Πρόκλου διαδόχου λόγος πέμπτος.
«Πέμπτος· ἐπὶ τούτοις, εἰ ἅμα οὐρανῷ χρόνος ἐστὶν καὶ οὐρανὸς χρόνῳ, οὔτε οὐρανὸς ἔστιν χρόνου μὴ ὄντος οὔτε χρόνος οὐρανοῦ μὴ ὄντος. χρόνος δὲ οὐκ ἦν ὅτε οὐκ ἦν οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· εἰ γὰρ ἦν ὅτε οὐκ ἦν χρόνος, ὡς ἔοικεν ὅτε οὐκ ἦν χρόνος ἦν χρόνος· τὸ γὰρ ποτὲ ὂν διὰ τὸ ποτὲ μὴ εἶναι λέγεται εἶναι ποτέ, μήτε ἀεὶ ὂν μήτε οὐδέποτε, μέσον δʼ ἀμφοῖν· ὅπου δʼ ἂν ᾖ τὸ ποτέ, χρόνος ἐστίν. καὶ εἰ ἔσται ὅτε οὐκ ἔσται χρόνος, μεταπεσὼν ἀπὸ τοῦ εἶναι ποτὲ εἰς τὸ μὴ εἶναι ποτὲ χρόνου μὴ ὄντος ἔσται χρόνος τότε, ὅτε οὐκ ἔσται χρόνος· τὸ γὰρ ποτέ χρονικόν. εἰ οὖν μήτε ἦν ὅτε οὐκ ἦν χρόνος μήτε ἔσται ὅτε οὐκ ἔσται—τὸ γὰρ ἐφʼ ἑκάτερα ποτέ οὐκ ὄντος χρόνου ἔσται χρονικὸν ὑπάρχον—, ἀεὶ ἄρα ἔστιν χρόνος· τῷ γὰρ ποτέ ἢ τοῦτο ἀντικείσεται ἢ τὸ οὐδέποτε· ἀλλὰ τὸ οὐδέποτε ἀδύνατον· ἔστιν γὰρ ὅλως χρόνος· ἀεὶ ἄρα ἔστιν χρόνος. ἅμα δὲ ὁ οὐρανὸς χρόνῳ καὶ οὐρανῷ χρόνος· μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως, ὡς ὁ αἰὼν τῆς τοῦ αὐτοζῴου ζωῆς· ὃ καὶ αὐτὸ δείκνυσιν ἀεὶ τὸν χρόνον ὄντα, ἵνα μὴ ὁ αἰὼν ἢ μηδενὸς ᾖ παράδειγμα χρόνου μὴ ὄντος αἰὼν ὑπάρχων ἢ μηδὲ αὐτὸς ἔχῃ τὸ ἀεὶ μένειν ὅ ἐστιν μεταβάλλων ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι ἢ εἰς τὸ μὴ εἶναι ἐκ τοῦ εἶναι παράδειγμα. καὶ ὁ οὐρανὸς ἄρα ἐστὶν ὡς ὁ χρόνος ὁμόγονος ὢν τῷ χρόνῳ καὶ οὔτε πρότερον οὔθʼ ὕστερον χρόνου γεγονώς, ἀλλὰ τὸν ἅπαντα χρόνον, ὥς φησιν ἐκεῖνος, γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.» Κεφάλαια τῆς λύσεως τοῦ εʹ λόγου.
αʹ. Ὅτι σοφιστικῶς ὁ Πρόκλος οὐ τὴν τῶν λεγομένων διάνοιαν ἀλλὰ τὴν ἀσθένειαν περιξέει τῶν λέξεων.
βʹ. Ὅτι οὐ πάντως τὸ ποτέ χρονικὸν πρόσρημα, καθʼ οὗ ἂν κατηγορεῖται, χρόνου τμῆμα δηλοῖ.
γʹ. Ὅτι οὐδὲ τὰ λοιπὰ τῶν χρονικῶν προσρημάτων πανταχοῦ χρόνου ἐστὶν πάντως δηλωτικά.
δʹ. Ὅτι, κἂν λέγωμεν «ἦν ποτε ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται», τὸ «ἦν» τοῦτο καὶ τὸ «ποτέ» πρὸς τὴν τοῦ ὑποκειμένου φύσιν ἐκλαμβάνοντες οὐ τμήματος χρόνου δηλωτικὸν νοοῦμεν ἀλλὰ τοῦ αἰῶνός τινα ὕπαρξιν, ἐν ᾧ οὐκ ἦν ἢ ἔσται χρόνος.
εʹ. Ὅτι, κἂν παράδειγμα ἦν ὁ αἰὼν τοῦ χρόνου, οὐκ ἀνάγκη καὶ τὸν χρόνον ἀεὶ εἶναι, ὡς ὁ αἰὼν ἀεί ἐστιν. Λύσις τοῦ πέμπτου λόγου.
αʹ. Λίαν καὶ τοῦτο σοφιστικὸν τὸ ἐπιχείρημα· οὐ γὰρ πρὸς τὸ σημαινόμενον τοῦ λόγου ἀλλὰ πρὸς τὴν λέξιν τὴν ὑπάντησιν ἐποιήσατο. εἰ γὰρ ἦν, φησίν, ὅτε οὐκ ἦν ὁ χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται, ἦν ποτε ὅτε οὐκ ἦν ὁ χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται· τὸ δὲ ποτέ, φησίν, χρόνου δηλωτικόν ἐστιν, καὶ ὅπου δʼ ἂν ἦν τὸ ποτέ, χρόνος ἐστίν· οὐκοῦν ἦν χρόνος, ὅτε οὐκ ἦν χρόνος, καὶ ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος. ταῦτα μὲν ὁ φιλόσοφος, καίτοι γε οὐκ ἀγνοῶν, ὡς οὐ πάντως αἱ λέξεις τὸ ἀκραιφνὲς τῶν νοημάτων ἀπεικονίζειν ἰσχύουσιν. τί οὖν, ἐὰν ἡμεῖς τὸ λίαν αὐτοῦ τῶν λέξεων ἐξεταστικὸν ἀποφεύγοντες μὴ λέγωμεν, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν χρόνος, μήτε ὅτι ἔσται ποτέ, ὅτε οὐκ ἔσται, ἀλλʼ ἁπλῶς οὑτωσί, ὅτι οὐκ ἀεί ἐστιν χρόνος, ἀλλʼ ἀρχὴν καὶ τέλος ἔχει τοῦ εἶναι; εἰ δὲ τοῦτο λεγόντων ἡμῶν συνάγοι ὁ φιλόσοφος, ὡς ὅτι τὸ μὴ ἀεὶ ὂν διὰ τὸ μήτε ἀεὶ εἶναι μήτε μηδέποτε ἀνάγκη ποτὲ εἶναι καὶ ποτὲ μὴ εἶναι, ἵνα τῆς τοῦ ποτέ δράξηται λέξεως, συγχωρείτω καὶ ἡμῖν τὸν σοφιστικὸν αὐτοῦ μιμουμένοις τρόπον μικρόν τι προσπαῖξαι τῷ λόγῳ· καλῶς γὰρ Ὁμήρῳ τῷ σοφῷ δοκεῖ, ὁποῖόν κʼ εἴποι τις ἔπος, τοίου κʼ ἐπακοῦσαι. ὅπως οὖν τὸ σοφὸν τὸ ἑαυτοῦ νεανικῶς ἀποφεύξεται.
