Πρόκλου διαδόχου λόγος ἑκκαιδέκατος.
«Ἑκκαιδέκατος· εἰ δύο βουλήσεις εἰσὶν ἐν τῷ δημιουργῷ, μία μὲν μὴ εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον — ὡς αὐτὸς λέγει “βουληθεὶς γὰρ μηδὲν εἶναι κακὸν εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας” —, ἑτέρα δὲ δεδέσθαι τὸ πᾶν — “τῆς γὰρ ἐμῆς βουλήσεως”, φησίν, “δεσμοῦ τυχόντες μείζονος ἐκείνων, οἷς ὅτε ἐγένεσθε συνεδεῖσθε, οὐδαμῶς λυθήσεσθε” —, καὶ τούτων ἑκατέρα τῶν βουλήσεων αὐτῶν τὸ εἶναί ἐστιν, ἡ μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον, ἡ δὲ τοῦ σῴζεσθαι τὸ τεταγμένον, ἀνάγκη ἢ ἀεὶ εἶναι τὰς βουλήσεις ἐν αὐτῷ ταύτας ἢ ποτὲ ἑκατέραν ἢ τὴν μὲν ἀεὶ τὴν δὲ ποτέ. ἀλλὰ τὸ ποτὲ ψεῦδος· τὸ γὰρ τὸ ποτὲ μὲν βούλεσθαι ποτὲ δὲ μὴ δῆλον ὡς οὐκ ἀεί ἐστιν, κἄν τε πρότερον μὴ βούληται ὕστερον δὲ βούλεται, κἂν ἔμπαλιν πρότερον μὲν βούληται ὕστερον δὲ μὴ βούληται· ἔσται γὰρ ἐν ταῖς βουλήσεσιν καὶ ἀβουλησίαις ταύταις τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ ἔσται· ταῦτα δὲ εἴδη χρόνου φησὶν αὐτός· χρόνος δὲ οὐκ ἐν αὐτῷ ἀλλʼ ἀπʼ αὐτοῦ καὶ μετʼ αὐτόν· ἀεὶ ἄρα καὶ τὸ πλημμελὲς μὴ εἶναι καὶ τὸ τεταγμένον εἶναι βούλεται. τῆς οὖν βουλήσεως αὐτῷ τῷ εἶναι ποιούσης ὃ βούλεται, εἰ ἀεὶ ἑκατέρα, ἀεὶ τῷ εἶναι ποιήσει. εἰ δὲ ἀεὶ ποιήσει ὃ βούλεται ἑκατέρα, ἀεὶ δήπουθεν ἡ μὲν ἀφανίσει τὸ ἄτακτον, ἡ δὲ φυλάξει τὸ τεταγμένον· οὕτως γὰρ ποιήσει ἑκατέρα τὸ ἑαυτῆς ἡ μὲν ἀναιροῦσα ὃ βούλεται μὴ εἶναι, ἡ δὲ φρουροῦσα ὃ βούλεται εἶναι. τούτων δὲ ταύτῃ τὸ οἰκεῖον ἑκατέρας ποιουσῶν εἶναι δεῖ καὶ τὸ ἀεὶ ὑφʼ ἑκατέρας γιγνόμενον· ἅμα γὰρ ἀλλήλοις τὸ ποιοῦν καὶ τὸ γιγνόμενον, ὡς ἐν Φιλήβῳ λέγει καὶ αὐτὸς τὸ μὲν ποιούμενον καλῶν τὸ δὲ δημιουργοῦν καὶ ποιοῦν, καὶ ἄνευ θατέρου θάτερον οὐκ ἔστιν· ἀεὶ ἄρα καὶ τὸ ἄτακτον ἀφανίζεται διὰ τὴν ἀεὶ τοῦ μὴ εἶναι αὐτὸ βούλησιν καὶ τὸ τεταγμένον σῴζεται διὰ τὴν τοῦ εἶναι αὐτὸ βούλησιν ἀεὶ ἑκατέραν οὖσαν. εἰ δὲ ἀεὶ ἑκάτερον γίγνεται, οὐκ ἔσται πρότερον ἄτακτον εἶτα τεταγμένον, ὡς οὐδὲ πρότερον τεταγμένον εἶτα ἄτακτον. εἰ δὲ μὴ ἔστιν πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον, οὐκ ἔσχεν ἀρχὴν τὸ τεταγμένον τὴν μετὰ τὸ ἄτακτον, καὶ εἰ μὴ ἔστιν τὸ τεταγμένον πρὸ τοῦ ἀτάκτου, οὐχ ἕξει τελευτὴν πρὸ τοῦ ἀτάκτου. εἰ δὲ μήτε ἤρξατο μετὰ τὸ ἄτακτον μήτε τελευτήσῃ πρὸ τοῦ ἀτάκτου, ἄναρχός ἐστιν καὶ ἀτελεύτητος ἡ τάξις καὶ αὐτὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος. ἀλλὰ μὴν οὐδὲν ἄλλο ἐστὶν κόσμος ἢ τάξις καὶ τὸ τεταγμένον· ἀγένητος ἄρα καὶ ἄφθαρτος ὁ κόσμος. ἐπεὶ καὶ ἄτοπον ἐν τῷ θεῷ βουλήσεων δύο οὐσῶν ἢ τὴν μὲν ἀεὶ ποιεῖν τὴν δὲ μὴ ἀεὶ ἢ τὴν μὲν αὐτῷ τῷ εἶναι δρᾶν λέγειν τὴν δὲ μὴ αὐτῷ τῷ εἶναι, τῆς αὐτῆς οὐσίας οὐσῶν καὶ ἀμφοτέρων διὰ τὴν αὐτὴν αἰτίαν ἐχουσῶν τὸ εὔλογον· καὶ γὰρ ἡ μὲν τοῦ βούλεσθαι μὴ εἶναι τὸ ἄτακτον διὰ τὸ εἶναι ἀγαθόν ἐστιν, ὥς φησιν αὐτός, ἡ δὲ τοῦ βούλεσθαι εἶναι τὸ τεταγμένον διὰ τὸ μὴ εἶναι κακόν. ὅσῳ τοίνυν τοῦ μὴ εἶναι κακὸν τὸ εἶναι ἀγαθὸν τῷ θεῷ προσήκει μᾶλλον, τοσούτῳ θεία μειζόνως ἐστὶν ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις τῆς τοῦ εἶναι τὸ τεταγμένον· οἰκειότερον γὰρ θεῷ τὸ ἀγαθὸν τοῦ μὴ κακοῦ. παντελῶς οὖν ἄτοπον τὴν οἰκειοτέραν αὐτῷ βούλησιν μὴ αἰωνιωτέραν ποιεῖν, εἰ θέμις εἰπεῖν, καὶ δραστικωτέραν θειοτέραν οὖσαν. ὥστε, εἰ ταῖς βουλήσεσιν ἕπεται τῇ μὲν τὸ ἀγένητον εἶναι τὸν κόσμον τῇ δὲ τὸ ἄφθαρτον, μειζόνως ἂν ἀγένητος εἴη ἢ ἄφθαρτος τὸ μὲν ἔχων διὰ τὴν κυριωτέραν βούλησιν καὶ θειοτέραν τὸ δὲ διὰ τὴν ὑφειμένην. ἀλλὰ μὴν ἡ ἑτέρα δήλη πᾶσιν ἡ τῆς ἀφθαρσίας· καὶ ἡ ἑτέρα ἄρα πολλῷ μᾶλλον ἂν εἴη ταύτης πρόδηλος ἡ τῆς ἀγενησίας. εἰ μὲν οὖν μία εἰσὶν αἱ δύο, ὁμοίως καὶ ἀγένητον καὶ ἄφθαρτον τὸ πᾶν· εἰ δὲ δύο, δυνατωτέρα δὲ ἡ διὰ τὸ ἀγαθὸν ἢ ἡ διὰ τὸ μὴ κακόν, μᾶλλον ἀγένητον ἢ ἄφθαρτον τὸ πᾶν. δόξειεν δʼ ἂν εἶναι μία μᾶλλον ἢ δύο· τῆς γὰρ αὐτῆς ἐστιν ἀναίνεσθαι τὸ ἄτακτον, εἴτε πρὸ τῆς τάξεως εἴη εἴτε μετὰ τὴν τάξιν, καὶ τὸ τεταγμένον ἀνάρχως τε παράγειν καὶ ἀτελευτήτως διακρατεῖν· καὶ γὰρ οὐδʼ ἄλλο τι δημιουργῷ παντὶ τῆς τάξεως οἰκειότερον· τάττειν γοῦν ἐθέλει τὸ δημιούργημα τὸ ἑαυτοῦ πᾶς· ὥστε ὀρεκτὸν αὐτῷ, καθʼ ὅσον δημιουργός, ἡ τάξις. εἰ δὲ ἓν τὸ ὀρεκτόν, μία ἡ ὄρεξις τάξεως οὖσα ὄρεξις· εἰ δʼ ἡ ὄρεξις μία, καὶ ἡ βούλησις ὄρεξις οὖσα τοῦ βουλητοῦ μία δήπουθέν ἐστιν, ἥ τε ἀεὶ πρὸ χρόνου τεταγμένον ποιοῦσα καὶ ἡ συνέχουσα τοιοῦτον ὂν εἰς τὸν ἀεὶ χρόνον· μιᾶς δὲ οὔσης ἄτοπον μᾶλλον δʼ ἀδύνατον μερίζειν καὶ τὸ μὲν αὐτῆς διδόναι τῷ θεῷ καὶ τοῦτο τὸ ἀτελέστερον, τὸ δὲ μὴ διδόναι καὶ τοῦτο τὸ τελειότερον· προσήκει γὰρ τῷ θεῷ τὸ τελειότερον τοῦ ἀτελεστέρου μεῖζον ὄν.» Κεφάλαια τῆς λύσεως τοῦ ιϛʹ λόγου.
αʹ. Ὅτι οὐ ταὐτόν ἐστι τὸ ἀεὶ βούλεσθαί τι τὸν θεὸν καὶ τὸ ἀεὶ εἶναι ἐκεῖνο αὐτὸν βούλεσθαι. καὶ ὅτι, κἂν ἀεὶ βούληται ὁ θεὸς τἀγένητον ὂν καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν, ἀλλʼ οὖν οὐχ ὁμοίως ἅπαντα ἀλλʼ ὡς ἕκαστον πέφυκεν καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν.
