Part of On the Eternity of the World

Πρόκλου διαδόχου λόγος τρίτος.

«Τρίτος· εἰ ὁ δημιουργὸς τινός ἐστιν δημιουργός, ἤτοι κατʼ ἐνέργειαν ἔσται δημιουργὸς ἀεὶ ἢ δυνάμει ποτὲ μὴ ἀεὶ δημιουργῶν. εἰ μὲν οὖν κατʼ ἐνέργειαν ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατʼ ἐνέργειαν ἔσται δημιουργούμενον· ὅταν γάρ, φησὶν Ἀριστοτέλης, τὸ αἴτιον ᾖ κατʼ ἐνέργειαν, ἔσται καὶ τὸ αἰτιατὸν ὡσαύτως κατʼ ἐνέργειαν, εἰ τὸ οἰκοδομοῦν, τὸ οἰκοδομούμενον, εἰ τὸ ὑγιάζον, τὸ ὑγιαζόμενον· καὶ Πλάτων ἐν Φιλήβῳ, ὅτι τὸ ποιοῦν γιγνομένου τινός ἐστιν ποιοῦν, ἀλλʼ οὐ γενητοῦ τὸ ποιοῦν οὐδὲ γιγνομένου τὸ ποιητικόν. εἰ δὲ τὸ δημιουργούμενον μὴ κατʼ ἐνέργειαν, οὐδὲ τὸ δημιουργοῦν ἔσται κατʼ ἐνέργειαν. εἰ δὲ μὴ κατʼ ἐνέργειαν, δυνάμει ἔσται δημιουργικὸν πρὸ τοῦ δημιουργεῖν ὄν. πᾶν δὲ τὸ δυνάμει τι ὄν, φησὶν ὁ αὐτός, ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος, ὅ ἐστιν τοῦτο δυνάμει, γίγνεται κατʼ ἐνέργειαν, τὸ δυνάμει θερμὸν ἀπὸ τοῦ ἐνεργείᾳ θερμοῦ καὶ τὸ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. ἔσται ἄρα καὶ ὁ δημιουργὸς ἐνεργείᾳ δημιουργὸς δυνάμει πρότερον ὤν, ἄλλου τινὸς ὄντος ἐνεργείᾳ δημιουργοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον. καὶ εἰ μὲν ἐκεῖνος ἀεὶ ἐνεργείᾳ αἴτιος τοῦ εἶναι τοῦτον δημιουργόν, ἀεὶ καὶ οὗτος δημιουργὸς διὰ τὸ πρότερον ἀξίωμα τὸ λέγον, ὅταν ᾖ κατʼ ἐνέργειαν τὸ αἴτιον, καὶ τὸ αἰτιατὸν εἶναι κατʼ ἐνέργειαν· ὥστε τὸ δημιουργούμενον ἀεί ἐστιν. εἰ δὲ καὶ ἐκεῖνος δυνάμει ποτὲ αἴτιος τοῦ ποιεῖν τὸν δημιουργὸν δημιουργεῖν, πάλιν αὐτὸς ἄλλου του δεήσεται τοῦ ποιοῦντος αὐτὸν κατʼ ἐνέργειαν ποιεῖν τὸν δημιουργὸν δημιουργεῖν διὰ τὸ δεύτερον ἀξίωμα τὸ λέγον τὸ δυνάμει πᾶν δεῖσθαι τοῦ ἐνεργείᾳ, ἵνα γένηται κατʼ ἐνέργειαν· καὶ πάλιν ὁ αὐτὸς ἐπὶ τούτου λόγος, καὶ ἢ εἰς ἄπειρον ἄνιμεν ἄλλο πρὸ ἄλλου ζητοῦντες αἴτιον τοῦ ἐνεργείᾳ τῷ προκειμένῳ δυνάμει αἰτίου ἢ ἥξομεν εἰς τὸ συγχωρῆσαι ἀεί τι εἶναι κατʼ ἐνέργειαν αἴτιον. τούτου δὲ συγχωρηθέντος ἕπεται καὶ τὰ αἰτιατὰ εἶναι ἀεὶ κατʼ ἐνέργειαν καὶ τὸν κόσμον ἀεὶ δημιουργούμενον, εἴπερ καὶ τὸν δημιουργὸν ἀεὶ δημιουργόν, διὰ δύο δειχθὲν ἀξιωμάτων, ἑνὸς μὲν ὡς ἂν ἔχῃ τῶν πρός τι θάτερον, οὕτω καὶ θάτερον ἔχειν, εἰ μὲν δυνάμει, δυνάμει, εἰ δὲ ἐνεργείᾳ, ἐνεργείᾳ, ἑτέρου δὲ πᾶν τὸ δυνάμει ὂν μεταβάλλειν εἰς τὸ ἕτερον ἐνεργείᾳ ὑπό τινος ἐνεργείᾳ ὄντος, ὃ αὐτὸ δυνάμει πρότερον, ἐνεργείᾳ δʼ ὕστερον.»