βʹ. Ἐπειδὴ γὰρ τοῦ χρόνου τὸ μὲν παρῴχηκεν, τὸ δὲ μέλλει, πότερον τὸ μέλλον τοῦ χρόνου οἷον ἡ αὔριον ἡμέρα ἔσται ποτὲ ἢ οὔ; εἰ γὰρ μὴ ἀεί ἐστιν ἡ αὔριον, ποτὲ ἔσται· τῷ γὰρ ποτέ ἢ τὸ ἀεί ἀντικείσεται ἢ τὸ οὐδέποτε — τοῖς γὰρ αὐτοῦ χρήσομαι ῥήμασιν. εἰ οὖν ἑκάτερον ψεῦδος — τὸ γὰρ μέλλον οὔτε ἀεί ἐστιν οὔτε οὐδέποτε, ἐπεὶ οὐκέτʼ ἂν ἦν μέλλον —, ἀνάγκη πάντως ποτὲ εἶναι. εἰ οὖν τὸ ποτέ χρόνου ἐστὶν δηλωτικόν, καὶ τὸ μέλλον δὲ τοῦ χρόνου χρόνος ἐστίν, ἔσται ἄρα χρόνος, ὅτε ἔσται χρόνος. τὶς οὖν χρόνος, ἐν ᾧ ὁ μέλλων χρόνος οἷον ἡ αὔριον ἔσται. καὶ πάλιν περὶ ἐκείνου ἡ αὐτὴ ἀπορία· κἀκεῖνος γὰρ ἢ ποτὲ ἔσται ἢ ἀεὶ ἢ οὐδέποτε. ψεύδους δὲ ὄντος τοῦ τε ἀεὶ καὶ τοῦ μηδέποτε — τὸ γὰρ ποτέ μέρος τι δηλοῖ χρονικόν —, ποτὲ ἄρα ἔσται τὸ ποτέ· τὸ δὲ ποτέ χρόνος· κἀκεῖνος οὖν ὁ χρόνος ἐν χρόνῳ ἔσται, καὶ τοῦτο ἐπʼ ἄπειρον. ἀλλʼ οἶμαι μειρακίοις παίζουσι τὸ τοιοῦτο τῶν συλλογισμῶν μᾶλλον δὲ παραλογισμῶν εἶδος ἁρμόσει, οἵτινες μικρὰ τῆς ἀληθείας καὶ τῆς τῶν λεγομένων ἐννοίας φροντίζοντες τὰς λέξεις περισπαράττουσιν ἐπέχειν τῇ περὶ τὰς συλλαβὰς ἀδολεσχίᾳ τὴν τοῦ λόγου φορὰν μηχανώμενοι, ἀλλʼ οὐκ ἀνδράσιν νοῦν ἔχειν ἐπαγγελλομένοις· δεῖ γὰρ τῆς τῶν λεγομένων ἐννοίας στοχάζεσθαι, κἂν τὸ τῆς λέξεως ἀσθενὲς μὴ ἐφικνῆται τῆς ἀκριβοῦς τῶν σημαινομένων δηλώσεως. ὡς οὖν ἐνταῦθα ποτὲ ἔσεσθαι λέγοντες τὸ μέλλον τοῦ χρόνου οἷον τὴν αὔριον οὐ χρόνον εἰσάγομέν τινα διὰ τοῦ ποτέ, εἰ καὶ χρονικῆς σημασίας δηλωτικόν ἐστιν τὸ ποτέ, ἀλλὰ μόνον τὸ μὴ ἀεὶ εἶναι τὸ μέλλον διὰ τούτου δηλοῦμεν, οὕτω δήπου, κἄν τις εἴποι ποτὲ μὴ εἶναι τὸν χρόνον ἢ ποτὲ μὴ ἔσεσθαι, οὐ χρόνον διὰ τοῦ ποτέ σημαίνει ἕτερον, ἐν ᾧ οὐκ ἦν ἢ οὐκ ἔσται χρόνος, ἀλλὰ μόνον τὸ μήτε ἀεὶ εἶναι μήτε μηδέποτε διὰ τοῦ ποτέ σημαίνει· μέσον γὰρ τῷ ὄντι ἔσται τὸ ποτέ τοῦ τε ἀεί καὶ τοῦ μηδέποτε· εἰ γὰρ ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν χρόνον χρόνου δηλωτικόν ἐστιν τὸ ποτέ, δηλονότι καὶ ἐν τῷ λέγειν ποτὲ εἶναι τὸ μέλλον τοῦ χρόνου τμῆμα χρόνον σημαίνει τὸ ποτέ· τοῦ γὰρ ποτὲ μὴ εἶναι κατάφασίς ἐστιν τὸ ποτὲ εἶναι. ὅπερ ἂν οὖν ἐν τῇ καταφάσει σημαίνει τὸ ποτέ, τοῦτο καὶ ἐν τῇ ἀποφάσει σημαίνειν ἀνάγκη. εἰ οὖν ἐν τῷ λέγειν ποτὲ εἶναι καὶ μὴ ἀεὶ τὸ μέλλον οἷον τὴν αὔριον ἡμέραν οὐκ ἴδιόν τινα χρόνον σημαίνει αὐτὸ καθʼ αὑτὸ τὸ ποτέ, οὐδʼ ἄρα ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν χρόνον ἰδίου τινὸς χρόνου δηλωτικόν ἐστιν τὸ ποτέ· ὡς γὰρ ἐπὶ τοῦ μερικοῦ χρόνου οἷον τῆς αὔριον ποτὲ ἐσομένης καὶ οὐκ ἀεὶ οὐ χρόνον σημαίνει τὸ ποτέ, οὕτως οὐδὲ ἐπὶ τοῦ ὅλου χρόνου ποτὲ εἶναι ἢ μὴ εἶναι λεγομένου καὶ μὴ ἀεὶ χρόνον ἐξ ἀνάγκης σημαίνει τὸ ποτέ, ἀλλὰ καθʼ ἑκάτερον οὐδὲν ἕτερον σημαίνεται ἢ τὸ μὴ ἀεὶ εἶναι τὸν χρόνον, οὗ κατηγορεῖται τὸ ποτέ. πῶς οὖν οὐ γελοῖον ἄνδρα φιλόσοφον ἀληθείας μόνης ἀντέχεσθαι φρυαττόμενον μὴ τῆς ἐννοίας τοῦ λόγου στοχάζεσθαι, ἐπιπηδᾶν δὲ ταῖς λέξεσιν, ἐπεὶ μὴ ἄλλως σημαίνειν ἐνδέχεται τά τε ἀρχὴν καὶ τέλος τοῦ εἶναι ἔχοντα ἢ τοῖς τοιούτοις χρονικοῖς προσρήμασιν;
