Πρόκλου διαδόχου λόγος ηʹ.
«Ὄγδοος· εἰ πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεται καὶ εἴς τι ἀλλότριον, μηδὲν δὲ ἔξω τοῦ παντός ἐστιν μηδὲ ἀλλότριον ἀλλὰ πάντα περιείληφεν ὅλον ἐξ ὅλων καὶ τέλειον ἐκ τελείων γινόμενον, οὔτʼ ἂν ἀλλότριόν τι εἴη τοῦ παντὸς οὔτʼ ἂν φθείροιτο εἰς ἀλλότριον ἢ ὑπὸ ἀλλοτρίου γινόμενον. ὥστʼ ἄφθαρτόν ἐστιν. διὰ δὲ τὸ αὐτὸ τοῦτο καὶ ἀγένητον· πᾶν γὰρ τὸ γενητὸν ἔκ τινος γίνεται πρότερον ἀλλοτρίου ὄντος. ὥστε εἴη ἄν τι τῷ παντὶ ἀλλότριον. τοῦτο δὲ ἔξω τοῦ γινομένου. τοῦ ἄρα παντὸς ἔσται τι ἔξω, πρὶν γένηται τὸ πᾶν, ἀλλότριον ὂν τοῦ παντός. εἰ δὲ τοῦτο, εἴη ἂν ἐναντίον τι τῷ παντί, ἐξ οὗ γέγονεν. ἀλλὰ μὴν τὰ ἐναντία ἐξ ἀλλήλων τέ ἐστιν καὶ εἰς ἄλληλα μεταβάλλει καὶ εἰσὶν αὐτῶν δύο ὁδοὶ μεταξὺ δυοῖν ὄντοιν, ὡς ἐν Φαίδωνι κατεσκεύασται διὰ πλειόνων, ἀποδιδόναι θατέρῳ τῶν ἐναντίων τὸ λοιπὸν καὶ μὴ εἶναι χωλὴν τὴν φύσιν. ὅτι μὲν οὖν ἀντίκειται τὸ ἄτακτον καὶ τὸ τεταγμένον, δῆλον. ἀλλʼ εἰ μὲν ὡς στέρησις καὶ ἕξις, μεταβάλλει δὲ ἀπὸ στερήσεως εἰς τὴν ἕξιν, πολλῷ μᾶλλον μεταβάλλει καὶ ἀπὸ τῆς ἕξεως εἰς τὴν στέρησιν· ἀδυνατώτερον γὰρ ἐκεῖνο, διότι στέρησίς ἐστιν, αἱ δὲ στερήσεις εἰς ἕξιν ἀμετάβλητοι. εἰ οὖν ἐκεῖνο ἀδυνατώτερον γενέσθαι γέγονεν, πολλῷ μᾶλλον τὸ δυνατώτερον ἔσται καὶ μεταβάλλει τὸ τεταγμένον εἰς τὸ ἄτακτον καὶ ἔσται κατὰ φύσιν τοῦτο καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν· ὁ γὰρ τὸ ἀδυνατώτερον ποιήσας μᾶλλον ποιήσει τὸ δυνατώτερον. εἰ δʼ ἐναντία ταῦτʼ ἔστιν κατὰ τὸν τῶν ἐναντίων νόμον, μεταβάλλει ἄρα καὶ τὸ πᾶν εἰς τὸ ἐναντίον, ἐξ οὗ γέγονεν. ἀλλὰ μὴν ἄφθαρτον δέδεικται τὸ πᾶν. οὐκ ἄρα μεταβάλλει εἰς ἐναντίον τι. ὥστε οὐδὲ γέγονεν. ὥστʼ ἀΐδιον τὸ πᾶν· οὐ γὰρ ἐνδέχεται δυοῖν ἐναντίοιν ὄντοιν ἐκ μὲν τοῦ ἑτέρου ὁδὸν εἰς θάτερον εἶναι, ἐκ δὲ τοῦ ἑτέρου εἰς θάτερον μὴ εἶναι, οὐδὲ στερήσεως καὶ ἕξεως ἐκ μὲν τῆς στερήσεως εἰς τὴν ἕξιν εἶναι, ἐκ δὲ τῆς ἕξεως εἰς τὴν στέρησιν μὴ εἶναι· οὐ γὰρ ἔστιν ἐπί τινων ὁδὸς ἀπὸ στερήσεως εἰς ἕξιν, τοῖς δʼ ἐναντίοις ἔστιν εἰς ἄλληλα, καθάπερ ὁ ἐν Φαίδωνι λέγει Σωκράτης. ὥστʼ ἢ οὐκ ἔστιν ἄφθαρτον τὸ πᾶν ἢ πολλῷ μᾶλλον ἀγένητον ἢ ἄφθαρτον, εἴτʼ ἐναντίον τὸ ἄτακτον καὶ τὸ τεταγμένον εἴτε τοῦ τεταγμένου τὸ ἄτακτον στέρησις.» Κεφάλαια τῆς λύσεως τοῦ ηʹ λόγου.
αʹ. Ὅτι ἐξ αὐτῶν τῶν τῷ Πρόκλῳ δοκούντων καὶ ἀλλαχοῦ τὸ καὶ ἐνταῦθα ὡμολογημένον δείκνυται, ὡς ψεῦδός ἐστιν τὸ «πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεται». καὶ ὅτι φύσει φθαρτός ἐστιν ὁ κόσμος, κἂν μηδὲν αὐτοῦ ἔξωθεν ὑπάρχῃ.
βʹ. Ὅτι, κἂν συγχωρηθείη ἀληθὲς εἶναι τὸ πᾶν τὸ γινόμενον ἔκ τινος γίνεσθαι πρότερον ἀλλοτρίου ὄντος, ἔτι δὲ καὶ τοῦ κόσμου μηδὲν εἶναι ἔξω μηδʼ ἀλλότριον, οὐδὲν κωλύει γεγονέναι τὸν κόσμον. καὶ ὅτι εὐήθης αὕτη ἡ ὑπόθεσις ἡ λέγουσα, ὡς, εἴπερ γέγονεν ὁ κόσμος, ἢ ἔστιν τι αὐτοῦ ἢ ἦν ἀλλότριόν τε καὶ ἔξω.
γʹ. Ὅτι οὐ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου πάντως γίνεται. ὥστε οὐδὲ ὁ κόσμος, εἴπερ γέγονεν, ἐξ ἐναντίου πάντως γέγονεν.
