Πρόκλου διαδόχου λόγος ἔνατος.
«Ἔνατος· πᾶν τὸ φθειρόμενον φθείρεται ὑπὸ τῆς ἑαυτοῦ κακίας· οὐ γὰρ δὴ ὑπό τε τοῦ οἰκείου ἀγαθοῦ ἢ οἰκείου μήτε κακοῦ μήτε ἀγαθοῦ ἀλλʼ ἀδιαφόρου· πᾶν γὰρ τὸ τοιοῦτον οὔτε βλάπτειν δυνατὸν οὔτε ὠφελεῖν, ὥστε οὔτε φθείρειν οὔτε σῴζειν. εἰ οὖν φθείροιτο τὸ πᾶν, ὑπὸ τῆς ἑαυτοῦ φθαρήσεται κακίας. τὸν δὲ κόσμον εὐδαίμονα θεὸν αὐτὸς εἶναί φησιν καὶ πάντας ὡσαύτως θεοὺς καὶ διὰ τοῦτο ἅπαν τὸ θεῶν γένος ἄδεκτον ὂν κακίας ἄδεκτον εἶναι καὶ μεταβολῆς. οὐκ ἄρα φθαρήσεταί ποτε τὸ πᾶν, ᾧ μηδέν ἐστιν κακόν, διότι καὶ αὐτὸ θεός ἐστιν. εἰ δὲ ἄφθαρτον τὸ πᾶν, διότι μηδὲν ἔχῃ φθαρτικόν, οὐδὲ γενητόν ἐστιν· ἐξ οὗ γὰρ ἡ γένεσις ἑκάστῳ, τοῦτο ἑκάστου φθαρτικόν· κρατηθὲν μὲν γὰρ γενέσεως συναίτιον, κρατῆσαν δὲ φθορᾶς· ὥστʼ, εἰ μηδέν ἐστιν αὐτὸ φθεῖρον, οὐδὲ ἔχει, ἐξ οὗ ἂν γένοιτο. ἀλλὰ μὴν οὐδέν ἐστιν αὐτὸ φθεῖρον, εἴπερ μηδέν ἐστιν αὐτῷ κακόν· τί γὰρ ἂν αὐτὸ φθείροι τεταγμένον ἄλλο πλὴν τῆς ἀταξίας καὶ κεκοσμημένον πλὴν τῆς ἀκοσμίας; αὕτη γὰρ τῷ κεκοσμημένῳ καὶ τεταγμένῳ κακόν. εἰ μὲν οὖν ἔστιν τι αὐτῷ κακόν, ἕξει ἀκοσμίαν καὶ ἀταξίαν, εἰς ἣν λυθήσεται. εἰ δὲ μηδέν ἐστιν αὐτῷ κακόν, οὐκ ἔσται μαχομένη τις ἀταξία καὶ ἀκοσμία τῷ τεταγμένῳ καὶ κεκοσμημένῳ, τῷ παντί. εἰ δὲ μὴ ἔχῃ μαχομένην ἀταξίαν καὶ ἀκοσμίαν, οὐδὲ γέγονεν ἐξ ἀκοσμίας τινὸς καὶ ἀταξίας, εἴπερ οὐδὲν αὐτῷ μάχεται τοιοῦτον. τοῦτο δέ, εἰ μηδὲν αὐτῷ κακόν ἐστιν. οὐδὲν ἄρα ἔχει, ἐξ οὗ ἂν γένοιτό τινος. μὴ ὄντος δʼ, ἐξ οὗ ἂν γένοιτό τινος, οὐδὲ γένοιτο ἄν· δεῖ γὰρ ἔκ τινος γίνεσθαι πᾶν τὸ γινόμενον, ἐκ μηδενὸς δέ τι γίνεσθαι ἀδύνατον.» Κεφάλαια τῆς λύσεως τοῦ θʹ λόγου.
αʹ. Ὅτι οὐ φιλόσοφον οὐδὲ Πλάτωνι δοκοῦν τὸ τῆς ἀληθείας προτιμᾶν Πλάτωνα.
βʹ. Ὅτι ἐν πολλοῖς τῶν φυσικῶν δογμάτων ὁ Πλάτων τῆς ἀληθείας διήμαρτεν.
γʹ. Ὅτι καὶ ἐν ταῖς ἠθικαῖς συμβουλαῖς πολλαχοῦ τῆς ὀρθότητος ἐξέπεσεν. ἐν οἷς ἀπόδειξις, ὅτι τε διαφθείρειν τινὰ τῶν τικτομένων καὶ κοινὰς εἶναι τὰς γυναῖκας νομοθετεῖ.
δʹ. Ὅτι οὐ θεολογῶν ἀλλὰ τῇ συνηθείᾳ τῶν ποιητικῶν μύθων ἑπόμενος θεὸν εἶναι τὸν κόσμον ὁ Πλάτων εἴρηκεν. ἐν ᾧ, ὡς ὅτι δέει τοῦ δήμου τῶν Ἀθηναίων οὐ τὰ ἑαυτῷ δοκοῦντα ὁ Πλάτων ἔλεγεν.
εʹ. Ὅτι ἐξ ὧν αὐτοὶ δεδώκασιν ἡμῖν λημμάτων ἀποδείκνυται, ὡς ἀδύνατον θεὸν εἶναι τὸν κόσμον. ἐν ᾧ, ὅτι οὐκ ἔστιν ἀμετάβλητον τὸ κατὰ τὰ μέρη μεταβάλλον.
ϛʹ. Ὅτι καὶ ὁ κόσμος δεκτικός ἐστιν τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς, ἥτις τοῖς φθειρομένοις τοῦ φθείρεσθαί ἐστιν αἰτία.
ζʹ. Ὅτι, εἴπερ δέδεικται, ὡς ἔστιν τι αἴτιον τῆς τοῦ κόσμου φθορᾶς, ἀνάγκη δήπου κατὰ τὰς ὑποθέσεις τοῦ Πρόκλου εἶναί τι καὶ τό, ἐξ οὗ γέγονεν.
ηʹ. Ἀπορία, ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἐνδέχεται γενέσθαι καὶ διὰ τοῦτο καὶ τὸν κόσμον ἀνάγκη ἀγένητον εἶναι.
θʹ. Ὅτι οὐκ ἀνάγκη, ὥσπερ τῶν μερικῶν ἕκαστον ὑπὸ τῆς φύσεως γίνεται τὴν ὕλην ἐκ τῶν ὄντων λαμβανούσης, οὕτως καὶ τὸν θεόν, εἴπερ μὴ ὄντα πρότερον τὸν κόσμον πεποίηκεν, ἐκ προϋποκειμένου τινὸς αὐτὸν δεδημιουργηκέναι, τοὐναντίον δὲ ἅπαν ἐκ τοῦ μὴ ὄντος ἅμα τῷ εἴδει αὐτοῦ καὶ τὸ ὑποκείμενον ὑπὸ θεοῦ παράγεσθαι ἀνάγκη.
ιʹ. Ὅτι ἢ ἐξομοιοῦντες τὴν τοῦ παντὸς γένεσιν τῇ τῶν μερικῶν γενέσει προϋπάρχειν τοῦ κόσμου τὸ ποιητικὸν αὐτοῦ αἴτιον ἐξ ἀνάγκης συγχωρήσουσιν, ὥσπερ καὶ τῶν μερικῶν προϋπάρχειν τὸ αἴτιον, ἤ, εἴπερ μὴ τὰ αὐτὰ τῇ τοῦ ὅλου γενέσει ἕπεται, ἅπερ καὶ τῇ τῶν μερικῶν γενέσει, τῶν μερικῶν ἐξ ὄντων γινομένων τὸ ὅλον, εἴπερ γέγονεν, ἐκ μὴ ὄντων ἀνάγκη γίνεσθαι.
αιʹ. Ὅτι οὐδὲν τῶν γινομένων ἐξ ὄντος γίνεται. ἐν ᾧ, ὅτι πάντων τῶν γινομένων καὶ φθειρομένων συνθέτων ὄντων ἐξ ὕλης καὶ εἴδους οὔτε τῆς ὕλης ἐστὶν γένεσις οὔτε τοῦ συναμφοτέρου ἀλλὰ μόνον τοῦ εἴδους, καὶ ὅτι πάντα τὰ ἔνυλα εἴδη φθειρόμενα οὔτε ὕλη γίνεται οὔτε εἰς ἕτερόν τι μεταβαίνει ὑποκείμενον οὔτε εἰς ἁπλούστερα ἀναλύεται οὔτε ἐπὶ ὁλότητά τινα ἰδίαν ἀνατρέχει οὔτε εἰς ἕτερον εἶδος μεταβάλλει οὔτε καθʼ ἑαυτὸ ὑφίσταται οὔτε ἐπὶ τὸ δυνάμει παλινδρομεῖ, ἀλλʼ εἴς τε τὸ μηδαμῶς ὂν φθειρόμενα ἀπόλλυται καὶ ἐκ τοῦ μηδαμῶς ὄντος ἴσχει τὴν γένεσιν.
βιʹ. Συνηγορία, ὅτι τὰ ἔνυλα εἴδη οὔτε γίνεται οὔτε φθείρεται, ἀλλʼ ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἰσὶν ἢ οὔκ εἰσιν.
γιʹ. Ὅτι, εἰ καὶ συγχωρηθείη ἀληθὲς εἶναι τὸ ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἶναι ἢ μὴ εἶναι τὰ ἔνυλα εἴδη, αὐτὸ τοῦτο ἀπόδειξίς ἐστιν τοῦ καὶ τὸν κόσμον, εἴπερ γέγονεν, ἐκ μὴ ὄντων γεγονέναι καὶ οὐκ ἐξ ὄντων. καὶ ὅτι ἡ ὕλη εἴπερ γέγονεν, καὶ αὐτὴν ἐκ μὴ ὄντων γεγονέναι ἀνάγκη καὶ διὰ ταῦτα καὶ τὸ ἐξ ἀμφοῖν. ὥστε ἐκ τούτων συνάγεσθαι, ὡς πᾶν τὸ γινόμενον ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται.
διʹ. Ὅτι οὐκ ἀληθές ἐστιν τὸ ἄνευ γενέσεως τὰ ἔνυλα εἴδη ὑφίστασθαι.
ειʹ. Ὅτι οὐ διὰ τὸ τὴν τελειότητα τῶν εἰδῶν ἀχρόνως ὑφίστασθαι διὰ τοῦτο ἀναιρετέον τὴν τῶν εἰδῶν γένεσιν.
ϛιʹ. Ὅτι καὶ ἐν τοῖς ὑπὸ τέχνης καὶ ἐν τοῖς ὑπὸ φύσεως γινομένοις μόνου τοῦ εἴδους ἐστὶν καὶ οὐχὶ τῆς ὕλης ἡ γένεσις.
ζιʹ. Ὅτι οὐκ ἔστιν τοῦ συνθέτου ἡ γένεσις ἀλλὰ τοῦ εἴδους κυρίως, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ συνθέτου. Λύσις τοῦ θʹ λόγου.
αʹ. Τοῦ Πλάτωνος διαρρήδην οὑτωσὶ γεγονέναι τὸν κόσμον καὶ οὐκ ἀεὶ εἶναι λέγοντος, ὡς ἐν τοῖς ἔμπροσθεν πολλάκις δέδεικται, λίαν οἶμαι κακοῦργον καὶ σοφιστικῆς κακοτεχνίας οὐκ ἄμοιρον τὰ οὕτως ἐναργῶς λελεγμένα διακρουόμενον ἔκ τινων ἄλλων τοῦ Πλάτωνος ὑποθέσεων πείθειν βιάζεσθαι, ὡς οὐ γενητὸν εἶναι τὸν κόσμον ἀλλʼ ἀγένητον ὁ Πλάτων ᾤετο· εἰ γὰρ καὶ κατὰ ἀλήθειαν ἦν τις ὑπόθεσις παρὰ Πλάτωνι ἑτέραν αὐτοῦ ἀπόφανσιν ἀπελέγχουσα, εὐγνώμονος ἦν ἀνδρὸς καὶ τῇ ἀληθείᾳ τὸ πλέον νέμοντος τῇ φαινομένῃ καλῶς ἔχειν τῶν ὑποθέσεων τιθέμενον τὴν ἑτέραν τὴν μαχομένην ὡς οὐκ ἀληθῆ παραπέμπεσθαι· οὐ γὰρ ἀνδρὸς οἶμαι φιλοσόφου οὐδὲ τοῖς Πλάτωνος πειθαρχοῦντος διδάγμασιν Σωκράτους μὲν ὀλίγον φροντίζειν τῆς δὲ ἀληθείας πολὺ μᾶλλον αὐτὸν εἰσαγαγόντος Σωκράτη λέγοντα τὸ πᾶν, ὁτιοῦν εἴρηται Πλάτωνι, τοῦτο ὡς ἀπὸ τρίποδος εἰρημένον ἀληθὲς εἶναι νομίζειν καὶ διὰ τοῦτο τινὰ τῶν εἰρημένων τῷ ἀνδρὶ μὴ ἀληθῆ δʼ εἶναι δοκοῦντα ὡς οὐδʼ εἴρηται ἐπιχειρεῖν συλλογίζεσθαι· τί γὰρ θαυμαστὸν ἄνθρωπόν γε ὄντα Πλάτωνα τῆς ἀληθείας ἔσθʼ ὅπῃ διαμαρτάνειν; ὅτι γὰρ τοῦτο πολλαχοῦ πέπονθεν καὶ ἐν αὐτῇ τῇ περὶ τῶν φυσικῶν πραγμάτων θεωρίᾳ — τί γὰρ δεῖ περὶ θεοῦ λέγειν; —, δεικνύουσιν μὲν καὶ αἱ πρὸς αὐτὸν ἄλλων τέ τινων καὶ Ἀριστοτέλους μυρίαι ἐνστάσεις, οὐδὲν δὲ ἴσως χεῖρον καὶ ἡμᾶς ὀλίγων ἐν τῷ παρόντι μνείαν ποιήσασθαι.
βʹ. Τῶν γὰρ περὶ τὰς ἀστρονομικὰς μεθόδους εὐδοκιμηκότων μάλιστα τὴν μέσην τῶν πλανωμένων σφαῖραν τὸν ἥλιον ἐπέχειν ἀποδειξάντων καὶ τούτου πᾶσιν τοῖς ἐφεξῆς συναρέσαντος Πλάτων ἐν Τιμαίῳ τὴν ἀπὸ σελήνης δευτέραν αὐτὸν ἔχειν ἀπεφήνατο τάξιν· καὶ ὡς ἥμαρτεν κατά γε τοῦτο, οὐδεὶς τῶν περὶ τὰ μαθήματα δεινῶν ἀντερεῖ. δεύτερον τὰς λογικὰς ψυχὰς κατὰ τοὺς Πυθαγορικοὺς μύθους εἰς τὰ τῶν ἀλόγων μεταμφιέννυσι σώματα· καὶ τοῦτό γε ἄλλοι τε πολλοὶ καὶ αὐτὸς ὁμολογεῖν ἀξιοῖ ὁ Πρόκλος σαφῶς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ πολλάκις μνημονευθέντος λόγου, ἐν ᾧ πρὸς Ἀριστοτέλην ὑπὲρ τοῦ Τιμαίου ἀπελογήσατο, Πλάτωνος εἶναι ταύτην καὶ οὐκ ἄλλην γνώμην ἀποφαινόμενος καὶ λύειν οὐ καλῶς ὡς ἔμοιγε φαίνεται πειρώμενος τὴν Ἀριστοτέλους πρὸς τοῦτο τὸ δόγμα ἔνστασιν. τρίτον τὴν ἑλκτικὴν δύναμιν οὐκ εἶναί φησιν ἐν τοῖς σώμασιν ὁ Πλάτων τῶν ἰατρῶν μονονουχὶ καὶ διʼ αἰσθήσεως ταύτην ἡμῖν δεικνύντων ὑπάρχουσαν. τέταρτον τὴν μήτραν ζῷον εἶναι Πλάτων ὑπείληφεν, ὅπερ ὡς ἔστιν ψεῦδος, ἱκανῶς ἐν τῇ διαγνωστικῇ τῷ Γαληνῷ ἀποδέδεικται. ἀλλὰ δὴ καὶ τοῖς φυτοῖς αἰσθήσεως μετεῖναί φησιν, ὅπερ οὐδὲ Ἀριστοτέλει δοκεῖ οὔτε δεικνύειν ἡμῖν οἱ τὰ Πλάτωνος πρεσβεύοντες ἔχουσιν. καὶ εἴ γε μὴ ἔξω τοῦ προκειμένου ἐπίπτομεν, ἕκαστον ἂν τῶν εἰρημένων μετὰ τῶν Πρόκλου συνηγοριῶν ἐκθέμενος, εἰ μὴ φορτικὸν εἰπεῖν, οὐκ ἀληθῶς ἔχον ἀπέδειξα.
γʹ. Καὶ ἐν ταῖς ἠθικαῖς δὲ συμβουλαῖς πολλὰ μὲν ἄν τις καὶ ἄλλα τοῦ ἀνδρὸς ἐπιλάβοιτο· ἀλλʼ ἐπεὶ μὴ περὶ τούτου νῦν ἡμῖν ἐστιν τὸ προκείμενον, ἀλλʼ ὥστε μόνον δεῖξαι, ὡς πολλαχοῦ τοῦ δέοντος ἥμαρτεν, ἑνός που ἢ δύο μνήμην ποιήσομαι. πῶς γὰρ οὐκ ἄν τις μέμψοιτο καὶ τῶν τυχόντων νοῦν ἔχων ταῖς ἐν τῇ πολιτείᾳ περὶ τῶν γάμων αὐτοῦ καὶ παιδοτροφιῶν διατάξεσι; τοὺς γὰρ τῆς πόλεως κελεύει φύλακας καὶ τὰς φυλακίδας, ἐν ὅσῳ μὲν ἐν ἀκμῇ τοῦ παιδοποιεῖν τυγχάνουσιν ὄντες, τοὺς ἀγαθοὺς μὲν ταῖς ἀγαθαῖς μίγνυσθαι, τοὺς ἐναντίους δὲ ταῖς ἐναντίαις· ἀλλὰ τὰ μὲν τῶν ἀγαθῶν ἀπογεννήματα τρέφειν ἀξιοῖ, τὰ δὲ τῶν φαύλων καὶ εἴ τι τῶν ἀγαθῶν ἀνάπηρον γένοιτο ἐν ἀπορρήτῳ που κατακρύπτειν. ὅταν δὲ ἤδη τὸν τοῦ παιδοποιεῖν καιρὸν οἱ φύλακες ὑπεκδράμωσιν, ἐλευθέρως λοιπὸν συγγίνεσθαι συγχωρεῖ τούς τε ἄνδρας ᾗ ἂν θέλωσιν γυναικὶ καὶ τὰς γυναῖκας ὡσαύτως ὀλίγα ἄττα παραφυλαξάμενος καὶ τὸν τοῦ γήρως καιρόν, ἐν ᾧ μᾶλλον ἔδει τὸν σωφρονικώτερον μετιέναι βίον, εἰς ἀκολασίαν μονονουχὶ τοὺς τῆς ἰδίας πόλεως ἐκκαλεῖται φύλακας. καὶ τὸ δὴ χαλεπώτερον· εἴ τι συμβαίη τούτοις κύημα γενέσθαι, μάλιστα μὲν σπουδάζειν κελεύει μηδὲ εἰς φῶς αὐτὸ συγχωρεῖν ἐκβῆναι, ἀλλʼ ἐν τῇ μήτρᾳ δηλονότι ἀτέλεστον φαρμάκοις τισὶν ἢ τοιαύταις ἀνάγκαις διαφθείρειν· οὐ γὰρ ἄλλως οἷόν τέ ἐστιν μὴ συγχωρεῖν ἐξ ἐπιτηδεύσεως ἡμετέρας εἰς φῶς προϊέναι τὰ ἔμβρυα. εἰ δέ τι καὶ βιασάμενον τὴν τῶν φθείρειν ἐπιχειρούντων αὐτὸ μαγγανείαν ἀποκυηθῇ, ἐκτιθέναι κελεύει καὶ μὴ ἐκτρέφειν, οὐδὲν ἕτερον τοῖς ἰδίοις πολίταις ἢ τῶν φιλτάτων φόνους ἐργάζεσθαι παραινῶν. καὶ ἵνα μὴ δόξωμεν αὐτοὶ συκοφαντεῖν τὸν ἄνδρα, ἄκουε, ὅπως αὐτὸς ἐν τῷ πέμπτῳ τῆς πολιτείας τὰ εἰρημένα διατάττεται· λέγει γὰρ ἐπὶ λέξεως ὧδε «ἐν τοῖς γάμοις τοίνυν καὶ παιδοποιίαις ἔοικεν τὸ ὀρθὸν τοῦτο γίνεσθαι οὖν ὡς ἐλάχιστον δή. δεῖ μέν, εἶπον, ἐκ τῶν ὡμολογημένων τοὺς ἀρίστους ταῖς ἀρίσταις συγγίνεσθαι ὡς πλειστάκις, τοὺς δὲ φαυλοτάτους τοὐναντίον, καὶ τῶν μὲν τὰ ἔκγονα τρέφειν, τῶν δὲ μή, εἰ μέλλει τὸ ποίμνιον ὅτι ἀκρότατον εἶναι· καὶ ταῦτα πάντα γινόμενα λανθάνειν πλὴν αὐτοὺς τοὺς ἄρχοντας ἠδʼ αὖ ἡ ἀγέλη τῶν φυλάκων ὅτι μάλιστα ἀστασίαστος ἔσται». εἰ τῶν μὲν ἀρίστων τὰ ἔκγονα τρέφειν δεῖ, τῶν δὲ ἐναντίων μηκέτι, δηλονότι ἐκτιθέναι αὐτὰ εἰς ἀπώλειαν βούλεται· ἀπόλλυσθαι γὰρ ἀνάγκη τὰ μὴ τρεφόμενα. καὶ μετʼ ὀλίγα ἐν τῷ αὐτῷ τῆς πολιτείας πέμπτῳ φησὶν «τὰ μὲν δὴ τῶν ἀγαθῶν, δοκῶ, λαβοῦσαι εἰς τὸν σηκὸν οἴσουσιν παρά τινας τροφοὺς χωρὶς οἰκούσας ἔν τινι μέρει τῆς πόλεως· τὰ δὲ τῶν χειρόνων καὶ ἐάν τι τῶν ἑτέρων ἀνάπηρον γένηται ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ κρύψουσιν, ὡς πρέπει, εἴπερ μέλλει καθαρὸν τὸ γένος τῶν φυλάκων ἔσεσθαι». τί οὖν πάλιν βούλεται τὸ ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ τὰ τῶν φαύλων κατακρύπτεσθαι ἔκγονα καὶ εἴ τι τῶν ἀγαθῶν ἀνάπηρον γένοιτο ἢ τὸ εἰς φθοράν που κατορύττεσθαι; οὐ γὰρ δή γε τρεφόμενά τε καὶ εἰς ἡλικίαν ἀγόμενα τὸν ἀεὶ χρόνον ἐν ἀδήλῳ εἶναι δύνανται. ὅτι δὲ φθείρεσθαι αὐτὰ βούλεται, σαφέστερον μετʼ ὀλίγον προϊὼν τὴν οἰκείαν ἐξεκάλυψεν γνώμην· φησὶν γὰρ οὕτως «ὅταν δὲ ἤδη, οἶμαι, αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσιν τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι, ᾗ ἂν ἐθέλωσιν, πλὴν θυγατρὶ καὶ μητρὶ καὶ ταῖς τῶν θυγατέρων παισὶν καὶ ταῖς ἄνω μητρός, καὶ τὰς γυναῖκας αὖ πλὴν υἱεῖ καὶ πατρὶ καὶ τοῖς τούτων εἰς τὸ κάτω καὶ ἐπὶ τὸ ἄνω, καὶ ταῦτά γε ἤδη πάντα διακελευσάμενοι διαπροθυμεῖσθαι μάλιστα μὲν μηδὲ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν γένηται, ἐὰν δέ τι βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτῳ». καὶ πῶς οἷόν τέ ἐστιν, ὅπερ ἤδη εἶπον, διαπροθυμεῖσθαι μὴ ἐκφέρειν εἰς φῶς