Κεφάλαια τῆς λύσεως τοῦ τρίτου λόγου.

αʹ. Ὅτι παρὰ τὴν ὁμωνυμίαν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸν παραλογισμὸν ἐν τούτοις ὁ Πρόκλος συνέπλεξεν.

βʹ. Ἔκθεσις τῶν διαφόρων τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ σημαινομένων.

γʹ. Ὅτι τῷ καθʼ ἕξιν αἰτίῳ, ὅπερ ἐστὶν τὸ πρῶτον τῶν τοῦ ἐνεργείᾳ σημαινομένων, οὐ πάντως ἐξ ἀνάγκης καὶ τὸ αἰτιατὸν κατʼ ἐνέργειαν ἕπεται. ὅθεν ἐνδέχεται ἀεὶ μὲν καθʼ ἕξιν ἐνεργείᾳ εἶναι τὸν θεὸν δημιουργόν, μὴ ἀεὶ δὲ τὸν κόσμον εἶναι.

δʹ. Ὅτι ἐκ τοῦ δευτέρου δυνάμει τοῦ καθʼ ἕξιν, ὅπερ καὶ πρῶτόν ἐστιν ἐνεργείᾳ, εἰς τὴν δευτέραν ἐνέργειαν προϊὸν οὐ δεῖται ἑτέρου τινὸς τοῦ ἀπὸ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν αὐτὸ ἄγοντος.

εʹ. Ἔκθεσις τῶν τοῦ Πρόκλου λέξεων καὶ ἀπόδειξις ἐξ αὐτῶν, ὅτι ἀδιορίστως λαβὼν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ τὸν παραλογισμὸν συνέπλεξεν. ἐν ᾧ, ὅτι ἐνεργείᾳ καθʼ ἕξιν δημιουργὸς ὢν ὁ θεὸς οὔτε ἐξ ἀνάγκης συνυπάρχοντα ἑαυτῷ τὸν κόσμον ἐξ ἀϊδίου εἰσάγει οὔτε δὲ ἄλλου του δεήσεται δημιουργοῦ ἐνεργείᾳ τοῦ ἀπὸ τῆς ἕξεως αὐτὸν εἰς ἐνέργειαν ἄγοντος.

ϛʹ. Ὅτι οὐδὲ ἐπὶ τοῦ προτέρου δυνάμει καθόλου ἐστὶν ἀληθὲς τὸ δεῖσθαι πάντως τὸν δυνάμει ἄλλου τινὸς ἐνεργείᾳ τοῦτο ὄντος, ὅπερ αὐτός ἐστιν δυνάμει, ἵνα εἰς ἐνέργειαν ἀχθῇ, ἀλλʼ ἁπλῶς ἐνεργείᾳ τινὸς ὄντος, οὐ μὴν πάντως καὶ τοιούτου.

ζʹ. Ὅτι ἐνδέχεται καὶ αὐτὴν ὑφʼ ἑαυτῆς τὴν φύσιν ἀπὸ τῆς πρός τι ἐπιτηδειότητος εἰς τὴν κατʼ αὐτὸ ἕξιν τε καὶ ἐνέργειαν ἄγεσθαι καὶ μὴ δεῖσθαί τινος ἔξωθεν τοῦ τελειοῦντος. Λύσις τοῦ τρίτου λόγου.

αʹ. Ὡς σοφιστικὸν τοῦ φιλοσόφου τὸ ἐπιχείρημα. καίτοι γε ἔδει τὸ τῆς φιλοσοφίας αἰδούμενον πρόσχημα καὶ τῆς διαλεκτικῆς ἀκριβείας εἰς ἄκρον ἥκοντα καὶ περὶ τηλικούτων τὴν σκέψιν ποιούμενον μὴ οὕτως ταῖς ὁμωνυμίαις ἡμᾶς καθάπερ οἱ σοφισταὶ τὰ μειράκια παρακρούεσθαι, ἀλλὰ τῆς ἀληθείας φροντίδα ποιούμενον ὁμωνύμους ὄντα φωνὰς τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ διελέσθαι εἰς τὰ διάφορα σημαινόμενα καὶ διδάξαι, ἐπὶ ποίου μὲν τῶν τοῦ δυνάμει σημαινομένων τὸ ἕτερον τῶν παρʼ αὐτοῦ τεθέντων ἀξιωμάτων ὡμολόγηται, ἐπὶ ποίου δὲ πάλιν τῶν ἐνεργείᾳ θάτερον, εἶτα ἕκαστον τῶν σημαινομένων τῶν δυνάμει καὶ τῶν ἐνεργείᾳ ἐπὶ τοῦ δημιουργοῦ ὑποθέμενον τὰ ἑκάστῃ ὑποθέσει ἑπόμενα ἐπισκέψασθαι. ἡμεῖς οὖν ἕνα σκοπὸν ποιούμενοι τὴν τῆς ἀληθείας εὕρεσιν καὶ τοῖς διαλεκτικοῖς κανόσιν ἑπόμενοι πρότερον εἰς τὰ διάφορα διέλωμεν σημαινόμενα τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ, εἶθʼ οὕτως ὅπως ἀληθείας ἔχῃ τὰ ἐπʼ αὐτῶν τεθέντα τοῦ φιλοσόφου κατανοήσωμεν ἀξιώματα, ἐξ ὧν τὸ τρίτον τῶν ἐπιχειρημάτων συνέπλεξεν. καὶ διά γε τοὺς ἀπείρους τῶν τοιούτων λόγων οὐδὲν οἷον διʼ ὀλίγων τὴν ἔννοιαν τοῦ τε δυνάμει καὶ τοῦ ἐνεργείᾳ παραθέσθαι.