βʹ. Ὅτι ἑνιαία καὶ ἄχρονος καὶ ἀμέριστος ἡ τοῦ θεοῦ βούλησις ὥσπερ καὶ ἡ γνῶσις καὶ ἡ πρόνοια, κἂν τὰ γινόμενά τε καὶ γινωσκόμενα καὶ τῆς θείας προνοίας ἀπολαύοντα πεπληθυσμένα τε καὶ μεριστὰ εἴη καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα.
γʹ. Ὅτι τὰ ἀλλαχοῦ καλῶς αὐτῷ τεθεολογημένα ὁ Πρόκλος περὶ τῆς ἀμεροῦς τοῦ θεοῦ γνώσεώς τε καὶ δημιουργίας διὰ τῶν ἐνταῦθα πρὸς ἔριν εἰρημένων ἀνῄρηκεν.
δʹ. Ὅτι, κἂν ἐν ὑποθέσει συγχωρήσῃ τις τῶν βουλήσεων τοῦ θεοῦ τὴν μὲν εἶναι προτέραν τὴν δὲ ὑστέραν, οὐδεμία ἐκ τούτου φαίνεται ἀνάγκη ὑπὸ χρόνον ποιεῖν τὰς τοῦ θεοῦ βουλήσεις. καὶ ὅτι ὅσον ἐπὶ τῷ τοῦ Πρόκλου σοφίσματι, κἂν ἀΐδιον εἶναι τὸν κόσμον συγχωρήσωμεν, ἀνάγκη πάντως ὑπὸ χρόνον εἶναι καὶ τὰς νοερὰς πάσας οὐσίας καὶ αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν θεόν. ἐν ᾧ, ὅτι καὶ τῶν καθʼ ἕκαστα ἔχει τὴν γνῶσιν ὁ θεός.
εʹ. Ὅτι οὔτε μετὰ τὸ ἄτακτον τὸ τεταγμένον γέγονεν οὔτε τελευτήσει πρὸ τοῦ ἀτάκτου καὶ οὐδεμία ἐκ τούτου ἀνάγκη ἄναρχον εἶναι τὸ τεταγμένον καὶ ἀτελεύτητον, ὡς συνάγει ὁ Πρόκλος. καὶ περὶ ποίου ἀτάκτου ἡμῖν ὁ λόγος. ϛʹ. Ὅτι οὐ καλῶς ὁ Πρόκλος ὡς ἐν ὑποθέσει λαβὼν δύο εἶναι τοῦ θεοῦ βουλήσεις, τὴν μὲν τοῦ εἶναι τὸ τεταγμένον, τὴν δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον, τὴν τοῦ μὴ εἶναι τὸ ἄτακτον τῆς ἑτέρας φησὶν κρείττονα καὶ τῷ θεῷ οἰκειοτέραν. καὶ ὅτι, εἴπερ ὅλως μερίζειν δεῖ, ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς ἑτέρας ἐστὶν κρείττων. καὶ ὅτι καὶ Πλάτων οὐ δύο ἀλλʼ ἄμφω μίαν εἶναι βούλεται. Ἀρχὴ τῆς λύσεως τοῦ ιϛʹ λόγου.
αʹ. Ἃ μὲν ἔδει περὶ τῆς Πλάτωνος εἰπεῖν ὑποθέσεως ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸ τεταγμένον γίνεσθαι λέγοντος, μετρίως ἡμῖν ἐν τοῖς πρὸς τὸ τεσσαρισκαιδέκατον εἴρηται· ὅθεν περὶ τῶν αὐτῶν οὐ παλιλλογητέον τὰ νῦν. ἐπειδὴ δὲ τὸ βούλεσθαι τὸν θεὸν μὴ εἶναι τὸ ἄτακτον καὶ τὸ βούλεσθαι εἶναι τὸ τεταγμένον λαβὼν παρὰ Πλάτωνος ὁ φιλόσοφος ἐκ τούτου πάλιν τὸ ἀγένητον εἶναι τὸν κόσμον συλλογίζεται καὶ χωρὶς δὲ τοῦ Πλάτωνα ταῦτα περὶ τῆς τοῦ θεοῦ βουλήσεως ἀποφήνασθαι ἴσως ἄν τις καὶ αὐτὸ καθʼ αὑτὸ τοῦτο ἡμῖν προτείνειεν, εἰ βούλεται ὁ θεὸς μὴ εἶναι τὸ ἄτακτον καὶ εἰ τὸ τεταγμένον εἶναι βούλεται, ἐξ ὧν πάλιν τὰ αὐτὰ συλλογιεῖται, δίκαιον ἡμᾶς ἐγγυμνάσασθαι τῷ λόγῳ. εἰ γὰρ αὐτὸ καθʼ αὑτὸ τὸ θεώρημα γυμναζόμενον μὴ φανείη συνελαῦνον ἡμᾶς εἰς τὸ λέγειν τὸν κόσμον ἀγένητον, οὐδὲ Πλάτωνα δήπουθεν ἀναγκάσειεν διὰ τὸ λέγειν βούλεσθαι τὸν θεὸν καὶ τὸ ἄτακτον μὴ εἶναι καὶ τὸ τεταγμένον εἶναι. ὁμόσε δὲ τῷ λόγῳ χωρήσαντες ὁμολογοῦμεν ἀεὶ βούλεσθαι τὸν θεὸν μὴ εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον. τοιγαροῦν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται ἄτακτόν τι — ἄτακτον δὲ λέγω τὸ τῆς κατὰ φύσιν τάξεως καὶ ἁρμονίας ἐστερημένον· οὐ γὰρ δήπου παράγει μέν τι ὁ θεός, πλημμελὲς δὲ αὐτὸ παράγει καὶ ἄτακτον· χεῖρον γὰρ τὸ κακῶς εἶναι τοῦ μηδʼ ὅλως εἶναι. ἀλλʼ οὐδὲ ἐκ ταυτομάτου ἢ ἐξ ἄλλης ἀρχῆς ἄτακτόν τι κατʼ οὐσίαν συγχωροῦμεν ἢ εἶναι ἢ γίνεσθαι· οὐδενός τε γὰρ αἴτιον τὸ αὐτόματον καὶ μίαν εἶναι τὴν πάντων ἀρχὴν ὡμολόγηται. ἅμα οὖν παράγει ὁ θεὸς ἕκαστον καὶ μετὰ τῆς προσηκούσης αὐτὸ παράγει τάξεως. ἀλλὰ δὴ καὶ τὸ εἶναι τὸ τεταγμένον φαμὲν τὸν θεὸν ἀεὶ βούλεσθαι. εἰ δὲ ἅμα τῷ εἶναι ὁ θεὸς καὶ τὸ τεταγμένον εἶναι βούλεται, ὡς εἶναι αὐτῷ συναΐδιον, τοῦτο ἐπισκέψεως δεῖσθαι οἰόμεθα. οὐδὲ γάρ, εἰ ἀεὶ εἶχεν τὴν τοῦ εἶναι τὸ τεταγμένον βούλησιν ὁ θεός, ἤδη καὶ ἀεὶ εἶναι αὐτὸ ἠβούλετο· εἰ γὰρ καὶ μόνῳ τῷ βούλεσθαι ὑφίστησιν ὁ θεὸς ἅπαντα, ἀλλʼ ὅτε καὶ εἶναι αὐτὰ βούλεται· βούλεται δέ, ὅτε ἀγαθὸν ἑκάστῳ τὸ εἶναι· ἀγαθὸν δὲ τὸ ὡς δύναται καὶ πέφυκεν ἕκαστον εἶναι· ἐπεὶ καὶ ἀεὶ βούλεται ὁ θεὸς τὰς λογικὰς οὐσίας τοῦ ἀγαθοῦ ἔχεσθαι καὶ μηδέποτε ἀποκλίνειν ἐπὶ τὰ χείρονα — λέγω δὲ χείρονα τάς τε ψευδεῖς τῶν δοξῶν καὶ τὰς ἀπηγορευμένας τῶν πράξεων· «τῶν μὲν γὰρ ἀγαθῶν», φησὶν ὁ Πλάτων, «οὐδένα ἄλλον αἰτιατέον ἢ τὸν θεόν, τῶν δὲ κακῶν ἕτερα ἄττα ζητητέον τὰ αἴτια, ἀλλʼ οὐ τὸν θεόν», καὶ πάλιν ὁ αὐτὸς «ἑλομένου αἰτία· θεὸς ἀναίτιος»· ἀλλὰ δὴ καὶ εἶναι πάντα ἀγαθὰ βούλεται, φλαῦρον δὲ μηδὲν κατὰ δύναμιν. εἰ οὖν καὶ τῶν κακῶν ἐστιν ἀναίτιος καὶ βούλεται πάντα ἀγαθὰ εἶναι φλαῦρον δὲ μηδὲν καὶ ἔστιν τὰ κακά, οὐκ ἄρα πᾶν, ὃ βούλεται εἶναι, τοῦτο εὐθὺς ἅμα τῷ εἶναι τὸν θεὸν καὶ αὐτὸ ἔστιν, ἀλλʼ ὡς ἕκαστον πέφυκε δηλονότι καὶ εἶναι καὶ ἀγαθὸν εἶναι, οὕτως καὶ εἶναι αὐτὸ βούλεται καὶ τοῦ ἀγαθοῦ μετέχειν· βούλεται γὰρ ἑκάστην ψυχὴν αὐθαιρέτῳ γνώμης ὁρμῇ ἀγαθήν τε εἶναι καὶ τῆς κακίας παντελῶς ἄμοιρον, εἴπερ τῶν κακῶν θεὸς ἀναίτιος, ὡς καὶ Πλάτωνα λέγοντα παρεθήκαμεν. εἰ οὖν ἅμα τῇ περί τινος τοῦ θεοῦ βουλήσει εὐθὺς καὶ ἄνευ τινὸς προσδιορισμοῦ κἀκεῖνο εἶναι ἀνάγκη, ὡς ὁ Πρόκλος ὑποτίθεται, πῶς ὑπέστη κακία τοῦ θεοῦ ἀεὶ βουλομένου μὴ εἶναι αὐτὴν καὶ πάντα ἀγαθὰ εἶναι ἀεὶ θέλοντος; πῶς δʼ οὐ πᾶσα ψυχὴ ἀεὶ τοῦ ἀγαθοῦ ἀντέχεται ἀεὶ βουλομένου τοῦ θεοῦ ἑκάστην ψυχὴν ἀγαθὴν εἶναι ἐκ προαιρέσεως τὸ ἀγαθὸν αἱρουμένην; ἢ γὰρ διδόναι αὐτὸν ἀνάγκη τὸ μὴ ἀεὶ βούλεσθαι τὸν θεὸν ἐν ἀγαθῷ εἶναι τὰς ψυχάς, οὕτω δὲ καὶ τῶν κακῶν ἂν εἴη αἴτιος, ἤ, εἴπερ τοῦτο ἄτοπον, βούλεται δὲ αὐτὰς ἐπὶ τὸ ἀγαθὸν ἀεὶ τὰς ἰδίας ὁρμὰς ἀποκλίνειν καὶ τῆς κακίας μηδὲ καθʼ ὁτιοῦν μετέχειν, τοῦτο δὲ οὐκ ἀεὶ γίνεται, οὐκ ἄρα ἅμα τῷ βούλεσθαί τι τὸν θεὸν πάντως κἀκεῖνο εἶναι ἀνάγκη — ἐπεὶ καὶ βούλεται ἑαυτῷ πάντα εἶναι παραπλήσια, ὥς φησιν Πλάτων —, ἀλλʼ ὡς ἡ ἑκάστου δηλονότι φύσις τὴν πρὸς αὐτὸν ὁμοίωσιν δέξασθαι δύναται, οὕτως καὶ δέχεται. οὕτως οὖν καὶ τῶν μερικῶν ἕκαστον βούλεται γενέσθαι τε καὶ εἶναι ὁ θεός· αὐτὸς γοῦν ἐστιν κατὰ Πλάτωνα ὁ τοῖς οὐρανίοις ἐν Τιμαίῳ παρακελευόμενος τρέπεσθαι ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν. ἀλλὰ δηλονότι, ὅτε δεῖ καὶ πέφυκεν ἕκαστον τῶν μερικῶν γίνεσθαι, τότε καὶ εἶναι αὐτὰ βούλεται· οὐ γὰρ ὁ Σωκράτης πρὶν Σωφρονίσκον γενέσθαι, ἐπεφύκει γίνεσθαι, ἀλλὰ καὶ πρὶν γενέσθαι Σωφρονίσκον, ἐβούλετο θεὸς Σωκράτην γενέσθαι, ἀλλʼ οὐχ ἁπλῶς γενέσθαι ἢ ἀεὶ γενέσθαι, ἀλλʼ ὅτε γενέσθαι ἠδύνατο. οὕτως οὖν καὶ πρὶν τὸ τεταγμένον γενέσθαι ἠβούλετο εἶναι τὸ τεταγμένον, ἀλλʼ ὅτε εἶναι ἠδύνατο γενητόν γε ὄν. οὐδὲν δὲ τῶν γενητῶν ἄναρχον εἶναι δύναται, ὡς ἐν τῷ πρώτῳ δέδεικται λόγῳ· οὐκ ἄρα, εἰ ἀεὶ ἐβούλετο ὁ θεὸς εἶναι τὸ τεταγμένον, ἤδη καὶ ἀΐδιον αὐτὸ εἶναι ἀνάγκη.
βʹ. Ἀλλʼ οὐδὲ εἰ ποτὲ μὲν εἴη ποτὲ δὲ μὴ εἴη, ὅπερ εἶναι ὁ θεὸς βούλεται, ἤδη διὰ τοῦτο ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἄλλο βούλεσθαι τὸν θεὸν φήσομεν· μία γάρ ἐστιν ἐν τῷ θεῷ καὶ ἁπλῆ ἡ τοῦ ἀγαθοῦ βούλησις, ἧς τῶν ὄντων ἕκαστον μετέχει πάντως, ὡς πέφυκεν. ὡς οὖν θέλει μὲν πάντα εἶναι ἑαυτῷ παραπλήσια, ἀλλʼ ἡ ὁμοιότης οὐκ ἐν ἅπασιν ἡ αὐτὴ ἀλλὰ τῇ τῶν οὐσιῶν ἀναλογίᾳ κατάλληλος, οὕτω καί, εἰ ἐθέλει πάντα τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν, ἀλλʼ ὡς δύναται καὶ πέφυκεν ἕκαστον καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν. ὥστε καὶ τὸ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἀεὶ ἤθελεν, ἀλλʼ ὡς δύναται καὶ πέφυκεν εἶναι ἤθελεν· πέφυκεν δὲ γενητόν γε ὂν ἀπό τινος ἀρχῆς καὶ οὐκ ἀνάρχως εἶναι. ἑνοειδὴς οὖν ἡ περὶ τοῦ εἶναι πάντα τοῦ θεοῦ βούλησις, ὡς καὶ ἡ πρόνοια καὶ ἡ γνῶσις ἑνοειδής· ἀλλʼ ὥσπερ ἡ τοῦ θεοῦ πρόνοια τῷ πλήθει τῶν προνοουμένων οὐ συμπληθύνεται οὐδὲ μὴν ἡ γνῶσις μέχρι τῶν ἀτομωτάτων διήκουσα οὔτε τῇ ποικιλίᾳ τῶν ὄντων οὔτε τῷ μεριστῷ τῆς οὐσίας αὐτῶν συμποικίλλεταί τε καὶ συνδιίσταται ἀλλὰ τὰ μεριστὰ ἀμερῶς καὶ τὰ ποικίλα ἑνοειδῶς γινώσκει καὶ τὰ ἐν χρόνῳ ἀχρόνως, οὕτω δὴ καὶ ἡ περὶ τοῦ εἶναι πάντα τοῦ θεοῦ βούλησις οὐ τῇ διαστάσει τοῦ χρόνου τῶν εἰς τὸ εἶναι παραγομένων συνδιίσταται· οὐ γάρ, ἐπειδὴ ἄλλο ἐν ἄλλῳ χρόνῳ γίνεταί τε καὶ ἔστιν, διὰ τοῦτο καὶ ἡ τοῦ εἶναι αὐτὰ τοῦ θεοῦ βούλησις ἄλλου ἐν ἄλλῳ χρόνῳ γίνεται, ἀλλʼ ὡς τὸ μέλλον οἶδεν ἀεὶ καὶ πάρεστιν αὐτῷ τῇ προγνώσει τὸ μήπω ὄν, οὕτω δήπου καὶ τοῦ εἶναι τὸ μέλλον βούλησιν ἀεὶ ἔχει· οὐδὲν γὰρ αὐτῷ πρότερόν ἐστιν οὐδὲ ὕστερον. ἀλλʼ οὐδὲ ἄλλο τι φήσομεν παρὰ θεῷ τὴν τοῦ μέλλοντος εἶναι νόησιν ἢ τὴν τοῦ εἶναι τὸ μέλλον βούλησιν— ὑπεξῃρήσθω δέ μοι τοῦ λόγου ἡ κακία—· εἰ γὰρ καὶ οἶδεν, ὡς ἔσται, ἀλλʼ οὐκ ἔσεσθαι αὐτὴν βούλεται· ἐπεὶ μηδὲ ὑπόστασίς τις ἔστιν κακοῦ ἰδίᾳ καὶ καθʼ αὑτό, ἀλλʼ ἐν τῇ παραχωρήσει τῆς κατὰ φύσιν ἐνεργείας τὴν δοκοῦσαν λαμβάνει ὕπαρξιν. εἰ οὖν ἡ τοῦ μέλλοντος ἐν τῷ θεῷ νόησις ἀεί ἐστιν καὶ οὐκ ἔχει τὸ ποτέ, οὐδὲ ἡ τοῦ εἶναι ἄρα τὸ μέλλον βούλησις τὸ ποτέ ἕξει. ἀμερῶς οὖν καὶ ἀδιαστάτως, ὡς προνοεῖ πάντων καὶ γινώσκει πάντα, οὕτω καὶ βούλεται εἶναι πάντα. τούτων οὖν οὕτως ἐχόντων οὐδεμία λείπεται ἀνάγκη διὰ τὸ ἀεὶ βούλεσθαι τὸν θεὸν εἶναι τὸ τεταγμένον ἤδη καὶ αὐτὸ εἶναι ἀΐδιον.
