸν ἐρριμμένον —, εἰ μὲν οὖν τοιαῦται φύσεις εἰσίν, ἀναγκαίως πρόσκειται τῷ ὁρισμῷ τοῦ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἀντιδιαστέλλον τὸν ἄνθρωπον ἐκείνων· ὁ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν, ἀλλʼ οὐχὶ αὐτοδίδακτον ἔχον τὴν τέχνην καὶ τὴν ἐπιστήμην ἀλλὰ παρὰ διδασκάλου ταύτην λαβόν. εἰ δὲ οὐκ εἰσὶ φύσεις τοιαῦται, περισσὸν κεῖται ἐν τῷ ὁρισμῷ· ἀρκεῖ γὰρ εἰπεῖν τὸν ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητόν. καὶ οὕτω μὲν κατασκευάζονται οἱ ὁρισμοὶ τῶν εἰδικωτάτων εἰδῶν. ἐπεὶ δὲ ἔχομεν καὶ ἄλλα εἴδη ὑπάλληλα, παραδίδωσί σοι πῶς κατασκευάσεις καὶ τοὺς ὁρισμοὺς αὐτῶν. καὶ διὰ τοῦτο προσέθηκε τὸ ἢ καὶ εὐθὺς μετὰ τῆς τελευταίας διαφορᾶς. εἰ γὰρ πρόκειται κατασκευάσαι τὸν ὁρισμὸν τοῦ ζῴου, ὅπερ ἐστὶ τὸ «οὐσία ἔμψυχος αἰσθητική», δεῖ σε λαβεῖν τὸ γένος, ἤγουν τὴν οὐσίαν, καὶ διαιρῆσαι αὐτὴν εἰς ἔμψυχον καὶ ἄψυχον καὶ εἰπεῖν «πᾶν πρᾶγμα ἢ ἔμψυχόν ἐστιν ἢ ἄψυχον, τὸ δὲ ζῷον οὐσία ἔμψυχός ἐστι», καὶ πάλιν διαιρῆσαι τὴν οὐσίαν τὴν ἔμψυχον εἰς τὸ αἰσθητικὸν καὶ εἰς τὸ ἀναίσθητον. πᾶν δὲ ἢ αἰσθητικόν ἐστιν ἢ ἀναίσθητον· τὸ δὲ ζῷον οὐσία ἔμψυχος αἰσθητική. εἰ γοῦν καὶ τὸ αἰσθητικὸν δύναται αὖθις διαιρεθῆναι εἰς τὸ ζῷον καὶ εἰς τὸ ζῳόφυτον, ἀλλὰ δεῖ στῆσαι τὴν διαίρεσιν ἄχρι τοῦ αἰσθητικοῦ ὡς διʼ αὐτοῦ ἀπαρτισθέντος τοῦ ὁρισμοῦ τοῦ ζῴου. ὅτι δὲ ἀπηρτίσθη ὁ ὁρισμὸς τοῦ ζῴου, ἤγουν τὸ «οὐσία ἔμψυχος αἰσθητική», δῆλον ἐκ τοῦ μὴ διαφέρειν τοῦτο τὸ ὁριστόν, ἤγουν τὸ ζῷον, τοῦ συνόλου, ἤγουν τοῦ «οὐσία ἔμψυχος αἰσθητική», ληφθέντος αὐτοῦ τοῦ ὅλου μετὰ τῆς τελευταίας διαφορᾶς, τουτέστι τοῦ αἰσθητικοῦ. μὴ διαφέρειν δὲ ἐν τῷ εἴδει, τοῦτʼ ἔστιν οὐχὶ ὅλος οὗτος ὁ ὁρισμὸς ὁ ῥηθεὶς ἐπὶ πλέον ἐστὶ τοῦ ζῴου ὡς δηλῶν καὶ ἕτερα εἴδη, ἀλλὰ μόνον τὸ ζῷον δηλοῖ καὶ οὐ διαφέρει αὐτοῦ, ἤγουν οὐκ ἐπὶ πλέον ἐστὶν αὐτοῦ.

Δῆλον δὲ ὅτι οὐ πλεῖόν τι πρόσκειται τῷ ὁρισμῷ, ἤγουν οὐ περιττόν τι καὶ μὴ συμβαλλόμενον εἰς τὴν οὐσίαν τοῦ πράγματος — τοιοῦτον δέ ἐστι τὸ συμβεβηκός — ἐκ τοῦ πάντα λαβεῖν ἐν τῷ ὁρισμῷ τὰ ἐν τῷ τί ἐστιν, ἤγουν τὰ οὐσιωδῶς ὑπάρχοντα τῷ ὁριστῷ· καὶ πλεῖον τούτων καὶ κατʼ ἐπέκεινα οὐκ ἔλαβε συμβεβηκός τι. ἀλλʼ οὐδὲ ἀπολείπει τι, ἤγουν ἐλλιπής ἐστιν ὁ ὁρισμός. ὁ γὰρ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν· εἰ γοῦν κατελείφθη τι μέρος τοῦ ὁρισμοῦ, ἢ γένος ἐστὶν ἢ διαφορά· τὸ δὲ γένος οὐ κατελείφθη· πρῶτον γὰρ κεῖται ἐν τῷ ὁρισμῷ καὶ ταῖς διαφοραῖς συνείληπται· ἀλλʼ οὐδὲ διαφορά ἐστι τὸ καταλειφθέν· πᾶσαι γὰρ αἱ διαφοραὶ ἔχονται, ἤγουν ἐλήφθησαν. οὐ γὰρ ἔτι ἐστὶ καταλειφθεῖσα ἡ ὑστέρα διαφορά, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· εἰ γὰρ τὸ τελευταῖον, ἤγουν ἡ τελευταία αὕτη διαφορά, κατελείφθη, διέφερεν ἂν τοῦ ὁριστοῦ τὸ ζῷον λογικὸν θνητὸν ἐν τῷ εἴδει, ἤγουν οὐκέτι ἐδήλου μόνον τὸν ἄνθρωπον ἀλλὰ καὶ ἃς εἴπομεν φύσεις αὐτομαθεῖς.

Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα ἐπὶ τὰ ὅμοια.

Εἰπὼν ὡς δεῖ θηρᾶσθαι τοὺς ὁρισμοὺς τῶν τε εἰδικωτάτων εἰδῶν καὶ τῶν γενῶν ἐξ ἀναλύσεως — αἱ γὰρ κοινότητες τῶν μερικῶν ὁρισμοί εἰσι τῶν εἰδικωτάτων εἰδῶν, καὶ αἱ τῶν εἰδικωτάτων κοινότητες ὁρισμοὶ τῶν γενῶν —, ἔτι πραγματευόμενος τὸ τοῦ ὁρισμοῦ ἀνεπίληπτον, ἐπεὶ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, τὸ δὲ γένος κοινὸν ἅτε ἐν πολλοῖς θεωρούμενον, ἐπειδὴ καὶ αἱ ὁμώνυμοι φωναὶ δοκοῦσιν εἶναι κοιναὶ διὰ τὸ ἐπὶ πλειόνων λαμβάνεσθαι, ἵνα μή τις πλανηθεὶς λάβῃ τὴν ὁμώνυμον φωνὴν ὡς γένος ἐν τῷ ὁρισμῷ, παραδίδωσι μέθοδον διʼ ἧς ἂν ἔχοις γινώσκειν ποῖον κοινὸν ὡς γένος ἐστὶ καὶ ποῖον ὡς ὁμώνυμος φωνή. οἷον εἰ τὸ ζῷον μέλλεις δεῖξαι γένος ὄν, λάβε τοὺς μερικοὺς ἀνθρώπους, εἶτα τοὺς αὐτῶν ὁρισμούς, καὶ ποίησον μίαν συστοιχίαν Σωκράτην, Πλάτωνα καὶ Ἀλκιβιάδην, καὶ ἴδε κατὰ τί λέγονται οἱ αὐτοὶ τῷ εἴδει. καὶ εὑρήσεις πάντως, καθὸ ζῷα λογικὰ θνητὰ καὶ τὰ ἑξῆς. λάβε πάλιν ἑτέραν συστοιχίαν μερικῶν ἵππων, οἷον κατάγραψαι ξανθὸν καὶ ἑτέρους μερικοὺς ἵππους, καὶ ἴδε καὶ ταῦτα κατὰ τί ταὐτὰ λέγονται, καθὸ δηλονότι ζῷα ἄλογα θνητὰ χρεμετιστικά. εἰ δὲ βούλει, κατάγραψαι καὶ ἑτέραν συστοιχίαν μερικῶν τινων, ἤγουν βοῶν, καὶ ἴδε εἰ κοινόν ἐστί τι ἐν τοῖς ὁρισμοῖς τούτων. καὶ εἰ εὑρήσεις κοινότητά τινα, ἔχεις τὸ ζητούμενον. εἰ δὲ οὐχ εὑρήσεις, ἀνάδραμε εἰς τὰ εἴδη τὰ εἰδικώτατα, καὶ λάβε ἄνθρωπον, ἵππον καὶ βοῦν, εἶτα καὶ τοὺς ὁρισμοὺς αὐτῶν. καὶ ἐπειδὴ κοινόν τι ἐν τοῖς ὁρισμοῖς τούτων εὑρίσκεται, τὸ «οὐσία ἔμψυχος αἰσθητική» — φαμὲν γὰρ τὸν ἄνθρωπον οὐσίαν ἔμψυχον αἰσθητικὴν νοῦ καὶ ἐπιστήμης δεκτικήν, ὡς τὸν ἵππον οὐσίαν ἔμψυχον αἰσθητικὴν χρεμετιστικήν· ἐπὶ δὲ τοῦ βοὸς ἔχομεν τὸ μυκητικόν —, τὸ δὲ κοινὸν τοῦτο οὐκ ὄνομά ἐστι μόνον ἀλλὰ πρᾶγμα σημαῖνον καὶ οὐσίαν, ἤγουν τὸ ζῷον, λοιπὸν ἄρα τὸ ζῷον οὐκ ἔστιν ὁμώνυμος φωνὴ ἀλλὰ γένος. ἐπεὶ δὲ καὶ ἡ μεγαλοψυχία κοινόν τι ἐστι καὶ ἐν πολλοῖς θεωρούμενον, εὑρήσεις αὐτὴν μὴ γένος οὖσαν ἀλλʼ ὁμώνυμον φωνὴν διὰ τῆς δηλωθείσης μεθόδου. λάβε γάρ τινας μερικοὺς ἐν οἷς ἡ μεγαλοψυχία ἐμφαίνεται, οἷον Ἀχιλλέα, Αἴαντα καὶ Ἀλκιβιάδην, καὶ ἴδε κατὰ τί λέγονται οὗτοι μεγαλόψυχοι, διὰ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι. εἶτα λάβε καὶ ἑτέραν συστοιχίαν μερικῶν μεγαλοψύχων, οἵτινες οἱ αὐτοὶ μέν εἰσι πρὸς ἀλλήλους καθὸ μεγαλόψυχοι — κατὰ γὰρ τὸν αὐτὸν τρόπον τῆς μεγαλοψυχίας μεγαλόψυχοι οὗτοι —, ἕτεροι δὲ Αἴαντος καὶ τῶν λοιπῶν. εἶτα ἴδε κατὰ τί λέγονται μεγαλόψυχοι, κατὰ τὸ ἀδιαφόρως ἔχειν καὶ ἀπαθῶς περὶ τὰς εὐπραγίας καὶ δυσπραγίας τὰς ἐκ τῆς τύχης· οὔτε γὰρ εὐτυχοῦντες ἠλαζονεύοντο οὔτʼ αὖθις ἐταπεινοῦντο δυσπραγοῦντες, ἀλλʼ οἱ αὐτοὶ ἔμενον. καὶ λάβε τοὺς δύο τούτους ὁρισμοὺς τῆς μεγαλοψυχίας. καὶ ἐπεὶ ἐν ἀμφοῖν τούτοιν οὐδεμία κοινότης ἐμφαίνεται, λοιπὸν ἄρα ἡ μεγαλοψυχία ἡ ἐν τούτοις κοινῶς θεωρουμένη ὁμώνυμος φωνή ἐστιν· εἰ γὰρ ἦν γένος, πάντως ἂν καὶ τὰ ὑπʼ αὐτὴν ἐκοινώνουν ἀλλήλοις κατά τινας κοινότητας. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. δεῖ δὲ ζητεῖν, εἰ τὸ ἐν τοῖς ὁρισμοῖς ὡς γένος λαμβανόμενον εἴτε ὁμώνυμος φωνή ἐστι εἴτε γένος, τὸν ὁριζόμενον λαβόντα πρῶτον μερικά τινα ὅμοια καὶ ἀδιάφορα κατʼ εἶδος καὶ ἐπιβλέπειν κατὰ τί ἅπαντα ταῦτα τὰ μερικὰ ταὐτά εἰσι καὶ κοινωνοῦντα ἀλλήλοις· οἱ γὰρ μερικοὶ ἄνθρωποι ὅμοιοί εἰσι καὶ ἀδιάφοροι κατὰ τὸ εἶδος, ἤγουν καθὸ ἄνθρωποι. εἶτα πάλιν λάβε ἕτερα μερικά, ἤγουν μερικοὺς ἵππους, οἵ εἰσι καὶ αὐτοὶ ὑπὸ τὸ αὐτὸ γένος ὑφʼ ὃ κἀκεῖνοι οἱ μερικοὶ ἀνήγοντο ἄνθρωποι. εἰσὶ δὲ οἱ ἵπποι ταυτοὶ ἑαυτοῖς κατὰ τὸ εἶδος καθὸ ἵπποι, ἕτεροι δὲ κατὰ τὸ εἶδος ἐκείνων τῶν μερικῶν ἀνθρώπων. ὅταν δὲ ἐπὶ τούτων, ἤγουν τῆς συστοιχίας τῶν ἀνθρώπων τῶν μερικῶν καὶ τῶν ἵππων, κοινόν τι ληφθῇ καὶ εὑρεθῇ καθʼ ὃ πάντα ταῦτα ταὐτά εἰσιν, ἔχεις τὸ ζητούμενον, ὅτι τὸ ἐν τούτοις κοινόν ἐστι γένος. εἰ δʼ οὐκ ἐν τούτοις εὑρήσεις κοινόν τι, δεῖ σε βλέπειν ἐπὶ ἄλλα τινὰ εἰλημμένα, ἤγουν τὰ εἰδικώτατα εἴδη, ἤγουν ἄνθρωπον, ἵππον καὶ βοῦν, καὶ σκοπεῖν σε πάλιν εἰ ταὐτὸν καὶ κοινόν τί ἐστιν ἐν τούτοις. καὶ ἐὰν ἔλθῃς καὶ καταντήσῃς εἰς ἕνα λόγον, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου, ἵππου καὶ βοὸς κατηντήσαμεν εἰς τὸ «οὐσία ἔμψυχος αἰσθητική», ἔστι τοῦτο ὁρισμὸς τοῦ πράγματος, ἤγουν τοῦ γένους. καὶ εὗρες λοιπὸν ἐκ τούτων ὡς γένος ἐστὶ τὸ ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου ληφθέν.

Ἐὰν δὲ μὴ βαδίζῃ εἰς ἕνα.

Ἤγουν ἐὰν οὐ καταντήσωμεν εἰς ἕνα λόγον κοινόν, ὡς ἐφʼ ὧν θεωρεῖται ἡ μεγαλοψυχία, ἀλλʼ εἰς δύο λόγους ἑτέρους πάντῃ ἀλλήλων ἢ εἰς πλείους, ἤγουν τρεῖς ἢ τέσσαρας, εἴ γε καὶ αἱ συστοιχίαι τῶν μερικῶν τρεῖς ἢ καὶ τέσσαρες ληφθεῖεν, δῆλον ὡς τὸ ζητούμενον εἰ γένος ἐστὶν οὐκ ἔστιν ἕν τι, ἤγουν γένος, ἀλλὰ πλείω, ἤγουν ὁμώνυμος φωνὴ διάφορα πράγματα σημαίνουσα· οἷον εἰ ζητοῦμεν τί ἐστι μεγαλοψυχία, ἤγουν ὡς γένος ἐστὶν εἴτε ὁμώνυμος φωνή.

Ἀεὶ δʼ ἐστὶ πᾶς ὅρος καθόλου.

Ἐπειδὴ ἔλεγεν ἐκ τῶν καθʼ ἕκαστα εὑρίσκεσθαι τοὺς ὁρισμοὺς τῶν εἰδικωτάτων καθόλου ὄντων — αἱ γὰρ κοινότητες τῶν μερικῶν ὁρισμοὶ τῶν καθόλου εἰσί — καὶ ἐκ τῶν εἰδικωτάτων εὑρίσκεσθαι τοὺς ὁρισμοὺς τῶν γενῶν, ἴσως ἄν τις ὑπενόησεν εἶναι τῶν μερικῶν κυρίως τοὺς ὁρισμούς, διὰ δὲ τὰ μερικὰ ἐφαρμόζειν καὶ τοῖς καθόλου. ἀναιρῶν οὖν τὴν ὑπόνοιαν ταύτην φησί· πᾶς ὁρισμὸς τῶν καθόλου ἐστὶ κυρίως. καὶ τοῦτο δῆλον ἐκ τῶν τεχνῶν· ὁ γὰρ ἰατρὸς ὁριζόμενος τὸ ἐν ὀφθαλμῷ ὑγιεινὸν οὐ τὸ ὂν ἐν τινὶ ὀφθαλμῷ ὑγιεινὸν ὁρίζεται ἀλλὰ παντὶ ὀφθαλμῷ τὸ ζῷον ἢ εἴδει ἀφορίσας, ἤγουν ἢ τὸ ὑγιεινὸν τοῦ ἐν τῷ ἀνθρώπῳ ὀφθαλμοῦ.