δʹ. Ὅτι, εἰ καὶ ἐνδέχεται τὴν ἕξιν ἀντιμεταβάλλειν εἰς τὴν στέρησιν, ἀλλʼ οὖν ἐναντία Πλάτωνι διατάττεται Πρόκλος λέγων, ὡς, εἴπερ γέγονεν ὁ κόσμος ἐκ τοῦ ἀτάκτου κατὰ Πλάτωνα, ἀκολουθήσει πάντως καὶ κατὰ φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν τὸ πάλιν ἀντιμεταβάλλειν αὐτὸν εἰς τὸ ἄτακτον, τουτέστιν εἰς τὴν ἰδίαν στέρησιν, ἐξ ἧς γέγονεν. Λύσις τοῦ ηʹ λόγου.
αʹ. Τῶν ἐλέγχων ἄριστοι εἶναι δοκοῦσιν ἐκεῖνοι, οἵτινες ἐξ ἀρχῶν ὡρμημένοι εἰσὶν αὐτοπίστων τε καὶ τοῖς ἀντιλέγουσιν προωμολογημένων. καὶ ἡμεῖς τοίνυν τὴν ἀρχὴν καὶ ῥίζαν τοῦ προκειμένου ἐπιχειρήματος — αὕτη δέ ἐστιν τὸ λαβεῖν, ὡς πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεται, ἐξ οὗ συνήγαγεν, ὡς οὐκ ἂν φθαρείη ὁ κόσμος διὰ τὸ μηδὲν μήτε ἔξωθεν εἶναι τοῦ παντὸς μήτε ἀλλότριον — οὐκ ἀλλαχόθεν ἐλέγξομεν ἢ ἐκ τῶν αὐτῷ τῷ Πρόκλῳ μετὰ τῆς ἀληθείας προωμολογημένων. παραθήσομαι δὲ ταῦτα τοῦ Πρόκλου τὰ ῥήματα, ἅπερ καὶ ἐν τῷ ἕκτῳ τῶν κεφαλαίων παρέθηκα· Πλάτωνος γὰρ ἅπαν τὸ αἰσθητὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον ἀποφηναμένου καὶ πρὸς τοῦτο τοῦ Ἀριστοτέλους ἐνστάντος, ὡς οὐκ ἀληθὲς εἴη — τὸν γὰρ οὐρανὸν καὶ τὸν ὅλον κόσμον αἰσθητὸν ὄντα μήτε γενέσθαι μήτε ἀπόλλυσθαι —, τῇ Πλάτωνος ὁ Πρόκλος παριστάμενος δόξῃ μετὰ πλειόνων ἄλλων καὶ τῶν αὐτῷ τῷ Ἀριστοτέλει δοκούντων ταύτην συνίστησιν. δοκεῖ δὲ Ἀριστοτέλει τὸ μηδὲν σῶμα δύναμιν ἔχειν ἄπειρον, ἀλλὰ πᾶν ὑπὸ πεπερασμένης διοικεῖσθαι δυνάμεως. ἐξ οὗ συνάγει ὁ Πρόκλος, ὡς πᾶν σῶμα τῷ οἰκείῳ τῆς φύσεως λόγῳ γινόμενόν ἐστιν καὶ ἀπολλύμενον διὰ τὸ τὴν πεπερασμένην δύναμιν φθαρτὴν εἶναι ἐξ ἀνάγκης. ἔχει δὲ τὰ Πρόκλου ἐπὶ λέξεως ὧδε.
Πρόκλου ἐκ τοῦ λόγου, ὃς ἐπιγέγραπται «ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπʼ Ἀριστοτέλους ἀντειρημένων».
«Τοῦτο τοίνυν μόνον δεῖ λαβεῖν, εἰ καὶ τὸ οὐράνιον σῶμα δεῖ γινόμενον ὀνομάζειν καὶ τὸν ὅλον κόσμον ὡσαύτως. πῶς δὲ οὐ δεῖ καὶ ἐξ ὧν αὐτὸς δίδωσιν ἡμῖν οὑτωσὶ λέγειν; οὐδὲν γάρ φησιν σῶμα πεπερασμένον δύναμιν ἄπειρον ἔχει, καὶ δέδειχεν ἐν ὀγδόῳ τοῦτο τῆς φυσικῆς ἀκροάσεως. εἰ οὖν ὁ κόσμος πεπέρασται — καὶ γὰρ τοῦτο δέδειχεν αὐτός —, ἀνάγκη μὴ ἔχειν αὐτὸν δύναμιν ἄπειρον. ἀλλὰ μὴν δεδείχαμεν, ὅτι ὁ αἰὼν ἄπειρός ἐστιν δύναμις, ἐν τοῖς ἔμπροσθεν λόγοις. οὐκ ἄρα ὁ κόσμος αἰώνιον ἔχει τὴν ὑπόστασιν μὴ ἔχων τὴν ἄπειρον δύναμιν. εἰ δὲ μὴ ἔχῃ τὴν ὑπόστασιν αἰώνιον — τὸ γὰρ τοιοῦτον αἰῶνος μετέχει, τὸ δὲ μετέχον αἰῶνος ἀπείρου δυνάμεως μετέχει —, ἀνάγκη μὴ εἶναι τὸν κόσμον ἀεί· τὸ γὰρ ἀεὶ εἶναι καὶ αὐτὸς ἴδιον εἶναί φησιν τοῦ αἰῶνος ἀπὸ τούτου λέγων τὴν ἐπωνυμίαν εἰληφέναι τὸν αἰῶνα». οὕτω δείξας ὁ Πρόκλος, ὅτι καὶ κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα οὐ τῶν ἀεὶ ὄντων ὁ κόσμος, δείκνυσι ἐφεξῆς, ὅτι τὸ ἀεὶ εἶναι αὐτῷ ἑτέρωθεν καὶ οὐκ ἐκ τῆς οἰκείας ὑπάρχει φύσεως· φησὶν γὰρ οὕτως «οὐδὲ γάρ, ὅπερ ἐπὶ τοῦ ἀεὶ ὄντος ἀληθές, τοῦτο καὶ ἐπὶ τοῦ ἀεὶ γινομένου, τὸ ὑπάρχειν αὐτῷ δύναμιν ἄπειρον διὰ τὸ ἀεὶ γίνεσθαι, ὡς ἐκείνῳ διὰ τὸ ἀεὶ εἶναι· ἀλλὰ τῷ ποιοῦντι τοῦτο, διὸ καὶ τοῦτο ἀεὶ γίνεται προσκτώμενον ἀεὶ τὸ εἶναι διὰ τὸ καθʼ ὕπαρξιν ἀεὶ ὂν καὶ ὅσον ἐφʼ ἑαυτῷ τὸ ἀεί οὐκ ἔχον. ὥστε ὁ τοῦ γινομένου ὁρισμὸς ἐφαρμόζοι ἂν καὶ τῷ κόσμῳ»· καὶ μετʼ ὀλίγα «πᾶν ἄρα τὸ γινόμενον αὐτὸ μὲν καθʼ αὑτὸ πάντως καὶ ἀπολλύμενόν ἐστιν, δεθὲν δὲ ὑπὸ τοῦ ὄντος μένον ἐν τῷ γίνεσθαι τὸ ὅλον τοῦτο γινόμενόν ἐστιν διὰ τὸ εἶναι οὐκ ἀπολλύμενον, ὃ ἐκ τοῦ ὄντος παρεσπάσατο. τὸν δʼ οὖν ὁρισμὸν αὐτὸ καθʼ αὑτὸ τὸ γινόμενον ἀπολαβόντα καὶ ἀπολλύμενον αὐτὸ προσεῖπεν ὡς τῇ αὐτοῦ φύσει τοιοῦτον ὄν». καὶ πάλιν ὁ αὐτὸς ἐν τοῖς ἐφεξῆς «ἐπειδὴ γὰρ τὸ μὲν πᾶν πεπερασμένον, τὸ δὲ πεπερασμένον ἄπειρον οὐκ ἔχει δύναμιν, ὡς ἔδειξεν, τὸ δὲ κινοῦν τὴν ἄπειρον κίνησιν ἀπείρῳ δυνάμει κινεῖ, δηλονότι τὸ ἀκίνητον αἴτιον τῆς ἀπείρου τῷ παντὶ κινήσεως αὐτὸ τὴν ἄπειρον ἔχει δύναμιν. ὥστʼ ἐὰν τῷ λόγῳ χωρίσῃς ἐκείνου τὸ πᾶν, οὐ κινήσεται εἰς ἄπειρον οὐκ ἔχον δύναμιν ἄπειρον, ἀλλʼ ἕξει τοῦ κινεῖσθαι παῦλαν· ἐὰν δὲ πάλιν συνάψῃς αὐτὸ ἐκείνῳ, διʼ ἐκεῖνο κινήσεται εἰς ἄπειρον. καὶ οὐδέν γε ἄτοπον διʼ ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως». καὶ μετὰ βραχέα «ὅλως γὰρ ἐπειδὴ καὶ ἐν τοῖς τῇδε τὸ μὲν φθείρεσθαι διʼ ἀδυναμίαν τὸ δὲ σῴζεσθαι διὰ δύναμιν ὑπάρχει, πολλῷ μᾶλλον ἐν τοῖς ἀφθάρτοις ἡ ἀφθαρσία διὰ δύναμιν. ἡ δὲ δύναμις δηλονότι ἄπειρον· ἡ γὰρ πεπερασμένη φθείρεται πᾶσα».
Εἰ οὖν διὰ τὸ μὴ μετέχειν τὸν κόσμον ἀπείρου δυνάμεως σῶμα ὄντα, τὴν δὲ πεπερασμένην δύναμιν ἅπασαν φθαρτὴν εἶναι τοῦ φθείρεσθαι αὐτῇ διʼ ἀσθένειαν ἐπιγινομένου — ἀσθενὴς γάρ, εἰ μὴ ἄπειρος — διὰ τοῦτο τὸν κόσμον ἀνάγκη ἀπολλύμενόν τε καὶ φθαρτὸν εἶναι καὶ μὴ ἀεὶ ὑπάρχειν καὶ τοῦτο αὐτῷ ἀπὸ τῆς ἰδίας αὐτοῦ φύσεως πρόσεστιν, τὸ δὲ ἀεὶ εἶναι ἐκ τῆς τοῦ ὄντος μεθέξεως αὐτῷ ἐπιγίνεται ἐπικτήτου τῆς ἀθανασίας αὐτῷ γινομένης, εἰ ταῦθʼ οὕτως ἔχει καὶ Πλάτωνί τε καὶ Πρόκλῳ δοκεῖ, πῶς ἔτι ἂν εἴη ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ἔκ τινος ἔξωθεν ἀλλοτρίου προσβάλλοντος φθείρεσθαι; εἰ γὰρ καὶ μηδὲν εἴη τὸ προσβάλλον καὶ φθεῖρον τὸν κόσμον, αὐτὸ τὸ τῆς δυνάμεως πεπερασμένον ἐξασθενοῦν διʼ αὐτὸ τὸ πεπεράνθαι φθορᾶς αἴτιον τῷ παντὶ γίνεται· εἰ γὰρ μὴ φθείρεται ὁ κόσμος καὶ τοῦτό τις αὐτοῖς συγχωρήσειεν, οὐ διὰ τὸ μηδὲν ἔξωθεν ἀλλότριον αὐτοῦ εἶναι οὐ φθείρεται ἀλλὰ διὰ τὸ τὴν ἀσθένειαν αὐτῷ ἐκ τοῦ ἀεὶ ὄντος ἐπιγίνεσθαι. εἰ οὖν καλῶς τῷ Πρόκλῳ δοκεῖ μηδὲν εἶναι ἄτοπον διʼ ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς αὑτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως, χωριζέσθω κατʼ ἐπίνοιαν ἡ ἐπιγινομένη τῷ κόσμῳ παρὰ τοῦ ἀεὶ ὄντος ἀθανασία καὶ αὐτό γε τὸ ταύτην αὐτῷ χορηγοῦν· τούτου οὖν γενομένου πότερον φθαρήσεται ὁ κόσμος διὰ τὴν ἀσθένειαν τῆς οἰκείας δυνάμεως πεπερασμένης οὔσης ἢ οὐ φθαρήσεται διὰ τὸ μηδὲν εἶναι αὐτοῦ ἀλλότριον ἔξωθεν; εἰ μὲν οὖν τὸ δεύτερον εἴη ἀληθές, οὐκέτι τὸ ἀεὶ εἶναι αὐτῷ παρὰ τοῦ ἀεὶ ὄντος ἐπίκτητον πρόσεστιν· τοῦ γοῦν ἀεὶ ὄντος κατʼ ἐπίνοιαν χωρισθέντος οὐδὲν ἧττον ἄφθαρτος ὁ κόσμος ἐστὶν ὅσον ἐπὶ τῇ τοῦ Πρόκλου ὑποθέσει διὰ τὸ μηδὲν ἔχειν ἔξωθεν φθεῖρον· ἄφθαρτος δὲ ὢν ἀεί ἐστιν· ἔτι δὲ οὐδʼ ἡ πεπερασμένη δύναμις φθαρτὴ ἔσται, εἰ πεπερασμένη μὲν ἡ τοῦ κόσμου δύναμις, ἄφθαρτος δʼ ὅμως ἐστὶν διὰ τὸ μηδὲν αὐτοῦ ἔξωθεν εἶναι. εἰ δὲ ἀληθὲς τὸ τὴν πεπερασμένην δύναμιν φθαρτὴν εἶναι, τὸ ἕτερον ψεῦδος ἐξ ἀνάγκης, λέγω δὴ τὸ μὴ φθείρεσθαι τὸν κόσμον διὰ τὸ μηδὲν αὐτῷ προσβάλλειν ἀλλότριον ἔξωθεν, εἴπερ μηδενὸς ὄντος ἔξωθεν τοῦ κόσμου χωρισθέντος δὲ αὐτοῦ τοῦ ἀεὶ ὄντος φθείρεσθαι αὐτὸν ἀνάγκη διὰ τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως· ὥστʼ οὐκ ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεσθαι. ἔτι εἰ τὸ μὴ φθείρεσθαι τὸν κόσμον διὰ τὸ μηδὲν αὐτῷ προσβάλλειν ἀλλότριον ἔξωθεν