Πρόκλου διαδόχου λόγος τρισκαιδέκατος.
«Τρισκαιδέκατος· τὴν κίνησιν ἀπονεῖμαί φησιν τῷ κόσμῳ τὸν θεὸν τὴν οἰκείαν τοῦ σώματος σφαιροειδοῦς ὄντος τὴν κύκλῳ περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν. εἰ οὖν τῷ κόσμῳ ταύτην οἰκείαν εἶναι συγχωρεῖ τὴν κίνησιν, συγχωρήσει ἂν καὶ αὐτὸς φύσει κυκλοφορητικὸν εἶναι τὸν οὐρανόν. εἰ δὲ ταύτην ἔχει κατὰ φύσιν κίνησιν, οὔτʼ ἂν τὴν ἐπὶ τὸ ἄνω κίνησιν οὔτε τὴν ἐπὶ τὸ κάτω φαῖμεν αὐτῷ προσήκειν· αὗται δὲ τῶν τῇδε στοιχείων εἰσὶν αἱ κινήσεις· τὸν ἄρα οὐρανὸν ἐξῃρῆσθαι τῶν εὐθυπορουμένων ἀνάγκη σωμάτων. οὔτʼ ἄρα πῦρ ἐστιν οὔτε γῆ οὔτε τι τῶν μέσων ἐν τούτοις σωμάτων οὔτε κοῦφον οὔτε βαρὺ τὸ οὐράνιον σῶμα, εἰ βαρὺ μέν ἐστιν τὸ κάτω φερόμενον, τὸ δὲ ἄνω κοῦφον. εἰ δὲ μηδέν ἐστιν τῶνδε τῶν στοιχείων, ἄλλο τι ἂν εἴη παρὰ ταῦτα τὸ κύκλῳ κατὰ φύσιν κινούμενον. εἰ οὖν αἱ γενέσεις καὶ φθοραὶ τῶν ἐναντίων ἀλλήλοις εἰσίν, ἐναντία δὲ τὰ ἐναντίας ἔχοντα κατὰ φύσιν κινήσεις καὶ ἓν ἑνὶ ἐναντίον — καὶ γὰρ τοῦτο Πλατωνικὸν ἐν Πρωταγόρᾳ ῥηθέν —, ταῦτα μὲν ἂν φθείροιτο καὶ γίνοιτο, τὸ δὲ οὐράνιον ἀγένητον ἂν εἴη καὶ ἄφθαρτον. εἰ δὲ καὶ ταῦτα τοῖς μὲν μέρεσιν γίγνεται καὶ φθείρεται, τὰ δὲ ὅλα ἀεὶ κατὰ φύσιν ἔχει μένοντα ἐν τοῖς ἑαυτῶν τόποις, ἐκ δὲ τούτων ὁ κόσμος ἔκ τε οὐρανοῦ καὶ τῶν τεττάρων ὅλου ἑκάστου, εἴη ἂν καὶ αὐτὸς ἀγένητος καὶ ἄφθαρτος — τὰ γοῦν ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη τῶν ἐν αὐτῷ θεῶν δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, ᾗ φησιν ἐκεῖνος — καὶ τὰ γένη τῶν ποιούντων· φαντάζεται δʼ εἶναι καὶ ταῦτα μέρη τοῦ παντὸς ἐν αὐτῷ περιεχόμενα καίτοι καὶ τῶν ἄλλων πάντων αἰτιατῶν ἐν τοῖς οἰκείοις αἰτίοις περιεχομένων καὶ συνεχομένων ὑπʼ αὐτῶν. εἰ οὖν ὁ κόσμος ἐκ τῶν ἀγενήτων ἐστὶν καὶ ἀφθάρτων, καὶ αὐτὸς πολλῷ μᾶλλον ἀγένητος καὶ ἄφθαρτος· εἴη γὰρ ἂν τῶν μερῶν χεῖρον τὸ ὅλον, εἰ αὐτὸ μὲν ἔχει γένεσιν καὶ φθοράν, τὰ δὲ μέρη τοὐναντίον ἀγένητα εἴη καὶ ἄφθαρτα. καίτοι γε ὅτι τὸ ὅλον τῶν μερῶν κρεῖττον, αὐτός ἐστιν ὁ λέγων· οὐ γὰρ τὸ ὅλον ἕνεκα εἶναι τῶν μερῶν ἀλλὰ τὰ μέρη τοῦ ὅλου· τὸ δὲ οὗ ἕνεκα τῶν ἕνεκά του κρεῖττον· τὰ δὲ στοιχεῖα μέρη τοῦ ἐξ αὐτῶν· ὥστε τὸ ἐκ τῶν στοιχείων τῶν ἑαυτοῦ στοιχείων κρεῖσσον. εἰ οὖν ὁ οὐρανὸς ἐκ στοιχείων ἐστὶν ἀγενήτων καὶ ἀφθάρτων, καὶ αὐτὸς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ δέδεικται καὶ τοῦτο ἀπὸ τῶν Πλατωνικῶν ἀρχῶν.» Κεφάλαια τῆς λύσεως τοῦ τρισκαιδεκάτου λόγου.αʹ. Ὡς ἐν προοιμίῳ, ὅτι καὶ ἑαυτῷ ὁ Πρόκλος καὶ Πλάτωνι ἀντιφθέγγεται ἑτέρας οὐσίας εἶναι παρὰ τὰ τέσσαρα στοιχεῖα τὸν οὐρανὸν οἴεσθαι λέγων τὸν Πλάτωνα. βʹ. Ὅτι ὡς ζῷον τὴν κύκλῳ κίνησιν κινεῖσθαι τὸν οὐρανὸν ὁ Πλάτων βούλεται οὐχ ὑπὸ φύσεως ἀλλʼ ὑπὸ ψυχῆς αὐτῷ ταύτης τῆς κινήσεως γινομένης. καὶ ὅτι ἐπὶ πάντων τῶν ζῴων ἡ ὑπὸ ψυχῆς αὐτοῖς ὡς ζῴοις ἐνδιδομένη κίνησις οὐ κατὰ φύσιν. καὶ ὅτι οὔτε ἡ τοῦ σχήματος τῶν ζῴων διαφορότης οὔτε ἡ τῆς κινήσεως ἐκ διαφόρων καὶ οὐκ ἐκ τῶν αὐτῶν στοιχείων συγκεῖσθαι τὰ σώματα αὐτῶν λέγειν ἡμᾶς ἀναγκάζει. γʹ. Ὅτι ἐξ αὐτῶν, ὧν συμφώνως τῇ φύσει τῶν πραγμάτων συνεχώρησεν ὁ Πρόκλος, οὐδεμία ἀνάγκη τὸν οὐρανὸν ἐπʼ εὐθείας κινεῖσθαι, κἂν ἐκ πυρὸς εἴη πλείστου κατὰ Πλάτωνα, ἀλλʼ εἴτε ὑπὸ ψυχῆς κύκλῳ τις αὐτὸν κινεῖσθαι λέγοι εἴτε ὡς σῶμα ἄψυχον ὑπὸ φύσεως, κατὰ λόγον κύκλῳ κινεῖται ἐκ τῆς τῶν στοιχείων ὑπάρχων φύσεως. δʹ. Ὅτι καὶ ἑαυτῷ ὁ Πρόκλος μάχεται καὶ διὰ τὸ κύκλῳ κινεῖσθαι ἑτέρας οὐσίας λέγων εἶναι τὸν οὐρανόν. εʹ. Ὅτι ἀδύνατον ἐπʼ εὐθείας κινεῖσθαι τὸν οὐρανόν, κἂν ἐκ πυρὸς εἴη πλείστου κατὰ Πλάτωνα. ϛʹ. Ὅτι οὐδεμία ἀνάγκη διʼ αὐτὸ μόνον τὸ κύκλῳ φέρεσθαι ἕτερον εἶναι τῆς τῶν στοιχείων φύσεως τὸ οὐράνιον σῶμα. ζʹ. Ὅτι ἔκ τε τῶν Πλάτωνος ἀρχῶν καὶ ἐξ ὧν ὁ Πρόκλος δέδωκεν γενητὸν εἶναι καὶ φθαρτὸν φύσει τὸ οὐράνιον ἀνάγκη σῶμα. ηʹ. Ὅτι ψεῦδος τὸ μὴ εἶναι τοῦ κόσμου μέρη τὰ γινόμενα καὶ φθειρόμενα. ἐν ᾧ, ὅτι τὸ τοῦ μέρους μέρος ἀνάγκη καὶ τοῦ ὅλου μέρος εἶναι. θʹ. Ὅτι εἰς ἀντίφασιν ὁ Πρόκλος πανταχόθεν περιπίπτει τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι λέγων τοῦ κόσμου μέρη ἀλλʼ ἀποτελέσματα. ἐν ᾧ, ὅτι καὶ Πλάτων τὰ τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ καὶ τοῦ ὅλου κόσμου μόρια εἶναί φησιν. ιʹ. Ὅτι, οὗ τὰ μέρη γενητά ἐστιν καὶ φθαρτά, καὶ τὸ ὅλον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη καὶ διὰ τοῦτο καὶ τὰς τῶν στοιχείων ὁλότητας καὶ τὸν ὅλον κόσμον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη. αιʹ. Ὡς ἐν ἐπαναλήψει πάλιν, ὅτι ψεῦδος τὸ τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι τοῦ κόσμου μέρη καὶ ὅτι τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου ἐστὶν μέρη. βιʹ. Ὅτι καὶ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ λοιπὰ σύνθετα σώματα μέρη ἐστὶν τοῦ παντὸς κόσμου καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὸν Πλάτωνα. γιʹ. Πλάτωνος ἐκ Τιμαίου, ὅτι ὁ μὲν σύμπας κόσμος ἐκ τεσσάρων καὶ μόνον συνέστηκεν σωμάτων, ὁ δὲ οὐρανὸς ἐκ πυρὸς καὶ μάλιστα. διʹ. Ὅτι οὐκ ἀναγκαία ἡ ἐν τῷ πρώτῳ τῶν μετεώρων ἐπιχείρησις Ἀριστοτέλους, διʼ ἧς ὡς οὐκ ἔστιν πύρια τὰ οὐράνια κατασκευάζειν δοκεῖ. ειʹ. Χρήσεις Ταύρου τοῦ Πλατωνικοῦ, Πορφυρίου, Πρόκλου, Πλωτίνου, ὅτι ἐκ τῶν τεσσάρων καὶ μόνον στοιχείων συνεστάναι τὸν κόσμον βούλεται Πλάτων ἀγνοῶν τὸ παρὰ Ἀριστοτέλει πέμπτον καλούμενον σῶμα, ἐξ οὗ φησιν εἶναι τὸν οὐρανὸν ἐκεῖνος. ϛιʹ. Ὅτι ταῖς αὐταῖς ποιότησι — θερμότητί φημι καὶ ψύξει καὶ ταῖς λοιπαῖς —, αἷς παρʼ ἡμῖν τὰ στοιχεῖα εἰδοποιεῖται, καὶ τὸν οὐρανὸν πεποιῶσθαί φησιν ὁ Πλάτων. ζιʹ. Ὅτι οὐδὲ ἐνδέχεσθαί φησιν ὁ Πλάτων ἕτερον εἶναι σῶμα ἁπλοῦν παρὰ τὰ τέσσαρα στοιχεῖα. ηιʹ. Τίσι λόγοις ὁ Πλάτων πέντε στερεῶν καὶ ἁπλῶν σωμάτων ὄντων, κύβου πυραμίδος ὀκταέδρου καὶ δωδεκαέδρου καὶ εἰκοσαέδρου, τὰ μὲν τέσσαρα τοῖς τέτρασιν στοιχείοις ἀπένειμεν, τὸ δωδεκάεδρον δὲ τῷ παντὶ κόσμῳ. καὶ ὅτι οὐδὲ ἐκ τούτου τὴν πέμπτην εἰδὼς οὐσίαν φαίνεται. Λύσις τοῦ τρισκαιδεκάτου λόγου.
αʹ. Οὐκ ἔστιν μέτρον ἀναιδείας οὐδέν, ὃ οὐκ ἂν ἡ τῶν ἀνθρώπων παραδράμοι φύσις, εἰ Πλάτωνος ἐναργῶς οὑτωσὶ βοῶντος ἐκ πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος τὸν πάντα συνεστάναι κόσμον, οὐχ ἥκιστα δὲ καὶ τὸν οὐρανὸν καὶ τὰ κατʼ οὐρανὸν ἅπαντα ἐκ τῶν αὐτῶν μὲν τούτων συγκεῖσθαι σωμάτων, πλείονος δὲ μοίρας μετέχειν πυρός, γεγόνασί τινες ἄνθρωποι τὸ σεμνὸν τῆς φιλοσοφίας ἐπαγγελλόμενοι πρόσχημα καὶ τῶν Πλάτωνος ὑφηγηταὶ δογμάτων εἶναι βουλόμενοι εἰς τοσαύτην ὑπερβολὴν ἀγνωμοσύνης ἐλάσαντες, οὓς ἥκιστα ἐχρῆν, ὡς τολμῆσαι εἰπεῖν — οὐ γὰρ φρονεῖν γε, ὡς ἐμοὶ φαίνεται —, ὡς ἑτέρας σώματος οὐσίας παρὰ τὰ τέσσαρα τὸν οὐρανὸν εἶναι ὁ Πλάτων ἠβούλετο μήτε γῆν ὄντα μήτε πῦρ μήτε τι τῶν μεταξὺ ἀλλὰ μήτε σύνθετον ἐκ τούτων. καίτοι γε αὐτὸς οὗτος ἡμῖν ὁ τοῦ Πλάτωνος ἐξηγητής, ἐν οἷς πρὸς τὸν Ἀριστοτέλην κατὰ τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον εἰρημένων ἐκείνῳ ἀντεξανίστατο, Ἀριστοτέλους ἐγκαλοῦντος Πλάτωνι ἐκ τῶν τεσσάρων στοιχείων συντιθέντι τὸν οὐρανόν, πολὺς γέγονεν πείθειν ἐπιχειρῶν, ὡς οὐκ ἔκφυλός τις καὶ ξένη τῶν τεσσάρων στοιχείων, ἐξ ὧν ὁ πᾶς κόσμος συνέστηκεν, ἡ τοῦ οὐρανίου σώματός ἐστιν φύσις, οἵαν ὁ Ἀριστοτέλης τὴν τοῦ πέμπτου σώματος τῷ παντὶ φύσιν εἰσέφρησεν, ἀλλʼ ὅτι αὐτῶν ἡ καθαρωτάτη μοῖρα τὸ οὐράνιον ἀπετέλεσεν σύγκραμα. πῶς οὖν νῦν ἡμῖν τὴν ἐφʼ ἑκάτερα τῶν λόγων ἐπιδεικνύμενος δύναμιν συκοφαντεῖ μὲν τὸν συνηγορούμενον Πλάτωνα, αὐτὸς δὲ πρύμναν ἐν τοῖς λόγοις κρουσάμενος παλινῳδίαν ᾄδει; ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον δείξομεν ἐξ αὐτοῦ τε Πλάτωνος καὶ τῶν τοῦτον ὑπομνηματισαμένων καὶ τῆς τῶν ἄλλων φιλοσόφων περὶ αὐτοῦ μαρτυρίας καὶ αὐτοῦ δὲ Πρόκλου προάγοντες τὰς πίστεις, ὡς Πλάτων ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν συγκεῖσθαι βούλεται ἅπαντα. ἐκεῖνο δὲ νῦν πρῶτον ἐξεταστέον, εἴ τινα πιθανὴν γοῦν ἀφορμὴν ὁ λόγος ἔχει τῷ κύκλῳ τὸν οὐρανὸν κινεῖσθαι λέγοντι τὸ καὶ ἑτέρας αὐτὸν οὐσίας εἶναι παρὰ τὰ τέσσαρα ὑποτίθεσθαι. τὰς μὲν οὖν Ἀριστοτέλους ὑπὲρ τοῦ πέμπτον εἶναί τι σῶμα τὸν οὐρανὸν ἐπιχειρήσεις ἐν τοῖς πρὸς αὐτὸν — σὺν θεῷ δὲ εἰρήσθω — λεχθησομένοις ἐπισκεψόμεθα· νῦν δὲ τοσοῦτον μόνον ὁ λόγος ἐξετάσει, εἰ μαχόμενα Πλάτων ὑπέθετο ἐκ πυρὸς πλείστου τὸν οὐρανὸν εἶναι λέγων, σφαιρικὸν δὲ αὐτῷ σχῆμα καὶ τὴν κύκλῳ κίνησιν ὡς οἰκείαν ἀφορίζων. εἰ μὲν οὖν ἀνάγκη τις ἐκ τοῦ λόγου φαίνοιτο τῷ κύκλῳ τὸν οὐρανὸν κινεῖσθαι λέγοντι τὸ καὶ τῆς τῶν τεσσάρων οὐσίας ἕτερον αὐτὸν ὑποτίθεσθαι, οὐδʼ οὕτω μὲν εὔλογον, ὅπερ πολλάκις εἶπον, τὰ διαρρήδην καὶ ἄνευ τινὸς ἐπικρύψεως εἰρημένα Πλάτωνι ἀπό τινων ἀδήλων στοχασμῶν ὡς οὐδʼ εἴρηται διακρούεσθαι, ἀλλʼ, εἴπερ ἄρα, τῇ μάχῃ μόνον φιλαλήθως ἐφιστάνειν τῶν ὑποθέσεων. ὅμως δʼ οὖν συγγνώμη τοῖς φιλοπλάτωσι εἰς συμφωνίαν αὐτὸν εἰ καὶ παρὰ τὴν ἀλήθειαν ἄγουσιν. εἰ δὲ ἐνδεχόμενον σαφῶς φανείη καὶ ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν εἶναι καὶ κατὰ φύσιν κύκλῳ φέρεσθαι, σοφιστὴν ἄντικρυς τὸν ἐπικεχειρηκότα γινώσκειν εὔλογον πρὸς τὸ δοκοῦν μόνον καὶ οὐ πρὸς ἀλήθειαν τοὺς λόγους ἐκβιαζόμενον· οὐ γὰρ ἀγνοεῖν οἶμαι τὸ ἀληθὲς τὸν οὕτως εἰς τὸ τὰ ἐναργῆ συσκιάζειν εὐμήχανον. πρόεισι δʼ οὖν τῷ Πρόκλῳ τὸν τρόπον τοῦτον ἡ ἐπιχείρησις.