Ῥᾷον δὲ τὸ καθʼ ἕκαστον ὁρίσασθαι, ἤγουν τὸ τὸν ὁρισμὸν ἐκλέγεσθαι ἀπὸ τῶν καθʼ ἕκαστα — καθʼ ἕκαστα δὲ νόει ἢ τὰ μερικὰ ἢ τὰ εἴδη τὰ εἰδικώτατα — παρὸ τὸ ἐκλέγειν τούτους ἀπὸ τῶν καθόλου. διὸ δεῖ μεταβαίνειν καὶ μετάγειν τοὺς ὁρισμοὺς ἀπὸ τῶν καθʼ ἕκαστα ἐπὶ τὰ καθόλου· ῥᾳδιώτερον γὰρ τοῦτο. εἶτα λέγει καὶ τὴν αἰτίαν διʼ ἣν ἐκ τῶν καθʼ ἕκαστα ἐκλεγόμεθα τοὺς ὁρισμούς, καὶ φησίν· ὁ ὁρισμὸς σαφὴς ὀφείλει εἶναι· εἰ δὲ ὁμώνυμος λέξις κεῖται ἐν τῷ ὁρισμῷ, ἡ παροῦσα ὁμώνυμος ἀσαφῆ ποιεῖ τὸν ὁρισμόν. καὶ ἐπεὶ ἐν τοῖς καθʼ ἕκαστα ὁμωνυμία οὐ παρεμπίπτει, οὐδʼ ἔστι πλανηθῆναι ἐξ αὐτῶν· αἰσθητὰ γὰρ ὄντα καὶ ταῖς αἰσθήσεσιν ἡμῶν ἐμπίπτοντα ἐναργεῖς ποιοῦσι τὰς διαφορὰς τῶν ὁρωμένων φύσεων. ἐν δὲ τοῖς καθόλου παρενοχλεῖ ἀεὶ ἡ ὁμωνυμία καὶ ἀμφιβολίαν ἐν ἡμῖν εἰσάγει καὶ ἀσάφειαν, εἴτε τόδε τι σημαίνει ἥδε ἡ λέξις εἴτε καὶ μή. τὰ γὰρ καθόλου διανοητά· ἐν δὲ τοῖς διανοητοῖς οὐ κατʼ αἴσθησιν ἐνεργοῦμεν ἀλλὰ κατὰ διάνοιαν ἢ κατὰ δόξαν. καὶ διὰ τὸ μὴ παρεμπίπτειν ἐν τοῖς καθʼ ἕκαστα τὴν ὁμωνυμίαν, διὰ τοῦτο ἐπισυνάγεται ὁ ὁρισμὸς ἐκ τῶν καθʼ ἕκαστα, ἃ καὶ ἐκάλεσεν ἀδιάφορα ὡς μὴ διαφέροντα κατὰ τὸ εἶδος.

Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεῖ.

Ἕτερον θεώρημα ἐξεχόμενον τοῦ πρώτου θεωρήματος. ὥσπερ γάρ, φησίν, ἐν ταῖς ἀποδείξεσι παρακολουθεῖ ὁ συλλογισμός — γένος γὰρ αὐτῶν ὁ συλλογισμός· τὰ δὲ γένη ἕπονται τοῖς εἴδεσιν —, ὥσπερ οὖν οὐ δυνατὸν ἀπόδειξιν γενέσθαι χωρὶς συλλογισμοῦ, οὕτως οὐδʼ ὁρισμὸν δυνατὸν γενέσθαι ἄνευ τοῦ σαφοῦς· ἕπεται γὰρ ἡ σαφήνεια τοῖς ὁρισμοῖς. εἰ γοῦν ὁ σκοπὸς τοῦ ὁρισμοῦ ἐστι τὸ παραστῆσαι τὴν οὐσίαν τοῦ πράγματος, εἰ ἀσαφής ἐστι, πῶς δηλώσει τὴν οὐσίαν τοῦ πράγματος;

Τοῦτο δʼ ἔσται.

Ἤγουν τὸ εἶναι σαφῆ τὸν ὁρισμόν, εἰ ἐπισυνάγεις αὐτὸν οὐχὶ ἀπὸ τῶν καθόλου ἀλλʼ ἀπὸ τῶν καθʼ ἕκαστα.

Διὰ τῶν καθʼ ἕκαστα εἰρημένων, ἤγουν ἐκ τοῦ ὁρίσασθαι ἓν καθʼ ἕκαστον τῶν μερικῶν, εἶτα λαβεῖν τὴν κοινωνίαν καθʼ ἣν κοινωνοῦσι ταῦτα· αὕτη γὰρ ἡ κοινωνία ἐστὶν ὁρισμὸς τῶν καθόλου. οἷον εἰ πρόκειται ὁρίσασθαι τὸ ὅμοιον, ἐπεὶ τοῦ ὁμοίου γένος ἐστὶν ἡ ποιότης, μὴ σπούδαζε ἐκ τῶν καθόλου, ἤγουν τῆς ποιότητος, εὑρεῖν τὸν ὁρισμὸν τοῦ ὁμοίου, ἀλλὰ λάμβανε ἰδίᾳ καὶ ἰδίᾳ τὰ ἐν ἑκάστῳ γένει θεωρούμενα εἴδη. καὶ τοῦτο μὲν λέγει οὗτος καθόλου. ἐγὼ δὲ σαφὲς ποιῶν τὸ λεγόμενον ἔλαβον ἓν γένος τὸ ὅμοιον, καὶ ἐπʼ αὐτοῦ γυμνάζω τὸν λόγον. εἶτα δεῖ σε ὁρίσασθαι ἕκαστον εἶδος ὑπὸ τὸ ὅμοιον ἀναγόμενον. καὶ εἰ μὲν εὕρῃς ἐν τοῖς ὁρισμοῖς αὐτῶν κοινόν τι, τοῦτό ἐστιν ὁρισμὸς τοῦ ὁμοίου, ὃ ὡς γένος διαιρεῖται εἰς τὰ ἐν χρώμασιν ὅμοια καὶ εἰς τὰ ἐν σχήμασιν. ὅμοια γοῦν εἰσιν ἐν χρώμασι τὰ τοῦ αὐτοῦ κατʼ εἶδος μετέχοντα χρώματος, ὡς ἄν τις εἴπῃ τὴν χιόνα καὶ τὸ ψιμμίθιον καὶ τὸ γάλα ὅμοια λευκά. ὅμοια δέ εἰσι ἐν σχήμασι τὰ τοῦ αὐτοῦ κατʼ εἶδος μετέχοντα σχήματος, οἷον εἰ καταγράψεις τρία τρίγωνα· ταῦτα γὰρ ὅμοιά εἰσιν ὡς ὑπὸ τὸ καθόλου τρίγωνον ἀναγόμενα. ἐν γοῦν ἀμφοῖν τούτοιν τοῖν ὁρισμοῖν κοινὸν εὑρίσκεται τὸ τοῦ αὐτοῦ κατʼ εἶδος μετέχειν, ὅ ἐστιν ὁρισμὸς τοῦ γένους, τοῦ ὁμοίου δηλονότι.

Καὶ ὀξὺ τὸ ἐν φωνῇ.

Τὸ ὀξὺ παράδειγμά ἐστι τῆς ὁμωνύμου φωνῆς. ἔστι γοῦν τὸ ὀξὺ κοινόν τι διαιρούμενον ὡς ὁμώνυμος φωνὴ εἰς τὸ ὀξὺ τὸ ἐν τῇ φωνῇ καὶ εἰς τὸ ὀξὺ τὸ ἐν τοῖς χυμοῖς. ὁρίσαιτο δʼ ἄν τις τὸ μὲν ἐν τῇ φωνῇ ὀξὺ οὕτως «ᾧ τὸ ἐν τῇ φωνῇ βαρὺ ἀντίκειται»· τὸ δὲ ἐν τοῖς χυμοῖς ὀξὺ οὕτως «ᾧ ἀντίκειται ὁ ἀμβλὺς χυμός». ὀξὺν χυμὸν λέγομεν τὸν θᾶττον ἀναδιδόμενον καὶ ἀλλοιούμενον καὶ πεττόμενον, ἀμβλὺν δὲ τὸν βραδέως ἀναδιδόμενον καὶ ἀλλοιούμενον. ἐπεὶ γοῦν ἐν τοῖς δυσὶ τούτοις ὁρισμοῖς τῶν εἰδῶν τοῦ ὀξέος κοινόν τι οὐχ εὕρηται, ὁμώνυμος φωνή ἐστι τὸ ὀξύ. οὕτω δεῖ εὑρίσκειν τοὺς ὁρισμοὺς ἐκ τῶν καθʼ ἕκαστα καὶ βαδίζειν καὶ ἀνάγειν αὐτὰ ἐπὶ τὸ κοινόν, ἤγουν τὸ καθόλου.

Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν.

Οὕτω δὲ βαδιστέον τὸν ὁριζόμενον ἀπὸ τῶν καθʼ ἕκαστα ἐπὶ τὸ κοινὸν εὐλαβούμενον, μή πως ἐντύχῃ ὁμωνυμίᾳ ἐκ τῶν καθόλου πειρώμενος εὑρίσκειν τοὺς ὁρισμούς· ἐν τοῖς καθόλου γάρ, ὡς εἴπομεν, ἡ ὁμωνυμία λανθάνει παρεμπίπτουσα.

Εἰ δὲ μὴ διαλέγεσθαι δεῖ μεταφοραῖς.

Μεταφορικαὶ λέξεις λέγονται αἱ τροπαί, αἳ κυρίως μὲν τόδε σημαίνουσι, μεταφέρονται δὲ παρʼ ἡμῶν ἐπὶ ἕτερόν τι σημαινόμενον, οἷον τὸ μένανδρος καὶ σκέπαρνον. εἰσὶ δὲ καί τινες λέξεις καθʼ ὁμοιότητα καὶ ἀναλογίαν λεγόμεναι· οἷον οἱ πόδες τῆς κλίνης ὁμοιότητα καὶ ἀναλογίαν ἔχουσι πρὸς τοὺς πόδας τῶν ζῴων· ὡς γὰρ ἐν τοῖς ζῴοις τὸ ἄνω μέρος τοῦ σώματος ὑπερείδεται καὶ ἀνέχεται ὑπὸ τῶν ποδῶν, οὕτω καὶ ἡ κλίνη ἀνέχεται ὑπὸ τῶν ποδῶν αὐτῆς. ἀντὶ δὲ τοῦ εἰπεῖν τὰς λέξεις τὰς καθʼ ὁμωνυμίαν καὶ ἀναλογίαν ἐκφερομένας εἶπεν ὅσα λέγεται μεταφοραῖς. ἐπεὶ γοῦν αἱ μεταφορικαὶ λέξεις, ἤγουν αἱ τροπαὶ καὶ αἱ καθʼ ὁμοιότητα, ἀσάφειαν ἐμποιοῦσιν, ἀνάγκην ἔχει ὁ ὁριζόμενος μὴ χρᾶσθαι τοιαύταις λέξεσιν. εἰ γὰρ ἐν ταῖς διαλέξεσιν ὁ προσδιαλεγόμενος οὐ χρᾶται τοιαύταις λέξεσι, πολλῷ μᾶλλον ὁ ὁριζόμενος ταύταις οὐ χρήσεται. ἔστι γὰρ ἀνάγκη ποτὲ καὶ τὸν προσδιαλεγόμενον μεταφοραῖς χρήσασθαι, ὅτε ἡττᾶται· τότε γὰρ εἰ τοιαύταις λέξεσι χρᾶται, οὐ κακίζεται. σπουδάζων γὰρ νικῆσαι διὰ τῶν τοιούτων λόγων σπεύδει συγχέαι τὴν διάλεξιν καὶ ἀσαφῆ ἐργάζεσθαι· ἔνθα γὰρ μάχη, ἐκεῖ καὶ ἧττα καὶ νίκη. ὁ δὲ ὁριζόμενος, ἐπεὶ οὐκ ἐρίζει οὐδὲ πρὸς νίκην ἀφορᾷ ἀλλὰ σπουδάζει γνώριμον ποιῆσαι τὸ ὁριστόν, οὐδὲ ἀνάγκην ἔχει τοιαύταις λέξεσι χρᾶσθαι, ἵνα μὴ ἀσάφειαν μᾶλλον ἐμποιήσῃ.

Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα λέγειν δεῖ.

Ἕτερον θεώρημα, ἐν ᾧ παραδίδωσι πόθεν μέλλεις εὑρίσκειν τὰ μέσα καὶ τὰ αἴτια τῶν προκειμένων προβλημάτων εἰς ἀπόδειξιν. τὸ δὲ λέγειν ἀντὶ τοῦ ἐκλέγειν καὶ συνάγειν ἐκληπτέον. πρὸς δὲ τὸ ἔχειν τὰ αἴτια, ἤγουν τοὺς μέσους διʼ ὧν ἀποδεικνύονται τὰ προβλήματα, δεῖ ἐκλέγειν ταῦτα ἀπὸ τῶν ἀνατομῶν καὶ τῶν διαιρέσεων. εἰ μὲν γὰρ τὸ αἴτιόν ἐστι φανερόν, δεῖ ἐκλέγειν τοῦτο ἐκ τῶν διαιρέσεων· εἰ δὲ κεκρύφαται τὰ αἴτια, δεῖ ἐκλέγειν ταῦτα ἀπὸ τῶν ἀνατομῶν. καὶ γὰρ ἀνατομῆς γενομένης ἐν ἀνθρώποις εὑρίσκεις τὸ ἐν αὐτοῖς χολῶδες πάνυ ὀλίγον συγκρινόμενον πρὸς τοὺς ἄλλους χυμούς, αἷμα δηλονότι, φλέγμα καὶ ξανθὴν χολήν. εἰ δὲ ἀνατέμῃς βοῦν, εὑρήσεις αὐτὸν τέσσαρας κοιλίας ἔχοντα, πρώτην μὲν τὸν λεγόμενον στόμαχον, εἰς ὃν πρώτως τὰ βρώματα φέρεται· μετʼ αὐτήν ἐστιν ὁ ἐχῖνος, εἰς ὃν φερόμενα κατέχεται· τρίτη δὲ ἡ λεγομένη ἤνυστρον ὡς ἀνύουσα καὶ συμπέττουσα τὰ βρώματα· τετάρτη δέ ἐστι τὸ κύτος αὐτῆς, καθʼ ὃ καὶ χιλοποιοῦνται. τέτταρας δὲ κοιλίας ἀκούων τέτταρα κοιλώματα νόει καὶ ὑποδοχὰς τῶν βρωμάτων ἐν ὅλῳ τῷ σώματι τῆς κοιλίας θεωρούμενα.

Οὕτω δʼ ἐκλέγειν ὑποθέμενον.

Εἰ πρόκειται πρόβλημα διὰ τί ὁ ἄνθρωπος αἰσθάνεται ἢ κινεῖται ἢ ὁ ἵππος ἢ ὁ βοῦς ἢ ἄλλο τι εἶδος, δεῖ σε ὑποθεῖναι καὶ λαβεῖν τὸ κοινὸν γένος αὐτῶν, ἤγουν τὸ ζῷον, εἴ γε ἐπὶ τοῦ προβλήματος τὰ τεθεωρημένα καὶ ὑποκείμενα ἐν αὐτῷ ζῷά εἰσιν. εἶτα ἐκ τῆς διαιρέσεως εὑρὲ ποῖα ἕπεται τῷ ζῴῳ λέγων· τὸ ζῷον οὐσία, πᾶσα οὐσία ἢ ἔμψυχος ἢ ἄψυχος, τὸ δὲ ζῷον ἔμψυχον· καὶ πάλιν τὸ ἔμψυχον ἢ αἰσθητικὸν ἢ ἀναίσθητον, τὸ δὲ ζῷον αἰσθητικόν· καὶ πάλιν τὸ αἰσθητικὸν ἢ κινεῖται κατὰ τόπον ἢ ἀκίνητόν ἐστιν, ὡς τὰ ὄστρεα. ἐπεὶ γοῦν ταῦτα ἕπονται τῷ ζῴῳ, δείξεις ὅτι τὸ αἰσθάνεσθαι καὶ τὸ κινεῖσθαι ὑπάρχει τῷ ἀνθρώπῳ καὶ τοῖς λοιποῖς διὰ μέσου τοῦ ζῴου. ληφθέντων δὲ τούτων, τῶν ἑπομένων τῷ ζῴῳ, πάλιν ἐπὶ τῶν λοιπῶν τὸ αὐτὸ ποιητέον, καὶ ἐκλεκτέον ἐκ τῆς διαιρέσεως τὰ ἑπόμενα τῷ πρώτῳ, ἤγουν τῷ προσεχῶς ὑποκειμένῳ τῷ ζῴῳ. οἷόν ἐστιν ὁ ὄρνις, ὃ εἶδος μέν ἐστι τοῦ πτηνοῦ ζῴου, γένος δὲ τῶν εἰδικωτάτων εἰδῶν αὐτοῦ, ἤγουν κόρακος, ἱέρακος καὶ τῶν λοιπῶν. εἰ γοῦν πρόκειται πρόβλημα διὰ τί ὁ ἀετὸς σχιζόπτερον ἢ ὁ κόραξ, λάβε τὸ γένος αὐτῶν, τὸν ὄρνιν· εἶτα ἴδε τὰ ἑπόμενα τῷ ὄρνιθι ἐκ τῆς διαιρέσεως καὶ εἰπέ· ὁ ὄρνις πτηνὸν ζῷόν ἐστι, τὸ δὲ πτηνὸν ζῷον ἢ ὁλόπτερον ἢ σχιζόπτερον. εὗρες οὖν ἐκ τῆς διαιρέσεως τὸ σχιζόπτερον ἑπόμενον τῷ ὄρνιθι, καὶ συλλόγισαι οὕτως· ὁ ἀετὸς ὄρνις ἐστί· τῷ δὲ ὄρνιθι ὑπάρχει τὸ σχιζόπτερον· ὁ ἀετὸς ἄρα σχιζόπτερον. οὕτως οὖν ἀεὶ εὑρίσκοις τὰ αἴτια ἐν τῷ λαμβάνειν τὰ ἐγγύτατα, ἤγουν τὰ προσεχῆ εἴδη τῷ γένει, ὡς ἐπὶ τοῦ ὄρνιθος παραδεδειγμάτισται. οὕτω γοῦν ποιοῦντες ἕξομεν λέγειν καὶ ἐκλέγειν τὰ αἴτια καὶ τὰ μέσα, διʼ ἃ τὰ ἑπόμενα τοῖς ὑπὸ τὸ κοινόν, ἤγουν τῷ ἀνθρώπῳ καὶ ἵππῳ τοῖς ἀναγομένοις ὑπὸ τὸ κοινόν, ἤγουν τὸ ζῷον, ἀποδείκνυνται.

Τὸ Α ληπτέον μέσον ὅρον, ὅ ἐστι ζῷον, τὸ δὲ Β μείζονα, ἐν ᾧ καταγράφονται τὰ ἑπόμενα, ἤγουν τὸ αἰσθάνεσθαι ἢ τὸ κινεῖσθαι, τὸ δὲ Γ καὶ τὸ Δ καὶ τὸ Ε ἐλάττονας ὅρους, ἐν οἷς καταγράφονται τὰ εἴδη, ἤγουν ἄνθρωπος ἢ ἵππος ἢ βοῦς.

Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα.

Ἐπειδὴ τῶν γενῶν τὰ μὲν ὀνόματα ἔσχον ἀπὸ τῶν παλαιῶν φιλοσόφων, τὰ δὲ παρʼ ἐκείνων οὐκ ὠνοματοθετήθησαν, δεῖ ἡμᾶς ὀνοματοθετεῖν αὐτὰ καὶ χρᾶσθαι τῇ αὐτῇ μεθόδῳ εἰς εὕρεσιν τῶν ἑπομένων αὐτοῖς, τοῖς παρʼ ἡμῶν ὀνοματοθετηθεῖσιν, ᾗ καὶ ἐπὶ τῶν ὠνομασμένων γενῶν χρώμεθα. ἢ καὶ οὕτως· ἐπειδὴ τὰ γένη ἢ ὠνομασμένα εἰσίν, ὡς τὰ διʼ ἑνὸς ὀνόματος δηλούμενα, ἢ ἀνώνυμα, ὡς τὰ διὰ λόγου δηλούμενα καὶ οὐ διʼ ὀνόματος, οἷον τὸ κέρατα ἔχειν γένος ἀνώνυμόν ἐστιν, δεῖ γοῦν, φησί, καὶ ἐπὶ τῶν τοιούτων γενῶν τὰ ἑπόμενα αὐτοῖς λαμβάνειν οὕτως ὡς καὶ ἐπὶ τῶν ὠνομασμένων γενῶν.

Τὸ ἔχειν ἐχῖνον.

Εἰ προτεθῇ πρόβλημα διὰ τί ὁ βοῦς ἐχῖνον ἔχει ἢ ἀμφώδουν οὐκ ἔστι, δεῖ σε λαβεῖν τὸ γένος, οἰκειότερον δὲ εἰπεῖν πάθος τι, τὸ κέρατα ἔχειν. εἶτα σκόπει τίσιν ἕπεται τοῦτο, ἤγουν βοΐ, αἰξί, προβάτοις καὶ ἑτέροις τοιούτοις. εἶτα σκόπει τὰ ἑπόμενα τοῖς κέρατα ἔχουσι, καὶ ἔστι τὸ μὴ ἀμφώδουν, τὸ ἔχειν ἐχῖνον· ταῦτα δὲ γνοίης ἐκ τῶν ἀνατομῶν. καὶ οὕτως λάβε μέσον ὅρον τὸ κέρατα ἔχειν καὶ συλλόγισαι· ὁ βοῦς κέρατα ἔχει, τὸ ἔχον κέρατα ἐχῖνον ἔχει, ὁ βοῦς ἄρα ἐχῖνον ἔχει.

Ἔτι δʼ ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον ἐκλέγειν τὰ ἑπόμενα τοῖς εἴδεσιν. οἷον ὅταν ὦσι διάφορά τινα, ὡς τὸ σήπιον καὶ ἡ ἄκανθα καὶ τὸ ὀστοῦν, τὴν αὐτὴν χρείαν ἀποπληροῦντα ἐν τοῖς ζῴοις, ἐπεὶ οὐκ ἔστι δυνατὸν διʼ ἑνὸς ὀνόματος ταῦτα δηλῶσαι, ἀνάγομεν ταῦτα ὑπὸ τὸ ἀνάλογον· καὶ ἔστι τοῦτο ὡς κοινὸν ὄνομα δηλωτικὸν τούτων ἁπάντων. καὶ εἰ προτεθῇ πρόβλημα διὰ τί ἡ σὰρξ τῆς σηπίας ἐρείδεται, καὶ τί τὸ αἴτιον τὸ ταύτην ὑποστηρίζον ὑγρὰν οὖσαν καὶ μαλακήν, λάβε μέσον τὸ ἀνάλογον τῷ σηπίῳ, καὶ εἰπέ· ὃν λόγον ἔχει τὸ ὀστοῦν πρὸς τὴν σάρκα τοῦ ἀνθρώπου — ὑπερειστικὸν γάρ ἐστιν αὐτῆς μαλακῆς οὔσης — καὶ ἡ ἄκανθα πρὸς τὴν τῶν ἰχθύων — ὑπερείδει γὰρ ταύτην —, οὕτω καὶ τὸ σήπιον ὑπερείδει τὴν σάρκα τῆς σηπίας κατὰ τὸν αὐτὸν λόγον.

Ἔτι δʼ ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον ἐκλέγειν τὰ ἑπόμενα τοῖς εἴδεσι. λαβόντες γὰρ μέσον ὅρον τὸ ἀνάλογον ἀποδείξομεν τὰ ἑπόμενα τοῖς εἴδεσιν ἐν οἷς θεωρεῖται τὸ ἀνάλογον, ἀνθρώπῳ, ἰχθύι καὶ σηπίᾳ· οὐ γὰρ ἔστιν εὑρεῖν ὄνομα ἓν δηλωτικὸν τῆς ἀκάνθης καὶ τῶν λοιπῶν, καὶ διὰ τοῦτο ὡς κοινὸν ὄνομα αὐτῶν τιθέαμεν τὸ ἀνάλογον.

Ἔσται δʼ ἑπόμενα καὶ τούτοις, ἤγουν ἔστι δὲ ἑπόμενα εὑρεῖν καὶ ἐν τοῖς τοιούτοις, ἤγουν τῷ σηπίῳ, τῇ ἀκάνθῃ καὶ τῷ ὀστῷ, ἐκ τῆς τοιαύτης φύσεως, ἤγουν τῆς ἀναλογίας, τοῦ ὑπερείδειν τὴν σάρκα, ὥσπερ φύσεώς τινος· ὡς γὰρ τοῖς κερατοφόροις ὡς φύσις τίς ἐστι κοινὴ τὸ κέρατα ἔχειν, οὕτω καὶ τὸ ἀνάλογον δοκεῖ οἷον φύσις τις εἶναι δηλωτικὴ τοῦ σηπίου καὶ τῶν λοιπῶν.

Τὰ δʼ αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον ἔχειν.

Ἐπειδὴ τῶν προβλημάτων τὰ μέν εἰσιν ἕτερα τὰ δὲ ταὐτά, τὰ μὲν ὄντα ἕτερα ὡς δῆλα παρῆκεν. ἕτερα γὰρ προβλήματά εἰσιν ὧν καὶ τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα καὶ τὰ μέσα, ἤγουν τὰ αἴτια, εἰσὶν ἕτερα· οἷον τοῦ μὲν «διὰ τί ὁ ἄνθρωπος αἰσθάνεται;» μέσον καὶ αἴτιόν ἐστι τὸ ζῷον· τοῦ δὲ «διὰ τί ὁ ἰχθὺς οὐκ ἀναπνεῖ;» μέσον καὶ αἴτιόν ἐστι τὸ μὴ πνεύμονα ἔχειν. ταὐτὰ δὲ προβλήματα λέγεται ὧν τὸ μέσον ταὐτόν ἐστι, κἂν κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενά εἰσιν ἕτερα· οἷον διὰ τί ἐν χειμῶνι ῥᾷον πέττομεν; καὶ διὰ τί κοιμώμενοι πυκνὸν ἀναπνέομεν; καὶ διὰ τί τὰ φρέατα ἐν χειμῶνι θερμά εἰσιν, ἤγουν τὰ ὕδατα τὰ ἐν τοῖς φρέασι; ταῦτα γὰρ τὰ τρία προβλήματα κἂν ἕτερά εἰσι κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενα, ἀλλʼ οὖν τὸ αἴτιον αὐτῶν πάντων ἕν ἐστι κατʼ εἶδος· ἔστι δὲ ἡ ἀντιπερίστασις καὶ συστολὴ τοῦ θερμοῦ. πέττομεν γὰρ ῥᾷον ἐν χειμῶνι διὰ τὸ πυκνοῦσθαι τοὺς ἐν τοῖς σώμασι πόρους ὑπὸ τῆς τοῦ περιέχοντος, ἤγουν τοῦ ἀέρος, ψυχρότητος· πυκνωθέντων δὲ τῶν πόρων συστέλλεται ἐντὸς τὸ ἐν ἡμῖν ἔμφυτον θερμὸν καὶ εἰς βάθος διεισδύνει τῶν τοῦ σώματος στερεῶν, καὶ ἐπεὶ ἐκτὸς οὐκ ἔστι διαχεόμενον διὰ τῶν τοῦ σώματος πόρων, πολλαπλασιάζεται ἐντὸς καὶ πλεῖστον γίνεται· πολὺ δὲ ὂν ῥᾷον δύναται καὶ τὰ βρώματα κατεργάζεσθαι καὶ πέττειν. ὡσαύτως καὶ τὰ ἐν τοῖς φρέασιν ὕδατα θερμά ἐστιν ἐν χειμῶνι διὰ τὸ ἀντιπεριίστασθαι καὶ συστέλλεσθαι καὶ εἰς τοὺς κευθμῶνας τῆς γῆς διεισδύνειν τὸ θερμὸν διὰ τὴν τοῦ ἀέρος ψυχρότητα. πυκνὸν δὲ ἀναπνέομεν κοιμώμενοι διὰ τὸ τὸ ζῷον χρῄζειν τῆς εἰσπνοῆς τῆς ἐκ τοῦ ἀέρος διὰ κατάψυξιν τοῦ ἐν τῇ καρδίᾳ ἐμφύτου θερμοῦ, ἵνα μὴ μένον ἄκρατον τὸ θερμὸν καταφλέξῃ τὸ ζῷον. ἐπεὶ γοῦν ὁ ὕπνος γίνεται διὰ τὸ ἐπιπωματίζεσθαι τὴν καρδίαν διὰ τῶν ἐκ τῆς κεφαλῆς κατερχομένων παχέων ἀτμῶν, ἡ δὲ ἐπιπωμάτισις τῆς καρδίας ἡ ἐξ αὐτῶν γινομένη συστέλλει ἐν αὐτῇ τὸ θερμὸν καὶ οὐκ ἐᾷ ἄνω φέρεσθαι, συστελλόμενον δὲ τὸ θερμὸν πολλαπλασιάζεται καὶ δραστικώτερον γίνεται, ἵνα μὴ ἐκφλογωθῇ τὰ τοῦ ζῴου ἐντὸς ὑπὸ τῆς τοῦ θερμοῦ καυστικῆς δυνάμεως, τούτου χάριν πυκνὰ τὸν ἐκτὸς ἀέρα εἰσπνέομεν ἐν τῷ τοῦ ὕπνου καιρῷ, ἵνα διὰ τῆς ψυχρότητος κολασθῇ τὸ καυστικὸν τοῦ ἐμφύτου θερμοῦ καὶ ἄμετρον καὶ πρὸς συμμετρίαν ἔλθῃ. ταὐτὰ γοῦν λέγεται ταῦτα τὰ ῥηθέντα προβλήματα ἐν τῷ ἔχειν τὸ αὐτὸ μέσον, ἤγουν αἴτιον, κατὰ τὸ εἶδος· αἴτιον γὰρ ταῦτα ἔχουσι τὴν τοῦ θερμοῦ ἀντιπερίστασιν καὶ συστολήν.

Τινὰ δὲ τῶν προβλημάτων τούτων, κἂν ἕτερά εἰσι κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενα, ἀλλʼ οὖν ταὐτὰ λέγονται τῷ γένει, διὰ τὸ καὶ τὰ ἐν αὐτοῖς αἴτια καὶ μέσα ἕτερα μὲν εἶναι τῷ εἴδει ταὐτὰ δὲ τῷ γένει. ἐκεῖνα δὲ λέγεται αἴτια ταὐτὰ τῷ γένει, ὅσα ἔχουσι διαφοράς, ἤγουν ὅσα διαφέρουσι τῷ εἴδει, τῷ ἄλλων ἢ ἄλλως εἶναι, ἤγουν ἐν τῷ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖσθαι καὶ κατὰ ἄλλους καὶ ἄλλους τρόπους γίνεσθαι. εἰσὶ δὲ τῷ γένει ταὐτὰ οἷον διὰ τί γίνεται ἡ ἠχώ; καὶ διὰ τί ἐμφαίνεται, ἤγουν διὰ τί ἐν τοῖς κατόπτροις ὁρῶμεν ἑαυτούς; καὶ διὰ τί ἡ ἶρις συνίσταται; πάντα γὰρ ταῦτα τὰ τρία προβλήματα τὸ αὐτό, ἤγουν ἓν τῷ γένει πρόβλημα λέγεται εἶναι· πάντα γὰρ ταῦτα αἴτια ἔχουσι τὴν ἀντανάκλασιν, ἥτις ὡς γένος θεωρεῖται ἐν τούτοις πᾶσι. πλὴν εἰ καὶ τὰ τρία ἓν τῷ γένει εἰσὶ διὰ τὸ καὶ τὰ ἐν αὐτοῖς αἴτια ἓν τῷ γένει εἶναι, ἀλλʼ οὖν ταῦτα τὰ αἴτια ἕτερα τῷ εἴδει εἰσὶ διὰ τὸ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖσθαι τὴν ἀντανάκλασιν· ἐπὶ μὲν γὰρ τῆς ἠχοῦς ἀντανάκλασις γίνεται τοῦ ἀέρος, ἐπὶ δὲ τῆς ἴριδος ἀντανάκλασις τῶν τοῦ ἡλίου ἀκτίνων, ἐπὶ δὲ τῆς ἐμφάσεως τῆς ἐν κατόπτροις ἀντανάκλασις γίνεται τῶν ἀκτίνων τῶν ὄψεων. ἀλλὰ ῥητέον ταῦτα λεπτομερέστερον. ἡ μὲν ἠχὼ γίνεται οὕτως· ὁ ἐκφωνῶν πλήττει τὸν προσεχῆ ἀέρα διὰ τῆς ἐκφωνήσεως καὶ ἐγκαταγράφει ἐν αὐτῷ τὸ ἐκφωνούμενον· ὁ δὲ προσεχὴς οὗτος ἀὴρ πλήττει τὸν ἐφεξῆς αὐτῷ ὄντα ἀέρα ἐγκαταγράφων ἐν αὐτῷ καὶ ἃ ἐν αὐτῷ κατεγράφησαν, καὶ οὗτος τὸν ἐφεξῆς. καὶ οὕτω κατὰ διαδοχὴν τῶν ἐφεξῆς ἀέρων πληττομένων καὶ τὰ ἐγγραφέντα δεχομένων κατὰ τὸ ἀκέραιον οἱ ἐφεξῆς ἀέρες πληττόμενοι, ὅταν προσπέσωσιν ἔν τισι κοιλώμασιν ἐκ στερεῶν λίθων τὴν κατασκευὴν ἔχουσιν, ἀντανακλῶνται καὶ ὑποστρέφονται αὖθις πρὸς τὰς ἡμετέρας ἀκοὰς ἔχοντες σῶα ἃ ἐν αὐτοῖς κατεγράφησαν. ἐν δὲ κατόπτροις ὁρῶμεν ἑαυτοὺς λείοις οὖσι καὶ στερεοῖς καὶ λαμπροῖς· αἱ γοῦν ἀκτῖνες τῶν ὄψεων αἱ ἐκ τῶν ὀφθαλμῶν ἡμῶν ἐξερχόμεναι τοῦ ὁρᾶν δύναμιν ἔχουσαι προσπίπτουσι τῷ κατόπτρῳ λείῳ ὄντι καὶ στερεῷ καὶ λαμπρῷ, καὶ ἀντανακλώμεναι ποιοῦσιν ἡμᾶς ὁρᾶν ἑαυτούς, ὥσπερ ἂν καὶ τὸ ἐν τῷ δόρατι ξίφος στερεῷ τινι ἐντυχὸν σώματι πάσχει τινὰ ἀντανάκλασιν μετὰ σφοδρότητος αὐτῷ ἐμπεσόν. ἐπὶ δὲ τῆς ἴριδος οὕτως· ὅταν μετρία τις πύκνωσις τῶν νεφῶν γένηται ὡς δύνασθαι δροσίζειν ἢ καὶ ὑετίζειν τοῦ ἡλίου λάμποντος, τότε αἱ τοῦ ἡλίου ἀκτῖνες προσπεσοῦσαι τοῖς δροσίζουσι νέφεσιν ἢ καὶ ψακάζουσι κλῶνται κατὰ κύκλον, ἐπεὶ καὶ ἐν σφαιροειδεῖ σώματι ἡ τοῦ ἡλίου κίνησις γίνεται, καὶ οὕτως ὁ τῆς ἴριδος κύκλος συνίσταται.

Τὰ δὲ τῶν προβλημάτων λέγονται ταὐτὰ διὰ τὸ τὸ αἴτιον καὶ μέσον τοῦ ἑτέρου ὑπὸ τὸ ἕτερον μέσον ἀναφέρεσθαι. μέλλων δὲ εἰπεῖν, ὅτι ταὐτά εἰσι τὰ τοιαῦτα προβλήματα, ταὐτὰ μὲν οὐκ εἶπεν, ἀλλʼ ὅτι διαφέρουσι καὶ ἕτερά εἰσιν. ἔδει δὲ μὴ ἕτερα ταῦτα εἰπεῖν καὶ διαφέροντα ἀλλὰ μᾶλλον ταὐτά, διότι οὐδὲ ζητεῖ ἐνταῦθα τίνα εἰσὶ τὰ ἕτερα προβλήματα, ἀλλὰ τίνα ταὐτά. καὶ λέγομεν, ἐπειδὴ τῶν προβλημάτων τούτων τὸ αἴτιον θατέρου ὑπὸ τὸ αἴτιον θατέρου ἀναφέρεται ὡς καὶ δοκεῖν ἐντεῦθεν τὸ ἀπαράλλακτον ἔχειν τὰ προβλήματα τὰ τοιαῦτα, διὰ τοῦτο ἠναγκάσθη τὴν διαφορὰν αὐτῶν εἰπεῖν.

Οἷον διὰ τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥεῖ;

Μὴν λέγεται τὸ χρονικὸν διαίτημα διʼ ὅσου ἥ τε γένεσις τῆς σελήνης καὶ αἱ ποικίλαι ταύτης αὐξήσεις καὶ μειώσεις γίνονται.

Οἷον διὰ τί μᾶλλον ῥεῖ ὁ Νεῖλος τοῦ μηνὸς φθίνοντος, ἤγουν ἐλαττουμένου καὶ πρὸς τέλος ἀγομένου; καὶ ἀποδιδόαμεν αἰτίαν τὸ τὸν καιρὸν τότε χειμεριώτερον γίνεσθαι λέγοντες· ὁ Νεῖλος μᾶλλον ῥεῖ, ὅτε ὁ καιρὸς χειμεριώτερος γίνεται· χειμεριώτερος δὲ ὁ καιρὸς γίνεται φθίνοντος τοῦ μηνός· ὁ Νεῖλος ἄρα μᾶλλον ῥεῖ φθίνοντος τοῦ μηνός. καὶ πάλιν ἕτερον πρόβλημα· καὶ διὰ τί χειμεριώτερος ὁ καιρὸς γίνεται φθίνοντος τοῦ μηνός; καὶ ἀποδιδόαμεν αἰτίαν τὴν τῆς σελήνης ἔκλειψιν λέγοντες· χειμεριώτερος ὁ καιρὸς γίνεται ἐκλειπούσης τῆς σελήνης· ἐκλείπει δὲ αὕτη φθίνοντος τοῦ μηνός· ὁ καιρὸς ἄρα χειμεριώτερος γίνεται φθίνοντος τοῦ μηνός. ὅρα ὅπως τὸ αἴτιον τοῦ πρώτου προβλήματος ἀπεδείχθη μᾶλλον διὰ τοῦ αἰτίου τοῦ δευτέρου προβλήματος. καὶ πάλιν ἕτερον πρόβλημα παρασιωπηθὲν μὲν παρὰ τοῦ Ἀριστοτέλους ἐμπῖπτον δὲ καὶ αὐτὸ ἐξ ἀνάγκης, οἷον διὰ τί ἐκλείπει ἡ σελήνη φθίνοντος τοῦ μηνός; καὶ φαμὲν αἴτιον τούτου τὸ συνοδεῦσαι τὴν σελήνην τῷ ἡλίῳ. ἡ γὰρ σελήνη ἐκλείπει τῷ συνοδεῦσαι τῷ ἡλίῳ· συνοδεύει δὲ τῷ ἡλίῳ φθίνοντος τοῦ μηνός· ἡ σελήνη ἄρα ἐκλείπει φθίνοντος τοῦ μηνός. ταῦτα γοῦν τὰ τρία προβλήματα ταὐτά εἰσι διὰ τὸ τὸ αἴτιον τοῦ πρώτου κατασκευάζεσθαι ὑπὸ τοῦ αἰτίου τοῦ δευτέρου, τὸ δὲ τοῦ δευτέρου αἴτιον κατασκευάζεσθαι ὑπὸ τοῦ αἰτίου τοῦ τρίτου. ἐπεὶ γὰρ ἡ σελήνη τὸ φῶς ἀπὸ τοῦ ἡλίου δέχεται, πανσέληνος οὖσα καὶ πολὺ τὸ φῶς ἐξ ἐκείνου δεχομένη ἔχει καὶ πλείονα θερμότητα· ὑφʼ ἧς θερμότητος αἱ ἐν τῷ ἀέρι ἀτμιδώδεις ἀναθυμιάσεις διαλύονται, καὶ καθαρὸς ὁ ἀήρ ἐστιν. ἐπὰν δὲ φθίνηται ἡ σελήνη, ὀλίγην λοιπὸν ἔχει καὶ τὴν θερμότητα· ὅσον γὰρ ἐλαττοῦται τὸ φῶς αὐτῆς, τοσοῦτον ἐλαττοῦται καὶ τὸ ἐν ταύτῃ θερμόν· καὶ ἐλαττωθὲν οὐ δύναται διαλύειν τὰς ἀτμιδώδεις ἀναθυμιάσεις, καὶ συνίστανται λοιπὸν αὗται καὶ πυκνοῦνται καὶ ὑετοὺς ἀπεργάζονται· καὶ διὰ τοῦτο καὶ οἱ ποταμοὶ μᾶλλον ῥέουσι τότε. ταῦτα γὰρ τὰ αἴτια οὕτως ἔχει πρὸς ἄλληλα, ἤγουν θάτερον πρὸς θάτερον, ὡς θάτερον ὑπὸ θατέρου κατασκευάζεσθαι, ἤγουν τὸ πρῶτον ὑπὸ τοῦ δευτέρου καὶ τοῦτο ὑπὸ τοῦ τρίτου.

Περὶ δὲ αἰτίου καὶ οὗ αἴτιον.

Ἕτερον καὶ τοῦτο θεώρημα. ἐπειδὴ γὰρ ὄπισθεν περὶ αἰτίων τε καὶ αἰτιατῶν ἔλεγε, τῶν τε ἅμα ὄντων καὶ τῶν μὴ τοιούτων, καὶ πῶς ἡ ἀκολούθησις ἐπὶ τούτων ἐξ ἀνάγκης γίνεται, ἀπορίαν τινὰ κινεῖ περὶ τούτων νῦν, ἐὰν ἐπὶ τῶν ἅμα ὄντων αἰτίων καὶ αἰτιατῶν ὄντος τοῦ αἰτίου ἐξ ἀνάγκης ἐστὶ τὸ αἰτιατόν, καὶ ὄντος τοῦ αἰτιατοῦ ἐξ ἀνάγκης ἐστὶ τὸ αἴτιον. οἷον εἰ τοῦ ἐκλείπειν τὴν σελήνην αἴτιόν ἐστι τὸ ἐν μέσῳ εἶναι τὴν γῆν καὶ τοῦ φυλλορροεῖν τὸ πλατύφυλλον, εἰ οὖν ὄντος τοῦ πλατυφύλλου μέσου ἀποδείκνυται τὰ δένδρα φυλλορροεῖν καὶ διὰ τοῦ φυλλορροεῖν ἀποδείκνυται τὰ δένδρα πλατύφυλλα εἶναι, λοιπὸν ἀδύνατον ἀπόδειξιν διὰ τούτων γενέσθαι. εἰ γάρ τινά εἰσι διʼ ἀλλήλων δεικνύμενα, κύκλῳ δεῖξιν ποιοῦσιν, ἥτις ἀπόδειξις οὐκ ἔστιν. εἰ δὲ μὴ ἅμα εἰσὶν αἴτια καὶ αἰτιατά, συμβαίνει ὄντος μὲν τοῦ αἰτίου ἐξ ἀνάγκης εἰσάγεσθαι τὸ αἰτιατόν, ὄντος δὲ τοῦ αἰτιατοῦ οὐκ ἐξ ἀνάγκης εἰσάγεσθαι τὸ αἴτιον τοῦτο τὸ ὑποτεθέν. οἷον τὸ πῦρ ἐστιν αἴτιον τῆς τέφρας καὶ τοῦ καπνοῦ· ἀλλʼ οὐχ ἅμα εἰσὶ τὸ αἰτιατὸν καὶ τὸ αἴτιον, ἀλλὰ πρῶτον μὲν γίνεται πῦρ, εἶτα ἐπακολουθεῖ ὕστερον ἡ τέφρα καὶ ὁ καπνός. καὶ πάλιν τοῦ τὴν ἄμπελον φυλλορροεῖν αἴτιόν ἐστι τὸ πήγνυσθαι τὸ ἐν τῷ ὀχάνῳ ὑγρόν. τοῦτο γοῦν τὸ παράδειγμα κρεῖττόν ἐστι τοῦ τεθέντος παραδείγματος κατὰ λήθην ἐπὶ τοῦ πυρός. ὄντος μὲν οὖν τοῦ αἰτίου, ἤγουν τοῦ πήγνυσθαι τὸ ἐν τῷ ὀχάνῳ ὑγρόν, ἐξ ἀνάγκης ἕπεται καὶ τὸ τὰ δένδρα φυλλορροεῖν, ὅ ἐστιν αἰτιατόν· ὄντος δὲ τοῦ τὰ δένδρα φυλλορροεῖν οὐκ ἐξ ἀνάγκης ἐστὶν ὃ ὑπετέθη αἴτιον, ἤγουν ἡ τοῦ ὑγροῦ πῆξις, ἀλλʼ ἔσται τι ἕτερον αἴτιον, τὸ πλατύφυλλον, ἔτι τὸ ῥυτιδοῦσθαι τὰ φύλλα. εἰ γοῦν τὸ τὰ δένδρα φυλλορροεῖν δείκνυται καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρὸν καὶ ῥυτιδοῦσθαι τὰ φύλλα, λοιπὸν ἄρα τοῦτο ἀπόδειξις οὐκ ἔστι· πᾶσα γὰρ ἀπόδειξις διʼ ἑνὸς αἰτίου μέσου γίνεται. ἐν γὰρ τῇ ἀποδείξει, ὡς ἐμάθομεν, ὁ μέσος ὅρος ὁρισμός ἐστι τοῦ μείζονος· ὁ δὲ ὁρισμὸς ἑκάστου πράγματος εἷς ἐστιν. οὕτως ἄρα ἑκατέρωθεν ἡ ἀπορία ἔχει τὸ ἰσχυρόν.

Εἰ γὰρ μὴ ὑπάρχει, ἄλλο τι ἔσται.

Εἰ γὰρ ὄντος τοῦ αἰτιατοῦ, ἤγουν τοῦ τὰ δένδρα φυλλορροεῖν, οὐχ ὑπάρχει αἴτιον τὸ πρώτως ὑποτεθέν, ἤγουν τὸ πήγνυσθαι τὸν ὀπόν, ἕτερόν τι ἔσται τὸ αἴτιον αὐτοῦ, ἤγουν τὸ ῥυτιδοῦσθαι τὰ φύλλα, καὶ λοιπὸν διὰ δύο αἰτίων φαίνεται ἀποδείκνυσθαι τὸ τὰ δένδρα φυλλορροεῖν, ὃ ἀπόδειξις οὐκ ἔστιν. εἰ δὲ τὸ αἴτιον ἅμα καὶ τὸ αἰτιατὸν ὑπάρχει, λοιπὸν διʼ ἀλλήλων δείκνυνται· ἡ δὲ διάλληλος δεῖξις ἀπόδειξις οὐκ ἔστι. δειχθήσεται γὰρ καὶ τὸ αἰτιατόν, τὸ τὴν ἄμπελον φυλλορροεῖν, διὰ μέσου τοῦ πλατυφύλλου αἰτίου ὄντος, καὶ αὖθις τὸ αἴτιον, ἤγουν ὅτι ἡ ἄμπελος πλατύφυλλος, διὰ μέσου τοῦ αἰτιατοῦ, ἤγουν τοῦ φυλλορροεῖν.

Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων.

Δείξας ἑκατέρωθεν τὴν ἀπορίαν τὸ ἰσχυρὸν ἔχουσαν νῦν ἐπάγει τὴν λύσιν αὐτῆς λέγων ὡς οὐ διʼ ἀλλήλων ἐνταῦθα ἡ ἀπόδειξις γίνεται. εἰ γὰρ καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ὁμόχρονά εἰσι καὶ κατὰ τὸν χρόνον θάτερον θατέρου οὐ προηγεῖται — ἅμα γὰρ ἐπινοεῖς τὸ αἴτιον, τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, καὶ εὐθὺς συνεισάγεται καὶ τὸ αἰτιατόν, ἤγουν τὸ ἐκλείπειν τὴν σελήνην —, ἀλλʼ οὖν τῇ φύσει καὶ τῇ ἐπινοίᾳ καὶ τῷ λόγῳ τὸ αἴτιον προηγεῖται τοῦ αἰτιατοῦ. καὶ γὰρ ἡμεῖς πρῶτον ἐπινοοῦμεν τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, εἶθʼ ὕστερον τὸ ἐκλείπειν τὴν σελήνην· ἀλλὰ καὶ ἡ φύσις πρῶτον γινώσκει τὸ αἴτιον, εἶθʼ οὕτω τὸ αἰτιατόν. καὶ ἐπεὶ προηγεῖται τὸ αἴτιον τοῦ αἰτιατοῦ, εἰ μὲν ὁ συλλογισμὸς γένηται, ὅτι ἐκλείπει ἡ σελήνη ἢ ὅτι φυλλορροεῖ τὰ δένδρα, διὰ μέσου τοῦ αἰτίου, ἤγουν τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν ἢ τοῦ τὸ ὑγρὸν πήγνυσθαι, γίνεται κυρίως ἀπόδειξις· αὕτη γὰρ ἐξ αἰτίων καὶ προτέρων γίνεται. εἰ δὲ ὁ συλλογισμὸς προβῇ διὰ μέσου τοῦ αἰτιατοῦ, ἀπόδειξις οὐκ ἔστι τοῦτο ἀλλὰ τεκμηριώδης συλλογισμός· ἐκ τοῦ ὑστέρου γὰρ τὸ πρῶτον τεκμαιρόμεθα.

Εἰ γὰρ οὐκ ἐνδέχεται αἴτια ἀλλήλων εἶναι τὸ αἴτιον καὶ τὸ αἰτιατόν· ἀεὶ γὰρ τὸ αἴτιον πρότερον τοῦ αἰτιατοῦ. εἶτα ἀναρτήσας τὴν ἀπόδειξιν τοῦ λόγου πάλιν ἐπάγει· εἰ μὲν ἡ ἀπόδειξις ἡ διὰ τοῦ αἰτίου τοῦ διότι ἐστίν, ἤγουν τὴν αἰτίαν τοῦ πράγματος ἀποδίδωσιν, ἡ δὲ διὰ τοῦ αἰτιατοῦ ἀπόδειξις οὐκ ἔστι τοῦ διότι συλλογισμός, ἤγουν οὐ δείκνυσι τὴν αἰτίαν τοῦ πράγματος, ἀλλὰ μόνον τὸ ὅτι συνάγει. εἶτα διὰ τὴν ἀπόδειξιν τοῦ λόγου ἐλλειπτικῶς λάβε ἔξωθεν· οὐδὲν ἄτοπον τὸ διʼ ἀλλήλων δείκνυσθαι, ἀλλʼ ὅτε μὲν ὁ συλλογισμὸς διὰ τοῦ αἰτίου γίνεται, ἀπόδειξίς ἐστι κυρίως, ὅτε δὲ διὰ μέσου τοῦ αἰτιατοῦ, ἀπόδειξις κυρίως οὐκ ἔστιν ἀλλὰ τεκμηριώδης συλλογισμός. ὅτι δὲ οὐ τὸ ἐκλείπειν αἴτιόν ἐστι τοῦ ἐν μέσῳ τὴν γῆν εἶναι, ἀλλὰ τὸ ἐν μέσῳ εἶναι τὴν γῆν αἴτιον τοῦ ἐκλείπειν, φανερὸν ἐκ τοῦδε· τὰ γὰρ αἴτια ἐν τῷ ὁρισμῷ λαμβάνονται τῶν αἰτιατῶν, καὶ τὸ ἐν μέσῳ λοιπὸν εἶναι τὴν γῆν ἐν τῷ ὁρισμῷ λαμβάνεται τῆς ἐκλείψεως· ἔκλειψις γάρ ἐστι σελήνης στέρησις φωτὸς διʼ ἀντίφραξιν τῆς γῆς· οὐ μὴν δὲ ἐν τῷ ὁρισμῷ τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν λαμβάνεται ἡ ἔκλειψις.

Ἢ ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι.