γʹ. Ὅτι δὲ οὐ πάντως ἅμα τῷ χρήσασθαι χρονικῷ τινι προσρήματι εὐθὺς καὶ χρόνος συνεπινοεῖται, δῆλον ἐντεῦθεν· εἰ γάρ τις οὕτως εἴποι «ὅτε τὸ κινούμενον παύσεται τοῦ κινεῖσθαι, τότε καὶ τοῦ ἠρεμεῖν ἄρχεται», ἆρα ὁ οὕτως λέγων, ἐπειδὴ χρονικοῖς προσρήμασιν ἐχρήσατο τῷ ὅτε καὶ τῷ τότε, εὐθὺς καὶ χρόνον ἐδήλωσεν; ἀλλʼ ἀδύνατον· ἐν ἑνὶ γὰρ καὶ τῷ αὐτῷ νῦν παύεταί τε τὸ κινούμενον τοῦ κινεῖσθαι καὶ ἄρχεται τοῦ ἠρεμεῖν· οὐδὲ γὰρ τὸ τῆς κινήσεως τέλος οὐδὲ ἡ ἀρχὴ τῆς ἠρεμίας ἐν χρόνῳ ἐστίν· ἐν γὰρ τῷ χρόνῳ ἢ ἠρεμεῖν ἀνάγκη ἢ κινεῖσθαι τὸ πεφυκός· ὑπόκειται δὲ οὔτε κίνησις οὔτε ἠρεμία, ἀλλὰ κινήσεως μὲν τέλος ἀρχὴ δὲ ἠρεμίας· οὐκ ἄρα χρόνου δηλωτικόν ἐστιν ἐνταῦθα τὸ ὅτε καὶ τότε, ἀλλὰ τὸ πέρας δηλοῖ τοῦ χρόνου, καθʼ ὃν ἡ κίνησις ἐγίνετο, καὶ τὴν ἀρχὴν πάλιν τοῦ χρόνου, καθʼ ὃν ἡ ἠρεμία ἔσται. ὥστε οὐ πάντως τὰ χρονικὰ προσρήματα, ὅπου δʼ ἂν παραληφθῇ, χρόνον εὐθὺς σημαίνει. τί οὖν κωλύει καὶ ἐπὶ τοῦ προκειμένου, εἴπερ λέγοιτο ὡς «ἔσται ποτέ, ὅτε οὐκ ἔσται χρόνος», τὸ ποτέ μὴ χρόνον νοεῖν ἀλλὰ τοῦ χρόνου πέρας, καθʼ ὃ τοῦ εἶναι παύσεται ὁ χρόνος; καὶ εἰ λέγοιτο ποτὲ γεγονέναι ὁ χρόνος, οὐκ ἐξ ἀϊδίου εἶναι, τότε πάλιν νοεῖν τὴν τοῦ χρόνου ἀρχὴν καὶ τὸ πρῶτον σημεῖον ἤτοι τὸ νῦν, καθʼ ὃ τοῦ εἶναι ἤρξατο; κατὰ τοῦτον δὴ τὸν τρόπον οὐδὲ τὸ ἦν ἢ ἔσται, ἐφʼ ὅτου ἂν λεχθῇ, πάντως σημαντικά ἐστιν χρόνου· ὑπάρξεως μὲν γάρ ἐστιν δηλωτικὸν τὸ ἔστιν ῥῆμα, παρέπεται δὲ αὐτῷ καὶ ἡ τοῦ χρόνου δήλωσις, ὥσπερ καὶ ἑκάστῳ ῥήματι ἄλλο τι σημαίνοντι παρέπεται καὶ τοῦ χρόνου τμῆμα δηλοῦν, οὐ μὴν διὰ τοῦτο καὶ χρόνον πάντως δηλώσει, καθʼ οὗ ἂν λέγηται, τὸ ἦν ἢ ἔσται· εἰ γάρ τις οὕτως εἴποι ὅτι «καὶ πρὶν ἀνθρώπους ἢ πάντας ἢ τινὰς γνῶναι θεὸν ἦν θεός», ἆρα τὸ ἦν ἐνταῦθα τοῦ θεοῦ κατηγορούμενον χρόνον σημαίνει ἢ χρόνου τι οἷον ἢ πέρας ἢ ἀρχήν; ἀλλʼ ἀδύνατον· οὐ γάρ ἐστιν ἐν χρόνῳ τὸ θεῖον. μόνης οὖν τῆς τοῦ θεοῦ ὑπάρξεως ἐνταῦθα δηλωτικόν ἐστιν τὸ ἦν ῥῆμα· εἰ γὰρ πάντως χρόνου δηλωτικὸν εἴη τὸ ἦν, ἐπεὶ χρόνου τοῦ παρεληλυθότος δηλωτικόν ἐστιν, τὸ δὲ παρεληλυθὸς οὐκ ἔστιν, ὅταν ἄρα ὁ Πλάτων περὶ τοῦ θεοῦ λέγῃ «ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος», τὸν θεὸν δήπου κατὰ τὸν σοφὸν Πρόκλον ἐν χρόνῳ πεποίηκεν καὶ χρόνῳ τῷ παρεληλυθότι καὶ διὰ τοῦτο ἢ μηκέτι θεὸν ὄντα ἢ μηκέτι ἀγαθὸν ὄντα ἢ τῇ τομῇ τοῦ χρόνου συνδιιστάμενον καὶ μὴ ἀθρόαν ἅμα καὶ αἰωνίαν τὴν ὕπαρξιν ἔχοντα· καθʼ οὗ γὰρ ἂν τὸ ἦν κατηγορηθῇ, κατὰ τούτου τὸ ἔστιν οὐ κατηγορεῖται· ὁ γὰρ λέγων «Σωκράτης ἦν» δηλονότι ὡς νῦν μὴ ὄντος· οὐ γὰρ δυνατὸν ἁπλῶς οὑτωσὶ μόνον λέγειν ὅτι «οὐρανὸς ἦν»· ἔστιν γὰρ καὶ νῦν, ὥσπερ, εἴ τις ἄνθρωπος ἀγαθὸς ὑπάρχοι, οὐ δυνατὸν περὶ αὐτοῦ λέγειν ἀδιορίστως ὅτι «ἀγαθὸς ἦν» ἀλλʼ ὅτι «ἀγαθός ἐστιν»· περὶ μέντοι τοῦ μηκέτι ὄντος ἀγαθοῦ ἀλλὰ μεταβληθέντος εἰς κακίαν εἴποι ἄν τις «ἀγαθὸς ἦν» ὡς νῦν δηλονότι μηκέτι ἀγαθοῦ ὄντος· εἰ γὰρ καὶ λέγεται ἐπὶ τῶν ἐν παρατάσει χρόνου τὸ εἶναι ἐχόντων καὶ ἔτι ὑφεστώτων, ὅτι καὶ ἦν καὶ ἔστιν, ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ — καὶ γὰρ ἦν ὁ οὐρανὸς καὶ ἔστιν νῦν —, ἀλλὰ καθὸ ἦν νῦν δηλονότι οὐκ ἔστιν· τὸ γὰρ εἶναι αὐτοῦ τὸ ἐν τῷ παρῳχηκότι χρόνῳ νῦν οὐκ ἔστιν· οὕτω γὰρ τὸ παρῳχηκὸς ἐνεστὸς ἦν. ὥστε, καθὸ τὸ ἦν τινος κατηγορεῖται, κατὰ τὴν ἄτομον ἐκείνην ὕπαρξιν οὐκ ἔστιν νῦν. εἰ οὖν περὶ θεοῦ λέγων ὁ Πλάτων «ἀγαθὸς ἦν» οὐκ ἐν χρόνῳ ποιεῖ τὸ θεῖον οὐδὲ συνδιίστησιν αὐτὸ τοῖς τοῦ χρόνου τμήμασιν, οὐκ ἄρα τὸ ἦν χρόνον πάντως δηλοῖ, καθʼ οὗ ἂν λέγηται. καὶ ἄλλως· ἀνάγκη πᾶσα αὐτοὺς ἢ συγχωρεῖν εἶναι τινὰ τῶν νοητῶν καὶ θείων ὑπερκόσμιά τε καὶ τῆς τῶν σωμάτων σχέσεως ἐλεύθερα καὶ ἔτι μᾶλλον αὐτὸν τὸν θεὸν τὴν πρώτην τῶν νοητῶν καὶ πάντων ἁπλῶς αἰτίαν καὶ ἀρχὴν ἢ οὐδὲν εἶναι φήσουσιν τῶν νοητῶν τῆς τῶν σωμάτων κοινωνίας καὶ σχέσεως κεχωρισμένον. εἰ μὲν οὖν μηδὲν εἴη τῶν ὄντων μηδὲ αὐτὸ τὸ πρῶτον τὴν οὐσίαν καὶ τὸ εἶναι ἄσχετον ἔχον πρὸς τὰ σώματα, οὐδʼ εἶναι χωρὶς σωμάτων δύναιτο ἄν· ἀναιρουμένων γὰρ τῶν σωμάτων καὶ τὰ ἐν τῇ σχέσει τῇ πρὸς τὰ σώματα τὸ εἶναι ἔχοντα συναναιρεῖσθαι ἀνάγκη· οὕτω δʼ ἂν εἰς τὸ εἶναι αὐτῶν συντελέσει τὰ σώματα καὶ αἴτιά πως ἔσται τῆς ἐκείνων ὑπάρξεως. ἀλλʼ εἰ τοῦτο ἄτοπον, ἀνάγκη ἄρα πᾶσα τὰς νοητὰς οὐσίας καὶ καθʼ ὑπεροχὴν ἀσυγκρίτως τὸν πάντων αἴτιον θεὸν πάσης τῆς πρὸς τὰ σώματα καὶ τὸν κόσμον σχέσεως τὸ εἶναι ἔχειν ὑπέρτερον. ἀλλὰ μὴν καὶ ὅτι ὁ χρόνος οὐδὲν ἄλλο ἐστὶν ἢ κινήσεως σωμάτων ἀριθμὸς ἢ καὶ ἁπλῶς εἰπεῖν περὶ τὰ σώματα τὸ εἶναι ἔχει, καὶ τοῦτο πᾶσι συνδοκεῖ· ἐνιαυτοὶ γὰρ καὶ μῆνες ἡμέραι τε καὶ νύκτες, ἅτινά ἐστιν χρόνου μέρη, οὐκ ἔξω σωμάτων τὸ εἶναι ἔχουσιν. εἰ δὲ ἀριθμὸς κινήσεώς ἐστιν ὁ χρόνος, τρίτην δηλονότι τάξιν ἀπὸ τῶν σωμάτων εἴληχεν· πᾶσα μὲν γὰρ κίνησις φυσικὴ σωμάτων ἐστὶν κίνησις, ὁ δὲ χρόνος κινήσεώς ἐστιν μέτρον ἢ ἁπλῶς κινήσεώς τι. τὰ τοίνυν τῆς πρὸς τὰ σώματα σχέσεως ἐξῃρημένα ἐκ πολλοῦ δήπουθεν τοῦ περιόντος καὶ τῆς πρὸς τὸν χρόνον ἠλλοτρίωται σχέσεως τὸν ἀπὸ σωμάτων τρίτον. εἰ οὖν τοῦτο μὲν ἀληθές, ἐνδέχεται δὲ ἐπὶ τῶν νοητῶν καὶ ἐπὶ θεοῦ λέγειν