βʹ. Τὴν κίνησίν φησιν ὁ Πλάτων ἀπονεῖμαι τῷ κόσμῳ τὸν θεὸν τὴν οἰκείαν τοῦ σώματος σφαιροειδοῦς ὄντος τὴν κύκλῳ περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν. οὐκοῦν, εἰ κύκλῳ κινεῖται, φησίν, ὁ οὐρανός, τῶν εὐθυφορουμένων σωμάτων ἐστὶν ἕτερος, πυρὸς ἀέρος ὕδατός τε καὶ γῆς· τούτων γὰρ τὰ μὲν βαρέα κάτω τὰ δὲ κοῦφα ἄνω φέρεται. οὔτε κοῦφον ἄρα, φησίν, οὔτε βαρὺ τὸ οὐράνιον σῶμα ὁ Πλάτων ᾤετο. ἀλλʼ εἰ μὲν ἁπλοῦν ὁ Πλάτων ἢ ἄψυχον εἶναι σῶμα τὸν οὐρανὸν ὑπετίθετο, τάχα ἂν τὸ πιθανὸν ἔχειν, εἰ καὶ μὴ τἀληθές, τῷ λόγῳ συνεχωρήσαμεν σύνθετον μὲν αὐτὸν ἐκ τῶν στοιχείων εἶναι, εἰ καὶ πλείστης μοίρας μετέχειν πυρός, ἔμψυχον δʼ ὅμως καὶ ζῷον εἶναι καὶ ὑπὸ ψυχῆς κινεῖσθαι. παντὶ δῆλον οἶμαι, ὡς τὴν κύκλῳ κίνησιν οἰκείαν φησὶν καὶ κατὰ φύσιν ὑπάρχειν τῷ οὐρανῷ οὐχ, ᾗ σῶμά ἐστιν αὐτὸς καθʼ αὑτὸν χωρὶς τῆς ἐφεστηκυίας αὐτῷ ψυχῆς ἐπινοούμενος, ἀλλʼ ᾗ ζῷόν ἐστιν, ὑπὸ ψυχῆς αὐτῷ ἐγγινομένην. ἡ δὲ τῶν κούφων ἐπὶ τὸ ἄνω κίνησις καὶ ἡ τῶν βαρέων εἰς τοὔμπαλιν οὐκ ἐμψύχων σωμάτων ἀλλʼ ἀψύχων ἐστὶν κίνησις ἀπροαιρέτως μόνῃ τῇ ἐμφύτῳ ῥοπῇ φερομένων. καὶ συμβαίνει γε πολλάκις τὴν ὡς ζῴῳ κατὰ φύσιν ὑπάρχουσάν τινι κίνησιν μὴ κατὰ φύσιν εἶναι τῷ ὑποκειμένῳ σώματι· καὶ γὰρ τὰ παρʼ ἡμῖν ζῷα τὴν ἐπὶ τὰ πλάγια κινούμενα κίνησιν κατὰ φύσιν μὲν ὡς ζῷα κινεῖται, οὐδενὸς δὲ τῶν στοιχείων, ἐξ ὧν τὰ σώματα αὐτῶν σύγκειται, οὐδʼ αὐτοῦ τοῦ συνθέτου κατὰ φύσιν ἐστὶν ἡ ἐπὶ τὰ πλάγια κίνησις· κατὰ γὰρ τὸ ἐπικρατοῦν τῶν ἁπλῶν τῶν ἐν αὐτοῖς κινεῖται τὰ σύνθετα, ὅταν ὡς ἄψυχα καὶ οὐχ ὡς ζῷα κινεῖται· πλεοναζόντων γὰρ ἐν τοῖς τῇδε συνθέτοις σώμασι τῶν βαρέων στοιχείων γῆς τε καὶ ὕδατος κατὰ φύσιν αὐτοῖς ἡ ἐπὶ τὰ κάτω φορά· ὥστε τῶν ζῴων ἐπὶ τὰ πλάγια ὑπὸ ψυχῆς γινομένη οὐ κατὰ φύσιν τοῖς τῶν ζῴων ἐστὶν σώμασιν. καὶ τὰ αὐξόμενα δὲ τῶν ἐμψύχων σωμάτων ἐπὶ τὸ ἄνω τῇ αὐξήσει φερόμενα καὶ τὰ πτηνὰ ὅλα καθʼ ὅλα αὐτὰ κάτωθεν ἄνω μεθιστάμενα ὡς μὲν ἔμψυχα κατὰ φύσιν τὴν τοιαύτην ποιεῖται κίνησιν, ὡς δὲ γεηρά τε καὶ βαρέα παρὰ φύσιν. τί δʼ ἄν τις εἴποι τῶν φυτῶν τὰ τῇ περιφορᾷ τοῦ ἡλίου συμπεριθέοντα, ἅπερ ἐπωνύμως ἐκ τῆς κινήσεως ἡλιοτρόπια προσαγορεύεται; λεγέτωσαν γὰρ ἡμῖν, ποίου σώματος τῶν ἁπλῶν ἐστιν κατὰ φύσιν ἡ τοιαύτη κίνησις. ἢ οὖν ἀνάγκη καὶ ταῦτα τῆς τῶν στοιχείων ἀλλοτριοῦν φύσεως διὰ τὸ διάφορον τῆς κινήσεως ἤ, εἴπερ ἄλλη μέν ἐστιν ἑκάστου σώματος ἡ παρὰ τῆς ἰδίας φύσεως ὡς ἀψύχου κίνησις, ἄλλη δὲ ὡς ἐμψύχου ἀπὸ τῆς ψυχικῆς ἐγγινομένη δυνάμεως, καὶ τὸν οὐρανὸν δὲ ὁ Πλάτων ἔμψυχον εἶναι καὶ ὑπὸ ψυχῆς κινεῖσθαι βούλεται, δῆλον ἄρα, ὅτι ὡς ζῴῳ κατὰ φύσιν αὐτῷ τὴν κύκλῳ κίνησιν ἀφορίζει· εἰ γὰρ περὶ νοῦν μάλιστα εἶναί φησιν τὴν κύκλῳ κίνησιν καί, ὡς Πλωτῖνός φησιν, κύκλῳ κινεῖται, ὅτι νοῦν μιμεῖται, δῆλον, ὡς ἀπὸ ψυχῆς ἐφήκειν αὐτῷ τὴν κύκλῳ βούλεται κίνησιν πρὸς μίμησιν τῆς νοερᾶς ἐνεργείας τὸ οἰκεῖον σῶμα κινούσης· οὐ γὰρ ἄνευ ψυχῆς κατὰ μόνην τὴν ἄλογόν τε καὶ φυσικὴν ὁρμὴν τῆς κινήσεως μιμεῖσθαι τὸν νοῦν τὸ ἄψυχόν τις εὐλόγως σῶμα ὑπονοήσειεν. εἰκότως δὲ καὶ τῷ σχήματί φησιν οἰκείαν εἶναι τὴν κύκλῳ κίνησιν· καὶ γὰρ ἑκάστῳ σχήματι ζῴου πρόσφορος ἡ παρὰ τῆς ἐνούσης ψυχῆς ἐνδίδοται κίνησις· ὅθεν ἄλλη μὲν πτηνῶν, ἄλλη δὲ χερσαίων, ἄλλη δὲ τῶν ἐνύδρων ζῴων ἡ κίνησις, καὶ τὰ μὲν πτηνὰ καὶ ἔνυδρα ὁμοίως ἄνω τε καὶ κάτω καὶ ἐπὶ τὰ πλάγια φέρεται, τῶν δὲ χερσαίων ἄλλως μὲν τὰ ὑπόποδα, ἄλλως δὲ κινεῖται τὰ ἄποδα. τί οὖν θαυμαστόν, εἰ καὶ ὁ οὐρανὸς πρὸς λόγον τοῦ σώματος ὑπὸ ψυχῆς κινεῖται, εἴπερ καὶ μᾶλλον πρὸς λόγον τῶν τῆς ψυχῆς ὁρμῶν καὶ δυνάμεων διαπέπλασταί τε αὐτὸς καὶ κινεῖται, ὡς καὶ ἐπὶ τῶν λοιπῶν πάντων ζῴων ἡ διάπλασις τῶν σωμάτων καὶ διοργάνωσις οὐ παρὰ τὴν διάφορον τῶν ἁπλῶν οὐσίαν, ἐξ ὧν τὰ ζῷα σύγκειται, ἀλλὰ παρὰ τὰς διαφόρους δυνάμεις τῶν ἐνεργεῖν μελλουσῶν ἐν αὐτοῖς ψυχῶν ὑπὸ τῆς δημιουργοῦ φύσεως προῳκονόμηται, ὡς καὶ ἐν τῷ ἕκτῳ λόγῳ διὰ πλειόνων ἐδείξαμεν. εἰ οὖν ἡ τῶν σχημάτων διαφορὰ οὐσίας ἐξαλλαγὴν οὐκ ἐργάζεται — λέγω δὲ οὐσίας τῆς κατὰ τὰ στοιχεῖα, ἐξ ὧν τὰ ζῷα σύγκειται —, οὐδʼ ἄρα ἡ διὰ τὸ σχῆμα γενομένη τῶν ἐμψύχων κίνησις ἑτεροφυῆ λέγειν ἡμᾶς αὐτῶν ἀναγκάσει τὰ σώματα. ἐνδέχεται ἄρα Πλάτωνα καὶ κύκλῳ λέγειν κατὰ φύσιν κινεῖσθαι τὸ οὐράνιον σῶμα ὡς ἔμψυχον καὶ τῆς τῶν κοινῶν στοιχείων αὐτὸ φύσεως ὑποτίθεσθαι. ἔτι εἰ πᾶν ζῷον τοπικήν τινα κίνησιν ἀπὸ ψυχῆς κινεῖται — τό τε γὰρ ἵπτασθαι τοῖς πτηνοῖς ὑπὸ ψυχῆς γίνεται καὶ τοῖς ἐνύδροις τὸ νήχεσθαι καὶ τοῖς χερσαίοις τό τε ἕρπειν καὶ τὸ διὰ σκελῶν κινεῖσθαι —, ζῷον δὲ εἶναι τὸν οὐρανὸν ὁ Πλάτων λέγει, δηλονότι καὶ τοπικὴν αὐτῷ κίνησιν ὑπὸ ψυχῆς γίνεσθαι συγχωρήσει· πᾶν γὰρ ζῷον ὑπὸ ψυχῆς τοπικήν τινα κινεῖται κίνησιν καὶ οὐδὲν ἔστιν ζῷον ἐστερημένον ταύτης. οὐδεμίαν δὲ ἄλλην τοπικὴν κινεῖται κίνησιν ὁ οὐρανὸς ἢ τὴν κύκλῳ· οὐκοῦν ὑπὸ ψυχῆς ταύτην κατὰ Πλάτωνα κινηθήσεται. εἰ δὲ ὑπὸ ψυχῆς κύκλῳ κινεῖται, ἑτέρα δέ ἐστιν ἡ ὑπὸ ψυχῆς τῶν ζῴων γινομένη κίνησις παρὰ τὴν ἐκ τῆς ἐμφύτου ῥοπῆς ὡς ἀψύχοις τοῖς σώμασιν αὐτῶν ἐνδιδομένην, οὐκ ἄρα φυσικὴν εἶναι τοῦ οὐρανίου σώματος τὴν κύκλῳ κίνησιν ᾤετο ὁ Πλάτων ἀλλʼ ἀπὸ ψυχῆς αὐτῷ ἐγγίγνεσθαι. ὅθεν αὐτὸς ἐν τῇ ψυχογονίᾳ ὁ Πλάτων τὰς τῶν οὐρανίων σφαιρῶν κινήσεις τῇ ψυχῇ τοῦ σώματος περιῆψεν, ὡς ἐξ αὐτῶν μαθεῖν ἔστιν τῶν ῥητῶν Πλάτωνος· τὴν γὰρ τῆς ἀπλανοῦς κίνησιν, ἣν καλεῖ ταὐτοῦ, καὶ τὴν τῶν ἐντὸς ἑπτὰ πλανωμένων, ἣν θατέρου προσηγόρευσεν, αὐτὴν τὴν ψυχὴν τοῦ παντὸς εἶπεν κινεῖσθαι καί, ὅπερ φησὶν Ἀριστοτέλης, ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. εἰ τοίνυν σαφῶς νοερὰν εἶναί φησιν καὶ ἀσώματον τὴν τοῦ παντὸς ψυχὴν ὁ Πλάτων, διαπλέξας δὲ αὐτὴν πρὸς τὸν οὐρανὸν τὰς τοῦ οὐρανίου σώματος κινήσεις τοπικὰς οὔσας κινήσεις αὐτὴν εἶπεν κινεῖσθαι, τὴν δὲ ψυχὴν ἀσώματον οὖσαν κατὰ τόπον κινεῖσθαι ἀδύνατον, καὶ τυφλῷ γε οἶμαι δῆλόν ἐστιν, ὡς ὅτι τὸν συμβολικὸν τῆς διδασκαλίας τρόπον τὸ τῆς κινήσεως τῷ οὐρανῷ αἴτιον αὐτὸ εἶπεν κινεῖσθαι· τὰ γὰρ ἐν τῷ αἰτιατῷ εἰκονικῶς ἐνυπάρχοντα ταῦτα ἐν τῷ αἰτίῳ παραδειγματικῶς προϋπάρχει· τὸ γὰρ ἐν τῇ ψυχῇ τοῦ οἰκοδόμου τῆς οἰκίας εἶδος παράδειγμά τέ ἐστιν καὶ αἴτιον τῆς ἐκ λίθων οἰκίας· ἐκ ταύτης γὰρ τῆς ἐννοίας καὶ ὁ Πλάτων ἰδέας εἶναι τῶν πάντων ὑπέθετο.
γʹ. Ἀλλʼ εἰ καὶ μὴ φύσει κύκλῳ κινεῖται ὁ οὐρανός, φησίν, ἀλλʼ ὑπὸ ψυχῆς, τίς ἐστιν ἡ φυσικὴ τοῦ οὐρανίου σώματος κίνησις; εἰ γὰρ τῶν εὐθυφορουμένων ἐστὶν σωμάτων, ἢ ἄνω ἢ κάτω κινηθήσεται, ὧν ἑκατέρας ἐξῄρηται. αὐτὸς ἡμῖν ὁ Πρόκλος τὴν ἔνστασιν ἐπελύσατο· ἐν γὰρ τῷ δεκάτῳ λόγῳ φησίν, ὡς ἤδη ἔγνωμεν, ὅτι τῶν τοῦ κόσμου στοιχείων ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ ἢ μένει ἢ κύκλῳ κινεῖται· «τότε γὰρ ἐπʼ εὐθείας κινεῖται», φησίν, «ὅταν μὴ ἐν τῷ οἰκείῳ ᾖ, σπεῦδον εἰς ἐκεῖνον ἐλθεῖν». εἰ τοίνυν ἐν τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἕκαστον ἢ μένει ἀκίνητον ὡς ἡ γῆ ἢ κύκλῳ κινεῖται καὶ οὐκ ἐπʼ εὐθείας ὡς τὸ ὑπέκκαυμα καὶ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν ἀήρ, ἕκαστον δὲ τῶν συνθέτων σωμάτων, ἐξ οὗ πλείστου μετέχει στοιχείου, τὸν ἐκείνου τόπον κατείληφεν, ὡς τὰ ἡμέτερα σώματα γεώδη ὄντα ἐν τῷ αὐτῷ ἐστιν τῇ γῇ τόπῳ, ὁ δὲ οὐρανὸς ἐκ πλείστου πυρὸς συνέστηκε κατὰ Πλάτωνα καὶ πυρὸς τοῦ λεπτοτάτου τε καὶ καθαρωτάτου, τῷ δὲ πυρὶ τόπος ἐστὶν κατὰ φύσιν ὁ ἐξωτάτω, ἐν τούτῳ δέ ἐστιν καὶ ὁ οὐρανός, καὶ ὁ οὐρανὸς ἄρα τὸν οἰκεῖον τόπον κατείληφεν καὶ κατειληφὼς κύκλῳ κινεῖται. εἴτε ἄρα ὑπὸ ψυχῆς αὐτῷ ἐφήκει ἡ κύκλῳ κίνησις, αὐτὸς δὲ οὐδεμίαν ἀπὸ τῆς ἑαυτοῦ φύσεως κινεῖται κίνησιν, κατὰ φύσιν δηλονότι μένει καὶ οὐ κινεῖται ἐπʼ εὐθείας ὡς τὸν οἰκεῖον κατειληφὼς τόπον καὶ ἡ κίνησις ἡ κύκλῳ ὡς ζῴῳ κατὰ φύσιν ὑπάρχει, εἴτε μὴ ὑπὸ ψυχῆς ἀλλʼ ὑπὸ φύσεως κύκλῳ φέρεται, κἂν τῶν εὐθυφορουμένων ᾖ σωμάτων, ἅτε δὴ ἐν τῷ οἰκείῳ ὑπάρχων τόπῳ, διότι τῶν εὐθυφορουμένων οὐδὲν ἐπʼ εὐθείας κινεῖσθαι δύναται ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ.
δʹ. Πῶς οὖν πάλιν ὁ Πρόκλος μετὰ τῶν Πλάτωνος ταῖς οἰκείαις ἀποφάνσεσιν καλῶς τεθείσαις τὰς ἐναντίας φωνὰς ἐν τούτοις ἀφίησιν; εἰ γὰρ ἀνάγκη ἐστὶν τὸ οὐράνιον σῶμα διʼ αὐτὸ μόνον τὸ μὴ ἐπʼ εὐθείας ἀλλὰ κύκλῳ κινεῖσθαι τῆς τῶν εὐθυφορουμένων σωμάτων οὐσίας ἕτερον εἶναι, δηλονότι, εἰ καὶ τῶν εὐθυφορουμένων ᾖ καὶ ἐν τῷ οἰκείῳ ὑπάρχον τόπῳ, ἐπʼ εὐθείας ἂν αὐτὸ κινεῖσθαι ἠξίωσεν. πῶς οὖν ἔτι ἀληθεύσει αὐτῷ ἐκεῖνος ὁ λόγος τὸ μηδὲν τῶν στοιχείων ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἐπʼ εὐθὺ κινεῖσθαι ἀλλʼ ἢ μένειν ἀκίνητον ἢ κύκλῳ φέρεσθαι; εἰ δὲ συμφώνως τῇ φύσει τῶν πραγμάτων ἐκεῖνα ὡμολόγηκεν — οὔτε γὰρ ἡ γῆ οὔτε τὸ ὕδωρ οὔτε τὸ πῦρ οὔτε ὁ ἀὴρ τὸν οἰκεῖον ἔχοντα τόπον ἐπʼ εὐθείας κινεῖται, εἰ μὴ βιασθέντα ἐκσταίη τούτου —, οὐδὲ τὸν οὐρανὸν ἄρα ἀνάγκη κατʼ εὐθεῖαν κινεῖσθαι τὸν οἰκεῖον ἔχοντα τόπον, κἂν τῆς τῶν εὐθυφορουμένων ὑπάρχῃ φύσεως.
εʹ. Οὐ μόνον δʼ οὐκ ἀναγκαῖον ἀλλὰ καὶ ἀδύνατον ἐπʼ εὐθείας τὸν οὐρανὸν φέρεσθαι, κἂν τῆς τῶν στοιχείων ὑπάρχῃ φύσεως· οὐδὲν γὰρ τῶν στοιχείων οὔτε ὅλον ἕκαστον οὔτε μέρος ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ ἐπʼ εὐθείας κινούμενον φαίνεται· οὐ γὰρ ἄλλως ἐπʼ εὐθείας ἐμφύτῳ ὁρμῇ κινεῖται τὰ σώματα, εἰ μὴ τοῦ κατὰ φύσιν ἐκσταίη τόπου· ἕκαστον γὰρ ἐν τῷ κατὰ φύσιν μένειν ἐθέλει τόπῳ ὡς ἐν τούτῳ σῳζόμενον καὶ βίας δεῖ, ἵνα τοῦ κατὰ φύσιν μεταστῇ τόπου τὰ σώματα — ὥσπερ ἀμέλει τὸ ὕδωρ καὶ τὰ γεηρὰ τῶν σωμάτων μηχαναῖς τισιν ἢ δυνάμει κρείττονι κάτωθεν ἄνω ἐκβιαζόμενα φέρεται· καὶ τὸ πυρῶδες πνεῦμα τοῖς νέφεσιν ἐναποκλειόμενον καὶ τῇ πιλήσει συνθλιβόμενον εἰς τὸν κάτω καὶ παρὰ φύσιν τόπον ἐξακοντίζεται —, ἐκστάντα δʼ ὅμως τοῦ οἰκείου τόπου τὰ σώματα ἐμφύτῳ λοιπὸν ὁρμῇ ἐπʼ ἐκεῖνον εὐθυφορούμενα φέρεται ὡς ἐν αὐτῷ σῳζόμενα. εἰ τοίνυν καὶ ὁ οὐρανὸς ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ ἐκ πυρὸς ὢν κατὰ Πλάτωνα καὶ πυρὸς ὡς ἔνι μάλιστα τοῦ λεπτοτάτου τε καὶ καθαρωτάτου, ὡς καὶ τὸν Πρόκλον ταῦτα ὁμολογοῦντα ἐν τοῖς ἑξῆς παραθήσομεν, ὅθεν καὶ τὴν ἐξωτάτω πάντων χώραν κατείληφεν, ἀδύνατον ἄρα αὐτὸν ἐμφύτῳ ὁρμῇ τὴν κατʼ εὐθεῖαν κινεῖσθαι κίνησιν· ἐπʼ εὐθείας γὰρ κινούμενον ἐπὶ τὸ ἄνω μὲν κινεῖσθαι ἀδύνατον — οὐδὲν γὰρ εἶναι τοῦ οὐρανοῦ ἔξω καὶ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς ὡμολόγηται —, ἐπὶ τὸ κάτω δʼ εἰ κινηθείη, τοῦ κατὰ φύσιν ἐξίστασθαι τόπου ἀνάγκη· ἀλλʼ οὐδὲν ἔστιν σῶμα φυσικῇ τινι δυνάμει τοῦ κατὰ φύσιν ἐξιστάμενον τόπου — πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται, ἔστιν δὲ μάλιστα καὶ σῴζεται ἕκαστον ἐν τῷ κατὰ φύσιν ὑπάρχον —, ἀλλὰ βίας ὡς εἶπον ἔξωθεν δεῖ, ἵνα τοῦ κατὰ φύσιν ἐκσταίη τόπου τῶν σωμάτων ἕκαστον· ὥστε οὐδὲ τὸν οὐρανὸν ἐνδέχεται ἄνευ τινὸς ἔξωθεν βίας ἐπὶ τὸ κάτω κινηθῆναι, κἂν πύριος ᾖ· δέδεικται δέ, ὅτι οὐδὲ ἐπὶ τὸ ἄνω· ὅλως ἄρα ἀδύνατον ἐπʼ εὐθείας τὸν οὐρανὸν κινεῖσθαι τῆς τοῦ πυρὸς μάλιστα μετέχοντα φύσεως κατὰ Πλάτωνα.
