Part of On the Eternity of the World

Πρόκλου διαδόχου λόγος πεντεκαιδέκατος.

«Πεντεκαιδέκατος τοίνυν νοείσθω τοιόσδε· τὸ παράδειγμα τοῦ κόσμου τρισὶν τούτοις αὐτὸς ὀνόμασιν ὑμνεῖ, μονογενές, αἰώνιον, παντελές. τούτων δὲ τὸ μὲν παντελὲς ὑπάρχει μόνῳ τῷ παντί· τῶν γὰρ ἄλλων οὐδὲν παντελές· διὸ καὶ αὐτὸς τὸν ὅλον φησὶν κόσμον εἰκάσθαι τῷ παντελεῖ ζῴῳ μόνον. τὸ δὲ μονογενὲς οὐδὲ τοῦτο πᾶσιν πάρεστιν, εἰ καὶ τοῖς ἐν οὐρανῷ πᾶσιν· ἕκαστον γὰρ ἐκείνων μονογενές. τὸ δὲ ἀεὶ εἶναι τοῦτο πᾶσιν κοινὸν εἶναι τῶν εἰδῶν ἤ, εἰ μηδὲ τοῦτο, τί πᾶσιν ἥκει κοινὸν οὐχ εὑρήσομεν τοῖς εἴδεσιν. εἰ δὴ πᾶν εἶδος ἔχειν δεῖ τὸ ἀεί — τοῦτο γὰρ εἰκὼν τοῦ αἰωνίου —, τί τὸ ἀεί, σκόπει, πότερον τὸ κατὰ τὸν ἄπειρον χρόνον ἐφʼ ἑκάτερα ὂν ἢ τὸ κατὰ θάτερα μὲν ἀρχὴν ἔχον κατὰ θάτερα δὲ τελευτήν· εἰ γὰρ τοῦτο εἴη τὸ ἀεί, τί ποτʼ ἔσται τὸ τῷ αἰωνίῳ ὡμοιωμένον; ἐκεῖνο μὲν γὰρ οὐδαμῇ ἔχει τὸ ποτέ οὐδὲ παράτασιν οὐδὲ τὸ πρότερον καὶ ὕστερον ἀλλὰ τὸ κατʼ ἄμφω ἄπειρον, οὐχ ἅμα δὲ τὸ ἄπειρον ἀλλὰ γινόμενον. εἰ δὲ τοῦτό ἐστιν τὸ αἰώνιον, ἢ οὐδέν ἐστιν ἐκείνῳ ὅμοιον ἢ πρὸ πάντων ὁ κόσμος. ἀλλὰ τὸ μηδὲν ἄτοπον, τοῦ δημιουργοῦ ἀρίστου ὄντος καὶ βουλομένου ὅμοια ποιεῖν τῷ παραδείγματι καὶ ποιοῦντος. ὁ ἄρα κόσμος ὅμοιος ὢν μάλιστα τῷ παραδείγματι τὸ ἀεί ἔχει κατʼ ἄμφω καὶ οὐ κατὰ θάτερα μόνον. ἔσται οὖν ὁμοίως τῷ παραδείγματι ὅμοιον καὶ τὸ ἄτακτον διὰ τὸ ἀγένητον καὶ τὸ τεταγμένον διὰ τὸ ἄφθαρτον. εἰ οὖν ταῦτα ἀδύνατα καὶ πᾶν τὸ ἀγένητον ἄφθαρτον καὶ πᾶν τὸ ἄφθαρτον ἀγένητον, ἵνʼ ᾖ τὸ συναμφότερον ὅμοιον τῷ αἰωνίῳ ἀλλὰ μὴ τὸ κατὰ θάτερον ἄπειρον καὶ διὰ τοῦτο οὐδὲν μᾶλλον τοῦ ἀτάκτου τὸ τεταγμένον, κατʼ ἄμφω ἄρα τὸ πρὸς τὸ παράδειγμα γεγονὸς ὅμοιον ὤφειλεν εἶναι τῷ παραδείγματι. τὸ δὲ πρὸς τὸ παράδειγμα γεγονός ἐστιν ὁ κόσμος· οὔτε ἄρα γένεσιν ἔχων ἄφθαρτός ἐστιν οὔτε ἀγένητος ὢν ἔχοι ἄν τινα φθοράν — τοῦτο γὰρ κατὰ θάτερον ἄπειρον —, ἀλλὰ ἀγένητος ἅμα καὶ ἄφθαρτος καὶ κατʼ ἄμφω τὴν ἀπειρίαν ἔχων, ἵνʼ ᾖ τῷ αἰωνίῳ κατὰ πάντα ὅμοιος παραδείγματι, καθάπερ αὐτός φησιν.»