Λύσας τὸ ἄπορον καὶ εἰπὼν μὴ διʼ ἀλλήλων δεῖξιν γίνεσθαι, ὅταν τὸ αἴτιον ἅμα καὶ τὸ αἰτιατὸν ὦσιν, ἀλλὰ τὸν μὲν συλλογισμὸν τὸν διὰ μέσου τοῦ αἰτίου κυρίως εἶναι ἀπόδειξιν καὶ τοῦ διότι, τὸν δὲ διὰ τοῦ αἰτιατοῦ τεκμηριώδη εἶναι συλλογισμόν, νῦν ἐπάγει καὶ ἑτέραν λύσιν, ὅτι ὅταν μὲν διὰ τοῦ αἰτίου γίνηται ὁ συλλογισμός, ἐξ ἀνάγκης ἕπεται τὸ αἰτιατὸν καὶ κυρίως ἀπόδειξις γίνεται, ὅταν δὲ τὸ αἰτιατὸν μέσον ληφθῇ, οὐκ ἐξ ἀνάγκης ἕπεται τὸ αἴτιον. οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐκ ἐξ ἀνάγκης ἐστὶ λογικόν, ἀλλʼ ἐνδέχεται ἢ λογικὸν εἶναι ἢ ἄλογον, ἤγουν ἐνδέχεται πλείω αἴτια εἶναι τοῦ ἑνὸς πράγματος· καὶ γὰρ τὸ αὐτό, ἤγουν τὸ ζῷον, κατηγορεῖται κατὰ πλειόνων μέσων πρώτως, ἤγουν ἀμέσως. καὶ γὰρ τὸ Α, τὸ ζῷον, κατηγορεῖται τοῦ Β, τοῦ λογικοῦ, πρώτως καὶ ἀμέσως καὶ κατὰ τοῦ Γ ἀμέσως, καὶ ταῦτα, τὸ Β καὶ τὸ Γ, κατηγοροῦνται τοῦ ΔΕ ἀμέσως· ὑπάρξει ἄρα τὸ Α τοῖς Δ Ε. αἴτιον δὲ τοῦ μὲν τὸ Α εἶναι τῷ Δ τὸ Β, τὸ δὲ Γ τοῦ τὸ Α ὑπάρχειν τῷ Ε. ὥστε τοῦ μὲν αἰτίου ὑπάρχοντος, ἢ τοῦ λογικοῦ ἢ τοῦ ἀλόγου, ἀνάγκη καὶ τὸ πρᾶγμα ὑπάρχειν, τὸ ζῷον, τοῦ δὲ πράγματος, τοῦ ζῴου, ληφθέντος μέσου οὐκ ἐξ ἀνάγκης εἰσάγεται πᾶν αἴτιον, ἤγουν καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀλλʼ αἴτιον μὲν ἓν εἰσάγεται, πᾶν δέ, ἤγουν τὰ δὲ δύο αἴτια, οὐδαμοῦ. ἐπαγαγὼν οὖν ταύτην τὴν λύσιν ἀπαρέσκεται πάλιν αὐτῇ ἐπικρίνων κρείττονα εἶναι τὴν προτέραν. ἐλέγχει δὲ ταύτην κακῶς ἔχουσαν οὕτως. οὐκ ἀποδεικτικῶς ἀποδέδεικται ἡ δευτέρα λύσις διὰ τὸ πᾶσαν ἀπόδειξιν καθόλου γίνεσθαι. ὁ γὰρ ἀποδεικνύων τὸ ζῷον ὑπάρχειν τοῖς ὑπʼ αὐτὸ εἴδεσι καθόλου κατὰ πάντων τῶν εἰδῶν τοῦτο δείκνυσιν. οἷον ὁ ἄνθρωπος, ὁ ἵππος καὶ τὰ λοιπὰ πάντα κινητικά εἰσι καὶ κατʼ ὄρεξιν καὶ κατὰ τόπον· πάντα δὲ τὰ κινητικὰ κατʼ ὄρεξιν καὶ κατὰ τόπον ζῷα· ὁ ἄνθρωπος ἄρα, ὁ ἵππος καὶ τὰ λοιπὰ ζῷα. ἐνταῦθα δὲ καθόλου ἡ ἀπόδειξις οὐ γέγονεν ἀλλὰ κατὰ μέρος, καὶ οὐδὲ διὰ τοῦ αὐτοῦ μέσου ἀλλὰ διʼ ἄλλων. ἀλλʼ ἐπισκεπτέον τὸ κείμενον. ἢ εἰ ἀεὶ πᾶν πρόβλημα ἀποδεικτικὸν καθόλου ἐστίν, ἀνάγκη καὶ τὸ αἴτιον ὅλον τι εἶναι, ἤγουν καθόλου, καὶ τὸ αἰτιατὸν οὗ ἐστιν αἴτιον. οἷον τὸ φυλλορροεῖν ὅλῳ τινί, ἤγουν καθόλου, ἀφωρισμένον ἐστὶ καὶ κατηγορούμενον· κἂν γὰρ τὰ εἴδη αὐτοῦ, ἤγουν τὰ δένδρα ἢ τὰ φυτά, διάφορά εἰσιν, ἀλλʼ οὖν καὶ τοισδί, ἤγουν πᾶσι τοῖς φυτοῖς, καθόλου θεωρεῖται τὸ φυλλορροεῖν, ἢ τοῖς τοιοισδὶ φυτοῖς, ἤγουν τοῖς δένδροις τοῖς πλατυφύλλοις. ὥστε καὶ τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἴσον δεῖ εἶναι ἐπὶ τούτων, τῶν δένδρων ἢ τῶν φυτῶν, ἤγουν καθόλου κατὰ τούτων πάντων κατηγορεῖται ἐπʼ ἴσης τῷ μείζονι ὅρῳ, τῷ φυλλορροεῖν, οὗ αἴτιόν ἐστιν· ἀντιστρέφειν γὰρ ὀφείλει καὶ ἐξισάζειν τὸ μέσον, ἤγουν τὸ αἴτιον, πρὸς τὸν μείζονα ὅρον, τὸ αἰτιατόν. εἰ γὰρ τοῦ φυλλορροεῖν αἴτιόν ἐστιν ἡ τοῦ ὑγροῦ πῆξις, ἀνάγκη, εἰ τὸ φυλλορροεῖν ἔστιν, εἶναι καὶ τὸ πήγνυσθαι τὸ ὑγρόν, καὶ εἰ πήγνυται τὸ ὑγρόν, ἀνάγκη εἶναι καὶ τὸ φυλλορροεῖν. πῆξιν δὲ λέγει ὑγροῦ οὐχ ὁτουοῦν, ἤγουν τοῦ τυχόντος· οὐ γάρ, εἰ πήξει τὸ ἐν τῷ ποταμῷ ὑγρόν, ἀνάγκη καὶ τὰ δένδρα φυλλορροῆσαι, ἀλλʼ ἡ πῆξις τοῦ ὑγροῦ τοῦ ἐν τοῖς δένδροις ἐπάγει καὶ τὸ φυλλορροεῖν.

Πότερον δʼ ἐνδέχεται μὴ τὸ αὐτό.

Μεταβαίνει εἰς ἕτερον θεώρημα, καὶ ζητεῖ εἰ ἐνδέχεται τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος, ἤγουν τοῦ τὰ δένδρα φυλλορροεῖν, εἶναι τὸ αὐτὸ καὶ ἓν αἴτιον ἢ ἕτερον καὶ ἕτερον, ἤγουν εἰ ἐνδέχεται ἓν αἴτιον εἶναι ἢ πολλὰ τοῦ αὐτοῦ πράγματος. καὶ φησίν, ὡς εἰ μὲν καθʼ αὑτὸ τὸ αἴτιον ὑπάρχει τῷ αἰτιατῷ, ἀνάγκη εἶναι ἕν· οἷον αἴτιον τοῦ φυλλορροεῖν ἐστι καθʼ αὑτὸ τὸ πήγνυσθαι τὸν ὀπόν. εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς, εἰ καθʼ αὑτὸ ἀποδοθῇ τὸ αἴτιον, ἐνδέχεται εἶναι ἕν τι. καὶ φησὶν ὡς τὸ καθʼ αὑτὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ, ὁ δὲ ὁρισμὸς ἑκάστου πράγματος εἷς ἐστι. καὶ διὰ τοῦτο καὶ τῆς σεληνιακῆς ἐκλείψεως τὸ καθʼ αὑτὸ αἴτιον ἕν ἐστιν, ἡ ἀντίφραξις τῆς γῆς. εἰ δὲ τὸ ἀποδοθὲν αἴτιον κατὰ σημεῖόν ἐστιν ἢ συμβεβηκός, ἐνδέχεται πολλὰ αἴτια εἶναι τοῦ αὐτοῦ. οἷον τοῦ πυρὸς σημεῖά εἰσιν ὁ καπνὸς καὶ ἡ τέφρα· καὶ δείξω ἐνταῦθα πῦρ εἶναι λαβὼν μέσον ὅρον ἢ τὴν τέφραν ἢ τὸν καπνόν. τοῦ δὲ κατὰ συμβεβηκὸς παράδειγμα ἔστω τοῦτο· τὰ δένδρα φυλλορροεῖ, διότι ῥυτιδοῦται τὰ φύλλα αὐτῶν ἢ λευκαίνονται. ἢ ὅτι ὁ ἄνθρωπος λογικὸν ζῷόν ἐστι, διότι γελαστικὸν πλατυώνυχον.

Εἰ δὲ μή, οὕτως ἐνδέχεται.

Ἤγουν εἰ δὲ μὴ ἔσται τὸ αἴτιον καθʼ αὑτὸ καὶ ἀντιστρέφον πρὸς τὸ αἰτιατόν, ἐνδέχεται οὕτως εἶναι πολλὰ τὰ αἴτια.

Ἔστι δὲ καὶ οὗ αἴτιον καὶ ᾧ σκοπεῖν.

Ἀντὶ τοῦ εἰπεῖν «αἰτιατόν» εἶπεν οὗ αἴτιον. ἀντὶ δὲ τοῦ εἰπεῖν «ἐλάττονα ὅρον» εἶπεν ᾧ, ἤγουν ᾧτινι, τῷ ἐλάττονι ὅρῳ, ὑπάρχει τὸ μεῖζον ἄκρον διὰ μέσου αἰτίου τινός. παραδίδωσι γοῦν ὅτι, εἰ τὰ ἄκρα εἰσὶ συμβεβηκότα καὶ κατηγορεῖται ὁ μείζων ὅρος τοῦ ἐλάττονος κατὰ συμβεβηκός, ἀνάγκη καὶ τὸ μέσον εἶναι συμβεβηκός. εἰ δὲ τὰ ἄκρα εἰσὶν οὐσίαι, καὶ τὸ μέσον ἐξ ἀνάγκης ἔσται οὐσία. καὶ εἰ τὸ μεῖζον ἄκρον γένος τοῦ ἐλάττονος, καὶ ὁ μέσος γένος ἔσται τοῦ ἐλάττονος. καὶ εἰ τὸ μεῖζον ὁμωνύμως κατηγορεῖται τοῦ ἐλάττονος, καὶ τὸ μέσον οὕτω κατηγορηθήσεται κατʼ αὐτοῦ. ἔστι γοῦν σκοπεῖν εἰ συμβεβηκός ἐστι τὸ οὗ αἴτιον, ἤγουν τὸ αἰτιατόν, καὶ εἰ κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ ἐλάττονος, ᾧτινι ἐνυπάρχει. οὐ μὴν δοκεῖ πρόβλημα εἶναι ἀποδεικτικόν, εἰ καὶ τὸ μεῖζον κατὰ συμβεβηκός ἐστι καὶ τὸ μέσον τοῦ ἐλάττονος κατηγορούμενον. εἰ δὲ μὴ οὐ δοκεῖ, ὃ ταὐτόν ἐστι τῷ «εἰ δοκεῖ πρόβλημα εἶναι», λοιπὸν καὶ τὸ μέσον ἔσται συμβεβηκὸς ὅμοιον τῷ μείζονι. καὶ εἰ τὸ μεῖζον ὡς ἐν γένει ἐστίν, ἤγουν γένος τοῦ ἐλάττονος, καὶ τὸ μέσον γένος ἔσται τοῦ ἐλάττονος.

Οἷον διὰ τί καὶ ἐναλλὰξ ἀνάλογον;

Τοῦτο παράδειγμά ἐστι τοῦ μείζονος ὡς γένους ληφθέντος. καὶ λαμβάνει ὡς γένος τὸ μεῖζον ἄκρον τὸ «ἐὰν τέσσαρά τινα ἀνάλογον ἔχωσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσι»· τοῦτο γὰρ θεωρεῖται ἐπὶ πολλῶν, ἤγουν γραμμῶν, ἀριθμῶν καὶ ἄλλων μεγεθῶν. ἔστι δὲ τοιοῦτον· ληπτέον ιβʹ καὶ ϛʹ — καὶ τὸν μὲν μείζονα καλοῦσι πρόλογον, τὸν δὲ ἐλάττονα ὑπόλογον — καὶ ηʹ καὶ δʹ. καὶ εἰπὲ ὡς ὁ πρόλογος πρὸς τὸν ὑπόλογον, ἤγουν ὁ ιβʹ πρὸς τὸν ϛʹ, καὶ ὁ πρόλογος πρὸς τὸν ὑπόλογον, ὁ ηʹ πρὸς τὸν δʹ· τὸν διπλασίονα γὰρ λόγον ἔχουσι. καὶ ἐναλλὰξ ἀνάλογον ἕξουσιν, ἤγουν ὡς ὁ πρόλογος πρὸς τὸν πρόλογον, ἤγουν ὁ ιβʹ πρὸς τὸν ηʹ, καὶ ὁ ὑπόλογος πρὸς τὸν ὑπόλογον· τὸν γὰρ ἡμιόλιον ἔχουσι. καὶ λοιπὸν καὶ τὸ αἴτιον, τὸ μέσον, γένος ὀφείλει εἶναι, ὅπερ ἐστὶ τὸ ἰσάκις ἴσον. ὅπερ ἄλλο μὲν καὶ ἄλλο ἐστί, καθὸ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖται, ἤγουν ἐν γραμμαῖς καὶ ἀριθμοῖς· τὸ αὐτὸ δὲ καὶ ἕν ἐστι κατὰ τὸν ἑαυτοῦ λόγον· ἰσάκις γὰρ ἴσα λέγεται τὰ τὸν αὐτὸν λόγον ἔχοντα. τὸ γοῦν τοιοῦτον, τὸ ἰσάκις ἴσον, ᾗ μὲν γραμμαί, ἤγουν καθὸ ἐν γραμμαῖς θεωρεῖται καὶ ἀριθμοῖς, ἐστὶν ἄλλο καὶ ἄλλο· τὸ αὐτὸ δὲ καὶ ἕν, καθὸ ἔχει τοιανδὶ αὔξησιν, ἤγουν καθὸ τηρεῖ τὸν αὐτὸν λόγον οὕτως ἐπὶ πάντων. καὶ οἱ μὲν ἀριθμητικοὶ ἰσάκις ἴσον λέγουσιν ἀριθμὸν τὸν ιϛʹ ὡς γεννώμενον ἐξ ἀριθμοῦ τοῦ δʹ πρὸς αὑτὸν πολλαπλασιαζομένου. ὡσαύτως καὶ ὁ κεʹ ἰσάκις ἴσος ἐστὶν ὡς γεννώμενος ἐκ τοῦ εʹ πολλαπλασιαζομένου πρὸς ἑαυτόν. ἐνταῦθα δὲ ἰσάκις ἴσους λέγει ἀριθμοὺς τοὺς ἔχοντας τὸν αὐτὸν λόγον. εἰπὲ γοῦν· ὁ ιβʹ, ὁ ϛʹ, ὁ ηʹ καὶ ὁ δʹ ἰσάκις ἴσοι εἰσὶν ἀριθμοί, ἤγουν τὸν αὐτὸν λόγον ἔχοντες, ἰσάκις ἴσοι ἀριθμοὶ καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσιν, ὁ ιβʹ καὶ ϛʹ, ὁ ηʹ καὶ δʹ ἐναλλὰξ ἀνάλογον ἔχουσιν.

Τοῦ δʼ ὅμοιον εἶναι χρῶμα χρώματι.

Τὸ ὅμοιον ὁμώνυμος φωνή ἐστι. καὶ λαμβάνει τοῦτο εἰς παράδειγμα τοῦ προβλήματος τοῦ ἔχοντος τὸ μεῖζον ἄκρον ὁμώνυμον. καὶ τὸ μὲν «ἐὰν τέσσαρά τινα ἀνάλογον ἔχωσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσιν» ἐλήφθη ὡς γένος, διότι εἰ καὶ ἐν διαφόροις εἴδεσι θεωρεῖται, γραμμαῖς τε καὶ ἀριθμοῖς καὶ ἄλλοις τισίν, ἀλλʼ ὁ ὁρισμὸς αὐτοῦ εἷς ἐστι, τὸ ἰσάκις ἴσους εἶναι τοὺς ἀριθμούς. τὸ δὲ ὅμοιον οὐ τοιοῦτόν ἐστιν· εἰ γὰρ καὶ θεωρεῖται τὸ ὅμοιον ἐν διαφόροις εἴδεσιν, ἤγουν χρώμασί τε καὶ σχήμασιν, ἀλλʼ οὐ κατὰ τὸν αὐτὸν καὶ ἕνα λόγον ἀλλὰ κατὰ ἄλλον καὶ ἄλλον λόγον. σχήματα γὰρ ὅμοια λέγονται· οἷον εἰ καταγράψεις δύο τρίγωνα, ὅμοια ταῦτα ῥηθήσονται, εἴ γε τὰς πλευρὰς ἀναλόγους ἔχουσι καὶ τὰς γωνίας ἴσας. χρώματα δὲ ὅμοια λέγονται κατὰ ἄλλον λόγον· οἷον τὸ ἐν τῇ χιόνι λευκὸν καὶ τὸ ἐν τῷ ψιμμιθίῳ ὅμοια λέγονται διὰ τὸ ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρίνεσθαι καὶ ἀντιλαμβάνεσθαι.

Ἄλλο ἄλλῳ.

Ἤγουν ἄλλο τρίγωνον ῥηθήσεται ὅμοιον ἄλλῳ τριγώνῳ καθʼ ὃν λόγον εἴπομεν· ὡσαύτως καὶ ἄλλο χρῶμα ῥηθήσεται ὅμοιον ἄλλῳ χρώματι. τὸ γοῦν ὅμοιον τὸ ἐπὶ τούτων θεωρούμενον, ἤγουν τῶν χρωμάτων καὶ τῶν σχημάτων, ὁμώνυμόν ἐστι διὰ τὸ κατὰ ἄλλον καὶ ἄλλον λόγον λέγεσθαι τὰ σχήματα καὶ τὰ χρώματα ὅμοια. ἔνθα μὲν γάρ, ἐπὶ τῶν σχημάτων, ὅμοια λέγονται τρίγωνα τὰ ἔχοντα τὰς πλευρὰς ἀνὰ λόγον, ἤγουν ἀναλόγους· ὅμοια δὲ λέγονται λευκὰ ἐπὶ τῶν χρωμάτων τὰ ἔχοντα τὴν αὐτὴν αἴσθησιν ἀντιληπτικήν.

Τὰ δὲ κατὰ ἀναλογίαν τὰ αὐτά.

Εἰ δὲ τὸ μεῖζον ἄκρον ἐστὶ τὸ τὰ αὐτὰ εἶναι κατὰ ἀναλογίαν, καὶ τὸ μέσον κατὰ ἀναλογίαν ἐστίν. οἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ ἰχθὺς καὶ ἡ σηπία ταὐτὰ λέγονται κατὰ ἀναλογίαν, ἤγουν κατὰ τὸ μὴ λυγίζεσθαι· καθʼ ὃν γὰρ τρόπον ὁ ἄνθρωπος οὐ λυγίζεται ἅτε ὑπὸ τῶν ὀστῶν ἐρειδόμενος, τὸν αὐτὸν τρόπον καὶ ἡ σηπία καὶ ὁ ἰχθὺς οὐ λυγίζονται ἐν τῷ τὴν μὲν ὑπερείδεσθαι ὑπὸ τοῦ σηπίου τὸν δὲ ὑπὸ τῆς ἀκάνθης. καὶ τὸ μέσον δὲ ἀνάγκη εἶναι κατὰ ἀναλογίαν, ἤγουν τὸ ἐρείσματα ἔχειν. ἔστι δὲ ὁ συλλογισμὸς τοιοῦτος· ὁ ἄνθρωπος, ὁ ἰχθὺς καὶ ἡ σηπία ἐρείσματα ἔχουσι· τὰ ἐρείσματα ἔχοντα οὐ λυγίζονται· ὁ ἄνθρωπος ἄρα, ὁ ἰχθὺς καὶ ἡ σηπία οὐ λυγίζονται.