ϛʹ. Ποία δὲ ὅλως ἀνάγκη διʼ αὐτὸ μόνον τὸ κύκλῳ κινεῖσθαι τὸν οὐρανὸν εὐθὺς αὐτὸν καὶ ἑτέρας εἶναι φύσεως παρὰ τὰ τέσσαρα ὑποτίθεσθαι; εἰ γὰρ ἡ τοῦ πυρὸς ὁλότης, λέγω δὴ τὸ αἰθέριον σῶμα, ὅπερ Ἀριστοτέλης ὑπέκκαυμα προσηγόρευσεν, κύκλῳ κινούμενον ἐναργῶς καὶ οὐκ ἐπʼ εὐθείας φαίνεται, ὡς τὰ ἐν αὐτῷ γινόμενα πάθη παρίστησιν — κομῆταί φημι καὶ τὰ παραπλήσια· ὁρᾶται γὰρ ἀνατέλλοντά τε καὶ δύνοντα καὶ κύκλῳ τῷ οὐρανῷ συμπεριθέοντα — καὶ οὐδεὶς ἂν διὰ τοῦτο τῆς τῶν στοιχείων αὐτὸ φύσεως ὑπεξέλοι — αὐτὴ γάρ ἐστιν τοῦ στοιχειώδους πυρὸς ἡ ὁλότης —, οὐδʼ ἄρα τὸν οὐρανὸν διὰ τὸ κύκλῳ καὶ μὴ ἐπʼ εὐθείας κινεῖσθαι ἑτέρας ὑπονοεῖν οὐσίας καὶ οὐ τῆς τῶν στοιχείων εὔλογον, εἴτε αὐτοῦ τοῦ σώματος εἶναί τις τὴν τοιαύτην βούλοιτο κίνησιν εἴτε ἀπὸ τῆς ἐνούσης αὐτῷ ψυχῆς ἐγγίνεσθαι. ὡς οὖν ἡ τοῦ πυρὸς ὁλότης οὐχ ὑπὸ φυσικῆς ὁρμῆς τὴν κύκλῳ ποιεῖται κίνησιν ἀλλὰ τῷ περιέχοντι οὐρανῷ συμπεριάγεται — ὥσπερ ἀμέλει καὶ τὸ ἐντὸς τῶν μηχανημάτων ὕδωρ κύκλῳ συμπεριδινεῖται τοῖς μηχανήμασιν — καὶ ἔστιν αὐτῷ τῷ ὑπεκκαύματι ὑπὲρ τὴν αὐτοῦ φύσιν ἡ τοιαύτη κίνησις, οὕτω καὶ ὁ οὐρανὸς ὑπὸ κρείττονος δυνάμεως καὶ ἀσωμάτου κυκλοφορούμενος καὶ ὑπὲρ τὴν τοῦ σώματος αὐτοῦ φύσιν τὴν τοιαύτην ἔχων κίνησιν οὐδεμίαν ἕξει ἀνάγκην ἑτέρας εἶναι διὰ τοῦτο οὐσίας, πλὴν ὅτι ἀμέσως μὲν ὑπὸ τῆς ἀσωμάτου φύσεως ὁ οὐρανός, διὰ μέσου δὲ τούτου τὰ ἐντὸς κύκλῳ φερόμενα τῆς τοιαύτης ἀπολαύει κινήσεως, καὶ τοῦτο εἰκότως· εἰ γὰρ καὶ μία ὕλη τῷ γένει πᾶσι τοῖς συνθέτοις ὑπόκειται σώμασιν — τὰ τέσσαρα λέγω στοιχεῖα —, ἀλλʼ οὖν ἐπειδὴ ἄλλο εἶδος ἄλλου εἴδους ἐστὶν κρεῖττον, οἷον φέρε τὸ τοῦ χρυσοῦ ἢ τὸ τοῦ σιδήρου καὶ τὸ τοῦ συνθέτου ἀνθρώπου ἢ τὸ τοῦ κυνός, πρὸς λόγον δὲ τῆς τῶν εἰδῶν ὑπεροχῆς ἡ φύσις καὶ τὴν τῶν στοιχείων καθαρωτέραν μοῖραν εἰς τὴν τῶν συνθέτων ἐκλέγεται γένεσιν, ἡ δὲ τοῦ οὐρανίου σώματος ἰδέα τῶν ἄλλων ἁπάντων σωμάτων ὑπεραναβέβηκεν, ἀνάγκη δήπου καὶ τῶν στοιχείων αὐτὸ τὸ εἰλικρινέστατον καὶ οἷον ἀπάνθισμα ὕλην τῇ τοῦ οὐρανίου σώματος ὑποκεῖσθαι ἰδέᾳ. ἐπεὶ οὖν καὶ ὕλῃ καὶ εἴδει κρεῖττον ὑπάρχει τῶν ἐντὸς ἁπάντων τὸ οὐράνιον σῶμα καὶ ταύτῃ μακροβιώτατόν ἐστιν καὶ ὡς ἔνι μάλιστα ἀπαθές, εἰκότως καὶ πρῶτον τῶν ἐντὸς — φημὶ δὴ τῆς γε τοῦ πυρὸς ὁλότητος καὶ τοῦ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν ἀέρος — τῆς κύκλῳ μετέχει κινήσεως καὶ διʼ ἐκείνου οὔτε τὰ ἐντὸς ἀλλʼ οὐδὲ τὰ ἐκτὸς πέμπτης ἂν εἶεν διὰ τὸ κύκλῳ φέρεσθαι φύσεως οὔτε ὁ οὐρανός.
ζʹ. Δεδειγμένου τοίνυν, ὡς οὐδεμία ἔστιν ἀνάγκη διὰ τὴν κύκλῳ κίνησιν ἔκφυλον καὶ ξένον τῆς τῶν τεσσάρων στοιχείων φύσεως τὸ οὐράνιον ὑπονοεῖν σῶμα, ἐκ τούτων δὲ αὐτῶν καὶ ὁ οὐρανὸς κατὰ Πλάτωνα συνέστηκεν, ἐν δὲ τοῖς στοιχείοις τὰ ἐναντία θεωρεῖται, θερμόν τε καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν καὶ αἱ λοιπαὶ ἐναντιώσεις, αἱ δὲ γενέσεις καὶ αἱ φθοραί, ὡς Πρόκλος ἐν τούτοις εἴρηκεν, τῶν ἐναντίων εἰσίν, γενητὸν ἄρα καὶ φθαρτὸν εἶναι κατὰ φύσιν τὸ οὐράνιον σῶμα ἐκ τῶν Πλατωνικῶν ἀρχῶν καὶ ἐκ τῶν παρὰ Πρόκλου δεδομένων ἀνάγκη, ὥσπερ οὖν καὶ ἐν τῷ ἕκτῳ λόγῳ τοῦτο δοκεῖν Πλάτωνι διὰ πλειόνων ἀπεδείξαμεν, εἰ καὶ διὰ τὴν τοῦ θεοῦ βούλησιν ἀδιάλυτον αὐτὸν μένειν ὑπέθετο ἐπισκευαστὴν τὴν ἀθανασίαν προσκτώμενον.
ηʹ. Σκοπεῖν δὲ καὶ τὰ ἑξῆς τοῦ λόγου ἄξιον, πῶς ὑπὸ τῆς ἐναργείας ὁ Πρόκλος συνελαυνόμενος ὁμολογεῖ μὲν τὰ τοῦ κόσμου στοιχεῖα τοῖς μέρεσιν γίνεσθαί τε καὶ φθείρεσθαι, ἐν οἷς φησιν «εἰ δὲ καὶ ταῦτα τοῖς μέρεσιν γίνεταί τε καὶ φθείρεται», εἶτα τὸ ἐξ ἀνάγκης ἀκολουθοῦν συναισθόμενος, ὅτι, οὗ τὰ μέρη γενητά ἐστιν καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη, βραχὺ προελθὼν τὴν ἑαυτοῦ θέσιν ἀνῄρηκε· φησὶ γὰρ ὅτι «τὰ ὁπωσοῦν γενόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη τῶν ἐν αὐτῷ θεῶν δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, ᾗ φησιν ἐκεῖνος». εἰ οὖν τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα οὐκ ἔστιν μέρη τοῦ κόσμου, οὐδʼ ἄρα τὰ τῶν στοιχείων μέρη καὶ αὐτὰ τῶν γινομένων καὶ φθειρομένων ὄντα μέρη τοῦ κόσμου εἰσίν. εἰ δὲ τὰ τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ οὐκ ἔστιν μέρη τοῦ κόσμου, οὐδὲν δὲ ἔστιν μέρος στοιχείου, ὃ μὴ γενητόν ἐστιν καὶ φθαρτόν, οὐδὲν ἄρα στοιχείου μέρος τοῦ ὅλου κόσμου ἐστὶν μέρος. ἀλλὰ μὴν ὅλον ἕκαστον στοιχεῖον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ ἑαυτοῦ μέρη ἅμα ὄντα· οὐδʼ ἄρα τὰ ὅλα στοιχεῖα μέρη τοῦ κόσμου εἰσίν. καίτοι καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις μέρη εἶναι τοῦ κόσμου τὰ στοιχεῖα παρὰ Πλάτωνος λαβὼν ὡμολόγησεν. εἰ οὖν τὰ στοιχεῖα μέρη τοῦ κόσμου εἰσίν, καὶ τὰ τῶν στοιχείων μέρη καὶ αὐτὰ τοῦ ὅλου κόσμου μόρια ὑπάρχει· ὥσπερ γὰρ ἡ ὅλη χεὶρ τοῦ ἀνθρώπου ἐστὶν μέρος, οὕτω δηλονότι καὶ τὸ τῆς χειρὸς μέρος ὁ δάκτυλος τοῦ ὅλου ἀνθρώπου ἐστὶν μέρος. ἀμέλει λείποντος δακτύλου ἑνὸς τὸ τοῦ ἀνθρώπου σῶμα κολοβὸν καὶ οὐχ ὅλον ἐστίν· καίτοι γε εἰ μὴ τὸ τοῦ μέρους μέρος καὶ τοῦ ὅλου μέρος ὑπῆρχεν, οὐκ ἂν λείποντος δακτύλου ἑνὸς ἐλλιπὲς τὸ ὅλον σῶμα ἐγίνετο. καὶ ἐπὶ τοῦ κόσμου ἄρα, εἴπερ μέρη τοῦ κόσμου εἰσὶν τὰ στοιχεῖα, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη τοῦ ὅλου κόσμου ἐστὶν μέρη. καὶ ἄλλως· εἰ τῶν στοιχείων ἕκαστον ὑπὸ τῶν ἰδίων μερῶν συμπληροῦται, πάλιν δʼ αὖ ὁ πᾶς κόσμος ὑπὸ τῶν ὅλων συμπληροῦται στοιχείων, τὰ ἄρα τῶν στοιχείων μέρη τὸν ὅλον συμπληροῖ κόσμον. τὰ δὲ ἑκάστου συμπληρωτικὰ μέρη αὐτοῦ ἐστιν. τὰ ἄρα τῶν στοιχείων μέρη τοῦ ὅλου κόσμου εἰσὶν μέρη· οὐ γὰρ μεγέθει τε καὶ σμικρότητι τὰ μέρη κρίνεται· ὡς γὰρ τῆς ὅλης οἰκίας μέρος ἐστὶν ἢ στοιχεῖον ὁ δεκάπηχος εἰ τύχοι λίθος, οὕτω καὶ ὁ ποδιαῖος μέρος ἐστὶν τῆς οἰκίας ἢ στοιχεῖον, καὶ ὥσπερ τὸ εἰκοσάπηχυ ξύλον τῆς νεώς ἐστιν μέρος, οὕτω καὶ τὸ ποδιαῖον, καὶ ἐπʼ αὐτοῦ δὲ τοῦ κόσμου ὡς ἡ ὅλη ἀπλανὴς μέρος ἐστὶν τοῦ κόσμου, οὕτω καὶ τῆς ἀπλανοῦς τὸ μέρος οἷον ὁ κύων ἢ ἄλλος ὁστισοῦν τῶν ἐν αὐτῇ ἀστέρων μέρος ἐστὶν τοῦ παντὸς κόσμου. εἰ οὖν καὶ ἡ ὅλη γῆ μέρος ἐστὶν τοῦ κόσμου, καὶ τὸ τῆς γῆς ἄρα μέρος οἷον ὁ Ὄλυμπος μέρος ἐστὶν τοῦ κόσμου· ὥστε καὶ τὸ τοῦ Ὀλύμπου μέρος τοῦ κόσμου ἐστὶν μέρος· καὶ ἐπὶ τῶν λοιπῶν στοιχείων ὁ αὐτὸς λόγος. εἰ οὖν τὰ τῶν στοιχείων μέρη τοῦ κόσμου ἐστὶν μέρη, πάντα δὲ τὰ τῶν στοιχείων μέρη γενητά ἐστιν καὶ φθαρτά, ἔστιν ἄρα τινὰ τῶν τοῦ κόσμου μερῶν, ἅπερ γενητά ἐστιν καὶ φθαρτά· εἰ δὲ τοῦτο, οὐκ ἄρα τὰ ὁπωσοῦν γενόμενα καὶ φθειρόμενα ἀποτελέσματα τοῦ κόσμου ἐστὶν καὶ οὐ μέρη, ὥς φησιν ὁ Πρόκλος.
θʹ. Τούτων οὖν δεδειγμένων παντὶ δῆλόν ἐστιν, ὡς αὐτὸς ἑαυτῷ παραχρῆμα τὰ ἐναντία ὁ Πρόκλος ὑπέθετο καὶ εἰς ἀντίφασιν περιπέπτωκεν. καὶ ἄξιόν γε θεωρῆσαι, ὅπως εὐρίπου δίκην ὡς ὑπὸ πνευμάτων ἐναντίων συνελαυνόμενος ἀντιμεταρρεῖ τοῖς λόγοις καί, ἅπερ ὑπὸ τῆς ἀληθείας ὁμολογεῖν ἀναγκάζεται, ταῦτα πάλιν ἀναιρεῖ τὸν προτεθέντα αὐτῷ ψευδῆ σκοπὸν συμπερᾶναι βουλόμενος. εἰπὼν γάρ, ὡς ἀλλότριόν ἐστιν τὸ οὐράνιον σῶμα τῆς τῶν στοιχείων φύσεως διὰ τὸ μήτε ἄνω κινεῖσθαι μήτε κάτω, καὶ δεῖξαι βουλόμενος, ὅτι διὰ τοῦτο ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, ὁμολογεῖ μὲν ἐξ ἀνάγκης, ὅτι αἱ γενέσεις καὶ αἱ φθοραὶ τῶν ἐναντίων ἀλλήλαις εἰσὶν καὶ ὅτι ἐναντία τὰ ἐναντίας ἔχοντα κατὰ φύσιν κινήσεις, οἷον τὸ πῦρ καὶ τὸ ὕδωρ· ταῦτα γὰρ ἐναντίας ἔχοντα κινήσεις ταῖς ἐναντίαις καὶ φθαρτικαῖς ἀλλήλων ποιότησι χαρακτηρίζονται· τὸ μὲν γὰρ πῦρ κοῦφον ὑπάρχον καὶ ἀνωφόρον θερμόν ἐστιν καὶ ξηρόν, τὸ δʼ ὕδωρ βαρὺ ὂν καὶ κάτω βρῖθον ψυχρόν ἐστιν καὶ ὑγρόν, ἐξ ὧν ἐναντίων ὄντων θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ αἱ γενέσεις ἐν τοῖς φυσικοῖς καὶ φθοραὶ γίνονται· ἐπεὶ οὖν ἐναντία τὰ στοιχεῖα ὡς τῶν ἐναντίων μετέχοντα δυνάμεων, διὰ τοῦτό φησιν ὁ Πρόκλος «ταῦτα μὲν ἂν γίνοιτο καὶ φθείροιτο, τὸ δὲ οὐράνιον ἀγένητον ἂν εἴη καὶ ἄφθαρτον» ἅτε δὴ τῆς τούτων φύσεως ἀλλότριον ὑπάρχον καὶ μηδεμίαν ἔχον ἐναντίωσιν. εἰπὼν δὲ πάντα καὶ ὥσπερ ἰλιγγιάσας διὰ τὸ συνεωρακέναι τὸ ἐξ ἀνάγκης ἑπόμενον — τῶν γὰρ τοῦ κόσμου μερῶν, λέγω δὴ τῶν στοιχείων, γενητῶν ὄντων καὶ φθαρτῶν καὶ αὐτὸν γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη — παραχρῆμα τὴν ἰδίαν θέσιν ἀνῄρηκεν· τὰ γὰρ στοιχεῖα ταῦτα, ἅπερ γίνεσθαι καὶ φθείρεσθαι ὡμολόγηκεν, προελθὼν εὐθὺς τοῖς μὲν μέρεσίν φησιν αὐτὰ γίγνεσθαί τε καὶ φθείρεσθαι, τὰ δὲ ὅλα κατὰ φύσιν ἔχειν, καὶ ἐφεξῆς σαφῶς ἀγένητά φησιν αὐτὰ εἶναι καὶ ἄφθαρτα, ἃ καλῶς αὐτὸς προωμολόγησεν, ταῦτα διαγράφων. καίτοι τοῦ μὲν γενητὰ εἶναι καὶ φθαρτὰ ἱκανωτάτην ἀποδέδωκεν αἰτίαν τὸ ταῖς ἐναντίαις αὐτὰ ποιότησι πεποιῶσθαι, αἵτινες τῆς γενέσεώς εἰσιν καὶ τῆς φθορᾶς αἴτιοι, τοῦ δὲ ἀγένητα εἶναι καὶ ἄφθαρτα, μόνοις δὲ τοῖς μέρεσιν γίνεσθαί τε καὶ φθείρεσθαι οὐδὲ πιθανὴν γοῦν αἰτίαν εἴρηκεν, ἐπεὶ μηδὲ εἶχεν. ἀλλʼ οὐδʼ ἐκ τῆς ἐναργείας τὸ πιστὸν εἴληφεν· οὐ γὰρ τὸ νῦν μὴ ἐφθαρμένον ἤδη καὶ ἄφθαρτον εἶναι ἀνάγκη. ὅτι μὲν οὖν οὐ μόνον κατὰ μόρια ἀλλὰ καὶ καθʼ ὅλα αὐτὰ τὰ στοιχεῖα γενητά ἐστιν καὶ φθαρτά, προϊόντες δείξομεν. νῦν δὲ ὁ σοφὸς ἡμῖν Πρόκλος, ἵνα μὲν τὸν κόσμον δείξῃ ἀγένητον καὶ ἄφθαρτον, λαμβάνει ἐκ τῶν φαινομένων, ὅτι αἱ γενέσεις καὶ φθοραὶ τῶν ἐναντίων εἰσὶν καὶ διὰ τοῦτο τὰ μὲν στοιχεῖα γίνοιτʼ ἂν καὶ φθείροιτο, ὁ δὲ οὐρανὸς οὐκέτι ἅτε δὴ μηδὲν ἔχων ἐναντίον· συναισθόμενος δέ, ὡς καὶ οὕτως εἰς πᾶν ἡ γένεσις καὶ φθορὰ περιάγεται — τῶν γὰρ τοῦ παντὸς μερῶν γενητῶν ὄντων καὶ φθαρτῶν καὶ τὸ πᾶν γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη —, εὐθὺς ἀναιρεῖ τὸ τεθὲν φήσας κατὰ μόρια μόνον γίγνεσθαι τὰ στοιχεῖα καὶ φθείρεσθαι, ὅλον δὲ ἕκαστον αὐτῶν ἀγένητον εἶναι καὶ ἄφθαρτον, καίτοι γε τοῦ τῆς γενέσεως