βʹ. Ἰστέον τοίνυν, ὡς διττὸν εἶναι τὸ δυνάμει καὶ διττὸν τὸ ἐνεργείᾳ ἀκριβῶς τε ὁ Ἀριστοτέλης ἐδίδαξεν καὶ παρὰ πάντων ὁμολογεῖται. λέγεται γὰρ καθʼ ἕνα μὲν τρόπον δυνάμει τι εἶναι τὸ φυσικήν τινα ἔχον εἴς τι ἐπιτηδειότητα, ὥς φαμεν τὸ παιδίον δυνάμει γραμματικὸν εἶναι· ἐπιτηδείως γὰρ ἔχει ἡ φύσις καιρῷ τῷ δέοντι τὰ γραμματικὰ θεωρήματα παραδέξασθαι. ἓν μὲν οὖν τοῦτο τῶν ἐπὶ τοῦ δυνάμει σημαινομένων, ὃ καὶ καλεῖται πρῶτον δυνάμει, τὸ κατὰ τὴν ἐπιτηδειότητα. ὅταν δέ τις ἐν ἕξει τῶν γραμματικῶν θεωρημάτων γενόμενος, ἔχῃ μὲν αὐτῶν ἐν τῇ ψυχῇ τὴν ἐπιστήμην, μὴ ἐνεργῇ δὲ κατʼ αὐτὰ μηδὲ προχειρίζοιτο τὴν τούτων θεωρίαν, ἢ ἐσθίων τυχὸν ἢ πρὸς ἑτέροις τὴν διάνοιαν ἀσχολούμενος ἢ μὴ βουλόμενος, λέγεται μὲν καὶ ὁ τοιοῦτος δυνάμει γραμματικὸς εἶναι, ἀλλʼ οὐχ ὡς ὁ πρότερος· οὐ γὰρ ἐν ἕξει τῶν θεωρημάτων ἐκεῖνος ἐγεγόνει, ἀλλὰ μόνον τῷ πεφυκέναι ἐλέγετο δυνάμει εἶναι γραμματικός. καλεῖται δὲ καὶ τὸ τοιοῦτον σημαινόμενον δεύτερον δυνάμει καὶ τὸ καθʼ ἕξιν δυνάμει. αὐτὸ δὲ δὴ τοῦτο τὸ δεύτερόν τε καὶ καθʼ ἕξιν δυνάμει καλούμενον καλεῖται καὶ πρῶτον ἐνεργείᾳ· ὡς γὰρ πρὸς τὸ πρῶτον δυνάμει τὸ κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα, ἣν ὁ ἔχων τῷ πεφυκέναι δέχεσθαι τὰ θεωρήματα δυνάμει γραμματικὸς ἐλέγετο, ἢ ὁ ἤδη ἐν ἕξει τῶν θεωρημάτων γενόμενος εἴη ἂν ἐνεργείᾳ γραμματικὸς ἤδη κατʼ ἐνέργειαν τὴν ἕξιν κτησάμενος. ἀλλʼ ἐπειδὴ ἔστιν τις καὶ ἑτέρα ἐνέργεια, καθʼ ἣν ἤδη προχειρίζεται ὁ γραμματικὸς τὰ θεωρήματα ἢ ἑτέρῳ παραδιδοὺς ἢ καθʼ ἑαυτὸν γυμναζόμενος, ὡς πρὸς ταύτην ἤδη τὴν ἐνέργειαν λέγεται, ὅπερ εἶπον, ὁ κατὰ τὴν ἕξιν μόνον ἔχων τὰ θεωρήματα δυνάμει εἶναι γραμματικός, δυνάμει δὲ κατὰ τὸ δεύτερον. ὁ αὐτὸς οὖν οὕτως ὁ τὴν ἕξιν μόνην τὴν τῶν γραμματικῶν θεωρημάτων ἔχων μὴ ἐνεργῶν δὲ κατὰ αὐτὴν καὶ δυνάμει γραμματικὸς καλεῖται καὶ ἐνεργείᾳ, ἀλλὰ δυνάμει μὲν ὡς πρὸς τὴν δευτέραν ἐνέργειαν, καθʼ ἣν διδάσκων προχειρίζεται τὰ θεωρήματα, ἐνεργείᾳ δὲ ὡς πρὸς τὴν πρώτην ἐπιτηδειότητα, καθʼ ἣν οὔπω μὲν τὴν ἕξιν τῶν θεωρημάτων εἶχεν, ὡς δυνάμενος δὲ ταύτην ποτὲ κτήσασθαι δυνάμει γραμματικὸς εἶναι ἐλέγετο.