ἡμᾶς, ὡς ἦν ὁ θεὸς καὶ πρὶν τόδε ἢ τόδε γενέσθαι, καὶ τούτου πλήρης ἐστὶν οὐ μόνον ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια ἀλλὰ καὶ ἡ τῶν σοφῶν ἅπασα χρῆσις — ἔστιν γὰρ ὅτε ἄλλως ἡμᾶς φράσαι ἀδύνατον διὰ τὴν τῶν ὑποκειμένων πραγμάτων δήλωσιν —, οὐκ ἄρα τὸ ἦν, ὅπως ἂν καὶ ἐφʼ οὗ ἂν λεχθῇ, χρόνον πάντως εἰσάξει· ἐπεὶ καὶ λέγομεν ὅτι «ἦν χρόνος» καὶ οὐ δήπου κἀνταῦθα χρόνου δηλωτικόν ἐστιν τὸ ἦν· οὕτω γὰρ ἂν δύο ἔσονται ἅμα χρόνοι, αὐτός τε ὁ χρόνος, οὗ τὸ ἦν κατηγορήσαμεν, καὶ αὐτὸ τὸ ἦν· ὅπερ ἄτοπον. καὶ τρεῖς δὲ ἔσονται χρόνοι ἅμα, εἰ οὕτω τις εἴποι ὅτι «ἦν χρόνος, ὅτε Σωκράτης ἦν» τῶν δύο ἦν ἑκάστου ἰδίᾳ χρονικῶς νοουμένου· ἀλλʼ οἶμαι γελοῖον ἂν τὸ τοιοῦτο παντὶ φανείη· ἐπινοήσαι γὰρ ἄν τις καὶ τέσσαρας ἐν ταὐτῷ χρόνους καὶ πέντε τοσαυτάκις τὸ ἦν ἐν μιᾷ φράσει λόγου παραλαβών. εἰ τοίνυν σαφῶς ἐπὶ τῶν εἰρημένων ὑποδειγμάτων τὸ ἦν μόνης τῆς ὑπάρξεως τῶν ὑποκειμένων δηλωτικόν ἐστιν, χρόνου δὲ οὐδενός, οὐκ ἄρα τὸ ἦν, καθʼ οὗ ἂν λέγηται καὶ ὅπως ἄν, χρόνον πάντως δηλώσει. κατὰ τὸν αὐτὸν δὴ τρόπον οὐδὲ τὸ ἔσται ῥῆμα, καθʼ οὗ ἂν λέγηται, πάντως αὐτὸ καθʼ αὑτὸ χρόνου τμῆμα τὸ μέλλον σημαίνει, καὶ διὰ τοῦτο λεγόντων ἡμῶν, εἰ οὕτω τύχοι, ὅτι «ἔσται ὅτε οὐκ ἔσται χρόνος» αὐτοὶ τὸ ἔσται εἰς χρόνον μεταλαμβάνοντες συνάγουσιν, ὅτι ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος· ἐάν τις οὕτως ἀποφαινόμενος εἴποι ὅτι «ὥσπερ ἦν χρόνος καὶ ἔστιν νῦν χρόνος, οὕτω καὶ ἔσται χρόνος», εἶτά τις κατὰ τὴν σοφὴν ταύτην μέθοδον εἰς χρόνον μεταλάβοι τὸ ἔσται, συνάξει δηλονότι, ὅτι ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος· εἰ γὰρ ἀληθές, ὅτι ἔσται χρόνος, τὸ δὲ ἔσται χρονικόν, ἔσται ἄρα χρόνος, ὅτε οὐκ ἔσται χρόνος. καὶ τίς ἡ τῶν χρόνων τούτων διαφορά, τοῦ τε ἐσομένου φημὶ καὶ τοῦ ὅτε ἔσται; καὶ περὶ ἐκείνου δὲ τοῦ χρόνου, ἐν ᾧ ἔσται χρόνος, οὐδὲν ἧττον τὰ αὐτὰ λέγειν ἐνδέχεται· καὶ οὕτως εἰς ἄπειρον ἥξομεν χρόνους χρόνων ἐπιζητοῦντες. ἀλλʼ ἀδύνατον ἅμα καὶ κατὰ ταὐτὸν δύο εἶναι χρόνους, ἵνα καὶ ἀπείρους συγχωρήσωμεν, χωρὶς εἰ μὴ ὁ ἕτερος τοῦ ἑτέρου μέρος εἴη καὶ περιέχοιτο ὑπʼ αὐτοῦ, ὡς εἴ τις ἐνεστηκέναι λέγοι τὸν μῆνα τυχὸν καὶ τὴν δεκάτην αὐτοῦ ἡμέραν· οὐ τοῦτο δὲ σημαίνει ἡ κατάφασις ἡ λέγουσα ὅτι «ἔσται χρόνος», ἀλλʼ ἁπλῶς ὅτι οὐ νῦν παύσεται ὁ χρόνος ἀλλὰ καὶ αὖθις ἔσται. εἰ οὖν κατὰ τὴν τοῦ Πρόκλου ἐπιχείρησιν ἄτοπον ἠκολούθησεν τῇ καταφάσει τῇ λεγούσῃ «ἔσται χρόνος», τοῦτο δʼ ἦν τὸ χρόνου εἶναι χρόνον ἢ χρόνον ἐν χρόνῳ εἶναι, ψευδὴς ἄρα αὕτη, ἀληθὴς δὲ ἡ ταύτης ἀπόφασις, εἴπερ τῆς ἀντιφάσεως ἀνάγκη πᾶσα ἢ τὴν κατάφασιν ἀληθῆ εἶναι ἢ τὴν ἀπόφασιν. εἰ οὖν ψευδὴς ἡ κατάφασις ἡ λέγουσα «ἔσται χρόνος», ὅσον