καὶ φθορᾶς αἰτίου ὁμοίως ἔν τε τοῖς μέρεσιν καὶ ἐν τοῖς ὅλοις στοιχείοις θεωρουμένου, λέγω δὴ τῶν ἐναντίων καὶ φθαρτικῶν ἀλλήλων ποιοτήτων. ἀλλʼ ἐπειδὴ καὶ οὕτως οὐδὲν ἧττον τὸ φθαρτὸν εἶναι τὸν κόσμον συνήγετο — εἰ γὰρ μηδὲν στοιχείου μέρος ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, ἐκ τούτων δὲ αὐτῶν καὶ ὅλον ἕκαστον στοιχεῖον καὶ ὁ πᾶς κόσμος συνέστηκεν, οὐδʼ ἂν αὐτὸς ἀγένητος εἴη καὶ ἄφθαρτος —, εὐθὺς πάλιν δυνάμει καὶ τὸ μέρη εἶναι τῶν στοιχείων τὰ γινόμενα καὶ φθειρόμενα ἀναιρεῖ· φησὶν γάρ, ὅτι τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη. δῆλον οὖν, ὅτι τὰ τῶν στοιχείων μέρη, ἅπερ γενητὰ εἶναι καὶ φθαρτὰ τοῖς φαινομένοις ἑπόμενος ὡμολόγηκεν, καὶ αὐτὰ ἀποτελέσματα εἶναι τοῦ κόσμου καὶ οὐ μέρη βούλεται. εἰ οὖν μηδὲν στοιχείου μέρος τοῦ ὅλου κόσμου ἐστὶν μέρος, διότι πάντα γενητά ἐστιν καὶ φθαρτά, ἀνάγκη πᾶσα ἢ μηδὲ τὰ στοιχεῖα μέρη εἶναι τοῦ κόσμου — τὸ γὰρ ὅλον ὕδωρ καὶ ἡ ὅλη γῆ οὐδὲν ἕτερόν ἐστιν παρὰ πάντα τὰ οἰκεῖα μέρη ἅμα ὄντα, ὡσαύτως δὲ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ, καὶ συμβήσεται, ἅπερ μέρη εἶναι τοῦ κόσμου ὡμολόγηκεν, ταῦτα πάλιν ἐκ τῶν ἰδίων ὑποθέσεων οὐκ εἶναι μέρη λέγειν ἀναγκάζεσθαι — ἤ, εἴπερ τὰ ὅλα στοιχεῖα μέρη ἐστὶν τοῦ κόσμου, δέδεικται δέ, ὅτι καὶ τὰ τῶν μερῶν μέρη τοῦ ὅλου ἐστὶν μέρη, μηδὲν δὲ τῶν γινομένων καὶ φθειρομένων μέρος ἐστὶν τοῦ κόσμου, οὐδὲ τὰ τῶν στοιχείων ἄρα μέρη τοῦ κόσμου ἐστὶν μέρη. εἰ δὲ μή ἐστιν μέρη τοῦ κόσμου, οὐδʼ ἄρα τῶν μερῶν τοῦ κόσμου μέρη ἐστίν· εἰ γὰρ ἦν τῶν τοῦ κόσμου μερῶν μέρη, ἦν ἂν καὶ τοῦ ὅλου κόσμου μέρη. τὰ ἄρα τῶν στοιχείων μέρη οὐκ ἔστιν τῶν στοιχείων μέρη· τοιοῦτο γὰρ τὸ ψεῦδος αὐτὸ ὑφʼ ἑαυτοῦ συμποδιζόμενον ἀπελέγχεται. καὶ τί δεῖ μακρῶν λόγων; εἰπὼν γὰρ ὁ Πρόκλος, ὅτι τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη, εὐθὺς τὴν Πλάτωνος ῥῆσιν οἰκειωσάμενος ἐπήγαγεν ἔχουσαν οὕτως «τῶν ἐν αὐτῷ θεῶν δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, φησὶν ἐκεῖνος». εἰ οὖν ἔστιν μόρια τοῦ κόσμου τὰ εἰς τὴν γένεσιν τῶν συνθέτων σωμάτων παρὰ τῶν ἐν τῷ κόσμῳ θεῶν λαμβανόμενα, ταῦτα δέ ἐστιν τὰ τῶν στοιχείων μέρη, ἅπερ γενητὰ καὶ φθαρτὰ εἶναι ἐκ τῆς ἐναργείας ὁ Πρόκλος ὡμολόγηκεν, τὰ ἄρα τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ τοῦ κόσμου μόρια ὑπάρχει, ὡς Πλάτων μὲν εἶπεν, ὁ δὲ Πρόκλος ἐδέξατο. εἰ δὲ τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη. ἦν δὲ τὰ αὐτὰ ταῦτα καὶ μόρια τοῦ κόσμου· τὰ ἄρα τῶν στοιχείων μέρη καὶ μόρια τοῦ κόσμου ἐστὶν καὶ πάλιν οὐ μέρη ἀλλʼ ἀποτελέσματα. ἀλλὰ οὐδὲ ἐνδεχόμενόν ἐστιν τὸ αὐτὸ τοῦ αὐτοῦ ἅμα καὶ κατὰ ταὐτὸν καὶ μόριον εἶναι καὶ ἀποτέλεσμα· τὸ μὲν γὰρ μόριον συμπληρωτικόν ἐστιν τούτου, οὗ ἐστιν μόριον, ὡς ὁ δάκτυλος τοῦ ἀνθρωπείου σώματος, τὸ δὲ ἀποτέλεσμα οὐκ ἔστιν συμπληρωτικὸν τῆς τοῦ ἀποτελοῦντος οὐσίας· ἡ γὰρ οἰκία οὐ συμπληροῖ τὸν οἰκοδόμον οὐδὲ τὴν γεννῶσαν φύσιν τὸ γεννώμενον, οἷον τῆς τοῦ πατρὸς οὐσίας οὐχ ᾗ πατήρ ἐστιν ἀλλʼ ᾗ ἄνθρωπος οὐκ ἔστιν συμπληρωτικὸς ὁ υἱός, καὶ τὸ μὲν μόριον συνήνωται τῷ ὅλῳ ἐπὶ τῶν συνεχῶν — ὁ γὰρ δάκτυλος τῷ ὅλῳ ἀνθρώπῳ συνήνωται —, τὸ δὲ ἀποτέλεσμα κεχώρισται τοῦ ἀποτελοῦντος μάλιστα, ἐπειδὰν ἀποτελεσθῇ, ὡς τοῦ τέκτονος ἡ θύρα καὶ τῆς γεννησάσης φύσεως τὸ γεννηθέν. οὐκ ἄρα ἐνδέχεται τὸ μόριόν τινος αὐτοῦ ἐκείνου ἅμα καὶ κατὰ τὰ αὐτὰ καὶ ἀποτέλεσμα εἶναι. προσέθηκα δʼ «ἅμα καὶ κατὰ ταὐτόν», διότι ἡ εἰς τὴν τοῦ ἐμβρύου γένεσιν παραλαμβανομένη παρὰ τοῦ πατρὸς ἢ τῆς μητρὸς ὕλη οἷον τὸ σπέρμα καὶ τὸ καταμήνιον μόριον μὲν ἴσως ἂν εἴη τῶν γεννησάντων, ἀλλʼ οὐχ ἅμα καὶ κατὰ ταὐτὸ καὶ ἀποτέλεσμά ἐστιν, ἀλλʼ ὅταν ἀλλοιωθῇ καὶ μεταβληθῇ. οὔτε οὖν, ὅτε σπέρμα ἐστὶν ἢ καταμήνιον, ἀποτέλεσμά ἐστιν οὔτε, ὅταν μέρος τοῦ ἐμβρύου γένηται φθαρὲν καὶ μεταβληθὲν εἰς τὴν ἐκείνου φύσιν, μόριον ἔτι ἐστὶν τοῦ ἀποτελοῦντος· ὥστε, εἰ μόρια ἐπὶ τοῦ κόσμου τὰ τῶν στοιχείων μέρη, οὐκ ἂν εἴη τοῦ αὐτοῦ καὶ ἀποτελέσματα. ἀλλὰ μὴν τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου, ὡς Πρόκλῳ δοκεῖ· τὰ ἄρα τῶν στοιχείων μέρη καὶ ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐκ ἔστιν πάλιν αὐτοῦ ἀποτελέσματα. ἄλλως τε κἂν συγχωρήσῃ τις ἐνδέχεσθαι ἐπί τινων τὰ αὐτὰ τοῦ αὐτοῦ καὶ μέρη εἶναι καὶ ἀποτελέσματα, οὐδὲν ἧττον καὶ οὕτως εἰς ἀντίφασιν ὁ Πρόκλος περιπίπτει· εἰ γὰρ τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου ἐστὶν μόρια, συγχωρηθείη δὲ αὐτὰ καὶ ἀποτελέσματα εἶναι τοῦ κόσμου, δηλονότι, καθὸ μόριά ἐστιν, ψευδὴς ἔσται ἡ τοῦ Πρόκλου ἀπόφανσις ἡ λέγουσα τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι τοῦ κόσμου μέρη· ὥστε τὰ αὐτὰ καὶ μόρια εἶναι τοῦ κόσμου διὰ τῆς Πλάτωνος λέξεως, ἣν παρέθηκεν, ὡμολόγηκεν καὶ πάλιν τὸ εἶναι μόρια ἀνεῖλεν διὰ τῆς οἰκείας ἀποφάνσεως. πῶς οὖν οὐ συνεῖδεν ὁ φιλόσοφος εἰς ἀντίφασιν αὐτὸς ὑφʼ ἑαυτοῦ παραχρῆμα περιαγόμενος; ἦ ὅτι τυφλὸν τὸ ψεῦδος καὶ οὔτε ἑαυτὸ οὔτε τὴν ἀλήθειαν ἐπιβλέπειν δυνάμενον;
ιʹ. Δῆλος δέ ἐστιν ὁ Πρόκλος αὐτῷ τῷ φεύγειν τὰ γινόμενα καὶ φθειρόμενα μέρη λέγειν εἶναι τοῦ κόσμου εἰδὼς ἀκριβῶς, ὡς, οὗ ἂν τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη. ἐνῆν μὲν οὖν καὶ ἑτέρους πολλοὺς τῶν ἐν φιλοσοφίᾳ διαφανεστάτων αὐτὸ τοῦτο ἐπὶ λέξεως παραθέσθαι λέγοντας, ὅτι, οὗ ἂν τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη, ἀλλʼ ἱκανὸν οἶμαι καὶ τὸν λόγον εἰς αὐτάρκη τούτου πίστιν, ἵνα τὸ μῆκος ἐκκλίνωμεν. εἰ γὰρ μηδὲν ἔστιν τοῦ ὕδατος μέρος, ὃ μὴ γενητόν ἐστιν καὶ φθαρτόν, τὸ δὲ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα ἅμα τὰ μέρη, πῶς, ὃ μηδὲν ἔχει μέρος ἀγένητον καὶ ἄφθαρτον, αὐτὸ ἀγένητον εἶναι καὶ ἄφθαρτον δύναται; τὸ γὰρ κυρίως ἀγένητον καὶ ἄφθαρτον τὸ αὐτὸ εἶναι κατʼ ἀριθμὸν ἀνάγκη, οὐδὲν δὲ τῶν στοιχείων τὸ αὐτὸ μένειν κατʼ ἀριθμὸν δύναται τῷ μακρῷ χρόνῳ πάντων αὐτοῦ τῶν μερῶν φθειρομένων καὶ ἄλλων τινῶν γινομένων· ὃ γὰρ καὶ πρότερον εἴπομεν, ὥσπερ οὐχ ἡ αὐτή ἐστιν κατʼ ἀριθμὸν ναῦς ἡ κατὰ σανίδα μὲν ἀμειβομένη τῷ δὲ χρόνῳ πᾶσα ἀμειφθεῖσα καὶ ἄλλη ἐξ ἄλλης γενομένη, οὕτως οὐδὲ τὸ νῦν ὕδωρ τὸ αὐτὸ κατʼ ἀριθμόν ἐστιν τῷ πρὸ τρισχιλίων φέρʼ εἰπεῖν ἐτῶν ὑπάρχοντι ἢ πάλιν τῷ μετὰ μακρὸν ἐσομένῳ χρόνον πάντων τῶν μερῶν τοῦ τε πρὶν ὕδατος φθαρέντων νῦν καὶ τοῦ νῦν ὄντος αὖθις φθαρησομένου, καὶ ἐπὶ τῶν λοιπῶν στοιχείων ὁ αὐτὸς λόγος. πῶς οὖν ἀγενήτους εἶναι καὶ ἀφθάρτους τῶν στοιχείων τὰς ὁλότητας φήσομεν τὰς μὴ κατʼ ἀριθμὸν ἀεὶ τὰς αὐτὰς οὔσας; ἀλλʼ οὐδὲ τὸ νῦν ἀθρόον καθʼ ὅλα αὐτὰ τὰ στοιχεῖα μὴ φθείρεσθαι ἀλλὰ κατʼ εἶδος τὰ αὐτὰ μένειν ἀπόδειξίς ἐστιν τοῦ καὶ παντελῶς μηδέποτε τὰ ὅλα στοιχεῖα φθαρήσεσθαι· ἀνάγκη γάρ, ἕως ἂν ᾖ ὁ κόσμος, ἕκαστον τῶν τοῦ κόσμου στοιχείων, ἐξ ὧν τὸ εἶναι ὁ κόσμος ἔχει, ὅλον καθʼ ὅλον αὐτὸ κατʼ εἶδος σῴζεσθαι· καὶ γὰρ ἕως ἂν ἡ οἰκία μένῃ οἰκία, δεῖ καὶ τά, ἐξ ὧν σύγκειται, καθʼ ὅλα αὐτὰ μένειν κατʼ εἶδος τὰ αὐτά, λέγω δὴ λίθους ξύλα καὶ τὰ λοιπά, κἂν κατὰ μέρη φθείρωνται οἵ τε λίθοι καὶ τὰ ξύλα, ὡς καὶ ἐν τῷ πρὸ τούτου λόγῳ ἐδείξαμεν· καὶ ἐν ὅσῳ τῶν ὄντων ἦν ὁ Σωκράτης, ἀνάγκη ἦν καὶ τὰ τούτου μέρη κατʼ εἶδος σῴζεσθαι, σάρκας φημὶ καὶ αἷμα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μόρια, κἂν κατὰ μέρη ἄλλα μὲν ἐφθείρετο, ἄλλα δὲ ἐγίνετο, εἴπερ ἐν γενέσει καὶ φθορᾷ τὸ εἶναι οἱ ἄνθρωποι ἔχομεν. οὐ τὸ μὴ φθείρεσθαι οὖν νῦν κατʼ εἶδος τὰς τῶν στοιχείων ὁλότητας τοῦτο ἀπόδειξίς ἐστιν τοῦ ἄφθαρτον εἶναι τὸν κόσμον, ἀλλʼ εἰ διὰ λόγου δειχθείη μηδένα λόγον γενέσεως καὶ φθορᾶς ἔχων. νῦν δὲ τοὐναντίον ἅπαν ἥ τε τῶν μερῶν ἁπάντων φθορὰ καὶ γένεσις καὶ τῶν ὁλοτήτων κατʼ ἀριθμὸν ἐξαλλαγὴ καὶ τὸ ἐναντίαις καὶ φθαρτικαῖς ἀλλήλων ποιότησι χαρακτηρίζεσθαι τὸ γενητὰ εἶναι καὶ φθαρτὰ καὶ τῶν στοιχείων ἕκαστον καὶ τὸν ἐκ τούτων συνεστῶτα κόσμον λέγειν ἡμᾶς ἀναγκάζει· εἰ γὰρ αἱ γενέσεις καὶ αἱ φθοραὶ τῶν ἐναντίων, ἐναντία δὲ τὰ ἐναντίας ἔχοντα ποιότητας, ἐναντίαις δὲ ποιότησιν αἱ τῶν στοιχείων ὁλότητες χαρακτηρίζονται, καὶ αἱ ὁλότητες ἄρα τῶν στοιχείων γενέσει τε καὶ φθορᾷ ὑποπεπτώκασιν· ὁμοειδεῖς γάρ εἰσιν καὶ αἱ τῶν στοιχείων ὁλότητες τοῖς ἰδίοις μέρεσιν· ἧς γὰρ οὐσίας ἐστὶν τὸ ὅλον ὕδωρ ὡς ὕδωρ, τῆς αὐτῆς ἐστιν καὶ τὸ μερικὸν ὕδωρ· ὑγρὸν γὰρ καὶ ψυχρὸν καὶ τὸ ὅλον ὕδωρ ἐστὶν καὶ τὸ μέρος, ὁμοίως θερμὸν καὶ ὑγρὸν κατὰ φύσιν ἀλλὰ δὴ καὶ ὅλος ὁ ἀὴρ ὡς καὶ τὸ μέρος, θερμόν τε καὶ ξηρὸν τὸ πῦρ, ξηρόν τε καὶ ψυχρὸν κατὰ τὸν αὐτὸν τρόπον ἡ γῆ. εἰ οὖν αὗται αἱ ποιότητες ἐναντίαι οὖσαι γενέσεώς εἰσιν καὶ φθορᾶς τοῖς μέρεσιν τῶν στοιχείων αἰτίαι, αἱ αὐταὶ δὲ αὗται ποιότητες ἀπαραλλάκτως καὶ τὰς λοιπὰς ὁλότητας τῶν στοιχείων εἰδοποιοῦσιν ὥσπερ καὶ τὰ μέρη, καὶ αἱ ὁλότητες ἄρα τῶν στοιχείων γενηταὶ εἶεν ἂν καὶ φθαρταί, ὥσπερ ἀμέλει καὶ τὰ μέρη· τοῦ γὰρ τῆς φθορᾶς αἰτίου — λέγω δὴ τῶν ἐναντίων δυνάμεων — ὁμοίως ἔν τε τοῖς μέρεσιν καὶ ἐν τοῖς ὅλοις θεωρουμένου τίς ἡ ἀποκλήρωσις τὰ μὲν μέρη γίνεσθαι καὶ φθείρεσθαι λέγειν, τὰ δὲ ὅλα μηκέτι; πῶς δὲ οὐχὶ τοῖς μέρεσιν τὰ αὐτὰ πάσχειν καὶ τὰ ὅλα ἀνάγκη τοῦ τῆς γενέσεως καὶ φθορᾶς αἰτίου ἐν ἑκατέρῳ θεωρουμένου; τῶν δὲ ὅλων στοιχείων γενητῶν εἶναι καὶ φθαρτῶν ἀποδεδειγμένων καὶ τὸν ἐξ αὐτῶν συγκείμενον κόσμον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη· τούτων γὰρ φθειρομένων σῴζεσθαι τὸν ἐκ τούτων συγκείμενον κόσμον ἀδύνατον· τῶν γὰρ στοιχείων, ἐξ ὧν ἐστιν ἕκαστον τῶν ὄντων, φθειρομένων καὶ αὐτὸ φθείρεσθαι ἀναγκαῖον. ὅτι μὲν οὖν, οὗ τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη καὶ ὅτι καὶ αἱ τῶν στοιχείων ὁλότητες καὶ διὰ τοῦτο καὶ ὁ ἐκ τούτων συγκείμενος κόσμος γενητός ἐστιν καὶ φθαρτός, δέδεικται διὰ τῶν εἰρημένων.