γʹ. Ὅτι δὲ καὶ αὐτὸς ὁ Πρόκλος, ἐν οἷς μὴ πρὸς ἔριν τοὺς λόγους ποιεῖται ἀλλʼ αὐτὴν καθʼ αὑτὴν περιαθρεῖ τὴν τῶν πραγμάτων ἀλήθειαν, ταῦτα καὶ γινώσκει σαφῶς καὶ λέγει, ἔγνωμεν ἐξ ἧς αὐτοῦ καὶ ἄλλοτε περικοπῆς παρεθέμεθα ἐκ τοῦ λόγου τοῦ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων· φησὶν γὰρ ταῦτα «συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν, οὐ μεριζόμενον τοῖς γνωστοῖς οὐδὲ κινούμενον περὶ αὐτά· τούτων μὲν γὰρ ἡ ψυχικὴ καὶ νοερὰ γνῶσις ἔχει τὰς ἰδιότητας· καὶ γὰρ νοῦς πᾶς εἷς πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν καὶ ψυχὴ πᾶσα κίνησις οὖσα καὶ νοεῖ μετὰ κινήσεως. ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὅτι τοιοῦτο ἀλλὰ καὶ ἕκαστον τῶν καθʼ ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς, κἂν τῷ γινώσκεσθαι»· καὶ μετʼ ὀλίγα «οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτως καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν». εἰ οὖν μὴ συμμερίζηται τοῖς γνωστοῖς ἡ τοῦ θεοῦ γνῶσις, ἀλλʼ ἀμεταβάτως ἐν τῷ ἑνὶ μένουσα καὶ ἀδιαιρέτως γινώσκει πάντα οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ αὐτὰ τὰ καθʼ ἕκαστά τε καὶ ἀτομώτατα, οὕτω δὲ γινώσκει ἕκαστον ὁ θεός, ὥσπερ καὶ ὑπέστησεν ἕκαστον, ἀμερῶς τε καὶ ἀμεταβάτως, οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ τὰ ἀτομώτατα καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχοντα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα, μὴ συγκινούμενος τῇ τῶν γινομένων κινήσει, κἂν τὰ γινόμενα ποτὲ μὲν εἴη ποτὲ δὲ μὴ εἴη, ἡ δὲ τοῦ θεοῦ βούλησις αὐτῷ τῷ εἶναι παράγει ὃ βούλεται, ὥς φησιν ὁ Πρόκλος, ἡ βούλησις ἄρα τοῦ θεοῦ ἀμερῶς καὶ ἀμεταβάτως κατὰ τὸ ἓν πάντα ὑφίστησιν οὐ συμμεριζομένη τοῖς παραγομένοις οὐδὲ κινουμένη περὶ αὐτὰ ἀλλʼ ἑνοειδῶς τὰ πεπληθυσμένα ποιεῖ καὶ τὰ μεριστὰ ἀμερῶς καὶ ἀμεταβάτως τὰ ἐν μεταβάσει τοῦ χρόνου τὸ εἶναι ἔχοντα. εἰ δὲ καὶ τὰ ἀτομώτατα ἀμερῶς τε καὶ ἀμεταβάτως ποιεῖ ἡ τοῦ θεοῦ βούλησις μὴ κινουμένη περὶ αὐτά, τὰ δὲ μερικά τε καὶ ἀτομώτατα ποτὲ μὲν ἔστιν ποτὲ δὲ οὐκ ἔστιν, ἐνδέχεται ἄρα καὶ τὴν περὶ τοῦ ποτὲ ὄντος κόσμου τοῦ θεοῦ βούλησιν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι μηδὲ τὸ πρότερον ἔχειν καὶ τὸ ὕστερον ἅτε δὴ μηδὲ κινουμένην περὶ τὰ ὑπʼ αὐτῆς γινόμενα. τούτοις δʼ αὐτοῖς καὶ τὸν Πλωτῖνον σύμφωνα λέγοντα παρεθήκαμεν ἐν τοῖς ἔμπροσθεν, ὧν καὶ νῦν ἐπιμνησθῆναι οὐκ ἄχρηστον· λέγει δʼ οὖν κἀκεῖνος περὶ τῆς τοῦ θεοῦ δημιουργικῆς δυνάμεως ταῦτα «οὐ μὴν ἀλλʼ εἰ δεῖ ἑκάστην ἐνέργειαν παντελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ τοίνυν καὶ τοῦ μέλλοντος ὡς ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ πρῶτον γίνεται. εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς τὸ δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείποντος. πάντʼ ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν». εἰ οὖν κατὰ τὸν σοφὸν Πλωτῖνον τὸ μέλλον ἀεὶ τῷ θεῷ πάρεστιν καὶ οὐδὲν παρʼ αὐτῷ ὕστερον ἀλλὰ τὸ ἐν ἄλλῳ ὕστερον ἤδη τῷ θεῷ πάρεστιν καὶ ἀεὶ πάρεστιν, τούτοις δὲ αὐτοῖς σύμφωνα καὶ τὸν Πρόκλον δείξομεν λέγοντα, οὐκ ἄρα οὐδέ, εἰ τὸ τεταγμένον ποτὲ μὲν ἔσται ποτὲ δὲ οὐκ ἔσται, καὶ ἡ περὶ τοῦ εἶναι αὐτὸ τοῦ θεοῦ βούλησις ποτὲ μὲν ἔσται ποτὲ δὲ οὐκ ἔσται. ὥστε οὐδὲ τὸ πρότερον ἕξει διὰ τοῦτο καὶ τὸ ὕστερον οὐδὲ χρόνον. οὐ μὴν οὐδέ, ἐπειδὴ ἀεὶ εἶχε τὴν τοῦ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, βούλησιν ὁ θεός, ἤδη διὰ τοῦτο καὶ ἀνάρχως εἶναι τὸν κόσμον ἀνάγκη τῆς σωματικῆς καὶ γενητῆς φύσεως τὴν ἄναρχον ὕπαρξιν μὴ ἐπιδεχομένης. εἰ δὲ διὰ τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἀναγκάζει καὶ τὴν τοῦ θεοῦ βούλησιν ὁ Πρόκλος ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ διὰ τοῦτο καὶ ὑπὸ χρόνον εἶναι, ὑποστατικὴ δὲ πάντων ἡ τοῦ θεοῦ βούλησις, ὡς δὲ ὑφίστησι πάντα, οὕτω καὶ γινώσκει πάντα — ὡς αὐτὸς πάλιν εἶπεν —, γινώσκει δὲ πάντα οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ τὰ καθʼ ἕκαστα καὶ τὰ ἀτομώτατα — ὡς καὶ τοῦτο πάλιν αὐτὸν παρεθήκαμεν λέγοντα —, ταῦτα δὲ μεριστά τέ ἐστιν καὶ οὐκ ἀΐδια ἀλλὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ οὐκ ὄντα, καὶ ἡ τοῦ θεοῦ ἄρα περὶ τῶν ὄντων γνῶσις ἕξει τὸ πρότερόν τε καὶ τὸ ὕστερον καὶ τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ τὸ ὑπὸ χρόνον εἶναι καὶ οὐχ ἑνοειδῶς οὐδὲ ἀδιαστάτως ἀλλὰ πεπληθυσμένως καὶ διαστατῶς τῶν καθʼ ἕκαστον ἀντιλήψεται. καὶ ἡ πρόνοια δὲ πάλιν ὡσαύτως συμμερισθήσεται τοῖς προνοουμένοις καὶ οὐχ ἑνοειδὴς ἀλλὰ πεπληθυσμένη ἔσται, ὥσπερ ἐκεῖνα, καὶ τὸ ἐν χρόνῳ πρότερον ἕξει καὶ τὸ ὕστερον, ὡς καὶ ἐκεῖνα. ἀθετείτω οὖν ὁ φιλόσοφος τῶν ἰδίων ἀποφάνσεων ὁποτέραν βούλεται· οὐ γὰρ δυνατὸν ἀμφοτέρας τὸ ἀληθὲς ἔχειν, λέγω δὴ τό τε ἑνοειδῶς τὸ πρῶτον αἴτιον καὶ ἀμεταβάτως καὶ αὐτὰ τὰ ἀτομώτατα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα παράγειν τε καὶ γινώσκειν καὶ προνοεῖν αὐτῶν, ὡς ἐν τῷ περὶ προνοίας λόγῳ τεθεολόγηκεν, καὶ τό, εἰ ποτὲ μὲν εἴη ὁ κόσμος ποτὲ δὲ μὴ εἴη, καὶ τὴν περὶ τοῦ εἶναι αὐτὸν τοῦ θεοῦ βούλησιν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι — ὡς ἐνταῦθά φησιν — καὶ διὰ τοῦτο τὸ πρότερον ἔχειν καὶ τὸ ὕστερον· ἀλλʼ εἴπερ ἐν τῷ περὶ προνοίας αὐτοῦ λόγῳ εἰς αὐτὰ μόνα τὰ πράγματα βλέπων κατὰ τὰς ὀρθὰς περὶ θεοῦ ἐννοίας ἐκεῖνα καλῶς τεθεολόγηκεν, ἀθετητέον τὰ δεύτερα φιλονεικότερον αὐτῷ μᾶλλον καὶ οὐ πρὸς ἀλήθειαν εἰρημένα. εἰ οὖν ἐκεῖνα ἀληθῆ καὶ τὸ τῶν ὄντων πάντων αἴτιον ἐν τῷ ἑνὶ μένον ἀμετάβατόν τε ἅμα καὶ ἀδιαίρετον καὶ τὰ ἀτομώτατα καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχοντα παράγει μὴ κινούμενον περὶ αὐτὰ καὶ κατὰ τὸν Πλωτῖνον τὸ μέλλον ἤδη τῷ θεῷ πάρεστιν, καὶ οὐδὲν ὕστερον ἐν αὐτῷ, ἐνδέχεται ἄρα, μᾶλλον δʼ ἀναγκαῖόν ἐστιν, κἂν ποτὲ μὲν ᾖ τὸ τεταγμένον, τουτέστιν ὁ κόσμος, ποτὲ δὲ μὴ ᾖ, τὴν περὶ τοῦ εἶναι αὐτὸν τοῦ θεοῦ βούλησιν ἀΐδιον εἶναι μὴ συγκινουμένην αὐτῷ μηδὲ τῷ διαστατῷ τῆς ὑπάρξεως αὐτοῦ συνδιισταμένην, εἴπερ ἑνοειδὴς ἀεὶ καὶ τοῦ ἀγαθοῦ μόνου ἡ βούλησις· βούλεται γὰρ ἀεὶ τὸ ἀγαθὸν εἶναι, ἀλλʼ ὡς πέφυκεν ἕκαστον τοῦ ἀγαθοῦ μετέχειν· πέφυκε δὲ τὰ γενητὰ καὶ μάλιστα τὰ σώματα μὴ ἀεὶ εἶναι, ὡς πολλάκις ἡμῖν δέδεικται.
