Πρόκλου διαδόχου λόγος τεσσαρισκαιδέκατος.
«Τεσσαρισκαιδέκατος· πᾶς τεχνίτης ἢ αὐτὸς ὑφίστησιν τὴν ὕλην, οὗ ἐστιν αἴτιος, ἢ ποιεῖ οὖσαν εὐεργόν. κἂν ποιῇ δʼ εὐεργὸν οὖσαν, ὕλην αὐτὸς ποιεῖ· τὸ γὰρ εὐεργὸν ὕλην δείκνυσιν, ἀλλʼ οὐχ ἁπλῶς τὸ ὑποκείμενον· ἕως γοῦν ἐστιν μὴ εὐεργός, οὐκ ἔχει τὴν ὕλης δύναμιν· εἴτε οὖν ὑφίστησιν τὴν οἰκείαν ὕλην εἴτε οὖσαν ὡς ὑποκείμενον ἔχουσαν εὐεργὸν ποιεῖ, αὐτὸς ὕλην ποιεῖ τοῦ οἰκείου ἔργου πάντως. εἰ δʼ ἕκαστος τῶν μερικῶν τεχνιτῶν οὕτως, πολλῷ μᾶλλον ὁ θεῖος τεχνίτης ποιεῖ τὴν οἰκείαν ὕλην, αὐτὸ τοῦτο ὕλην ὑφιστὰς ἢ εὐεργὸν ἀποτελῶν, ἵνα μὴ τῶν τῇδε τεχνιτῶν ἀτιμότερος ᾖ δανειζόμενος ὕλην, ἣν οὐκ ἀποδώσει μὴ ὑποστήσας αὐτήν, καίτοι τῶν παρʼ αὐτοῦ δανειζομένων ὕλην εἰς τὴν γένεσιν τῶν θνητῶν ἀποδιδόντων τὰ δανεισθέντα μόρια. τὴν οὖν πρώτην ὕλην, ἣν ὁρίζεται γενέσεως ὑποδοχὴν καὶ τιθήνην, ἐπειδὴ τεχνίτης ἐστὶν τοῦ παντός, ὅ ἐστιν γένεσις, αὐτὸς ὑπέστησεν καὶ γενέσεως ὑποδοχὴν ἐποίησεν· οὐ γὰρ ἄλλο ἔχει τὸ εἶναι ἢ τὸ ὕλη εἶναι, εἴπερ ὅρος αὐτῆς τὸ εἶναι γενέσεως ὑποδοχήν. ὥστε εἴτε εὐεργὸν ἐποίησεν, γενέσεως ὑποδοχὴν αὐτὸς ἐποίησεν — τοῦτο δʼ ἦν τὸ εἶναι ὕλην —, εἴτε ὑπέστησεν αὐτόθεν ὕλην, ἐποίησεν τὴν ὕλην ὁ τοῦ παντὸς τεχνίτης. διὸ καὶ πᾶς τεχνίτης τούτων ποιεῖ θάτερον· ὁπότερον δʼ ἂν ποιῇ τούτων, ὕλην ποιεῖ, καθάπερ εἴπομεν. εἰ δʼ οὖν τὴν ὕλην τὴν τῆς γενέσεως ὑποδοχὴν αὐτὸς ἐποίησεν ὁ τοῦδε τοῦ παντὸς τεχνίτης, ἢ καὶ τὰ ἴχνη τῶν εἰδῶν αὐτὸς ὑπέστησεν, ἀφʼ ὧν ἐγίνετο πλημμελῶς καὶ ἀτάκτως κινουμένη καθʼ ἑαυτὴν ἀκίνητος οὖσα καὶ παντελῶς ἀνείδεος, ἢ ἀλλαχόθεν εἰς τὴν ὕλην ἥκειν ταῦτα φήσομεν ἀπό τινος ἄλλου νοητοῦ καὶ αὐτοῦ θεοῦ. εἰ μὲν οὖν αὐτὸς τῶν ἰχνῶν τούτων αἴτιος, πῶς οὐκ ἀτοπώτατον ποιεῖν μὲν εὐεργὸν τὴν ὕλην εἰς τὴν τῆς γενέσεως ὑποδοχήν, διδόναι δὲ ταῦτα, ἀφʼ ὧν οὐκ εὐεργὸς ἔμελλεν ἀλλὰ δυσεργὸς ἔσεσθαι πρὸς τὴν τῆς γενέσεως ὑπόστασιν; τὸ γὰρ ἄτακτον τῷ τεταγμένῳ μάχεται· ἡ δὲ ὑποδοχὴ τῆς γενέσεως οὐ μάχεται πρὸς τὴν τεταγμένην γένεσιν. εἰ δὲ ἄλλος τις τῶν ἰχνῶν αἴτιος, πῶς οὐκ ἄλογον αὐτὸν μὲν εὐεργὸν ποιεῖν, ἐκεῖνον δὲ δυσεργόν, αὐτὸν δὲ περιμένειν γενέσθαι πρότερον δυσεργόν, ἣν ἐποίησεν εὐεργόν, ἵνʼ ὕστερον ποιήσῃ καὶ τοῦτο, οὗ ἕνεκα εὐεργὸν ἐποίει τὴν ὕλην, ὥσπερ οὐκ ὂν δυνατὸν τὸ ἐπιτήδειον τελειοῦν μὴ γενόμενον ἀνεπιτήδειον· εἰ μὲν γὰρ εὐεργὸν ἐποίει πρὸς τὸ τὰ ἴχνη δέξασθαι μόνα τῶν εἰδῶν αὐτὰ καθʼ αὑτά, ἄτοπον — ἔσται γὰρ εὐεργὸν ποιῶν πρὸς τὸ ἄτακτον γενέσθαι γένεσιν —, εἰ δὲ πρὸς τὸ τὴν τεταγμένην δέξασθαι γένεσιν, πῶς, ἐξὸν ἅμα τῷ εὐεργὸν ἀποτελέσαι τὴν τοιαύτην ὑποστῆσαι γένεσιν, περιέμενεν γενέσθαι τὴν ἑτέραν, ἵνʼ οὕτως ἐνθῇ τῷ ἀτάκτῳ τάξιν, ὥσπερ ἄνευ ἀταξίας τάξιν ὑποστῆσαι μὴ δυνάμενος; εἰ δὴ ταῦτα ἄτοπα καὶ οὐ πρότερα τὰ ἴχνη τῶν εἰδῶν τῆς ἐπʼ αὐτοῖς τάξεως, ἀγένητον δὲ μετὰ τῶν ἰχνῶν τὸ ὑποκείμενον, ἀγένητος καὶ ἡ ἐπʼ αὐτοῖς τάξις καὶ οὐ πρότερόν τι καὶ ὕστερον τούτων. ἀλλὰ μὴν οὐδὲ ὕλη πρότερον, εἶτα ἡ τῶν ἰχνῶν γένεσις· τὸ γὰρ εἶναι αὐτῆς ὕλη ἐστὶν εἶναι αὐτῇ· ἐν αὐτῇ οὖν ἐστιν καὶ τὰ ἴχνη, ἀφʼ οὗ ἐστιν ὕλη, καὶ οὐ προτέρα τῶν ἰχνῶν· ἅμα γὰρ αὐτὴ ἐπιτηδεία λαβεῖν καὶ τὸ διδὸν ἐνδίδωσιν τὰ ἴχνη αὐτῷ τῷ εἶναι διδόν. εἰ οὖν ἀγένητός ἐστιν καὶ ἄφθαρτος ἀεὶ οὖσα, ἀεὶ εἶχεν τὰ ἴχνη τῶν εἰδῶν. ἀλλὰ μὴν ἅμα τούτοις καὶ ἡ τάξις, ὡς δέδεικται· ἡ τάξις ἄρα ἀγένητός ἐστιν καὶ ἄφθαρτος καὶ τῶν τριῶν οὐδὲν πρῶτον οὐδὲ δεύτερον οὐδὲ τρίτον, πλὴν εἰ τῇ ἐπινοίᾳ μόνον· ὥστʼ ἀρθείσης τῆς ἐπινοίας ἅμα πάντα ἐστίν, ἡ ὕλη, τὰ ἴχνη, ἡ τάξις. ἀφʼ οὗ δὲ τάξις ἐστίν, καὶ κόσμος ἐστίν· ὥστʼ ἀγένητος ἂν εἴη καὶ ἄφθαρτος.» Κεφάλαια τῆς λύσεως τοῦ τεσσαρισκαιδεκάτου λόγου.αʹ. Ἐξήγησις τῆς διανοίας τοῦ τεσσαρισκαιδεκάτου ἐπιχειρήματος. βʹ. Ὅτι οὐδὲν τὸ σύνολον πραγματειῶδες ἔχει τὸ προκείμενον ἐπιχείρημα. καὶ ὅτι, εἰ καὶ πᾶσιν τοῖς ἐν τούτῳ λεγομένοις συγχωρήσωμεν, μόνῳ δὲ τῷ εἶναι τὴν ὕλην ἀΐδιον ἐνστῶμεν ὡς ἤδη ἐληλεγμένῳ, οὐκέτι συνάγεται τὸ ἀΐδιον εἶναι τὸν κόσμον. γʹ. Ὅτι οὐ παντοκάλως ἐξείληφεν ὁ Πρόκλος τὸ λεγόμενον ὑπὸ Πλάτωνος πλημμελῶς καὶ ἀτάκτως κινεῖσθαι. καὶ Πορφυρίου εἰς τὸν τόπον ἐξήγησις. καὶ ὅτι οὐδʼ οὕτως συνάγεται τὸ κατὰ Πλάτωνα ἀγένητον εἶναι τὸν κόσμον.Λύσις τοῦ τεσσαρισκαιδεκάτου λόγου.
αʹ. Τὸ προκείμενον τεσσαρισκαιδέκατον ἐπιχείρημα πραγματειῶδες μὲν οὐδὲν ἔχει τὸ σύνολον οὐδὲ πρότασίν τε καὶ ἀρχήν, ᾗ ἄν τις συγχωρήσειεν ὡς ἐκ τῆς τῶν πραγμάτων ὁμολογουμένῃ φύσεως, ἐξ ὑποθέσεων δὲ ὅλον ἀναποδείκτων εἴληπται, ὧν τὰς μὲν Πλάτων ὑπέθετο, τὰς δὲ καὶ αὐτὸς ὁ Πρόκλος ὡς συμφώνους δῆθεν τῇ Πλάτωνος διανοίᾳ συνελογίσατο, ἐξ ὧν λοιπὸν ὑποθέσεων ὡς ἐξ ἀρχῶν Πλατωνικῶν τὸ ἀγένητον εἶναι τὸν κόσμον συνήγαγεν. τοῦ γὰρ Πλάτωνος ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸν τεταγμένον κόσμον γενέσθαι εἰπόντος — «βουληθεὶς γάρ», φησίν, «ὁ θεὸς ἀγαθὰ μὲν πάντα φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον» —, τί δὲ ἦν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, μὴ σαφῶς διαρθρώσαντος Πλάτωνος, ἔτι δὲ καὶ τὴν ὕλην ἀνείδεον μὲν εἶναι λέγοντος ὑποδοχὴν δʼ ὅμως καὶ τιθήνην γενέσεως, πάλιν δὲ τοῦ αὐτοῦ ὑποθεμένου καὶ λέγοντος, ὡς, ὅταν ἐπεχείρει τὸ πᾶν δημιουργεῖν ὁ θεός, πρῶτον μὲν τὰ στοιχεῖα εἰδοποιήσας διεσχημάτισεν, καὶ πρὶν δὲ τὰ στοιχεῖα γενέσθαι προϋπάρχειν αὐτῶν τὰ ἴχνη ἀλόγως καὶ ἀμέτρως ἔχοντα, ἐντεῦθεν ὁ Πρόκλος ὥσπερ συλλογισάμενος διὰ τὸ πᾶν τὸ γινόμενον ἐξ ὕλης δοκεῖν γίνεσθαι τὴν ὕλην εἶναί φησιν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ἐξ οὗ τὸ τεταγμένον ὁ θεὸς ποιῆσαι παρὰ Πλάτωνι λέγεται· εἶτα ἐπειδὴ παντελῶς ἀνείδεον εἶναι τὴν ὕλην ὁ Πλάτων ὑπέθετο, ἀνείδεος γὰρ οὖσα καὶ πάντῃ ἐστὶν ἀκίνητος μηδὲ πλημμελῶς καὶ ἀτάκτως κινεῖσθαι δυναμένη — τὸ γὰρ ὅλως κινούμενον, κἂν πλημμελῶς