αιʹ. Ὅτι δὲ γελοίως ὁ Πρόκλος τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα οὐκ εἶναί φησιν τοῦ παντὸς μέρη, ἤδη μὲν πρὸ βραχέος ἐδείξαμεν, καὶ νῦν δὲ τὸν λόγον ἐπαναλαβόντες δείκνυμεν τὸν τρόπον τοῦτον. πρῶτον οὖν ἔστω κατʼ αὐτὸν τὰ ἐκ τῶν στοιχείων συγκείμενα τῶν ζῴων σώματα ἀποτελέσματα εἶναι τοῦ παντὸς καὶ οὐ μέρη· ταῦτα γὰρ ὑπὸ τῶν κατʼ οὐρανὸν θεῶν γίνεσθαί φησιν ὁ Πλάτων δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν. ὅτι δὲ τὰ στοιχεῖα μέρη ἐστὶν τοῦ κόσμου, καὶ αὐτὸς ὁμολογεῖ καὶ ἐπιστῆσαι χρή, ὅπερ καὶ πρότερον εἶπον, ὅτι καὶ τὰ τῶν στοιχείων μέρη τὰ ἐκ τοῦ παντὸς δεδανεισμένα εἰς γένεσιν τῶν ζῴων καὶ αὐτὰ μόρια εἶναι τοῦ κόσμου φησὶν παρὰ Πλάτωνος λαβὼν ὁ Πρόκλος. εἰ μὲν οὖν μόνα τὰ σύνθετα ἦν τὰ γινόμενα καὶ φθειρόμενα, ἴσως ἂν παρακρούσασθαι τοὺς ἁπλουστέρους ὁ λόγος ἠδύνατο, ὡς ἀποτελέσματα τοῦ κόσμου εἰσὶν καὶ οὐ μέρη τὰ γενητὰ καὶ φθαρτὰ πάντα· εἰ δὲ καὶ αὐτὰ τὰ μέρη τῶν συνθέτων τὰ στοιχεῖα γίνεταί τε καὶ φθείρεται — εἴπερ εἰς ἄλληλα μεταβάλλει καὶ ἐξ ὕδατος φθειρομένου ἀὴρ γίνεται καὶ ἐξ ἀέρος πῦρ ὕδωρ καὶ ἐκ πάντων πάντα —, δηλονότι καὶ τὰ τῶν στοιχείων μέρη γίνεταί τε καὶ φθείρεται. εἰ οὖν τὰ τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ καὶ τοῦ ὅλου κόσμου ἐστὶν μόρια, ὡς Πλάτων τε καὶ Πρόκλος φησίν, οὐκ ἄρα τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη· τὸ γὰρ μόριον τοῦ μέρους ἐπὶ τῶν ὁμοιομερῶν μάλιστα τῷ ποσῷ μόνῳ καὶ οὐ τῷ εἴδει διενήνοχεν. οὐδεὶς δʼ ἂν οἶμαι νοῦν ἔχων τῷ ποσῷ τὸ εἶναι τόδε τοῦδε μέρος ἢ μὴ εἶναι κρίνειεν· εἰ γὰρ τῆς θύρας μέρος ἐστὶν ἥδε ἡ σανίς, καὶ τὸ τῆς σανίδος ἄρα μέρος τῆς θύρας ἐστὶν μέρος· τὸ γὰρ μικρὸν ξύλον τῷ μεγίστῳ ἐστὶν ὁμοειδές, ᾗ ξύλον ἐστίν. ὁμοιομερῆ δὲ καὶ τὰ στοιχεῖα εἶναι ὡμολόγηται· ὁ γὰρ μερικὸς ἀὴρ τοῦ ὅλου ἀέρος κατʼ αὐτὴν τὴν τοῦ ἀέρος φύσιν τῷ ποσῷ μόνον καὶ οὐ τῇ οὐσίᾳ διενήνοχεν, ὁμοίως καὶ τὸ στοιχειῶδες πῦρ τῷ μέρει τὸ ὅλον τῆς αὐτῆς κεκοινώνηκε φύσεως τῆς ἐπισυμβαινούσης ἔξωθεν τοῖς στοιχείοις ποιότητος ἐκ τῆς ἀλλήλων ἐπιμιξίας οὐκ εἰς τὸν τῆς οὐσίας αὐτῶν ἀναφερομένης λόγον· κἂν γὰρ ἄλλη ἄλλῳ ὕδατι ποιότης ἐπιμίγνυται — τὰ μὲν γὰρ αὐτῶν ἐστιν γλυκέα, τὰ δὲ πικρά, τὰ δὲ ἁλμυρά —, ἀλλʼ ἔξωθεν ταῦτα ἐκ τῆς ὑποκειμένης γῆς τῷ ὕδατι συμβέβηκεν καὶ οὐσίας ὕδατος διαφορὰν οὐκ ἐργάζεται· καὶ ἡ φλὸξ δὲ ὑπερβολή τις εἶναι πυρὸς καὶ οὐ τὸ στοιχειῶδες πῦρ ὡμολόγηται καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. εἰ οὖν τὰ ὅλα στοιχεῖα ὁμοειδῆ τοῖς ἰδίοις ὑπάρχουσι μέρεσιν, τοῦ δὲ ὅλου κόσμου συμπληρωτικά ἐστιν ὡς μέρη αὐτοῦ τὰ στοιχεῖα, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη συμπληρωτικὰ ὄντα τῶν ἰδίων ὁλοτήτων καὶ τοῦ ὅλου κόσμου ἐστὶν συμπληρωτικὰ ὡς μέρη αὐτοῦ ἢ μόρια ὑπάρχοντα. εἰ δὲ τὰ μέρη τῶν στοιχείων γενητὰ ὄντα καὶ φθαρτὰ τοῦ ὅλου κόσμου ἐστὶν μέρη, οὐκ ἄρα πάντα τὰ γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη. τάχα δὲ ἀκριβέστερόν τις γυμνάζων τὰ τοιαῦτα καθόλου ψευδῆ ὄντα τὸν Πρόκλου λόγον εὑρήσει. εἰ γὰρ τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου μέρη ἐστὶν ἢ μόρια, ἐκ τούτων δὲ πάντα τὰ σύνθετα συνέστηκε σώματα, πῶς οὐκ ἀνάγκη καὶ τὰ σύνθετα πάντα σώματα μέρη εἶναι τοῦ κόσμου ἢ μόρια; θαυμαστὸν γὰρ οἶμαι, εἰ τῶν συνθέντων στοιχείων ἕκαστον τὰ τῶν ζῴων καὶ φυτῶν σώματα, λέγω δὴ τὸ μερικὸν πῦρ καὶ μερικὸν ὕδωρ ἥ τε γῆ καὶ ὁ ἀήρ, τοῦ κόσμου ἐστὶν μόρια, τὰ δὲ ἐκ τῶν τοῦ κόσμου συγκείμενα μὴ ᾖ τοῦ κόσμου μόρια· ὥσπερ γὰρ τὸ τῆς θύρας μέρος, φημὶ δὴ τόδε τὸ ξύλον, μέρος ἐστὶν τοῦ ὅλου ξύλου, φέρʼ εἰπεῖν τῆς δρυός, ἐξ ἧς ἀποτέτμηται, καὶ διὰ τοῦτο καὶ ἡ ὅλη θύρα ἐξ ἀνάγκης ὡς ξύλον τῆς αὐτῆς δρυός ἐστιν μέρος, οὕτω δήπου κατὰ τὸ ἀκόλουθον, εἰ τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται τὰ σύνθετα σώματα, μέρη ἐστὶν τοῦ παντὸς κόσμου, καὶ τὰ ἐκ τούτων συγκείμενα σύνθετα σώματα τοῦ αὐτοῦ κόσμου μέρη εἶναι ἀνάγκη.
βιʹ. Ἄλλως τε εἰ τὰ σύνθετα σώματα καὶ ὅλως τὰ γενητὰ καὶ φθαρτὰ μὴ μέρη εἶναι τοῦ κόσμου ἀλλʼ ἀποτελέσματα ὁ Πλάτων ἠβούλετο, πῶς ἐν Τιμαίῳ φησίν, ὡς, εἰ μὴ εἴη τὰ θνητὰ τῶν ζῴων γένη, ἀτελὴς ὁ κόσμος ἔσται; τὸ γὰρ ἀτελὲς ἐλλείποντός τινος τῶν εἰς τὴν οὐσίαν αὐτοῦ συντελούντων ἀτελές ἐστιν· οὐ γὰρ τὰ ἀποτελέσματα τῷ εἶναι ἢ μὴ εἶναι τέλειον ἢ ἀτελῆ ποιεῖ τὸν ἀποτελοῦντα οὔτε κατʼ οὐσίαν οὔτε κατʼ αὐτὴν τὴν τοῦ ποιεῖν ἕξιν, ὡς πολλάκις ἐδείξαμεν· οὔτε γὰρ ὁ μαθητὴς τὸν διδάσκαλον οὔτε ἡ ναῦς τὸν ναυπηγὸν τελειοῖ τὸν τελείαν τοῦ ναυπηγεῖν τὴν ἕξιν ἔχοντα. ὅτι δὲ καί, εἰ ἐτελειοῦτο τὸ ἀποτελοῦν ὑπὸ τοῦ ἀποτελουμένου, οὐχ ὡς ποιητικὸν αἴτιον ἀτελῆ φησιν εἶναι τὸν κόσμον ὁ Πλάτων ἐλλειπόντων τῶν θνητῶν ζῴων ἀλλʼ ὡς μὴ πάντων τῶν συμπληρωτικῶν αὐτοῦ μερῶν ὑφεστώτων, ἐξ ὧν ἔχει τὸ εἶναι, ἐξ αὐτῆς ἔστιν συνιδεῖν τῆς λέξεως Πλάτωνος· ἔστιν δὲ ὁ δημιουργὸς ἐν Τιμαίῳ πρὸς τοὺς κατʼ οὐρανὸν ἤδη γενομένους θεοὺς ἀφανεῖς τε καὶ φαινομένους διαλεγόμενος, φησὶν ταῦτα «νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη τρία ἀγένητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελής ἐστιν· τὰ γὰρ πάντα ἐν ἑαυτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλοι τέλειος ἱκανῶς εἶναι. διʼ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως πᾶν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν». σκοπεῖν ἄξιον, ὡς τῶν θνητῶν ζῴων μὴ γενομένων, ἐνύδρων τε καὶ χερσαίων καὶ ἀερίων — ταῦτα γὰρ λέγει τρία γένη —, τὸν οὐρανὸν εἶναί φησιν ὁ Πλάτων ἀτελῆ, οὐρανὸν συνήθως τὸν κόσμον καλῶν· οὕτω γὰρ καὶ ἐν ἀρχῇ εἶπεν «ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ καὶ ἄλλο, ὅτι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω» καὶ ἐν πολιτικῷ πάλιν «ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν». εἰ οὖν τέλειον μέν ἐστιν, ᾧ μηδὲν τῶν μερῶν ἐλλείπει, ἐλλειπόντων δὲ τῶν θνητῶν ζῴων ἀτελὴς ὁ κόσμος, μέρη ἄρα τοῦ κόσμου ἐστὶν τὰ θνητὰ ζῷα· εἰ γὰρ μὴ μέρη ἦν τοῦ κόσμου τὰ θνητὰ ζῷα, μὴ γενομένων δηλονότι τῶν θνητῶν ζῴων οὐδὲν ἂν τῷ κόσμῳ μέρος ἔλειπεν. πῶς οὖν μηδενὸς μέρους ἐλλείποντος ἀτελὴς εἶναι ὁ κόσμος ἤμελλεν τῶν θνητῶν ζῴων μὴ γινομένων; κατανοεῖν δὲ πάλιν ἄξιον, πῶς οὐκ εἶπεν ὁ Πλάτων «τούτων δὲ μὴ γινομένων ὑμεῖς ἀτελεῖς ἐστε οἱ δημιουργοῦντες αὐτὰ διὰ τὸ ἀτελὲς εἶναι τὸ ἀποτελοῦν μὴ ὄντος τοῦ ἀποτελέσματος», ἀλλʼ «οὐρανὸς ἀτελὴς ἔσται», τουτέστιν ὁ κόσμος· τὰ γὰρ πάντα ἐν αὑτῷ ἔτι γένη τῶν ζῴων οὐ περιέξει· τὰ γὰρ μέρη ὑπὸ τοῦ ὅλου καὶ παντὸς περιέχεται· ὅλον δέ ἐστιν καὶ πᾶν τὸ ἐκ πάντων τῶν μερῶν αὑτοῦ συγκείμενον· εἰ δέ τι τῶν μερῶν ἐλλείψοι, οὐκέτι τὸ ὅλον ἐστὶν ὅλον οὐδὲ τὸ πᾶν ἔτι ἐστὶν πᾶν· εἰ γὰρ τῷ ἀνδριάντι ποὺς ἐλλείψοι, οὐκέτι ἔσται ὅλος ἀνδριάς, οὐδʼ εἰ τοῦ δήμου φέρε τοῦ τῶν Ἀθηναίων τινὲς ἀπολείπωνται, ὅλος ἔτι ἐστὶν ὁ τῶν Ἀθηναίων δῆμος. εἰ οὖν προστάσσει ὁ δημιουργὸς τὰ θνητὰ ζῷα γενέσθαι, ἵνα τὸ πᾶν τόδε ὄντως πᾶν ᾖ, δῆλον ἄρα, ὅτι, εἰ μὴ γεγόνει τὰ θνητὰ ζῷα, οὐκέτι τὸ πᾶν τόδε ὄντως πᾶν ἦν. οὐκοῦν, εἰ τὸ πᾶν ἐλλείποντός τινος τῶν μερῶν οὐκέτι ἐστὶν πᾶν, ὡς ἐδείξαμεν, μὴ γενομένων δὲ τῶν θνητῶν ζῴων τὸ πᾶν τόδε οὐκ ἦν ὄντως πᾶν, ὡς Πλάτων φησίν, δῆλον ἄρα, ὅτι μέρος εἶναι τοῦ παντὸς τὰ θνητὰ ζῷα ὁ Πλάτων βούλεται. καὶ τί μοι δεῖ συλλογισμῶν ἐξὸν διαρρήδην παραθέσθαι βοῶντα Πλάτωνα, ὡς μέρη τοῦ κόσμου εἰσὶν πάντα τὰ ἐν τῷ κόσμῳ ζῷα, καθʼ ἓν δὲ ἕκαστον αὐτῶν καὶ κατὰ γένη, καὶ τὰ λοιπὰ πάντα ὁρατὰ σώματα; ἐν γὰρ τῷ αὐτῷ Τιμαίῳ πρὸ τῶν προκειμένων ῥημάτων περί τε τοῦ κόσμου καὶ τοῦ, πρὸς ὃ γέγονεν, παραδείγματος ταῦτά φησιν ὁ Πλάτων ἐπὶ λέξεως «τούτου δὲ ὑπάρχοντος αὖ τὰ τούτοις ἐφεξῆς ἡμῖν λεκτέον, τίνι τῶν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ ξυνιστὰς ξυνέστησεν. τῶν μὲν οὖν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν· ἀτελεῖ γὰρ ἐοικὸς οὐδέν ποτε ἂν γένοιτο καλόν· οὗ δέ ἐστιν τὰ ἄλλα ζῷα καθʼ ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν· τὰ γὰρ δὴ νοητὰ ζῷα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς ὅσα τε ἄλλα θρέμματα ξυνέστηκεν ὁρατά· τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελείῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθεὶς ζῷον ἓν ὁρατὸν ὅσα αὐτοῦ πάντα κατὰ φύσιν ξυγγενῆ ζῷα ἐντὸς αὑτοῦ ἔχον ξυνέστησεν». εἰ, καθάπερ τὸ τοῦ κόσμου παράδειγμα πάντα τὰ νοητὰ ζῷα ἐν αὑτῷ περιλαβὸν ἔχει, οὕτω καὶ ὁ κόσμος ἡμᾶς περιέχει καὶ ὅσα ἄλλα θρέμματα ξυνέστηκεν ὁρατά, τὰ δὲ νοητὰ ζῷα καθʼ ἓν καὶ κατὰ γένη μόριά ἐστιν ἐκείνου τοῦ ζῴου, πρὸς ὃ παράδειγμα ὁ κόσμος γέγονεν, καὶ ἡμεῖς ἄρα καὶ τὰ λοιπὰ ὁρατὰ καθʼ ἓν καὶ κατὰ γένη μέρη ἐστὶν κατὰ Πλάτωνα τοῦ περιέχοντος ἡμᾶς κόσμου· εἰ γάρ, ὡς ἔχει τὸ ὅλον παράδειγμα πρὸς τὴν ὅλην εἰκόνα, τουτέστιν τὸν κόσμον, οὕτως ἔχει καὶ τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα πρὸς τὰ ὑπὸ τῆς εἰκόνος περιεχόμενα αἰσθητὰ ζῷα, καὶ ἐναλλὰξ ἄρα, ὡς ἔχει τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα πρὸς αὐτό, οὕτως ἔχει καὶ τὰ ὑπὸ τοῦ κόσμου περιεχόμενα αἰσθητὰ ζῷα πρὸς αὐτόν. εἰ οὖν τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα μέρη αὐτοῦ ἐστιν καθʼ ἓν καὶ κατὰ γένη, καὶ τὰ ὑπὸ τῆς εἰκόνος ἄρα, λέγω δὴ τοῦ κόσμου, περιεχόμενα ζῷα μέρη αὐτοῦ ἐστιν καθʼ ἓν καὶ κατὰ γένη. καὶ σκόπει, ὡς οὐ μόνον τὰ γένη τῶν ζῴων μέρη εἶναί φησιν τοῦ παντὸς κόσμου, ἀλλὰ καὶ καθʼ ἓν ἕκαστον ἄτομον, οἷον Σωκράτην καὶ Πλάτωνα καὶ τόνδε τὸν ἵππον καὶ τόνδε τὸν λίθον, καὶ μέρη συγγενῆ αὐτοῦ κατὰ φύσιν ὑπάρχοντα, ὡς ἠκούσαμεν Πλάτωνος λέγοντος, καὶ οὐκ ἔκφυλα καὶ ξένα τῆς τοῦ οὐρανοῦ φύσεως ἄλλο τι ὄντος παρὰ τὴν τῶν στοιχείων φύσιν, ἐξ ὧν τὰ ὁρατὰ πάντα συνέστηκεν, ὡς νῦν ἡμᾶς παρακρούεται ὡς ἐν προσχήματι τοῦ ὑφηγεῖσθαι τὰ Πλάτωνος ἔκφυλα μὲν τῷ ὄντι καὶ ξένα τῆς ἐκείνου διδασκαλίας ἡμῖν ἐπεισάγων, αὐτῇ δὲ τῇ ἀθετήσει τῶν αὐτοῦ δογμάτων αὐτὸν ἐφυβρίζων· οὔτε γὰρ συσκιάσαι δεδύνηται τὴν ἀλήθειαν καὶ αὐτῷ τῷ φαίνεσθαι μὴ ἀρεσκόμενος τοῖς ὑπὸ τοῦ Πλάτωνος ἐναργῶς εἰρημένοις φανερῶς αὐτὸν ἐφυβρίζων φαίνεται.
γιʹ. Ταῦτα μὲν ἐπὶ τοσοῦτον. καιρὸς δʼ ἂν εἴη λοιπόν, ὅπερ ποιήσειν ἐπηγγειλάμην, αὐτοῦ τοῦ Πλάτωνος ἀναγνῶναι ῥήματα, διʼ ὧν ἄνευ πάσης ἀμφιβολίας καὶ ἐπικρύψεως ἐκ τῶν τεσσάρων στοιχείων τὸ οὐράνιον σῶμα συνίστησιν, εἶτα ἐφεξῆς καὶ τὰς τῶν ἄλλων φιλοσόφων περὶ αὐτοῦ μαρτυρίας παραθέσθαι.
Πλάτωνος ἐκ τοῦ Τιμαίου, ὅτι ἐκ τῶν τεσσάρων στοιχείων μόνων ὁ οὐρανὸς καὶ ὁ ὅλος συνέστηκε κόσμος.
«Διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλʼ εἷς ὅδε μονογενὴς οὐρανὸς ἔστι τε καὶ ἔσται. σωματοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι· χωρισθὲν δὲ πυρὸς οὐκ ἄν ποτε ὁρατὸν γένοιτο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχόμενος ξυνιστάναι σῶμα ὁ θεὸς ποιεῖ. δύο δὲ μόνω καλῶς ξυνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν· δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα ἀμφοῖν ξυναγωγὸν γίνεσθαι· δεσμῶν δὲ κάλλιστος, ὃς ἂν αὑτὸν καὶ τὰ ξυνδούμενα ὅτι μάλιστα ἓν ποιῇ. τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν· ὁπόταν γὰρ ἀριθμῶν τινων εἴτε ὄγκων εἴτε δυνάμεων ὡντινωνοῦν ᾖ τὸ μέσον, ὅτιπερ τὸ πρῶτον πρὸς αὐτό, τοῦτο αὐτὸ πρὸς τὸ ἔσχατον, καὶ πάλιν αὖθις, ὅτι τὸ ἔσχατον πρὸς τὸ μέσον, τὸ μέσον πρὸς τὸ πρῶτον, τό τε μέσον μὲν πρῶτον καὶ ἔσχατον γινόμενον, τὸ δὲ ἔσχατον καὶ τὸ πρῶτον αὖ μέσα ἀμφότερα πάνθʼ οὕτως ἐξ ἀνάγκης ταὐτὰ εἶναι συμβήσεται, ταὐτὰ δὲ γενόμενα ἀλλήλοις ἓν πάντα ἔσται. εἰ μὲν οὖν ἐπίπεδον βάθος δὲ μηδὲν ἔχον ἔδει γίνεσθαι τὸ τοῦ παντὸς σῶμα, μία μεσότης ἂν ἐξήρκει τά τε μεθʼ αὑτῆς συνδεῖν καὶ ἑαυτήν· νῦν δέ—στερεοειδῆ γὰρ αὐτὸν προσῆκεν εἶναι, τὰ δὲ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες ξυναρμόττουσιν· οὕτω δὴ πυρός τε καὶ γῆς ὕδωρ ἀέρα θεὸς ἐν μέσῳ θεὶς καὶ πρὸς ἄλληλα καθʼ ὅσον ἦν δυνατὸν ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, ὅτι πρὸς ἀέρα πῦρ, τοῦτο ἀὴρ πρὸς ὕδωρ, καὶ ὅτι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν, ξυνέδησεν καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη διʼ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεσσάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών».