Κεφάλαια τῆς λύσεως τοῦ ιεʹ λόγου.αʹ. Ἐξήγησις τῆς διανοίας τοῦ ιεʹ ἐπιχειρήματος. βʹ. Ὅτι οὐκ ὀρθῶς τὴν πρὸς τὸ αἰώνιον τοῦ κόσμου παράδειγμα ὁμοίωσιν ἐξείληφεν ὁ Πρόκλος. καὶ πῶς κατὰ Πλάτωνα ὡμοίωται ὁ κόσμος τῷ αἰωνίῳ παραδείγματι αὐτὸς ἀρχὴν ἔχων τοῦ εἶναι. γʹ. Ὅτι, εἰ ἀκριβῆ τὴν ὁμοίωσιν τοῦ κόσμου πρὸς τὸ παράδειγμα ἀπαιτήσωμεν, οὐδʼ ὅλως ὡμοιῶσθαι τῷ παραδείγματι τὸν κόσμον ἐνδέχεται. καὶ ὅτι κατὰ δύναμιν δεῖ τὴν εἰκόνα ὡμοιῶσθαι τῷ παραδείγματι, ὡς καὶ τῶν ὄντων ἕκαστον παραπλήσιον λέγεται θεῷ γεγονέναι κατὰ δύναμιν. Λύσις τοῦ πεντεκαιδεκάτου λόγου.

αʹ. Ὁ προκείμενος πεντεκαιδέκατος λόγος ὁ αὐτός ἐστιν σχεδὸν τῷ δευτέρῳ· καὶ ἐν τούτῳ γὰρ καὶ ἐν ἐκείνῳ ἐκ τοῦ ἀεὶ εἶναι κατὰ Πλάτωνα τὸ τοῦ κόσμου παράδειγμα τὸ καὶ τὴν τοῦ παραδείγματος εἰκόνα τὸν κόσμον ἀεὶ εἶναι συνελογίσατο, ἀλλʼ ἐκεῖ μὲν ἐκ τοῦ πρὸς ἄλληλα εἶναι τὴν εἰκόνα καὶ τὸ παράδειγμα καὶ μὴ δύνασθαι θάτερον εἶναι θατέρου μὴ ὄντος — θατέρου οὖν ἀεὶ ὄντος, τοῦ παραδείγματος, καὶ τὸ λοιπόν, τὴν εἰκόνα, φησίν, ἀεὶ εἶναι ἀνάγκη —, ἐνταῦθα δὲ ἐκ τοῦ δεῖν πάντως, ὡς δοκεῖ Πλάτωνι, ὁμοίαν εἶναι τὴν εἰκόνα τῷ παραδείγματι. τὸ δὲ παράδειγμα τοῦ κόσμου, φησίν, τρισὶν ἐξυμνεῖ τούτοις ὀνόμασιν ὁ Πλάτων, παντελὲς αὐτὸ καλῶν, μονογενές, αἰώνιον. εἰ οὖν κατὰ τὸ παντελὲς τῷ ἑαυτοῦ παραδείγματι, φησίν, ὡμοίωται, εἴπερ ὅλον ἐστὶν καὶ πᾶν ὁ κόσμος ἐν αὑτῷ πάντα περιέχων καὶ οὐδὲν ἀπολελοιπὼς ἔξωθεν, ἀλλὰ δὴ καὶ εἷς ἐστιν καὶ μονογενής — «ἵνα γάρ», φησὶν Πλάτων, «τόδε κατὰ τὴν μόνωσιν ὅμοιον εἴη τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλʼ εἷς ὅδε μονογενὴς γεγονὼς οὐρανὸς ἔστιν καὶ ἔσται» —, ἀνάγκη οὖν δήπου, φησὶν ὁ Πρόκλος, καὶ κατὰ τὸ τρίτον ὡμοιῶσθαι τὸν κόσμον τῷ παραδείγματι, λέγω δὴ τὸ ἀεί. πῶς οὖν, φησίν, ὁμοιωθείη ἂν κατὰ τοῦτο; πότερον κατὰ τὸν ἄπειρον χρόνον ἐφʼ ἑκάτερα ὢν ἢ ἐπὶ θάτερα μόνον ἔχων τὸ ἄπειρον, κατὰ τὸ τέλος, ὥς φησιν ὁ Πλάτων, κατὰ δὲ τὴν ἀρχὴν οὐκέτι; ἀλλʼ εἴπερ ἐκεῖνο αἰώνιον ὑπάρχον μήτε ἀρχὴν τοῦ εἶναι μήτε τέλος ἔχῃ, δηλονότι οὐ τὸ κατὰ θάτερα ἄπειρον αὐτῷ ὡμοίωται ἀλλὰ τὸ κατʼ ἄμφω. ὥστε, φησίν, εἴπερ ὅμοιος τῷ παραδείγματι κατὰ τὸ ἀεί ὁ κόσμος ἐστίν, ἐφʼ ἑκάτερα ἕξει τὸ ἄπειρον οὔτε ἀρχὴν τοῦ εἶναι οὔτε τέλος ἔχων. ὅτι μὲν οὖν, εἴπερ καὶ εἶναί τις κατὰ Πλάτωνα τὰς ἰδέας καὶ τὰ παραδείγματα συγχωρήσειεν, οὐκ ἀνάγκη ἅμα ἢ εἶναι ἢ μὴ εἶναι τὰς τοιαύτας εἰκόνας τοῖς παραδείγμασιν, εἴρηται ἐν ἐκείνοις· νῦν δὲ οὐ πρὸς αὐτὰ τὰ πράγματα ἀλλὰ πρὸς ὑποθέσεις Πλάτωνος ἡμῖν ὁ λόγος εὐθύνεται, εἴπερ εἰκάσθαι μέν φησιν ὁ Πλάτων τὸν κόσμον τῷ παραδείγματι, ἐκεῖνο δὲ εἶναι αἰώνιον. ἀνάγκη οὖν αὐτὸν καὶ ἄναρχον εἶναι τὸν κόσμον καὶ ἀτελεύτητον οἴεσθαι· οὕτω γὰρ μόνως ἐφάνη κατὰ τὸ ἀεί τῷ ἰδίῳ παραδείγματι ὁ κόσμος ὁμοιούμενος.

βʹ. Ἀλλʼ οἶμαί γε, εἴ τις ἀκριβῶς καὶ αὐτοῖς ἐπισκήψειε τοῖς Πλάτωνος ῥήμασιν καὶ τοῖς νῦν ὑπὸ τοῦ Πρόκλου εἰρημένοις, εὑρήσει κἀνταῦθα αὐτὸν μὲν ἑαυτῷ σύμφωνον Πλάτωνα, τὸν δὲ τοῦ Πλάτωνος ἐξηγητὴν παρακρουόμενον μᾶλλον ἡμᾶς ἢ τὴν διάνοιαν ἡμῖν τὴν Πλάτωνος σαφηνίζοντα· ἔσται δὲ τοῦτο σαφὲς αὐτὰ πρῶτον ἀναγνοῦσι τὰ περὶ τοῦ προκειμένου Πλάτωνος ῥήματα· συστήσας γὰρ ἐν Τιμαίῳ τὸν κόσμον καὶ ψυχὴν αὐτῷ ἐνθεὶς καὶ τὴν προσήκουσαν κινήσας κίνησιν ἐπιφέρει ταῦτα «ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησεν τῶν ἀϊδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι· καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀΐδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησεν τοιοῦτον ἀποτελεῖν. ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν αἰώνιος, καὶ τοῦτο μὲν δὴ τῷ γενητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκόνα δὲ ἐπενόει κινητόν τι αἰῶνος ποιῆσαι καὶ διάκοσμον ἅμα οὐρανῷ ποιεῖ μένοντος αἰῶνος ἓν κατʼ ἀριθμὸν οὖσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν. ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται· ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει»· καὶ μετʼ ὀλίγα «περὶ μὲν οὖν τούτων τάχα ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι. χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονεν, ἵνʼ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵνʼ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ παράδειγμα πάντα αἰῶνά ἐστιν, ὁ δʼ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος». εἰ οὖν ὡμοιῶσθαι ὁ Πλάτων φησὶν τὸν κόσμον τῷ παραδείγματι, διότι, ὡς ἐκεῖνο πάντα αἰῶνά ἐστιν, οὕτως ἀνὰ πάντα τὸν χρόνον ὁ κόσμος, εἰ μὲν δεικνύειν ἔχει τις, ὡς ἄπειρον ἐφʼ ἑκάτερα τὸν χρόνον εἶναι ὁ Πλάτων βούλεται, συγχωροῦμεν μὴ ἄλλως ὡμοιῶσθαι τῷ ἰδίῳ παραδείγματι τὸν κόσμον, εἰ μὴ ἐφʼ ἑκάτερα τοῦ χρόνου ἔχοι τὸ ἄπειρον· ἀπείρου γὰρ ὄντος τοῦ χρόνου οὐκ ἔσται πάντα τὸν χρόνον ὁ κόσμος, εἰ ἀρχὴν μὲν ἔχει τοῦ εἶναι, τέλος δὲ μή· λαβὼν γὰρ ὁ Πρόκλος τὸ εἶναι τὸν χρόνον ἐφʼ ἑκάτερα ἄπειρον ῥᾳδίως τὸν παραλογισμὸν ὕφηνεν· «τί» γάρ, φησίν, «ταῦτα, σκόπει, πότερον τὸ κατὰ τὸν ἄπειρον χρόνον ἐφʼ ἑκάτερα ὂν ἢ τὸ κατὰ θάτερα μὲν ἀρχὴν ἔχον κατὰ θάτερα δὲ τελευτήν». ὅρα γάρ, πῶς προχείρως λαμβάνει τὸ εἶναι τὸν χρόνον ἐπʼ ἀμφότερα ἄπειρον. καίτοι, εἰ μὴ τὰ αὐτῷ δοκοῦντα Πλάτωνι δὲ μᾶλλον κατασκευάζειν ἠβούλετο, ὥσπερ ἔλαβεν ἀπὸ Πλάτωνος τὸ δεῖν ὅμοιον εἶναι τὸν κόσμον τῷ παραδείγματι, οὕτως ἔδει δεῖξαι, εἰ καὶ τὸν χρόνον ἄπειρον ἐφʼ ἑκάτερα εἶναι ὁ Πλάτων ἠβούλετο, ἵνʼ οὕτω λοιπὸν ἐκ τῶν αὐτοῦ Πλάτωνος συναγάγῃ προτάσεων, ὅτι, εἰ ταύτῃ ὡμοίωται τῷ παραδείγματι ὁ κόσμος τῷ ἐν παντὶ τῷ χρόνῳ εἶναι, ὡς ἐκεῖνο τὸν πάντα αἰῶνά ἐστιν, ὁ δὲ χρόνος ἐφʼ ἑκάτερα ἄπειρος κατὰ Πλάτωνα, ἀνάγκη καὶ τὸν κόσμον ἐφʼ ἑκάτερα τῇ ἀπειρίᾳ τοῦ χρόνου συμπαρατείνεσθαι· νῦν δὲ παρὰ Πλάτωνος τοῦτο δεικνύειν οὐκ ἔχων αὐτὸς οἴκοθεν ἔλαβεν ἀναποδείκτως, ὅτι ἄπειρός ἐστιν ἐφʼ ἑκάτερα ὁ χρόνος. ὅτι δὲ οὐκ εἶναι ἄπειρον ἐφʼ ἑκάτερα τὸν χρόνον ὁ Πλάτων ᾤετο, ἐξ αὐτῶν δῆλον, ὧν αὐτὸς ἡμῖν Πλάτων περὶ τοῦ χρόνου πεφυσιολόγηκεν· «χρόνος» γάρ, φησίν, «μετʼ οὐρανοῦ γέγονεν, ἵνʼ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται» καὶ πάλιν «ἡμέρας γὰρ καὶ νύκτας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται». εἰ οὖν ἅμα οὐρανῷ γέγονεν ὁ χρόνος καὶ πρὶν γενέσθαι οὐκ ἦν, τὸν δὲ οὐρανὸν γεγονέναι μέν φησιν ἀπʼ ἀρχῆς τινος ἀρξάμενον καὶ μὴ εἶναι πρὶν γενέσθαι, ὡς ἐν τῷ ἕκτῳ δέδεικται, ἀθάνατον δὲ εἶναι ἐπισκευαστὴν τὴν ἀθανασίαν προσκτώμενον, καὶ τὸν χρόνον ἄρα ἀρχὴν μὲν ἔχειν τοῦ εἶναι βούλεται, τέλος δὲ οὔ. οὐκοῦν, εἰ ἅμα τε οὐρανῷ ὁ χρόνος ἤρξατο καὶ παντὶ τῷ εἶναι αὐτοῦ συμπαρατείνεται, ταύτῃ δὲ ὁ κόσμος ὡμοίωται τῷ παραδείγματι τῷ ἑαυτοῦ, διότι πάντα ἐστὶν τὸν χρόνον, ὡς ἐκεῖνο ἐν τῷ αἰῶνί ἐστιν παντί, ὁ δὲ χρόνος τοῦ εἶναι ἤρξατο, καὶ ὁ κόσμος ἄρα τοῦ εἶναι ἀρξάμενος καὶ τῇ ἀπειρίᾳ τοῦ χρόνου κατὰ τὸ ἑξῆς συμπαρατεινόμενος τῷ ἐν παντὶ τῷ χρόνῳ εἶναι τῷ αἰωνίῳ παραδείγματι ὡμοίωται. καίτοι, εἰ ἄναρχον εἶναι τὸν κόσμον ὁ Πλάτων ἐβούλετο, διὰ τί μὴ εἶπεν ὅτι «ὡς τὸ παράδειγμα οὔτε ἤρξατο τοῦ εἶναι οὔτε παύσεται, οὕτω καὶ ὁ κόσμος οὔτε τοῦ γίνεσθαι ἤρξατο οὔτε παύσεται»; οὕτω γὰρ ἂν μᾶλλον τὴν πρὸς τὸ παράδειγμα αὐτοῦ ἐδείκνυεν εἰκόνα· ἀλλʼ ὡς τὸ παράδειγμα, φησίν, πάντα αἰῶνά ἐστιν, οὕτως ὁ κόσμος τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. εἰ μὲν οὖν ἔστιν τις χρόνος, ἐν ᾧ μὴ ἔστιν ὁ κόσμος, ἐκπίπτειν αὐτὸν ἀνάγκη τῆς πρὸς τὸ παράδειγμα ὁμοιώσεως. εἰ δὲ ἐν παντί ἐστιν τῷ χρόνῳ, ἀρχὴν δὲ ἔχει τοῦ εἶναι ὁ χρόνος, ἐνδέχεται ἄρα τὸν κόσμον κατὰ τὰ Πλάτωνι δοκοῦντα καὶ ἀρχὴν ἔχειν τοῦ εἶναι καὶ τῷ αἰωνίῳ αὐτοῦ παραδείγματι ὡμοιῶσθαι. μηδεὶς δὲ νῦν ἡμῖν περὶ τοῦ χρόνου ἀπορίας κινείτω ἄπειρον αὐτὸν ἐφʼ ἑκάτερα δεῖξαι βουλόμενος· ἤδη μὲν γὰρ ἐν τῷ πέμπτῳ λόγῳ τὴν μάλιστα καρτερωτάτην