γʹ. Τούτων οὕτως ἐχόντων καὶ διττοῦ ὄντος τοῦ δυνάμει, διττοῦ δὲ καὶ τοῦ ἐνεργείᾳ, καὶ τοῦ δευτέρου δυνάμει εἰς ταὐτὸ συντρέχοντος τῷ πρώτῳ ἐνεργείᾳ, τὸ μὲν πρότερον τῶν ἀξιωμάτων τὸ λέγον «ὅταν τὸ αἴτιον ᾖ κατʼ ἐνέργειαν, καὶ τὸ αἰτιατὸν ὡσαύτως κατʼ ἐνέργειαν ἔσται» ἐπὶ μόνου τοῦ δευτέρου ἐνεργείᾳ ἐστὶν ἀληθές, οὐκ ἐπὶ τοῦ προτέρου, ὅπερ καὶ δεύτερον δυνάμει καλεῖται· ὅταν γὰρ ὁ διδάσκαλος ἤδη διδάσκῃ, ἀνάγκη εἶναι καὶ τὸν διδασκόμενον, καὶ εἰ ἤδη ὁ οἰκοδόμος οἰκοδομεῖ, ἀνάγκη καὶ τὸ οἰκοδομούμενον εἶναι. ἐπὶ δὲ τοῦ προτέρου ἐνεργείᾳ οὐκέτι ἀληθὲς τὸ ἀξίωμα· ἐνδέχεται γὰρ οἰκοδόμον ἕξιν μὲν τοῦ οἰκοδομεῖν ἔχειν, μὴ οἰκοδομεῖν δέ, καὶ τὸν ἕξιν διδασκαλικὴν ἔχοντα μὴ διδάσκειν· ὥστε τοῦ οὕτως αἰτίου κατʼ ἐνέργειαν ὄντος, λέγω δὲ τοῦ καθʼ ἕξιν οἰκοδόμου ἢ τοῦ διδασκάλου, τὸ αἰτιατὸν οὐ πάντως ἔσται, τουτέστιν τὸ οἰκοδομούμενον ἢ διδασκόμενον. καὶ ἐνῆν γε καὶ τοὺς ἀρίστους τῶν φιλοσόφων τὰ αὐτὰ ἡμῖν σχεδὸν ἐπὶ λέξεως παραθέσθαι λέγοντας ἄλλους τε καὶ Ἀλέξανδρον τὸν Ἀριστοτέλους ἐξηγητὴν ἐν τοῖς εἰς τὴν ἀποδεικτικὴν ὑπομνήμασιν· ἐναργοῦς δὲ ὄντος τοῦ λόγου τὸ τοιοῦτο νῦν παραιτήσομαι. τὸ μὲν τῶν ἀξιωμάτων πρῶτον οὕτως ἀληθείας ἔχει.

δʹ. Τὸ δὲ δεύτερον τὸ λέγον, ὅτι τὸ δυνάμει, ὁπηνίκα εἰς ἐνέργειαν ἄγεται, ἀνάγκη πάντως ὑπό τινος ἑτέρου ὄντος κατʼ ἐνέργειαν τοιούτου, οἷον αὐτό ἐστιν δυνάμει, μεταβάλλειν καὶ εἰς ἐνέργειαν ἄγεσθαι, ἐπὶ τοῦ προτέρου μόνον δυνάμει χώραν ἔχει· τὸ γὰρ παιδίον δυνάμει γραμματικὸν ὂν μεταβάλλει εἰς τὸ ἐνεργείᾳ εἶναι γραμματικὸν ὑπὸ τοῦ κατʼ ἐνέργειαν ὄντος γραμματικοῦ καὶ τὸ ὕδωρ δυνάμει θερμὸν ὑπάρχον μεταβάλλει καὶ γίνεται ἐνεργείᾳ θερμὸν ὑπὸ πυρὸς τυχὸν ἢ ἁπλῶς τοῦ κατʼ ἐνέργειαν θερμοῦ. οὐκέτι δὲ ἐπὶ τοῦ δευτέρου δυνάμει ἀληθὲς τοῦτο ὑπάρχει τὸ ἀξίωμα· ὁ γὰρ τὴν ἕξιν ἔχων τῶν γραμματικῶν θεωρημάτων καὶ ταύτῃ δυνάμει λεγόμενος εἶναι γραμματικός, ὁπηνίκα ἐκ ταύτης τῆς δυνάμεως μεταβάλλῃ εἰς τὴν δευτέραν καλουμένην ἐνέργειαν, καθʼ ἣν ἤδη προχειρίζεται τὰ θεωρήματα, οὐχ ὑφʼ ἑτέρου ἐνεργείᾳ ὄντος γραμματικοῦ μεταβάλλει, ἀλλʼ αὐτὸς ὑφʼ ἑαυτοῦ ἀμέσως ἐκ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλει· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. τούτων οὖν ἡμῖν σαφῶς διευκρινημένων ἔλθωμεν ἐπὶ τὸ προκείμενον αὐτὴν πρῶτον τὴν λέξιν τοῦ φιλοσόφου ἐκθέμενοι.