τὰ κυήματα ἢ φθορείοις καὶ τοιαύταις τισὶ μαγγανείαις αὐτὰ ἐν τῇ μήτρᾳ διαφθείροντας; ἐξελθόντων δʼ αὖ βίᾳ τῶν κωλυόντων τὸ «οὕτω τιθέναι ὡς μὴ τρέφειν» τί ἄλλο ἐστὶν ἢ παιδοκτόνους παραινεῖν γίνεσθαι; καὶ πόσῳ ἦν εὐσεβέστερον εἴργειν παντελῶς τῆς πρὸς γυναῖκας ὁμιλίας τοὺς οὕτως ἔχοντας ἢ τῇ ἡδονῇ συγχωρήσαντα φθείρειν τοῦ θεοῦ τὸ δημιούργημα· πόσους δὲ καὶ ἐκ φαύλων βελτίστους ὡς ὅτι μάλιστα γενομένους ὁρῶμεν καὶ χείρονας ἐξ ἀγαθῶν καὶ ἐκ γεγηρακότων ἀνδρείους τε καὶ ἀγαθοὺς τὸν τρόπον. ὡς μεγάλα ὁ τῶν ἀνθρώπων βίος ἐκ τῆς ἀρίστης ταύτης πολιτείας ἀπώνατο θηρίων ἁπάντων ἀγριώτερα ἔχειν τὰ ἤθη παιδευόμενος· τί γάρ ἐστιν οὕτως ἄγριον ἐν τῷ παντὶ ζῷον ἢ σμικρόν τε καὶ ἀναλκές, ὃ μὴ ὑπεραποθνῄσκειν τῶν ἰδίων ἐκγόνων ὑπʼ αὐτῆς ἀδιδάκτως τῆς φύσεως ἐκπαιδεύεται; ἄκουε γοῦν, ὅπως Ὅμηρος τὸ περὶ τὰ ἔκγονα τῆς φύσεως φιλόστοργον ἐκδιδάσκων ἀνύμνησεν· «ὡς δʼ ὁπότε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι οἰκία ποιήσονται ὁδῷ ἐπὶ παιπαλοέσσῃ, οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων» καὶ πάλιν «ὡς δʼ ὄρνις ἀπτῆσιν νεοσσοῖσι προφέρῃσι μάστακʼ, ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ». ἆρʼ οὖν τὰ μὲν οὕτω σμικρὰ τῶν ζῴων τῇ τῆς φύσεως μᾶλλον δὲ τῇ τοῦ θεοῦ διατάξει πειθόμενα τοῦ ἰδίου ὑπεραποθνῄσκει κυήματος, τὰ δʼ ἄγρια καὶ τὸ θηριῶδες ἦθος φυσικῶς ἐνδεικνύμενα ὑπεροπτικῶς περὶ τὰ ἐξ αὑτῶν ὅπως ἂν ἔχῃ τεχθέντα διάκειται; ἢ οὐχὶ πρὸς τοῦ τῶν ἡρώων τὸ περὶ τοὺς ἑταίρους ἐνδειξαμένους φιλόστοργον μάλιστα τούτοις ἀπείκασεν Ὅμηρος; «εἱστήκει», γάρ φησιν, ὁ Αἴας ἐπὶ τῷ Πατρόκλῳ «ὥς τίς τε λέων περὶ οἷσι τεκέεσσι, ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσονται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες· ὁ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ὣς Αἴας περὶ Πατρόκλῳ ἥρῳ βεβήκει». πῶς οὖν οὐκ ἄτοπος ὁ νόμος παντελῶς ὁ τὴν τοιαύτην τῆς φύσεως ἡμῶν ἡμερότητα καὶ λεαίνης μετασκευάζων ἐπὶ τὸ ἀγριώτερον. τὸ δὲ καὶ τοσαύτην ὠμότητα περὶ τὰς ἀκουσίους τῶν τικτομένων συμφορὰς ἐπιδείκνυσθαι καὶ ταῦτα ἐξ ἀγαθῶν γεγονότας ποίαν οὐχ ὑπερβάλλει ἀσέβειαν. ταῦτα μὲν οὖν παντὶ δῆλον ἔχει τὸ ἄτοπον. ὅτι δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας βούλεται, ἱκανὴν ἔστιν πίστιν καὶ ἐκ μόνων τῶν προκειμένων αὐτοῦ χωρίων λαβεῖν. εἰ γὰρ ἐν μὲν τῇ τοῦ τίκτειν ἀκμῇ τοὺς ἀγαθοὺς ταῖς ἀγαθαῖς συνάπτει, τοὺς δὲ ἐναντίους ταῖς ἐναντίαις, παρελθόντας δὲ τὸν τοῦ γεννᾶν καιρὸν ἐλευθέρως λοιπὸν καὶ μετʼ ἐξουσίας ᾗ ἂν ἐθέλωσι συγγίνεσθαι συγχωρεῖ, πλὴν ὧν προσδιωρίσατο, δῆλον, ὡς οἱ πρότερον μὲν ταῖς φαύλαις εἰ τύχοι συνιόντες διὰ τὴν τοῦ νόμου πρόσταξιν, ὕστερον δὲ ἐξουσίας παρὰ τοῦ νόμου δοθείσης κατὰ τὸ εἰκὸς ταῖς ἀγαθαῖς συγγινόμενοι, ὧν καὶ πρότερον διὰ τὴν τοῦ νόμου βίαν εἴργοντο, οὐ μίαν στέργουσι κατʼ Εὐριπίδην «γάμοις ἀκοινώνητον ἀνδρὸς εὐνάν»· ἐν γὰρ τῷ τῆς νεότητος καιρῷ οὔτε τοῖς ἀγαθοῖς φαύλαις οὔτε τοῖς φαύλοις ἀγαθαῖς ἐξῆν συγγίνεσθαι, ἐν δὲ τῷ γήρᾳ τοῦτο οὐ κεκώλυται· οὐκοῦν ἡ πρότερον μὲν ἀγαθῷ ὕστερον δὲ φαύλῳ κατὰ τὸ εἰκὸς συνοῦσα ἢ ἔμπαλιν κοινὴ δηλονότι τοῖς βουλομένοις εἰς μῖξιν προὔκειτο, ἀλλὰ πρότερον μὲν ἀγαθοῖς μόνοις ἢ φαύλοις μόνοις, ὕστερον δὲ οὐδὲν ἧττον ἀγαθοῖς τε ἅμα καὶ φαύλοις. ἔτι δὲ καὶ τὸ μηδὲν περὶ χήρων ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ πολιτείᾳ διατάττεσθαι πρόδηλόν ἐστιν ὡς οὐκ ἔστιν χηρείαν ἐν τῇ πολιτείᾳ τῇ ἑαυτοῦ εἰδότος διὰ τὸ κοινὸν τῆς μίξεως. καὶ φθάνει δὲ ἤδη γυμνῇ τῇ γλώττῃ τὸν νόμον τοῦτον ἐν τῷ αὐτῷ πέμπτῳ τῆς πολιτείας ἐκθέμενος· τὸν γὰρ περὶ τοῦ εἶναι κοινὰς ἀνδρῶν τε καὶ γυναικῶν τὰς πολιτικὰς ἀρετὰς διαταξάμενος νόμον, ἐν ᾧ γυμνὰς ἐν ταῖς παλαίστραις συγγυμνάζεσθαι τοῖς ἀνδράσιν τὰς γυναῖκας οὐ μόνον νέας οὔσας ἀλλὰ καὶ γεγηρακυίας διετάξατο ἄρχειν τε αὐτὰς παραπλησίως ἀνδράσιν καὶ τοὺς ἐν ταῖς θήραις καὶ κατὰ πόλεμον ὁμοίως ὑπομένειν ἀγῶνας, ἐπειδὴ παράδοξα λέγειν δόξας διὰ λόγου τὸ τοῦ νόμου δυνατόν τε καὶ ὠφέλιμον κατεσκεύασεν, ἤμελλεν δὲ εὐθὺς καὶ τὸν περὶ τοῦ κοινὰς εἶναι τὰς γυναῖκας εἰσηγεῖσθαι νόμον καὶ ἑώρα τοῦτον πολλῷ τοῦ προτέρου παραδοξότερον δοκοῦντα εἶναι καὶ δυσπαράδεκτον, ἄκουε, οἷα πρὸ τοῦ νόμου προοιμιάζεται· φησὶν γὰρ οὕτως «τοῦτο μὲν ὥσπερ κῦμα φῶμεν διαφεύγειν τοῦ γυναικείου πέρι νόμου λέγοντες, ὥστε μὴ πάντας κατακλυσθῆναι τιθέντας, ὡς δεῖ κοινῇ πάντα ἐπιτηδεύειν τούς τε φύλακας ἡμῖν καὶ τὰς φυλακίδας, ἀλλά πῃ τὸν λόγον αὐτὸν αὑτῷ ὁμολογεῖσθαι, ὡς δυνατά τε καὶ ὠφέλιμα λέγει; Καὶ μάλα, ἔφη, οὐ σμικρὸν κῦμα διαφεύγεις. Φήσεις δέ, ἦν δʼ ἐγώ, οὐ μέγα αὐτὸ εἶναι, ὅταν τὸ μετὰ τοῦτο ἴδῃς. Λέγε δή, ἴδω, ἔφη. Τούτῳ, ἦν δʼ ἐγώ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε. Τίς; Τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν ξυνοικεῖν, καὶ τοὺς παῖδας αὖ κοινοὺς καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα. Πολύ, ἔφη, τοῦτο ἐκείνου μεῖζον πρὸς ἀπιστίαν καὶ τοῦ δυνατοῦ πέρι καὶ τοῦ ὠφελίμου». ὁρᾷς, ὅπως μείζονά φησιν εἰς ἀπιστίαν τοῦ προτέρου νόμου τὸν δεύτερον, εἰ δυνατός τε ἔσται καὶ ὠφέλιμος, τοῦτο δʼ οὐκ ἦν παράδοξόν τε καὶ ἄπιστον, εἰ μίαν ἑκάστῳ συνιέναι ἠβούλετο καὶ μὴ παρὰ τὰ πᾶσιν ἀνθρώποις καλῶς ἔχειν δοκοῦντα κοινὰς εἰς χρῆσιν ἅπασιν τὰς γυναῖκας προὐβάλλετο. σκόπει δὲ καὶ τῆς λέξεως τὴν σαφήνειαν· «τὰς γυναῖκας», φησίν, «ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν ξυνοικεῖν». καὶ ἐν τοῖς ἑξῆς δὲ πολύς ἐστιν κατασκευάζων, ὡς δεῖ μὴ μέχρις ὀνόματος ἀλλὰ καὶ ἔργῳ τὴν κοινωνίαν ταύτην ἀσπάζεσθαι· «μετὰ γὰρ τοῦ δόγματος τούτου», φησίν, «καὶ τοῦ ῥήματος ἔφαμεν ξυνακολουθεῖν τάς τε ἡδονὰς καὶ τὰς λύπας κοινάς». καὶ τὸ ὠφέλιμον δὲ τοῦ νόμου τῆς κοινῆς πρὸς τὰς γυναῖκας τῶν ἀνδρῶν μίξεως ἐν τῷ αὐτῷ πέμπτῳ τῆς πολιτείας ἐξέθετο· οὐδὲν γὰρ οὐδενὸς ἴδιον εἶναι ἐν τῇ ἑαυτοῦ πόλει φησὶν βούλεσθαι· τοῦτο γὰρ εἶναι τὸ διασπῶν τὰς πόλεις τὸ ὀνομάζειν τὸ ἐμὸν καὶ τὸ σὸν ἕκαστον καὶ τὸ εἰς τὴν ἑαυτοῦ οἰκίαν ἑτέραν οὖσαν γυναῖκά τε καὶ παῖδας ἰδίους ποιεῖσθαι. ἑνὶ οὖν δόγματί φησιν κοινὰς δεῖν καὶ λύπας καὶ ἡδονὰς ἔχειν ἅπαντας· οὕτω γὰρ δηλονότι καὶ παῖδες κοινοὶ ἂν νομίζοιντο, οὐχ ὡς τὰ χρήματα κοινὰ καὶ αἱ γυναῖκες — τοῦτο γὰρ ἀδύνατον —, ἀλλʼ ὅτι ἀγνοοῦντος ἑκάστου διὰ τὴν ἀόριστον τῶν γυναικῶν μῖξιν, τίνες ἂν εἶεν οἱ αὐτοῦ παῖδες, κοινοὺς τοὺς παῖδας ὄψονται ἅπαντας καὶ τὰς ἐπʼ αὐτοῖς ἡδονάς τε καὶ λύπας οἰκειώσονται. τὴν δὲ τῶν κλήρων κομψείαν οὐχ ὑπὲρ τοῦ μίαν καὶ τὴν αὐτὴν ἀεὶ λαγχάνειν ἑκάστῳ γίνεσθαι ἀξιοῖ, ὅπερ τινὲς τὸ τοῦ νόμου φαῦλον ἐπαισχυνόμενοι ἀνεπλάσαντο, ἀλλὰ σαφῶς ὑπὲρ τοῦ τοὺς μὲν ἀγαθοὺς τὰς ἀγαθὰς ἄλλοτε ἄλλην ὁ αὐτός, τοὺς δὲ φαύλους τὰς φαύλας ἀγνοοῦντας κληροῦσθαι, ὡς καὶ διʼ αὐτῆς τῆς λέξεως Πλάτωνος, ἣν ἤδη φθάσαντες παρεθήκαμεν, ἔστιν ἰδεῖν, ἵνα τύχης ἔργον εἶναι τοῦτο καὶ μὴ τῆς τῶν ἀρχόντων προνοίας οἱ πολῖται νομίζοντες μὴ στασιάζωσιν πρὸς αὐτοὺς ὡς εἰκὸς οἱ πονηροὶ τὰς ἀγαθὰς ἔχειν βουλόμενοι. εἰ δὲ ἀεὶ τὴν αὐτὴν τῷ αὐτῷ συνεῖναι ἠβούλετο, ἅπαξ ἑκάστου μίαν κληρωθέντος καὶ τούτου δήλου γενομένου ὥσπερ καὶ νῦν παρέλκων ἂν λοιπὸν ὁ κλῆρος ἐφαίνετο· ἀλλʼ οὐδαμοῦ μίαν ἑνὶ συνοικίζων φαίνεται. καὶ ἄλλως δέ· ἄτοπος ἂν καὶ ἀδύνατος ἡ τοιαύτη κομψεία φανεῖται καὶ εἰς τοὐναντίον τὴν τοῦ νόμου βούλησιν περιάγουσα, εἰ ἑκάστῳ μὲν μίαν καὶ τὴν αὐτήν, ὥς φασί τινες, συνεῖναι ἠβούλετο, λανθάνειν δὲ τοῦτο τοὺς πολίτας σπουδάζων διὰ τὸ μηδὲν ἔχειν ἴδιον δοκεῖν τοῖς κομψοῖς τῶν κλήρων τὴν αὐτὴν ἀεὶ τῷ αὐτῷ λαγχάνειν ἐμηχανήσατο· λαθεῖν μὲν γὰρ ἦν τοῦτο ἀδύνατον ἀεὶ τῇ αὐτῇ τοῦ αὐτοῦ συνδυάζοντος· οὐ γὰρ δή γε μύοντας αὐτοὺς συνιέναι προσέταξεν· ὥστε τῷ χρόνῳ πάντως κατάφωρόν τε ἅμα καὶ γελοῖον ἐγίνετο τὸ κατὰ τοὺς κλήρους τῶν ἀρχόντων σκευώρημα καὶ τούτου δὴ γνωσθέντος φρούδη που πάντως ἡ τοῦ νόμου ὑπῆρχεν ὠφέλεια, μᾶλλον δὲ εἰς τοὐναντίον περιετρέπετο· νῦν μὲν γὰρ μίαν ἣν βούλεταί τε καὶ δυνατὸν ἑκάστου αἱρουμένου καὶ ταύτην ὅπως ἂν ἔχῃ στέργοντος ὡς ἑκουσίως καὶ οὐ βίᾳ καμόντων ἀστασίαστοι ὡς ὅτι μάλιστα τούτου γε ἕνεκεν αἱ πόλεις γίνονται· εἰ δὲ οἴοιτο μέν τις ὡς ἀδιάφορον εἶναι τὴν πρὸς γυναῖκας ὁμιλίαν τῷ χρόνῳ ἕκαστος, ὡς παρὰ τὴν δοκοῦσάν τε καὶ φαινομένην τοῦ νόμου βούλησιν βίᾳ τε τῶν ἀρχόντων καὶ δόλῳ οὐ τῇ κατὰ προαίρεσιν ὡς εἰκὸς συγγίνεται, πῶς οὐχὶ στάσεως πλήρη πάντα καὶ τὴν πόλιν καὶ τοὺς ἄρχοντας γενέσθαι ἀνάγκη; οὐ γὰρ δή γε παντάπασιν ἀπαθεῖς εἶναι τοὺς οἰκείους ὁ Πλάτων ὑποτίθεται πολίτας καὶ τῆς τοῦ ἡδέος αἱρέσεως κρείττονας· εἰ γὰρ τοιούτους αὐτοὺς εἶναι ᾤετο, οὐδὲν ἂν αὐτῷ τῶν κομψῶν τούτων ἔδει κλήρων καὶ τῆς ἐκ τούτων ἀπάτης, διʼ ὧν λανθάνειν αὐτοὺς βούλεται, ὡς κρίσει τῶν ἀρχόντων οἱ γάμοι γίνονται, ἵνα τύχης ἔργον τὸ τὴν τοιάνδε κεκληρῶσθαι νομίσαντες μὴ στασιάζωσιν πρὸς τοὺς ἄρχοντας· περὶ τίνος γὰρ στασιάζειν ἤμελλον οἱ καθάπαξ διὰ τὸ κοινῇ συμφέρον τοῦ ἡδέος καταφρονήσαντες; οὐκοῦν, εἰ ἐμπαθεῖς μέν εἰσιν καὶ ἔτι τῶν ἡδονῶν ἀντεχόμενοι, πάλιν δʼ αὖ λαθεῖν τῷ χρόνῳ ἀδύνατον, ὡς οὐκ ἐκ τύχης ἀλλὰ ψήφῳ τῶν ἀρχόντων οὐ κατὰ προαίρεσιν οἷα εἰκὸς τῇ αὐτῇ σύνεισιν ἕκαστος, πῶς οὐκ ἂν εὐλόγως στασιάζειν μέλλοιεν πρὸς τοὺς ἄρχοντας τῶν τε καθʼ ἡδονὴν καὶ τῆς δοκούσης κατὰ νόμον ἐξουσίας στερούμενοι; ὅτι μὲν οὖν, εἰ τὴν αὐτὴν ἀεὶ τῷ αὐτῷ διὰ τῶν κλήρων λαγχάνειν ἔλεγεν, τότε λαθεῖν ἦν ἀδύνατον καὶ ἡ ἐκ τοῦ νόμου ὠφέλεια εἰς τοὐναντίον περιήγετο, μετρίως δέδεικται. ἄτοπον δὲ καί, εἰ λάθοι τῇ αὐτῇ συνιὼν ἕκαστος, ἵνα τις καὶ τοῦτο μεμηχανῆσθαι διὰ τῶν κλήρων Πλάτωνα συγχωρήσειεν· δόγμα γὰρ τῇ ψυχῇ τὸ φαυλότατον κτήσεται· οὐδὲν γὰρ ἄτοπον τὴν μοιχείαν εἶναι νομίσει καὶ τὴν πρὸς τὰς γυναῖκας ἀόριστον συμπλοκήν· εἰ γὰρ ἄλλοτε ἄλλῃ συνιέναι νομίζοι καὶ τοῦτον εἶναι τῆς ἀρίστης πολιτείας τὸν νόμον οἴοιτο, τί ἕτερον ἢ τὸ εἰρημένον ἕκαστον τῶν πολιτῶν ὑπονοεῖν ἀνάγκη; ἀλλʼ οἶμαι παντὶ δῆλον εἶναι, ὡς πᾶσα πρᾶξις ἄτοπος οὐ διʼ αὐτὴν ψιλὴν τὴν χρῆσιν ἀλλὰ διὰ τὸ τοῦ τρόπου παράνομον καὶ τὴν τοῦ λογισμοῦ πρὸς τοῦτο συγκατάθεσιν διαβέβληται· οὐ γὰρ τὸ ἁπλῶς συνιέναι γυναικὶ ψεκτόν, ἀλλὰ τὸ μὴ κατὰ νόμον· τὴν δὲ κατὰ νόμον τε καὶ παρὰ νόμον χρῆσιν τῷ λογισμῷ δήπουθεν κρίνομεν· ὁ οὖν τὸν λογισμὸν πείσας, ὡς οὐ τῇ αὐτῇ διὰ παντὸς σύνεισιν ἀλλʼ ἄλλοτε ἄλλῃ, οὗτος τὴν τῆς μοιχείας παράνομον πρᾶξιν εἰργάσατο, κἂν τῇ ἰδίᾳ συνέρχεται· ὥσπερ γὰρ ἐκ τοῦ ἐναντίου, εἴ τις ἐν νυκτὶ ἀλλοτρίᾳ γυναικὶ συμπλέκεσθαι βουληθείς τε καὶ νομίσας τῇ ἰδίᾳ συγγένηται ἀγνοῶν, μοιχὸς ὁ τοιοῦτος κατὰ ἀλήθειαν, εἰ καὶ μὴ τῇ χρήσει, ἀλλὰ τῇ τοῦ λογισμοῦ συγκαταθέσει δικαίως κρίνεται, διότι οὐχ ἡ μῖξις ἁπλῶς ἀλλʼ ὁ τρόπος καὶ ἡ ἐπὶ τῷ ἀτόπῳ τοῦ λογισμοῦ συγκατάθεσις τὴν μοιχείαν ἐργάζεται — ὅθεν ἐστερημένα λογισμοῦ τοῦ τὰ τοιαῦτα κρίνοντος τὰ ζῷα τὰ ἄλογα καὶ τῆς ἁμαρτίας τῆς ἐπὶ τῇ διὰ τῆς μίξεως ἠλευθέρωται —, οὕτω δὴ κατὰ τὸ ἀκόλουθον καὶ ὁ τῇ αὐτῇ μὲν ἀεὶ συνὼν ἀγνοῶν δὲ τοῦτο καὶ ἄλλοτε ἄλλῃ συνιέναι νομίζων καὶ τοῦτο ὡς εἴη καλὸν ὑπὸ τοῦ νόμου παραπεπεισμένος οὗτος τὴν μοιχείαν ὡς ἀγαθὸν εἴη παρʼ ἑαυτῷ ἐβεβαίωσέν τε καὶ ἔπραξεν. ὅσοι οὖν ταῖς τοιαύταις κομψείαις παρεξηγεῖσθαι πειρῶνται τὸν Πλάτωνα, δῆλοι μέν εἰσιν αὐτῷ τῷ ἐπαισχύνεσθαι ταῦθʼ οὕτως ὁμολογεῖν αὐτὸν διατάττεσθαι τὸ πρᾶγμα κοινῇ μετὰ πάντων ἀνθρώπων τῶν ἀτόπων εἶναι νομίζοντες, ῥύσασθαι δὲ τοῦ ἐγκλήματος αὐτὸν μὴ δυνάμενοι αὐτοὶ τὴν ψῆφον τῆς τοῦ νόμου φαυλότητος κατʼ αὐτοῦ φέρουσιν. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. μυρία δὲ ἔστιν καὶ ἄλλα, ἐν οἷς ἔστιν τοῦ ἀληθοῦς δεῖξαι ἡμαρτηκότα τὸν Πλάτωνα· ἀλλʼ ἵνα μὴ ἐπὶ πλέον τῇ παρεκβάσει χρησώμεθα, ἱκανὰ καὶ τὰ εἰρημένα εἰς πίστιν τοῦ μὴ ἐπιτετευγμένως ἅπαντα εἰρῆσθαι τῷ Πλάτωνι.
δʹ. Τί οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς νῦν ἡμῖν προκειμένοις εἰς ἐξέτασιν δύο μαχομένων ὑποθέσεων — ἵνα τις καὶ μάχεσθαι αὐτὰς συγχωρήσειε, τήν τε θεὸν εἶναι τὸ πᾶν λέγουσαν καὶ τὴν γεγονέναι αὐτὸ καὶ μὴ ἐξ ἀϊδίου εἶναι ὑποτιθεμένην — τὴν μὲν ἑτέραν ἐπιτετευγμένως ἔχειν, τὴν δὲ λοιπὴν μηκέτι; ἀλλʼ ὁ τῆς ἀληθείας ἀξιῶν εἶναι Πρόκλος διδάσκαλος τὸ θεὸν εἶναι τὸν κόσμον ὡς ἀληθὲς ἀποδεξάμενος τὸ μὴ γεγονέναι αὐτὸν ἐντεῦθεν συνάγειν ἐπιχειρεῖ· καίτοι γε, εἰ καὶ ἐκ τοῦ θεὸν εἶναι τὸν κόσμον λέγεσθαι συνάγειν τις ἠδύνατο, ὡς οὐ γενητός ἐστιν, οὐκέτι κἀκεῖνο δεικνύειν ἔχει, ὡς οὐ γεγονέναι αὐτὸν καὶ μὴ ἀεὶ εἶναι ὁ Πλάτων ὑπέθετο, ὁπότε καὶ τοῦτο τῆς Ἑλληνικῆς πλάνης ἴδιον τὸ γενέσεις θεῶν ὑποτίθεσθαι. καὶ ὁ Πλάτων δὲ πολλαχοῦ μὲν φαίνεται ταῖς ὀρθαῖς περὶ θεοῦ ἐννοίαις ἑπόμενος, τὴν δὲ τῶν ποιητῶν καὶ τὴν τῶν πολλῶν περὶ θεοῦ βλάσφημον ἀθετῶν ὑπόληψιν, ἐνίοτε δʼ αὖ πάλιν ὥσπερ αἰδούμενος τὴν συνήθειαν καὶ τὴν πάτριον παράδοσιν, τάχα δὲ καὶ τὸν τῶν Ἀθηναίων εὐλαβούμενος δῆμον, μὴ καὶ κατʼ αὐτοῦ τὴν Σωκράτους ἐξενέγκωσι ψῆφον, ἐπὶ τοὺς μύθους ἀπολισθαίνει καὶ τῇ αὐτῇ τοῖς λοιποῖς ἀσεβείᾳ συμφέρεται. καὶ τοῦτο πολλαχόθεν μὲν ἄν τις συλλογίσαιτο, ἐναργέστατα δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐν τῇ πρὸς Περδίκκαν ἐπιστολῇ δῆλον πεποίηκε· φησὶ γὰρ ἐπὶ λέξεως ταῦτα «ἐὰν δέ τις ἀκούσας ταῦτα εἴπῃ, Πλάτων προσποιεῖται μέν, ὡς ἔοικεν, τὰ δημοκρατίᾳ ξυμφέροντα εἰδέναι, ἐξὸν δὲ τῷ δήμῳ λέγειν καὶ συμβουλεύειν αὐτῷ τὰ βέλτιστα οὐπώποτε ἀναστὰς ἐφθέγξατο, πρὸς ταῦτʼ εἰπεῖν, ὅτι Πλάτων ὀψὲ ἐν τῇ πατρίδι γέγονεν καὶ τὸν δῆμον κατέλαβεν ἤδη πρεσβύτερον καὶ εἰθισμένον ὑπὸ τῶν ἔμπροσθεν πολλὰ καὶ ἀνόμοια τῇ ἐκείνου ξυμβουλῇ πράττειν· ἐπεὶ πάντων ἂν ἥδιστα καθάπερ πατρὶ συνεβούλευσεν αὐτῷ, εἰ μὴ μάτην μὲν κινδυνεύειν ᾤετο, πλέον δὲ οὐδὲν ποιήσειν». σαφέστατα τοίνυν διὰ τούτων δεδήλωκεν ὁ Πλάτων, ὡς φόβῳ πολλὰ τῶν δεόντων ἀποσεσίγηκεν. εἰ δὲ ἐπὶ τῶν πρακτῶν παρακινῆσαί τι τῶν ἄνωθεν τοῖς Ἀθηναίοις δεδογμένων εὐλαβήθη κακῶς ἔχειν τὰ τῆς καθεστώσης αὐτῶν πολιτείας οἰόμενος, πῶς οὐχὶ πολλῷ μᾶλλον τὰ περὶ τοὺς νενομισμένους θεοὺς ἀθετεῖν τὸν ἔσχατον αὑτῷ κίνδυνον φέρειν ἐνόμιζεν; τοῦτο γὰρ αὐτὸ καὶ Σωκράτει θανάτου παραίτιον γέγονεν. ἀλλὰ ταῦτα μὲν ὡς πολλοῖς ἤδη τῶν ἡμετέρων ἀποδεδειγμένα παρίημι τοσοῦτον αὐτῶν ἐπιμνησθείς, ὡς δεῖξαι, ὅτι κἀνταῦθα τῇ τῶν μύθων ἀπάτῃ συνενεχθεὶς ὁ Πλάτων θεὸν εἶναι τὸν κόσμον ἐκ τῶν Ὀρφέως λαβὼν ἀπεφήνατο. ἀλλὰ τούτων μὲν ἅλις· εἰς δὲ τὴν ἐπίσκεψιν τοῦ προκειμένου τὸν λόγον ἐπιχειρήματος τρέψωμεν.
εʹ. «Πᾶν», φησί, «τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ κακίας φθείρεται. τὸ δὲ θεῶν ἅπαν γένος ἄδεκτον ὂν κακίας ἄδεκτον εἶναι καὶ μεταβολῆς. οὐκ ἄρα», φησίν, «φθαρήσεταί ποτε τὸ πᾶν, ᾧ μηδέν ἐστιν κακόν, διότι καὶ αὐτὸ θεός ἐστιν». εἰ τὸ θεῶν ἅπαν γένος κακίας ὂν ἄδεκτον καὶ μεταβολῆς ἐστιν ἄδεκτον, ὅπερ ἄρα ἀμετάβλητον εἶναι ἀδύνατον, τοῦτο ἄρα οὐκ ἂν εἴη θεός. ἐπεὶ οὖν πᾶν τὸ αἰσθητὸν ὁ Πλάτων γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὂν καὶ διὰ τοῦτο καὶ τὸν οὐρανὸν καὶ τὸν κόσμον αἰσθητὸν ὄντα ἀπεφήνατο — μόνοις γὰρ τοῖς θειοτάτοις τῶν ὄντων προσήκειν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὴν δὲ τῶν σωμάτων φύσιν μὴ ταύτης εἶναι τῆς τάξεως, ἀλλʼ ἐν μεταβολῇ πάντως ἐξετάζεσθαι —, καὶ αὐτὸς δὲ ὁ Πρόκλος, ὡς ἐν τοῖς ἔμπροσθεν ἔγνωμεν, ταύτῃ τῇ δόξῃ τοῦ Πλάτωνος παριστάμενος πεπερασμένην εἶναι τὴν τοῦ κόσμου δύναμιν ἔφησεν, διότι μηδὲν σῶμα ἀπείρου μετέχει δυνάμεως, τὴν δὲ πεπερασμένην δύναμιν φθαρτὴν εἶναι καὶ τοῦτο ἀπʼ αὐτῆς τῆς ἰδίας φύσεως τῷ κόσμῳ προσεῖναι, τούτων οὕτως ὡμολογημένων πότερον ἦν εὐλογώτερον ἐκ τοῦ λέγεσθαι θεὸν εἶναι τὸν κόσμον τὸ μηδὲ ἀμετάβλητον αὐτὸν εἶναι καὶ διὰ τοῦτο μηδὲ γεγονέναι συλλογίζεσθαι καὶ ἑαυτῷ καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ μάχεσθαι ἢ ἐκ τοῦ μεταβλητὸν εἶναι καὶ διὰ τοῦτο φύσει φθαρτὸν τῷ μὴ ἀπείρου μετέχειν δυνάμεως τὸ θεὸν αὐτὸν εἶναι ὡς ψευδὲς ἀποκρούεσθαι, εἴπερ τὸ θεῶν ἅπαν γένος, ὥς φησιν, μεταβολῆς ἐστιν ἄδεκτον; ἀλλʼ οἶμαι πᾶς ἄν τις τὸ δεύτερον ἀναγκαῖον εἶναι ὁμολογήσειεν, τὸ μὴ εἶναι θεὸν τὸν κόσμον, τὸ δὲ πρότερον ψεῦδος, λέγω δὲ τὸ μεταβολῆς ἄδεκτον αὐτὸν εἶναι· εἰ γὰρ τὸ πᾶν θεός ἐστιν, τί ἐστιν λοιπὸν τῶν ὄντων, ὃ μή ἐστιν θεός; ἐν γὰρ τῷ παντὶ τὰ μέρη συμπεριέχεται· οὐδὲν γὰρ ἄλλο ἐστὶν τὸ ὅλον καὶ πᾶν ἢ ἡ τῶν μερῶν ἁπάντων πρὸς ἄλληλα σχέσις καὶ εἰς ταὐτὸν συνδρομή. ἐντεῦθεν γοῦν εἰς τοσοῦτον τὴν τοῦ θεοῦ δόξαν καθύβρισαν ἄνθρωποι, ὡς μέχρι κνωδάλων καὶ τῶν ἀψύχων αὐτῶν καὶ τῶν αἰσχροτάτων ἐν ἀνθρώποις κακῶν τὸ θεῖον ἑλκῦσαι καὶ σέβας καὶ ὄνομα. εἰ οὖν σῶμα ὢν ὁ κόσμος ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρεῖται καὶ μεταβολῆς αὐτὸν ἄμοιρον εἶναι ἀδύνατον, τὸ δὲ τῶν θεῶν γένος μεταβολῆς ἐστιν ἄδεκτον, ἀδύνατον ἄρα θεὸν εἶναι τὸν κόσμον. ἀλλʼ ἴσως τις πρὸς ταῦτα ἐρεῖ, ὅτι, εἰ καὶ τὰ τοῦ κόσμου μέρη μεταβάλλει, ἀλλʼ οὖν τὸ ὅλον ὡς ὅλον ἀμετάβλητόν ἐστιν· ἀεὶ γὰρ τὸ ὅλον ὡσαύτως ἔχει, περὶ δὲ τὰ μέρη τοῦ παντὸς ἡ μεταβολὴ καὶ ἡ ἀλλοίωσις φαίνεται. ἀλλʼ οὕτως οὐδὲν τῶν ὄντων, ἕως ἂν ᾖ, μεταβλητὸν ἔσται, ἀλλʼ ἅπαξ ἅπαντα ἀμετάβλητα· οὐδὲν γὰρ τῶν ζῴων, ἕως ἂν ᾖ ζῷον, καθʼ ὅλον αὐτὸ μεταβάλλει, ἀλλά, κἄν τε αὐξάνηται κἂν φθίνῃ κἄν τε θερμαίνηται κἂν ἐκ τόπου τόπον ἀμείβῃ, τοῦ εἶναι ζῷον οὐκ ἐξίσταται· εἰ γὰρ καθʼ ὅλον αὐτὸ καὶ ᾗ ζῷόν ἐστιν μεταβάλλοι, καὶ τοῦ εἶναι πάντως ἐξίσταται· τῶν γὰρ μεταβολῶν γένεσις μὲν καὶ φθορὰ ὅλου τοῦ πράγματος μεταβολὴν ἀπεργάζεται — ἡ μὲν γὰρ γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν ἐστιν μετάστασις, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν —, αἱ δʼ ὑπόλοιποι τῶν μεταβολῶν κατά τι τῶν τοῦ πράγματος γίνονται. ἐνδέχεται δὲ καὶ τοῦ ὅλου σῳζομένου πράγματος μόριά τινα τοῦ παντὸς φθείρεσθαί τε καὶ γίγνεσθαι, ὡς ὅταν μέρους τινὸς τῆς σαρκὸς φθαρείσης ἄλλη ἀντʼ αὐτῆς φύηται ἢ κλάδου κοπέντος ἄλλοι πάλιν βλαστάνουσιν. οὕτω δὴ οὖν καὶ ὁ κόσμος, ἕως ἂν ᾖ κόσμος, καθʼ ὅλον αὐτόν ἐστιν ἀμετάβλητος· εἰ γὰρ καθʼ ὅλον αὐτὸν μεταβάλῃ, καὶ φθείρεσθαι αὐτὸν ἀνάγκη. οὐ τοῦτο οὖν δείκνυσιν τὸ εἶναι τὸ πᾶν ἀμετάβλητον τὸ μὴ καθʼ ὅλον αὐτὸ νῦν μεταβάλλειν, ἀλλʼ εἰ μηδὲν τῶν μερῶν αὐτοῦ μεταβάλλῃ· ὅπερ οὐκ ἔστιν ἀληθές. τοὐναντίον μὲν οὖν οὐδέν ἐστιν τῶν τοῦ κόσμου μερῶν παντάπασιν ἀμετάβλητον· τὰ μὲν γὰρ ἄλλα πάντα κατὰ πᾶν εἶδος μεταβολῆς μεταβάλλει, τὸ δὲ οὐράνιον τέως τὴν κατὰ τόπον μεταβολὴν ὑπομένει καὶ οὐδέν ἐστιν τοῦ οὐρανοῦ μέρος, ὃ μὴ μεταβολῆς τῆς κατὰ τόπον τετύχηκεν. ὥστε οὐκ ἂν εἴη τὸ πᾶν ἀμετάβλητον. καὶ εἰ τὰ κατὰ τὰ ἄλλα εἴδη τῶν μεταβολῶν μεταβάλλοντα καὶ φθορᾶς ἐστιν πάντα καὶ γενέσεως δεκτικά, καὶ τὸ πᾶν ἄρα μεταβλητὸν ὂν καὶ γενητὸν ἔσται καὶ φθαρτὸν ἐξ ἀνάγκης· καὶ γὰρ ἄλογον τῶν στοιχείων, ἐξ ὧν τὸ εἶναι ἔχει, γενητῶν ὄντων καὶ φθαρτῶν μὴ καὶ τὸ ἐκ τούτων συγκείμενον γενητὸν εἶναι καὶ φθαρτόν, ὡς ἀκριβέστερον ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. ἀλλʼ ἄνωθεν πάλιν τὴν προκειμένην ἐπισκεψώμεθα ἐπιχείρησιν.
… Ἐπειδὴ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ κακίας φθείρεσθαί φησιν ὁ Πρόκλος, τίς δέ ἐστιν ἡ ἑκάστου κακία, οὐκ εἴρηκεν, ἄξιόν ἐστιν ἐπισκέψασθαι, τίς ποτέ ἐστιν αὕτη, ἐξ ἧς ἑκάστῳ τῶν μετεχόντων αὐτῆς συμβαίνει φθείρεσθαι. ἐγὼ μὲν οὖν οὐδὲν ἕτερον εἶναι τὴν ἑκάστου κακίαν οἶμαι ἢ τὴν ἐπὶ τὸ παρὰ φύσιν ἑκάστου παρεκτροπήν, ὡς καὶ ἐν τῷ πρὸ τούτου λόγῳ ἐμνήσθημεν. αὕτη δὲ δηλονότι ὑπʼ οὐδεμιᾶς φυσικῆς δυνάμεως γίνεται· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστιν, σωστικὸν δὲ μᾶλλον ἑκάστου ἡ φύσις ἐστὶν ἑκάστου. οὐκοῦν, εἰ τῇ μὲν δυνάμει ἡ ἀδυναμία ἀντίκειται, τῷ δὲ ὄντι τὸ μὴ ὄν, αἴτιον δὲ τοῦ εἶναι ἑκάστῳ ἡ φυσικὴ δύναμις, καὶ τοῦ μὴ εἶναι ἄρα ἡ ἀδυναμία αἰτία ἂν εἴη· τῷ γὰρ τὴν φυσικὴν ἐξασθενεῖν δύναμιν καὶ μὴ διακρατεῖν ἐς ἀεὶ τὸ ὑποκείμενον δύνασθαι φθείρεσθαι συμβαίνει τὰ πράγματα, ἐξασθενεῖν δὲ μὴ τὴν ἄπειρον δύναμιν ἀλλὰ πεπερασμένην ἀνάγκη, ὥσπερ ἀμέλει καὶ ἡ τοῦ ἡνιόχου δύναμις, εἴτε σωματικήν τις εἰπεῖν εἴτε τεχνικὴν βούλοιτο, αἰτία τῆς τοῦ ἅρματός ἐστιν σωτηρίας, τοῦ ἐναντίου δὲ ἡ ἀσθένεια. οὐκοῦν, εἰ ὁ κόσμος σῶμα ὢν πεπερασμένης ἐστὶν δυνάμεως, ἐξασθενεῖν δὲ τῷ χρόνῳ τὴν πεπερασμένην ἀνάγκη, ἐξασθενούσης δὲ εἰς τὸ παρὰ φύσιν ἐξολισθαίνει τὰ πράγματα, τὸ δὲ παρὰ φύσιν ἐστὶν ἡ ἑκάστου κακία καὶ τὸ τῆς φθορᾶς αἴτιον, καὶ ὁ κόσμος ἄρα κακίαν ἕξει τὴν ὅσον ἐπὶ τῇ τῆς δυνάμεως ἀσθενείᾳ ἐπὶ τὸ παρὰ φύσιν ὁδόν. ἢ οὖν δειξάτωσαν, ὡς οὐ πεπερασμένης ἐστὶν δυνάμεως ὁ κόσμος ἢ ὅτι πεπερασμένη οὐ φθαρτή, ἤ, εἰ ταῦτά ἐστιν ἀληθῆ, ἀνάγκη πᾶσα καὶ τὸν κόσμον ὅσον ἐπὶ τῷ πεπερασμένῳ τῆς ἰδίας δυνάμεως δεκτικόν τε εἶναι τῆς τοῦ παρὰ φύσιν κακίας καὶ διὰ τοῦτο φθορᾷ ὑποκεῖσθαι καὶ διὰ τοῦτο μὴ εἶναι ἀγένητον· τὸ γὰρ μὴ βούλεσθαι τὸν θεὸν αὐτὸν φθείρειν οὔτε διὰ λόγου δεικνύειν ἔχουσιν τῶν εἰς τοῦτο ἐπιχειρήσεων ἐν τῷ ἕκτῳ λόγῳ ἐληλεγμένων καί, εἰ τοῦτο ἦν ἀληθές, οὐ παρὰ τοῦτο τὸ φύσει ἄφθαρτον αὐτὸν εἶναι εἰσήγετο· μὴ ὢν δὲ φύσει ἄφθαρτον ἀλλὰ φθαρτὸν καὶ γενητός ἐστιν ἐξ ἀνάγκης.
ζʹ. Ἀλλὰ δὴ καὶ τὰ ἐφεξῆς τοῦ λόγου κατίδωμεν. «εἰ δὲ μὴ φθαρτόν», φησί, «τὸ πᾶν, διότι μηδὲν ἔχῃ φθαρτικόν, οὐδὲ γενητόν ἐστιν· ἐξ οὗ γὰρ ἡ γένεσις ἑκάστῳ, τοῦτο ἑκάστῳ φθαρτικόν· κρατηθὲν μὲν γὰρ γενέσεως συναίτιον, κρατῆσαν δὲ φθορᾶς· ὥστε, εἰ μηδέν ἐστιν αὐτὸ φθεῖρον, οὐδὲν ἔχει, ἐξ οὗ ἂν γένοιτο καὶ τὰ ἑξῆς». δείξας ὁ Πρόκλος, ὡς ἐνόμισεν, ἐκ τοῦ θεὸν εἶναι τὸν κόσμον τὸ μηδὲν ἔχειν αὐτὸν κακὸν καὶ διὰ τοῦτο μηδὲν ἔχειν φθαρτικὸν ἐκ τούτου πάλιν πειρᾶται δεικνύναι, ὡς οὐδὲ γέγονεν· τὸ αὐτὸ γάρ φησιν καὶ φθορᾶς καὶ γενέσεως αἴτιον, ἀλλὰ κρατηθὲν μὲν γενέσεως, κρατῆσαν δὲ φθορᾶς. εἴπερ οὖν φθείροιτο, φησίν, τὸ πᾶν τεταγμένον καὶ κεκοσμημένον, ὑπʼ οὐδενὸς ἂν φθείροιτο ἢ ὑπὸ τῆς ἀταξίας τε καὶ ἀκοσμίας· αὕτη γὰρ τῷ τεταγμένῳ καὶ κεκοσμημένῳ κακόν. εἰ οὖν μηδέν ἐστιν, φησίν, τῷ κόσμῳ κακόν, οὐδʼ ἂν ἔχοι μαχομένην ἀταξίαν τε καὶ ἀκοσμίαν, ἧς κρατούσης μὲν φθείρεσθαι, κρατουμένης δὲ γίνεσθαι τὸ πᾶν συμβαίνει. ἀλλʼ ἐπεὶ ἐδείξαμεν ἱκανῶς, ὡς ὅτι καὶ ὁ κόσμος τοῦ παρὰ φύσιν ἐστὶν δεκτικὸς διά γε τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως, παρὰ φύσιν δὲ τῷ τεταγμένῳ ἡ ἀταξία καὶ τῷ κεκοσμημένῳ ἡ ἀκοσμία, ἕξει ἄρα καὶ ὁ κόσμος τὰ φθοροποιὰ ἑαυτοῦ αἴτια. ἀλλὰ μὴν τὸ τῆς φθορᾶς αἴτιον τοῦτό φησιν ὁ Πρόκλος καὶ γενέσεως εἶναι αἴτιον· ἕξει ἄρα κατὰ τοῦτο καὶ ἐξ οὗ ἂν ὁ κόσμος γένοιτο. ἐμοὶ μὲν οὖν οὐκ ἀληθὲς εἶναι δοκεῖ τὸ φθορᾶς συναίτιον τοῦτο πάντως καὶ γενέσεως εἶναι συναίτιον. ἀλλʼ ἵνα μὴ παρεκβαίνοντες τὸν λόγον μηκύνωμεν, τοῦτο μὲν ἡμῖν παρείσθω· εἰ γὰρ καὶ καθόλου τὸ εἰρημένον ἀληθὲς ἦν, δεδειγμένου τοῦ ὅτι καὶ τῷ κόσμῳ ἔστιν τὸ παρὰ φύσιν καὶ τὸ τῆς φθορᾶς αἴτιον ἔστιν δηλονότι κατὰ τὴν τοῦ Πρόκλου ὑπόθεσιν καὶ τὸ τῆς γενέσεως αὐτοῦ συναίτιον.
ηʹ. Ἐπειδὴ δὲ διατεθρυλημένον παρʼ Ἕλλησιν ἐφεξῆς ὁ Πρόκλος κεκίνηκε λόγον— «μὴ ὄντος» γάρ, φησίν, «ἐξ οὗ ἂν γένοιτό τινος, οὐδὲ γένοιτο ἄν· δεῖ γὰρ ἔκ τινος γίνεσθαι πᾶν τὸ γιγνόμενον, ἐκ μηδενὸς δέ τι γίνεσθαι», φησίν, «ἀδύνατον» —, φέρε πρότερον ἐπαγωνισάμενοι τῷ λόγῳ, ἵνα μὴ ἐρήμην αὐτοῦ καταψηφισώμεθα, οὕτω τὰ κατὰ δύναμιν τῇ ἀληθείᾳ συνηγορήσωμεν. ὅτι οὖν πᾶν τὸ γινόμενον ἔκ τινος ὄντος γίνεται, πιστεύσειεν ἄν τις εἰς πάντα τὰ γινόμενα ἀποβλέπων· γίνεται γὰρ ἄνθρωπος ἐκ καταμηνίου καὶ σπέρματος καὶ συκῆ πάλιν ἐκ κεγχραμίδος καταβληθείσης καὶ ἀρδεύοντος ὕδατος, ἀλλὰ δὴ καὶ ἐξ ἀέρος πυκνωθέντος μὲν γίνεται ὕδωρ, μανωθέντος δὲ πῦρ, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων φυσικῶν τε καὶ τεχνητῶν ὡσαύτως. ὥστε, φασίν, εἰ μὴ ἦν τι πρὸ τῆς τοῦ κόσμου γενέσεως, ἐξ οὗ ὁ κόσμος γέγονεν, ἀδύνατον ὅλως αὐτὸν γεγονέναι· εἰ δὲ ἦν, ἢ ἀγένητον ἦν πάντως ἢ γενητόν. ἀλλʼ εἰ μὲν γενητόν, διὰ τί μὴ αὐτόθεν ἐπὶ τοῦ κόσμου τὸ ἀγένητον ὑποτιθέμεθα, εἴπερ ὅλως ἐνδέχεταί τι τῶν τοῦ κόσμου εἶναι ἀγένητον, φημὶ δὴ τό, ἐξ οὗ γέγονεν; εἰ δὲ κἀκεῖνο γενητόν ἐστιν, πάλιν κἀκεῖνο ἐξ ἄλλου γενήσεται καὶ τοῦτο ἐπʼ ἄπειρον. ἐξ οὗ συνάγουσιν, ὡς, εἴπερ ταῦτα ἀδύνατα, ἀδύνατον γενητὸν εἶναι τὸν κόσμον· ὥστε ἀγένητος ἔσται. οἷς μὲν οὖν ἄν τις συνηγορήσειεν λόγοις τῷ πᾶν τὸ γινόμενον ἔκ τινος ὄντος γίνεσθαι καὶ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι καὶ διὰ τοῦτο καὶ τὸν κόσμον μὴ εἶναι ἀγένητον, οὗτοί εἰσιν· ἃ δʼ ἄν τις ὑπαντῶν πρὸς τὰ εἰρημένα φήσειεν, ταῦτά ἐστιν.