ἐπὶ τῇ τοῦ Πρόκλου ἐπιχειρήσει, ἀληθὴς ἡ ταύτης ἀπόφασις· οὐκ ἔσται ἄρα χρόνος. ὥστε εἰς τοὐναντίον ἑαυτῷ περιήχθη ὁ λόγος ἐκ τῆς θαυμαστῆς ταύτης μεθόδου. ἐπειδὴ δὲ ἐνδέχεταί τινα καὶ οὕτως ἀποφαίνεσθαι ὅτι «ἔσται χρόνος, ὅτε τυχὸν ὑετὸς ἔσται ἢ ἕτερόν τι τῶν γινομένων» πάλιν κἀνταῦθα τοῦ ἔσται εἰς χρόνον μεταλαμβανομένου οὐ μόνον τοῦ προτέρου ἀλλὰ καὶ τοῦ δευτέρου —εἴ γε πάντως χρόνου δηλωτικόν ἐστιν τὸ ἔσται— καὶ προσέτι καὶ τοῦ ὅτε χρονικοῦ προσρήματος, πῶς οὐχὶ καταγέλαστον ἔσται τὸ συμφραζόμενον καὶ ἀδιανόητον τετράκις τὸ χρόνος ἐφεξῆς ἡμῶν ἐκφωνούντων; καὶ εἰς ἄλλα δὲ μυρία τοιαῦτα ἄτοπα ἐξ ὑποδειγμάτων πάντως ἔστιν τὴν τοῦ φιλοσόφου ἐπαγαγεῖν ἐπιχείρησιν. εἰ τοίνυν ἐν τούτοις τὸ ἦν ἢ ἔσται οὐ χρόνον αὐτὸ καθʼ αὑτὸ δηλοῖ, ἀλλʼ ἐν μὲν τῷ λέγειν «ἔσται χρόνος» μόνην τὴν ἐσομένην ὕπαρξιν τοῦ χρόνου σημαίνει, ἐν δὲ τῷ «ἔσται χρόνος, ὅτε ἔσται ὑετός» τὸ μὲν πρῶτον ἔσται πάλιν τὴν τοῦ χρόνου παρίστησιν ὕπαρξιν, τὸ δὲ δεύτερον τὴν τοῦ ὑετοῦ, οὐδʼ ἄρα, ἐὰν εἴποι τις «ἔσται, ὅτε οὐκ ἔσται χρόνος», τὸ ἔσται χρόνου δηλωτικὸν παραληψόμεθα, ἀλλʼ ὅτι ἔσται τις κατάστασις, ἐν ᾗ χρόνος οὐκ ἔσται. οὐ μόνον δὲ τὸ ἦν ἢ ἔσται τμήματα καὶ χρόνου δηλωτικὰ τυγχάνει, τὸ μὲν τοῦ παρεληλυθότος, τὸ δὲ τοῦ μέλλοντος, ἀλλὰ καὶ τὸ ἔστιν αὐτὸ τὸ ἐνεστηκὸς τοῦ χρόνου τμῆμα σημαίνει, ὅπερ τῷ τε παρῳχηκότι καὶ τῷ μέλλοντι ἀντιδιαστέλλεται. καὶ οὐ δήπου, ὅταν λέγωμεν ὅτι «ἔστιν ὁ θεός», χρονικόν τι τμῆμα τὸ ἔστιν νοοῦμεν ἀλλὰ μόνην τὴν αἰώνιον τοῦ θεοῦ ὕπαρξιν· οὐ γὰρ τῇ ἀσθενείᾳ τῶν λέξεων συνασθενεῖν τὰ πράγματα ἀνάγκη, ἀλλʼ ὅσον χρήσιμον εἰς σημασίαν τῶν νοουμένων ἐξ αὐτῶν λαμβάνοντες, εἴ τι ἀνοίκειον τῆς τοῦ νοουμένου φύσεως συνεμφαίνεται, τοῦτο ἀποποιούμεθα. ὥσπερ οὖν ἐπὶ τῶν εἰρημένων πάντων ὑποδειγμάτων τὰ χρονικὰ προσρήματα οὐχ οὕτως ἐν τῇ φράσει παραλαμβάνεται, ὡς παντὶ τρόπῳ αὐτὰ καθʼ αὑτὰ ἀντὶ χρόνου τινὸς νοεῖσθαι, εἰ καὶ συνεμφαίνεται ἐν αὐτοῖς κατὰ τὸ παρεπόμενον τὰ τοῦ χρόνου μόρια, ἀλλʼ ἢ ὕπαρξίν τινα δηλοῖ ἢ χρόνου τινὸς πέρας ἢ ἀρχήν, ὡς διὰ τῶν προλαβόντων ὑποδειγμάτων ἐδείξαμεν, οὕτως οὐδέ, εἰ λέγοιτο ποτὲ μὴ εἶναι ὁ χρόνος ἢ ποτὲ μὴ ἔσεσθαι, ἀναγκασθησόμεθα διὰ τὸ ποτέ χρονικὸν ἐπίρρημα ἢ πρὸ τοῦ χρόνου χρόνον εἶναι λέγειν ἢ μετὰ τὸν χρόνον, ἀλλὰ τὸ μὲν λέγεσθαι ποτὲ μὴ εἶναι τὸν χρόνον τοῦ ἀρχὴν ἔχειν καὶ μὴ ἀΐδιον εἶναι δηλωτικόν φαμεν, τὸ δὲ ποτὲ μὴ ἔσεσθαι τοῦ παύσεσθαι καὶ μὴ ἀτελεύτητον εἶναι. καὶ οὐδέν μοι νῦν ὁ λόγος πολυπραγμονήσει, εἴτε παύσεται ὁ χρόνος εἴτε μή, ἀλλὰ τοσοῦτον μόνον ἐκ τῶν εἰρημένων ἔστω δεδειγμένον, ὅτι οὐδὲν ἀναγκαῖον ἔχει, μᾶλλον δὲ καὶ εἰς ἄτοπον ἐκπίπτει τὸ προκείμενον τοῦ Πρόκλου ἐπιχείρημα.