ὑπῆρχεν ὅλον ἐξ ὅλων καὶ τέλειον ἐκ τελείων γενόμενον καὶ πάντα ἐν αὑτῷ περιέχοντα, δηλονότι ἐξ αὐτῆς αὐτοῦ τῆς φύσεως τὸ ἄφθαρτον αὐτῷ πρόσεστιν· πάντα γὰρ ἐν ἑαυτῷ περιέχων οὐδὲν τῶν φθοροποιῶν αἰτίων ἔξωθεν ἀπολέλοιπεν· μηδενὸς οὖν ὄντος τοῦ φθείρειν αὐτὸν δυναμένου οὐδʼ ἂν αὐτὸς φθαρῆναι δυνήσεται· ὃ δὲ ἀδυνάτως ἔχει φθαρῆναι διὰ τὸ μηδὲν εἶναι τῶν φθείρειν αὐτὸ δυναμένων, τοῦτο φύσει ἐστὶν ἄφθαρτον· ὥστε φύσει ἄφθαρτον ὁ κόσμος. πάλιν δʼ αὖ, εἰ πεπερασμένης ἐστὶν κατὰ φύσιν δυνάμεως ὁ κόσμος διὰ τὸ σῶμα εἶναι, ἡ δὲ πεπερασμένη δύναμις φθαρτή, φθαρτὸς ἂν εἴη κατὰ φύσιν ὁ κόσμος· ὁ αὐτὸς ἄρα καὶ φθαρτὸς ἔσται κατὰ φύσιν διὰ τὸ πεπερασμένης εἶναι δυνάμεως καὶ ἄφθαρτος κατὰ φύσιν διὰ τὸ μηδὲν ἔχειν ἀλλότριον ἔξωθεν τὸ προσβάλλον αὐτῷ καὶ φθεῖρον· εἰ οὖν συναληθεύειν ἀδύνατον τὴν ἀντίφασιν καὶ ἔστιν ἀληθὲς τὸ πεπερασμένης εἶναι δυνάμεως τὸν κόσμον, φθαρτὸς ἄρα ἔσται κατὰ φύσιν· εἰ δὲ φθαρτός ἐστιν κατὰ φύσιν, ψεῦδος ἔσται τὸ εἶναι αὐτὸν κατὰ φύσιν ἄφθαρτον· ἄφθαρτος δὲ κατὰ φύσιν ὑπῆρχεν ἄν, εἰ πᾶν τὸ φθειρόμενον ἔξωθεν ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἐφθείρετο· εἰ οὖν μήτε ἄφθαρτός ἐστιν κατὰ φύσιν μήτε ἔστιν τι αὐτοῦ ἀλλότριον τῶν φθείρειν αὐτὸν δυναμένων πάντα ἐν ἑαυτῷ περιέχοντα, φθαρτὸς ἄρα οὐχ ὑπὸ τῶν ἔξωθεν αἰώνων φθαρήσεται· οὐκ ἄρα ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεσθαι. ἔτι ἐν τῷ ἐφεξῆς ἐνάτῳ τῆς ὅλης πραγματείας ἐπιχειρήματι εὐθὺς ἐν ἀρχῇ φησιν ὁ Πρόκλος ὡς πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ κακίας φθείρεσθαι· τίς δʼ ἂν εἴη ἡ ἑκάστου τῶν φθειρομένων κακία ἢ ἡ ἐπὶ τὸ παρὰ φύσιν ἑκάστου παρεκτροπὴ διὰ τὴν ἀσθένειαν τῆς φυσικῆς ἐπιγινομένη δυνάμεως πεπερασμένης οὔσης; οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ φυσικήν τινα δύναμιν φθαρτικὴν ἔχει· σωστικαὶ γὰρ τῶν ὑποκειμένων αἱ φυσικαὶ δυνάμεις εἰσίν· πάντα γὰρ τοῦ εἶναι ἐφίεται· τοῦ δʼ ὑποκειμένου σῳζομένου σῴζεται καὶ ἡ ἐν αὐτῷ φυσικὴ δύναμις. εἰ δὲ ὑπὸ τῆς ἑαυτοῦ κακίας, ταὐτὸν δʼ εἰπεῖν φυσικῆς ἀσθενείας πᾶν τὸ φθειρόμενον φθείρεται, ἐνδέχεται ἄρα τὸν κόσμον καὶ μηδενὸς ἔξωθεν ἀλλοτρίου προσβάλλοντος φθείρεσθαι ὑπὸ τῆς ἑαυτοῦ κακίας φθειρόμενον, τουτέστιν φυσικῆς ἀσθενείας· οὐδενὸς γάρ ἐστιν κακία τὸ ἔξωθεν αὐτοῦ ὂν καὶ ἀλλότριον· καὶ γὰρ τὰ ἔξωθεν προσβάλλοντά τε καὶ φθείροντα τῷ παρὰ φύσιν διατιθέναι τῆς φθορᾶς αὐτοῖς αἴτια γίνεται, εἴτε ἡ τοῦ περιέχοντος ἀμετρία φθορᾶς αἰτία γίνοιτο εἴτε τὰ διὰ στόματος προσφερόμενα εἴτε ὁτιοῦν ἄλλο. κἂν οὖν μηδὲν προσείη τῶν ἔξωθεν, αὐτὴ δὲ ἡ τοῦ ὑποκειμένου φυσική τε καὶ σωστικὴ δύναμις ἐξαρκεῖν ἐς ἀεὶ διὰ τὸ πεπεράνθαι μὴ δύνηται, ἀφίησι λοιπὸν εἰς φθορὰν ὁδεύειν τὸ ὑποκείμενον κἀκείνῳ συναπόλλυται, ὥσπερ κυβερνήτης στῆναι συγκαταδυομένης τῆς νεὼς μὴ δυνάμενος, ἐπειδὰν κεκμηκὼς ἀπόλλυσιν τοὺς οἴακας, οὐ χειμῶνι βιασθεὶς ἀλλὰ μὴ ἐπαρκούσης αὐτῷ τῆς δυνάμεως διὰ τὸ χρόνῳ καμεῖν. τούτου τοίνυν ἐληλεγμένου καὶ τοῦ Πλάτωνος οὐ κατὰ φύσιν ἄφθαρτον εἶναι τὸν κόσμον ἀποφηναμένου ἀλλὰ διὰ τὴν τοῦ δημιουργοῦ βούλησιν, φύσει δὲ γινόμενόν τε εἶναι καὶ ἀπολλύμενον τιθεμένου, οὐκέτʼ ἂν συνάγοιτο τὸ ἀγένητον εἶναι τὸν κόσμον κατὰ Πλάτωνα· οὐ γὰρ τῷ ἐπίκτητον ἔχοντι τὴν ἀφθαρσίαν ἕπεται τὸ ἀγένητον ἀλλʼ, εἴπερ ἄρα, τῷ κατὰ φύσιν ἀφθάρτῳ, ὡς καὶ ἐν τῷ ἕκτῳ ἐδείξαμεν. εἰ οὖν φθαρτὸς τῷ λόγῳ φύσεως ὁ κόσμος, καὶ γενητὸς ἐξ ἀνάγκης.