κινῆται, εἶδός τι ἔχειν ἀνάγκη —, διὰ τοῦτο οὐ παντελῶς ἀνείδεον οὖσαν τὴν ὕλην πλημμελῶς φησιν καὶ ἀτάκτως κινεῖσθαι — αὐτὴ γὰρ καθʼ αὑτὴν πάντῃ ἐστὶν ἀκίνητος —, ἀλλʼ οὐδὲ παντελῶς εἰδοπεποιημένην — οὐ γὰρ ἂν ἔτι πλημμελῶς τε καὶ ἀτάκτως ἐκινεῖτο τέλεια τὰ εἴδη ἔχουσα —, ἀλλὰ τὰ εἰρημένα ἴχνη ἀμυδρά τε ὄντα καὶ πρόδρομα τῶν τελείων εἰδῶν δεξαμένην καὶ οἱονεὶ σκιαγραφηθεῖσαν διʼ αὐτῶν τὴν ἐσομένην εἰδοποιίαν πλημμελῶς φησιν καὶ ἀτάκτως κινεῖσθαι, ὥσπερ ἂν εἴ τις τὰ μήπω τῶν ἐμβρύων διηρθρωμένως μεμορφωμένα νοήσειεν ἀλλʼ ἔτι συγκεχυμένους τῆς διαμορφώσεως τοὺς τύπους ἔχοντα. ὅθεν κινεῖσθαι μέν φησιν τὴν ὕλην ὡς ἤδη τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην, πλημμελῶς δὲ καὶ ἀτάκτως, κινεῖσθαι δʼ αὐτὸ τὸ ἀτελὲς τῆς εἰδοποιίας καὶ ἀδιάρθρωτον· εἰ γὰρ τῷ τεταγμένῳ τὸ ἄτακτον ἀντίκειται καὶ τῷ τελείῳ τε καὶ διηρθρωμένῳ τὸ ἀτελές τε καὶ ἀδιάρθρωτον, τὰ δὲ τέλεια εἴδη τῆς τεταγμένης κινήσεώς ἐστιν αἴτια, καὶ τὰ ἀδιάρθρωτα ἄρα καὶ ἀτελῆ καὶ οἱονεὶ ἴχνη τῶν τελείων τῆς ἀτάκτου κινήσεως αἴτια ἔσται. ταύτας οὖν τὰς ὑποθέσεις λαβὼν ὁ Πρόκλος ὁ καὶ πρὸ τούτων δείξας ἐν ἀρχῇ τοῦ λόγου, ὡς καὶ αὐτὴν τὴν ὕλην ὁ τοῦ κόσμου δημιουργὸς καὶ τεχνίτης ἐποίησεν, ἐπεὶ καὶ πᾶς τεχνίτης αὐτὸς ἑαυτῷ τὴν οἰκείαν ὕλην παρασκευάζει, καὶ ὅτι καὶ τὰ πρόδρομα πάλιν τῶν εἰδῶν ἴχνη, ἐξ ὧν πλημμελῶς καὶ ἀτάκτως κινουμένη γέγονεν ἡ ὕλη, αὐτὸς ἐν αὐτῇ ὁ τῆς ὕλης δημιουργὸς ὑπέστησεν, συλλογίζεται ἐφεξῆς, ὡς οὐχ οἷόν τέ ἐστιν κατὰ χρόνον ταῦτα ἀλλήλων διακεκρίσθαι, ὡς πρώτην μὲν τὴν ἀνείδεον ὕλην ὑφίστασθαι, εἶτα ἐφεξῆς αὐτῇ τὰ ἴχνη τῶν εἰδῶν ἐντίθεσθαι καὶ τρίτον τὸ ἄτακτον κοσμεῖσθαί τε καὶ τάττεσθαι, χωρὶς εἰ μὴ τῇ ἐπινοίᾳ, φησίν, ταῦτά τις ἀπʼ ἀλλήλων χωρίζοι. ἀτόπου οὖν δειχθέντος τοῦ ἀνὰ μέρος καὶ ἰδίᾳ τούτων θεωρεῖν ἕκαστον — οὔτε γὰρ ἡ ὕλη ποτὲ ἀνείδεος ἦν οὔτε τοῦ τεταγμένου προηγεῖτο τὸ ἄτακτον — ἀνάγκη πᾶσα ἅμα