τῶν ἀποριῶν, διʼ ἧς δοκεῖ ἐφʼ ἑκάτερα εἶναι ἄπειρος ὁ χρόνος, ἐπελυσάμεθα· καὶ εἴ τινες δὲ ἄλλαι εἶεν, ἐν καιρῷ καὶ ταῦτα ἐπισκεψόμεθα· οὐ γὰρ νῦν ἡμῖν ἐξετάζειν τὸ ἐπὶ τοῦ χρόνου πρόκειται σκέμμα, τοσοῦτον δὲ μόνον δεῖξαι βουλόμεθα, ὡς αὐτὸς ἑαυτῷ κἀνταῦθα σύμφωνος ὁ Πλάτων φαίνεται καὶ ὡμοιῶσθαι λέγων τὸν κόσμον τῷ αἰωνίῳ παραδείγματι καὶ ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἄρξασθαι. εἰ μὲν οὖν — ὅπερ ἤδη εἶπον — δεικνύειν τις ἔχει, ὡς ἄπειρον ἐφʼ ἑκάτερα τὸν χρόνον εἶναι ὁ Πλάτων βούλεται, δειξάτω παρελθὼν μὴ ἐξ οἰκείων λογισμῶν ἀλλʼ ἐκ τῶν συγγραμμάτων τῶν Πλάτωνος καὶ πεπαύμεθα· εἰ δὲ τοὐναντίον συνάρξασθαι τῷ οὐρανῷ τὸν χρόνον φησὶν καὶ μὴ εἶναι πρὶν γενέσθαι, ὁ δὲ Πρόκλος λαβὼν ὡς δοκοῦν Πλάτωνι τὸ ἄπειρον εἶναι τὸν χρόνον ἐφʼ ἑκάτερα οὕτω τὰ ἑξῆς συνελογίσατο, κἀνταῦθα ἄρα Πλάτωνος μὲν καταψευδόμενος ἡμᾶς δὲ πεφώραται παραλογιζόμενος.

γʹ. Εἰ δὲ λέγοι μὴ ἄλλως ὡμοιῶσθαι δύνασθαι τὸν κόσμον τῷ αἰωνίῳ παραδείγματι, εἰ μὴ ἐφʼ ἑκάτερα ἔχοι τὸ ἄπειρον ἄναρχος ὢν καὶ ἀτελεύτητος, πρῶτον μὲν οὐχ ὡς δοκοῦν τοῦτο Πλάτωνι συλλογίζεται· εἴρηται γάρ, ὅπως ἐκεῖνος εἰκάσθαι φησὶν τὸν κόσμον τῷ παραδείγματι. εἰ δʼ ὅλως ἀκριβῆ σῴζειν ἐνταῦθα κἀκεῖ τοῦ ἀεί τὴν ὁμοιότητα βούλεται, ἐπειδὴ τὸ παράδειγμα οὐ γινομένην ἀλλʼ ἅμα οὖσαν ἔχει τοῦ εἶναι τὴν ἀπειρίαν, ὡς καὶ αὐτῷ Πρόκλῳ δοκεῖ, δεῖ καὶ τὸν κόσμον μὴ γινομένην ἀλλʼ ὑφεστῶσαν ἔχειν τοῦ εἶναι τὴν ἀπειρίαν· οὐχ ὅμοιον γὰρ τῷ ὄντι ἀεὶ τὸ ἐν χρόνῳ γινόμενον· καὶ εἰ τὸ παράδειγμα τὸ ποτέ οὐκ ἔχει οὐδὲ τὸ πρότερον καὶ τὸ ὕστερον οὐδὲ ὅλως παράτασιν, οὐδὲ τὸν κόσμον ἄρα τούτων οὐδὲν ἔχειν ἐνδέχεται, εἴπερ ἐκείνῳ ὡμοίωται. εἰ οὖν ὁ κόσμος καὶ τὸ ποτέ ἔχει καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ οὐχ ὑφεστὸς ἅμα τὸ ἄπειρον ἀλλὰ γινόμενον καὶ κατὰ τοὺς ἀΐδιον αὐτὸν εἶναι βουλομένους, δῆλον, ὡς οὐδʼ ὅλως τῷ αἰωνίῳ ὡμοίωται παραδείγματι. ἀλλʼ εἴπερ ὑφίστασθαι δεῖ τὴν εἰκόνα τοῦ παραδείγματος καί, ὡς ἐνδέχεται, τὴν ὁμοιότητα σῴζεσθαι, ὡς καὶ αὐτὸς εἴρηκεν ὁ Πλάτων — «καθάπερ» γάρ, φησίν, «αὐτὸ τυγχάνει ζῷον ἀΐδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησεν τοιοῦτον ἀποτελεῖν» —, εἰ οὖν εἰς δύναμιν εἰκάσθαι δεῖ τὴν εἰκόνα τῷ παραδείγματι, ὥσπερ ἐν τοῖς εἰρημένοις τοῦ παραδείγματος διενήνοχεν, διαφερέτω καὶ κατὰ τὸ ἀεί καί, ὡς ὁ Πλάτων εἶπεν, σῳζέτω τὴν εἰκόνα τὴν πρὸς ἐκεῖνο οὐ τῷ ἐφʼ ἑκάτερα ἔχειν τὸ ἄπειρον ἀλλὰ τῷ εἶναι ἐν ἅπαντι τῷ χρόνῳ, ὡς ἐν παντὶ τῷ αἰῶνι ἐκεῖνο· οὐδὲ γὰρ μόνον τὸν κόσμον εἶναί φησιν ὁ Πλάτων τῷ αἰωνίῳ παραδείγματι, ἀλλὰ καὶ τὰ ὄντα πάντα εἶναι τῷ θεῷ φησιν παραπλήσια· «ἀγαθὸς γὰρ ἦν», φησίν, «ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτʼ ἐγγίνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἠβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ». ἆρʼ οὖν διὰ τὸ πάντα θεῷ λέγεσθαι εἶναι παραπλήσια, τὸν δὲ θεὸν ἀεὶ εἶναι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀναιρήσωμεν ἐκ πάντων τῶν ὄντων τὴν φθορὰν καὶ τὴν γένεσιν καὶ ὅλως τὴν μεταβολήν, ἧς οὐδέν ἐστιν τῶν ἐν τῷ κόσμῳ ἄμοιρον; ἢ ἕκαστον τῶν ὄντων κατὰ δύναμιν καὶ ὡς πέφυκε τὴν πρὸς τὴν πρώτην ἀρχὴν τὴν ἑαυτοῦ ὁμοίωσιν ἀνεδέξατο; οὕτω δὴ οὖν εὐγνωμόνως καὶ ἐπὶ τοῦ κόσμου τὴν πρὸς τὸ αἰωνίως ὂν παράδειγμα ὁμοίωσιν ἀκουσόμεθα οὐκ ἀναιροῦντες τὸ ἀρχὴν ἔχειν τὸν χρόνον καὶ τὸν κόσμον φανερῶς εἰρημένον τῷ Πλάτωνι ἀλλʼ, ὡς αὐτὸς εἶπεν ὁ Πλάτων, τῷ ἐν παντὶ εἶναι τῷ χρόνῳ τὸν κόσμον, κἂν ἀρχὴν τοῦ εἶναι ἔχῃ ὁ χρόνος, ὅμοιον αὐτὸν εἶναι φήσομεν τῷ πάντα τὸν αἰῶνα ὄντι παραδείγματι. ὅτι δὲ καὶ τὸ ἐπίκτητον καὶ οὐκ οὐσιώδη ἔχον τὴν ἀφθαρσίαν οὐ διὰ τὸ οὕτως εἶναι ἄφθαρτον ἤδη διὰ τοῦτο καὶ ἀγένητόν ἐστιν, τοὐναντίον δὲ μᾶλλον, ἐπειδὴ μὴ φύσει ἐστὶν ἄφθαρτον, διὰ τοῦτο καὶ γενητόν ἐστιν, ἐδείξαμεν ἔμπροσθεν ἐν τῷ ἕκτῳ λόγῳ μάλιστα. Τέλος λύσεως τοῦ ιεʹ λόγου.