εʹ. «Εἰ κατʼ ἐνέργειαν», φησίν, «ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατʼ ἐνέργειαν ἔσται δημιουργούμενον· ὅταν γάρ, φησὶν Ἀριστοτέλης, τὸ αἴτιον ᾖ κατʼ ἐνέργειαν, ἔσται καὶ τὸ αἰτιατὸν οὕτως κατʼ ἐνέργειαν». ὅρα, πῶς οὐ προσδιορίζεται, κατὰ ποῖον τῶν τοῦ ἐνεργείᾳ σημαινομένων ὑποτίθεται τὸν δημιουργὸν ἐνεργείᾳ εἶναι δημιουργόν, ἀλλʼ ἁπλῶς καὶ ἀδιορίστως τῷ ἐνεργείᾳ αἰτίῳ ἕπεσθαί φησιν τὸ αἰτιατὸν κατʼ ἐνέργειαν, ἵνα τὸ ἐπὶ τινὸς σημαινομένου τῶν ἐνεργείᾳ ἀληθεῦον ἀξίωμα πάντως τοῦ ἐνεργείᾳ κατηγορήσῃ, ὅπερ ἐδείξαμεν ὑπάρχον ψεῦδος, ἐπὶ μόνου δὲ τοῦ δευτέρου ἐνεργείᾳ χώραν ἔχον. εἰ οὖν ἡμεῖς ἀεὶ καθʼ ἕξιν ἐνεργείᾳ δημιουργὸν εἶναι τὸν θεὸν ὑποτιθέμεθα, ὅπερ ἐστὶν τὸ πρότερον ἐνεργείᾳ, ποία ἔτι ἀνάγκη οὕτως ὄντος ἀεὶ τοῦ θεοῦ ἐνεργείᾳ δημιουργοῦ καὶ τὸν κόσμον ἀεὶ εἶναι; τοῦτο δὲ ἐποίησεν σοφιστικῶς ὁ φιλόσοφος, ἵνʼ ἡμῶν λεγόντων μὴ ἀεὶ εἶναι τὸν κόσμον εὐθὺς ἀνέλῃ καθόλου τὸ καὶ τὸν θεὸν ἀεὶ δημιουργὸν εἶναι, συγχωρηθέντος δὲ τοῦ πρὶν δημιουργῆσαι κατὰ μηδένα τρόπον ἐνεργείᾳ εἶναι τὸν θεὸν δημιουργὸν ἀκολούθως εἰσαγάγῃ τὸ δυνάμει αὐτὸν εἶναι δημιουργὸν κατὰ τὸ πρότερον τοῦ δυνάμει σημαινόμενον. ἄκουε γοῦν, οἷα ἐπήγαγεν· «εἰ δὲ τὸ δημιουργούμενον», φησίν, «μὴ κατʼ ἐνέργειαν ᾖ, οὐδὲ τὸ δημιουργοῦν ἔσται κατʼ ἐνέργειαν». σκόπει πάλιν, πῶς ἀδιορίστως τῷ ἐνεργείᾳ χρῆται μὴ προστιθείς, ἐπὶ ποίου σημαινομένου τοῦ ἐνεργείᾳ τεθὲν ἀξίωμα ἀληθεύει. δῆλον δέ, ὡς ἐπὶ μὲν τοῦ δευτέρου ἐνεργείᾳ ἔστιν ἀληθές, ἐπὶ δὲ τοῦ προτέρου οὐκ ἔστιν· τῆς γὰρ οἰκίας μὴ οὔσης κατʼ ἐνέργειαν οὐδὲν κωλύει τὸν οἰκοδόμον εἶναι κατʼ ἐνέργειαν τὴν καθʼ ἕξιν· οἰκοδόμος μὲν γὰρ ἔστιν ὁ τὴν ἕξιν ἔχων, κἂν μὴ οἰκοδομῇ, καὶ ἰατρὸς ὁμοίως, κἂν μὴ ἰατρεύῃ, οὔτε δὲ οἰκοδομεῖν δύναται κατʼ ἐνέργειαν οὔτε ἰατρεύειν, εἰ μὴ πάντως καὶ τὸ οἰκοδομούμενον ἢ ἰατρευόμενον ὑπάρχῃ. ὅτι δὲ κατʼ ἀλήθειαν τῇ ὁμωνυμίᾳ παρακρούσασθαι βουλόμενος οὐ προσδιωρίσατο τὰ διάφορα σημαινόμενα τοῦ τε δυνάμει καὶ τοῦ ἐνεργείᾳ, ἵνʼ, ὡς εἶπον, λεγόντων ἡμῶν μὴ ἀεὶ εἶναι τὸν κόσμον εἰσαγάγῃ τὸ μηδʼ ὅλως εἶναι τὸν θεὸν ἐνεργείᾳ δημιουργόν, πρὶν δημιουργῆσαι τὸν κόσμον, ἀλλὰ δυνάμει κατὰ τὸ πρότερον, δῆλον ἐξ ὧν ἐπήγαγεν· «εἰ γὰρ μὴ κατʼ ἐνέργειαν», φησίν, «δυνάμει ἔσται δημιουργικὸν πρὸ τοῦ ἐνεργεῖν. πᾶν δὲ τὸ δυνάμει τι ὂν ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος, ὅ ἐστιν τοῦτο δυνάμει, γίνεται κατʼ ἐνέργειαν, τὸ δυνάμει θερμὸν ἀπὸ τοῦ ἐνεργείᾳ θερμοῦ καὶ τὸ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. ἔσται ἄρα καὶ ὁ δημιουργὸς ἐνεργείᾳ δημιουργὸς δυνάμει πρότερον ὤν, ἄλλου τινὸς ὄντος ἐνεργείᾳ δημιουργοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον». σκόπει δὴ οὖν, ὅπερ ἐλέγομεν, πῶς ἀνελὼν τὸ εἶναι τὸν θεὸν ἐνεργείᾳ δημιουργὸν τῷ μηδὲ τὸν κόσμον ἐνεργείᾳ εἶναι εὐθὺς εἰσάγει τὸ δυνάμει αὐτὸν εἶναι δημιουργὸν κατὰ τὸ πρότερον δυνάμει, ὡς παντὸς σημαινομένου τῶν ἐνεργείᾳ ἀναιρεθέντος. ἄλλου γοῦν τινος δεῖσθαι ἐνεργείᾳ δημιουργοῦ φησιν τοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον· ὅπερ οὐχὶ τῷ τὴν ἕξιν ἔχοντι ἀλλὰ τῷ τὴν ἐπιτηδειότητα μόνην συμβαῖνον ἐδείξαμεν. καίτοι μὴ ὄντος ἐνεργείᾳ τοῦ κόσμου οὐκ εὐθὺς εἰσάγεται τὸ καὶ τὸν δημιουργὸν κατὰ τὸ πρότερον δυνάμει δημιουργὸν εἶναι· ἐνδέχεται γάρ, ὡς εἶπον, καὶ τὸ καθʼ ἕξιν εἰσάγεσθαι, τουτέστιν τὸ πρότερον ἐνεργείᾳ. ἀλλʼ ὁ φιλόσοφος σοφιστικῶς τὸ ἐπὶ τοῦ προτέρου δυνάμει λεγόμενον — λέγω δὴ τὸ δεῖσθαι τοῦ ἐνεργείᾳ τοιούτου, οἷον αὐτό ἐστιν δυνάμει, ἵνα εἰς ἐνέργειαν ἀχθῇ — αὐτὸς ἁπλῶς καὶ ἀδιορίστως τῷ δυνάμει ἕπεσθαί φησιν, εἶτα λοιπὸν κατὰ τὸ ἀκόλουθον ἐπισυνάπτει λήρους μακροὺς δημιουργὸν δημιουργῷ συνείρων καὶ τῇ πρώτῃ ἀτόπῳ ὑποθέσει τὰ ἀκόλουθα συμπεραινόμενος. ἀλλʼ ἐπεὶ οὐδεὶς καὶ τῶν τυχόντων νοῦν ἔχων κατὰ τὸ πρότερον δυνάμει φαίη ἂν εἶναι τὸν θεὸν δημιουργόν, πρὶν δημιουργῆσαι, ταύτης τῆς ἀτόπου ἀρχῆς ἀναιρεθείσης οἴχεται πᾶν τὸ ἐξ ἀραχνίων τοῦ φιλοσόφου τῶν συλλογισμῶν ὕφασμα· καθʼ ἕξιν γὰρ ὢν δημιουργὸς ὁ θεός, πρὶν δημιουργῆσαι, οὔτε ἑτέρου δεήσεται τοῦ εἰς ἐνέργειαν αὐτὸν ἄγοντος οὔτε, ἐπειδὴ οὗτός ἐστιν ἐνεργείᾳ δημιουργός, ἤδη διὰ τοῦτο καὶ τὸν κόσμον εἰσάγει ἐξ ἀϊδίου ἑαυτῷ συνυπάρχοντα· τοῦ γὰρ καθʼ ἕξιν οἰκοδόμου ὄντος οὐ πάντως καὶ ὁ οἶκος ἔσται· ἀλλʼ οὐδʼ ὅταν ὁ οἰκοδόμος ἐκ τῆς ἕξεως μεταβαίνῃ εἰς τὸ ἐνεργεῖν, ἄλλου τινὸς δεήσεται ἐνεργείᾳ οἰκοδόμου τοῦ ἄγοντος αὐτὸν εἰς τοῦτο. ὅτι δὲ σοφιστικόν τε καὶ λίαν ἐπαχθὲς τοῖς νοῦν ἔχουσιν τὸ παρὰ τὴν ὁμωνυμίαν παραλογίζεσθαι, ἱκανῶς καὶ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἑρμηνείας ἐδήλωσεν ἐνόχλησιν κυρίως τὴν τοιαύτην τῶν παραλογισμῶν ἰδέαν καλέσας· «λέγω» γάρ, φησίν, «ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις»· πῶς γὰρ οὐκ ὄχλος τῷ ὄντι περιττὸς τῶν λόγων ἐκεῖνοι, ὅσοι τῶν πραγμάτων ἀφέμενοι παρὰ τὰς λέξεις καὶ τὰς ὀνομασίας διελέγχειν τοὺς προσδιαλεγομένους σπουδάζουσιν; ὃ δὴ καὶ ἐν τούτοις ἡμῖν ὁ πολὺς Πρόκλος ποιεῖν οὐκ ἀπώκνησεν.