Ὅτι μὲν οὖν ἐκ τῶν τεσσάρων καὶ μόνων στοιχείων ὅ τε οὐρανὸς καὶ ὁ κόσμος ἅπας συνέστηκεν, σαφῶς ἠκούσαμεν Πλάτωνος λέγοντος καὶ τὴν αἰτίαν ἀκριβῶς διεξιόντος. ἐπεὶ γὰρ ἐκ τῶν ἐναντιωτάτων ὁ κόσμος συνέστηκεν πυρός τε καὶ γῆς καὶ φύσει καὶ τόποις διεστηκότων, τὰ δὲ ἐναντία, φησίν, ἑνοῦσθαι ἀλλήλοις οὐ πέφυκεν, ἔδει τινὸς μεσότητος τῆς συνδεούσης καὶ εἰς μίαν ἕνωσιν καὶ ὁμολογίαν τὸ πᾶν συναγούσης. ἀλλʼ ἐπειδὴ στερεὰ ταῦτά ἐστιν καὶ οὐκ ἐπίπεδα, ἀδύνατόν φησιν μιᾷ ταῦτα συνδεῖσθαι μεσότητι. διὰ τοῦτο οὖν δύο μεσοτήτων, φησίν, ἐδέησεν ἀέρος τε καὶ ὕδατος. τὴν μὲν οὖν μαθηματικωτέραν τούτων ἐξήγησιν λεγέτωσαν ἕτεροι· ἡμεῖς δὲ τὴν φυσικωτέραν ἐκτιθέμενοί φαμεν, ὡς ὅτι μεσότητες ὄντα πυρός τε καὶ γῆς ἀήρ τε καὶ ὕδωρ, εἰ καὶ ἐναντιοῦται τῷ ἀέρι τὸ πῦρ, καθὸ τὸ μὲν ξηρόν ἐστιν, ὁ δὲ ὑγρός, ἀλλʼ οὖν συνδεῖται πρὸς ἄλληλα ταῦτα τῇ τοῦ θερμοῦ κοινωνίᾳ· ἄμφω γὰρ κατὰ φύσιν ἐστὶν θερμά· πάλιν δʼ αὖ πρὸς ὕδωρ ψυχρὸν ὂν θερμὸς ὢν ὁ ἀὴρ μαχόμενος τῇ ὑγρᾷ πρὸς αὐτὸ κοινωνῶν ποιότητι καὶ διʼ ἑαυτοῦ μέσου καὶ τῷ ὕδατι τὴν πρὸς τὸ πῦρ χαρίζεται ἕνωσιν· ὁμοίως τὸ ὕδωρ ὑγρὸν ὂν καὶ τῇ γῇ ξηρᾷ οὔσῃ πολεμοῦν τῇ ταυτότητι τῆς ψυχρᾶς ποιότητος τὴν πρὸς αὐτὴν φιλίαν ἀσπάζεται καὶ διʼ ἑαυτοῦ πρὸς τὸν ἀέρα καὶ διʼ ἐκείνου πρὸς τὸ πῦρ αὐτὴν συνάπτει· καὶ αὐτὴ δὲ ἡ γῆ ψυχρὰ οὖσα καὶ ταύτῃ τῷ πυρὶ θερμῷ ὄντι ἀντικειμένη τε καὶ πολεμοῦσα τῇ κοινωνίᾳ τῆς ξηρᾶς ἑνοῦται δυνάμεως καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα, καθὸ ὑγρά ἐστιν, ξηρῷ ὄντι τῷ πυρὶ μαχόμενα διʼ ἑαυτῆς μέσης συνάπτει. καὶ ὅπερ ἐστὶν τοῖς ἄκροις τὰ μέσα, τοῦτʼ αὖ πάλιν τοῖς μέσοις τὰ ἄκρα γίνεται· συνδέων γὰρ ὁ ἀὴρ θερμὸς ὢν ψυχρὰν οὖσαν τὴν γῆν διʼ ἑαυτοῦ μέσου πρὸς τὴν τοῦ πυρὸς θερμότητα καὶ συναπτόμενος αὐτὸς πρὸς τὴν γῆν διὰ μέσου τοῦ ὕδατος — ὑγρὰ γὰρ ἄμφω, ἀὴρ καὶ ὕδωρ — πάλιν αὐτὸς ὁ ἀὴρ ὑγρὸς ὢν διὰ μέσης τῆς γῆς πρὸς τὴν τοῦ πυρὸς συμφωνεῖ ξηρότητα — ξηρὰ γὰρ πῦρ τε καὶ γῆ· πρὸς δὲ τούτοις τὸ ὕδωρ ψυχρὸν ὂν καὶ ὑγρὸν κατὰ μὲν τὸ θερμὸν διʼ ἀέρος μέσου, κατὰ δὲ τὸ ξηρὸν διὰ τῆς γῆς μέσης τῷ πυρὶ συμπλέκεται, καὶ οὕτως ὡς ἐν χορῷ διὰ τῶν μέσων καὶ τὰ ἄκρα ἀλλήλοις καὶ τὰ μέσα τοῖς ἄκροις ἐπισυνάπτεται καὶ τὰ μέσα ἄκρα καὶ τὰ ἄκρα μέσα γινόμενα καὶ μία ἐκ πάντων ἀποτελεῖται συμφωνία καὶ σύμπνοια. εἰ δέ τι τῶν μέσων ἐλλείποι, ἀδύνατον ἔτι τὸν εἰρημένον συστῆναι σύνδεσμον· ἐλλειπέτω γὰρ εἰ τύχοι ὁ ἀὴρ καὶ μέσον ἔστω πυρός τε καὶ γῆς τὸ ὕδωρ μόνον· πῶς ἂν οὖν τὸ πῦρ θερμόν τε ἅμα καὶ ξηρὸν ὑπάρχον τῷ ὕδατι ὑγρῷ καὶ ψυχρῷ συμπλακὲν συμφωνῆσαι δυνήσεται; συνδεθῆναι γὰρ ἀλλήλοις τὰ πάντῃ μαχόμενα καὶ κατὰ μηδὲν κοινωνοῦντα ἀμήχανον· κἂν γὰρ διὰ μέσης τῆς γῆς κατὰ τὴν ξηρότητα πρὸς αὐτὸ ἑνωθείη, πρὸς ἄμφω, γῆν τε καὶ ὕδωρ, κατὰ τὸ θερμὸν πολέμιον ἔσται καὶ ἀσύμφωνον. ἀλλὰ δὴ πάλιν ἡ τοῦ ὕδατος ἐλλειπέτω οὐσία, ὑπαρχέτω δὲ μεταξὺ πυρός τε καὶ γῆς μόνος ὁ ἀήρ· πῶς ἂν οὖν ὁ ἀὴρ θερμὸς ὢν ἅμα καὶ ὑγρὸς πρὸς τὴν γῆν ψυχράν τε καὶ ξηρὰν οὖσαν ὁμολογήσειεν; πρὸς γὰρ πῦρ τε καὶ γῆν ξηρὰ ὄντα πολεμίως ἕξει κατὰ τὴν ὑγρότητα. ἀνάγκη ἄρα ἐστὶν πᾶσα, ᾗ φησιν Πλάτων, δύο τῶν ἄκρων ὄντων, πυρός τε καὶ γῆς, δύο καὶ τὰς τούτων συνδετικὰς μεσότητας εἶναι, ἀέρα καὶ ὕδωρ. οὕτως οὖν κοινῶς περὶ τῆς τοῦ παντὸς κόσμου συνθέσεως φυσιολογήσας ὁ Πλάτων, ὡς ἐκ μόνων εἴη τῶν τεσσάρων σωμάτων, ἐφεξῆς λοιπὸν ἰδικώτερον τὰ οὐράνια τῆς πυρώδους οὐσίας πλείστης φησὶ μετειληφέναι· εἰπὼν γὰρ τέσσαρας εἶναι τὰς τοῦ ζῴου ἰδέας «μία μὲν οὖν», φησίν, «οὐρανίων θεῶν γένος, ἄλλη δὲ πτηνῶν καὶ ἀεροπόρων, τρίτη δὲ ἔνυδρον εἶδος, πεζῶν δὲ καὶ χερσαίων τέταρτον. τοῦ μὲν οὖν θείου», φησίν, «τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπειργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη, τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει, τίθησίν τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκείνῳ ξυνεπόμενον νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανὸν κόσμον ἀληθινὸν αὐτῷ πεποικιλμένον εἶναι».
διʹ. Ὅτι μὲν οὖν ἐκ πλείστου πυρὸς τὰ οὐράνια συνέστηκε σώματα, σαφῶς ὁ Πλάτων εἴρηκεν. ἃ δέ φησιν Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῶν μετεωρολογικῶν ἀναιρεῖν ἐπιχειρῶν τὸ ἐκ πυρὸς συνεστάναι τὰ οὐράνια σώματα, οὐδὲν ἀναγκαῖον ἔχειν μοι φαίνεται· φησὶν γάρ, ὡς, εἰ πύρια ἦν τὰ οὐράνια, πάντα ἂν πάλαι τὰ ἔνδον κατέφλεξεν διὰ τὸ πολλῷ ὑπερέχειν τῷ μεγέθει τῶν ἐντὸς ἁπάντων· ἡ γὰρ τοῦ πυρὸς φύσις καὶ ἐν ἐλάττονι οὖσα ὄγκῳ διὰ τὸ δραστήριον τῆς δυνάμεως καὶ τὰ πολλῷ μεγέθει ὑπερέχοντα κατακαίει, μή τί γε καὶ ἐν πολλῷ μείζονι ὄγκῳ τυγχάνουσα· καὶ τὸν ἥλιον δὲ μόνον καθʼ αὑτὸν καὶ πολλοὺς τῶν ἀπλανῶν ἀστέρων πολλῷ μείζονας εἶναι τῆς γῆς ἀστρονόμων παῖδες βούλονται, μή τί γε τοὺς ἀστέρας ἅμα πάντας καὶ τὰς σφαίρας αὐτάς, ἐν αἷς καθίδρυνται· ἀσύγκριτος οὖν ἡ τοῦ οὐρανοῦ πρὸς τὰ ἐντὸς ὑπεροχή. πῶς ἂν οὖν ἀντέσχεν τὰ ἐντός, φησὶν ὁ Ἀριστοτέλης, εἰ πύρια ἦν τὰ οὐράνια; ἀλλʼ ἔστιν πρὸς αὐτὸν εἰπεῖν πρῶτον μέν, ὅτι οὐδὲ αὐτὸς σὺ ταύτης τῆς ἀπορίας ἐκτὸς πέπτωκας· τὴν γὰρ τοῦ πυρὸς ὁλότητα περιέχειν τὰ λοιπὰ στοιχεῖα βουλόμενος, ὅπερ καλεῖς ὑπέκκαυμα, ἀνάγκη σε πάντως μείζονα τῶν ἐντὸς αὐτὴν ὑποτίθεσθαι· τὸ περιέχον γὰρ τοῦ περιεχομένου μεῖζον· πῶς οὖν οὐ πέφλεκται τὰ ἐντὸς ἐν πολλῷ μείζονι ὑπεροχῇ τῶν λοιπῶν ἅμα πάντων τοῦ πυρὸς τυγχάνοντος; δεύτερον αὐτὸς σὺ λέγεις, ὡς ὅτι ἡ φλὸξ οὐκ ἔστιν τὸ φυσικὸν πῦρ ἀλλʼ ὑπερβολὴ πυρός, ὡς καὶ ἡ χιὼν ὑπερβολὴ ψυχροῦ· τὸ γὰρ φυσικὸν πῦρ ζωτικὸν μᾶλλον εἶναι, οὐ καυστικόν, οἷόν ἐστιν τὸ ἐν ἡμῖν ἔμφυτον θερμὸν καλούμενον καὶ ὅλως ἐξ οὗ τὸ σύγκριμα τοῦ συνθέτου συνέστηκε σώματος· τοιοῦτο δὲ εἶναι φῂς καὶ τὸ ὑπέκκαυμα· οὐκοῦν καὶ τὸ οὐράνιον πῦρ τοιοῦτόν ἐστιν ζωτικὸν μᾶλλον, οὐ καυστικόν· ὥστε κίνδυνος οὐδείς, μὴ καταφλέξῃ τὰ ἐντὸς πάντα. ἄλλως τε οὐδὲ μόνως ἐκ πυρὸς εἶπε τὸν οὐρανὸν συνεστάναι Πλάτων, ἀλλὰ πλείστου πυρὸς μετέχειν ὡς πρὸς τὴν ἀναλογίαν τῶν λοιπῶν στοιχείων ἢ τῶν λοιπῶν συνθέτων σωμάτων· ὥστε τῇ μίξει κολάζεσθαι τοῦ πυρὸς τὴν ἀκρότητα. προσθείην δʼ ἂν ἔτι καὶ τέταρτον, ὅτι καὶ καθαρωτάτη καὶ λεπτομερεστάτη ἡ τοῦ πυρὸς ἐκείνου φύσις ἐστίν. ὁρῶμεν δέ, ὅτι καὶ αὐτὴ ἡ φλὸξ ὑπερβολὴ οὖσα πυρὸς καὶ οὐ τὸ ζωτικόν τε καὶ φυσικὸν πῦρ, ὁπηνίκα λεπτομερεστέρα ὑπάρχει, ἢ οὐδʼ ὅλως ἢ παντελῶς βραχυτάτου τοῦ καυστικοῦ μετέχειν, οἵα ἐστὶν ἡ ἀστραπή. καὶ τὸ παρʼ ἡμῖν δὲ πῦρ, ὡς στερεωτέρας ὕλης ἐπιλαμβάνεται, καὶ παχυμερέστερον ὂν καυστικὸν μᾶλλόν ἐστιν· οὐ γὰρ οὕτω καίει φλὸξ ἡ ἐκ στυππείου φέρε ἐξαφθέντος ἢ ἡ ἐκ παπύρου ὡς ἡ ἐκ ξύλων, καὶ τούτων ἡ ἐκ δρυΐνων μᾶλλον. ἀλλὰ δὴ καὶ διʼ αὐτῆς μὲν τῆς φλογὸς πολλάκις διαγαγεῖν τὴν χεῖρα δυνάμεθα, ἄνθρακος δὲ οὐδὲ ἐφάψασθαι. καὶ ἄνθρακος δὲ ἧττον θιγεῖν δυνατὸν τοῦ ἐκ στερεωτέρας ὑπάρχοντος ὕλης· μᾶλλον γὰρ τοῦ ἐκ θρυαλλίδος καὶ τοῦ ἐκ παπύρου ἄνθρακος θιγεῖν δυνάμεθα ἤπερ τοῦ ἐκ ξύλων, καὶ τούτου πάλιν μᾶλλον ἤπερ σιδήρου πεπυρακτωμένου, σχεδὸν δὲ οὐδὲ πλησιάσαι τούτῳ δυνάμεθα. εἰ οὖν τὸ παχυμερέστερον πῦρ καίει μᾶλλον, λεπτομερέστατον δὲ καὶ καθαρώτατον ὡς ἔνι μάλιστα τὸ οὐράνιον πῦρ καὶ οὐδὲ ὑπερβολὴ πυρὸς οὐδὲ φλὸξ ἀλλʼ αὐτὸ τὸ στοιχειῶδές τε καὶ ζωτικὸν πῦρ, πῶς οὐκ ἂν πολλῷ τοῦ κάειν τε καὶ φθείρειν ἀποδέοιτο, ζωοποιὸν δὲ μᾶλλον ἂν εἴη ὡς καὶ τὸ ἐν τοῖς ζῴοις ἔμφυτον θερμὸν καλούμενον, οἷόν ἐστιν καὶ τὸ πῦρ τὸ αἰθέριον.
ειʹ. Ἐκ μὲν οὖν τοῦ γνῶναι τὴν Πλάτωνος διάνοιαν, ὡς ἐκ τῶν τεσσάρων στοιχείων οἴεται τὸ πᾶν συνεστάναι καὶ αὐτὸν τὸν οὐρανόν, ἱκανὰ καὶ ταῦτα· ἐφεξῆς δὲ καὶ τῶν αὐτὸν ὑπομνηματισαμένων φιλοσόφων ὀλίγας παραθέσθαι χρήσεις ἄξιον. Ἀττικὸς μὲν οὖν καὶ Πλούταρχος ἐάσθων καὶ εἴ τις ἄλλος γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι ἀπεφήνατο· μάρτυρες δὲ ἡμῖν ἔστωσαν μόνοι τοῦ, ὅτι Πλάτων ἐκ τῶν τεσσάρων στοιχείων τὸν πάντα κόσμον συνεστάναι βούλεται, ὅσοι τῆς τοῦ ἀΐδιον εἶναι αὐτὸν κατὰ Πλάτωνα δόξης ἐγένοντο.
Ταύρου τοῦ Πλατωνικοῦ ἐκ τοῦ πρώτου τῶν εἰς τὸν Τίμαιον ὑπομνημάτων προκειμένης τῆς παρʼ ἡμῶν προεκτεθείσης τοῦ Πλάτωνος περικοπῆς «σωματοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε τὸ γενόμενον» καὶ τῶν ἑξῆς.
«Ὁ δημιουργὸς ἤρχετο τῆς συστάσεως τοῦ κόσμου ἐκ πυρὸς καὶ γῆς, δεῖ δὲ τὸ γενησόμενον σωματοειδὲς ἀντιτυπητικὸν εἶναι καὶ ὁρατόν. τὸ μὲν εἶναι ὁρατὸν ἐκ τοῦ πυρὸς αὐτῷ γίνεται, τὸ δὲ ἁπτὸν ἐκ τῆς γῆς· καθʼ ἕκαστον γὰρ στοιχεῖον αἴσθησις, κατὰ τὸ πῦρ ἡ ὅρασις — ὁρατοῦ ὅρασις, ὁρατὸν δὲ χρῶμα —, κατὰ τὴν γῆν ἡ ἁφή — ἁπτοῦ ἁφή —, κατὰ τὸ ὕδωρ ἡ γεῦσις — γευστοῦ γεῦσις —, κατὰ τὸν ἀέρα ἡ ἀκοή — ἀκουστοῦ ἀκοή. τί οὖν; τῇ ὀσφρήσει ποῖον ἀπονεμοῦμεν στοιχεῖον; ἀναμέσον τοῦ ὕδατος καὶ τοῦ ἀέρος, ὡς κατὰ τὸν τόπον γενόμενοι ἐροῦμεν. Θεόφραστός φησιν “εἰ τὸ ὁρατὸν καὶ τὸ ἁπτὸν ἐκ γῆς καὶ πυρός ἐστιν, τὰ ἄστρα καὶ ὁ οὐρανὸς ἔσται ἐκ τούτων· οὐκ ἔστιν δέ”. ταῦτα λέγει εἰσάγων τὸ πέμπτον σῶμα τὸ κυκλοφορητικόν. ὅταν οὖν ἐκεῖνο παραστήσῃ, ὅτι ἔστιν, τότε πρὸς ταῦτα ἐνιστάσθω». σκοπεῖν ἄξιον, πῶς οὐ μόνον ἀληθὲς οἴεται Πλάτωνα ἐκ τῶν τεσσάρων μόνων στοιχείων συγκεῖσθαι τὸν κόσμον λέγειν ὁ τούτου ἐξηγητὴς Ταῦρος, ἀλλὰ καὶ Θεοφράστῳ μάχεται λέγοντι μὴ εἶναι ἐκ τούτων τὸν οὐρανόν — τῆς γὰρ Ἀριστοτέλους διατριβῆς ὁ Θεόφραστος —, καὶ ὅτι οὐδὲ οἴεται ὁ τοῦ Πλάτωνος ἐξηγητὴς τὸ πέμπτον ἀποδεδεῖχθαι στοιχεῖον, ὅτι ἔστιν, ὑπὸ Ἀριστοτέλους· «ὅταν γὰρ ἐκεῖνο παραστήσῃ», φησίν, «ὅτι ἔστιν, τότε πρὸς ταῦτα ἐνιστάσθω». ἀναμέσον δʼ ὕδατός φησιν καὶ ἀέρος τὴν ἀτμίδα· ὁδὸς γάρ ἐστιν αὕτη ἐξ ὕδατος εἰς ἀέρα καὶ ἐξ ἀέρος εἰς ὕδωρ· πυκνουμένη μὲν γὰρ ὕδωρ γίνεται, μανουμένη δὲ ἀήρ. ἔστιν οὖν ἡ ἀτμὶς ὀσφρήσεως· ὀσφραντοὶ γὰρ οἱ ἀτμοὶ πεποιωμένοι πως ὄντες ταῖς ὀσφρανταῖς ποιότησι. καὶ μετʼ ὀλίγα πάλιν ὁ αὐτὸς Ταῦρος ἐπιφέρει καὶ ταῦτα «ἔλαβεν δύο ἄκρα ἀντικείμενα ἀλλήλοις, πῦρ καὶ γῆν, καὶ ταῦτα βούλεται συναρμόσαι μεσότησί τισιν ἀνάλογον ἐχούσαις πρὸς ἀλλήλας καὶ πρὸς ἑκάτερον τῶν ἄκρων καὶ τίθησιν ὕδωρ καὶ ἀέρα κατὰ τὰς προειρημένας δυνάμεις τὰ αὐτά τε ἀλλήλοις συνάπτοντα καὶ τὰ ἄκρα αὐτοῖς καὶ ἀλλήλοις φησίν τε, ὅτι ὁ θεὸς ἐν μέσῳ τῶν ἄκρων τοῦ πυρὸς καὶ τῆς γῆς ἔθηκεν ἀέρα καὶ ὕδωρ καὶ συνῆψεν ἀλλήλοις, ἐφʼ ὅσον ἦν δυνατόν, ἀνάλογον συνδήσας ταῖς μεσότησιν. ἐγένετο οὖν ἐκ τούτων συντεθεὶς ὁ οὐρανὸς ἁπτὸς καὶ ὁρατός· ἐκ τῶν ἄκρων ἔλαβεν τὰ αἰσθητά, ἐξ ὁρατοῦ καὶ ἁπτοῦ καὶ ὁράσεως καὶ ἁφῆς, ὧν ὅρασις μὲν κατὰ τὸ πῦρ, ἁφὴ δὲ κατὰ τὴν γῆν».