δʹ. Ἀλλὰ γὰρ εἰ καὶ καθʼ ὑπόθεσιν συγχωρήσειέ τις αὐτοῖς τὸ ποτὲ μὲν βούλεσθαι τὸν θεὸν εἶναί τι ποτὲ δὲ βούλεσθαι μὴ εἶναι τὸ αὐτὸ ἢ ἔμπαλιν ποτὲ μὲν βούλεσθαι μὴ εἶναι τὸ αὐτὸ ποτὲ δὲ εἶναι βούλεσθαι καὶ διὰ τοῦτο τῶν βουλήσεων τὴν μὲν εἶναι προτέραν τὴν δὲ ὑστέραν, ποία ἐντεῦθεν ἀνάγκη φαίνεται τὸ καὶ χρόνον ἐν ταῖς τοῦ θεοῦ βουλήσεσιν ἐναποτίθεσθαι διὰ τὸ μόνον ἁπλῶς τὴν μὲν προτέραν τῶν βουλήσεων λέγεσθαι τὴν δὲ ὑστέραν; σοφιστικὸν γὰρ οἶμαι καὶ παρὰ τὴν ὁμωνυμίαν τοῦ πρότερόν ἐστιν καὶ τοῦ ὕστερον ἤδη διὰ τοῦτο καὶ τὸ ἐν ταῖς βουλήσεσιν τοῦ θεοῦ πρότερόν τε καὶ ὕστερον χρόνον ὑπονοεῖν ἀνάγκη· οὐδὲ γὰρ πᾶν τὸ ὁπωσοῦν λεγόμενον πρότερόν τε καὶ ὕστερον χρόνου πάντως ἐστὶν δηλωτικόν· οὕτως γὰρ καὶ τὴν νοερὰν οὐσίαν πᾶσαν καὶ παντὸς ἐξῃρημένην σώματος καὶ αὐτὸν τὸν τοῦ χρόνου δημιουργόν, κἂν ἀΐδιος ᾖ ὁ κόσμος, ἢ ὑπὸ χρόνον ποιήσομεν ἢ ἐν αὐτῷ τὸν χρόνον ὑφίστασθαι δώσομεν. ὅτι μὲν οὖν τὰς νοερὰς οὐσίας ὅσον ἐκ τοῦ λόγου τούτου ὑπὸ χρόνον ποιεῖν ἀνάγκη, δῆλον ἐντεῦθεν· εἰ γὰρ καὶ ἀμερής ἐστιν ἡ τοῦ νοῦ ἐπιβολὴ καὶ ἀδιάστατος, ἀλλʼ οὖν τὸ μὴ ἅμα πάντα νοεῖν αὐτὸν καὶ αὐτοὶ ἡμῖν συνομολογήσουσιν, ὡς καὶ ὁ Πρόκλος ἐν τοῖς προτεθεῖσιν αὐτοῦ ῥητοῖς ἐκ τοῦ περὶ προνοίας λόγου ᾐνίξατο εἰπὼν «καὶ γὰρ νοῦς πᾶς εἷς καὶ πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν»· τὸ γὰρ κινεῖσθαι περὶ τὰ γνωστὰ ἴδιον εἶναί φησιν τῆς νοερᾶς τε καὶ ψυχικῆς γνώσεως. νοῦν δὲ λέγομεν οὐ τὸν δημιουργικὸν δηλονότι ἀλλὰ τὰς μετʼ ἐκεῖνον καὶ ἀπʼ ἐκείνου νοερὰς οὐσίας, αἵτινές ποτʼ ἂν εἶεν. ὁ τοιοῦτος οὖν νοῦς, ὡς ἂν καὶ Ἑλλήνων συμφήσαιεν παῖδες, οὐχ ἅμα τυχὸν καὶ θεὸν καὶ ἄγγελον καὶ ψυχὴν καὶ κόσμον καὶ αἰῶνα καὶ χρόνον καὶ τῶν ἄλλων νοεῖν ἕκαστον δύναται ἀλλʼ ἑκάστῳ ἰδίᾳ ἐπιβάλλει ἀπὸ νοήματος εἰς νόημα μεταβαίνων, εἰ καὶ ἀχρόνως τε καὶ ἀδιαστάτως ἑκάστου νοητοῦ θιγγάνει· τοῦ γὰρ δημιουργικοῦ νοῦ ἴδιον ἡ ἀθρόα καὶ ἀμερὴς ἅμα πάντων νόησις. οὐκοῦν τὸ μέν τι πρῶτον νοεῖ ὁ νοῦς, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον. εἰ οὖν ὅτι δήποτε ἁπλῶς τὸ ὕστερον ἔχει καὶ πρότερον, ἐν τούτῳ καὶ χρόνος ἐστίν· καὶ αἱ νοεραὶ ἄρα πᾶσαι οὐσίαι καὶ σωμάτων ἐξῃρημέναι ὑπὸ χρόνον ἔσονται καὶ ἐν αὐταῖς ὁ χρόνος συστήσεται καὶ πὼς τὰ πάντῃ κεχωρισμένα σώματος καὶ σωματικῆς ἐστερημένα κινήσεως ὑπὸ χρόνον ἔσονται τὸν μετὰ σωμάτων τὴν ὕπαρξιν ἔχοντα· ὁ μὲν γὰρ χρόνος ἐν κινήσει, καὶ ἄνευ κινήσεως ὁ χρόνος οὐκ ἔστιν, ὡς Ἀριστοτέλης ὑπέδειξεν καὶ πᾶσιν δοκεῖ, ἡ δὲ κίνησις ἐν σώματι πάντως· ὅπερ ἄρα πάντῃ κεχώρισται σώματος καὶ καθʼ ὕπαρξιν καὶ κατὰ σχέσιν, τοῦτο καὶ χρόνου κεχώρισται. νοῦς δὲ πᾶς καὶ καθʼ ὕπαρξιν κεχωρίσθαι σωμάτων ὡμολόγηται χωριστὴν ἔχων παντὸς σώματος τὴν οὐσίαν, ἀλλὰ δὴ καὶ κατὰ σχέσιν· ὡς γὰρ Ἀριστοτέλης καλῶς ἐν τοῖς περὶ ψυχῆς εἴρηκεν, ποῖον μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι. εἰ οὖν ἐπέκεινα μὲν χρόνου πᾶς νοῦς, τινὲς δὲ τούτων ἢ πάντες μεταβατικὴν τὴν νόησιν ἔχουσιν τὸ μέν τι πρότερον νοοῦντες τὸ δὲ ὕστερον, οὐκ ἄρα τὸ ὁπωσοῦν πρότερόν τε καὶ ὕστερον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν. ἔτι εἰ καὶ κατὰ Πλάτωνα μετʼ οὐρανοῦ γέγονεν ὁ χρόνος, ἵνʼ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, δῆλον, ὡς, εἴ τις κατʼ ἐπίνοιαν μὴ εἶναι τὸν κόσμον ὑπόθοιτο, οὐδὲ ὁ χρόνος ἔσται. ἐνδέχεται δέ, μᾶλλον δʼ ἀναγκαῖόν ἐστιν καὶ τοῦ κόσμου μὴ ὄντος εἶναι τὰς νοερὰς οὐσίας· οὐ γὰρ ἐν τῇ σχέσει τῇ πρὸς τὰ σώματα τὸ εἶναι ἔχουσιν, ἵνα τῶν σωμάτων κατʼ ἐπίνοιαν ἀναιρουμένων καὶ ἡ νοερὰ συναναιρεθείη οὐσία· εἰ γὰρ καὶ ἅμα πάντα ὑποστῆναί τις συγχωρήσειεν — καὶ τὰς νοερὰς οὐσίας φημὶ καὶ τὰ σώματα —, οὐδέν γε ἄτοπον, ὡς ἐν ἑτέροις ἠκούσαμεν τοῦ Πρόκλου λέγοντος, τὰ ἅμα ὄντα χωρίζειν τῇ ἐπινοίᾳ, ἵνα κατίδωμεν ἑκάστῳ τῶν ἅμα ὄντων τί μὲν ἐκ τῆς ἰδίας αὐτοῦ φύσεως πρόσεστιν τί δὲ ἀπὸ τῆς πρὸς ἕτερον συντάξεώς τε καὶ σχέσεως. χωριζέσθω τοίνυν κατʼ ἐπίνοιαν τῶν ὄντων ὁ κόσμος, μενέτωσαν δὲ αἱ ἀσώματοι καὶ νοεραὶ οὐσίαι, οἵα ἐστὶν καὶ ἡ ἡμετέρα ψυχή. οὐκοῦν καὶ τοῦ κόσμου μὴ ὄντος οὐδὲν ἧττον αὐτὸς καθʼ αὑτὸν μεταβατικὴν τὴν νόησιν ὁ νοῦς ἕξει· τοῦτο γάρ ἐστιν αὐτοῦ φύσις τὸ μέν τι πρότερον νοεῖν τὸ δὲ ὕστερον· εἰ μὲν γὰρ ἀπὸ σώματος ἢ χρόνου τὸ μεταβατικῶς νοεῖν πᾶς νοῦς ἔχει, χωριστὴ δὲ σωμάτων ἡ τοῦ νοῦ οὐσία, ἐνδέχεται ἄρα τὸν νοῦν αὐτὸν καθʼ αὑτὸν γενόμενον ἀμεταβάτως καὶ ἀμερῶς ἀθρόον ἅμα πάντα θεωρεῖν· εἰ γὰρ τὸ μεταβατικῶς θεωρεῖν ἀπὸ τῆς πρὸς τὸ σῶμα σχέσεως ἔχει, αὐτοῦ ἄρα καθʼ αὑτὸν ἀμετάβατος κατὰ φύσιν ἐστὶν ἡ ἐνέργεια· οὐκοῦν καὶ ἐνεργήσει ποτὲ οὕτως, εἰ μὴ μάτην ἕξει τὴν οὐσιώδη ταύτην δύναμιν· ἐνεργῶν δὲ οὕτως καὶ πάντα ἅμα νοῶν τὰ ὄντα οὐδὲν ταύτῃ διοίσει τοῦ θείου τε καὶ δημιουργικοῦ νοῦ· ὅπερ ἄτοπον. εἰ οὖν καὶ αὐτοὶ ὁμολογοῦσιν μεταβατικὴν εἶναι τὴν οὐσιώδη τοῦ νοῦ ἐνέργειαν καὶ διὰ τοῦτο τὸ πρότερον ἐν τῇ νοήσει εἶναι καὶ τὸ ὕστερον, ἀναιρουμένης δὲ κατʼ ἐπίνοιαν τῆς τῶν σωμάτων φύσεως τὸν μὲν χρόνον συναναιρεῖσθαι ἀνάγκη τὸν δὲ νοῦν οὐκέτι, τοῦ ἄρα χρόνου ἀναιρουμένου κατʼ ἐπίνοιαν ἐνδέχεται τὸ πρότερον εἶναι καὶ τὸ ὕστερον. εἰ οὖν πᾶν ἁπλῶς τὸ ὁπωσδήποτε πρότερόν τε καὶ ὕστερον χρόνου ἐστὶν δηλωτικόν, ἐνδέχεται ἄρα καὶ μὴ ὄντος χρόνου εἶναι χρόνον, ὅσον ἐπὶ ταῖς τοῦ Πρόκλου ὑποθέσεσιν. εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀδύνατον, οὐκ ἄρα, ὅπου τὸ πρότερον καὶ τὸ ὕστερον, εὐθὺς πάντως καὶ χρόνος ἐστίν· οὕτω γὰρ καὶ αἱ νοεραὶ πᾶσαι οὐσίαι ὑπὸ χρόνον ἔσονται, ὡς ἐδείξαμεν, καὶ οὐ μόνον τὰς νοερὰς οὐσίας ἀλλὰ καὶ αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν ἐκ ταύτης τῆς ὑποθέσεως ὑπὸ χρόνον ποιήσομεν. σκόπει γὰρ οὕτως. τῶν οὐρανίων σφαιρῶν ἑκάστη ἄλλη κατὰ ἄλλον χρόνον τὸν ἴδιον κύκλον ἐκπεριέρχεται· ταχυτάτη μὲν γὰρ ἡ τῆς ἀπλανοῦς τυγχάνει περιφορὰ ἐν εἴκοσι τέτρασιν ὥραις ἀπὸ τοῦ αὐτοῦ σημείου εἰς τὸ αὐτὸ πάλιν ἐπαναστρέφουσα, ἡ δὲ σελήνη διὰ μηνὸς τὸν ἴδιον ἐκπεριπολεῖ κύκλον, ὁ δὲ ἥλιος καὶ οἱ τούτῳ ἰσοδρομοῦντες ὅ τε ἕσπερος καὶ ὃν τοῦ Ἑρμοῦ ἐπιφημίζουσιν διʼ ἐνιαυτοῦ τὴν ἰδίαν ποιοῦνται ἀποκατάστασιν, ὁ καλούμενος τοῦ Ἄρεως ἐγγὺς διʼ ἐνιαυτῶν δύο, ὁ τοῦ Διὸς διὰ δώδεκα, ὁ τοῦ Κρόνου διὰ τριάκοντα· καὶ ταύτης δήπου τῆς διαφόρου τῶν οὐρανίων ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαταστάσεως ὁ δημιουργός ἐστιν πάντων αἴτιος ἀμέσως αὐτὸς τὸν κόσμον ὑποστήσας, ὡς καὶ Πλάτων φησὶν καὶ Πρόκλῳ δοκεῖ. ὑποκείσθω τοίνυν πάντας ἅμα τοὺς πλανωμένους ἐν τῷ αὐτῷ γεγονέναι σημείῳ, οἷον ἐν τῇ τοῦ κριοῦ ἢ ἐν ἄλλου τινὸς ζῳδίου ἀρχῇ· τοῦτο γὰρ οὐκ ἀδύνατόν ἐστι ἀλλʼ ἐνδεχόμενόν τε καὶ ἀναγκαῖόν ποτε ἢ γεγονέναι ἢ γενήσεσθαι. δῆλον δήπου πάντως ἐντεῦθεν, ὡς προτέρα μὲν πάντων ἡ ἀπλανὴς εἰς τὸ αὐτὸ σημεῖον ἀποκαταστήσεται, δευτέρα δὲ ἡ σελήνη, τρίτος ὁ ἥλιος καὶ οἱ τούτῳ ἰσόδρομοι, τέταρτος ὁ τοῦ Ἄρεως, πέμπτος ὁ τοῦ Διός, ἔσχατος ὁ τοῦ Κρόνου. οὐδὲν δὲ διοίσει πρὸς τὴν παροῦσαν ἀπόδειξιν, κἂν μὴ ἐν τῷ αὐτῷ τόπῳ ἅπαντας ὑποθώμεθα ἀλλʼ ἄλλον ἀλλαχοῦ, ὡς ἂν τύχοιεν ὄντες· ὁ γὰρ αὐτὸς ἡμῖν ἁρμόσει περὶ τῆς ἑκάστου ἀποκαταστάσεως λόγος· σαφηνείας δὲ χάριν ἐκ τοῦ αὐτοῦ σημείου πάντας τῆς αὐτῆς ἀρχομένους περιόδου ὑπεθέμεθα, ὅπερ καὶ γεγονέναι τε καὶ ἔσεσθαί ἐστιν ἀναγκαῖον καὶ μάλιστα κατὰ τοὺς ἀΐδιον εἶναι τὸν κόσμον ὑποτιθεμένους· καὶ νῦν γὰρ ἐφʼ ἡμῶν κατὰ τὸ διακοσιοστὸν τεσσαρακοστὸν πέμπτον Διοκλητιανοῦ ἔτος ἐν τῷ αὐτῷ ζῳδίῳ τῷ ταύρῳ γεγόνασιν οἱ ἑπτὰ πλανώμενοι, εἰ καὶ μὴ ἐν τῇ αὐτῇ μοίρᾳ ἅπαντες· ὥστε καὶ ἐν τῷ αὐτῷ σημείῳ γενέσθαι πάντας ἐνδέχεται. ἆρʼ οὖν ὁ ταῦτα οὕτως διαταξάμενος καὶ δημιουργήσας θεὸς ἔγνω ἑκάστης περιφορᾶς τὴν ἀποκατάστασιν ἢ οὐκ ἔγνω; εἰ μὲν οὖν οὐκ ἔγνω, ἀγνοήσει τὴν τάξιν, ἧς αὐτός ἐστιν αἴτιος. καίτοι λέγεται ἐν Τιμαίῳ «ὡς κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησεν τῶν ἀϊδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάζεσθαι». εἰ δὲ ἔγνω κινούμενον καὶ διὰ τοῦτο πάλιν ἐξ ἀνάγκης ἔγνω, πότε ἑκάστη περιφορὰ εἰς τὸ αὐτὸ σημεῖον ἀπεκατέστη, δηλονότι πρότερον μὲν ἔγνω, ὅτι ἡ ἀπλανὴς ἀπεκατέστη, δεύτερον δέ, ὅτι ἡ σελήνη, τρίτον ὁ ἥλιος, τέταρτον ὁ τοῦ Διός, καὶ τοὺς λοιποὺς ἀκολούθως. εἰ δὲ τὴν μὲν πρότερον ἀποκαταστᾶσαν ἔγνω τὴν δὲ ὕστερον, ἔστιν ἄρα καὶ ἐν ταῖς τοῦ δημιουργοῦ νοήσεσιν τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται· ἐν ᾧ δὲ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται, ἐκεῖ καὶ χρόνος, ὡς δοκεῖ τῷ Πρόκλῳ· ἔσται ἄρα καὶ ἐν τῷ τοῦ χρόνου δημιουργῷ χρόνος. καὶ οὐ μόνον ἐν ταῖς γνώσεσι τῶν περιφορῶν τῶν οὐρανίων ἕξει τὸ πρότερον καὶ τὸ ὕστερον ὁ δημιουργὸς ἀλλὰ καὶ ἐν ταῖς περὶ αὐτῶν βουλήσεσιν οὐδὲν ἧττον· δῆλον γάρ, ὅτι, ὅτε ἡ ἀπλανὴς τὸν ἴδιον ἐκπεριῆλθεν κύκλον, ἠβούλετο ὁ θεὸς αὐτὴν μὲν τὸ τηνικαῦτα ἐκπεριεληλυθέναι, τὰς δὲ λοιπὰς οὐδέπω ἠβούλετο· εἰ γὰρ ἐβούλετο καὶ τὰς ἄλλας ἐκπεριεληλυθέναι τὸν ἑαυτῶν κύκλον, πῶς οὐκ ἐκπεριεληλύθασιν; οὕτω γὰρ οὐχ ἅμα τῷ εἶναι ποιήσει ἡ βούλησις, ὅπερ τῷ Πρόκλῳ δοκεῖ. καὶ εἰ ἀεὶ τάττει τὸ πᾶν ὁ θεός, ἀεὶ δήπου βούλεται αὐτὸ τάττεσθαι, εἰ δὲ ἀεὶ βούλεται αὐτὸ τάττεσθαι, ἀεὶ βούλεται αὐτὸ κατὰ τὸν εἰρημένον τῆς κινήσεως τρόπον κινεῖσθαι — τοῦτο γάρ ἐστιν αὐτῷ τάξις —, εἰ δὲ τοῦτο, βούλεται δήπου τὴν εἰς τὸ αὐτὸ σημεῖον ἀποκατάστασιν τὴν μὲν τῶν σφαιρῶν πρώτην, τὴν δὲ δευτέραν, τὴν δὲ τρίτην καὶ ἐφεξῆς κατὰ τὸν εἰρημένον τρόπον τὰς λοιπὰς ποιεῖσθαι. οὐκοῦν, ὅτε ἡ πρώτη εἰς τὸ αὐτὸ ἀπεκατέστη σημεῖον, οὔπω τὴν δευτέραν ἀποκαταστῆναι ἠβούλετο, καὶ ὅτε ἡ δευτέρα, οὔπω τὴν τρίτην, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. εἰ δὲ μὴ ἅμα ἠβούλετο πάσας ἀποκαταστῆναι, ὅτε δηλονότι ἑκάστη ἀπεκατέστη, τότε καὶ ἠβούλετο αὐτὴν ἀποκαταστῆναι· εἰ δὲ τοῦτο, ἀποκαθίσταται δὲ ἡ μὲν προτέρα, ἡ δὲ δευτέρα, τρίτη δὲ καὶ τετάρτη καὶ ἐφεξῆς, ἔστιν ἄρα καὶ ἐν