θʹ. Πρῶτον μὲν εἰ τῶν καθʼ ἕκαστον — Σωκράτους φημὶ καὶ Πλάτωνος καὶ τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοῦ ὕδατος καὶ τῶν τῇδε γενομένων πάντων — ἡ φύσις ἐστὶν τὸ προσεχὲς τῆς γενέσεως αἴτιον, τὸ δὲ ὅλον καὶ πᾶν ἀμέσως ὑπὸ θεοῦ δημιουργεῖται, ὡς καὶ Πλάτων φησίν, πῶς οὐκ ἄθεον τὸ λέγειν μὴ δύνασθαι τὸν θεὸν δημιουργεῖν, εἴπερ τὸ μὴ πρότερον ὂν εἰς τὸ εἶναι παράγοι, εἰ μὴ ὡς ἡ φύσις δημιουργῇ τῶν μερικῶν ἕκαστον; εἰ γὰρ δημιουργεῖ μὲν καὶ ἡ τέχνη, δημιουργεῖ δὲ καὶ ἡ φύσις, οὐχ ὁμοία δʼ ἡ ἀμφοῖν δημιουργία, ἀλλʼ ἡ μὲν τέχνη φέρε εἰπεῖν ἡ τεκτονικὴ οὐδὲν ἔξωθεν αὐτὴ ὑποστήσασα μόνῃ τῇ τῶν ξύλων συνθέσει τὸ τοῦ ἀβακίου τυχὸν ἢ τῆς θύρας ἀποτελεῖ σχῆμα, ἡ δὲ φύσις οὐ μόνον τὴν κρᾶσιν καὶ σύνθεσιν τῶν στοιχείων ἐργάζεται ἀλλʼ ἤδη καὶ τὰς οὐσίας αὐτὰς καὶ τὰ εἴδη τῶν πραγμάτων ὑφίστησιν οὐ πρότερον ὄντα — φημὶ δὴ τὸ τῆς σαρκὸς εἶδος καὶ τὸ τοῦ ὀστοῦ φλεβός τε καὶ νεύρου καὶ τῶν λοιπῶν τοῦ ζῴου μορίων καὶ τὴν ἐν τούτοις ζωτικὴν δύναμιν θρεπτικήν τε καὶ αὐξητικὴν αἰσθητικήν τε καὶ κινητικὴν καὶ τὰς λοιπὰς ἐν τῇ ποιᾷ μὲν τῶν στοιχείων ὑφισταμένας συνθέσει τε καὶ κράσει, ἑτέρας δὲ τῆς κράσεως εἶναι ἀποδεδειγμένας, ἔτι δὲ καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ἀπείρους διαφοράς τε καὶ ποικιλίας —, εἰ τοίνυν τοσοῦτον ὑπερέχει τῆς τέχνης ἡ φύσις, πῶς οὐκ ἀνάγκη τὴν τοῦ θεοῦ δημιουργίαν ἀσυγκρίτῳ ὑπεροχῇ ὑπεραναβεβηκέναι τῆς φύσεως; οὐκοῦν, εἰ ἡ φύσις τὰ εἴδη μὴ ὄντα πρότερον παράγει τὴν ὕλην ἐκ τῶν ὄντων λαβοῦσα καὶ ἐν αὐτῇ τὰ εἴδη γεννήσασα διὰ τὸ ἀδυνάτως ἔχειν μὴ προϋποκειμένου τινὸς τὴν δημιουργικὴν ἑαυτῆς ἐνδείκνυσθαι δύναμιν ἀλλὰ δεῖσθαί τινος ὑποκειμένου, εἰς ὃ ἐργάσεται, οἷα δὴ καὶ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχουσα καὶ χωρὶς τούτου μήτε εἶναι μήτε ἐνεργεῖν δυναμένη, ἀνάγκη πᾶσα, εἴπερ καὶ ὁ θεὸς δημιουργεῖ καὶ εἰς τὸ εἶναι παράγει τὰ ὄντα, ἔχειν τι πλέον τὴν αὐτοῦ δημιουργίαν τῆς φύσεως. οὐδὲν δʼ ἂν ἔχοι πλέον, εἰ μὴ δύναιτο ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος εἰς τὸ εἶναι παράγειν τὰ πράγματα ἀλλὰ δέοιτο καὶ αὐτὸς ὥσπερ ἡ τέχνη τε καὶ ἡ φύσις ὑποκειμένου τινὸς προϋπάρχοντος, ἐν ᾧ τὴν δημιουργικὴν ἑαυτοῦ ἐνέργειαν ἐπιδείξηται, καὶ μηδὲ τοσοῦτον ὑπερέχῃ τῆς φύσεως, ὅσον τῆς τέχνης ἡ φύσις. εἰ οὖν, ὅπερ εἶπον, ἀσυγκρίτως ὑπερέχειν δεῖ τῆς φύσεως τὸν θεόν, ἡ δὲ φύσις ἐκ τῶν ὄντων τὸ ὑποκείμενον καὶ τὴν ὕλην λαβοῦσα μόνα τὰ εἴδη εἰς τὸ εἶναι δημιουργήσασα παράγει, ἀνάγκη πᾶσα, εἴπερ τι καὶ ὁ θεὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, μὴ μόνον τὰ εἴδη τῶν δημιουργουμένων ἀλλὰ καὶ αὐτὸ παράγειν τὸ ὑποκείμενον οὐκ ὂν πρότερον ἢ οὐδὲν ἕξει πλέον τῆς φύσεως. οὐδεμία ἄρα ἀνάγκη, ὥσπερ τῶν μερικῶν ἕκαστον ἐξ ὄντων γίνεται, οὕτω καὶ τὸ πᾶν, εἰ γίνοιτο ὑπὸ θεοῦ, ἔκ τινος πρότερον ὄντος γίνεσθαι.
ιʹ. Δεύτερον εἰ, ἐπειδὴ τῶν μερικῶν ἕκαστον ἐξ ὄντος γίνεται, διὰ τοῦτο καὶ τὸ πᾶν ἀξιοῦσι, εἴπερ γίνοιτο, ἐξ ὄντος γίνεσθαι, πρόδηλον ὅτι, ἅπερ ἐπὶ τῶν καθʼ ἕκαστον συμβαίνει, ταῦτα καὶ ἐπὶ τοῦ παντὸς συμβαίνειν ἀξιοῦσιν· ὥσθʼ ὁμοιοπαθὲς εἶναι τὸ ὅλον τοῖς μέρεσιν ἐκ τούτων κατασκευάζουσιν. οὐκοῦν, ἐπειδὴ τὰ τοῦ κόσμου μέρη ἤγουν στοιχεῖα, ἐξ ὧν τὸ εἶναι ἔχει, φθαρτά ἐστιν καὶ οὐδὲν ἔστιν στοιχείου μέρος, ὃ μὴ γινόμενόν ἐστιν καὶ φθαρτόν, ἐδείξαμεν δὲ πρότερον, ὡς οὐδʼ αἱ τῶν στοιχείων ὁλότητες αἱ αὐταὶ κατὰ ἀριθμὸν μένουσιν, ὡς δὲ τὰ μέρη ἔχει, οὕτω καὶ τὸ πᾶν ἔχειν ἀνάγκη ὅσον ἐκ τῶν νῦν εἰρημένων, καὶ τὸ πᾶν ἄρα γενητὸν ἔσται καὶ φθαρτόν. πάλιν ἐπειδὴ τῶν μερικῶν ἕκαστον γινόμενον ἔκ τινος ὄντος γίνεται, διὰ τοῦτο ἀξιοῦσι καὶ τὸ πᾶν, εἴπερ γίνοιτο, ἔκ τινος προϋποκειμένου γίνεσθαι. οὐκοῦν, ἐπειδὴ τῶν μερικῶν μὲν δημιουργός ἐστιν ἡ φύσις, τοῦ δὲ ὅλου καὶ παντὸς ὁ θεός, ἑκάστου δὲ τῶν μερικῶν ἡ δημιουργοῦσα αὐτὰ φύσις προϋπάρχει καὶ χρόνῳ δευτέρα ἐστὶν τῆς παραγούσης φύσεως τὰ παραγόμενα, καὶ τοῦ κόσμου ἄρα προϋπάρξει ὁ τούτου δημιουργός, εἰ καὶ ἐξ ὄντος ἀγενήτου τινὸς αὐτὸν ἐδημιούργησεν· ὥστε οὐ συνυπάρξει ἐξ ἀϊδίου τῷ θεῷ ὁ κόσμος· τίς γὰρ ἡ ἀποκλήρωσις ἐπὶ τινῶν μὲν ἐξομοιοῦν ἀναγκάζειν τὴν τοῦ ὅλου γένεσιν τῇ τῶν μερικῶν γενέσει, ἐπὶ τινῶν δὲ μή; ὅτι γάρ, εἰ καὶ ἀΐδιον εἶναι τὸν κόσμον λέγουσιν, ὅμως γοῦν δημιουργὸν αὐτοῦ εἶναι τὸν θεὸν συγχωροῦσιν, πρόδηλον. ἔστιν δὲ καὶ τῶν κατὰ μέρος ἡ φύσις δημιουργός. εὔλογον οὖν κἀνταῦθα τὰ αὐτὰ ἐπὶ τῆς τοῦ ὅλου δημιουργίας συγχωρεῖν ἕπεσθαι, ἅπερ ἐπὶ τῆς τῶν μερικῶν συμβαίνει. εἰ δὲ μὴ συγχωροῦσιν τοῖς μέρεσιν τὸ ὅλον ἀκολουθεῖν μηδʼ, ὅσα τοῖς μέρεσι συμβαίνει, ταῦτα καὶ τῷ ὅλῳ συμβαίνειν, οὐκ ἄρα οὐδέ, εἰ τὰ μερικὰ πάντα γινόμενα ἐξ ὄντων γίνεται, ἤδη διὰ τοῦτο καὶ τὸ ὅλον, εἰ γέγονεν, ἐξ ὄντος καὶ αὐτὸ γεγονέναι ἀνάγκη· εἰ γὰρ μὴ ὁμοίως ἥ τε φύσις δημιουργῇ καὶ ὁ θεός, ἡ δὲ φύσις ἐξ ὄντων δημιουργεῖ, ὁ ἄρα θεὸς οὐκ ἐξ ὄντων δημιουργήσει ἀλλʼ ἐκ μὴ ὄντων· ὥσπερ γὰρ κινεῖται μὲν καὶ τῶν μερῶν ἕκαστον, κινεῖται δὲ καὶ τὸ πᾶν, οὐχ ὡς κινεῖται δὲ τὰ μερικά, οὕτω καὶ τὸ πᾶν κινεῖται· τὸ μὲν γὰρ ὅλον ἐξ ὅλου τόπον ἀμείβει, τὸ δὲ πᾶν τοῦ ὅλου τόπου μὴ μεθιστάμενον περὶ τὸ ἴδιον κέντρον ἐκπεριέρχεται, ἵνα καὶ κινεῖται ἅτε δὴ φυσικὸν ὂν σῶμα, εἴπερ ἡ φύσις κινήσεώς ἐστιν καὶ ἠρεμίας ἀρχή, καὶ μένει πάλιν ὡσαύτως ἔχον, ἐπεὶ μηδὲ ἔστιν τις ἑτέρα χώρα, εἰς ἣν ἂν μετασταίη ὅλον καθʼ ὅλον αὐτὸ μεθιστάμενον, καὶ οὐδεμία ἐστὶν ἀνάγκη οὔτε τὰ καθʼ ἕκαστον τὴν τοῦ παντὸς κινεῖσθαι κίνησιν οὔτʼ αὖ πάλιν τὸ πᾶν τὴν τῶν καθʼ ἕκαστον. οὕτω δήπου κατὰ τὸ ἀκόλουθον οὐδέ, εἰ τὸ πᾶν γέγονεν καὶ τῶν μερικῶν ἕκαστον γέγονεν, τὴν αὐτὴν ἀμφοῖν εἶναι γένεσιν ἀνάγκη, ἀλλʼ ἔμπαλιν, ἤπερ ἡ κίνησις ἔχει, τὸ μὲν πᾶν, εἴπερ γέγονεν, ὅλον καθʼ ὅλον αὐτὸ γεγονέναι ἀνάγκη, ἵνα τῷ ὄντι τοῦ παντὸς εἴη ἡ γένεσις, τὰ δὲ καθʼ ἕκαστον μηκέθʼ ὁμοίως ἀλλʼ ἐξ ὄντων γίνεσθαι καὶ εἰς ὂν πάλιν φθειρόμενα ἀναλύεσθαι. καὶ τοῦτο εἰκότως· ἤδη γὰρ τοῦ κόσμου συστάντος, διὰ δὲ τὴν γένεσιν καὶ τὴν φθορὰν χρησίμην τῷ παντὶ οὖσαν τῶν μερῶν τοῦ παντὸς γινομένων τε καὶ φθειρομένων ἀδύνατον ἦν εἰς τὸ πάντῃ μὴ ὂν καθʼ ὅλα αὐτὰ τὰ φθειρόμενα γίνεσθαι καὶ μηδὲν ἐν ταὐτῷ μένειν· οὕτω γὰρ τῷ μακρῷ χρόνῳ ἄλλον ἐξ ἄλλου τὸν κόσμον ἀνάγκη ἦν γίνεσθαι· τοῦτο γὰρ ἂν ἔπαθεν, ὅπερ ἡ κατὰ σανίδα ἀμειβομένη ναῦς ὑπομένει καὶ τέλος πᾶσα ἀμειφθεῖσα καὶ ἄλλη ἐξ ἄλλης γινομένη, κἂν τὸ αὐτὸ εἶδος πεφύλακται. εἰ οὖν ἔδει μένειν ἕνα καὶ τὸν αὐτὸν ὄντα κόσμον, ἔδει δὲ καὶ γένεσιν εἶναι καὶ φθοράν, ἀδύνατον ἦν ἀμφότερα ἅμα σῴζεσθαι μὴ τῶν μερῶν εἰς ἄλληλα μεταβαλλόντων καὶ ταύτῃ τήν τε γένεσιν καὶ τὴν φθορὰν ἐργαζομένων καὶ ὡς ἐνδέχεται τὴν τοῦ κόσμου φυλασσόντων ταυτότητα. εἰ δὲ τὸ πᾶν γίνοιτο, οὐδεμία ἐστὶν ἀνάγκη ἐξ ὄντος αὐτὸ γίνεσθαι· οὕτω γὰρ ἂν ἡμιτελὴς ἡ τοῦ θεοῦ δημιουργία ὑπῆρχεν, τὸ δὲ εἶδος μόνον χωρὶς τοῦ ὑποκειμένου εἰς τὸ εἶναι παράγουσα· ἀλλʼ ὅλον καθʼ ὅλον αὐτό, εἴπερ γίνοιτο, τὸ πᾶν ἐκ τοῦ μὴ ὄντος ὑφίστασθαι ἀνάγκη. ἢ οὖν δεικνύτωσαν ἐξ ἑτέρων τινῶν ἀναγκαίων καὶ ἀνελέγκτων λόγων, ὡς οὐ γέγονεν ὁ κόσμος ἀλλʼ ἀΐδιον ἔχει τὴν ὕπαρξιν, ἤ, εἴπερ γίνοιτο, οὐδεμία ἐστὶν ἀνάγκη ἐξ ὄντος αὐτὸν γίγνεσθαι διὰ τὸ τῶν μερικῶν ἕκαστον ἐξ ὄντος γίνεσθαι, τοὐναντίον δὲ μᾶλλον ὅλον καθʼ ὅλον αὐτὸν ἐκ τοῦ μὴ ὄντος ὑφίστασθαι, ἵνα τὸ πᾶν τῷ ὄντι ὡς πᾶν γίνοιτο.
αιʹ. Οὕτω μὲν οὖν συγχωρήσαντες πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι οὐδεμίαν εὕρομεν ἀνάγκην ὡς καὶ τὸ πᾶν, εἴπερ γίνοιτο, ἐξ ὄντος καὶ αὐτὸ γίνεσθαι. μήποτε δʼ οὐδʼ ἀληθές ἐστιν τὸ πάντως ἐξ ὄντων τὰ γινόμενα γίνεσθαι· τῶν γὰρ γενητῶν ἁπάντων καὶ μὴ ἀϊδίων ἐξ ὕλης καὶ εἴδους συνεστώτων, ἔτι δὲ καὶ τῆς γενέσεως μεταβολῆς οὔσης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ὥσπερ οὖν καὶ τῆς φθορᾶς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, πότερον καθʼ ὅλον αὐτὸ — καὶ κατὰ τὴν ὕλην φημὶ καὶ κατὰ τὸ εἶδος — τὸ σύνθετον γίνεται — τουτέστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλει· τοῦτο γάρ ἐστιν ἡ γένεσις — ἢ οὐ καθʼ ὅλον αὐτό; εἰ μὲν οὖν καθʼ ὅλον αὐτὸ τὸ γινόμενον γίνεται — καὶ κατὰ τὴν ὕλην φημὶ καὶ κατὰ τὸ εἶδος —, δηλονότι καὶ καθʼ ὅλον αὐτὸ τὸ φθειρόμενον φθείρεται. ὥστε οὐ μόνον τὸ εἶδος ἀλλὰ καὶ τὴν ὕλην γίνεσθαί τε καὶ φθείρεσθαι ἀνάγκη. ἀλλὰ τὴν ὕλην καὶ αὐτοῖς δοκεῖ μήτε γίνεσθαι μήτε φθείρεσθαι καὶ ἀκουσόμεθα τοῦτο ἐν τοῖς ἐφεξῆς τοῦ Πρόκλου λέγοντος· τὸ αὐτὸ δὲ καὶ ὁ Ἀριστοτέλης πρὸς τῷ τέλει τοῦ πρώτου λόγου τῆς φυσικῆς εἴρηκεν ἀκροάσεως. οὐκ ἄρα καθʼ ὅλον αὐτὸ τὸ σύνθετον γίνεταί τε καὶ φθείρεται. τὰ μὲν οὖν περὶ τῆς ὕλης ὅπως ἔχει, ἐν ἑτέροις ἐπισκεψώμεθα, ἐν οἷς ταύτης μεμνήσεται ὁ φιλόσοφος, εἴτε τῷ ὄντι ἡ πρώτη καλουμένη ὕλη ἀσώματός ἐστιν εἴτε οὔ, καὶ εἴτε πάντῃ ἐστὶν ἀγένητος καὶ ἀΐδιος εἴτε οὔ. καὶ εἰ μὲν ἐδόκει ἀληθὲς εἶναι τὸ ἐν τοῖς γινομένοις νῦν ὑπὸ φύσεως καὶ φθειρομένοις μήτε γίνεσθαι τὸ κοινὸν τῶν πραγμάτων ὑποκείμενον μήτε φθείρεσθαι — ἡ γὰρ τῆς σαρκὸς εἰ τύχοι φθορὰ τὸ μὲν εἶδος τῆς σαρκὸς ἔφθειρεν τόδε, τὸ δὲ τούτῳ ὑποκείμενον σῶμα οὐκέτι· μένει γὰρ τὸ τριχῇ διαστατὸν οὐδὲν κατὰ τὸν λόγον τῆς οἰκείας πεπονθὸς φύσεως· τοῦτο γάρ ἐστιν ἡ τοῦ σώματος φύσις, οὐσία τριχῇ διεστῶσα. ὡσαύτως, εἰ φθαρείη μὲν ὕδωρ, ἐκ τοῦδε ἀὴρ δὲ γένοιτο, ὕδατος μὲν φθορὰ καὶ ἀέρος ὑπέστη γένεσις, τὸ δὲ ἀμφοῖν ὑποκείμενον—τοῦτο δέ ἐστιν τὸ ἄποιον σῶμα—οὐδεμίαν τροπὴν ὑπέμεινεν, ᾗ σῶμά ἐστιν, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος—εἰ τοίνυν τὸ πρῶτον ὑποκείμενον καὶ ἡ ὕλη οὔτε γίνεται ἐν τοῖς γινομένοις οὔτε φθείρεται ἐν τοῖς φθειρομένοις, οὔτε ἄρα καθʼ ὅλα αὐτὰ τὰ σύνθετα φθείρεται — μένει γὰρ ἐν τοῖς φθειρομένοις ἡ ὕλη ἀμετάβλητος — οὔτε κατὰ τὴν ὕλην ἡ φθορὰ γίνεται. λείπεται οὖν τὸ εἶδος εἶναι τὸ φθειρόμενον, τουτέστιν ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μεταβάλλον. οὐκοῦν τούτου ἐστὶν καὶ ἡ γένεσις, τουτέστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβολή· τὸ γὰρ σῶμα φέρʼ εἰπεῖν τὸ τῷ ἄρτῳ ὑποκείμενον οὐκ ὂν σὰρξ γέγονεν σάρξ, καὶ πάλιν τῆς σαρκὸς φθαρείσης τὸ μὲν εἶδος τὸ τῆς σαρκὸς εἰς τὸ μὴ ὂν οἴχεται, τὸ δὲ σῶμα πάλιν οὐδὲν ἧττόν ἐστιν σῶμα· οὔτε γὰρ εἰς ἀσώματον ἡ φθορὰ τῶν πραγμάτων γίνεται οὔτε ἐξ ἀσωμάτων ἡ γένεσις· ὥστε τὸ σῶμα μένει παντελῶς ἀμετάβλητον. οὐκ ἄρα τοῦ παντός ἐστιν ἐν τοῖς συνθέτοις ἡ φθορὰ καὶ ἡ γένεσις ἀλλὰ μόνου τοῦ εἴδους· εἰ γὰρ καὶ λέγεται τὸ σύνθετον γίνεσθαι, ἀλλʼ ἀπὸ μέρους τοῦ παντὸς κατηγορεῖται ἡ γένεσις· τὸ γὰρ εἶδός ἐστιν τὸ κυρίως γινόμενον· ὥσπερ κἂν εἰ λέγοιτο Σωκράτης τύπτεσθαι ἢ βαδίζειν ἢ ἀμφιέννυσθαι, οὐχὶ καθʼ ὅλον αὐτὸν — καὶ κατὰ τὴν ψυχήν φημι καὶ κατὰ τὸ σῶμα — τῶν εἰρημένων ἕκαστον ὑπομένει ἀλλὰ κατὰ μόνον τὸ σῶμα, ὥσπερ ἐκ τοῦ ἐναντίου, εἴπερ λέγοιτο σοφὸς εἶναι ἢ δίκαιος, πάλιν ἀπὸ μέρους τῆς ψυχῆς κατὰ τοῦ ὅλου ἡ κατηγορία φέρεται· εἰώθαμεν γὰρ τὰ τῷ μέρει συμβαίνοντα τοῦ παντὸς κατηγορεῖν διὰ τὴν σύνθεσιν. εἰ τοίνυν ταῦθʼ οὕτως ἔχει καὶ ἡ γένεσις καὶ ἡ φθορὰ κυρίως τῶν εἰδῶν ἐστιν, εἰ μὲν ἅπαντα τὰ ἔνυλα εἴδη ἀΐδιά ἐστιν — λέγω δὴ τὰ καθʼ ἕκαστον, ἐν οἷς ἐστιν καὶ ἡ φθορὰ καὶ ἡ γένεσις —, ἔστω μηδὲν μήτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι μήτε εἰς τὸ μηδαμῶς ὂν φθείρεσθαι. εἰ δὲ μήτε τὸ τῆς σαρκὸς εἶδος μηδὲ τὸ τοῦ αἵματος ἢ ὀστοῦ μήτε τὰ χρώματα καὶ τὰ σχήματα μήτε τῶν ἄλλων ἐνύλων εἰδῶν μηδὲν ἀΐδιόν ἐστιν, δηλονότι ἕκαστον τούτων πρὶν γενέσθαι οὐκ ὂν κατὰ τὸν οἰκεῖον λόγον τῆς φύσεως εἶτα εἰς τὸ εἶναι παραχθὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος εἰς τὸ ὂν μεταβέβληκεν καὶ φθαρὲν εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν πάλιν μεθέστηκεν· ἡ γὰρ ἐν τῷδε τῷ κύκνῳ λευκότης πρὶν τὸν κύκνον γενέσθαι οὐ δήπου ὑφειστήκει γε καὶ τῶν ὄντων ἦν, ἀλλʼ ἅμα τῇ τοῦ κύκνου γενέσει πρώτην ἔσχεν ἐν αὐτῷ τὴν ὑπόστασιν· οὐκοῦν καὶ τοῦ κύκνου φθαρέντος οὐχ ὑπομένει που ἡ λευκότης, ἀλλʼ εἰς τὸ μὴ ὂν ὅλως μεθίσταται. καὶ καθόλου δὲ εἰπεῖν τῶν τε ἐνύλων εἰδῶν καὶ τῶν σχημάτων ἕκαστον — οἷον τὸ τῆς σαρκὸς φέρε καὶ τὸ τοῦ ὀστοῦ καὶ τόδε τὸ τρίγωνον καὶ ὅδε ὁ κύκλος — τῶν τε ποιοτήτων ἑκάστη — θερμότης φημὶ καὶ ψῦξις, λευκότης καὶ μελανία καὶ τὰ παραπλήσια —, ἔτι δὲ καὶ αἱ ἄλογοι τῆς ψυχῆς δυνάμεις — λέγω δὴ θρεπτικὴ καὶ αὐξητικὴ γεννητική τε καὶ αἰσθητικὴ καὶ ὀρεκτικὴ καὶ αἱ λοιπαί —, ταῦτα οὖν καὶ τὰ τοιαῦτα ἐπείπερ ἐν ὑποκειμένοις σώμασιν τὸ εἶναι ἔχουσιν, ἀνάγκη πᾶσα τῶν μερικῶν σωμάτων, ἐν οἷς ὑφεστήκασι, φθειρομένων εἰς ὕλην αὐτὰ ἀνατρέχειν καὶ οἷον ὕλην γίνεσθαι ἢ εἰς ἕτερόν τι μεταβαίνειν ὑποκείμενον καὶ σῶμα κἀκεῖνο ψυχοῦν καὶ ὅλως εἰδοποιεῖν — ὥσπερ ἐπὶ τῆς λογικῆς ψυχῆς Ἑλλήνων ὑποτίθενται παῖδες — ἢ εἰς ἁπλούστερά τινα ἀναλύεσθαι — ὡς αἱ συλλαβαὶ εἰς τὰ γράμματα καὶ ἡ οἰκία εἰς λίθους καὶ ξύλα — ἢ εἰς οἰκείαν τινὰ ὁλότητα ἀνατρέχειν — ὥσπερ ἂν εἰ τὸ ἐν ἡμῖν πυρῶδες διαφορηθὲν ἐπὶ τὴν ὁλότητα τοῦ πυρὸς ἀναδράμοι — ἢ εἰς ἕτερον εἶδος μεταβάλλειν — οἷον εἰ ἡ μελανία φθαρεῖσα λευκότης τυχὸν γίνοιτο ἢ γλυκύτης ἢ ἄλλο τι — ἢ καθʼ ἑαυτὰ χωρὶς ὕλης ὑφεστάναι — ὥσπερ τὰ νοητὰ εἴδη· ἤ, εἰ μηδὲν τούτων δυνατὸν εἶναι δειχθείη—οὐδὲ πλάσαι δὲ τρόπον ἕτερον τῆς ἀναλύσεως αὐτῶν ὅσον ἐμέ γε εἰδέναι ἐνδέχεται—, λείπεται εἰς τὸ πάντῃ μὴ ὂν αὐτὰ φθειρομένου τοῦ ὑποκειμένου σώματος ἀναλύεσθαι. ὅτι μὲν οὖν οὐδὲν τῶν ἐνύλων εἰδῶν οὐδὲ τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων φθειρόμενον ὕλη γίνεται, καὶ παρʼ αὐτοῖς τοῖς Ἑλλήνων σοφοῖς ὡμολόγηται. οὐδὲν γὰρ εἶδος οὐδὲ ψυχικὴ δύναμις τὸ εἶναι καὶ τὴν οὐσίαν ἐκ τῆς ὕλης λαμβάνει οὔτε γεννώσης αὐτῆς τὰ εἴδη οὔτε τρεπομένης εἰς τὴν τῶν εἰδῶν φύσιν καὶ αὐτὸ εἴδη γινομένης· γεννητικὴ μὲν γὰρ τῶν εἰδῶν οὐκ ἔστιν, διότι οὐκ ἐνδέχεται ἐκ τῶν χειρόνων τὰ κρείττονα γίνεσθαι· πῶς γὰρ οἷόν τέ ἐστιν τὴν ἀναίσθητον ὕλην καὶ ἄζωον καὶ ὅλως ἀνείδεον αἰσθήσεως καὶ ψυχῆς καὶ ὅλως εἴδους εἶναι αἰτίαν; τὰ γὰρ κρείττονα τῶν χειρόνων γεννητικά τε καὶ αἴτια, οὐκ ἔμπαλιν τῶν κρειττόνων τὰ χείρονα· ἡ μὲν γὰρ ὕλη ἕνεκά του, τὸ δὲ εἶδος οὗ ἕνεκα, κρεῖττον δὲ πανταχοῦ τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του. ἀλλὰ δὴ πρῶτον τῇ φύσει τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του· εἰ γὰρ καὶ καθʼ ὕπαρξιν ἅμα εἰσὶν ἢ οὔκ εἰσιν, ἐπειδὴ καὶ τῶν πρός τι εἰσίν, ἀλλʼ οὖν γε προεπινοεῖσθαι τὸ οὗ ἕνεκα ἀνάγκη καὶ διὰ τοῦτο τὸ ἕνεκά του παρασκευάζεσθαι· τοῦ γὰρ εἴδους ἕνεκα τῆς οἰκίας ἤδη προεπινενοημένου τὴν τοιάνδε ὕλην παρασκευάζομεν καὶ οὐχὶ διὰ τὴν ὕλην τὸ εἶδος· ὥσπερ ἀμέλει καὶ πατὴρ καὶ υἱὸς τῶν πρός τι μέν, ἀλλὰ φύσει πρότερος ὁ πατήρ, καὶ τὸ γένος καὶ τὸ εἶδος τῶν πρός τι, ἀλλὰ τῇ φύσει τὸ γένος πρότερον· οὕτως οὖν καὶ τὸ οὗ ἕνεκα τῇ φύσει πρότερόν ἐστιν τοῦ ἕνεκά του, εἰ καὶ τῶν πρός τι εἰσίν. εἰ δὲ τῇ φύσει πρῶτον τὸ οὗ ἕνεκα, οὐκ ἂν εἴη αὐτοῦ τὸ ἕνεκά του αἴτιον· πρῶτα γὰρ τῇ φύσει τῶν αἰτιατῶν τὰ αἴτια. ὥστε, εἰ ἡ μὲν ὕλη ἕνεκά του, τὸ δὲ εἶδος οὗ ἕνεκα, οὐκ ἄρα τῶν εἰδῶν γεννητική ἐστιν ἡ ὕλη· τὸ γὰρ γεννῶν τοῦ γεννωμένου ποιητικόν ἐστιν αἴτιον, τὸ δὲ ἕνεκά του αἴτιον εἶναι τοῦ οὗ ἕνεκα ἀδύνατον. ἀλλʼ οὐδʼ εἰς τὰ εἴδη τρέπεσθαι τὴν ὕλην ἐνδέχεται καὶ οἷον μεταβαλλομένην ἐκεῖνα γίνεσθαι οὐδʼ αὖ πάλιν τὰ εἴδη φθειρόμενα ὕλην γίνεσθαι· εἰ γὰρ τὰ σύνθετα ἐξ ὕλης καὶ εἴδους τῶν ἁπλουστάτων σύγκειται, πῶς ἔτι τὸ εἶδος εἰς ὕλην ἀναλυθήσεται; οὐκέτι γὰρ δύο στοιχεῖα τῶν σωμάτων ἡ ὕλη καὶ τὸ εἶδος ἔσται, ἀλλʼ ἓν μόνον ἡ ὕλη καὶ σύνθεσις οὐδεμία ἐν τοῖς πράγμασιν. πῶς δὲ ὅλως ἡ ἀμετάβλητος ὕλη εἰς εἴδους φύσιν μεταβληθείη ἄν; οὐκέτι γὰρ σώσει τὸ ἀμετάβλητον· εἰ γὰρ μὴ ταὐτὸν ὕλη καὶ εἶδος, ἡ δὲ ὕλη μεταβληθεῖσα γίνεται εἶδος, οὐκέτι δήπουθεν ἔμεινεν ὕλη· τὸ γὰρ μεταβάλλον εἴς τι καθʼ αὑτὸ οὐκέτι μένει ὅπερ ἦν· μεταβάλλει γὰρ ὁ ἀὴρ εἰς ὕδωρ τυχὸν ἢ εἰς πῦρ, ἀλλʼ εὐθὺς ἅμα τῇ μεταβολῇ τὸ εἶναι ἀὴρ ἀπόλλυσιν, καὶ τὸ λευκὸν δὲ καθὸ λευκόν ἐστιν μεταβάλλον τὸ εἶναι λευκὸν ἀπόλλυσιν καὶ ἐπὶ πάντων ὡσαύτως. εἰ οὖν ἡ ὕλη μεταβάλλει εἰς τὸ εἶδος, οὐκέτι μένει ὕλη. ὥστε οὐκ ἀμετάβλητος ἔσται. οὕτω δὲ οὐδὲν ἔσται σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἀλλʼ εἴδη ἁπλᾶ ἔσονται πάντα ἄνευ ὕλης, μᾶλλον δὲ οὐδὲ ἔσται τὸ σύνολον ὕλη· οὐδὲν γὰρ φαίνεται ἐξ ἀνειδέου ὕλης τὴν μεταβολὴν τὴν εἰς ἕτερον ποιούμενον· τὸ γὰρ θερμὸν φέρε εἰς ψυχρὸν μεταβάλλει καὶ τὸ μέλαν πάλιν εἰς λευκὸν καὶ ἐπὶ πάντων ὡσαύτως. εἰ οὖν τὴν ὕλην λέγει τις μεταβάλλουσαν τὰ εἴδη γίνεσθαι, καὶ τὸ εἶναι ὅλως τὴν ὕλην ἀναιρήσει. οὔτε ἄρα γεννητικὴ τῶν εἰδῶν ἐστιν ἡ ὕλη οὔτε τρεπομένη αὐτόχρημα τὰ εἴδη γίνεται. οὐδὲν ἄρα οὔτε τῶν γινομένων ἐξ ὕλης γίνεται οὔτε τῶν φθειρομένων εἰς ὕλην ἀναλύεται· εἰς ὃ γάρ τι φθειρόμενον ἀναλύεται, ἐκ τούτου καὶ τὴν γένεσιν ἔσχεν. εἰ οὖν μηδὲν τῶν εἰδῶν ἐν τῇ φθορᾷ τῶν πραγμάτων ὕλη γίνεται, οὐδʼ ἂν ἐξ ὕλης ἔχει τὴν γένεσιν· εἰ γὰρ καὶ λέγεται ἡ ὕλη δυνάμει εἶναι τὰ εἴδη, ἀλλʼ οὐχ ὡς αὐτὴ ταῦτα βλαστάνουσα ἢ εἰς τὴν τῶν εἰδῶν μεταβαλλομένη φύσιν — ἀμετάβλητος γὰρ ἐν τοῖς γινομένοις ἐστίν — ἀλλʼ ὡς ἐπιτηδεία οὖσα εἰς τὸ ἐν ἑαυτῇ τὴν ὕπαρξιν αὐτῶν καταδέξασθαι· ὥσπερ γὰρ τὸ γραμματεῖον τὸ ἄγραφον, ᾗ φησιν Ἀριστοτέλης, δυνάμει ἐστὶν τὰ ἐν αὐτῷ γραφησόμενα γράμματα οὐχ ὡς ἐξ αὐτοῦ τῆς τῶν γραμμάτων βλαστανούσης φύσεως οὔτε μὴν εἰς τὴν τῶν γραμμάτων οὐσίαν τοῦ χάρτου ἢ τοῦ κηροῦ μεταβάλλοντος — μένει γὰρ ἀμετάβλητος ὁ χάρτης καὶ ὁ κηρὸς τῶν γραμμάτων ἐν αὐτῷ γινομένων — ἀλλʼ ὡς δυνάμενον ἐν ἑαυτῷ τὴν τῶν γραμμάτων ὕπαρξιν καταδέξασθαι καὶ οὐκ ἄν τις εἴποι, ὡς ἐξ ὄντος τοῦ χάρτου ἢ τοῦ κηροῦ τὴν ὕπαρξιν ἔχοι τὰ γράμματα, οὕτω δήπου, κἂν ἡ ὕλη δυνάμει εἶναι τὰ εἴδη λέγηται, οὐ διὰ τοῦτο ἐξ ὄντος τῆς ὕλης εὔλογον τὰ εἴδη λέγειν ὑφίστασθαι ἀλλʼ, εἴπερ ἄρα, ἐν ὄντι διὰ τὸ μὴ πεφυκέναι αὐτὰ καθʼ αὑτὰ χωρὶς ὑποκειμένου ὑφίστασθαι. ἐναργέστερον δʼ ἡμῖν ἡ φθορὰ τὴν ἀπόδειξιν τούτου παρίστησιν· εἰ γὰρ φθειρομένων τῶν γραμμάτων μὴ ὕλη τὰ εἴδη γίνεται, δηλονότι οὐδὲ ἐξ ὕλης τὴν ὑπόστασιν εἴληφεν· εἰς ὃ γὰρ ἡ φθορὰ γίνεται, ἐκ τούτου καὶ τὴν γένεσιν ἀνάγκη γίνεσθαι. ἀλλὰ δὴ οὐδὲ εἰς ἕτερον μεταβαίνειν ὑποκείμενον τῶν τε ἐνύλων εἰδῶν οὐδὲν οὐδὲ τὰς ψυχικὰς δυνάμεις — λέγω δὴ τὰς ἀλόγους — ἐνδέχεται· εἰ γὰρ ἀεὶ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον αἱ ψυχικαὶ δυνάμεις μεταβαίνοιεν αἱ αὐταὶ κατʼ ἀριθμὸν μένουσαι, ἀθάνατοι ἂν εἶεν καὶ αὐταὶ καθʼ αὑτὰς ὑφεστηκυῖαι καὶ μὴ δεόμεναι ὑποκειμένου εἰς ὕπαρξιν· ἀδύνατον γὰρ ἦν τὴν τοῦ ἵππου φέρε ψυχὴν μίαν καὶ τὴν αὐτὴν κατʼ ἀριθμὸν μένουσαν ἐξ ἄλλου εἰς ἄλλο μεταβαίνειν ὑποκείμενον, εἰ μὴ αὐτὴ καθʼ αὑτὴν ὑφειστήκει καὶ ἀθάνατος ἦν· ὥσπερ ἀμέλει καὶ τὴν ἡμετέραν ψυχὴν ὑποτίθενται χωριστὴν σώματος τὴν ὕπαρξιν ἔχουσαν ἐξ ἄλλων εἰς ἄλλα μεταβαίνειν σώματα· οὐδὲν γὰρ ἄλλο τι τῶν ἐν ὑποκειμένῳ τὸ εἶναι ἐχόντων δύναιτʼ ἂν ἐξ ὑποκειμένου μεταβαίνειν εἰς ὑποκείμενον· τὸ γὰρ ἐν Σωκράτει τῆς σαρκὸς εἶδος οὐκ ἄν ποτε τὸν Σωκράτην καταλελοιπὸς ἐν ἑτέρῳ τὸ αὐτὸ κατʼ ἀριθμὸν γένοιτο οὐδὲ τὸ ἐν τῷ κύκνῳ λευκὸν ἢ τὸ ἐν τῷ μήλῳ σφαιροειδὲς σῶμα τὸ ἴδιον ἀπολιπόντα ὑποκείμενον ἐν ἄλλῳ ποτὲ μεταβήσεται τὰ αὐτὰ κατʼ ἀριθμὸν μένοντα· τοῦτο γὰρ τῶν καθʼ αὑτὰ ὑφεστώτων καὶ χωριστὴν τῶν ὑποκειμένων τὴν ὕπαρξιν ἐχόντων ἴδιον· δεῖ γὰρ πρότερον τοῦ ἰδίου χωρισθῆναι ὑποκειμένου, εἶτα ἐν ἄλλῳ γενέσθαι· ὃ οὖν χωρίζεσθαι τοῦ ὑποκειμένου μὴ φθαρὲν οὐ πέφυκεν, πῶς ἂν χωρισθείη σῳζόμενόν τε καὶ μένον τὸ αὐτό; ὃ δὲ χωρίζεσθαι σῳζομένου τοῦ ἰδίου ὑποκειμένου μὴ δύνηται, οὐκ ἄν ποτε ἐν ἑτέρῳ ὑποκειμένῳ γένοιτο· δεῖ γὰρ χωρισθῆναι πρῶτον τοῦ, ἐν ᾧ ἐστιν, εἶτα γενέσθαι ἐν ἄλλῳ, χωρισθῆναι δὲ τὰ ἔνυλα εἴδη σῳζόμενα τῶν ἰδίων ὑποκειμένων ἀδύνατον. ὥστε οὐδʼ ἀπʼ ἄλλου ὑποκειμένου εἰς ἄλλο ὑποκείμενον χωρεῖν αὐτὰ τῶν ἐνδεχομένων ἐστίν· κἂν γὰρ τὸ πῦρ θερμαίνῃ τὸν παρακείμενον ἀέρα, οὐχὶ ἐν ὑποκειμένῳ τῷ πυρὶ θερμότης ἡ αὐτὴ κατʼ ἀριθμὸν καὶ ἐν τῷ ἀέρι γίνεται· ἤμελλεν γὰρ ἂν τὸ ἴδιον ἀπολείπειν ὑποκείμενον, λέγω δὴ τὸ πῦρ, οὕτως δὲ οὐκέτι ἂν θερμὸν ὑπῆρχε τὸ πῦρ ἢ οὐχ ὁμοίως θερμὸν τῆς ἐν αὐτῷ θερμότητος ἢ μέρους ἀπολειπούσης αὐτὸ καὶ ἐν ὑποκειμένῳ τῷ ἀέρι γινομένης· τί οὖν ἐστιν τὸ συμβαῖνον; ἡ ἐν τῷ πυρὶ θερμότης δραστήριος οὖσα καὶ θερμαίνειν πεφυκυῖα τὰ παρακείμενα ἄλλην ἐν τῷ παρακειμένῳ ἀέρι γεννᾷ θερμότητα· καὶ ὡς ἐν τῷ διδασκάλῳ τε καὶ τῷ μαθητῇ τὸ αὐτὸ μέν ἐστιν κατʼ εἶδος θεώρημα, οὐ μὴν κατʼ ἀριθμὸν τὸ αὐτό, καὶ ἔστιν τὸ μὲν ἐν τῷ διδασκάλῳ ποιητικὸν αἴτιον τοῦ ἐν τῷ μαθητῇ, αἰτιατὸν δὲ ἐκεῖνο, οὕτω καὶ ἡ ἐν τῷ πυρὶ θερμότης διάφορος οὖσα κατʼ ἀριθμὸν τῆς ἐν τῷ ἀέρι θερμότητος ποιητικόν ἐστιν αὐτῆς αἴτιον. οὐκ ἄρα ἐνδέχεται ἐξ ὑποκειμένου εἰς ὑποκείμενον τὰ ἔνυλα εἴδη μεταβαίνειν μήτε καθʼ αὑτὰ ὑφίστασθαι πεφυκότα μήτε ἀΐδια ὄντα ἀλλὰ γενητὰ ὄντα καὶ φθαρτά. ἀλλʼ οὐδὲ εἰς ἁπλούστερά τινα τὴν ἀνάλυσιν ποιεῖσθαι δύναται· τὰ γὰρ εἰς ἁπλούστερα τὴν ἀνάλυσιν ποιούμενα σύνθετα εἶναι ἀνάγκη· ἐκ τίνων οὖν ἁπλουστέρων ἡ αἰσθητικὴ δύναμις σύγκειται; ἐκ τίνων δὲ ἡ θρεπτική, ἡ λευκότης τε καὶ ἡ γλυκύτης καὶ τὰ παραπλήσια; ἄλλως τε καὶ περὶ ἐκείνων πάλιν ἡ αὐτὴ μένει ἀπορία· ἤτοι γὰρ κἀκεῖνα πάλιν εἰς ἁπλούστερα ἀναλυθήσεται καὶ ἡ πρόοδος τῆς ἀναλύσεως πέρας οὐχ ἕξει ἤ, εἴπερ ἐκεῖνα στοιχεῖα ὄντα τῶν ἐνύλων εἰδῶν χείρονά ἐστιν αὐτῶν ἐξ ἀνάγκης καὶ διὰ τοῦτο καὶ αὐτὰ φθαρτὰ καὶ φθειρόμενα μὴ εἰς ἁπλούστερα ἀναλύεται, διὰ τί μὴ ἐπʼ αὐτῶν τῶν εἰδῶν τὴν ἁπλότητα ὁμολογοῦμεν; τίνα δʼ ἄν τις καὶ πλάσοι στοιχεῖα λευκότητος, ἐξ ὧν ἂν συγκέοιτο, ἢ γλυκύτητος ἢ μαλακότητος ἢ τῶν ἄλλων ποιοτήτων τινός; καὶ πάντα δὲ ὁρῶμεν τὰ εἰς ἁπλούστερα ποιούμενα τὴν ἀνάλυσιν μεριστὰ ὄντα καὶ μεγέθη. αἱ δὲ ψυχικαὶ δυνάμεις ἀμερεῖς εἰσιν, ὡς ἐν τοῖς περὶ ψυχῆς Ἀριστοτέλης ἀπέδειξεν. οὐδʼ ἄρα εἰς ἁπλούστερα ἡ τῶν εἰδῶν ἀνάλυσις γίνεται. ἆρʼ οὖν μὴ φθειρομένων τῶν ὑποκειμένων εἰς ἰδίαν τινὰ ἀνατρέχει ὁλότητα τὰ ἔνυλα εἴδη; ἀλλʼ οὐδὲ τοῦτο ἐνδεχόμενον φαίνεται· πρῶτον μὲν γὰρ καὶ τοῖς ἀρχαιοτέροις ἀποδέδεικται, ὡς οὐκ ἔστιν τις ψυχῶν ὁλότης, ἐξ ἧς κατὰ ἀπομερισμὸν αἱ ἡμέτεραι ψυχαὶ γίνονται· οὕτω γὰρ ἂν οὐκ ἀμερεῖς ἀλλὰ μεριστὰς αὐτὰς εἶναι συνέβαινεν, τῆς ἰδίας ἀποτεμνομένας ὁλότητος· τίνα δʼ ἄν τις καὶ πλάσοι θυμοῦ ὁλότητα, εἰς ἣν τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐπὶ τὴν οἰκείαν ἀναδραμεῖται ὁλότητα; τίνα δὲ θρεπτικῆς ἢ αὐξητικῆς ἤ τινος τῶν ἄλλων ψυχικῶν δυνάμεων; ἀνάγκη γὰρ καὶ τὴν θρεπτικὴν τῆς ψυχικῆς δυνάμεως ὁλότητα τρέφειν τι σῶμα καὶ τὴν αὐξητικὴν αὔξειν· ἡ γὰρ θρεπτικὴ δύναμις τρεφομένου ἐστὶν θρεπτικὴ καὶ ἡ αὐξητικὴ αὐξομένου αὐξητική. εἰ οὖν ἔστιν τις ὁλότης θρεπτικῆς δυνάμεως, ἔσται τι καὶ τὸ ὑπὸ τῆς ὁλότητος τῆς θρεπτικῆς δυνάμεως καὶ τῆς αὐξητικῆς τρεφόμενόν τε καὶ αὐξανόμενον. εἰ μὲν οὖν μηδὲν εἴη τὸ ὑποκείμενον τρεφόμενον καὶ αὐξόμενον, οὐδὲ αὐτὰς εἶναι ἐνδέχεται· τῶν πρός τι γάρ εἰσιν, ὡς εἴρηται· πρὸς ἄλληλα γὰρ καὶ ἔστιν καὶ λέγεται τὸ τρέφον καὶ τὸ τρεφόμενον καὶ τὸ αὖξον καὶ τὸ αὐξόμενον. εἰ δὲ εἴη, ἐπειδὴ πᾶν τὸ τρεφόμενον καὶ αὐξόμενον φθαρτόν ἐστιν, κἀκεῖνο τὸ σῶμα φθαρτὸν ἔσται· εἰς τί οὖν πάλιν ἡ ὁλότης τῆς θρεπτικῆς ἀναλύεται δυνάμεως τοῦ ὑποκειμένου αὐτῆς φθειρομένου; εἰ δὲ φθαρτὸν ἡ ὁλότης, καὶ τὸ μέρος ἐξ ἀνάγκης φθαρτὸν ἔσται· πῶς δʼ ἄν τις ἐπινοήσειεν εἴδους σαρκὸς ὁλότητα ἢ ὀστοῦ ἢ φλεβός; τίνα δὲ λευκότητος ἢ μελανίας ἢ γλυκύτητος; τίς δʼ ἂν εἴη τριγώνου ὁλότης ἢ κύβου ἢ ὅλως σχήματος; εἰ γὰρ ἔστιν ὁλότης λευκότητος, ἔσται τις καὶ ὁλότης λευκοῦ σώματος, καὶ ἐπὶ ἑκάστου εἴδους ὡσαύτως. δεικνύτωσαν οὖν ἡμῖν, τίς ἐστιν ἡ ὁλότης τοῦ λευκοῦ σώματος ἢ μέλανος ἢ γλυκέος ἢ τριγώνου ἢ τῶν ἄλλων τινός· εἰ γὰρ πεποιωμέναι εἰσὶν αἱ τοιαῦται ὁλότητες, εἴπερ ποιότητές εἰσιν λευκότης καὶ μελανία καὶ τὰ λοιπά, καὶ αἰσθητὰ πάντως εἰσίν. πῶς οὖν οὐδενὸς τοιούτου σώματος οὐδεμία τῶν αἰσθήσεων ἀντιλαμβάνεται; καίτοι τῶν ἀπὸ γῆς σωμάτων — λέγω δὴ ὁλότητος λευκοῦ σώματος ἢ γλυκέος ἢ σαρκὸς ἢ τῶν ἄλλων τινός — κατὰ τὸ συνεχὲς μέχρι τῆς ἀπλανοῦς ἀντιλαμβανόμεθα διʼ αἰσθήσεως τῶν αὐτῶν καὶ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ ὄντων ἐξ ἀνάγκης. μῦθος ἄρα καὶ τὸ εἰς οἰκείαν ὁλότητα τῶν ὑποκειμένων φθειρομένων τὰ ἔνυλα εἴδη ἀνατρέχειν ὑποτίθεσθαι. λείπεται οὖν ζητεῖν, μὴ εἰς ἄλληλα τὰ φυσικὰ εἴδη μεταβάλλει, οἷον εἰ τὸ τρίγωνον εἰς κύκλον καὶ ἡ γλυκύτης εἰς τὸ ἐναντίον τὴν πικρότητα καὶ ἁπλῶς εἰς ἕτερόν τι εἶδος οἷον εἰς βαρύτητα. ἀλλὰ καὶ τοῦτο ὡς ἀδύνατόν ἐστιν ὡμολόγηται· οὐ γὰρ ἡ θρεπτικὴ δύναμις φθαρεῖσα γένοιτʼ ἂν εἰ τύχοι θυμοειδὴς οὐδʼ ὅλως ἡ τοῦ κυνὸς ψυχὴ φθαρέντος γένοιτʼ ἄν ποτε ἵππου ψυχή· συνέβαινεν γὰρ πάλιν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον τὰ ἔνυλα εἴδη μεταβαίνειν, ὅπερ ἀδύνατον δέδεικται· κἂν γὰρ ἐξ ἀλλήλων τὰ πράγματα λέγηται γίγνεσθαι — τὸ ὕδωρ φημὶ ἐξ ἀέρος καὶ ἐκ τοῦ ὕδατος αὖθις ἀὴρ καὶ πάντα ἐκ πάντων —, οὐχὶ τῷ τὰ εἴδη αὐτὰ μεταβάλλειν εἰς ἄλληλα — τὸ τοῦ ὕδατος εἰς τὸ τοῦ ἀέρος ἢ τὸ τοῦ ἄρτου εἰς τὸ τῆς σαρκός — ταύτῃ ἡ τῶν πραγμάτων εἰς ἄλληλα μεταβολὴ γίνεσθαι λέγεται, ἀλλὰ τῷ τὸ ὑποκείμενον τὸ αὐτὸ μένον κατὰ τὸν τῆς οὐσίας λόγον καὶ ἀμετάβλητον ἑκάστου παρὰ μέρος εἶναι τῶν εἰδῶν δεκτικόν· ὡς γὰρ ὁ χαλκοῦς ἵππος γένοιτʼ ἂν χαλκοῦς κύων οὐ τοῦ ἱππείου σχήματος μεταβάλλοντος κἀκείνου γενομένου — ἅμα γὰρ τῷ παρεῖναι θάτερον τὸ λοιπὸν πάντως ἀπόλλυται — ἀλλὰ τοῦ χαλκοῦ τοῦ αὐτοῦ κατὰ ἀριθμὸν μένοντος καὶ παρὰ μέρος τῶν εἰδῶν ἑκάτερον δεχομένου, οὕτω δὴ καὶ ἐπὶ τῶν φυσικῶν πραγμάτων ἡ ἐξ ἀλλήλων γίνεται γένεσις τοῦ κοινοῦ πάντων