δʹ. Ἔστιν δὲ καὶ οὕτως εἰπεῖν εἰς τὸ προκείμενον. εἰ, ὥσπερ τῆς κινήσεως τοῦ οὐρανοῦ μετρητικός ἐστιν ὁ χρόνος, οὕτω καὶ ὁ αἰὼν τῆς τῶν ἀϊδίων ὑπάρξεως, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις φησὶν «μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως ὁ χρόνος, ὡς καὶ ὁ αἰὼν τῆς τοῦ αὐτοζῴου ζωῆς», εἰ οὖν ὁ αἰὼν τῆς ζωῆς τοῦ αὐτοζῴου ἤγουν τῶν ἀϊδίων ἐστὶν μέτρον, ἀνάγκη που πάντως μὴ ἓν σημεῖον εἶναι τὸν αἰῶνα ἀλλά τι πλάτος καὶ παράτασίν τινα, ἵνʼ οὕτως εἴπω, τῷ εἶναι τῶν αἰωνίων συμπαρατεινόμενον, οὐχ ὡς ὁ χρόνος τμήμασι διαφόροις τεμνόμενος, ἐνιαυτοῖς φημι καὶ μησὶ νυξί τε καὶ ἡμέραις, ἀλλʼ ὥσπερ ἄν, εἴ τις κατʼ ἐπίνοιαν τὸν οὐρανὸν ἔστησεν καὶ τὴν τοῦ ἡλίου φοράν, οὐκέτι μὲν διάφορα χρόνου τμήματα ἐπενοεῖτο δʼ οὖν ὅμως παράτασίς τις ὁμοιομερὴς τῇ τοῦ κόσμου ὑπάρξει συμπαραθέουσα, οὕτω δήπου καὶ ἐπὶ τῶν ἀϊδίων ἔστιν εἰπεῖν ὅτι, εἰ καὶ μὴ ἔστιν φορά τις χρονικοῦ διαστήματος ἐπὶ τοῦ τὸ εἶναι αὐτῶν μετροῦντος αἰῶνος, ἀλλʼ οὖν πάντως παράτασίς τις ὁμοειδὴς αὐτὴ ἑαυτῇ τῷ εἶναι αὐτῶν συνεπινοεῖται· οὐ γάρ ἐστιν ἀμερές τι σημεῖον, ὡς εἶπον, ὁ αἰὼν οὐδὲ τὰ αἰώνια ἐν ἑνί τινι σημείῳ μόνον ὑφέστηκεν. ὅθεν καὶ μέτρον εἶπεν εἶναι τῆς τῶν ἀϊδίων ζωῆς τὸν αἰῶνα ὁ Πρόκλος καὶ πρὸ ἐκείνου Πλάτων· «χρόνος» γάρ, φησίν, «μετʼ οὐρανοῦ γέγονεν, ἵνʼ ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίνηται ἵνʼ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ, παράδειγμα πάντα τὸν αἰῶνά ἐστιν, ὁ δʼ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον». ὥστε, εἰ πάντα τὸν αἰῶνά φησιν εἶναι τὸ τοῦ κόσμου παράδειγμα ὁ Πλάτων καὶ μέτρον εἶναι τῆς τῶν ἀϊδίων ζωῆς, δηλονότι οὐχ ἕν τι σημεῖον εἶναι τὸν αἰῶνα οἴεται — τὸ γὰρ πᾶν οὐ σημεῖον οὐδὲ τὸ μέτρον ἀμερές —, ἀλλὰ μίαν τινὰ καὶ ὁμαλὴν τῆς ζωῆς τῶν ἀϊδίων παράτασιν μηδεμιᾷ τεμνομένην διαφορότητι ἀλλʼ ἑστηκυῖαν ἀεὶ τὴν αὐτὴν καὶ μένουσαν αὐτὴν ἑαυτῇ ἀπαράλλακτον. τούτου οὖν οὕτως ἔχοντος, ὅταν λέγωμεν «ἦν ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται», τὸ ἦν καὶ τὸ ἔσται οὐ χρονικῶς νοοῦμεν, ἀλλʼ ὥσπερ καί, ὅταν λέγωμεν «ἦν θεὸς καὶ πρὶν γνῶναι τοὺς ἀνθρώπους» καὶ «ἦν χρόνος» καὶ «ἔστιν θεός» καὶ «ἔστιν χρόνος» ἢ ὅταν Πλάτων λέγῃ «ἀγαθὸς ἦν», οὐ χρονικὰ τμήματα διὰ τοῦ ἦν καὶ ἔστιν νοοῦμεν ἀλλὰ πρὸς τὴν τοῦ ὑποκειμένου φύσιν αἰῶνος εἶναι δηλωτικά φαμεν τὰ χρονικὰ προσρήματα ταῦτα ἢ καὶ αὐτῆς ψιλῆς τῆς τῶν πραγμάτων ὑπάρξεως, ἐπεὶ ἄλλως φθέγξασθαι ἡμεῖς ἀδυνατοῦμεν ἢ μετὰ χρονικῆς τινος ἐμφάσεως, οὕτω, κἂν εἴπωμεν «ἦν ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται», τὸ ἦν καὶ τὸ ἔσται οὐ χρονικὸν νοοῦμεν ἀλλὰ τῆς τοῦ αἰῶνος ὑπάρξεώς φαμεν εἶναι σημαντικά· ἦν γὰρ αἰὼν καὶ χρόνου μὴ ὄντος καὶ ἔσται αἰών, ὅτε οὐκ ἔσται χρόνος. κἂν τὸ ποτέ δὲ ἐπὶ τούτου φέρῃ τις οἷον ὅτι «ἦν ποτε ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται χρόνος», καὶ τὸ ποτέ πάλιν ἐπὶ τοῦ αἰῶνος ἀκουσόμεθα, ὅτι ἔστιν τις τοῦ αἰῶνος ὕπαρξις ἢ παράτασις ἢ ὅπως ἄν τις καλεῖν βούλοιτο, ἐν ᾧ χρόνος οὐκ ἦν, καὶ πάλιν ἔσται αἰών, ὅτε οὐκ ἔσται χρόνος. οὐ γάρ, ὡς εἶπον, τῇ τῶν λέξεων ἀσθενείᾳ ἀλλὰ τῷ σκοπῷ τῶν λεγομένων τὸν νοῦν ἔχοντα προσέχειν δεῖ· ὥσπερ γὰρ καὶ ἐν τῇ περὶ τοῦ θείου νοήσει οὐκ ἐξισχύει μὲν ἡ ἡμετέρα διάνοια ἀφαντάστως αὐτὸ θεωρεῖν, ἀλλʼ, ὡς καὶ ὁ Πλάτων