βʹ. Ἀλλὰ «πᾶν τὸ γενητόν», φησίν, «ἔκ τινος γίνεται πρότερον ἀλλοτρίου ὄντος. ὥστε εἴη ἄν τι τῷ παντὶ ἀλλότριον. τοῦτο δὲ ἔξω τοῦ γενομένου. τοῦ ἄρα παντὸς ἔσται τι ἔξω, πρὶν γένηται τὸ πᾶν, ἀλλότριον ὂν τοῦ παντός». εἰ καὶ ἀληθὲς εἶναι συγχωρήσωμεν πᾶν τὸ γενητὸν ἔκ τινος γενέσθαι πρότερον ἀλλοτρίου ὄντος καὶ εἶναί τι τοῦ παντὸς πρὶν γενέσθαι ἔξω τε καὶ ἀλλότριον, ἐξ οὗ γέγονεν, τοῦτο τῇ Πλάτωνος μάχεται δόξῃ τῇ λεγούσῃ μηδὲν εἶναι τοῦ κόσμου ἔξω, ἣν—ὡς μαχόμενον ἀποβαλόντες τὸ μὴ γίνεσθαι κατὰ Πλάτωνα τὸν κόσμον—δεξώμεθα· τοῦ γὰρ ἤδη συστάντος κόσμου οὐδὲν εἶναι ἔξω φησὶν οὐδὲ ἀλλότριον ὁ Πλάτων, τοῦτο δέ, ὅπερ συγκεχωρήκαμεν πρὶν γενέσθαι τὸν κόσμον ἀλλότριον αὐτοῦ εἶναι, εἴτε εἰδοπεποιημένον εἴη εἴτε ἀνείδεόν τε καὶ ὕλη, γενομένου λοιπὸν τοῦ κόσμου οὐκέτι οὔτε ἀλλότριόν ἐστιν αὐτοῦ οὔτε ἔξω· εἰ μὲν γὰρ εἰδοπεποιημένον εἴη, ἀποβάλλον μὲν τὸ πρότερον εἶδος, τὸ δὲ ἴδιον ὑποκείμενον ὕλην τῷ γενομένῳ κόσμῳ χορηγοῦν, οὔτε κατὰ τὸ ὑποκείμενον λοιπὸν τῷ συστάντι κόσμῳ ἐστὶν ἀλλότριον — οὐδενὸς γὰρ ἡ ἰδία ὕλη ἀλλότριον, ἐξ ἧς τὸ εἶναι ἔχει — οὔτε κατὰ τὸ πρότερον εἶδος τὸ ἤδη φθαρὲν καὶ εἰς τὸ μὴ ὂν ἀναλῦσαν. οἷον ἔστω τις χαλκοῦς ἵππος καὶ οὗτος μεταχωνευθεὶς ἀνδριὰς γενέσθω· τὸ μὲν οὖν τοῦ ἵππου εἶδος ἀλλότριον δήπουθεν τῷ κατʼ ἐπίνοιαν γενησομένῳ ἀνδριάντι, ἀλλʼ ἐπειδὰν χωνευθεὶς ὁ ἵππος ἀνδριὰς γένηται εἰς τὸ μὴ ὂν τοῦ ἱππείου φθαρέντος σχήματος, οὐκέτʼ ἂν εἴη τῷ γενομένῳ τὸ μὴ ὂν ἀλλότριον· ἀλλʼ οὐδὲ ἡ τοῦ ἵππου ὕλη ὁ χαλκὸς ὑποκείμενον τῷ ἀνδριάντι γενόμενος ἀλλότριός ἐστιν αὐτοῦ, στοιχεῖον δὲ μᾶλλον. οὕτως οὖν καί, εἴ τι πρότερον ἦν εἰδοπεποιημένον, ἐξ οὗ μεταβάλλοντος ὁ κόσμος γέγονεν, οὐκ ἂν ἔτι τὸ φθαρὲν καὶ μηκέτι ὂν εἶδος τοῦ ὑφεστῶτος κόσμου ἀλλότριον λέγοιτʼ ἄν· τὸ γὰρ ἤδη μὴ ὂν καὶ οὐδὲν πῶς ἂν ἢ ἔξω τινὸς εἶναι λέγοιτʼ ἂν ἢ ἀλλότριον; τὸ γὰρ ἔξω τινὸς ὂν ἢ ἀλλότριον αὐτοῦ ὄντος δηλονότι καὶ ὂν αὐτὸ ἔξω τέ ἐστιν καὶ ἀλλότριον. εἰ δὲ ἀνείδεον εἴη καὶ ὕλη τό, ἐξ οὗ γέγονεν ὁ κόσμος, ἥκιστα ἂν μᾶλλον λεχθείη τοῦ κόσμου ἀλλότριον μέρος αὐτοῦ ὑπάρχον ἢ στοιχεῖον. ὁ δὲ Πλάτων μηδὲν εἶναι λέγων τοῦ παντὸς ἔξω μηδὲ ἀλλότριον τὸ μηδὲν σῶμα αὐτοῦ ἔξωθεν ἀπολελεῖφθαί φησιν. πῶς δὲ καὶ οὐκ αὐτόθεν εὔηθες τὸ λέγειν, ὡς, εἰ ἐξ ἀλλοτρίου τινὸς γένοιτο ὁ κόσμος, ἔσται τι ἔξω τοῦ παντὸς πρὶν γενέσθαι τὸ πᾶν ἀλλότριον τοῦ παντός; τοῦ γὰρ μήπω ὄντος κόσμου πῶς ἂν ἔξω τι λέγοιτο εἶναι ἢ καὶ ἀλλότριον; ὥστε οὔτε πρὶν γενέσθαι τὸν κόσμον ἢ ἔξω τι αὐτοῦ εἶναι λέγειν δυνατὸν ἢ ἀλλότριον — τὸ γὰρ ἀλλότριόν τινος ὄντος ἐστὶν ἀλλότριον — οὔτε πάλιν γενομένου τοῦ κόσμου τὸ ἤδη φθαρὲν εἶδος τοῦ νῦν ὄντος κόσμου λέγειν ἀλλότριον εὔλογον, εἰ μή τις ἀλλότριον τοῦ ὄντος τὸ μὴ ὂν εἶναι φήσειεν ὡς