ὑποκειμένου, ὃ καὶ ἀμετάβλητον μένειν δέδεικται, ἄλλοτε ἄλλο εἶδος παρὰ μέρος δεχομένου, αὐτῶν δὲ τῶν εἰδῶν ὑπεκχωρούντων ἀλλήλοις δηλονότι καὶ τῇ τοῦ δευτέρου παρουσίᾳ εἰς τὸ μὴ ὂν τοῦ προτέρου μεθισταμένου. τοῦτο δʼ αὐτὸ καὶ ὁ Πλάτων ἡμᾶς ἐν Φαίδωνι σαφῶς ἐδίδαξεν· εἰσάγει γὰρ τὸν Σωκράτην πῂ μὲν τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι λέγοντα, πῂ δὲ μὴ δύνασθαί ποτε τὸ ἐναντίον γενέσθαι, ὅπερ τὸ ἐναντίον, ἀλλʼ ἅμα τῷ προσελθεῖν τῶν ἐναντίων τὸ ἕτερον τὸ λοιπὸν εὐθὺς ἀπόλλυσθαι· τῷ γὰρ θερμῷ σώματι προσελθούσης τῆς ψύξεως εὐθὺς ἡ θερμότης ἀπόλλυται. ταῦτα Σωκράτους εἰπόντος ἐν Φαίδωνι καί τινος τῶν ἀκροωμένων εἰς ἐναντιολογίαν αὐτὸν περιπεσεῖν οἰηθέντος, εἴπερ ὁ αὐτὸς τά τε ἐναντία φησὶν ἐξ ἀλλήλων γίνεσθαι καὶ πάλιν μὴ δύνασθαι τὸ ἐναντίον γενέσθαι ποτέ, ὅπερ τὸ ἐναντίον, ὁ Σωκράτης πρὸς τὸν ἀπορήσαντά φησιν, ὡς ὀρθῶς μὲν τῶν εἰρημένων μνημονεύσας εἴη, οὐ μὴν τὴν διαφορὰν νενοηκὼς τῶν λόγων· ὅτε μὲν γὰρ ἐλέγομεν, φησίν, τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι, περὶ τῶν ἐχόντων τὰ ἐναντία ἐλέγομεν, τουτέστιν τοῦ κοινοῦ τῶν ἐναντίων ὑποκειμένου. τὸ γὰρ σῶμα εἰ τύχοι λευκὸν ὂν γίνεται αὖθις μέλαν. λέγεται οὖν τὸ λευκὸν σῶμα μεταβάλλειν εἰς τὸ μέλαν σῶμα, τουτέστιν τὸ μετέχον ἀμφοῖν ἐκ θατέρου εἰς θάτερον μεταβαίνειν. αὗται μέντοι αἱ ἐναντίαι ἰδέαι — ἡ λευκότης λέγω καὶ ἡ μελανία — οὐδέποτε, φησίν, τὴν εἰς ἄλληλα γένεσιν καὶ μεταβολὴν ἀναδέχονται — οὐδέποτε γὰρ ἡ λευκότης μελανία γίνεται —, ἀλλʼ ἐπειδάν τι τῶν ἐναντίων τῷ ὑποκειμένῳ προσέλθῃ, τὸ ἕτερον τὸ προϋπάρχον ἐν αὐτῷ εὐθὺς ἀπόλλυται. ὥστε, φησίν, τὰ μὲν μετέχοντα τῶν ἐναντίων καὶ αὐτὰ ὁμωνύμως ἐναντία λεγόμενα — λέγεται γὰρ λευκὸν καὶ ἡ λευκότης καὶ αὐτὸ τὸ λελευκασμένον σῶμα — ἐξ ἀλλήλων λέγομεν γίνεσθαι, τὰ μέντοι μετεχόμενα — αὐτὰς λέγω τῶν ἐναντίων τὰς ἰδέας, οἷον αὐτὴν τὴν μελανίαν καὶ τὴν λευκότητα — οὐκέτι ἐξ ἀλλήλων φαμὲν γίνεσθαι — τοῦτο γὰρ ἀδύνατον δέδεικται —, ἀλλʼ, εἴπερ ἄρα, μετʼ ἄλληλα· μετὰ γὰρ τὴν λευκότητα ἡ μελανία τῷ ὑποκειμένῳ ἐπιγίνεται ἢ ἔμπαλιν, καὶ ἐπὶ πάντων ὡσαύτως. ταῦτα μὲν οὖν ὁ Πλάτων. δῆλον δέ, ὅτι, ὅπερ ἐπὶ τῶν ἐναντίων κατεσκεύασεν, ἀνάγκη πᾶσα καὶ ἐπὶ πάντων ὑλικῶν εἰδῶν συμβαίνειν· ἐπειδὰν γὰρ ὁ οἶνος εἰς αἷμα μεταβληθῇ, εὐθὺς τὸ τοῦ οἴνου εἶδος ἀπόλωλεν· ὁμοίως καί, εἰ ὁ ἄρτος εἰς ὀστοῦν ἢ εἰς σάρκα μεταβάλῃ, οὐκ αὐτὴ ἡ τοῦ ἄρτου ἰδέα σὰρξ γέγονεν, ἀλλʼ ἐκείνη μὲν εἰς τὸ μὴ ὂν οἴχεται, ἐν δὲ τῷ ἐκείνης ὑποκειμένῳ τὸ τῆς σαρκὸς ἢ τὸ τοῦ ὀστοῦ εἶδος γεγένηται, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. οὐκ ἄρα οὐδέ, εἰ ἐξ ἀλλήλων τὰ πράγματα λέγεται γίνεσθαι, τὰ εἴδη εἰσὶν τὰ τὴν εἰς ἄλληλα μεταβολήν τε καὶ γένεσιν ὑπομένοντα, ἀλλʼ αὐτὰ μὲν τὰ εἴδη ὑποχωρεῖ ἀλλήλοις καὶ εἰς τὸ μὴ ὂν ὑπεξίσταται, τὸ μέντοι κοινὸν ὑποκείμενον παρὰ μέρος ἑκάστου τῶν εἰδῶν γίνεται δεκτικόν. ταύτῃ τοι γένεσιν ἄνευ φθορᾶς γενέσθαι ἀδύνατον, ὅτι οὔτε γυμνὸν εἰδῶν τὸ ὑποκείμενον γενέσθαι ἐστὶν δυνατὸν οὔτε μὴν δύο ἅμα εἴδη ἐν ταὐτῷ οἷόν τε εἶναι οὔτε πάλιν εἶδός τι γενέσθαι, ὅπερ ἕτερόν τι εἶδος, μὴ φθαρὲν αὐτὸ καὶ ἀπολόμενον ἐνδέχεται. εἰ τοίνυν φθειρομένων τῶν σωμάτων μήτε εἰς ὕλην τὰ ἔνυλα εἴδη ἀναλύεται μήτʼ εἰς ἕτερόν τι μεταβαίνῃ ὑποκείμενον μήτε εἰς ἁπλούστερα τὴν ἀνάλυσιν ποιεῖται μήτε εἰς ἰδίαν ἀνατρέχῃ ὁλότητα μήτε εἰς ἕτερον εἶδος μεταβάλλῃ, ἀλλὰ μηδὲ αὐτὰ καθʼ αὑτὰ χωριστὴν ἔχοντα σωμάτων τὴν οὐσίαν ὑπομένει ὥσπερ τὰ νοητά — χωριστὰ γάρ ἐστιν σωμάτων καὶ ἐν ὑποκειμένοις αὐτοῖς τὴν ὕπαρξιν ἔχει —, οὐδὲ ἐπινοῆσαι δὲ τρόπον ἕτερον παρὰ ταῦτα μεταβολῆς ἐνδέχεται, λείπεται ἄρα εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν πάντα τὰ ἔνυλα εἴδη τῶν σωμάτων φθειρομένων μεθίστασθαι. οὐκοῦν καὶ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος τὴν γένεσιν εἴληφεν. τούτοις τοῖς λόγοις καὶ τοῖς τοιούτοις παρʼ ἡμῶν συνθλιβόμενος καὶ οὐκ ἀκόμψως γε τῇ ἰδίᾳ δόξῃ βοηθεῖν πειρώμενος τοιοῦτόν τινα λόγον διέπλαττεν· «τὰ γὰρ ἔνυλα εἴδη», φησίν, «οἷον φέρε τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ λευκὸν ἢ τὸ σχῆμα καὶ τῶν τοιούτων ἕκαστον ὥσπερ γινόμενον ἐκ τοῦ δυνάμει τοιούτου γίνεται ἐνεργείᾳ τοιοῦτον, οὕτω καὶ φθειρόμενον ἐκ τοῦ ἐνεργείᾳ πάλιν ἐπὶ τὴν οἰκείαν ἀνακάμπτει δύναμιν· ὡς γὰρ τὸ δυνάμει φέρε λευκὸν μεταβαλὸν γίνεται ἐνεργείᾳ λευκόν, οὕτω δὴ καὶ τὸ ἐνεργείᾳ λευκόν, ἐπειδὰν φθαρῇ, γίνεται δυνάμει πάλιν λευκόν, ὥστε φθαρὲν τὸ λευκὸν οὐκ εἰς τὸ πάντῃ μὴ ὂν ἀλλʼ εἰς τὸ δυνάμει λευκὸν ἀνέκαμψεν· καὶ ὡς ὁ δυνάμει ἀνδριὰς εἰς τὸν ἐνεργείᾳ ἀνδριάντα μεταβάλλει, οὕτως ὁ ἐνεργείᾳ ἀνδριὰς χωνευθεὶς ἐπὶ τὸν δυνάμει παλινδρομεῖ ἀνδριάντα πάλιν καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος, εἴπερ, ἐξ οὗ ἡ γένεσις ἑκάστῳ, εἰς τοῦτο καὶ ἡ φθορά. εἰ οὖν ἡ γένεσις μεταβολή ἐστιν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ καὶ πάλιν ἡ φθορὰ μεταβολὴ ἐκ τοῦ ἐνεργείᾳ εἰς τὸ δυνάμει, οὔτε ἄρα ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις οὔτε εἰς τὸ μὴ ὂν ἡ φθορά». τὰ μὲν οὖν παρʼ ἐκείνου τοιαῦτα. καὶ ἡμεῖς δὲ τοῦ λόγου τούτου τὸ πιθανὸν ἀπελέγχοντες ἀξίωμά τι κοινὸν καὶ ὁμολογούμενον παρὰ πᾶσι προειλήφαμεν, ὅτι ἄλλο τί ἐστιν τὸ δυνάμει τι εἶναι καὶ ἄλλο αὐτὴ ἡ ἐκείνου δύναμις, ὁμοίως καὶ τὸ ἐνεργείᾳ τι εἶναι ἄλλο ἐστὶν καὶ ἕτερον ἡ ἐκείνου ἐνέργεια. τὸ μὲν γὰρ δυνάμει φέρε λευκὸν τὸ ὑποκείμενόν ἐστιν σῶμα τὸ ἐπιτηδείως ἔχον τὴν τοῦ λευκοῦ εἰς ἑαυτὸ ποιότητα καταδέξασθαι, ἡ δὲ τοῦ λευκοῦ δύναμις αὐτὴ ψιλή ἐστιν ἡ ἐπιτηδειότης, ἣν ἔχον τόδε τὸ σῶμα λευκαίνεσθαι πέφυκεν ἑτέρων μηδὲ τὴν δύναμιν τοῦ λευκαίνεσθαι ἐχόντων. ὁμοίως ἐνεργείᾳ μέν ἐστιν λευκὸν σῶμα αὐτὸ τὸ λελευκασμένον σῶμα, οἷον φέρε τὸ λευκανθὲν λίνον, ἐνέργεια δέ ἐστιν λευκοῦ ἤτοι, ὡς Ἀριστοτέλης φησίν, ἐντελέχεια αὐτὴ ἡ τοῦ λευκοῦ ἰδέα ἡ ἐπιγενομένη τῷ σώματι· τὸ γὰρ τῆς τοιαύτης μετειληφὸς ἐνεργείας λέγεται ἐνεργείᾳ λευκὸν κατὰ τὴν δοτικὴν πτῶσιν προφερομένης τῆς λέξεως. τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν ἁπάντων. ὅταν οὖν τὸ σῶμα τὸ ἐνεργείᾳ λευκὸν ἀποβαλὸν τὸ λευκὸν χρῶμα γένηται δυνάμει λευκόν, αὐτὸ μὲν τὸ πρότερον ἐνεργείᾳ λευκὸν σῶμα γεγονέναι δυνάμει λευκὸν σῶμα ἀληθὲς εἰπεῖν, αὐτὴν μέντοι τὴν τοῦ λευκοῦ ἐνέργειάν τε καὶ ἰδέαν, ἧς μετέχον τὸ σῶμα ἐνεργείᾳ εἶναι λευκὸν ἐλέγετο, οὐκέτι ἀληθὲς εἰπεῖν, ὅτι φθαρεῖσα εἶτα δυνάμει λευκὸν γέγονεν ἡ αὐτὴ ἡ τοῦ λευκοῦ χρώματος δύναμις· φθαρέντος γὰρ τοῦ λευκοῦ σώματος ἤτοι ἔμεινεν αὐτὴ ἡ τοῦ λευκοῦ ἐνέργεια καὶ τὸ εἶδος ἐν τῷ ὑποκειμένῳ ἢ οὐκ ἔμεινεν. εἰ μὲν οὖν ἔμεινεν ἡ τοῦ λευκοῦ ἐνέργεια ἤγουν τὸ εἶδος ἐν τῷ δυνάμει λευκῷ, ἀνάγκη τὸ αὐτὸ ἅμα καὶ ἐνεργείᾳ εἶναι λευκὸν καὶ δυνάμει, ταὐτὸν δὲ εἰπεῖν καὶ λευκὸν καὶ οὐ λευκόν· τὸ γὰρ δυνάμει λευκὸν οὔπω ἐστὶν λευκὸν οὐ μόνον, ἀλλὰ καὶ τἀναντία ἅμα τὸ αὐτὸ ἔσται· τὸ γὰρ δυνάμει λευκὸν καὶ μὴ ἐνεργείᾳ, κεχρωσμένον δὲ ὅμως, μέλαν εἶναι ἀνάγκη ἤ τι τῶν μεταξύ· εἰ οὖν ἢ ἅμα τὰ ἐναντία εἶναι ἀδύνατον ἢ τὴν ἀντίφασιν συναληθεύειν ὡς τὸ αὐτὸ ἅμα καὶ λευκὸν εἶναι καὶ μὴ λευκὸν ἢ λευκὸν ἅμα καὶ μέλαν, ἀδύνατον ἄρα ἐν τῷ δυνάμει λευκῷ τὴν τοῦ λευκοῦ εἶναι ἰδέαν τε καὶ ἐνέργειαν. εἰ δὲ ἀδύνατον ἐν τῷ δυνάμει λευκῷ τὴν τοῦ λευκοῦ εἶναι ἐνέργειαν, φθαρέντος ἄρα τοῦ λευκοῦ σώματος ἡ ἐν αὐτῷ τοῦ λευκοῦ ἰδέα τε καὶ ἐνέργεια, εἰ μὴ ἀΐδιός ἐστιν, εἰς τὸ πάντῃ μὴ ὂν ἐξ ἀνάγκης οἴχεται. ὥστε, κἂν τὸ ὑποκείμενον ἔκ τε τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλῃ καὶ πάλιν ἐκ τοῦ ἐνεργείᾳ εἰς τὸ δυνάμει, αὐτὰ γοῦν τὰ ἔνυλα εἴδη φθειρόμενα εἰς τὸ πάντῃ μὴ ὂν μεθίσταται καὶ διὰ τοῦτο καὶ ἐκ τοῦ πάντῃ μὴ ὄντος ὑπὸ τοῦ ποιοῦντος αὐτὰ εἰς τὸ εἶναι παράγεται. σκεπτέον δὲ καὶ οὕτως. εἴ τι εἴη λευκὸν σῶμα, εἶτα τῆς λευκότητος τῆς ἐν αὐτῷ φθαρείσης γένηται δυνάμει λευκόν, εἶτα πάλιν τὸ αὐτὸ γένηται ἐνεργείᾳ λευκόν, ἀνάγκη δήπου τὴν ὕστερον γενομένην ἐν αὐτῷ λευκότητα μὴ τὴν αὐτὴν εἶναι τῷ ἀριθμῷ τῇ πρότερον ἐν τῷ αὐτῷ γενομένῃ λευκότητι, εἰ καὶ τῷ εἴδει ἐστὶν ἡ αὐτή, ὡς καὶ Σωκράτης Πλάτωνι εἴδει μὲν ὁ αὐτός, ἀριθμῷ δʼ οὐχ ὁ αὐτός, καὶ ὡς ἡ κίνησις ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῆς σφαίρας ἡ σήμερον φέρε τῇ χθὲς ἡ αὐτὴ μὲν κατʼ εἶδος, κατʼ ἀριθμὸν δʼ οὐχ ἡ αὐτή· τὸ γὰρ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ σῴζεσθαι δεῖ καὶ μὴ φθείρεσθαι, ἕως ἂν τὸ αὐτὸ μένῃ, ὥσπερ Σωκράτης φέρε ὁ αὐτός ἐστιν τῷ ἀριθμῷ, ἕως ἂν μένῃ καὶ σῴζηται. εἰ τοίνυν ἡ μὲν προτέρα λευκότης ἔφθαρται, αὖθις δὲ ἐν τῷ αὐτῷ ἑτέρα λευκότης γέγονε, δηλονότι διάφορός ἐστιν κατʼ ἀριθμὸν ἡ ὑστέρα τῇ προτέρᾳ. ἐπεὶ οὖν τοῦτο ὡμολόγηται καὶ ἔστιν ἀδύνατον τὴν πρὶν ἐν τῷδε τῷ σώματι λευκότητα τὴν αὐτὴν εἶναι κατʼ ἀριθμὸν τῇ ὕστερον ἐν τῷ αὐτῷ γενομένῃ λευκότητι, ἀδύνατον ἄρα τὴν πρὶν φθαρεῖσαν λευκότητα ἔτι αὖθις κατʼ ἀριθμὸν τὴν αὐτὴν γενέσθαι, εἰ καὶ τῷ εἴδει ἡ αὐτή. εἰ δὲ ἀδύνατον τὴν φθαρεῖσαν λευκότητα ἔτι τὴν αὐτὴν κατʼ ἀριθμὸν γενέσθαι, οὐδὲ δυνάμει ἄρα ἡ φθαρεῖσα ἄτομος λευκότης ἔτι ἐστὶν ἡ αὐτὴ κατʼ ἀριθμὸν ἐν τῷ ὑποκειμένῳ σώματι, εἴ γε τὸ δυνάμει τι ὂν καὶ ἐνεργείᾳ γενέσθαι ἐνδέχεται. εἰ οὖν τὴν φθαρεῖσαν λευκότητα τὴν αὐτὴν ἔτι κατὰ ἀριθμὸν γενέσθαι ἀδύνατον, οὐδὲ δυνάμει ἄρα ἔσται ἐν τῷ ὑποκειμένῳ σώματι. εἰ δὲ μηδὲ δυνάμει ἐστὶν ἐν τῷ ὑποκειμένῳ σώματι, φθαρεῖσα ἄρα ἐκείνη ἡ λευκότης οὐκ εἰς τὴν οἰκείαν ἐφθάρη δύναμιν· εἰ γὰρ φθαρεῖσα εἰς τὴν οἰκείαν ἀνέκαμπτεν δύναμιν, καὶ γενέσθαι αὖθις ἠδύνατο ἄν. εἰ οὖν μηδὲ γενέσθαι ἔτι κατʼ ἀριθμὸν ἡ αὐτὴ λευκότης δύναται, οὐκ ἄρα φθαρεῖσα εἰς τὴν οἰκείαν ἀνέκαμψεν δύναμιν ἀλλʼ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ᾤχετο· ὅτι γὰρ οὐδʼ εἰς ἄλλο τι φθαρεῖσαν αὐτὴν ἀνατρέχειν αὐτὴν ἐνδέχεται, ἔφθημεν προαποδείξαντες. εἰ τοίνυν ἥδε ἡ λευκότης φθαρεῖσα εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν οἴχεται, εἰς ὃ δέ τι φθείρεται, ἐκ τούτου καὶ γεγονέναι αὐτὸ ἀνάγκη καὶ ἔμπαλιν, ἐξ οὗ τι γίνεται, εἰς τοῦτο καὶ φθείρεται, καὶ γέγονεν ἄρα ἐκ τοῦ μηδαμῶς ὄντος. ὁ αὐτὸς ἁρμόσει λόγος καὶ ἐπὶ πάντων τῶν γινομένων καὶ φθειρομένων ἐνύλων εἰδῶν. καὶ ἐντεῦθεν ἄρα δέδεικται, ὡς πάντα τὰ γινόμενα καθὸ γίνεται ἐκ τοῦ μηδαμῶς ὄντος γίνεται καὶ τὰ φθειρόμενα καθὸ φθείρεται εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἀναλύεται. ἄλλως τε τὸ λέγειν τὰ ἔνυλα εἴδη φθειρόμενα εἰς τὸ δυνάμει ἀναλύεσθαι οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ λέγειν φθειρόμενα αὐτὰ εἰς τὴν ὕλην ἀναλύεσθαι κἀκεῖ εἰσιέναι, εἴπερ τὸ δυνάμει ἐστὶν ἡ ὕλη· εἰ δὲ εἰς αὐτὴν φθειρόμενα εἰσιᾶσι καὶ ἐξ αὐτῆς γινόμενα τὴν ὕπαρξιν ἔλαβεν, ἔσονται οὖν ἐκ τοῦ χείρονος τὰ κρείττονα, ὅπερ ἐστὶν ἀδύνατον· ὃ γὰρ αὐτὴ μὴ ἔχῃ, τοῦτο γεννῆσαι αὐτὴν ἀμήχανον, ὡς καὶ πρότερον εἴρηται. καὶ τί μοι δεῖ μακρῶν λόγων, ὁπότε καὶ παρʼ αὐτοῖς τοῖς Ἕλλησιν τὸ τοιοῦτον ὡμολογημένον ὑπάρχον ἀποδείκνυμεν; ὁ γοῦν Πρόκλος ἐν τῷ πέμπτῳ λόγῳ τῶν εἰς τὸν Τίμαιον ἐξηγητικῶν τὴν Πλάτωνος περὶ τῶν ἐνύλων εἰδῶν διδασκαλίαν σαφηνίζων φησίν, ὡς ὅτι καὶ τὰς ποιότητας καὶ τὰ ἔνυλα πάντα εἴδη ἔκ τε τοῦ μὴ ὄντος ὑφίστασθαι λέγει Πλάτων καὶ εἰς τὸ μὴ ὂν αὖθις τοῦ συνθέτου διαλυομένου ἀπόλλυσθαι· ἔχει δʼ ἡ λέξις οὕτως «μήποτε δὲ ἄμεινον λέγειν, ὅτι καὶ τὰ εἴδη τὰ ἔνυλα καὶ οὐ μόνον αἱ ποιότητες εἰσιόντα κέκληται καὶ ἐξιόντα· ταῦτα γάρ ἐστιν τὰ ὁμοιώματα τῶν νοητῶν, οὐχ αἱ ποιότητες. ἄξιον τοίνυν ὁρᾶν τοῦτο τὸ εἶδος ποῦ ἄπεισιν· εἰ μὲν γὰρ εἰς τὴν φύσιν εἰσίοι, ἄτοπον· εἰσδέξεται γάρ τι τῶν μεθʼ ἑαυτὴν καὶ ἀφʼ ἑαυτῆς ἡ φύσις· ὅμοιον, ὡς εἰ καὶ εἰς τὸ νοητὸν ἔλεγέν τις ἀπὸ τῆς γενέσεως ἀπιέναι καὶ ὁτιοῦν. εἰ δὲ εἰς ἄλλην ὕλην, παρὰ τὰ ἐναργῆ λέξομεν· οὐ γὰρ σβεννυμένου πυρὸς καὶ τῆς ὕλης ἐξαερουμένης ὁρῶμεν ἄλλην ἐξαπτομένην. εἰ δὲ ἐν ἑαυτοῖς γίνεται, νοητὰ ἔσται καὶ αὐθυπόστατα καὶ ἀμερῆ· πόθεν οὖν ὁ ὄγκος; πόθεν ἡ διάστασις; πόθεν ὁ πόλεμος περὶ τῆς κοινῆς ὑποδοχῆς; τὰ γὰρ ἐν ἑαυτοῖς οὐ μάχεται περὶ τῆς ὑποκειμένης ἕδρας· οὐδὲ γὰρ δεῖταί τινος ὑποκειμένου. εἰ δὲ μήτε ἐν τῇ φύσει μήτε ἐν ἑαυτοῖς μηδὲ ἐν τῇ ὕλῃ δυνατὸν εἶναι τὰ τοιαῦτα εἴδη μετὰ τὴν φθοράν, ἀνάγκη χωρεῖν εἰς τὸ μὴ ὄν· οὐ γὰρ ὅλον τοῦτο ὑπομένει τῆς ὕλης ἀεὶ μενούσης ἀλλὰ τὸ εἶδος μόνον χωρὶς γενέσεως ὑφιστάμενον καὶ χωρὶς φθορᾶς ἀπολλύμενον». δέδεικται ἄρα καὶ διὰ λογικῆς ἀποδείξεως καὶ διὰ τῶν τοῦ Πρόκλου ῥημάτων καὶ αὐτῶν τὸ πιστὸν ἔκ τε τῆς Πλάτωνος δόξης καὶ ἐκ τῆς ἐναργείας ἐχόντων, ὡς καὶ αἱ ποιότητες καὶ τὰ ἔνυλα πάντα εἴδη καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ὑπέστη καὶ εἰς τὸ μὴ ὂν αὖθις μεθίσταται ἀπολλύμενα. οὐκοῦν ψεῦδος τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι μηδὲ φθείρεσθαι εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν.