Ὁ μὲν οὖν Ταῦρος ταῦτα. καὶ ὁ Πορφύριος δὲ ἐν τοῖς πρὸς τὸν Τίμαιον ὑπομνήμασιν ἐξηγούμενος τὰ προεκκείμενα χωρία τοῦ Πλάτωνος καὶ πολλὰ εἰπὼν περὶ τοῦ ἐκ τῶν τεσσάρων στοιχείων μόνων συνεστάναι τὸν κόσμον προστίθησιν ἐπὶ λέξεως καὶ ταῦτα «τὰ δὲ οὐράνια φάναι μὴ ἐκ τῶν τεσσάρων συνεστηκέναι οὐκ ἄρα κατὰ τὸ ἑπόμενον δόγμα τῷ Πλάτωνι λέγοντός ἐστιν ἀλλʼ ἰδίῳ ἑπομένου δόγματι, ἐπεί γε ὁ Πλάτων καὶ τὰ οὐράνια ἐκ πλείονος μὲν πυρὸς γεγονέναι φησίν, ἐλαττόνων δὲ τῶν ἄλλων καὶ εἰλικρινεστέρων καὶ καθαρωτέρων· κατὰ δὴ Πλάτωνα δύο μὲν τὰ πρῶτα στοιχεῖα γῆ καὶ πῦρ, τὰ δὲ λοιπὰ δεσμοῦ καὶ συνοχῆς χάριν προὐνοήθη». καὶ μεθʼ ἕτερα δὲ ἐξηγούμενος τὸ χωρίον Πλάτωνος, ἐν ᾧ φησιν «καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη», πάλιν ὁ αὐτὸς Πορφύριος ταῦτά φησιν ἐπὶ λέξεως «τέτταρα μόνα τὰ σώματα λέγει, ἐπεὶ μηδὲν παρὰ ταῦτα ἐν τοῖς οὖσιν εὑρίσκεται, πλὴν τὰ ἐκ τούτων συνδέσματα»· εἶτα διὰ πολλῶν κατασκευάσας ὁ Πορφύριος, ὅτι οὐκ ἔστιν ἄλλο σῶμα παρὰ τὰ τέσσαρα, πάλιν προσθεὶς τὴν προκειμένην ῥῆσιν τοῦ Πλάτωνος ἐπιφέρει ταῦτα «σαφῶς τὸν κόσμον ἐκ τῶν τεσσάρων φησὶν συνεστάναι στοιχείων· ὥστε τὸ πέμπτον σῶμα δῆλός ἐστιν οὐχ ἡγούμενος τὸ ὑπὸ Ἀριστοτέλους καὶ Ἀρχύτου εἰσαγόμενον· ἑξῆς δʼ ἀκριβέστερον ὀψόμεθα». ταῦτα μὲν οὖν καὶ ὁ Πορφύριος. οὐδὲ ὁ Πρόκλος δὲ αὐτός, ἐν οἷς μὴ πρὸς ἔριν τοὺς λόγους ἐποιεῖτο μηδὲ σκοπὸν ἴδιον ἐν προσχήματι τῶν Πλάτωνι δοκούντων ἀνῦσαι προϋπέθετο, ἔξω ταύτης περὶ Πλάτωνος τῆς δόξης γέγονεν· ἐν γὰρ τῷ πολλάκις μνημονευθέντι λόγῳ, ὃς ἐπιγέγραπται «ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπʼ Ἀριστοτέλους ἀντειρημένων», πολύς ἐστιν τῇ Πλάτωνος παριστάμενος δόξῃ καὶ κατασκευάζων, ὡς οὐ ξένη τις τῶν τῇδε στοιχείων ἡ τοῦ οὐρανοῦ φύσις ἐστίν, ὡς Ἀριστοτέλης φησίν, ἀλλʼ ἐκ τούτων κἀκεῖνος συνέστηκε. παραθήσομαι δὲ καὶ ἐντεῦθεν ἐκ πολλῶν ὀλίγας μαρτυρίας, ἐξ ὧν ἔστιν ἰδεῖν, ὡς οὐδʼ ἑαυτῷ συμφώνως τὰ περὶ τῆς Πλάτωνος δόξης ἐν τοῖς προκειμένοις ὁ Πρόκλος διωρίσατο· φησὶν γὰρ ἐν τῷ μνημονευθέντι λόγῳ ἐπὶ λέξεως ταῦτα «οὐ γὰρ καυστικὸν τὸ οὐράνιον πῦρ ἀλλʼ ὡς ἂν ἔγωγε φαίην ζωοποιόν, ὡς καὶ τὸ ἐν ἡμῖν ἔμφυτον θερμόν. καὶ αὐτὸς ἐν τοῖς περὶ γενέσεως ζῴων εἶναί φησίν τινα ἔλλαμψιν, ἧς παρούσης ζῆν τῶν θνητῶν ἕκαστον. ὁ μὲν οὖν ὅλος οὐρανὸς ἐκ τοῦ τοιούτου πυρός ἐστιν, τὰ δὲ ἄστρα πλεῖστον μὲν ἔχει τοῦτο τὸ στοιχεῖον, ἔχει δὲ καὶ τῶν ἄλλων τὰς ἀκρότητας»· καὶ μετʼ ὀλίγα «καὶ μὴν καὶ εἰ τοῦτο ἐννοήσαιμεν, ὅτι γῆ μὲν ἐπισκοτεῖ πᾶσιν τοῖς φωτίζουσιν καὶ σκιὰν ἀποτελεῖ, τὰ δὲ μέσα γῆς καὶ πυρὸς διαφανῆ κατὰ τὴν αὑτῶν φύσιν δεκτικά ἐστιν ἀμφοτέρων, σκότους καὶ φωτός, καὶ οὐδετέρου τούτων αἴτια τοῖς σώμασιν, μόνον δὲ τὸ πῦρ παρεκτικὸν φωτός, ὡς ἡ γῆ σκότους, πλεῖστον ἀλλήλων ἀπέχοντα, μάθοιμεν ἄν, ὅπως καὶ τὰ ἐν οὐρανῷ πύρια τὴν φύσιν ἐστίν· ὅτι μὲν γὰρ φωτίζει, καθάπερ τὸ τῇδε πῦρ, δῆλον· εἰ δὲ ἀμφοτέρων τοῦτο κοινόν, συγγενὲς δήπου τὸ τῇδε πῦρ πρὸς τὸ εἶδος τῶν οὐρανίων». ταῦτα εἰπὼν ὁ Πρόκλος καὶ τὴν συγγένειαν ἐφεξῆς τοῦ οὐρανοῦ πρὸς τὰ στοιχεῖα διʼ ἑτέρων πλειόνων κατασκευάσας ἐπήγαγεν «οὐκ ἄρα δεῖ καθάπερ ξένην φύσιν ἐπεισάγειν τῷ παντὶ τὴν οὐρανίαν, ἀλλʼ ἐκεῖ θεμένους τὴν ἀκρότητα τῆς φύσεως τῶν τῇδε ἀπʼ ἐκείνης διδόναι καὶ διὰ τῆς ἐκείνῃ συγγενοῦς καὶ τοῖς ἐνταῦθα στοιχείοις τὴν γένεσιν». εἰ οὖν μὴ ξένη τῶν παρʼ ἡμῖν στοιχείων ἡ τοῦ οὐρανοῦ φύσις ἐστίν, ὡς καὶ Πρόκλῳ δοκεῖ, ἀλλʼ ἡ ἀκρότης τῶν τῇδε ἐν ἐκείνοις ἐστίν, πυρίων μὲν ὄντων τὴν φύσιν τῶν οὐρανίων, ἐχόντων δὲ καὶ τῶν ἄλλων τὰς ἀκρότητας, εἰ ταῦτα συνηγορῶν τῇ δόξῃ τοῦ Πλάτωνος ὁ τοῦ Πλάτωνος λέξει ἐξηγητής, πῶς ἐν τοῖς νῦν προκειμένοις ὥσπερ καὶ τῶν ἰδίων ἐπιλαθόμενος αὐτὸς ἑαυτῷ τὰς ἐναντίας ἀφῆκε φωνὰς τὸν οὐρανὸν λέγων ἐξῃρῆσθαι τῶν εὐθυπορουμένων σωμάτων καὶ μηδὲν εἶναι τῶν τῇδε στοιχείων, μήτε γῆν μήτε πῦρ μήτε τι τῶν μέσων; ποῦ δὲ καὶ τὸν πολὺν Πλωτῖνον θήσομεν, ὃς εἴπερ τις ἄλλος τῆς αἱρέσεως εἶναι Πλάτωνος ἀξιῶν οὐ προήκατο μὲν οὐδʼ αὐτὸς τὸ πρὸς Ἀριστοτέλους ἐπεισκριθὲν τῷ παντὶ σῶμα πέμπτον, ἐξ οὗ τὰ οὐράνια συνίστησιν ἐκεῖνος, τῇ Πλάτωνος δὲ σύμφωνα δόξῃ φθεγγόμενος ἐκ τῶν τεσσάρων καὶ αὐτὸς στοιχείων τὸ οὐράνιον σῶμα συνίστησιν καὶ Πλάτωνος εἶναι τὴν δόξαν ταύτην ἀποφαίνεται; λέγει γοῦν ἐν τῷ περὶ τοῦ κόσμου λόγῳ ταῦτα «καίτοι ὡσαύτως τῆς φύσεως τοῦ σώματος ῥεούσης ἀεί· τοῦτο γὰρ δοκεῖ τοῖς τε ἄλλοις τοῖς περὶ φύσεως εἰρηκόσιν καὶ αὐτῷ τῷ Πλάτωνι οὐ μόνον περὶ τῶν ἄλλων σωμάτων ἀλλὰ καὶ περὶ τῶν οὐρανίων αὐτῶν· πῶς γὰρ ἄν, φησίν, σώματα ὄντα καὶ ὁρώμενα τὸ ἀπαραλλάκτως ἕξει καὶ τὸ ὡσαύτως; συγχωρῶν καὶ ἐπὶ τούτων δηλονότι τῷ Ἡρακλείτῳ, ὃς ἔφη ἀεὶ καὶ τὸν ἥλιον γίνεσθαι. Ἀριστοτέλει μὲν γὰρ οὐδὲν πρᾶγμα εἴη, εἴ τις αὐτῷ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξαιτο σώματος· τοῖς δὲ μὴ τοῦτο τιθεμένοις, τοῦ σώματος δὲ ἐκ τούτων ὄντος τοῦ οὐρανοῦ, ἐξ ὧνπερ καὶ τὰ τῇδε ζῷα, πῶς τὸ τόδε ἂν ἔχοι;» καὶ μεθʼ ἕτερα «τῷ μὲν οὖν Τιμαίῳ τὸ τοῦ παντὸς σῶμα πεποιηκότι πρῶτον ἐκ γῆς καὶ πυρός, ἵνα ὁρατόν τε ᾖ διὰ τὸ πῦρ, στερεὸν δὲ διὰ τὴν γῆν, ἀκολουθεῖν ἔδοξε καὶ τὰ ἄστρα ποιεῖν οὐ πᾶν ἀλλὰ τὸ πλεῖστον πυρὸς ἔχειν, ἐπεὶ τὰ ἄστρα τὸ στερεὸν φαίνεται ἔχοντα. καὶ ἴσως ὀρθῶς ἂν ἔχοι συνεπικρίναντος καὶ Πλάτωνος τῷ εἰκότι τὴν γνώμην ταύτην· παρὰ μὲν γὰρ τῆς αἰσθήσεως κατά τε τὴν ὄψιν κατά τε τὴν τῆς ἁφῆς ἀντίληψιν πυρὸς ἔχειν τὸ πλεῖον ἢ τὸ πᾶν φαίνεται, διὰ δὲ τοῦ λόγου ἐπισκοποῦσιν, εἰ τὸ στερεὸν ἄνευ γῆς οὐκ ἂν γένοιτο, καὶ γῆς ἂν ἔχοι. ὕδατος δὲ καὶ ἀέρος τί ἂν δέοιτο; ἄτοπόν τε γὰρ δόξειεν ὕδατος εἶναι ἐν τοσούτῳ πυρί, ὅ τε ἀήρ τε εἰ ἐνῇ, μεταβάλοι ἂν εἰς πυρὸς φύσιν. ἀλλʼ εἰ δύο στερεὰ ἄκρων λόγον ἔχοντα δύο μέσων δεῖται, ἀπορήσειεν ἄν τις, εἰ καὶ ἐν φυσικοῖς οὕτως». καὶ ὁ Πλωτῖνος ἄρα σαφῶς τῇ μὲν Ἀριστοτέλους περὶ τοῦ πέμπτου σώματος ἀπείρηκεν ὑπολήψει, τὴν δὲ Πλάτωνος καλῶς ἔχειν ἐπέκρινεν ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν καὶ τὰ τῇδε ζῷα συνέστηκεν, καὶ τὸν οὐρανὸν συγκεῖσθαι λέγουσαν. καὶ ἐν τοῖς ἑξῆς δὲ πάλιν ὁ Πλωτῖνος ἐδίδαξεν, ὡς οὔτε ἄλλο τι νομιστέον ἢ πυρὸς εἶναι καὶ τῶν λοιπῶν στοιχείων τὰ οὐράνια σώματα οὔτε γῆν ἀκούοντας ἐν ἐκείνοις εἶναι πρὸς τὸ χεῖρον τῆς γῆς ἀποφέρεσθαι ἢ φλόγα νομίζειν ἐκεῖνο τὸ πῦρ· ζέσιν γὰρ εἶναι τοῦτο κατὰ Ἀριστοτέλην φησὶν ὁ Πλωτῖνος καὶ οἱονεὶ πῦρ διὰ κόρον ὑβρίζον καὶ οὐχὶ τὸ στοιχειῶδές τε καὶ ζωτικὸν πῦρ· τὸ δὲ ἐκεῖ φησιν πῦρ ὁμαλὸν εἶναι καὶ ἠρεμαῖον τῇ τῶν ἄστρων πρέπον φύσει καὶ προσηνῶς θερμόν· τὴν γὰρ τῶν στοιχείων καθαρωτάτην μάλιστα καὶ εἰλικρινεστάτην μοῖραν εἰς τὴν τοῦ οὐρανίου σώματος ἀποκριθῆναι σύστασιν, ὡς μήτε ἔκφυλον καὶ ξένην τῶν παρʼ ἡμῖν στοιχείων τὴν τοῦ οὐρανίου σώματος εἶναι φύσιν μήτε ἀπαραλλάκτως τοιοῦτον εἶναι τὸ ἐκεῖ πῦρ ἢ τὴν γῆν ἢ τῶν ἄλλων τι, ἀλλὰ παρʼ ἡμῖν μὲν τὸ τρυγῶδες καὶ οἱονεὶ τὴν ὑποστάθμην τῶν στοιχείων ἀπορρεῦσαι, ἐκεῖσε δὲ τὴν λεπτομερεστάτην αὐτῶν καὶ ἀμείνονα διακριθῆναι μοῖραν· ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φησὶν ὁ Πλωτῖνος, ἐν τοῖς κυριωτάτοις αὐτῶν μάλιστα τὰ ἀμείνω ἐκλέγεται ἡ φύσις. πολλὰς μὲν οὖν καὶ ἄλλας ἐνῆν μαρτυρίας παραθέσθαι τὴν προκειμένην δόξαν πιστούμενον Πλάτωνος· τὸν γὰρ αὐτοῦ Πλάτωνος μαθητὴν Ἀριστοτέλην ὡς ὡμολογημένον παρʼ ἡμῖν ταῦτά τε προσμαρτυροῦντα καὶ ἐγκαλοῦντα διʼ αὐτό γε τοῦτο Πλάτωνι· δοκεῖ γὰρ πρῶτος πάντων Ἀριστοτέλης τὴν περὶ τοῦ πέμπτου σώματος δόξαν εἰσηγήσασθαι· ἀλλʼ οἶμαι τοῖς εὐγνώμοσιν εἰς πειθὼ τελείαν αὐτάρκη καὶ τὰ εἰρημένα, ἵνα μὴ τῆς χρείας πλέον τὸν περὶ τούτου λόγον ἐκτείνωμεν.
ϛιʹ. Ὅτι δὲ οὐ μόνον ἐκ τῶν τεσσάρων στοιχείων τὸ οὐράνιον οἴεται σῶμα συνεστάναι ὁ Πλάτων ἀλλὰ καὶ ταῖς συνεγνωσμέναις ἡμῖν ποιότησι τὰ ἐκεῖ στοιχεῖα χαρακτηρίζει, θερμότητί φημι καὶ ψύξει ὑγρότητι καὶ ξηρότητι κουφότητί τε καὶ βαρύτητι, ὡς μηδὲν κατʼ οὐσίαν τῶν παρʼ ἡμῖν διαφέρειν πλὴν ὅσον λεπτότητί τε καὶ καθαρότητι, αὐτὸς πάλιν ὁ Πλάτων σαφῶς ἐν τῷ Τιμαίῳ γέγραφεν οὕτως «ἔκ τε γὰρ δὴ τούτων καὶ τῶν τοιούτων καὶ τῶν ἀριθμῷ τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη διʼ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸ αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεττάρων ἓν ὅλον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπὼν τάδε διανοηθείς, πρῶτον μὲν ἵνʼ ὅλον ὅτι μάλιστα ζῷον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτʼ ἄν, ἔτι δʼ ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν, ὡς ξυστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάντα, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύσεις καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ. διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο». εἰ οὖν ὅλον ἐξ ὅλων θερμῶν τε καὶ ψυχρῶν καὶ τῶν ἄλλων, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδὲ δύναμιν τούτων ἔξωθεν καταλιπών, ἵνα μὴ ὑπʼ αὐτῶν πάθῃ προσπιπτόντων ἀκαίρως ἔξωθεν, παντὶ δῆλον, ὡς ταῖς αὐταῖς ποιότησιν, αἷς τὰ παρʼ ἡμῖν εἰδοπεποίηται στοιχεῖα, καὶ τὰ τὸν οὐρανὸν σύνθετα στοιχεῖα χαρακτηρίζεσθαι ὁ Πλάτων βούλεται· εἰ γὰρ μὴ ὁμοειδῆ καὶ ὁμόυλα ἦν τοῖς ἐνταῦθα στοιχείοις τὰ οὐράνια, οὐδʼ ἂν ἐπεφύκει ὑπʼ αὐτῶν πάσχειν ἔξωθεν προσπιπτόντων· νῦν δὲ ἐπειδὴ πάσχειν ὑπὸ τῶν δραστηρίων τούτων δυνάμεων πέφυκεν, ἵνα μὴ πάθῃ, οὐδὲν ἔξωθεν, φησίν, τοῦ οὐρανοῦ καταλέλοιπεν ὁ θεὸς οὔτε μέρος στοιχείου οὔτε δύναμιν· πάσχειν δὲ ὑπʼ ἀλλήλων τὰ μὴ ὁμόυλα μήτε ὁμοφυῆ ἀδύνατον, ὡς τοῖς φυσικοῖς ἀποδέδεικται. ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐν τοῖς εἰς τὸ ἕκτον ἀκριβέστερον εἴρηται καὶ δεῖ γε ἐκεῖθεν πάντα ἐκλέγεσθαι.