ϛʹ. Ἐπισκοπεῖν δὲ ἄξιον, ὅπως καὶ ἐν αὐτῇ τῇ τοῦ ἀξιώματος λήψει ἱκανὰς ἑαυτῷ παραλογισμῶν ἀφορμὰς ὁ φιλόσοφος ὑποτίθεται. ἵνα γὰρ συνεῖραι τὸν πολὺν τῶν δημιουργῶν φλήναφον δυνηθείη τοῦ δυνάμει δημιουργοῦ δεομένου ἄλλου τινὸς ἐνεργείᾳ δημιουργοῦ τοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν κἀκείνου πάλιν διὰ τὸ τὸν πρότερον δυνάμει εἶναι καὶ αὐτοῦ δυνάμει ὄντος καὶ δεομένου τρίτου τινὸς ἐνεργείᾳ ὄντος δημιουργοῦ καὶ τούτου πάλιν ἄλλου καὶ οὕτως ἐπʼ ἄπειρον ἀναγάγῃ τὸ ἄτοπον, εἰπὼν πᾶν τὸ δυνάμει δεῖσθαι ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος τοῦ ἄγοντος αὐτὸ εἰς ἐνέργειαν τοιοῦτόν φησιν εἶναι δεῖν τὸ ἐνεργείᾳ, ὁποῖον δυνάμει ἐστὶν ἐκεῖνο, οἷον, εἴ τι θερμὸν εἴη δυνάμει, καὶ τὸ τελειωτικὸν τοῦ δυνάμει θερμοῦ ἐνεργείᾳ εἶναι θερμόν. τοῦτο δὲ ἐπὶ τινῶν μὲν ἀληθές ἐστιν — τὸν γὰρ δυνάμει γραμματικὸν ὁ ἐνεργείᾳ γραμματικὸς ποιεῖ ἐνεργείᾳ γραμματικὸν καὶ τὸ πῦρ ἐνεργείᾳ ὂν θερμὸν μεταβάλλει τὸ ὕδωρ δυνάμει ὂν θερμὸν καὶ ποιεῖ ἐνεργείᾳ εἶναι θερμόν —, οὐκ ἐπὶ πάντων δὲ ὁ λόγος οὗτός ἐστιν ἀληθής· ἀλλὰ δεῖ μὲν ἐνεργείᾳ τινὸς ἴσως τοῦ ἄγοντος τὸ δυνάμει εἰς τὴν οἰκείαν ἐνέργειαν, οὐ μὴν πάντως τὸ ἐνεργείᾳ ἀνάγκη εἶναι τοιοῦτον ἐνεργείᾳ, οἷον δυνάμει ἐστὶν τὸ ὑπʼ αὐτοῦ ἀγόμενον εἰς ἐνέργειαν. τὰ γὰρ ξύλα δυνάμει ναῦν ὄντα ποιεῖ ἐνεργείᾳ ναῦν οὐχ ἡ κατʼ ἐνέργειαν ναῦς ἀλλʼ ὁ κατʼ ἐνέργειαν ναυπηγός· οὐδὲ γὰρ οἱ ἐν τῷ ναυπηγῷ δημιουργικοὶ τῆς νεὼς λόγοι ἤδη καὶ ναῦς εἰσιν κατʼ ἐνέργειαν. πάλιν τὸ δυνάμει γλυκὺ ἢ πικρὸν ἢ ἐρυθρὸν οὐ πάντως ὑπὸ τοῦ ἐνεργείᾳ γλυκέος ἢ πικροῦ ἢ ἐρυθροῦ εἰς ἐνέργειαν ἄγεται· τὸ γὰρ ὕδωρ, ᾧ ἀρδεύεται τὰ φυτά, δυνάμει ἑκάστην ἔχει ποιότητα, εἰς ἣν μεταβάλλει τοῖς φυτοῖς ἑνούμενον, καὶ οὐ δήπου κατʼ ἐνέργειάν τι γλυκὺ ὑπάρχον ἢ πικρὸν ἢ ἐρυθρὸν μεταβάλλει τὸ ὕδωρ εἰς τὸ γενέσθαι ἐνεργείᾳ τοιοῦτον ἀλλʼ οἱ ἐν τῇ φύσει δημιουργικοὶ λόγοι ἐνεργείᾳ ὄντες, καὶ τὸ δυνάμει σκληρὸν ὑπὸ τοῦ ψυχροῦ γίνεται ἐνεργείᾳ σκληρὸν οὐκ ὄντος τοῦ ψυχροῦ ἐνεργείᾳ σκληροῦ ἀλλʼ ἐνεργείᾳ ψυχροῦ. ὥστε κἀνταῦθα, ἵνʼ, ὡς εἰρήκαμεν, χώραν εὕροι δημιουργοὺς δημιουργῶν συνεῖραι, τὴν τοιαύτην προσθήκην τῷ ἀξιώματι προσέθηκεν, λέγω δὴ τὸ δεῖν τὸ ἐνεργείᾳ, ὅπερ ἄγει τὸ δυνάμει εἰς ἐνέργειαν, τοιοῦτον εἶναι ἐνεργείᾳ, οἷον δυνάμει ἐκεῖνό ἐστιν.