βιʹ. Ἀλλʼ οὔτε γίνεται τὰ εἴδη, φησί, οὔτε φθείρεται, ἀλλὰ χωρὶς γενέσεως ὑφίσταται καὶ χωρὶς φθορᾶς πάλιν ἀπόλλυται, ὡς καὶ τοῦ Πρόκλου ἐν αἷς ἀρτίως παρεθέμεθα λέξεσιν ἠκούσαμεν λέγοντος. καὶ κατασκευάσειεν ἄν τις τοῦτο τοιῶσδε. πᾶσα γένεσις ἐν χρόνῳ πάντως καὶ κινήσει θεωρεῖται, οἷον ἡ τοῦ ἀνθρώπου γένεσις· δεῖται γὰρ τοσοῦδε φέρε χρόνου, ἵνα δημιουργηθῇ τὸ ζῷον. τὰ δὲ εἴδη ἀχρόνως τε τοῖς ὑποκειμένοις ἐπιγίνεται καὶ πάλιν ἀχρόνως τῶν ἰδίων ὑποκειμένων ὑπεξίσταται, οἷον ὡς ἐν εἰκόνι τὸ τῆς οἰκίας εἶδος οὐ πρότερον ὑφίσταται, πρὶν ἂν ὁ τελευταῖος φέρε τῇ ὀροφῇ ἐπιτεθῇ κέραμος· εἰ γὰρ ἐλλείψοι οὗτος, οὐ δύναται τὸ οἰκοδόμημα τὸν τῆς οἰκίας ὁρισμὸν ἐπιδέξασθαι· εἰ γὰρ ἡ οἰκία σκέπασμά ἐστιν ἐκ λίθων καὶ ξύλων κωλυτικὸν ὄμβρων καὶ καυμάτων, λείποντος δὲ κεράμου ἑνὸς κωλυτικὸν ὄμβρων οὐκ ἔστιν, λείποντος ἄρα κεράμου ἑνὸς οὔπω τὸ τῆς οἰκίας τῷ ὑποκειμένῳ ἐπιγέγονεν εἶδος, τοῦ δὲ ἐσχάτου ἐπιτεθέντος κεράμου ἀχρόνως τῷ ὑποκειμένῳ τὸ εἰρημένον ἐπιγίνεται εἶδος. τὸ αὐτὸ καὶ ἐπὶ τῶν φυσικῶν εἰδῶν συμβαίνει· εἰ γὰρ πρὶν τοῦ ὡρισμένου τῇ φύσει χρόνου μίαν καὶ μόνην ἡμέραν ἢ καὶ ὥραν πρὸ τῆς τελείας τοῦ ζῴου συμπήξεως τῆς μήτρας χωρισθείη τὸ ἔμβρυον, ἅτε δὴ μὴ τελειωθὲν ὑπὸ τῆς δημιουργοῦ φύσεως φθείρεται ἐξ ἀνάγκης ὡς δὴ τελείας τοῦ ζῴου ἰδέας μὴ γενομένης τῷ ὑποκειμένῳ· ὥστε ἀχρόνως τὰ εἴδη τοῖς ὑποκειμένοις παραγίνεται. εἰ δὲ τοῦτο, καὶ ἄνευ γενέσεως· πᾶσα γὰρ γένεσις ἐν χρόνῳ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ εἰς τὸ μὴ ὂν αὐτῶν ἀνάλυσις ἀχρόνως γίνεται· ὅταν γὰρ εἰς τελείαν ἀναρμοστίαν ἔλθῃ τὸ κεκραμένον σῶμα, τότε ἀχρόνως ὑπαναχωρεῖ καὶ ἀποσβέννυται τοῦ ὑποκειμένου τούτου τὸ εἶδος, ὥσπερ ἐπὶ λυχνιαίας φλογὸς κατὰ βραχὺ μὲν μαραινομένης, μενούσης δὲ ἔτι φλογὸς καὶ ἀχρόνως ἀποσβεννυμένης. εἰ δὲ ἀχρόνως ἀπόλλυται, καὶ χωρὶς φθορᾶς ἐξ ἀνάγκης· πᾶσα γὰρ φθορὰ ἐν χρόνῳ γίνεται, ἐπεὶ καὶ μεταβολὴ πᾶσα. ἄνευ γενέσεως ἄρα ὑφίσταται τὰ εἴδη καὶ ἄνευ φθορᾶς ἀπόλλυται. τὸ γινόμενον οὖν ἐστιν, φασίν, τὸ ὑποκείμενον καὶ ἡ ὕλη, γίνεται δὲ εὐεργόν τε καὶ ἐπιτήδειον εἰς καταδοχὴν τοῦ εἴδους. ἐπειδὰν οὖν τοῦτο ἐπιτήδειον τῷ χρόνῳ γένηται, ἀχρόνως αὐτῷ τὸ εἶδος ἐπιγίνεται. εἰ οὖν γίνεται εὐεργὸν τὸ ὑποκείμενον, τὸ δὲ ὑποκείμενον οὐκ ἐκ μὴ ὄντος γίνεται ἀλλʼ ἐξ ὄντος, οὐδὲν ἄρα ἐκ μὴ ὄντος γίνεται.
γιʹ. Τοσαῦτα μὲν οὖν ἄν τις συνηγορήσειεν τὰς ἀφορμὰς τῶν λόγων παρʼ αὐτῶν δεξάμενος εἰς τὸ δεῖξαι, ὡς ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἰσὶν ἢ οὔκ εἰσιν τὰ ἔνυλα εἴδη. ἡμεῖς δὲ πρῶτον μὲν εἰ καὶ τοῦτον ὡς ἀληθῆ τὸν λόγον παραδεξώμεθα, οὐδὲν μᾶλλον ἐκ τούτων δεικνύειν ἔχει τις, ὡς ἢ οὐ γέγονεν κόσμος ἤ, εἴπερ γέγονεν, ἐξ ὄντος γέγονεν· παρὰ γὰρ τὴν ὁμωνυμίαν τοῦ γίγνεσθαι τὴν ἀφορμὴν ὁ παραλογισμὸς εἴληφεν· γένεσιν γὰρ ἡμεῖς ἐπὶ τοῦ κόσμου μόνην ψιλὴν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ὀνομάζομεν, ὥσπερ καὶ Πλάτων ἐν οἷς φησιν «πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος», καὶ οὐχὶ τὴν ἐν παρατάσει χρόνου οἱονεὶ διάπλασιν αὐτοῦ καὶ οὐσίωσιν· κατὰ γὰρ τοῦτο τῆς γενέσεως τὸ σημαινόμενον μὴ γεγονέναι τὸν κόσμον ὁμολογοῦμεν· ἄχρονος γὰρ ἡ τοῦ θεοῦ δημιουργία καὶ ἀρκεῖ τὸ βούλεσθαι μόνον εἰς τὴν οὐσίωσιν ἑκάστου. μὴ οὖν παρὰ τὴν ὁμωνυμίαν ἡμῖν παρεχέτωσαν πράγματα. ἀλλʼ εἴπερ καὶ αὐτοὶ συγχωροῦσιν εἶναί τινα, ἅπερ ἀΐδια οὐκ ὄντα ἀχρόνως εἰς τὸ εἶναι παράγεται ὥσπερ τὰ εἴδη πάντα, καὶ οὐκ ἐξ ὄντων ἡ τούτων ὕπαρξις γίνεται, τί κωλύει καὶ τὸ πᾶν οὕτως εἰς τὸ εἶναι παρῆχθαι πρὶν μὲν γενέσθαι οὐκ ὄν, ἐκ μηδενὸς δὲ προϋποκειμένου εἰς τὸ εἶναι παρηγμένον; οὐκ ἄρα, εἰ κατὰ τοῦτο λέγοιτο γεγονέναι ὁ κόσμος, ἐξ ὄντος αὐτὸν γεγονέναι ἀνάγκη, τοὐναντίον δὲ μᾶλλον ἐκ μὴ ὄντος, εἴπερ τὰ ἀχρόνως ὑφιστάμενα πάντα ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται. ἀχρόνως δὲ τὸν θεὸν παράγειν χρόνου ὄντα δημιουργὸν ἀνάγκη. ὅτι μὲν οὖν πάντα τὰ ἔνυλα εἴδη ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παράγεται, μετὰ τῆς λογικῆς ἀποδείξεως καὶ αὐτοὶ συμφώνως ἡμῖν ὁμολογοῦσιν. ἔνυλον δὲ εἶδος εἶναι τὸ τοῦ οὐρανοῦ καὶ τὸ τοῦ κόσμου παντός, εἴπερ σῶμά ἐστιν ὁ κόσμος, ὡμολόγηται. οὐκοῦν, εἰ γίνοιτο, τουτέστιν εἰ μὴ πρότερον ὂν αὖθις εἰς τὸ εἶναι παράγοιτο, ἐκ μὴ ὄντος καὶ αὐτὸ γεγονέναι ἀνάγκη καὶ οὐκ ἐξ ὄντος. ὅτι δὲ καὶ ἡ ὕλη, εἴπερ γένοιτο, ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται καί, εἰ φθείροιτο, πάλιν εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἀναλύεται, ἐν τῷ ἑνδεκάτῳ λόγῳ, ἐν ᾧ τὸν περὶ τῆς ὕλης ἡμῖν ὁ φιλόσοφος προὔτεινεν λόγον, ἀποδειχθήσεται· ἐκεῖθεν οὖν τὰς πίστεις ὁ βουλόμενος λαμβανέτω, ἵνα μὴ πολλάκις τὰ αὐτὰ γράφωμεν. εἰ τοίνυν καὶ τὸ εἶδος ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεται, ὡς καὶ αὐτοῖς δοκεῖ, καὶ ἡ ὕλη δὲ πάλιν, ὡς ἀποδείκνυσιν ὁ λόγος, οὐδὲν δὲ ἕτερόν ἐστιν παρὰ ταῦτα τὸ σύνθετον, καὶ τὸ σύνθετον ἄρα οὐκ ὂν ἀΐδιον, εἰ καθʼ ὅλον αὐτὸ γίνοιτο, ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραχθήσεται. οὐδὲν ἄρα τῶν γινομένων καθὸ γίνεται ἐξ ὄντος γίνεται καὶ διὰ τοῦτο οὐδὲ τῶν φθειρομένων οὐδὲν καθὸ φθείρεται εἰς ὂν ἀναλύεται ἀλλʼ εἰς μὴ ὄν· τὰ γὰρ μερικὰ πάντα γινόμενα καὶ φθειρόμενα οὐ κατὰ τὸ συναμφότερον, κατὰ δὲ τὸ εἶδος μόνον γίνεταί τε καὶ φθείρεται· ὅθεν ἐξ ὕλης τε γίνεται καὶ εἰς ὕλην πάλιν ἀναλύεται.
διʹ. Μήποτε δὲ οὐ καλῶς συγκεχωρήκαμεν τὸ ἄνευ γενέσεως τὰ εἴδη ἀχρόνως ὑφίστασθαι ἐν τῇ τῶν μερικῶν γενέσει, εὐεργὸν δὲ μόνον τὴν ὕλην γίνεσθαι καὶ ἐπιτηδείαν εἰς τὴν τῶν εἰδῶν ὑποδοχήν. τὴν μὲν γὰρ τοῦ εἴδους τελειότητα ἀχρόνως ὑφίστασθαι καὶ ἡμεῖς συνομολογοῦμεν, αὐτοῦ μέντοι εἶναί φαμεν τὴν γένεσιν μάλιστα· ἡ γὰρ ἐν τῇ μήτρᾳ τοῦ ἐμβρύου ζώωσίς τε καὶ διάπλασις οὐ δήπου ὕλης ἀλλʼ εἴδους ἐστὶν γένεσις· ὅτι μὲν γὰρ ἔτι ἐν τῇ μήτρᾳ ὑπάρχον τὸ ἔμβρυον ζῇ τε καὶ ἀεὶ ἐπὶ τὸ τῆς ζωῆς τέλειον εἶδος πρόεισιν, παντὶ δῆλον, ὅτι δὲ οὐχ ὕλη τοῦ ζῴου ἐστὶν ἡ ζωὴ ἀλλʼ εἶδος, ὕλη δὲ τὸ ὑποκείμενον καὶ ζωούμενον σῶμα καὶ κατὰ τὸν ἴδιον τῆς φύσεως τοῦ σώματος λόγον ἄψυχον καὶ ἄζωον, καὶ τοῦτο δῆλον. εἰ οὖν καὶ πρὶν τελεσφορηθῆναι τὸ ἔμβρυον ζωῆς μετέχει, εἰ καὶ ἀτελοῦς ἔτι, ἡ δὲ ζωὴ εἶδός ἐστιν τοῦ ζῴου καὶ οὐχ ὕλη, αὕτη δέ ἐστιν ἡ χρόνῳ καὶ τῇ κατὰ μικρὸν γενέσει ἐπὶ τὸ τέλειον προϊοῦσα καὶ ἐν τῇ μήτρᾳ τὸ τέλειον ἀπολαμβάνουσα, οὐκ ἄρα ἀχρόνως καὶ ἄνευ γενέσεως τὸ εἶδος ὑφίσταται. καὶ ἄλλως· αὐτός φησιν ὁ Πρόκλος ἐν τῷ ἑνδεκάτῳ λόγῳ τοῦ προκειμένου βιβλίου, ὡς εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται τὴν μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι, φησίν, τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν καὶ ἁρμοσθῶσιν, ἀλλʼ ὅταν ταῦτα προσλάβωσιν. ὅταν ἄρα, φησίν, ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδος. εἰ οὖν ἀληθῶς ταῦτα λέγει ὁ Πρόκλος καὶ ποιοῦσιν μὲν εὐεργὸν τὴν ὕλην οἱ τεχνῖται, καθόσον δὲ προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος, οὐκ ἀχρόνως δὲ προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, οὐκ ἀχρόνως ἄρα τὸ εἶδος τῇ ὕλῃ παραγίνεται· καὶ εἰ τὸ μὴ ἀχρόνως ὑφιστάμενον διὰ γενέσεως εἰς τὸ εἶναι παράγεται, ὥσπερ ἄρα προκόπτουσιν εἰς τὸ ποιεῖν τὴν ὕλην οἱ τεχνῖται, οὕτω καὶ εἰς τὸ ποιεῖν εἶδος προκόπτουσιν. ὁ αὐτὸς καὶ περὶ τῶν ὑπὸ φύσεως γινομένων ἁρμόσει ὁ λόγος· ἡ γὰρ τέχνη τῆς φύσεώς ἐστιν μίμημα. ἔτι εἰ οὐ γίνεται τὸ τῆς οἰκίας εἶδος, οὐδὲ ὁ οἰκοδόμος αὐτὸ ποιεῖ, εἰ δὲ μὴ ποιῇ τὸ τῆς οἰκίας εἶδος ὁ οἰκοδόμος, οὐδʼ ἂν εἴη ὁ οἰκοδόμος οἰκοδόμος, οὐδʼ ὁ ναυπηγὸς ναυπηγὸς ἂν εἴη, οὐδʼ ἂν οἰκία γίνεσθαι λέγοιτο, οὐ ναῦς, οὐχ ἱμάτιον, οὐκ ἄλλο οὐδέν· οὐ γὰρ ἡ τῆς νεὼς ὕλη ναῦς ἐστιν οὐδὲ ἡ τοῦ ἱματίου ἱμάτιον οὐδὲ ἡ τῆς οἰκίας οἰκία, ἵνα τῆς τούτων ὕλης εὐεργοῦ γενομένης λέγοιτο ταῦτα γίνεσθαι. εἰ οὖν τὴν ὕλην μόνον εὐεργὸν οἱ τεχνῖται ποιοῦσιν, τὸ δὲ εἶδος τῆς νεὼς ἀχρόνως ἄνευ γενέσεως παραγίνεται, οὔτε οἰκία ἄρα γίνεται οὔτε ναῦς οὔτε ἄλλο οὐδέν, ὑλοποιοὺς κλητέον τοὺς τεχνίτας, οὐκ εἰδοποιούς, καὶ τὴν γένεσιν ὑλοποιίαν ὀνομαστέον, οὐκ εἰδοποιίαν. καὶ τὴν χρῆσιν δὲ τῶν ἀνθρώπων ἀναιρετέον ἅπασαν, οὐ μόνον τὴν κοινὴν ἀλλὰ καὶ τὴν τῶν σοφῶν ἁπάντων· «τρέπεσθε γὰρ ὑμεῖς», πρὸς τὰ οὐράνιά φησιν ὁ παρὰ Πλάτωνι δημιουργός, «ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν», καὶ «ἄνθρωπος ἄνθρωπον γεννᾷ» φησὶν ὁ τούτου μαθητής· οὔτε οὖν ἄνθρωπον δεῖ λέγειν γεγονέναι ἢ γίνεσθαι, οὐχ ἵππον, οὐκ ἄμπελον, οὐ συκῆν, οὐκ ἄλλο οὐδέν· ἕκαστον γὰρ τῶν ὄντων οὐ κατὰ τὴν ὕλην κοινὴν οὖσαν πάντων ἀλλὰ κατὰ τὸ εἶδος ἔστιν τε καὶ ὀνομάζεται· εἰ οὖν μὴ γίνεται τὰ εἴδη, οὐ δεῖ λέγειν οὐκ ἀνθρώπου γένεσιν, οὐ συκῆς, οὐκ ἄλλου οὐδενός· οὐ γὰρ τῆς ὕλης ἐστὶν ταῦτα δηλωτικὰ ὀνόματα κοινῆς οὔσης ἀλλὰ τοῦ εἴδους, καθʼ ὃ ἕκαστον τῶν ἄλλων διενήνοχεν. ἀλλʼ οἶμαι ταῦτα γέλωτος εἶναι μᾶλλον ἢ ἀντιλογίας ἄξια· ὁρᾶται γὰρ ἐν τῇ τῶν πραγμάτων γενέσει κατὰ βραχὺ τὸ εἶδος ἀναλάμπον καὶ χρόνῳ ἐπὶ τὸ τέλειον προϊόν, ὡς ἰδεῖν ἔνεστιν ἐπί τε τῶν ὑπὸ τέχνης ἁπάντων καὶ ἐπὶ τῶν ὑπὸ φύσεως γινομένων, ὡς καὶ ἐπὶ τῶν ζωοποιουμένων ἐμβρύων καὶ ἀεὶ ἐπὶ τὸ τέλειον εἶδος τῆς ζωῆς προϊόντων ἐδείξαμεν.