Ἔχει δʼ οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις.

Τὸ οὗ αἴτιον δηλοῖ τὸ μεῖζον ἄκρον, τὸ δὲ ᾧ αἴτιον τὸ ἔλαττον. ἕτερον τοῦτο θεώρημα. ἐπεὶ γὰρ ὁ ἀποδεικτικὸς συλλογισμὸς τρεῖς ὅρους ἔχει, παραδίδωσιν ἐνταῦθα πῶς οἱ τρεῖς ὅροι ἀλλήλοις ἀκολουθήσουσι. καὶ φησὶν ὅτι, εἰ μὲν ἐν τῷ ἐλάττονι ὅρῳ λάβῃς πάντα τὰ εἴδη τὰ ὑπὸ τὸ μεῖζον ἄκρον, ἔσονται καὶ οἱ τρεῖς καθόλου ὅροι καὶ ἐξισάζοντες καὶ ἀντιστρέφοντες, εἰ δὲ ἐν τῷ ἐλάττονι λάβῃς ἕν τι εἶδος τῶν ὑπὸ τὸ μεῖζον ἀναγομένων, ἀπόδειξις οὐ γίνεται· οὐ γὰρ ἐξισάζει ὁ ἐλάττων τῷ μέσῳ ἢ τῷ μείζονι. σκεπτέον δὲ καὶ τὸ κείμενον. τῷ μὲν οὖν λαμβάνοντι ἐν τῷ ἐλάττονι ὅρῳ καθʼ ἕκαστον, ἤγουν ἕν τι εἶδος, ἐστὶ τὸ οὗ αἴτιον, ἤγουν τὸ μεῖζον ἄκρον, ἐπὶ πλέον τοῦ ἐλάττονος. οἷον ἔστω μεῖζον ἄκρον τὸ ἔχειν τὰς γωνίας τὰς ἔξω ἴσας τέτρασιν ὀρθαῖς. τοῦτο γοῦν θεωρεῖται καὶ ἐπὶ τῶν τριγώνων καὶ τῶν τετραγώνων. εἰ μὲν οὖν λάβῃς ἐλάττονα ὅρον τρίγωνον μόνον ἢ τετράγωνον, ἐστὶν ὁ μείζων ὅρος ἐπὶ πλέον καὶ καθολικώτερος αὐτοῦ. εἰ δὲ λάβῃς καὶ τρίγωνον καὶ τετράγωνον ὁμοῦ, ἐν ἅπασι τοῖς δυσὶν ἐπʼ ἴσων θεωρεῖται καὶ ἐξισάζει ὁ μείζων· ὅσα γὰρ εἴδη σχημάτων ἔχουσι τὰς ἐκτὸς γωνίας ἴσας τέτρασιν ὀρθαῖς, ἐλήφθησαν ἐν τῷ ἐλάττονι, καὶ λοιπὸν ἐξισάζουσι τῷ μείζονι. καὶ τὸ μέσον ὁμοίως ἐξισάζει ἀμφοῖν τοῖν ἄκροιν· ἔστι δὲ τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχειν τὰς ἐντὸς τρεῖς γωνίας. ἔστι δὲ τὸ μέσον, τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι, ὁρισμὸς τοῦ πρώτου ἄκρου, ἤγουν τοῦ τέτρασιν ὀρθαῖς ἴσας εἶναι. διὸ καὶ ἐπιστῆμαι πᾶσαι γίνονται διὰ μέσου ὁρισμοῦ· ἑκάστη γὰρ ἐπιστήμη τὰς ἀποδείξεις ποιεῖ διὰ μέσου ὁρισμοῦ. κρεῖττον δὲ νοηθήσεται οὕτως· πᾶσαι ἄρα ἐπιστῆμαι καὶ γνώσεις ἀποδεικτικαὶ γίνονται διὰ μέσου ὁρισμοῦ. οἷον τὸ φυλλορροεῖν ἀκολουθεῖ μὲν ἰδίᾳ τῇ ἀμπέλῳ καὶ ἐπὶ πλέον ἐστὶ καὶ καθολικώτερον αὐτῆς· ἀκολουθεῖ δὲ καὶ τῇ συκῇ καὶ ὑπερέχει καὶ ἐπὶ πλέον ἐστὶν αὐτῆς. ἀλλʼ εἰ πάντα ληφθῶσιν ὁμοῦ τὰ ὑποπίπτοντα τῷ φυλλορροεῖν, ἐξισάζουσιν αὐτῷ.

Εἰ δὴ λάβοις τὸ πρῶτον.

Πρῶτον μὲν λέγει τὸ πήγνυσθαι τὸν ὀπόν, ὅπερ ἐστὶ λόγος τοῦ φυλλορροεῖν. ἔστι γοῦν τὸ πρῶτον μέσον ἐπὶ θάτερα τὰ ἄκρα. πρὸς μὲν τὸ μεῖζον ἄκρον, τὸ φυλλορροεῖν, πρῶτόν ἐστι τὸ πήγνυσθαι τὸν ὀπόν· πρὸς δὲ τὸ ἔλαττον ἄκρον, τὴν συκῆν καὶ τὴν ἄμπελον, πρῶτον μέσον ἐστὶ καὶ προσεχὲς τὸ ἐγγίζον αὐτῇ, ἤγουν τὸ πλατύφυλλον. πρὸς γοῦν τὸ ἔλαττον ἄκρον πρῶτον μέσον ἐστὶ καὶ ἐγγίζον τὸ τοιαδὶ ἅπαντα, ἤγουν τὸ πλατύφυλλον εἶναι. τούτου δὲ τοῦ πλατυφύλλου καὶ τοῦ μείζονος ἄκρου μέσον ἐστὶ τὸ ὁ ὀπὸς πήγνυται. εἶπε δὲ τὸ ἢ τοιοῦτόν τι, διότι οὐ πρόκειται αὐτῷ ἀκριβολογεῖσθαι νῦν τίς ἐστιν ὁ ὁρισμὸς τοῦ φυλλορροεῖν.

Τοῦ σπέρματος ὀπόν.

Σπέρμα λέγεται τὸ ἄκρον τοῦ ὀχάνου, καθʼ ὃ συνάπτεται τῷ φύλλῳ. σπέρμα δὲ λέγεται τὸ ἄκρον διὰ τὸ ἐγκεῖσθαι ἐν αὐτῷ τὴν σπερματικὴν ἀρχὴν καὶ δύναμιν, ἐξ ἧς φύεται τὸ φύλλον.

Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει.

Ἐπὶ μὲν τῶν πραγμάτων, φησίν, ἐδείξαμεν πῶς οἱ ὅροι ἐν ταῖς ἀποδείξεσιν ἀκολουθοῦσιν ἀλλήλοις. δείξομεν δὲ καὶ ἐπὶ τῶν σχημάτων διὰ τῶν στοιχείων.

Ἐπὶ πλεῖον δέ, ἤγουν τὸ Β καθολικώτερόν ἐστι τοῦ Δ· οὐ γὰρ μόνον τὸν ἐλέφαντα καὶ τὴν ἔλαφον περιέχει ἀλλὰ καὶ ἄνθρωπον καὶ ἵππον· καὶ ταῦτα γὰρ ἄχολά εἰσιν.

Τοῦτο γὰρ λέγω καθόλου.

Τὸ καθόλου ἐστὶ διττόν, τὸ μὲν ἀντιστρέφον, τὸ δʼ οὐκ ἀντιστρέφον· καθόλου μὲν καὶ … μὴ ἀντιστρέφον, ὡς τὸ ζῷον κατηγορεῖται κατὰ τοῦ ἀνθρώπου· καὶ τὸ μὲν ζῷον παντὶ ἀνθρώπῳ ἐστίν, ὁ δὲ ἄνθρωπος παντὶ ζῴῳ οὐκ ἔστι.

Πρῶτον δὲ καθόλου ἐστίν.

Ἤγουν κυρίως καὶ τῇ ἀποδείξει χρήσιμον, ᾧτινι ἓν μὲν ληφθὲν τῶν ὑπʼ αὐτὸ οὐκ ἀντιστρέφει πρὸς αὐτό· οἷον τὸ πήγνυσθαι ὀπὸν ὑπάρχει μὲν τῇ ἀμπέλῳ, οὐ μὴν δὲ καὶ ἀντιστρέφει· ἅπαντα δὲ ὁμοῦ συλληφθέντα τὰ πλατύφυλλα ἐξισάζουσι τῷ πήγνυσθαι τὸν ὀπὸν καὶ ἀντιστρέφουσι καὶ παρεκτείνουσιν, ἤγουν συνεξισάζουσι. διὰ μέσου γοῦν τοῦ Β τὸ Α ὑπάρχει πᾶσι τοῖς κειμένοις ἐν τῷ Δ. ἐπεὶ δὲ τὸ Β αἴτιον ὂν οὐκ ὀφείλει ἐξισάζειν τῷ αἰτιατῷ, ἤγουν τῷ Α, διὰ τὸ μὴ διάλληλον δεῖξιν γίνεσθαι, ὡς ὄπισθεν εἴπομεν, ἀνάγκη τὸ Α παρεκτείνειν καὶ ἐπὶ πλέον εἶναι τοῦ Β. εἰ γὰρ μή ἐστιν ἐπὶ πλέον αὐτοῦ, τί μᾶλλον, ἤγουν οὐδὲν μᾶλλον, τοῦτο, τὸ Β, ἔσται αἴτιον ἐκείνου, τοῦ Α· δύναται γὰρ τὸ Α γενέσθαι αἴτιον τοῦ Β· τὰ γὰρ ἐξισάζοντα ἀλλήλων αἴτια γίνονται. εἰ γοῦν τὸ Α ἐπὶ πλέον ὑπάρχει τοῦ Β, ὑπάρξει ἄρα πᾶσι τοῖς Ε καθʼ ὧν τὸ Β οὐ λέγεται. ἔσται τι ἄρα ἕν, ἤγουν ἔσται τι αἴτιον ἄλλο τοῦ Β καὶ ἕτερον, ἤγουν τὸ Γ, διʼ οὗ Γ ἅπαντα ἐκεῖνα τὰ ἐν τῷ Ε ἐπισυναφθήσεται τῷ Α. εἰ γὰρ μή, ἤγουν εἰ μὴ ἔστι τι αἴτιον τὸ ἐπισυνάπτον τὰ ἐν τῷ Ε τῷ Α ἀλλὰ διὰ μέσου τοῦ Β καὶ ταῦτα ἐπισυνάπτονται, πῶς ἔσται τὸ Α ἐπὶ πλέον τοῦ Ε ὥστε καὶ μὴ ἀντιστρέφειν αὐτῷ; τὸ γὰρ Α παντὶ μὲν ὑπάρχει ᾧ τὸ Ε, ἤγουν παντὶ τῷ Ε· τὸ δὲ Ε οὐ παντί ἐστιν ᾧ τὸ Α, ἤγουν παντὶ τῷ Α. διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον μεταξὺ τοῦ Α καὶ Ε ἕτερον τοῦ Β, οἷον τὸ Α ἐστὶ πᾶσι τοῖς Δ, ἤγουν ὥσπερ τὸ Β αἴτιόν ἐστι τοῦ τὸ Α ὑπάρχειν τοῖς Δ, διὰ τί οὐκ ἔσται τι αἴτιον διʼ οὗ τὸ Α ὑπάρξει τοῖς Ε; ἀντὶ δὲ τοῦ εἰπεῖν «τι αἴτιον» εἶπέ τι ἕν. ἐπισκεπτέον δὲ τί ἐστι τὸ αἴτιον τοῦ ΑΕ, καὶ ἔστω τὸ Γ. ἐνδέχεται οὖν τοῦ αὐτοῦ, τοῦ Α, πλείω αἴτια εἶναι, τὸ Β καὶ τὸ Γ. ἀλλʼ οὐ τοῖς αὐτοῖς τῷ εἴδει· τὰ γὰρ κείμενα ἐν τῷ Δ καὶ τὰ ἐν τῷ Ε ἕτερά εἰσιν ἀλλήλων κατὰ τὸ εἶδος· τὰ μὲν γὰρ Δ εἰσὶ πεζά, τὰ δὲ Ε πτηνά.

Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθύς.

Ἐν μὲν τοῖς προσεχῶς εἰρημένοις ἐλάμβανεν αἴτιον μέσον τὸ Β καὶ τὸ Γ, ἤγουν τὸ ἄχολον καὶ τὸ ξηρόν, μὴ ἀντιστρέφοντα πρὸς τὸ μεῖζον ἄκρον μηδὲ αὐτῷ ἐξισάζοντα. νῦν δὲ λαμβάνει τὸ Β αἴτιον ἀντιστρέφον πρὸς τὸ Α καὶ φησίν· ἐὰν τὸ Β, τὸ αἴτιον, καὶ τὸ Α, τὸ αἰτιατόν, ἀντιστρέφωσιν, οὐκ εὐθὺς δὲ ὁ μέσος ἔρχεται καὶ καταντᾷ εἰς τὰ ἄτομα, ἤγουν τὰ εἴδη τὰ εἰδικώτατα, οὔτε μὴν διʼ αὐτοῦ τοῦ μέσου ὁ μείζων καταντᾷ εἰς τὰ ἄτομα, ἤγουν τὰ εἴδη τὰ εἰδικώτατα. ἐξ ἀνάγκης δεῖ καὶ ἑτέρου μέσου, ἵνα διʼ αὐτοῦ καὶ τὸ Α καὶ τὸ Β ὑπάρχῃ τοῖς Δ, ἤγουν εἰ τὸ Α, τὸ φυλλορροεῖν, καὶ τὸ Β τὸ αἴτιον, ἤγουν τὸ πήγνυσθαι τὸν ὀπόν, οὐ καταντῶσιν ἀμέσως πρὸς τὰ ἄτομα, ἀνάγκη εἶναι ἕτερον μέσον, τὸ Γ τὸ πλατύφυλλον, διʼ οὗ καὶ ἄμφω ἐπισυναφθήσεται τοῖς Δ. καὶ εἰ μὴ τὸ μέσον καὶ τὸ αἴτιον ἓν μόνον ἐστίν, ἤγουν τὸ Β, ἀλλʼ ἔστι καὶ ἕτερον μέσον, τὸ Γ περιεχόμενον ὑπὸ τοῦ Β, πότερον, ἤγουν ποῖον ἀπὸ τῶν δύο μέσων, ὑπάρχει αἴτιον τοῦ τὸ Α ὑπάρχειν τοῖς καθʼ ἕκαστα, τὸ πρῶτον τὸ πρὸς τὸ καθόλου, ἤγουν τὸ Β τὸ προσεχὲς αἴτιον ὑπάρχον τῷ καθόλου, ἢ τὸ πρὸς τὸ καθʼ ἕκαστα, ἤγουν ἢ τὸ Γ τὸ προσεχὲς αἴτιον τοῖς καθʼ ἕκαστα;

Δῆλον δή.

Τοῦτο ἡ λύσις τοῦ ζητήματος. φησὶ γὰρ ὅτι τὰ ἐγγύτατα ὄντα μέσα τοῖς καθʼ ἕκαστα ταῦτά εἰσιν αἴτια τοῦ τὸ Α ὑπάρχειν ἑκάστῳ ᾧ αἴτιον, ἤγουν τοῖς καθʼ ἕκαστα, ὧν ἐστιν αἴτιον προσεχὲς τὸ Γ.

Τοῦ γὰρ τὸ πρῶτον ὑπὸ τὸ καθόλου ὑπάρχειν τοῦτο αἴτιον.

Πρῶτον ὑπὸ τὸ καθόλου νοητέον τὸ Β· τοῦτο γὰρ τὸ Β εἰρηκὼς ὄπισθεν πρῶτον πρὸς τὸ καθόλου, ἤγουν τὸ Α, νῦν λέγει αὐτὸ πρῶτον ὑπὸ τὸ καθόλου, ὡς ταὐτὸν εἶναι τὸ ὑπὸ τῷ «πρός». ζητήσας οὖν, ποῖον ἀπὸ τῶν δύο μέσων ὑπάρχει αἴτιον τοῦ τὸ Α τοῖς Δ ὑπάρχειν, ἐπάγει τὴν τοῦ ζητήματος λύσιν ἀπὸ τοῦ μᾶλλον ἐπιχειρῶν. φησὶ γάρ· εἰ τὸ Β ὁρισμὸς ὢν τοῦ Α ἐπισυνάπτεται τοῖς Δ διὰ μέσου τοῦ Γ, ἀνάγκη καὶ τὸ ὁριστόν, ἤγουν τὸ Α, διὰ μέσου τοῦ Γ ὑπάρχειν τοῖς Δ. τὸ μὲν οὖν Γ ἐστὶν αἴτιον τοῦ τὸ Α ὑπάρχειν τοῖς Δ· τὸ δὲ Β πάλιν αἴτιόν ἐστιν τοῦ τὸ Α ὑπάρχειν τῷ Γ· αὐτὸ δέ, τὸ Β, ἐστὶν αἴτιον τοῦ τὸ Α ὑπάρχειν τούτῳ, τῷ Β, ἀμέσως καὶ οὐ διʼ ἄλλου τινὸς αἰτίου· τὸ γὰρ Β ὁρισμός ἐστι τοῦ Α, ὁ δὲ εἰδικὸς ὁρισμὸς ἀρχή ἐστιν ἄμεσος καὶ ἀναπόδεικτος.

Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως.