πάντα εἶναι, τὴν ὕλην, τὰ ἴχνη τῶν εἰδῶν, αὐτὰ τὰ τέλεια εἴδη· ἅμα τε γὰρ τῷ εἶναι ἐπιτηδεία ἐστὶν ἡ ὕλη τὰ ἴχνη τῶν εἰδῶν δέξασθαι ὑποδοχὴ γενέσεως οὖσα καὶ ἐν τούτῳ τὸ εἶναι ἔχουσα καὶ εὐθὺς αὐτῇ ταῦτα ἐγγίνεται καὶ ἅμα τῷ παρεῖναι τὰ τῶν εἰδῶν ἴχνη καὶ ἡ τάξις εὐθὺς καὶ τὰ τέλεια εἴδη ἐπιγίνεται· εἰ γὰρ καὶ τῇ ἐπινοίᾳ ταῦτα διακέκριται, ἀλλʼ οὖν ὁ θεὸς ἅμα πάντα ὑφίστησιν, ὥσπερ ἅμα τε σῶμά ἐστιν καὶ πεποιωμένον σῶμα καίτοι τῆς ποιότητος ἑτέρας οὔσης τῷ ἰδίῳ λόγῳ τοῦ σώματος. ταῦτα συλλογισάμενος ὁ Πρόκλος καὶ λαβὼν πάλιν, ὡς ἡ ὕλη ἀγένητός ἐστιν, τουτέστιν ἀρχὴν οὐκ ἔχει τοῦ εἶναι, ὅπερ Πλάτων οὐδαμοῦ λέγων φαίνεται, εἰκότως συνάγει, ὡς, εἴπερ ἅμα πάντα ἐστίν, ἡ ὕλη, τὰ ἴχνη τῶν εἰδῶν, ἡ τάξις, ἡ δὲ ὕλη ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ ἡ τάξις ἄρα, τουτέστιν ἡ κοσμοποιία, ἀγένητός ἐστιν καὶ ἄφθαρτος. τοιαύτη τίς ἐστιν πᾶσα ἡ τοῦ προκειμένου λόγου οἰκονομία καὶ μέθοδος.
βʹ. Τὰ μὲν οὖν πρὸ τούτου ἐπιχειρήματα πάντα, εἰ καὶ τὰς ἀρχὰς καὶ προτάσεις τῶν συλλογισμῶν ὡς δοκούσας ἁπλῶς ἐλάμβανεν Πλάτωνι, ἀλλʼ οὖν εἴχοντό πως καὶ τῶν κοινῇ δοκούντων αἱ ὑποθέσεις, οἷον τὸ ἐκ τῆς ἀγαθότητος τοῦ θεοῦ, διʼ ἣν πάντα ποιεῖ, ἀΐδιον εἶναι τὸν κόσμον συλλογίζεσθαι, τὸ ἐκ τοῦ τὸ τοῦ κόσμου παράδειγμα αἰωνίως τῷ δημιουργῷ συνυπάρχειν καὶ πρὸς εἰκόνα λέγεσθαί τε καὶ εἶναι τὸ παράδειγμα τὸ δεῖν τὸν θεὸν ἀεὶ ἐνεργείᾳ εἶναι δημιουργόν, καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον· τὸ δὲ προκείμενον οὐδεμιᾶς ὅλως ἐχόμενον ὑποθέσεως τὸ πιθανὸν ἢ πιστὸν οἴκοθεν ἐχούσης οὐ πολλὴν ἡμῖν κινεῖ φροντίδα εἰς τὸ ἀπελέγχειν, ὅπῃ τε καλῶς ἔχῃ καὶ ὅπῃ μὴ συλλελόγισται. εἰδέναι μέντοι δεῖ, ὡς τὴν ἀφορμὴν πᾶσαν καὶ τὴν ἰσχὺν τοῦ συλλογίσασθαι ἀγένητον εἶναι τὸν κόσμον ἐν τῷ προκειμένῳ ἐπιχειρήματι οὐδαμόθεν ἔσχεν, εἰ μὴ ἐκ τοῦ λαβεῖν πάλιν, ὡς ἡ ὕλη ἀγένητός ἐστιν καὶ ἄφθαρτος· κἂν γὰρ ταῖς ἄλλαις