ἀντικείμενον καὶ στέρησιν τοῦ ὄντος· ἀλλοτρία γὰρ τοῦ εἴδους ἡ στέρησις καὶ ταύτῃ ἔξω. ἀλλʼ οὐχ οὕτως ὁ Πλάτων τὸ μηδὲν εἶναι ἔξω τοῦ παντός φησιν, ἀλλʼ ὡς μηδεμιᾶς οὔσης σωμάτων φύσεως ἔξω τῆς κυρτῆς τοῦ οὐρανοῦ περιφερείας· ἄκουε γοῦν αὐτοῦ Πλάτωνος ἐν Τιμαίῳ οἷα περὶ τούτου φησίν· ἔχει δὲ ἡ λέξις ὧδε «ἔκ τε δὴ τούτων καὶ τῶν τοιούτων καὶ τῶν ἀριθμῷ τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη διʼ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων ὥστε εἰς ταὐτὸ αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών». ὥστε σαφῶς τὸ μὴ εἶναί τι τοῦ παντὸς ἔξωθεν τὸ μηδὲν εἶναι σῶμα ἢ σώματος δύναμιν ἔξω τοῦ οὐρανοῦ λέγει. τὸ δὲ τὸ μὴ ὂν ἔξω τε εἶναι λέγειν τοῦ παντὸς καὶ ἀλλότριον τοῦ ὄντος ἀληθές τέ ἐστιν καὶ ἀναγκαῖον καὶ ταῖς Πλάτωνος ὑποθέσεσιν οὐ μαχόμενον· ὁ γὰρ λέγων μηδὲν εἶναι τοῦ παντὸς ἔξω μήτε μέρος στοιχείου μήτε δύναμιν οὗτος οὐκ ἀναιρεῖ τὸ μὴ εἶναι τοῦ εἴδους ἀλλοτρίαν τὴν στέρησιν καὶ ἔξω τοῦ εἰδοπεποιημένου κατὰ φύσιν οὐ τοπικῶς· τοπικῶς δὲ εἶπον, διότι τὸ μὴ ὂν οὔτε ἐντός ἐστιν τοπικῶς τοῦ ὄντος οὔτε ἐκτός· ἡ δὲ στέρησις τὸ μὴ ὄν· ἀλλʼ οὐδὲ στέρησίς ἐστιν τοῦ κόσμου τὰ τῶν στοιχείων μέρη ἢ αἱ δυνάμεις· οὐδενὸς γὰρ τὸ μέρος ἢ ἡ φυσικὴ δύναμις στέρησις αὐτοῦ ἐστιν.
γʹ. Ἀλλὰ μὴν οὐδʼ, εἰ, καθάπερ συγκεχωρήκαμεν, ἦν τι πρὸ τῆς τοῦ κόσμου γενέσεως, ἐξ οὗ ὁ κόσμος γέγονεν, ἀνάγκη ἦν τοῦτο ἐναντίον εἶναι τῷ κόσμῳ· οὐ γὰρ ἀληθὲς τὸ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου πάντως γίνεσθαι. εἰ γὰρ μὴ μόνον συμβεβηκότων ἀλλὰ καὶ οὐσιῶν ἐστιν γένεσις, πᾶν δὲ τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, πάσῃ ἄρα γενητῇ οὐσίᾳ ἔσται τι ἐναντίον. ἀλλʼ οὐδέν ἐστιν τῇ οὐσίᾳ ἐναντίον, ὡς ἐν κατηγορίαις Ἀριστοτέλης ἀπέδειξεν· οὐσία μὲν γάρ ἐστιν τὸ αὐθυπόστατον, τῷ δὲ αὐθυποστάτῳ οὐδέν ἐστιν ἐναντίον, ᾗ τοιοῦτόν ἐστιν· τί γάρ ἐστιν ἀνθρώπῳ, ᾗ ἄνθρωπός ἐστιν, ἐναντίον; τί δὲ κυνὶ ἢ ἵππῳ; τί δὲ συκῇ ἢ ἀμπέλῳ καὶ τοῖς παραπλησίοις; τὰ μὲν γὰρ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ παρὰ μέρος πέφυκεν γίνεσθαι, οἷον ἐν τῷ σώματι τὸ λευκὸν καὶ τὸ μέλαν ἢ τὸ θερμὸν καὶ ψυχρόν· οὐδεμία οὐσία ἐν ὑποκειμένῳ ἐστίν· ὥστε οὐδεμιᾷ οὐσίᾳ ἐστὶν ἐναντίον τι. οὐκ ἄρα, εἰ γίνοιτό τις οὐσία, ἐξ ἐναντίου γενήσεται. τὸ δὲ «ᾗ τοιοῦτόν ἐστιν» προσέθηκα, ἐπειδὴ ἐνδέχεται ἐν οὐσίαις τὰ ἐναντία ὑπάρχειν, οἷον ἐν αἵματι μὲν τὸ θερμὸν καὶ ὑγρόν, ἐν ὀστέῳ δὲ τυχὸν τὸ ψυχρὸν καὶ ξηρόν, καὶ τὸ μὲν θερμὸν τῷ ψυχρῷ ἐναντίον καὶ τὸ ὑγρὸν τῷ ξηρῷ, τῷ δὲ αἵματι τὸ ὀστοῦν οὐκ ἔστιν ἐναντίον· οὐσία γὰρ ἑκάτερον καὶ κοινὴ ἀμφοῖν ἡ ὕλη, γίνεται δὲ τούτων ἕκαστον οὐχ ᾗ ξηρόν ἐστιν ἁπλῶς οὐδʼ ᾗ ὑγρόν, ἀλλʼ ᾗ ὀστοῦν ἐστιν καὶ ᾗ αἷμα. εἰ οὖν γίνεται μὲν τῶν οὐσιῶν ἑκάστη ᾗ οὐσία ἐστὶν τοιάδε καὶ οὐ κατὰ συμβεβηκός — γίνεται γὰρ ὁ ἄνθρωπος καὶ ᾗ ἄνθρωπός ἐστιν καὶ ἡ σὰρξ ᾗ σάρξ ἐστιν —, τούτοις δὲ καὶ τοῖς τοιούτοις οὐδέν ἐστιν καθʼ αὑτὸ ἐναντίον, οὐκ ἄρα ἡ γενητὴ οὐσία καθὸ γίνεται ἐξ ἐναντίου ἔχει τὴν γένεσιν ἀλλʼ, εἴπερ ἄρα, ἐν τοῖς συμβεβηκόσιν τοῦτο ὁρᾶται· τὸ γὰρ γινόμενον θερμὸν μὴ κατʼ ἄλλο τι ἀλλʼ ἁπλῶς ὡς θερμὸν ψυχρῷ διήνεγκε πάντως, καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸς λόγος. ἀλλʼ οὐδὲ πάντων τῶν συμβεβηκότων ἡ γένεσις πάντως ἐξ ἐναντίων ὑφίσταται· οὐδὲ γὰρ ἐν πᾶσι τοῖς συμβεβηκόσιν ἡ ἐναντιότης θεωρεῖται· γίνεται γὰρ τρίγωνον ἢ κύκλος καὶ τὰ λοιπὰ τῶν σχημάτων, ἀλλʼ οὐδὲν τούτων ἐξ ἐναντίου τὴν γένεσιν ἔχει· οὔτε γὰρ ἀσχημάτιστον ἐναντίον ἐστὶν τῷ σχήματι, ἀλλὰ στέρησις τοῦ σχήματος, ὡς καὶ τοῦ τεταγμένου τὸ ἄτακτον στέρησις· πάλιν γίνεταί τι δεξιὸν οὐκ ἐξ ἐναντίου — ἀντιδιῄρηται γὰρ τοῖς ἐναντίοις τὰ πρός τι — ἀλλʼ ἁπλῶς ἐκ στερήσεως, τουτέστιν ἐκ τοῦ μὴ δεξιοῦ. ἀλλὰ δὴ καὶ ἐξ ἀνεπιστήμονος ἐπιστήμων τις γίνεται· ἀλλʼ εἰ μὲν ἐκ τῆς ἐναντίας ἕξεως μεταβάλλοι, ἐξ ἐναντίου ἡ τοῦ ἐπιστήμονος γένεσις, εἰ δὲ ἐξ ἁπλῆς ἀγνοίας, ἐκ στερήσεως· οἷον εἰ νομίζων τις πρότερον βαρὺν εἶναι τὸν ἀέρα μεταμάθοι καὶ κοῦφον νομίσειεν, ἐξ ἐναντίου ἡ τῆς ἐπιστήμης γένεσις, εἰ δὲ μὴ γινώσκων, μήτε εἰ βαρὺς μήτε εἰ κοῦφος, μάθοι, ὅτι κοῦφος, ἐκ στερήσεως εἰς εἶδος ἡ γένεσις. ὥστε οὐδὲ ἡ τῶν συμβεβηκότων γένεσις πάντως ἐξ ἐναντίου. οὐκ ἄρα πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται. εἰ δὲ μὴ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, γέγονεν δὲ κατὰ Πλάτωνα ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον, τὸ δὲ ἄτακτον στέρησις καὶ οὐκ ἐναντίον τῷ τεταγμένῳ, οὐδεμία ἔσται ἀνάγκη κατὰ τὸν τοῦ Πρόκλου λόγον καὶ τὸ τεταγμένον αὖθις ἀνακάμπτειν ἐπὶ τὸ ἄτακτον, ὅπερ οὐδὲ τῷ Πλάτωνι δοκεῖ τὸν κόσμον ἄφθαρτον εἶναι ὑπολαμβάνοντι· τὰ μὲν γὰρ ἐναντία ἐξ ἀλλήλων γίνεσθαί φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι καὶ ἀνακάμπτειν εἰς ἄλληλα — ὥσπερ γὰρ τὸ θερμὸν ἐκ τοῦ ψυχροῦ γίνεται, οὕτως αὖθις καὶ ἐκ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἐπὶ πάντων ἐναντίων ὡσαύτως, ἵνα μὴ χωλεύῃ ἡ φύσις τὰ ἕτερα μόνα τῶν ἐναντίων φθείρουσα —, οὐκέτι δέ, καθάπερ ἐκ τῆς στερήσεως τὸ εἶδος γίνεται, οὕτω καὶ τὸ εἶδος αὖθις ἀνακάμπτειν φησὶν πάντως ἐπὶ τὴν στέρησιν· τοῦτο γὰρ οὐδαμοῦ λέγων ὁ Πλάτων φαίνεται, τοὐναντίον δὲ ἅπαν τὸ τεταγμένον ἐκ τοῦ ἀτάκτου λέγων γεγενῆσθαι, στέρησιν δὲ τοῦ τεταγμένου τὸ ἄτακτον ἄφθαρτον εἶναί φησιν τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, οὐκ ἄρα τὸ εἶδός φησι πάντως ἀνακάμπτειν ἐπὶ τὴν στέρησιν. δοκοῦν ἄρα ἐστὶν Πλάτωνι γεγονέναι μὲν τὸν κόσμον, μὴ φθείρεσθαι δέ.