ειʹ. Εἰ δʼ, ὅτι ἡ τοῦ εἴδους τελειότης ἀχρόνως ὑφίσταται, διὰ τοῦτο οὔτε γίνεσθαι φήσουσιν τὰ εἴδη οὔτε ἐν χρόνῳ φοιτᾶν ἐπὶ τὰ ὑποκείμενα, ἀναιρείτωσαν καὶ τὴν τῆς ὕλης γένεσιν καὶ πᾶσαν γένεσιν. εἰ γὰρ οἱ λίθοι καὶ τὰ ξύλα οὐ πρότερον τῆς οἰκίας εἰσὶν ὕλη, ὡς ἐν οἷς παρεθέμεθα φησὶν ὁ Πρόκλος, πρὶν ξεσθῶσιν καὶ ἁρμοσθῶσιν, ἀλλʼ ὅταν ταῦτα προσλάβωσιν, τότε ὡς ἀληθῶς ὕλη γεγόνασιν, τότε δὲ καὶ τὸ εἶδος ἀχρόνως ἤδη πάρεστιν, οὐκ ἄρα, πρὶν τὸ εἶδος παραγένηται, κυρίως εὐεργὸς ὕλη τῆς οἰκίας εἰσὶν οἱ λίθοι καὶ τὰ ξύλα. ὥστε καὶ τὸ κυρίως ὕλη εἶναι ἀχρόνως αὐτοῖς παραγίνεται, ὅτε καὶ τὸ εἶδος· τῶν πρός τι γὰρ ἡ ὕλη καὶ τὸ εἶδος καὶ θάτερον χωρὶς τοῦ ἑτέρου εἶναι ἀδύνατον καί, ὡς θάτερον ἔχει, οὕτω καὶ τὸ λοιπὸν ἔχειν ἀνάγκη· πάντα γὰρ τὰ πρός τι τοιαῦτα. εἰ οὖν ἡ τοῦ εἴδους τελειότης ἀχρόνως παραγίνεται, καὶ ἡ τῆς ὕλης ἄρα τελειότης, καθὸ ὕλη ἐστίν, ὅτε καὶ ὄντως ἐστὶν ὕλη, ἀχρόνως ὑφίσταται. εἰ οὖν τὰ ἀχρόνως τὴν οἰκείαν ἀπολαμβάνοντα τελειότητα οὐ γίνεται καὶ ἡ εὐεργὸς δὲ καὶ ὄντως ὕλη ἀχρόνως τὴν ἑαυτῆς καθὸ ὕλη ἐστὶν ἀπολαμβάνει τελειότητά τε καὶ δύναμιν, ὅτε καὶ τὸ εἶδος ἅμα αὐτῇ ἐπιγίνεται, οὐδʼ ἄρα ἡ ὕλη γίνεται. εἰ οὖν μήτε ἡ ὕλη γίνεται μήτε τὸ εἶδος, τί ἔσται λοιπὸν τὸ γινόμενον; οὐδὲν γάρ ἐστιν τούτων μεταξύ· ἐξ ὕλης γὰρ καὶ εἴδους μόνον τὰ σύνθετα σύγκειται καὶ οὐδενὸς μέσου τοῦ ἁρμόζοντος αὐτὰ δεῖται, ὡς καὶ Ἀριστοτέλει δοκεῖ. ἐν οὖν τῷ τέμνειν τὸν λαοξόον καὶ ξέειν τοὺς λίθους, εἰ μήτε εἶδος οἰκίας ποιῇ διὰ τὴν αὐτῶν ὑπόθεσιν μήτε ὕλην διὰ τὴν ἐκ τῆς ὑποθέσεως αὐτῶν ἑπομένην τοῦ λόγου ἀνάγκην, τί ἂν εἴη λοιπὸν ποιῶν; ἢ τί ἔσται τὸ γιγνόμενον; ἢ οὐδὲν ποιεῖν τι ξέοντα τοὺς λίθους τὸν οἰκοδόμον φήσουσιν; εἰ οὖν ποιεῖ τι ξέων τοὺς λίθους καὶ ἁρμόζων, ἢ τὴν ὕλην τῆς οἰκίας ποιεῖν ἀνάγκη πάντως ἢ τὸ εἶδος. κἂν ὕλην δὲ ποιῇ, ἐπεί, καθόσον ἡ ὕλη γίνεται, κατὰ τοσοῦτον αὐτῇ παραγίνεται τὸ εἶδος, καὶ τὸ εἶδος ἄρα ἐν χρόνῳ παραγίνεται· εἰ δὲ ἐν χρόνῳ, καὶ διὰ γενέσεως ἐξ ἀνάγκης, ὡς ἤδη εἴπομεν· οὐ γὰρ ἂν ἐδεῖτο χρόνου εἰς ὕπαρξιν, εἰ μὴ καὶ γενέσεως ἐδεῖτο. εἰ δʼ ὅλως διαιρεῖν ταῦτα δεῖ — τὴν τῆς ὕλης γένεσιν λέγω καὶ τοῦ εἴδους —, ὁπηνίκα μὲν τέμνῃ τε καὶ ξέῃ τοὺς λίθους καὶ τὰ ξύλα, καὶ τὸ τηνικαῦτα ὕλην ἐργάζεται εὐεργὸν ποιῶν, ὅταν δὲ ἤδη συντίθησί τε καὶ ἁρμόζει ταῦτα ἀλλήλοις, τότε κυρίως τὸ εἶδος τῆς οἰκίας ὑφίστησιν. καὶ καθόλου δʼ εἰπεῖν, εἰ τὸ ἀχρόνως ἀπολαμβάνον τὴν ἑαυτοῦ τελειότητα οὐ γίνεται, ἀναιρεθήσεται πᾶσα γένεσις· εἰ γὰρ τὸ γιγνόμενον ἐν χρόνῳ γίγνεται καὶ οὐ πρότερον τὴν τελείαν ὕπαρξιν λαμβάνει, πρὶν ὁ ὡρισμένος τῇ γενέσει συμπερανθῇ χρόνος, ἄχρονον δὲ τὸ τοῦ χρόνου συμπέρασμα τὸ νῦν, πᾶν ἄρα τὸ γινόμενον ἀχρόνως τὴν καθὸ γίνεται τελειότητα ἀπολαμβάνει· πᾶν δὲ τὸ τὴν ἑαυτοῦ τελειότητα ἀχρόνως ἀπολαμβάνον, ὥς φασιν, οὐ γίνεται· οὐδὲν ἄρα τῶν γινομένων γίνεται. ὥστε ἀναιροῖτο ἂν ἐκ τῶν ὄντων ἡ γένεσις.
ϛιʹ. Εἰ οὖν ταῦτα ἄτοπα, οὐκ ἄρα τὸ ἀχρόνως τὴν ἑαυτοῦ τελειότητα ἀπολαμβάνον οὐ γίνεται, οὐδʼ ἄρα διὰ τὸ ἀχρόνως τὴν τελειότητα τῶν εἰδῶν τοῖς ὑποκειμένοις παραγίνεσθαι οὐδὲ γίνεσθαι τὰ εἴδη φήσομεν. ὅτι δὲ οὐ μόνον ἡ προσεχὴς ὕλη ἀλλὰ καὶ τὰ εἴδη ὑπό τε τῶν δημιουργῶν καὶ ὑπὸ τῆς φύσεως γίνεται, δῆλον καὶ ἐντεῦθεν. ἐνδέχεται τὸν αὐτὸν λίθον καθʼ ἓν καὶ τὸ αὐτὸ σχῆμα ξεόμενον οἷον φέρε εἰπεῖν τετραγωνιζόμενον καὶ ὡς ὕλην οἰκίας τετραγωνίζεσθαι καὶ ὡς αὐτὸ μόνον εἰς καθέδραν ἐσόμενον ἐπιτήδειον. εἰ οὖν τις μὴ ὡς ὕλην οἰκίας τετραγωνίζοι τὸν λίθον ἀλλʼ ἁπλῶς, ἵνα βάθρον ἢ καθέδρα γένηται, παντὶ δῆλον, ὡς εἶδος μὲν ἔσται ἐν τούτῳ τὸ τετράγωνον ἢ τοῦτο τὸ κυβικὸν σχῆμα, ὡς καὶ τὸ τοῦ ἀνθρώπου ἐν τῷ ἀνδριάντι, ὕλη δὲ αὐτὴ ἡ τοῦ λίθου φύσις. οὐκοῦν ξέων τὸν λίθον ὁ τεχνίτης καὶ τὸ κυβικὸν ἐν αὐτῷ σχῆμα ποιῶν οὐχ ὕλην ἀλλʼ εἶδος ἐργάζεται. δῆλον οὖν, ὅτι, κἂν ὡς ὕλη οἰκίας γένοιτο, ὡς προσεχὲς εἶδος καὶ οὐχ ὡς ὕλη γίνεται τὸ αὐτὸ σχῆμα· εἰς ὕλην γὰρ τὸν λίθον ὁ τεχνίτης εἶδός τι ἐπιτίθησιν τὸ τοιόνδε σχῆμα, ἐπειδὰν δὲ γένηται, συμβαίνει τὸ ἐξ ἀμφοῖν ὕλην ἔστιν ὅτε οἰκίας γενέσθαι. πῶς δʼ οὐ γελοῖον τὸν ἀνδριαντοπλάστην μορφοῦντα τὸν κηρὸν ἢ ἄλλην ἡντιναοῦν ὕλην καὶ σχηματίζοντα μὴ τὸ εἶδος ἀλλὰ τὴν ὕλην τοῦ ἀνδριάντος λέγειν ἐργάζεσθαι; εἰ γὰρ τὸ ἀνδρείκελον σχῆμα ποιῶν ὕλην ποιεῖ, τί ἂν εἴη τὸ τοῦ ἀνδριάντος εἶδος; οὐδὲν γὰρ ἕτερόν ἐστιν ἀνδριὰς ἢ ὕλη τοιάδε εἰς ἀνδρὸς εἰ τύχοι σχῆμα διαπλασθεῖσα. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς τῶν φυσικῶν ἁπάντων γενέσεως· δεξαμένη γὰρ ἡ φύσις τὸ σπέρμα πρῶτον ἐξαιματοῖ τυχόν, εἶτα πήγνυσιν, εἶτα μερίζει εἰς σαρκῶν τε καὶ ὀστῶν καὶ τὴν τῶν λοιπῶν ὁμοιομερῶν γένεσιν, εἶτα διαπλάττει, εἶτα ζωοῖ, εἶτα αἰσθήσεως μεταδίδωσιν· τοῦτο δὲ τί ἄλλο ἐστὶν ἢ κατὰ βραχὺ τῆς τοῦ εἴδους τοῦ ζῴου παρουσίας ὑπόστασις; οὐ γὰρ ᾗ ζῷον καὶ ᾗ αἴσθησις ὕλη ἐστὶν τοῦ ζῴου, ὡς καὶ πρότερον εἶπον, ἅπερ δημιουργουμένῳ τῷ ζῴῳ ἐν τῇ μήτρᾳ ἔτι κατὰ βραχὺ ἐπιγίνεται· εἰ γὰρ καὶ συμβαίνει τὸ ἄλλης δυνάμεως ἔργον καὶ ἀποτέλεσμα ἑτέρᾳ τινὶ δυνάμει γίνεσθαι ὕλην, ἀλλʼ οὖν ἑκάστη δύναμις οὐχ ὡς ὕλην ἀλλʼ ὡς οἰκεῖον δημιουργεῖ ἀποτέλεσμα· σκοπὸς γάρ ἐστιν ἑκάστῃ φυσικῇ δυνάμει τὴν οἰκείαν παραλαβούσῃ ὕλην ταύτην κοσμῆσαί τε καὶ τὸ προσῆκον αὐτῇ ἐπιθεῖναι εἶδος· τὴν γὰρ ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν τροφὴν ἡ ἐνιδρυμένη τῷ ἥπατι φυσικὴ δύναμις παραλαβοῦσα ἀλλοιοῖ ταύτην καὶ εἰς αἵματος οὐσίαν μεταβάλλει καὶ τοῦτό ἐστιν αὐτῆς ἔργον καὶ ἀποτέλεσμα τὸ τοῦ αἵματος δημιουργῆσαι εἶδος καὶ οὐδὲν ἕτερον· ὥστε, εἰ μόνης τῆς τοῦ αἵματος ἰδέας ἡ ἐν τῷ ἥπατι στοχάζεται φυσικὴ δύναμις καὶ τοῦτο δημιουργεῖ, εἴδους ἄρα δημιουργός ἐστιν τὸ ἧπαρ, οὐχ ὕλης. ἀλλὰ πάλιν τὸ τοῦ ἥπατος ἀποτέλεσμα, τουτέστιν τὸ αἷμα, ὡς ὕλην οἰκείαν ἡ ἐν ἑκάστῳ τῶν λοιπῶν μορίων παραλαβοῦσα δύναμις εἰς τὴν τοῦ ὑποκειμένου μετασκευάζει φύσιν, ἢ ὀστέου τυχὸν ἢ σαρκὸς ἢ τῶν ἄλλων τινός· αὗται μὲν οὖν ὡς ὕλῃ τῷ αἵματι χρῶνται, ἡ δὲ ἐν τῷ ἥπατι ὡς εἶδος καὶ ἀποτέλεσμα τοῦτο εἰργάσατο ὕλην καὶ αὕτη, ὅπερ εἶπον, εἰς τὴν τοῦ αἵματος ἰδέαν τὴν ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν τροφὴν ἑλκύσασα· ἐπεὶ καὶ ἡ ἀρτοποιητικὴ τέχνη ὡς εἶδός τι καὶ ἀποτέλεσμα οἰκεῖον τὴν τοῦ ἄρτου κατασκευάζει ἰδέαν, συμβαίνει δὲ τὸ ταύτης ἔργον ὕλην τῇ ἐν τῇ γαστρὶ ἀλλοιωτικῇ δυνάμει γίνεσθαι. καὶ οἱ τῆς τῶν φαρμάκων δὲ φύσεως δημιουργοὶ ὡς ὕλην οἰκείαν τὰ τῆς φύσεως λαβόντες ἀποτελέσματα — λίθους φέρε καὶ πόας καὶ τὰ λοιπά, ἅπερ ἡ φύσις οὐχ ὡς ὕλην ἐκείνοις ἐσόμενα ἀπειργάσατο ἀλλʼ ὡς οἰκεῖον εἶδος καὶ ἀποτέλεσμα — τὴν τῶν φαρμάκων ἐν αὐτοῖς ἰδέαν ἐργάζονται καὶ τοῦτο ἔχουσι τέλος, ἅπερ πάλιν τῷ ἰατρῷ ὕλη γίνεται. καὶ τί ἄν τις ἐπὶ πλείω μηκύνοι τὸν λόγον τοῖς παραδείγμασιν; καθόλου γὰρ πᾶσα τέχνη καὶ πᾶσα φυσικὴ δύναμις δημιουργοῦσά τι οὐχ ὡς ὕλην δημιουργεῖ ἀλλʼ ὡς εἶδός τι πάντως ἐργάζεται, εἴπερ ὕλην τινὰ παραλαβοῦσα καὶ ἡ τέχνη καὶ ἡ φύσις εἶδός τι αὐτῇ ἐπιτίθησιν. οὐδεμία δὲ ὕλη, καθὸ ὕλη ἐστίν, ἐν ἄλλῃ τινὶ ὑποκειμένῃ ὕλῃ ὑφίσταται· αὐτὴ γάρ ἐστιν τὸ πρῶτον ἑκάστῳ ὑποκείμενον· ἡ γὰρ προσεχὴς καλουμένη ὕλη, οἷον φέρε τὰ στοιχεῖα καὶ οἱ ἐν τῷ ἡμετέρῳ σώματι τούτοις ἀναλογοῦντες χυμοί, οὐ κυρίως ὕλη ἀλλὰ πρός τι ὕλη· ὡς μὲν γὰρ πρὸς τὰ ἐξ αὐτῶν ἐσόμενα σύνθετα σώματα ὕλη εἰσίν, ταῦτα μέντοι καθʼ αὑτὰ θεωρούμενα σύνθετά ἐστιν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν αὐτοῖς τοῦ τριχῇ διαστατοῦ, εἴδους δὲ τοῦ πυρίου τυχὸν ἢ τοῦ ἀερίου· καὶ ἐπὶ πάντων ὡσαύτως. δέδεικται ἄρα, ὅτι πᾶσα δημιουργικὴ δύναμις εἴδους ἐστὶν δημιουργός, εἰ καὶ συμβαίνει τὸ ἄλλης ἀποτέλεσμα ἄλλης ὕλην γίνεσθαι, χωρὶς εἰ μή τις τὴν ἐν παντὶ τῷ ζῴῳ κοινὴν φύσιν σκοπήσειεν, ἥτις τὰ ἑκάστης δυνάμεως ἔργα εἰς ἕνα σκοπὸν τὴν τοῦ ζῴου συνάγει σωτηρίαν. ἀλλʼ ἥ γε ἐν ἑκάστῳ μορίῳ δημιουργὸς φύσις οὐχ ὡς ὕλην ἀλλʼ ὡς εἶδος τὸ ἴδιον ἐργάζεται ἀποτέλεσμα. εἰ τοίνυν καὶ τέχνη πᾶσα καὶ φύσις εἶδός τι καὶ οὐχ ὕλην ἐργάζεται, τὰ δὲ εἴδη πάντα, ὡς καὶ αὐτοῖς ὡμολόγηται, ἐξ οὐκ ὄντος τε εἰς τὸ εἶναι παρῆλθεν καὶ εἰς τὸ μὴ ὂν πάλιν τῆς συνθέσεως διαλυομένης ἀπόλλυται, οὐδὲν ἄρα τῶν γινομένων ἐξ ὄντος γίνεται οὐδὲ φθείρεται πάλιν εἰς ὄν, ἀλλʼ ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις καὶ ἡ φθορὰ πάντως εἰς τὸ μὴ ὄν ἐστιν τῶν φθειρομένων ἡ ἀνάλυσις.
ζιʹ. Ὑπὸ τούτων τινὲς τῶν λόγων πιεζόμενοί φασιν, ὡς οὔτε ὕλης ἐστὶν ἡ γένεσις οὔτε τοῦ εἴδους ἀλλὰ τοῦ ἐξ ἀμφοῖν συνθέτου, τούτου δὲ εἶναι καὶ τὴν φθοράν· γίνεσθαι γάρ φασιν σύνθετον ἐξ ἀσυνθέτου· εἰ γὰρ τὸ γινόμενόν ἐστιν ἄνθρωπος ἢ βοῦς ἢ ἐλαία ἤ τι τῶν παραπλησίων, τούτων δὲ ἕκαστον ἐξ οὐ συνθέτου σύνθετον γέγονεν, δῆλον ἄρα, ὅτι τοῦ συνθέτου ἐστὶν ἡ γένεσις· σύνθετα γὰρ καὶ τὰ φυτὰ καὶ τὰ ζῷα καὶ τῶν γινομένων ἕκαστον, τὰ δὲ σύνθετα ἐξ ὑποκειμένης τῆς ὕλης γίνεται καὶ εἰς αὐτὴν πάλιν ἔσχατον ἀναλύεται· ὥστε καὶ ἡ γένεσις ἐξ ὄντος καὶ ἡ φθορὰ πάλιν εἰς ὄν. ἐπεὶ δʼ, ἄν τις καὶ πρὸς τούτοις ὡς μάλιστα μένει, δέδεικται, ὅτι οὐ καθʼ ὅλον αὐτὸ τὸ σύνθετον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλει, ὅπερ ἐστὶν γένεσις, οὐδʼ αὖ πάλιν καθʼ ὅλον αὐτὸ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἀναλύεται, ὅπερ ἐστὶν φθορά, οὐκ ἂν ᾖ κυρίως τοῦ συνθέτου ἡ γένεσις· εἰ γὰρ καὶ τὸ σύνθετον λέγοιτο γίνεσθαι, ἀπὸ μέρους τοῦ παντὸς κατηγορεῖται ἡ γένεσις, ὡς καὶ τὸν ἄνθρωπον ἀπὸ μέρους τοῦ σώματος βαδίζειν λέγομεν. εἰ δέ τις καὶ συγχωρήσειε τοῦ συνθέτου εἶναι τὴν γένεσιν, διότι ἁπλῶς σύνθεσίς τις γίνεται, πρῶτον μὲν οὐκ ἐξ ὄντος μόνου τῆς ὕλης ἀλλὰ καὶ ἐκ μὴ ὄντος τοῦ εἴδους τὸ σύνθετον γίνεται, εἴπερ ἐξ ὕλης καὶ εἴδους τὰ σύνθετα σύγκειται· ὥστε καὶ φθείρεται πάλιν εἰς ὄν τε καὶ μὴ ὄν. διὰ τί οὖν τὸ ἥμισυ ἀποτεμόντες φασὶ τὸ σύνθετον ἐξ ὄντος γίνεσθαι καὶ μηδὲν γίνεσθαι ἐκ μὴ ὄντος; εἰ γὰρ ὡς γινόμενον σύνθετον λάβωμεν, ἐξ ὕλης καὶ εἴδους γινόμενον ὁρᾶται, ὧν τὸ μὲν ἦν πρὸ τῆς συνθέσεως, ἡ ὕλη, τὸ δὲ οὐκ ἦν, τὸ εἶδος· ὥστε καὶ ἡ γένεσις ἐξ ὄντος καὶ οὐκ ὄντος καὶ ἡ φθορὰ εἰς ὂν καὶ μὴ ὄν. δεύτερον εἰ τὸ γινόμενον μήτε ὕλη ἐστίν, διότι καὶ ἡ ὕλη κατʼ αὐτοὺς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, μηδὲ τὸ εἶδος διὰ τὸ ἄνευ γενέσεως καὶ φθορᾶς, ὥς φασιν, ἢ εἶναι τοῦτο ἢ μὴ εἶναι, σύγκρισις ἄρα μόνον ἐστὶν τῶν ἁπλῶν ἡ γένεσις καὶ ἡ φθορὰ πάλιν διάκρισις. οὐσίας δὲ οὐδεμία σύγκρισις, ὥσπερ ἐπὶ σωροῦ σπερμάτων ἢ λίθων ἢ τοιούτων τινῶν οὐκ οὐσίας τινὸς ὕπαρξίς ἐστιν ὁ σωρὸς ἀλλὰ σύνθεσις μόνον εἰ τύχοι τῶν τοῦ σίτου κόκκων· καὶ συμβαίνει τὸν Ἐμπεδοκλέους λόγον εἶναι ἀληθῆ «φύσις οὐδενός ἐστιν» λέγοντα «ἀλλὰ μῖξίς τε διάλλαξίς τε μιγέντων». ἀλλʼ ἱκανῶς ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς τὴν δόξαν ταύτην Ἀριστοτέλης ἀπήλεγξεν. εἰ οὖν μὴ σύνθεσις μόνον ἡ γένεσις, οὐδὲ τὸ γινόμενον ἄρα ᾗ σύνθετόν ἐστιν μόνον γίνεται. εἰ δὲ μὴ μόνον συνθέσεώς ἐστιν γένεσις, ἀλλʼ ἔστιν τις ἐν τῇ τοῦ συνθέτου γενέσει καὶ οὐσίας γένεσις, ἐν δὲ τῷ συνθέτῳ παντὶ οὐδὲν ἕτερον θεωρεῖται παρὰ τὴν ὕλην καὶ τὸ εἶδος, ἀνάγκη πᾶσα ἢ τῆς οὐσίας τῆς κατὰ τὸ εἶδος εἶναι τὴν γένεσιν ἢ τῆς κατὰ τὴν ὕλην ἢ τοῦ ἐξ ἀμφοῖν. ἀλλʼ ἡ ὕλη οὔτε γίνεται οὔτε φθείρεται· οὐκ ἄρα τῆς ὕλης ἡ γένεσίς ἐστιν, οὐκοῦν οὐδὲ τοῦ συναμφοτέρου· οὕτω γὰρ ἂν πάλιν ἡ ὕλη γίνοιτο, εἴπερ τὸ ἐξ ἀμφοῖν — τὸ σύνθετόν φημι — καθʼ ὅλον αὐτὸ γίνοιτο, τουτέστιν καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. λείπεται ἄρα μόνου τοῦ εἴδους εἶναι τὴν γένεσιν. ὥστε γίνεται μὲν σύγκρισίς τις τῶν ἁπλῶν καὶ σύνθεσις, πολλῷ δὲ πρότερον καὶ τῆς οὐσίας τῆς κατὰ τὸ εἶδός ἐστιν γένεσις· τῷ γὰρ ταύτην ἐν τῇ ὕλῃ γίνεσθαι διὰ τὸ καθʼ ἑαυτὴν ὑποστῆναι μὴ δύνασθαι συμβαίνει καὶ τὸ σύνθετον γίνεσθαι· ὥσπερ ἂν εἰ καὶ ἐπὶ τοῦ ἀνδριάντος τῆς γενέσεως συνθέτου εἶναι γένεσιν λέγοι τις — λέγω δὴ τοῦ συγκειμένου ἔκ τε τοῦ χαλκοῦ καὶ τῆς τοιᾶσδε μορφῆς —, ἀλλὰ δηλονότι προηγουμένως τῆς τοιᾶσδε μορφῆς ἐστιν ἐν τῷ χαλκῷ ὑφισταμένης ἡ γένεσις, διὰ δὲ τὸ μὴ δύνασθαι τὴν μορφὴν αὐτὴν καθʼ αὑτὴν ἄνευ ὕλης ὑποστῆναι συμβαίνει καὶ τὸ σύνθετον ὡς σύνθετον γίνεσθαι. ὥστε κυρίως μὲν τῶν εἰδῶν ἐστιν ἡ γένεσις ἐπί τε τῶν ἐκ φύσεως καὶ ἐπὶ τῶν ὑπὸ τέχνης γενομένων, ἐκ παρεπομένου δὲ διὰ τὸ μὴ εἶναι χωριστὰ ὕλης τὰ τοιαῦτα εἴδη ἅμα κατὰ ταὐτὸν συμβαίνει καὶ τὸ σύνθετον γίνεσθαι. οὐκ ἄρα πρώτως τοῦ συνθέτου ἐστὶν ἡ γένεσις. τούτων οὕτως ἀποδεδειγμένων, ὅτι τὰ κυρίως γινόμενά εἰσιν τὰ ἔνυλα εἴδη καὶ ὅτι ταῦτα, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν, ἔκ τε τοῦ μὴ ὄντος ὑφίστανται καὶ εἰς τὸ μὴ ὂν αὖθις φθειρόμενα ἀναλύεται, ἔξεστιν ἄρα καὶ ἡμῖν τεθαρρηκότως αὐτοῖς ἀντιφθέγγεσθαι, ὡς οὐδὲν τῶν γινομένων, καθὸ κυρίως γίνεται, ἐξ ὄντος γίνεται οὐδὲ τῶν φθειρομένων οὐδέν, καθὸ φθείρεται, εἰς ὂν ἀναλύεται, ἀλλʼ ἔκ τε τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἡ γένεσις καὶ ἡ φθορὰ πάλιν εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν ἐστιν ἀνάλυσις· οὗπερ γὰρ κυρίως ἐστὶν ἡ γένεσις, τούτου ἐστὶν καὶ ἡ φθορὰ ἐξ ἀνάγκης· οὐκοῦν, εἰ τοῦ εἴδους ἡ γένεσις, τούτου πάντως καὶ ἡ φθορὰ ἂν εἴη. ψευδοῦς τοίνυν ἀπεληλεγμένου τοῦ πολυθρυλήτου τούτου παρʼ Ἕλλησιν ὡς ἂν αὐτοὶ φαῖεν ἀξιώματος τοῦ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι, ἀληθοῦς δὲ μᾶλλον ὄντος τοῦ μηδὲν τῶν γινομένων, καθὸ γίνεται, ἐξ ὄντος γίνεσθαι οὐδὲ τὸν κόσμον ἄρα, εἰ γέγονεν, ἐξ ὄντος ἀνάγκη γεγονέναι, ἵνα τὰ τούτῳ ἑπόμενα ὡς ἀδύνατα φυγόντες ἀγένητον αὐτὸν λέγειν ἀναγκαζόμεθα. Τέλος λύσεως τοῦ θʹ λόγου.