ἁπάσαις ὑποθέσεσι συγχωρήσωμεν οὐ μόνον ὡς Πλάτωνι δοκούσαις ἀλλὰ καὶ ὡς ἀληθέσι, ἔτι δὲ καὶ οἷς αὐτὸς ὁ Πρόκλος ἐκ τῶν εἰλημμένων Πλάτωνος ὑποθέσεων συλλελόγισται, μόνῳ δὲ τῷ τὴν ὕλην ἀΐδιον εἶναι μὴ συγχωρήσωμεν διὰ τὸ μήτε Πλάτωνι μήτε τῇ ἀληθείᾳ δοκεῖν τῶν λόγων τῶν ἀΐδιον εἶναι τὴν ὕλην κατασκευαζόντων ἐν τῷ ἑνδεκάτῳ λόγῳ ἐληλεγμένων, οὐκέτι τὸ ἀγένητον εἶναι τὸν κόσμον τῶν λοιπῶν κειμένων ὑποθέσεων συμβήσεται· ἅμα μὲν γὰρ τῷ τὴν ὕλην ὑποστῆναι εὐθὺς καὶ τὰ ἴχνη τῶν εἰδῶν ἐν αὐτῇ γέγονε καὶ ἡ τάξις, καὶ οὐδὲν τούτων οὔτε πρότερόν ἐστιν οὔθʼ ὕστερον, ἀρχὴν δὲ τῆς ὕλης ἐχούσης ἀρχὴν ἕξει καὶ ἡ τάξις καὶ ὁ κόσμος. ὅτι μὲν οὖν, εἴ τις τὰς εἰρημένας ὑποθέσεις ὑπόθοιτο — πρῶτον μὲν τὴν ἀνείδεον εἶναι ὕλην, εἶτα τὰ ἴχνη τῶν εἰδῶν ἐν αὐτῇ ὑφίστασθαι, ἐξ ὧν γίνεται τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, εἶτα λοιπὸν τὸ ἄτακτον εἰς τάξιν ἄγεσθαι —, ψεῦδός τε ὑποτίθεται καὶ καλῶς ὁ Πρόκλος τοῖς ἐλέγχοις ἐχρήσατο, καὶ ἡμεῖς ὁμολογοῦμεν· οὐ τὸ ἐλέγξαι δὲ τὰς ὑποθέσεις ταύτας τοῦτʼ ἔστιν δεῖξαι, ἢ ὅτι οὐχὶ ταῦτα οὕτως ὁ Πλάτων ὑπέθετο ἢ ὅτι οὐ γεγονέναι τὸν κόσμον ἀπό τινος ἀρχῆς ἀρξάμενον πρὶν γενέσθαι οὐκ ὄντα εἴρηκεν ἐκεῖνος.
γʹ. Ἀλλʼ οὐδὲ ἄντικρυς τοῦτο ἔστιν λαβεῖν, ὡς τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον τὴν ὕλην ὁ Πλάτων ἔλεγεν τὴν τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην. ὁ γοῦν Πορφύριος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν αὐτὸ δὴ τοῦτο τοῦ Τιμαίου τὸ μέρος ἐξηγούμενος οὐ τὴν ὕλην φησὶν μετὰ τῶν ἰχνῶν τὸ πλημμελῶς εἶναι καὶ ἀτάκτως κινούμενον, ὡς ἐν τούτοις ὁ Πρόκλος φησίν, ἀλλὰ τὰ ἤδη ἐξ ὕλης καὶ εἴδους γενόμενα σώματα, ἐξ ὧν ὁ κόσμος συνέστηκεν· οὐ γὰρ εἶναι κόσμου ἀρχὰς ὕλην καὶ εἶδος, ἀλλὰ ταῦτα μὲν σώματος εἶναι ἀρχάς — ἐξ ὕλης γὰρ καὶ εἴδους τὰ σώματα —, κόσμου δὲ ἀρχὰς τὰ ἐξ ὕλης καὶ εἴδους συστάντα σώματα· ἅπερ εἴ τις αὐτὰ καθʼ αὑτὰ τοῦ τάξαντος χωρὶς ἐπινοήσειεν, ἐν κινήσει μὲν αὐτὰ πάντως θεάσεται διὰ τὸ φυσικὰ εἶναι σώματα, τὴν δὲ φύσιν κινήσεως εἶναι καὶ ἠρεμίας ἀρχήν, ἐν πλημμελεῖ δὲ πάντως καὶ ἀτάκτῳ κινήσει διὰ τὸ τὴν ἐμμελῆ καὶ εὔτακτον κίνησιν θεόθεν αὐτοῖς ἐπιγίνεσθαι· εἰ γὰρ γενόμενα μὲν καὶ ὑποστάντα θεωρηθείη, μὴ ταχθέντα δὲ καὶ τὴν προσήκουσαν θέσιν καὶ πρὸς ἄλληλα σχέσιν ἀπειληφότα, τί λείπεται ἢ ἄτακτον καὶ πλημμελῆ κίνησιν αὐτὰ κινεῖσθαι, ὡς πλοῖον τοῦ κυβερνοῦντος καὶ ἅρμα τοῦ ἡνιοχοῦντος ἐστερημένον; «ὅτι δέ», φησὶν ὁ Πορφύριος, «τὰ σώματα λέγει Πλάτων καὶ οὐ τὴν ὕλην τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, τεκμήριον τὸ ὁρατὸν εἶναι λέγειν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ἐξ οὗ τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἐποίησε· πᾶν γάρ, φησὶν ὁ Πλάτων, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας. τὰ δὲ ὁρατὰ τί ἂν εἴη», φησὶν ὁ Πορφύριος, «ἢ σώματα; ἡ γὰρ ὕλη ἀειδὴς καὶ ἄμορφος κατʼ αὐτὸν Πλάτωνα καὶ μόγις νόθῳ λογισμῷ λαμβανομένη. κἂν τὰ ἴχνη δὲ τῶν εἰδῶν ἡ ὕλη δεξαμένη νοῆται, ἐπειδὴ τὰ ἴχνη τῶν εἰδῶν οὔπω εἴδη δηλονότι, ἔτι αὐτὴν ἀσώματόν τε καὶ ἀνείδεον ὑπονοεῖν ἀνάγκη, ὡς καὶ τὰ ἴχνη καὶ ἡ σκιαγραφία τῆς Σωκράτους εἰκόνος οὔπω Σωκράτους ἐστὶν εἰκών. εἰ δὲ καὶ τὰ ἴχνη δεξαμένη ἔτι ἐστὶν ἀσώματος καὶ διὰ τοῦτο ἀόρατος ἅτε δὴ μήπω σωματωθεῖσα, τὸ δὲ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ὁρατὸν εἶναί φησιν ὁ Πλάτων, οὐκ ἄρα τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον τὴν ὕλην εἶναί φησιν ὁ Πλάτων τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην, τὰ σώματα δὲ μᾶλλον τὰ μήπω τῆς προσηκούσης τάξεως». εἰ μὲν οὖν ταῦθʼ οὕτω διακεκρίσθαι κατὰ χρόνον ὁ Πλάτων ἔλεγεν, λέγω δὴ τά τε σώματα τὰ ἐξ ὧν ὁ κόσμος καὶ τὴν ἐπʼ αὐτοῖς τάξιν, οὐδεὶς ἂν οἶμαι τὸν λόγον νοῦν ἔχων ἀπεδέξατο· ἅμα γὰρ ὑφίστησιν ὁ θεὸς μετὰ τῆς