δʹ. «Ἀλλʼ εἰ καὶ στέρησίς ἐστιν», φησὶν ὁ Πρόκλος, «τοῦ τεταγμένου τὸ ἄτακτον, μετέβαλεν δὲ ἀπὸ στερήσεως εἰς τὴν ἕξιν, πολλῷ μᾶλλον μεταβαλεῖ καὶ ἀπὸ τῆς ἕξεως εἰς τὴν στέρησιν· ἀδυνατώτερον γὰρ ἐκεῖνο, διότι στερήσεις εἰσίν τινες εἰς ἕξεις ἀμετάβλητοι. εἰ οὖν ἐκεῖνο ἀδυνατώτερον γενέσθαι γέγονεν, πολλῷ μᾶλλον τὸ δυνατώτερον ἔσται καὶ μεταβαλεῖ τὸ τεταγμένον εἰς τὸ ἄτακτον καὶ ἔσται καὶ κατὰ τὴν φύσιν τοῦτο καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν· ὁ γὰρ τὸ ἀδυνατώτερον ποιήσας μᾶλλον ποιήσει τὸ δυνατώτερον». ὅτι μὲν οὖν καὶ Πλάτωνι δοκεῖ ὅσον ἐπὶ τῇ τῶν πραγμάτων φύσει δύνασθαι τὸ τεταγμένον μεταβάλλειν εἰς τὸ ἄτακτον, ἐκ τῶν αὐτοῦ Πλάτωνος δῆλον καθέστηκεν· τὸ γὰρ δεθὲν ἅπαν λυτὸν εἶναι βούλεται καὶ «ἐπείπερ ἐγένεσθε», φησίν, «ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδʼ ἀθάνατοι τὸ πάμπαν». τὸ δὲ καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν εἶναι τὸ γενόμενον πάντως καὶ φθείρεσθαι οὐκέτι δοκούντως ὁ Πρόκλος λέγει τῷ Πλάτωνι· τοὐναντίον γὰρ ὁ παρὰ Πλάτωνι δημιουργὸς πρὸς τὰ οὐράνια ἀπεφήνατο· εἰπὼν γὰρ τὰ ἀπὸ τῆς φύσεως τῷ κόσμῳ συμβαίνοντα — «ἐπείπερ γὰρ ἐγένεσθε», φησίν, «ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν» — προστίθησι λοιπὸν ὁ δημιουργὸς καὶ τὰ ἀπὸ τῆς αὑτοῦ βουλήσεως αὐτῷ προσγινόμενα· «οὐ γὰρ λυθήσεσθε», φησίν, «οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγένεσθε ξυνεδεῖσθε». ὥστε καὶ ὁ Πλάτων τῇ μὲν γενέσει τὴν λύσιν αὐτῶν κατὰ τὸ τῆς φύσεως ἀκόλουθον ἕπεσθαι ὡμολόγηκεν, εἰδὼς δὲ τὴν τοῦ θεοῦ βούλησιν παντὸς φυσικοῦ δεσμοῦ ἰσχυροτέραν ὑπάρχουσαν ἐκ ταύτης τὴν τοῦ κόσμου ἀθανασίαν συνέδησεν· οὐ γὰρ διὰ τὸ μὴ δύνασθαι τὸν θεὸν διὰ τοῦτο μηδὲ λύειν τὸν κόσμον εἶπεν λυτόν γε καὶ κατὰ φύσιν ὄντα, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι· ὅθεν ἐπίκτητον αὐτοῦ τὸ εἶναι καὶ ἐπισκευαστὴν τὴν ἀθανασίαν φησίν, ὡς ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν. τί οὖν ἀντιφθέγγεται Πλάτωνι ὁ τοῦ Πλάτωνος ἐξηγητής τε καὶ διάδοχος; ὁ μὲν γὰρ Πλάτων ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον φησὶν γεγονέναι — τοῦ ἀτάκτου νῦν, ὡς εἶπον, τὴν στέρησιν τοῦ τεταγμένου σημαίνοντος, οὐ τὸ ἐναντίον — καὶ διὰ τοῦτο φύσει μὲν εἶναι λυτὸν τὸ τεταγμένον, μὴ μὴν ἔτι βούλεσθαι τὸν θεὸν ἀντιμεταβάλλειν τὸ τεταγμένον εἰς τὸ ἄτακτον, ὁ δὲ Πρόκλος φησίν, ὡς, εἴπερ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον γέγονεν, ἀκολουθήσει πάντως καὶ κατὰ φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν τὸ πάλιν τὸ τεταγμένον ἀντιμεταβάλλειν εἰς τὸ ἄτακτον. διχόθεν οὖν ἀντιφθέγγεται Πλάτωνι, ὅτι τέ φησιν μὴ γεγονέναι ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον Πλάτωνος ῥητῶς τοῦτο βοῶντος καὶ ὅτι, εἴπερ γέγονεν, βουλήσεται πάλιν ὁ θεὸς τὸ τεταγμένον ἀντιμεταβάλλειν εἰς τὸ ἄτακτον, ἐκείνου πάλιν ἐπὶ λέξεως μὴ βούλεσθαι τοῦτο τὸν θεὸν λέγοντος, ὡς ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως ἀπεδείξαμεν. ὥστε ἡμεῖς καὶ γεγονέναι τὸν κόσμον καὶ πάλιν φθείρεσθαι ὁμολογοῦντες, ὅτι μὲν γέγονεν, σύμψηφον ἔχομεν μετὰ τῆς ἀληθείας καὶ Πλάτωνα, ὅτι δὲ γενόμενος πάντως φθαρήσεται καὶ οὐχ, ὡς Πλάτωνι δοκεῖ, ἄλυτος ἔσται καὶ ἀθάνατος, εἰ καὶ φύσει λυτὸς εἴη, ἐπικτήτου τῆς ἀθανασίας αὐτῷ παρὰ τῆς τοῦ θεοῦ βουλήσεως προσγενομένης, αὐτὸν ἔχομεν ἐν τούτοις τὸν Πρόκλον μάρτυρα καὶ κατὰ φύσιν εἶναι τοῦτο λέγοντα καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν. ἀλλʼ οὐδὲ Πλάτων ἐν τούτοις ὀρθῆς ἐννοίας ἐκπέπτωκεν, οὐχ ὅτι ἄφθαρτον εἶναι τὸν κόσμον οἴεται, ἀλλʼ ὅτι δεῖν νομίσας αὐτὸν εἶναι ἄφθαρτον οὐ τὸ ἀπειροδύναμον τῆς τοῦ κόσμου φύσεως τῆς ἀφθαρσίας αὐτῷ φησιν εἶναι αἴτιον ἀλλὰ τὴν τοῦ δημιουργοῦ βούλησιν· εἰ γὰρ ὅλως δέοι τι σῶμα ἐς ἀεὶ διαμένειν, οὐκ ἄλλως ἄφθαρτον εἶναι τοῦτο ἐνδέχεται, μὴ τῆς τοῦ δημιουργοῦ δυνάμεως τὴν ἐς ἀεὶ διαμονὴν αὐτῷ χορηγούσης, μηδενὸς σώματος ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως τὸ ἀεὶ εἶναι ἔχοντος. ὅτι δὲ οὐκ ἔστιν ἐναντίον τῷ τεταγμένῳ τὸ ἄτακτον, καὶ αὐτόθεν μὲν δῆλον· εἰ δὲ τὸ τεταγμένον οὐδὲν ἕτερον λέγει ὁ Πλάτων ἢ τὸν κόσμον, ὁ δὲ κόσμος οὐσία, ἡ δὲ οὐσία οὐκ ἐξ ἐναντίου τὴν γένεσιν ἔχει, ὡς δέδεικται, οὐκ ἄρα ὡς τὰ ἐναντία τὸ τεταγμένον ἀντίκειται καὶ τὸ ἄτακτον ἀλλʼ ὡς εἶδος καὶ στέρησις. Τέλος λύσεως τοῦ ὀγδόου λόγου.