φησί, συμπαραθεῖ πάντως ταῖς περὶ θεοῦ ἐννοίαις ἡ φαντασία τύπους ἡμῖν καὶ ὄγκους περὶ αὐτοῦ νοεῖν ὑπολαμβάνουσα, οὐ μὴν οὐδὲ ἀχρόνως τὰ ὑπὲρ χρόνον ἐννοῆσαι δυνάμεθα καὶ οὐ διὰ τὴν τῆς ἡμετέρας θεωρίας ἀσθένειαν ἤδη καὶ τὰ πράγματα οὕτως ἔχειν ἀνάγκη, ἀλλὰ τῷ τῆς ψυχῆς κριτηρίῳ τὸ παρεμπῖπτον ἐν ταῖς περὶ θεοῦ καὶ τῶν ἀσωμάτων ἐννοίαις ἄτοπον ἀποκρουόμεθα, οὕτω δὴ πολλῷ μᾶλλον καὶ ἐν τῇ περὶ τῶν πραγμάτων ἑρμηνείᾳ οὐ τῇ ἀσθενείᾳ τῶν λέξεων προσέχειν δεῖ, εἰ μὴ διόλου τὰς ἐννοίας ἡμῶν ἀκραιφνῶς ἢ τὰ πράγματα ἑρμηνεύειν αἱ λέξεις δύνανται, καὶ ἐκ τῆς λέξεως καὶ μὴ τῆς τοῦ λέγοντος διανοίας ποιεῖσθαι τὸν ἔλεγχον· διὰ πλειόνων γὰρ ὁ λόγος ἔδειξεν, ὡς οὐ πάντως ταῖς χρονικαῖς λέξεσιν καὶ χρόνος συνεμφαίνεται. ὥστε, ἵνα συνελὼν εἴπω, τὸ μὲν ἅμα οὐρανῷ τὸν χρόνον γεγονέναι καλῶς καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ δοκεῖ — μέτρον γάρ ἐστιν τῆς οὐρανίου κινήσεως ὁ χρόνος —, τὸ δὲ τὸν χρόνον ἀρχὴν μὴ ἔχειν οὐδαμοῦ τὸν Πλάτωνα δεικνύειν ἕξει τις, ἀλλʼ οἴκοθεν ὁ Πρόκλος κατασκευάζειν ἐπικεχείρηκεν. ὅτι μὲν οὖν ἀρχὴν ἔχει ὁ χρόνος, ἡμεῖς ἐν ἑτέροις δείξομεν· καὶ ὁ Πλάτων δὲ σαφῶς μετʼ οὐρανοῦ γεγονέναι αὐτὸν εἴρηκεν καὶ πρὶν οὐρανὸν γενέσθαι μὴ εἶναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησὶν ἀπʼ ἀρχῆς τινος ἀρξάμενον, ὡς καὶ ὁ Πλάτωνος μαθητὴς Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως τῇ τοῦ διδασκάλου δόξῃ προσεμαρτύρησεν· λέγει γὰρ οὕτως «ἀλλὰ μὴν περί γε χρόνου ἐξ αἰῶνος ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν· καὶ διὰ τοῦτό γε Δημόκριτος δείκνυσιν, ὡς ἀδύνατον πάντα γεγονέναι. Πλάτων δʼ αὐτὸν γεννᾷ μόνος· ἅμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησίν». ταῦτα μὲν οὖν ἐν τῷ ἕκτῳ λόγῳ διὰ πλειόνων ἀποδειχθήσεται· καὶ ἐν τῷ πρώτῳ δὲ δέδεικται, ὡς ἀδύνατον ἄναρχον εἶναι τὴν τοῦ κόσμου ὑπόστασιν· ὁπότερος δʼ ἂν τοῦ εἶναι ἤρξατο, εἴτε ὁ χρόνος εἴτε ὁ κόσμος, καὶ τὸν λοιπὸν ἀρχὴν τοῦ εἶναι ἔχειν ἀνάγκη. ὅτι δέ, κἂν συγχωρήσῃ τις τοῦτο τέως ἄδηλον εἶναι, εἴτε ἀρχὴν ἔχει τοῦ εἶναι ὁ κόσμος καὶ ὁ χρόνος εἴτε μή, τό γε νῦν τοῦ φιλοσόφου ἐπιχείρημα, διʼ οὗ κατασκευάζειν οἴεται ἄναρχον εἶναι τὸν χρόνον καὶ ἀτελεύτητον, σοφισταῖς μᾶλλον καὶ οὐ φιλοσόφοις ἔπρεπεν, ἱκανῶς ὁ λόγος ἀπέδειξεν.
εʹ. Εἰ δέ φησιν παράδειγμα εἶναι τοῦ χρόνου τὸν αἰῶνα καὶ διὰ τοῦτο δεῖ εἶναι ἀεὶ καὶ τὸν χρόνον, ἵνα καὶ ὁ αἰὼν ἀϊδίως ὑπάρχῃ παράδειγμα, ἱκανῶς τὸν τοιοῦτον ἠλέγξαμεν ἐν τῷ δευτέρῳ τοῦ φιλοσόφου ἐπιχειρήματι, ἐν ᾧ τὸν περὶ τῶν παραδειγμάτων κεκίνηκε λόγον. εἰ γάρ, ὥσπερ τὸ αὐτοζῷον παράδειγμά ἐστιν τοῦ κόσμου, οὕτω καὶ ὁ μετρητικὸς τῆς ζωῆς τοῦ αὐτοζῴου αἰὼν παράδειγμά ἐστιν τοῦ χρόνου τοῦ μετρητικοῦ τῆς τοῦ κόσμου ὑπάρξεως, δέδεικται δὲ τὸ αὐτοζῷον οὐκ ἐν τούτῳ τὸ εἶναι ἔχον ἐν τῷ παράδειγμα εἶναι τοῦ κόσμου, οὐδʼ ὁ μετρητικὸς ἄρα τῆς τοῦ αὐτοζῴου ζωῆς αἰὼν ἐν τούτῳ ἕξει τὸ εἶναι ἐν τῷ εἶναι τοῦ χρόνου παράδειγμα· εἰ γὰρ ὡς ὁ αἰὼν πρὸς τὸ αὐτοζῷον οὕτω καὶ ὁ χρόνος πρὸς τὸν κόσμον ἔχει, καὶ ἐναλλὰξ ἄρα ὡς τὸ αὐτοζῷον πρὸς τὸν κόσμον οὕτω καὶ ὁ αἰὼν πρὸς τὸν χρόνον ἕξει· ἐδείξαμεν δʼ ἐν ἐκείνοις, ὡς οὐκ ἀνάγκη τοῦ αὐτοζῴου καὶ ὅλως τοῦ κοσμικοῦ παραδείγματος ὄντος εἶναι καὶ τὸν κόσμον· οὐδʼ ἄρα τοῦ αἰῶνος ὄντος ἀνάγκη πάντως καὶ τὸν χρόνον εἶναι. Τέλος λύσεως τοῦ εʹ λόγου.