ταῖς βουλήσεσιν τοῦ θεοῦ ὥσπερ καὶ ἐν ταῖς νοήσεσιν τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται, διὰ τοῦτο δὲ καὶ χρόνος, ὅσον ἐπὶ ταῖς ἀφύκτοις ταύταις τῶν συλλογισμῶν ἐπιχειρήσεσιν, κἂν ἀΐδιόν τις εἶναι τὸν κόσμον ὑπόθοιτο. ἔτι πότερον οἶδεν ὁ θεὸς τὸ μέλλον ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδεν τὸ μέλλον, οὐδὲ τὸ ἐνεστὸς εἴσεται· εἰ γὰρ τὸ παρὸν οἶδεν ἀγνοῶν τὸ μέλλον, καὶ τῶν ἀνθρώπων ἔσται χείρων· πολλοὶ γὰρ τῶν ἀνθρώπων τὸ μέλλον ἐγνώκασιν. ὥστε, εἰ τὰ ἐνεστῶτα τῶν μερικῶν οἶδεν, καὶ τὰ μέλλοντα εἴσεται, ἵνα μὴ καὶ ἀνθρώπων ᾖ χείρων, τάχα δὲ καὶ ἀλόγων· πολλὰ γὰρ καὶ τούτων τοῦ μέλλοντος λαμβάνουσιν αἴσθησιν, ὡς γέρανοι μὲν χειμῶνα φεύγουσαι καὶ ἕτερα δὲ πλεῖστα. εἰ δὲ μήτε τὸ ἐνεστὸς οἶδεν μήτε τὸ μέλλον, καθόλου πάντα ἀγνοήσει· οὐδὲ γὰρ τὸ παρελθὸν εἴσεται· τοῦτο γὰρ πρότερον ἐνεστὸς γέγονεν· ὁ δὲ τὸ ὂν ἀγνοῶν, ὅτι ἔστιν, πολλῷ δήπου τὸ μηκέτι ὂν οὐκ εἴσεται εἰ γέγονεν. οὐκοῦν οὐδὲ εἰ ἔσται ὁ ὑπʼ αὐτοῦ δημιουργούμενος κόσμος εἴσεται· ἐνέστηκεν γὰρ ὁ κόσμος, καὶ πάντα ἐν τῷ νῦν ἔχει τὴν ὕπαρξιν. καὶ ὁ κόσμος δὲ τοῖς τοῦ χρόνου συνδιαιρούμενος τμήμασιν καὶ τὸ ἦν ἔχει καὶ τὸ ἔστιν καὶ τὸ ἔσται, ὡς καὶ τοῦ Πρόκλου πολλάκις ἐν αἷς αὐτοῦ παρεθέμεθα ῥήσεσιν ἐκ τῆς ὑπὲρ τοῦ Τιμαίου πρὸς Ἀριστοτέλην ἀπολογίας ἠκούσαμεν λέγοντος. εἰ οὖν ὁ κόσμος καὶ τὸ παρεληλυθὸς ἔχει καὶ τὸ ἐνεστὸς καὶ τὸ μέλλον, ἀγνοεῖ δὲ τὸ μέλλον ὁ θεός, οὐδʼ εἰ ἔστιν ὅλως ὁ ὑπʼ αὐτοῦ γενόμενος κόσμος εἴσεται· εἰ γὰρ μὴ οἶδεν ὡς ἐσόμενον, οὐδʼ εἰ ἐνέστηκεν εἴσεται· καὶ τί λέγω τὰ ἄλλα; καὶ ἑαυτὸν εἰ ἔστιν ἀγνοήσει, εἴπερ τὸ ἐνεστὸς ἀγνοεῖ· ἔστιν γὰρ καὶ αὐτός. οὐκοῦν οὐδὲν διοίσει τῆς φύσεως· κἀκείνη γὰρ ποιοῦσα τὰ σώματα καὶ ἑαυτὴν ἀγνοεῖ καὶ τὰ γινόμενα· τάχα δὲ καὶ πολλῷ χείρων ἔσται τῆς φύσεως, εἴ γε ἐν τοῖς λογικοῖς ζῴοις ἡ φύσις ἔχει τὸν ἐπιλάμποντα λόγον ἡγεμονοῦντα καὶ ἑαυτὸν κἀκείνην καὶ πάντα γινώσκοντα. ποῦ δὲ θήσομεν καὶ τὸ «οἶδα δʼ ἐγὼ ψάμμου τε ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω», ποῦ δὲ τὸ «θεοὶ δέ τε πάντα ἴσασιν» καὶ τὸ «πάντα θεοῦ πλήρη, πάντῃ δέ οἵ εἰσιν ἀκουαὶ καὶ διὰ πετράων καὶ ἀνὰ χθόνα καί τε διʼ αὐτοῦ ἀνέρος, ὅττι κέκευθεν ἐνὶ στήθεσσι νόημα»; εἰ δὲ τὸ μέλλον οἶδεν, οὐδὲν δὲ τῶν καθόλου μέλλει ὡς μήπω ὄν, εἰ μὴ κατὰ τὴν ἀεὶ γένεσιν, ὡς δοκεῖ Πλάτωνι, τὰ δὲ μερικὰ μὲν μήπω δὲ ὄντα ταῦτά ἐστιν τὰ μέλλοντα, οἶδεν ἄρα καὶ τὰ μερικὰ ὁ θεὸς καὶ οὐχ, ὡς ἀθέως τῶν παρʼ Ἕλλησιν θεομάχων μᾶλλον οὐ θεολόγων τινὲς ἔφασαν, ἀγνοεῖ ὁ θεὸς τὰ καθʼ ἕκαστα, μόνον οὐκ ἐκεῖνο τὸ κωμικὸν λέγοντες «οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν, ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθʼ ἡμέραν νέμειν ἑκάστῳ;» ἀγνοεῖν δὲ τὰ καθʼ ἕκαστα λέγων τὸν θεὸν καὶ τὴν περὶ αὐτὰ δηλονότι τοῦ θεοῦ συνανῄρηκεν πρόνοιαν· οὐ γὰρ δὴ τῶν ἀγνοουμένων προνοήσει, ὡς ἡ φύσις ἡ ἄλογος. ἔχομεν δὲ καὶ ἐν ταῖς προεκκειμέναις Πρόκλου τε καὶ Πλωτίνου ῥήσεσιν, ὅτι καὶ τὸ μέλλον οἶδεν καὶ μέχρι τῶν ἀτομωτάτων ἡ τοῦ θεοῦ διήκει πρόνοια καὶ γνῶσις. οὐκοῦν, εἰ οἶδεν τὸ μέλλον ὁ θεός, οἶδεν δήπουθεν, ὅτι οὔπω ἐνέστηκεν, μέλλει δὲ εἶναι. ἀλλʼ ἐπειδὰν τὸ μέλλον ἐνεστὸς γένηται, οἶδεν πάντως, ὅτι ἐνέστηκεν ἤδη καὶ οὐ μέλλει, καὶ εἰ φθαρείη ὡς ἀρχὴν τοῦ εἶναι ἔχον, οἶδεν πάλιν, ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. οὐκοῦν ἡ γνῶσις, καθʼ ἣν οἶδε, ὅτι μέλλει καὶ οὔπω ἔστιν, προτέρα ἔσται τῆς γνώσεως, καθʼ ἣν ἔγνω, ὅτι ἐνέστηκεν ἤδη, καὶ αὕτη πάλιν προτέρα ἔσται τῆς γνώσεως, καθʼ ἣν ἔγνω, ὅτι ἐφθάρη καὶ οὐκέτι τῶν ὄντων ἐστίν. ἔσται οὖν πάλιν ἐν ταῖς γνώσεσιν τοῦ θεοῦ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ διὰ τοῦτο χρόνος. ὥστε εἰ μέν, ἔνθα τὸ πρότερον ἁπλῶς καὶ τὸ ὕστερον, ὅπως ἂν λέγηται, ἐκεῖ πάντως καὶ χρόνον εἶναι ἀξιώσουσιν, ἀνάγκη πᾶσα μὴ τὰς νοερὰς οὐσίας μήτε αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν ἀπηλλάχθαι χρόνου καὶ ἔτι ἐνδεχόμενον ἔσται μὴ ὄντος τοῦ χρόνου εἶναι χρόνον. εἰ δὲ ταῦτα οὕτω ἄτοπα καὶ ἀδύνατα, οὐκ ἄρα, ὅπου τὸ πρότερον καὶ τὸ ὕστερον, ἐκεῖ πάντως καὶ χρόνος ἔσται. ἢ οὖν κατὰ τὰ πρότερον τεθεολογημένα ἑνιαίαν τε καὶ ἀμερῆ καθόλου τὴν τοῦ θεοῦ γνῶσιν καὶ βούλησιν νοητέον ἑνὸς μόνου τοῦ ἀγαθοῦ οὖσαν, μᾶλλον δʼ αὐτὸ τἀγαθόν, μὴ συμπληθυνομένην ἢ συνδιισταμένην τοῖς παραγομένοις τε καὶ γινωσκομένοις, μηδὲ μέλλειν τι παρὰ θεῷ ἀλλὰ καὶ τὰ μήπω ὄντα προνενοημένα ὡς ὄντα οὕτω ἀεὶ παρεῖναι, ὡς καλῶς ὁ Πλωτῖνος τεθεολόγηκε, ἤ, εἰ διὰ τὸ ταῦτα διεστάναι τῷ χρόνῳ καὶ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι τὸν χρόνον διὰ τοῦτο καὶ τὸν θεὸν ὑπὸ χρόνον ποιεῖν ἡμᾶς ἀξιοῦσιν, ποτὲ μὲν αὐτὸν βουλόμενον εἶναι ποτὲ δὲ μὴ εἶναι, ἴστωσαν, ὡς ὅτι, κἂν συγχωρηθείη ὁ κόσμος εἶναι ἀΐδιος, αὐτοὶ τοῖς ἑαυτῶν πτεροῖς ἁλώσονται οὐ μόνον τοῖς αὐτοῖς ἀτόποις ἀλλὰ καὶ πλείοσιν περιπίπτοντες, ὡς ἐδείξαμεν.