Ὅτι μὲν ἀπόδειξις λέγεται αὐτὴ ἡ ἐνέργεια καθʼ ἣν ἐνεργοῦμεν καὶ ἀποδεικνύομεν, ἀποδεικτικὴ δὲ ἐπιστήμη ἐστὶν ἡ τῇ ψυχῇ ἡμῶν ἐνοῦσα ἕξις αὐτῆς, ἐξ ἧς προβαίνει ἡ ἐνέργεια, εἴρηται καὶ πρότερον. ἐπεὶ γοῦν, φησί, καθʼ αὑτὸ προθέντες περὶ ἀποδείξεως διδάξαι, ἧς χάριν καὶ περὶ συλλογισμοῦ ἐφθάσαμεν διδάξαι, καὶ ἀπεδώκαμεν, τί τέ ἐστιν ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ καὶ τί ὁ τῆς ἀποδείξεως, καὶ πῶς γίνεται ἡ ἀπόδειξις, ὅτι ἐκ προτάσεων ἀμέσων καὶ καθʼ αὑτὸ καὶ πρώτων, πᾶσαν μὲν οὖν τὴν διδασκαλίαν τὴν περὶ ἀποδείξεως ἐπεράναμεν· λείπεται δὲ νῦν καὶ περὶ τῶν ἀρχῶν αὐτῆς διδάξαι, ἃς εἴπομεν εἶναι τὰς ἀμέσους προτάσεις καὶ καθʼ αὑτὸ καὶ πρώτας. δεῖ γοῦν εἰπεῖν, πῶς γίνονται γνώριμοι αἱ ἀρχαὶ τῆς ἀποδείξεως, καὶ τίς ἐστιν ἡ ἕξις καὶ ἡ ἐπιστήμη ἡ γνωρίζουσα καὶ παριστῶσα ταύτας. δεῖ δὲ μικρόν τι πρῶτον ἀπορῆσαι περὶ αὐτῶν. καὶ ὅτι μὲν ἀδύνατον γενέσθαι ἀπόδειξιν, εἰ μὴ γινώσκομεν τὰς πρώτας ἀρχάς, ἤγουν τὰς ἀμέσους προτάσεις ἐξ ὧν συνίστανται, εἴρηται πρότερον. νῦν δὲ ζητοῦμεν, πόθεν ἔχομεν τὴν γνῶσιν τῶν ἀμέσων τούτων προτάσεων, καὶ πότερον ἡ γνῶσις τῶν ἀμέσων προτάσεων ἡ αὐτή ἐστι τῇ γνώσει τῇ ἐπιγινομένῃ ἡμῖν διʼ ἀποδείξεως ἢ ἑτέρα, καὶ πότερον ἡ ἑκατέρας γνῶσις, ἡ διʼ ἀποδείξεως γινομένη καὶ ἡ τῶν ἀρχῶν γνῶσις, ὡς εἰς ἓν γένος ἀνάγονται τὴν ἐπιστήμην ἢ τοῦ μέν, ἤγουν τῆς ἀποδείξεως, γένος ἡ ἐπιστήμη ἐστί, τοῦ δέ, ἤγουν τῆς γνώσεως τῶν ἀρχῶν, γένος ἐστὶν οὐχ ἡ ἐπιστήμη ἀλλʼ ἕτερόν τι, καὶ πότερον αἱ ἕξεις, καθʼ ἃς γινώσκομεν τὰς ἀρχάς, οὐκ ἐνοῦσαι ἡμῖν ἐκ γενετῆς καὶ σύμφυτοι ὕστερον ἐγγίνονται ἡμῖν ἐκ μαθήσεώς τινος ἢ ἔνεισιν ἡμῖν ἐκ γενετῆς, λανθάνουσι δὲ ἡμᾶς, ὅτι εἰσὶν ἐν ἡμῖν, καὶ ἀγνοοῦντες διατελοῦμεν ὅτι ταύτας ἔχομεν. εἰ μὲν δὴ ἔχομεν αὐτὰς ἐν τῇ ψυχῇ καὶ ἀγνοοῦμεν ὅτι ταύτας ἔχομεν, ἄτοπον. πῶς γὰρ οὐκ ἄτοπον τὸ ἀγνοεῖν ὃ ἔχομεν; καὶ συμβαίνει λανθάνειν ἡμᾶς ὅτι ἔχομεν τὰς γνώσεις τῶν ἀρχῶν, αἳ ἀκριβέστεραι τῶν ἀποδείξεών εἰσιν. ἡ μὲν γὰρ ἀπόδειξις ἐπιστήμη ἐστὶν ἐξ ἑτέρων τὸ πρᾶγμα ἀποδεικνύουσα· ἡ δὲ γνῶσις τῶν ἀρχῶν κρείττων ἐστὶν ἢ κατὰ ἀπόδειξιν, ἤγουν οὐ διʼ ἀποδείξεως γίνεται ἀλλὰ ἀκριβεστέρα ταύτης ἐστὶ καὶ τιμιωτέρα. εἰ δὲ μὴ ἔχοντες τὰς ἕξεις, καθʼ ἃς γινώσκομεν τὰς ἀρχάς, ἐκ φύσεως λαμβάνομεν αὐτὰς ὕστερον ἐκ μαθήσεως, ἐπειδὴ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ἀδύνατόν ἐστιν εὑρεῖν προτέραν τινὰ καὶ ἀρχοειδεστέραν τῶν ἀρχῶν, ἐξ ἧς ἔστιν ὁδηγηθῆναι πρὸς γνῶσιν τῶν ἀρχῶν· ἀδύνατον γὰρ, ὥσπερ καὶ ἐλέγομεν ἐξ ἀρχῆς ἐν τῇ ἀποδείξει, μάθησιν γενέσθαι ἢ διδασκαλίαν ἄνευ προϋπαρχούσης τινὸς γνώσεως. ταῦτα προαπορήσας ἐπάγει· φανερὸν ὅτι οὐ δυνατὸν ἔχειν αὐτὰς ἐκ γενετῆς καὶ συμφύτους, οὔτε μὴν ἀγνοοῦσιν ἡμῖν αὐτὰς καὶ μηδεμίαν ἕξιν καὶ γνῶσιν αὐτῶν ἔχουσίν ἐστι δυνατὸν ἐγγίνεσθαι τὴν μάθησιν αὐτῶν ὕστερον. καὶ λοιπόν, ἐπεὶ οὔτε ταύτας συμφύτους ἔχομεν οὔτε μὴ ἔχοντες δυνάμεθα ὕστερον ταύτας μαθεῖν, ἀνάγκη λοιπὸν ἔχειν τινὰ δύναμιν ψυχικὴν ἐπιχορηγοῦσαν ἡμῖν ἀφορμὰς πρὸς γνῶσιν αὐτῶν. ἡ δὲ δύναμις αὕτη οὐκ ἔστι τιμιώτερον καὶ ἀκριβέστερον τῆς γνώσεως τῶν ἀρχῶν, κἂν ἐξ αὐτῆς ἀφορμὰς λαβόντες ταύτας γινώσκωμεν.

Φαίνεται δὲ τοῦτό γε πᾶσιν.

Εἰπών, ὅτι ἔχομέν τινα δύναμιν σύμφυτον, λέγει νῦν καὶ τίς ἐστιν αὕτη. καὶ φησὶν ὅτι ἡ αἰσθητικὴ δύναμίς ἐστιν, ἥτις ἐν πᾶσι τοῖς ζῴοις θεωρεῖται καὶ οὐκ ἐν ἀνθρώποις μόνοις· καὶ γὰρ καὶ τὰ ζῷα ἔχουσι τὴν δύναμιν ταύτην τὴν αἰσθητικὴν σύμφυτον τὴν κριτικὴν οὖσαν καὶ ἀντιληπτικὴν τῶν αἰσθητῶν. πλὴν κἂν ἐν πᾶσι ζῴοις ἡ δύναμις αὕτη θεωρῆται, ἀλλʼ οὖν τινὰ μὲν τῶν ζῴων οὐ μόνον αἰσθάνεται, ἀλλʼ ἐκτυποῦται καὶ ἐγκαταγράφεται ἐν αὐτοῖς ὁ τύπος τοῦ αἰσθητοῦ, τινὰ δὲ αἰσθάνονται μέν, οὐ μὴν δὲ ἐκτύπωσις τοῦ αἰσθήματος ἐν αὐτοῖς ἐγγίνεται, ἀλλʼ ἔστʼ ἂν ὁρῶσι τὸ αἰσθητὸν ἢ ἀκούωσιν, ἐπιγινώσκουσιν οἷον αὐτό, ἐπὰν δὲ πόρρω τοῦ αἰσθήματος γένωνται, παντελῆ ἄγνοιαν ἔχουσι τούτου, οἷον οἱ σκώληκες καὶ αἱ μυῖαι καὶ αἱ εὐλαί· ἐν τούτοις γὰρ ἐπιμονὴ τοῦ αἰσθήματος καὶ ἐκτύπωσις οὐκ ἐπιμένει. ὅθεν καὶ τὰς μυίας ἴδῃ τις καὶ τοὺς σκώληκας ἐξελθόντας τοῦ τόπου, ἐν ᾧ ἐμφωλεύουσι, τῇδε κἀκεῖσε περιερχομένους καὶ πλανωμένους ὡς μὴ γινώσκοντας παλιννοστῆσαι ὅθεν ἐξῆλθον. ἐν τισὶ δὲ τῶν ζῴων ἔνεστιν ἐπιμονὴ τοῦ αἰσθήματος, ἀλλʼ ἀμυδρά τις καὶ βραχεῖα διὰ τὸ καὶ τὸ φανταστικὸν ἔχειν ὀλίγον, ἐν ᾧ ἐγκαταγράφονται καὶ ἐντυποῦνται τὰ αἰσθήματα. οἷον αἱ κίσσαι καὶ οἱ ψιττακοὶ αἰσθάνονται μὲν τῶν φωνῶν τῶν λεγόντων, ἀμυδρὰ δέ τις ἐντύπωσις τούτων ἐν αὐτοῖς ἐγγίνεται· καὶ διὰ τοῦτο ἀπομιμοῦνται τὰς φωνὰς τῶν ἀνθρώπων ἢ καὶ ἄλλων ζῴων, πλὴν οὐ καθαρῶς. ἐν τισὶ δέ ἐστιν ἐπιμονὴ καθαρὰ τοῦ αἰσθήματος διὰ τὸ καὶ καθαρώτερον τὸ φανταστικὸν ἔχειν, οἷον οἱ ἄνθρωποι, ἀλλὰ καί τινα ζῷα, οἷον αἱ μέλισσαι καὶ αἱ περιστεραὶ· πολλάκις γὰρ ταῦτα ἐκτοπίζονται τῶν φωλεῶν καὶ σίμβλων διάστημα τριῶν ἢ καὶ τεσσάρων ἡμερῶν καὶ παλιννοστοῦσιν ὅθεν ἐξῆλθον. ἀλλὰ καὶ ὁ ὄνος περιπατῶν καὶ ἐντυχὼν βοθύνῳ καὶ ἐμπεσὼν ἅπαξ ἐν αὐτῷ, κἄν που συμβαίη μετὰ παρέλευσιν χρόνου οὐκ ὀλίγου διέρχεσθαι τὴν πρὸς βόθυνον ἄγουσαν, οὐδέποτʼ ἂν πεισθείη ταύτην περιπατῆσαι, κἂν πληττόμενος ᾖ. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. τισὶ μὲν τῶν ζῴων γίνεται μονὴ τοῦ αἰσθήματος, τοῖς δὲ οὐ γίνεται. καὶ ἐν ὅσοις ἢ μὴ ὅλως ἐγγίνεται μονὴ τοῦ αἰσθήματος ἢ περὶ ἃ μὴ ἐγγίνεται, ἤγουν ἢ ἐγγίνεται μὲν μονὴ τῶν αἰσθημάτων, περὶ ἃ ἐνήργησεν αἰσθήματα, οὐ μὴν δὲ καθαρὰ ἀλλʼ ἀμυδρά τις, τοῖς τοιούτοις ζῴοις ἔξω τοῦ αἰσθάνεσθαι γνῶσις οὐκ ἔστιν, ἤγουν τοῦ αἰσθήματος πόρρω τῆς αἰσθήσεως αὐτῶν γενομένου οὐκ ἔχουσι γνῶναι καὶ ἀναλαβέσθαι ὅτι εἶδόν ποτε ἢ ἤκουσάν τι. ἐν οἷς δέ ἐστιν αἰσθανομένοις, ἤγουν ἐν τισὶ δὲ αἰσθανομένοις, σὺν τῷ εἶναι ἐν αὐτοῖς τὴν μονὴν ἔτι καὶ ἔχειν ἐν τῇ ψυχῇ ἕν τι, ἤγουν δύναμίν τινα ἐπισυνάπτουσαν τὰ ὅμοια τῶν αἰσθημάτων ὧν ἔσχον τὴν αἴσθησιν. οἷον ἐπὶ ἀνθρώπων εἶδόν ποτε ὡς ὁ Σωκράτης πιὼν ἐλλέβορον χολὴν ἐκένωσε· τοῦτο εἶδον καὶ ἐπὶ τοῦ Πλάτωνος. ταῦτα τὰ αἰσθήματα τῇ φαντασίᾳ ἐνετυπώθησαν. εἶτα μετὰ παραδρομήν τινος καιροῦ ἰδὼν ἐλλέβορον ἐδυνήθην ἐπισυνάψαι τοῦτο οἷς εἶδον διὰ τὴν ὁμοιότητα καὶ ἐντεῦθεν γνῶναι ὅτι καὶ οὗτος κενωτικὸς χολῆς ἐστιν.

Πολλῶν δὲ τοιούτων γινομένων.

Εἰπών, ὡς εἰσί τινα ζῷα ἔχοντα καθαρὰν τὴν ἐπιμονὴν τῶν αἰσθημάτων, διαιρεῖ πάλιν τὰ τοιαῦτα ζῷα εἰς τὰ ἔχοντα δύναμιν ἐπισυνάγειν τὸν λόγον, ἤγουν τὸ καθόλου ἐκ τῆς ἐπιμονῆς τῶν τοιούτων αἰσθημάτων πολλῶν γενομένων, ὡς ἐπὶ τῶν ἀνθρώπων. τοῖς δὲ τῶν ζῴων οὐκ ἐπισυνάγεται τὸ καθόλου, κἂν πολλὰ αἰσθήματα ἐν αὐτοῖς ἐπισυναθροισθῶσιν, ὡς ἐπὶ τῆς μελίσσης καὶ τῶν ὄνων καὶ τῶν περιστερῶν. ὥστε ἐκ μὲν τῆς αἰσθήσεως ἐπισυνάγονται αἰσθήματα πολλὰ ἐν τῇ φαντασίᾳ, ἐξ ὧν γίνεται ἡ μνήμη. ἐκ δὲ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομένης, ἤγουν πολλῶν δὲ μνημῶν συναθροισθεισῶν, γίνεται ἐμπειρία, ἤγουν γνῶσίς τις δυνάμεως πράγματός τινος. οἷον εἶδον μυριάκις τὸν ἐλλέβορον κενοῦντα χολήν, καὶ πολλὰ αἰσθήματα τοιαῦτα ἐν τῇ φαντασίᾳ μου ἐνετυπώθησαν, ἐξ ὧν ἐπισυνηθροίσθησαν μνῆμαι πολλαί· ἐκ δὲ τῶν πολλῶν μνημῶν γέγονέ μοι ἐμπειρία καὶ γνῶσις, ὡς ὁ ἐλλέβορος δύναμιν ἔχει κενωτικὴν χολῆς. ἡ δὲ γνῶσις αὕτη ἠρεμήσασα καὶ ἐμπαγεῖσα καὶ ἑδραιωθεῖσα ἐν τῇ ψυχῇ μου, ὡς οὕτως ἔχει ὁ ἐλλέβορος καὶ οὐκ ἄλλως, τὸ καθόλου συνῆξεν, ἤγουν τὸ «πᾶς ἐλλέβορος καθαίρει», ὃ καθόλου ἐστὶν ἀρχὴ τῶν ἀποδείξεων. ἐπεὶ δὲ τὸ καθόλου τριττόν ἐστι, ἢ τὸ πρὸ τῶν πολλῶν, ὅπερ εἰσὶν αἱ ἰδέαι αἱ παρὰ τῷ Πλάτωνι, καὶ τὸ ἐπὶ τοῖς πολλοῖς καὶ τὸ ἐν τοῖς πολλοῖς, ἐφερμηνεύων ποῖον σημαινόμενον τοῦ καθόλου ἐκ τῆς ἐμπειρίας ἐνεπάγη τῇ ψυχῇ καὶ ἡδραίωται, ἐπάγει ὡς καθόλου φημὶ τὸ ἓν ὃ ἕτερον μέν ἐστι παρὰ τὰ πολλά, ἤγουν τὰ μερικά — λόγος γάρ ἐστι τοῦτο· τὰ δὲ μερικὰ σώματα —, ἐν πᾶσι δὲ τούτοις τοῖς μερικοῖς ἐμφαίνεται καὶ θεωρεῖται· ὡς ὁ ἄνθρωπος ὁ καθόλου λόγος μέν ἐστιν ἕτερος τῶν μερικῶν ἀνθρώπων, ἐν τούτοις δὲ ἐμφαίνεται. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον.

Ἐκ δὲ τῆς ἐμπειρίας ἤ.

Τὸ «ἢ» ἀντὶ τοῦ «καὶ» ληπτέον. ἔστι δὲ τοιοῦτον· ἐκ δὲ τῆς ἐμπειρίας καὶ ἐκ παντὸς αἰσθήματος τοῦ ἠρεμήσαντος ἐν τῇ ψυχῇ καὶ ἑδραιωθέντος γίνεται ἡ γνῶσις τοῦ καθόλου τοῦ ἑνὸς ὄντος παρὰ τὰ πολλά, ἤγουν τοῦ ἑτέρου ὄντος παρὰ τὰ μερικά. ὃ καθόλου ἓν ἐνῇ, ἤγουν ἐμφαίνεται ἓν καὶ τὸ αὐτὸ ἐν ἅπασιν ἐκείνοις τοῖς μερικοῖς. τὸ δὲ τοιοῦτον καθόλου τὸ ἕτερον μὲν ὂν παρὰ τὰ μερικὰ ἐν τούτοις δὲ θεωρούμενον γίνεται ἀρχὴ τέχνης καὶ ἐπιστήμης. εἰ μὲν οὖν ἐπισυνήχθη τὸ καθόλου τοῦτο ἀπὸ τῶν περὶ γένεσιν, ἤγουν τῶν ἐν γενέσει καὶ φθορᾷ ὄντων πραγμάτων, ἐστὶν ἀρχὴ τῆς τέχνης, ἐὰν δὲ περὶ τὸ ὄν, ἤγουν ἐὰν ἐπισυνήχθη ἀπὸ τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων πραγμάτων, ἤγουν τῶν ἀϊδίων, ἐστὶν ἀρχὴ τῆς ἐπιστήμης.

Οὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι.

Ἤγουν οὔτε εἰσὶν ἐν τῇ ψυχῇ ἡμῶν ἕξεις τινὲς γνωστικαὶ τῶν ἀρχῶν ἀφωρισμέναι, τουτέστιν ἐνεργείᾳ οὖσαι καὶ ἐφεστηκυῖαι, οὔτε ἐπιγίνεται ἡ γνῶσις τῶν ἀρχῶν ἐξ ἄλλων τινῶν γνώσεων καὶ ἕξεων γνωστικωτέρων, ἤγουν ἀκριβεστέρων τῆς γνώσεως τῶν ἀρχῶν — καὶ τί γὰρ ἂν εἴη τὸ γνωστικώτερον ἐκεῖνο καὶ ἀκριβέστερον ὂν τῆς γνώσεως τῶν ἀρχῶν; —, ἀλλʼ ἀπὸ αἰσθήσεως, ὡς δέδεικται, ἐνδίδονται ἡμῖν ἀφορμαὶ ἐξ ὧν τὸ καθόλου συνάγομεν καὶ ἐπιγινώσκομεν.

Οἷον ἐν μάχῃ τροπῆς γενομένης.

Διὰ τούτου τοῦ παραδείγματος παριστᾷ, πῶς ἐπισυνάγεται ἡμῖν τὸ καθόλου ἐκ τῆς αἰσθήσεως. καὶ φησίν· ἔστωσαν ὡς ἐν λόγῳ παραδείγματος ἑκατὸν ἄνδρες πόλεμον κατʼ ἐναντίων συγκροτήσαντες, οἳ τραπέντες διεσπάρησαν, καὶ ἐντεῦθεν διελύθη ὁ πόλεμος. εἶτα εἷς τις τῶν φυγάδων ἀλκὴν δυσάμενος παλιννοστήσας ἐκ τῆς φυγῆς κατὰ πρόσωπον ἔστη τῶν ἐναντίων. εἶτα ἕτερος τῶν φυγάδων τοῦτον ἰδὼν στάντα συνῆλθε τούτῳ εἰς βοήθειαν· καὶ τοῦτο ἕκαστος τῶν φυγόντων ποιήσας, ἔστησαν αὖθις καὶ οἱ ἑκατὸν εἰς μάχην τὴν πρώην διαφθαρεῖσαν. ὡς γοῦν ἐπὶ τῆς μάχης διαφθαρείσης συνέβη πάλιν συστῆναι ταύτην ἐκ τοῦ ἐπισυναχθῆναι τὸν καθʼ ἕνα τῶν φυγόντων, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γέγονεν. τῶν γὰρ ἀλόγων δυνάμεων τῆς ψυχῆς, θυμοῦ λέγω καὶ ἐπιθυμίας, ἐπικρατησάντων τῆς λογικῆς ψυχῆς συνέβη φθαρῆναι τὴν τοῦ καθόλου γνῶσιν τὴν ἐν αὐτῇ οὖσαν. εἶτα ἐκ τῆς αἰσθήσεως ἑνὸς αἰσθήματος ἐντυπωθέντος ἐν τῇ φαντασίᾳ καὶ αὖθις ἑτέρου τοιούτου καὶ οὕτω πολλῶν αἰσθημάτων ἐπισυναχθέντων μνῆμαι πολλαὶ γίνονται· ἐκ δὲ τῶν μνημῶν ἐμπειρία μία· ἐκ δὲ τῆς ἐμπειρίας ἐπεγένετο αὖθις τῇ ψυχῇ ἡ τοῦ καθόλου γνῶσις.

Ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο.

Ἤγουν ἡ δὲ λογικὴ ψυχὴ πάσχει τοῦτο, τὸ ἐκ τῶν πολλῶν μνημῶν ἐπισυνάγειν τὸ καθόλου.

Ὃ δὲ ἐλέχθη μὲν πάλαι, οὐ σαφῶς.

Εἰπών, ὅτι τὸ καθόλου ἐκ τῶν αἰσθημάτων ἐπισυνάγεται, ἀσαφῶς τοῦτο ῥηθὲν ἔτι πάλιν διασαφεῖ.

Στάντος γὰρ τῶν ἀδιαφόρων ἑνός.

Ἀδιάφορα λέγει καὶ τὰ κατʼ εἶδος ὄντα ἀδιάφορα καὶ ὅμοια, ὡς ὁ Σωκράτης καὶ ὁ Πλάτων κατʼ εἶδός εἰσιν ἀδιάφοροι καὶ ὅμοιοι· ὡσαύτως καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος ἀδιάφοροι λέγονται τῷ εἴδει· ζῷα γὰρ ἄμφω. καὶ ὡς ἐπισυνάγεται τὸ εἶδος τὸ εἰδικώτατον ἐκ τῶν μερικῶν, οὕτως αὖθις τὸ γένος ἐκ τῶν εἰδῶν. καὶ διασαφεῖ πῶς τοῦτο γίνεται. ἡ αἴσθησις ἐνεργήσασα περί τινα μερικὰ ἀδιάφορα κατʼ εἶδος ἅπαξ τὸ ἓν τοῦτο αἴσθημα ἔστησεν ἐν τῇ φαντασίᾳ καὶ ἐνετύπωσεν οὐ μόνον ἔχον ἀπόμορξιν ἰδιοτήτων καὶ συμβεβηκότων τινῶν, ἐξ ὧν τὰ μερικὰ συνίστανται καὶ γνωρίζονται, ἀλλὰ καὶ ἀπομάσσεταί τι τοῦ καθόλου. καθόλου δέ ἐστιν ἡ κοινότης καθʼ ἣν κοινωνοῦσι πάντα τὰ μερικά· οἱ γοῦν μερικοὶ ἄνθρωποι τὸ ζῷον, τὸ λογικόν, τὸ θνητὸν κοινὰ ἔχουσιν. ἡ γοῦν αἴσθησις ἰδοῦσα τὸν Σωκράτην καὶ Ἀλκιβιάδην καὶ ἀπομόρξασα μετὰ τῶν μερικῶν ἰδιωμάτων τῶν ἐν αὐτοῖς — μερικὰ δὲ ἰδιώματά εἰσι τὸ τὸν μὲν εἶναι κομήτην καὶ λευκόν, τὸν δὲ μὴ τοιοῦτον — καί τι τῶν ἐν αὐτοῖς θεωρουμένων κοινῶν, ἤγουν ἢ ὅτι ζῷά εἰσιν ἢ ὅτι λογικὰ ἤ τι τοιοῦτον, παρέπεμψε τοῦτο πρώτως τῇ φαντασίᾳ· ὃ πρῶτον αἴσθημα ἐντυπωθὲν ἐν αὐτῇ ἐνεποίησε τῇ ψυχῇ καὶ γνῶσίν τινα ἀμυδρὰν τοῦ καθόλου. ὡσαύτως καὶ τὸ δεύτερον αἴσθημα καὶ τὸ τρίτον καὶ τέταρτον ὅμοια ὄντα καὶ μετὰ τῶν ἰδιωμάτων καὶ συμβεβηκότων τῶν ἐν τοῖς μερικοῖς ἔχοντά τι καὶ τῶν ἐν αὐτοῖς κοινῶν ἐντυπωθέντα καὶ ταῦτα τῇ φαντασίᾳ ἐνεποίησαν τῇ ψυχῇ καὶ γνῶσιν τοῦ καθόλου· ἡ αἴσθησις γὰρ οὐ μόνον ἀντιλαμβάνεται τῶν καθʼ ἕκαστα, ἤγουν τῶν συμβεβηκότων καὶ ἰδιοτήτων, ἐξ ὧν τὰ μερικὰ συνεστήκασιν, ἀλλὰ καὶ τοῦ καθόλου ἀνθρώπου, ἤγουν ἀλλὰ καὶ τινῶν ἐξ ὧν ὁ καθόλου ἄνθρωπος συνίσταται.

Ἀλλʼ οὐ Καλλίου ἀνθρώπου.

Ἤγουν ἀλλʼ οὐκ ἀντιλαμβάνεται μόνων τῶν συνιστώντων τοὺς μερικοὺς ἀνθρώπους ἀλλὰ καὶ τινῶν τῶν τοῦ καθόλου, οἷον ὅτι λογικά εἰσι τὰ ὁρώμενα ἢ ὅτι θνητὰ ἢ ὅτι ζῷα.

Πάλιν ἐν τούτοις ἵσταται.

Ἑνὸς οὖν αἰσθήματος ἐντυπωθέντος ἐν τῇ ψυχῇ, εἶτα καὶ δύο καὶ τριῶν καὶ τεσσάρων καὶ ἄλλων πολλῶν ἐχόντων καί τινα ἀπόμορξιν τοῦ καθόλου, ὡς εἴπομεν, πάλιν ἐν τούτοις ἵσταται ἕτερα αἰσθήματα, ἕως ἂν καταντήσωσιν εἰς τὸ ἐπισυνάξαι τὰ ἀμερῆ, ἤγουν τὰ καθόλου. οἷον ἡ αἴσθησις ὁρῶσα τὸν Καλλίαν πρῶτον κρίνει τοῦτον ὡς ζῷον τοιονδί, ἤγουν λελευκωμένον καὶ τετριχωμένον· εἶτα κατὰ μικρὸν κρίνει τοῦτον καὶ ζῷον εἶναι, καὶ μετὰ ταῦτα ζῷον τοιόνδε, ἤγουν λογικόν.

Καὶ ἐν τούτῳ ὡσαύτως.

Ἤγουν καὶ κρίνασα τοῦτον ζῷον λογικὸν ὕστερον ἐπιγινώσκει τοῦτο καὶ ὡς θνητόν, καὶ οὕτω κατὰ προκοπὴν προβαίνουσα ἐπισυνάγει τελείως τὸν κοινὸν καὶ καθόλου ἄνθρωπον ἐν τῇ ψυχῇ.

Δῆλον δὴ ὅτι ἡμῖν τὰ πρῶτα.

Πρῶτα λέγει τὰς ἀρχάς, ἤγουν τὰς ἀμέσους προτάσεις, αἵτινες γνωρίζονται καὶ ἐπισυνάγονται τῇ ψυχῇ ἐξ ἐπαγωγῆς· ὡς γὰρ ἐν τῇ ἐπαγωγῇ συνάγομεν τὸ καθόλου διὰ τῶν μερικῶν, οὕτω καὶ ὁ νοῦς ἐπισυνάγει τὸ καθόλου, ἤγουν τὰς ἀμέσους προτάσεις ἢ καὶ τοὺς ὁρισμούς.

Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων.

Αἱ δυνάμεις τῆς ψυχῆς αἱ μέν εἰσιν ἄλογοι πάντῃ, ὡς ἡ θρεπτικὴ καὶ αὐξητική, αἱ δέ εἰσι λόγῳ ἐπιπειθεῖς, ὡς θυμὸς καὶ ἐπιθυμία, αἱ δέ εἰσι λογικαί. καὶ τῶν λογικῶν αἱ μέν εἰσιν ἀεὶ ἀληθεῖς, ὡς νοῦς καὶ ἐπιστήμη, αἱ δέ εἰσι ποτὲ μὲν ἀληθεῖς ποτὲ δὲ ψευδεῖς, ὡς ἡ δόξα καὶ ὁ λογισμός· αἱ δέ εἰσι λογικαὶ ἐν αἷς οὔτε τὸ ψεῦδος θεωρεῖται οὔτε τὸ ἀληθές, ὡς ἡ αἴσθησις καὶ ἡ φαντασία. λογισμὸν δὲ λέγει τὸν νοῦν τὸν πρακτικὸν τὸν δυνάμει νοῦν λεγόμενον, ὃς λογίσει καὶ κρίσει καὶ ἐξετάσει καθυποβάλλει τὰ πράγματα. ὁ γὰρ νοῦς κυρίως νοῦς λέγεται, ὅταν περὶ τὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα ἐνεργῇ, ἃ καὶ κυρίως αὐτῷ πρὸς νόησιν ὑπόκεινται. ὅταν δὲ ὁ νοῦς ἐκστῇ μὲν τοῦ θεωρεῖν τὰ ὄντως ὄντα, ἐξώρροπος δὲ γένηται καὶ νεύσῃ περὶ τὰ ἐν γενέσει καὶ φθορᾷ πράγματα τὰ ἐν ῥοῇ καὶ ἀπορροῇ καὶ μυρίαις μεταβολαῖς τυγχάνοντα καὶ περὶ τὰ πρακτὰ ταῦτα καὶ πολιτικὰ πράγματα, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, τότε λέγεται λογισμὸς καὶ νοῦς πρακτικός. λογίζεται γὰρ καὶ κρίνει, ὡς εἰ μὲν τόδε ποιήσω, ἤγουν κένωσιν τῶν ἐνοχλούντων χυμῶν, οὐκ ἂν νόσῳ περιπέσοιμι, εἰ δʼ οὔ, εἰς νόσον βαρεῖαν ἐμπεσεῖν μοι γένηται. ἕξεις γὰρ περὶ τὴν διάνοιάν φησι τὰς δυνάμεις τῆς λογικῆς ψυχῆς, ὧν τινὲς μὲν ποτὲ μὲν ἀληθεύουσι ποτὲ δὲ ψεύδονται, ὡς ἡ δόξα καὶ ὁ λογισμός, αἱ δὲ ἀεί εἰσιν ἀληθεῖς, ὡς ὁ νοῦς καὶ ἡ ἐπιστήμη. οὐδὲν δὲ γένος ἄλλο, ἤγουν εἶδος, ἀκριβέστερον καὶ τιμιώτερόν ἐστι τῆς ἐπιστήμης, ἤγουν τῆς διʼ ἀποδείξεως εἰδυίας τὰ πράγματα, παρὸ νοῦς. αἱ δʼ ἀρχαὶ τῶν ἀποδείξεων, αἱ ἄμεσοι προτάσεις, γνωριμώτεραί εἰσι παρὸ τὸ ἀποδειχθὲν διὰ τῆς ἐπιστήμης, ἤγουν τῆς ἀποδείξεως· τὸ γὰρ ἀποδεικτὸν ἀποδέδεικται καὶ γνώριμον γέγονε διὰ τῶν ἀρχῶν.

Ἐπιστήμη δʼ ἅπασα μετὰ λόγου.

Ἅπασα μὲν ἐπιστήμη καὶ ἀπόδειξις διὰ λόγου γίνεται, ἤγουν συλλογισμοῦ· ἐπιστήμη δὲ καὶ γνῶσις τῶν ἀρχῶν οὐκ ἂν εἴη διὰ συλλογισμοῦ. ἐπεὶ δὲ ἐν ταῖς λογικαῖς δυνάμεσι τῆς ψυχῆς ἀληθέστερα τῶν ἄλλων εἰσὶν ἡ ἐπιστήμη καὶ ὁ νοῦς, ἐὰν οὖν ἡ ἐπιστήμη ἡ διʼ ἀποδείξεως γινομένη οὐ δύναται ἀποδεῖξαι τὰς προτάσεις, ἤγουν τὰς ἀρχάς, διὰ τὸ μηδὲ εἶναι δυνατὸν λαβεῖν ἀρχοειδέστερα τούτων ἐξ ὧν ὁ συλλογισμὸς προβαίη, νοῦς ἄρα εἴη ὁ τὰς ἀρχὰς γινώσκων. ἡ γὰρ δόξα καὶ ὁ λογισμὸς περὶ τὰ ἐνδεχόμενα καταγινόμενα καὶ ποτὲ μὲν ἀληθεύοντα ποτὲ δὲ ψευδόμενα πῶς ἂν δύναιντο γνωρίζειν καὶ γινώσκειν τὰς ἀμέσους προτάσεις ἀεὶ ἀληθεῖς οὔσας; τοῖς γοῦν γνωσθεῖσιν ἐκ τούτων ὧν εἴπομεν ἔστιν ἰδεῖν ὅτι ὥσπερ ἀρχὴ τῆς ἀποδείξεως οὐκ ἀπόδειξίς ἐστιν ἀλλʼ ἡ ἄμεσος πρότασις, οὕτως οὐδʼ ἡ ἐπιστήμη καὶ ἡ ἀπόδειξίς ἐστιν ἀρχὴ ἀποδείξεως καὶ τῆς γνώσεως τῶν ἀρχῶν ἀλλʼ ὁ νοῦς. εἰ γοῦν μηδὲν ἄλλο γένος, ἤγουν εἶδος γνώσεως, τῆς ἐπιστήμης καὶ τῆς ἀποδείξεώς ἐστιν ἀληθέστερον ἀλλʼ ἢ ὁ νοῦς μόνος, τουτέστιν εἰ μηδεμία δύναμις τῆς λογικῆς ψυχῆς, καθʼ ἃς ἀληθεύομεν, ἐστὶν ἀληθέστερον ἀλλʼ ἢ ὁ νοῦς μόνος, νοῦς ἄρα εἴη ἀρχὴ τῆς ἐπιστήμης καὶ τῆς γνώσεως τῶν ἀρχῶν. καὶ ἡ μὲν ἀρχὴ τῆς γνώσεως τῆς ἀρχῆς, ἤγουν τῶν ἀμέσων προτάσεων, εἴη ἂν ὁ νοῦς. ἡ δὲ πᾶσα ἐπιστήμη ἡ διʼ ἀποδείξεως ἐπιγινώσκει τὰ πράγματα τὰ ἐπιστητά, ἤγουν ὡς ὁ νοῦς γινώσκει τὰς ἀρχὰς τῆς ἀποδείξεως, οὕτως ἡ ἀπόδειξις γινώσκει τὰ ἐπιστητὰ πράγματα καὶ ἀποδεικτά.