ζʹ. Μήποτε δὲ οὐδὲ τὸ δύναμιν ἔχον πάντως εἴς τι καὶ ἐπιτηδειότητα ἑτέρου δέεται τοῦ δυνάμει αὐτὸ εἰς ἐνέργειαν ἄγοντος. ἐνδέχεται γὰρ καὶ αὐτὸν ἑαυτῷ τινα αἴτιον εἶναι τῆς ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολῆς· δύο γὰρ ὁδοὶ τῷ ὄντι εἰς ἐπιστήμην κατὰ Πλάτωνα, μάθησις καὶ εὕρεσις, ὡς ἐν Ἀλκιβιάδῃ φησίν· δῆλον οὖν, ὅτι ὁ πρῶτος εὑρὼν τέχνην τινὰ ἢ ἅπασαν ἢ τὰ μέρη αὐτῆς οἷον ὁ πρῶτος εὑρὼν ξύλων πρίσιν, πρὶν εὕρῃ, δυνάμει ὢν πρίστης, κατὰ τὸ πρότερον δυνάμει γέγονεν ἐνεργείᾳ πρίστης οὐχ ὑφʼ ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος πρίστου ἀλλʼ αὐτὸς ἑαυτὸν ἐκ δυνάμεως εἰς ἐνέργειαν ἀγαγών. τί δʼ ἂν εἴποις ἐπὶ τοῦ σκυλακίου τοῦ ἀρτιγενοῦς; δυνάμει γὰρ ὁρατικὸν ὂν ἢ ὑλακτικὸν οὐχ ὑφʼ ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος ἄγεται εἰς τὸ κατʼ ἐνέργειαν ὁρᾶν ἢ ὑλακτεῖν, ἀλλʼ αὐτὸ ὑπὸ τῆς ἑαυτοῦ φύσεως τελειοῦται· εἰ μή τις ἐπὶ μὲν τοῦ προτέρου τὸν καθόλου νοῦν αἰτιᾶται τοῦ τὸν δυνάμει νοῦν εἰς ἐνέργειαν μεταβάλλειν, ἐπὶ δὲ τοῦ δευτέρου τὴν καθόλου φύσιν· ἀλλʼ εἰ καὶ τοῦτο συγχωρήσωμεν, οὐκ ἂν εἴποι τις οὔτε τὸν καθόλου νοῦν ἐνεργείᾳ πρίστην ἢ οἰκοδόμον ἤ τι τοιοῦτον εἶναι οὔτε τὴν καθόλου φύσιν ἐνεργείᾳ ὁρατικὴν ἢ ὑλακτικὴν ἀλλʼ ἁπλῶς ἐνεργείᾳ, ἵνα μὴ ἐπιπλέον ἐκτείνω τὸν λόγον ζητῶν περὶ μὲν τοῦ καθόλου νοῦ, διὰ τί τινῶν μὲν τὸ δυνάμει ἄγει εἰς ἐνέργειαν, τινῶν δὲ οὔ, περὶ δὲ τῆς καθόλου φύσεως, εἰ ἔστιν ὅλως καὶ ἐν τίνι τὸ εἶναι ἔχει· οὐ γὰρ ἔστιν ἕν τι καθόλου σῶμα κοσμικὸν παρʼ ἕκαστον τῶν κατὰ μέρος· ὥστε οὐδὲ φύσις ἔστιν καθόλου· τὸ γὰρ καθόλου κατὰ Ἀριστοτέλην ἢ οὐδέν ἐστιν ἢ ὑστερογενὲς καὶ ἐν τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχον, εἰ μὴ καθόλου φύσιν τις λέγοι τὴν σύμπνοιάν τε καὶ πρὸς ἄλληλα ἁρμονίαν τῶν τοῦ κόσμου μερῶν. Τέλος λύσεως τοῦ τρίτου λόγου.