προσηκούσης τάξεως ἕκαστον. εἰ δὲ διδασκαλίας χάριν, ᾗ φησιν ὁ Πορφύριος, ταῦτα ὑπέθετο, ἐφʼ ᾧ συνιδεῖν, τί μὲν αὐτὰ καθʼ αὑτὰ ἀπὸ τῆς ἰδίας ἔχει τὰ σώματα φύσεως καὶ αὐτῆς δηλονότι τῆς φύσεως αὐτῶν θεόθεν παρασχεθείσης, τί δὲ ἀπὸ τοῦ τάξαντος αὐτὰ θεοῦ προσγίνεται, οὐδὲν μὲν ἴσως ἔγκλημα ὁ λόγος ἕξει, οὐκ ἐντεῦθεν δέ, ὡς ἂν οἰηθείη τις, συνάγεται τὸ ἄναρχον εἶναι κατὰ Πλάτωνα τὸν κόσμον σαφῶς ἐκείνου γενέσεως ἔχειν αὐτὸν ἀρχὴν εἰπόντος καὶ πρὶν γενέσθαι μὴ εἶναι καί, ἐπείπερ ἐγένετο, μήτε ἄλυτον εἶναι πάμπαν μήτε ἀθάνατον, εἰ καὶ ἐπίκτητον καὶ ἐπισκευαστὴν παρὰ τοῦ θεοῦ τὴν ἀθανασίαν λαμβάνοι· ἐπεὶ καὶ πόλιν ἐπισκευαζομένην ἀθάνατον διαμένειν ἐνδέχεται. καὶ τὸ πανταχοῦ δὲ ταῦτα περὶ τῆς τοῦ κόσμου γενέσεως λέγειν Πλάτωνα καὶ τὸ κατὰ φύσιν αὐτὸν εἶναι λύσεως δεκτικόν, μηδαμοῦ δὲ μηδὲ ψιλὸν ἀφεῖναι ῥῆμα, ὡς ἢ ἀγένητος εἴη ὁ κόσμος ἢ ἀρχὴν τοῦ εἶναι οὐκ ἔχει ἢ κατὰ φύσιν ἄφθαρτος εἴη ἢ ἕτερόν τι τοιοῦτο παραπλήσιον, πῶς οὐ μεγίστην ἔχει τῆς Πλάτωνος διανοίας ἀπόδειξιν τὸ γενητὸν εἶναι κατὰ χρόνον οἴεσθαι, τουτέστιν τῇ τοῦ χρόνου γενέσει συνάρξασθαι οὐκ ὄντος ἀϊδίου τοῦ χρόνου; χρόνον γάρ φησιν μετʼ οὐρανοῦ γεγονέναι, ἵνʼ ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν τις αὐτῶν λύσις γένηται. εἰ γὰρ καὶ ἐν Τιμαίῳ ἅτε δὴ περὶ τοῦ κόσμου διδάξαι προθέμενος διδασκαλίας χάριν, ὥς φασιν, γένεσιν αὐτοῦ ὑπέθετο, τί δήποτε, εἰ καὶ ἐν πολιτικῷ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν τὰ αὐτὰ περὶ τῆς τοῦ κόσμου λέγει γενέσεως, οὐδαμοῦ δὲ κατʼ οὐδένα τρόπον ὡς ἀγένητος εἴη ἐδίδαξεν; ἀλλʼ ἐπειδὴ ταῦθʼ ἡμῖν ἐντελέστερον ἐν τῷ ἕκτῳ εἴρηται λόγῳ καὶ μᾶλλον τῆς ἐκ τῶν πραγμάτων ἐχόμεθα ἀποδείξεως καὶ οὐχὶ τὰ δοκοῦντα μόνον Πλάτωνι νῦν ἡμῖν ἐξετάζειν πρόκειται, αὐτοῦ καὶ τοῦτον περιγράφομεν τὸν λόγον, ἵνα μὴ περιττὸν ὄχλον τοῖς ἐντυγχάνουσιν ἐπιφέρωμεν. Τέλος λύσεως τοῦ τεσσαρισκαιδεκάτου λόγου.