εʹ. Δεδειγμένου τοίνυν ἔμπροσθεν τοῦ ὅτι διὰ τὸ ἑνοειδὲς καὶ τὴν ἀμέρειαν τῆς τοῦ θεοῦ βουλήσεως ἀνάγκη τὸ τεταγμένον εἶναι, οὐ πάντως δέ, ἐπειδὴ ἐν τῇ βουλήσει τοῦ θεοῦ ἐστιν τὸ ἀεί, διὰ τοῦτο καὶ ἐν τοῖς πράγμασίν ἐστιν τὸ ἀεί, ἀληθοῦς τε ὄντος τοῦ βούλεσθαι τὸν θεὸν μηδέποτε εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, συνάγεται μὲν ἐκ τούτων, ὅτι οὔτε πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον ἦν — καὶ διὰ τοῦτο ἀληθὲς τὸ μὴ μετὰ τὸ ἄτακτον ἀρχὴν εἰληφέναι τὸ τεταγμένον· οὐδὲ γὰρ ἦν ὅλως τὸ ἄτακτον — καὶ ὅτι οὐκ ἔσται μετὰ τὸ τεταγμένον τὸ ἄτακτον — καὶ διὰ τοῦτο οὐχ ἕξει τὸ τεταγμένον πρὸ τοῦ ἀτάκτου τελευτήν, ἐπειδὴ μηδὲ ἔσται μετὰ τὸ τεταγμένον τὸ ἄτακτον —, οὐ μήν, ἐπειδὴ μήτε μετὰ τὸ ἄτακτον ἀρχὴν ἔσχεν μήτε τελευτὴν πρὸ τοῦ ἀτάκτου, διὰ τοῦτο οὐδὲ ἀρχὴν ὅλως ἔσχεν τὸ τεταγμένον οὐδὲ τελευτὴν ἕξει· εἰ μὲν γὰρ ἀνάγκη ἦν ἀμοιβαῖα εἶναι τὸ τεταγμένον καὶ τὸ ἄτακτον, ὡς μὴ ὄντος θατέρου πάντως θάτερον εἶναι, καλῶς ὁ Πρόκλος συνελογίζετο, ὡς, εἰ τὸ ἄτακτον μήτε πρὸ τοῦ τεταγμένου ἔστιν μήτε μετʼ αὐτό, τοῦ ἀτάκτου μηδέποτε ὄντος τὸ τεταγμένον ἀεὶ ἔσται μήτε ἀρχὴν ἔχον μήτε τέλος. εἰ δὲ μηδὲ ἐνδέχεται ὅλως εἶναι τὸ ἄτακτον, διότι μήτε ἐκ ταυτομάτου ἐστὶν μήτε ἐξ ἄλλης αἰτίας, ὅτε ὁ θεὸς ἅμα τε παράγει ἕκαστον καὶ μετὰ τῆς προσηκούσης αὐτὸ τάξεως παράγει, οὐχ ἕξει μὲν μετὰ τὸ ἄτακτον ἀρχὴν τὸ τεταγμένον, ἐπεὶ μηδὲ ἦν ὅλως τὸ ἄτακτον, ἀρχὴν μέντοι ἔχειν αὐτὸ ἐνδέχεται· πάλιν δʼ αὖ οὐχ ἕξει τελευτὴν πρὸ τοῦ ἀτάκτου τὸ τεταγμένον — οὐδὲ γὰρ ἔσται πώς ποτε τὸ ἄτακτον —, τελευτὴν μέντοι ἔχειν ἐνδέχεται. ἄτακτον δὲ λέγω τὸ τῷ τεταγμένῳ ἐναντίον, τουτέστιν τὸ πλημμελές, ὡς ἄφωνον τὸν κακόφωνον καὶ ἄμορφον τὸν κακόμορφον, οὕτω καὶ ἄτακτον τὸ τῆς κατὰ φύσιν ἐστερημένον τάξεως, ὡς εἴ τις τὴν τοῦ παντὸς τάξιν συγκεχυμένην ἐπινοήσειεν· οὕτως οὖν λέγω τὸ ἄτακτον καὶ οὐ τὸ κατὰ τὴν παντελῆ τοῦ τεταγμένου στέρησιν, ὡς τὸ ἄψυχον τὸ ἐστερημένον ψυχῆς καὶ ἄφιλον τὸν ἐστερημένον φίλων· τὸ γὰρ οὕτω λεγόμενον ἄτακτον οὐδὲν κωλύει ἑκατέρωθεν εἶναι τοῦ τεταγμένου· τοῦτο δέ ἐστιν τὸ μὴ ὄν, εἴπερ γενητὸν κατὰ φύσιν εἴη καὶ φθαρτὸν τὸ τεταγμένον. τὸ δὲ μὴ εἶναί τι οὐ πάντως κακόν, ὡς καὶ ἐν τῷ ἕκτῳ λόγῳ ἐδείξαμεν· τοῦ γοῦν κακῶς εἶναι τὸ μὴ εἶναι ὅλως αἱρετώτερον· καὶ τὸ μὴ εἶναι δέ ποτε τῶν μερικῶν ἕκαστον οὐ κακόν.
ϛʹ. Ταῦτα μὲν οὖν ἱκανῶς καὶ εἰς τὸ προκείμενον ἑξκαιδέκατον ἐπιχείρημα ἡμῖν εἰρήσθω. ἐν δὲ τοῖς ἑξῆς τοῦ αὐτοῦ τούτου ἐπιχειρήματος κατασκευάζει μὲν καλῶς ὁ φιλόσοφος, ὅτι ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον θεοῦ βούλησις καὶ ἡ τοῦ εἶναι τὸ τεταγμένον μία ἐστὶν καὶ οὐ δύο, ὡς ἐν ὑποθέσει δὲ λαβὼν τὸ δύο αὐτὰς εἶναί φησιν τὴν μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησιν τελειοτέραν εἶναι καὶ θεῷ μᾶλλον οἰκειοτέραν, τὴν δὲ τοῦ βούλεσθαι εἶναι τὸ τεταγμένον ὑφειμένην τε καὶ ἀτελεστέραν καὶ ἧττον θεῷ προσήκουσαν ἐκείνης· καὶ τοῦτο πιστοῦσθαι πειρᾶται, διότι, φησίν, ἡ μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις ὑπὲρ τοῦ εἶναι τὸ ἀγαθόν ἐστιν· «βουληθεὶς γὰρ ὁ θεός», φησὶν Πλάτων, «ἀγαθὰ μὲν πάντα φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον»· ἡ δὲ τοῦ εἶναι τὸ τεταγμένον, φησίν, τοῦ θεοῦ βούλησις ὑπὲρ τοῦ μὴ εἶναι αὐτὸ κακόν ἐστιν, πολλῷ δὲ θειότερον καὶ οἰκειότερον θεῷ τοῦ μὴ εἶναι τὸ κακὸν τὸ εἶναι τὸ ἀγαθὸν βούλεσθαι· ὥστε, φησίν, καὶ ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθὸν οὖσα τελειοτέρα ἐστὶν τῆς ἑτέρας καὶ θεῷ προσήκουσα μᾶλλον. καὶ οὐδὲν μὲν ἴσως ἡμῖν συντελεῖ διά τε τὸ ὡς ἐν ὑποθέσει ὑπὸ τοῦ Πρόκλου γυμνάζεσθαι τὸν λόγον καὶ ἤδη πρὸς ἡμῶν ἀπεληλέγχθαι τὸ προκείμενον ἐπιχείρημα ἡ τούτων ἐξέτασις. ὅμως δʼ οὖν ἐροῦμεν, ὡς οὐκ εὐλόγως ταῦτα φαίνεται λέγων ὁ φιλόσοφος. εἰ γὰρ ὅλως ἐν ὑποθέσει δύο τὰς τοῦ θεοῦ βουλήσεις εἶναι συγχωρήσωμεν, πολλῷ θειοτέρα ἔσται ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς τοῦ μὴ εἶναι τὸ ἄτακτον διʼ αὐτὸν τὸν ἀποδεδομένον παρʼ αὐτοῦ τοῦ Πρόκλου συλλογισμόν· ἕκαστον γὰρ δεῖ ἐκ τῆς αὐτῆς αὐτοῦ κρίνειν φύσεως μᾶλλον καὶ οὐκ ἐκ τῶν παρεπομένων. εἰ οὖν τὸ μὲν ἄτακτον κακόν, τὸ δὲ τεταγμένον ἀγαθόν, ἡ ἄρα τοῦ εἶναι τὸ τεταγμένον βούλησις αὐτόθεν μὲν αἱρεῖται τὸ ἀγαθόν, ἑπόμενον δὲ ἔχει τὸ βούλεσθαι μὴ εἶναι τὸ κακόν· ἅμα γὰρ εἶναι τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀμήχανον. ἡ δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις αὐτόθεν μὲν ἔχει τὸ βούλεσθαι μὴ εἶναι τὸ κακόν, ἑπόμενον δὲ τὸ βούλεσθαι εἶναι τὸ ἀγαθόν. ὥστε, εἰ ἑκάστην ἐξ αὐτῆς χαρακτηρίζειν δεῖ μᾶλλον καὶ μὴ ἐκ τοῦ ἑπομένου, αὐτόθεν κρείττων καὶ θειοτέρα ἔσται ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς ἑτέρας τῆς τοῦ μὴ εἶναι τὸ ἄτακτον. ἀλλὰ δὴ καὶ εἰ ἐκ τῶν παρεπομένων σκοπεῖν δέοι ἑκάστην, οὐδὲν ἧττον καὶ οὕτω διὰ συλλογισμοῦ κατασκευασθήσεται, ὅτι ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις κρείττων τῆς ἑτέρας τῆς τοῦ μὴ εἶναι τὸ ἄτακτόν ἐστιν· εἰ γὰρ ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, ἀγαθὸν δὲ οὐδὲν ἕτερον ἐν τούτοις φαμὲν ἢ τὸ τεταγμένον, ἡ δὲ τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν, ἡ ἄρα τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν. πάλιν εἰ ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν, κακὸν δὲ πάλιν ἐν τούτοις οὐδὲν ἕτερον ὁ Πλάτων φησὶν ἢ τὸ ἄτακτον, ἡ δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, ἡ ἄρα τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν. ὥστε καὶ οὕτως δέδεικται αὕτη τῆς ἑτέρας κρείττων. ἀλλὰ δὴ καὶ ὁ Πλάτων τὸ βούλεσθαι τὸν θεὸν μὴ εἶναι τὸ ἄτακτον οὐ μόνον διὰ τὸ εἶναι τὸ ἀγαθὸν εἶπεν, ὥς φησιν ὁ Πρόκλος, ἀλλὰ καὶ διὰ τὸ μὴ εἶναι τὸ κακόν· «βουληθεὶς γάρ», φησίν, «ὁ θεὸς φλαῦρον μὲν μηδὲν ἀγαθὰ δὲ πάντα κατὰ δύναμιν». πῶς οὖν ὁ Πρόκλος τὴν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησιν διʼ ἄμφω εἶναι εἰρημένην αὐτὸς ἀποδιελὼν διὰ τὸ ἕτερον μόνον, τὸ εἶναι τὸ ἀγαθόν, εἶπεν ὑπάρχειν; ὥστε καὶ αὐτὸς ὁ Πλάτων τὰς δύο βουλήσεις εἰς ἓν συνήγαγεν, εἴπερ τὸ βούλεσθαι μὴ εἶναι τὸ ἄτακτον οὐ μόνον διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, τουτέστιν τὸ τεταγμένον, ἀλλὰ καὶ διὰ τὸ μὴ εἶναι τὸ κακόν, τουτέστιν αὐτὸ τὸ ἄτακτον. καὶ κατὰ Πλάτωνα ἄρα οὐ δύο ἀλλὰ μία ἐστὶν ἡ τοῦ θεοῦ βούλησις διαφόροις προσαγορευομένη ὀνόμασιν. Τέλος λύσεως τοῦ ιϛʹ λόγου.