ζιʹ. Ὅτι δὲ οὐδʼ εἶναί τι παρὰ τὰ τέτταρα ταῦτα ἁπλοῦν σῶμα ἐνδέχεσθαί φησιν ὁ Πλάτων, αὐτοῦ λέγοντος ἔξεστιν ἀκούειν· φησὶν γὰρ πάλιν ἐν Τιμαίῳ ταῦτα «δεῖ δὴ λέγειν, ποῖα κάλλιστα σώματα γένοιτʼ ἂν τέτταρα, ἀνόμοια μὲν ἑαυτοῖς, δυνατὰ δὲ ἐξ ἀλλήλων αὐτῶν ἄττα διαλυόμενα γίνεσθαι· τούτου γὰρ τυχόντες ἔχομεν τὴν ἀλήθειαν γενέσεως πέρι γῆς καὶ πυρὸς τῶν τε ἀνάλογον ἐν μέσῳ· τόδε γὰρ οὐδενὶ συγχωρησόμεθα, καλλίω τούτων ὁρώμενα σώματα εἶναί που κατὰ ἓν γένος ἕκαστον ὄν. τοῦτο οὖν προθυμητέον, τὰ διαφέροντα κάλλει σωμάτων τέτταρα γένη ξυναρμόσασθαι καὶ φάναι τὴν τούτων ἡμᾶς φύσιν ἱκανῶς εἰληφέναι». εἰ οὖν μηδενί φησιν συγχωρεῖν ὁ Πλάτων κάλλιον λέγειν εἶναί που τῶν τεττάρων τούτων σῶμα ἁπλοῦν — τοῦτο γὰρ αὐτῷ δηλοῖ τὸ «καθʼ ἓν γένος», ἵνα μὴ τὸ οὐράνιόν τις σῶμα ὡς κάλλει διαφέρον τῶν στοιχείων προφέρῃ· τοῦτο γὰρ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον ἐκ τῶν τεσσάρων στοιχείων κατʼ αὐτὸν συνέστηκεν —, δῆλον ἐκ τούτων οἶμαι παντί, ὡς οὐ μόνον τέσσαρα καὶ μόνον εἶναι σώματα τά, ἐξ ὧν πᾶς ὁ κόσμος συνέστηκεν, βούλεται ἀλλʼ οἱονεὶ καὶ μαντικῶς προανῄρηκεν τὴν ὑπʼ Ἀριστοτέλους τῷ παντὶ μέλλουσαν τοῦ πέμπτου σώματος ἐπεισάγεσθαι φύσιν. τάχα δʼ ἄν τις ἀληθέστερον εἰπεῖν ἔχοι, ὡς ἤδη τοῦ ἰδίου μαθητοῦ προαισθόμενος ἐν ταῖς κοιναῖς οἷα φιλεῖ συνουσίαις ἀντειπόντος αὐτῷ καὶ μὴ συγχωροῦντος ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν συνεστάναι ἀλλʼ ἤδη προεισηγησαμένου περὶ τοῦ πέμπτου σώματος ὑπόληψιν, ἐξ οὗ τὸ οὐράνιον εἶναί φησιν ἐκεῖνος, διά τε τὸ διάφορον τῆς κινήσεως καὶ τὸ μηδὲν ὑπὸ τούτων φαίνεσθαι πάσχοντα, τὴν ἐκείνου δόξαν ὁ Πλάτων ἀποκρουόμενος οὐδενὶ συγχωρεῖν ἔφη καλλίω τούτων τῶν τεσσάρων ὁρώμενα σώματα εἶναί που καθʼ ἓν γένος ἕκαστον, μονονουχὶ λέγων, ὅτι, εἰ καὶ ἔστιν κάλλιον τὸ οὐράνιον σῶμα τῶν στοιχείων διὰ τὰς ἐξαιρέτους ἐν αὐτῷ δυνάμεις, ἀλλὰ οὐχὶ τῷ ἑτέρας εἶναι σωμάτων φύσεως τοιοῦτόν ἐστιν ἀλλὰ τῷ τε ἐκ τῆς τούτων καθαρωτάτης τε καὶ λεπτομερεστάτης συνεστάναι μοίρας καὶ τῇ τῆς ἀρίστης κράσεως ἀρρήτῳ ἀϊδιότητι· καὶ γὰρ ἐν τοῖς παρʼ ἡμῖν συνθέτοις σώμασιν τοῖς ὁμολογουμένως ἐκ τῶν στοιχείων τούτων συνεστῶσι πολλὰ καὶ θαύματος ἄξια ὑπὸ τῆς φύσεως ἐγγίνεται, ὧν οὐδὲν ἐν τοῖς ἁπλοῖς ἐνυπάρχον φαίνεται· δυνάμεις τε γὰρ μυρίαι καὶ λόγου κρείττονες ὑπὸ τῆς διαφόρου κράσεως τοῖς συνθέτοις ἐγγεννῶνται σώμασιν συμπάθειαί τε ἄλλων πρὸς ἄλλα καὶ ἀντιπάθειαι χρωμάτων τε καὶ ποιοτήτων ἄπειροι διαφοραὶ κινήσεών τε καὶ ἀλλοιώσεων ἐξηλλαγμένα εἴδη, ὡς ἡ πεῖρά τε αὐτὴ καὶ οἱ τὰ φυσικὰ ἡμῖν ἱστορήσαντες γράφουσιν, ὧν οὐ καιρὸς μνήμην ἐν τῷ νῦν ποιεῖσθαι· τί οὖν θαυμαστόν, εἰ καὶ ἐν τῷ οὐρανίῳ σώματι διά τε τὴν τῶν συνθέτων στοιχείων καθαρότητά τε καὶ λεπτομέρειαν καὶ διὰ τὴν τῆς κράσεως ἀρίστην συμμετρίαν ἰδιότητές τινες ἄρρητοι ὥσπερ καὶ ἐν ἄλλοις ἐγγεγόνασιν, ἃς ἐν τοῖς ἁπλοῖς ἰδεῖν οὐκ ἔστιν; διὰ ταῦτα τοίνυν ὁ Πλάτων οὐκ εἶπεν οὕτως ἁπλῶς ὅτι «καλλίω τούτων οὐδενὶ συγχωρήσομεν ὁρώμενα σώματα εἶναί που», ἀλλʼ ἀκριβῶς προσέθηκεν «κατὰ ἓν γένος ἕκαστον», τουτέστιν ἁπλοῦν καὶ ἄμικτον πρὸς ἕτερον, ἵνα μή τις τὰ ἐκ τούτων συγκείμενα εἰς ἔλεγχον προφέρῃ τοῦ λόγου, ὧν εἶναι καὶ τὸν οὐρανὸν ὁ Πλάτων βούλεται. τούτων οὖν οὕτως ἀποδεδειγμένων καὶ ὑπὸ τοσούτων Πλατωνικῶν ἀνδρῶν μεμαρτυρημένων τίς οὐκ ἂν ὑπερεκπλαγείη τὴν ὑπερβολὴν τῆς ἀναιδείας, ὅπερ τοῦ λόγου καταρχόμενος ἔλεγον, τῶν τολμησάντων εἰπεῖν, ἢ ὅτι οὐκ ἐκ τῶν τεσσάρων στοιχείων σύνθετον εἶναί φησιν τὸν οὐρανὸν ὁ Πλάτων ἀλλʼ οἶδεν καὶ αὐτὸς τὴν ὑπʼ Ἀριστοτέλους ἐπινοηθεῖσαν τοῦ πέμπτου σώματος φύσιν, ἢ πάλιν τῶν συγχωρούντων μὲν ἐκ τῶν τεσσάρων στοιχείων λέγειν αὐτὸν συνεστάναι τὰ οὐράνια, μὴ τῷ θερμῷ δὲ τὸ οὐράνιον πῦρ χαρακτηρίζειν Πλάτωνα ἢ τῷ ψυχρῷ τὸ ὕδωρ καὶ ἁπλῶς εἰπεῖν τῶν ἐν τῷ οὐρανῷ στοιχείων ἕκαστον, αἷς καὶ τὰ παρʼ ἡμῖν στοιχεῖα ποιότησιν χαρακτηρίζεσθαι.
ηιʹ. Ἀλλὰ γὰρ ἵνα μηδὲν τῶν ὑπʼ αὐτῶν κομψῶς εἰς παρεξήγησιν τῆς Πλάτωνος διανοίας ἀναπεπλασμένων ἀνέλεγκτον καταλείπωμεν, μικρὸν ἔτι συγγνῶναι ἡμῖν τῇ περὶ ταῦτα ἐνδιατρίβουσιν ἀδολεσχίᾳ τοὺς ἐντυγχάνοντας ἀξιῶ. πέντε γὰρ ὄντων τῶν ὑπὸ εὐθυγράμμων καὶ ὁμοειδῶν ἐπιπέδων συνισταμένων στερεῶν σχημάτων, κύβου πυραμίδος ὀκταέδρου τε καὶ εἰκοσαέδρου καὶ δωδεκαέδρου — ταῦτα γὰρ μόνα ἁπλᾶ στερεὰ εἶναι σχήματα τοῖς περὶ ταῦτα δεινοῖς ἀποδέδεικται —, γεωμετρικώτατος ὢν ὁ Πλάτων καὶ μηδὲ ἐν τῇ τῶν φυσικῶν διδασκαλίᾳ τῆς κατὰ γεωμετρίαν μεθόδου ἐκτὸς εἶναι βουλόμενος καὶ συμβολικώτερον ἐξ ἐπιπέδων τὰ τῶν στοιχείων γεννῶν σώματα τὸ μὲν κυβικὸν σχῆμα τῇ γῇ ἀφορίζει, τὴν δὲ πυραμίδα τῷ πυρί, τὸ εἰκοσάεδρον τῷ ὕδατι, τὸ ὀκτάεδρον τῷ ἀέρι. λειπομένου δὲ ἔτι τοῦ δωδεκαέδρου σχήματος τούτῳ, φησὶν ὁ Πλάτων, εἰς τὸ πᾶν ὁ θεὸς κατεχρήσατο. ὁ μὲν οὖν Πλάτων εἰς τοσοῦτον περὶ τούτου τοῦ σχήματος εἴρηκεν, ὅτι εἰς τὸ πᾶν αὐτῷ ὁ θεὸς κατεχρήσατο, οἱ δὲ τὸ ἑαυτοῖς δοκοῦν πανταχόθεν καὶ οὐ τὸ ἀληθὲς συνάγειν μηχανώμενοι διὰ τοῦ δωδεκαέδρου φασὶν σχήματος τὴν πέμπτην αὐτὸν τοῦ στοιχείου φύσιν αἰνίττεσθαι, ἐξ ἧς τὰ οὐράνια γεγονέναι σώματα· ὥστε πρὸ Ἀριστοτέλους, φασίν, ὁ Πλάτων τὸ πέμπτον στοιχεῖον ἐγίνωσκεν. καίτοι γε Πλάτων οὐκ εἰς τὴν τῶν οὐρανίων δημιουργίαν τῷ δωδεκαέδρῳ φησὶν τὸν θεὸν καταχρήσασθαι ἀλλʼ εἰς τὸ πᾶν, τουτέστιν εἰς τὸν ὅλον κόσμον· φησὶν γὰρ ἐν Τιμαίῳ ἐπὶ λέξεως ταῦτα «ἔτι δὲ οὔσης ξυστάσεως μιᾶς πέμπτης εἰς τὸ πᾶν ὁ θεὸς αὐτῇ κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν. ἃ δή τις εἰ πάντα λογιζόμενος ἐμμελῶς ἀποροῖ, πότερον ἀπείρους χρὴ κόσμους εἶναι λέγειν ἢ πέρας ἔχοντας, τὸ μὲν ἀπείρους ἡγήσαιτο ἄν τις ὄντως ἀπείρου τινὸς εἶναι δόγμα, ὧν ἔμπειρον χρεὼν εἶναι, πότερον δὲ ἕνα ἢ πέντε αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν ποτὲ προσήκει, μᾶλλον ἂν ταύτῃ εἰκότως διαπορήσαι. τὸ μὲν οὖν δὴ παρʼ ἡμῶν ἕνα αὐτὸν κατὰ τὸν εἰκότα λόγον πεφυκότα μηνύει θεόν, ἄλλος δʼ εἰς ἄλλα πῃ βλέψας ἕτερα δοξάσει». ὅτι μὲν οὐκ εἰς τὰ οὐράνια τῷ δωδεκαέδρῳ σχήματι τὸν θεὸν ὁ Πλάτων φησὶν καταχρήσασθαι ἀλλʼ εἰς τὸ πᾶν, δῆλον ἐκ τῶν αὐτοῦ λέξεων γέγονεν. ὁ δὲ οὐρανὸς οὐκ ἔστιν τὸ πᾶν ἀλλὰ τοῦ παντὸς μέρος. καὶ ἐκ τῶν φθασάντων ἐναργῶς δέδεικται, ὡς σύνθετον ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν εἶναι ὁ Πλάτων βούλεται καὶ οὐχὶ τῶν τεσσάρων ἕτερον. τὴν δὲ τῶν προκειμένων ῥητῶν τοῦ Πλάτωνος ἀκριβεστέραν ἐξήγησιν, ὅτῳ φίλον, καὶ παρὰ τῶν προϋπομνηματισαμένων λαβεῖν ἔξεστιν· καὶ ἡμεῖς δὲ συντόμως τὴν ἐκείνων εἰς τὰ προκείμενα διάνοιαν ἐκθησόμεθα. καὶ γὰρ ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως παντὶ δῆλόν ἐστιν, τί ποτε αὐτῷ βούλεται ἡ τῶν πέντε σχημάτων συμβολικὴ διδασκαλία, ὅτι οὐ πρὸς ἔνδειξιν τοῦ ἐκ πέντε σωμάτων ἁπλῶν τόδε τὸ πᾶν συνεστάναι, ὡς οἱ περὶ Ἀριστοτέλην ὑπέθεντο· ἔφθη γὰρ εἰπὼν ἤδη Πλάτων περὶ τῶν τεσσάρων στοιχείων διαλεγόμενος ὅτι «οὐδενὶ συγχωρησόμεθα καλλίω τούτων ὁρώμενα σώματα εἶναί που κατὰ ἓν γένος ἕκαστον ὄν», ἀλλʼ ἐπεὶ πολλὴ γέγονεν τοῖς ἀρχαιοτέροις ἡ ζήτησις, πότερον εἷς ἐστιν κόσμος ἢ πλείονες ἢ ἄπειροι, καὶ οἵ γε περὶ Δημόκριτον ἀπείρους εἶναι κόσμους ὑπέθεντο, φησὶν ὁ Πλάτων, ὅτι, εἴπερ ὅλως ἀπορεῖν περὶ τούτου δέοι, οὐκ ἀπορητέον, εἰ ἄπειροί εἰσιν οἱ κόσμοι — ἀπείρου γὰρ ὄντως φησὶν τοῦτο καὶ οὐκ ἐπιστήμονος ἀνδρὸς ἂν εἴη τὸ πρόβλημα —, ἀλλὰ μή ποτε πέντε εἰσὶν οἱ κόσμοι διὰ τὸ πέντε εἶναι τὰ ἁπλᾶ στερεὰ σχήματα ἑκάστου κόσμου καθʼ ἕν τι τῶν σχημάτων χαρακτηριζομένου, ὥσπερ ἀμέλει τὸν κατὰ τὸ δωδεκάεδρον ἐχαρακτήρισεν· ὅπερ οὐδὲ αὐτῷ δοκεῖ τῷ Πλάτωνι· ἕνα γὰρ μονογενῆ τὸν κόσμον εἶναι βούλεται. πρὸς δὲ τούτοις καὶ τοῦτο καλῶς τοῖς προϋπομνηματισαμένοις ἔδοξεν ἐξ αὐτῶν κινουμένοις τῶν Πλάτωνος, ὡς καὶ τούτῳ ἂν τῷ κόσμῳ ἁρμόσειεν ἡ τῶν πέντε σχημάτων εἰκών. τὸ μὲν γὰρ κυβικὸν σχῆμα συμβολικῶς τῇ γῇ ἠφόρισται διὰ τὸ στάσιμον αὐτῆς καὶ ἀμετακίνητον· τοιοῦτος γὰρ ὁ κύβος ἑδραίαν ἔχων τὴν βάσιν καὶ οὐκ εὐόλισθον· ἔστιν δὲ ὁ κύβος σχῆμα στερεὸν ἐξ ἐπιπέδων τετραγώνων ἓξ περιεχόμενον ἀλλήλοις ἐφαρμοζόντων κατὰ τὰ πέρατα. ἡ δὲ πυραμὶς εἰκόνα ἂν φέρει πυρός· ἔστιν δὲ καὶ αὕτη σχῆμα στερεὸν ἐκ τεσσάρων τριγώνων ἰσοπλεύρων τε καὶ ἰσογωνίων συγκείμενον, τὸ μὲν ἓν τῶν τριγώνων βάσιν ἔχον, τὰ δὲ λοιπὰ πλευρὰς εἰς ἓν σημεῖον συννενευκότα, ὃ τῆς πυραμίδος κορυφὴ γίνεται. τῷ δὲ πυρὶ τοῦτο τὸ σχῆμα Πλάτων ἀφώρισεν ἴσως μὲν καὶ διὰ τὸ τμητικόν τε καὶ διιτητικὸν τῆς τοῦ πυρὸς φύσεως — ἀπὸ γὰρ πλατέος κάτωθεν ἀρχομένη ἡ πυραμὶς εἰς ὀξύτατον τὴν κορυφὴν ἀποπαύεται, τμητικὸν δὲ τὸ ὀξὺ καὶ διιτητικόν —, ἴσως δὲ καὶ διὰ τὸ ἀνωφόρον — ἄνω γὰρ ἡ τῆς πυραμίδος κορυφὴ νένευκεν —, τάχα δὲ καὶ διὰ τὸ τὸ σχῆμα τοῦ διακονικοῦ πυρὸς πυραμοειδές πως ὑπάρχειν. τὸ δὲ εἰκοσάεδρον, ὅπερ ἐστὶν σχῆμα στερεὸν ἐξ εἴκοσι τριγώνων περιεχόμενον, τῷ ὕδατι προσῳκείωσεν διὰ τὸ εὐόλισθον τῆς τοῦ ὕδατος φύσεως· ἔστιν γὰρ τὸ σχῆμα τοῦτο ἔγγιον σφαίρας· ἡ δὲ σφαῖρα κατὰ σημεῖον τοῦ ἐπιπέδου ἁπτομένη εὐόλισθός ἐστιν· οὐκοῦν καὶ τῶν εὐθυγράμμων τὸ ἔγγιον σφαίρας μᾶλλον τῶν ἄλλων εὐόλισθον. ἔγγιον δὲ σφαίρας τὸ πολυγωνιώτερον· πολυγωνιώτερον δὲ τῶν ἄλλων τὸ εἰκοσάεδρον· πλείονας γὰρ ἔχον τὰς ἕδρας, εἰ καὶ μὴ κατὰ σημεῖον τοῦ ἐπιπέδου ἅπτεται, ἀλλʼ ἐλάττονι γοῦν μέρει πάντως τῶν ἄλλων ἰσοπεριμέτρων ἧττον τῆς ὑποκειμένης ἐφάπτεται χώρας καὶ διὰ τοῦτο τῶν ἄλλων ἐστὶν ὀλισθηρότερον. τὸ δὲ ὀκτάεδρον τῷ ἀέρι προσένειμεν. νοείσθω δὲ τόδε τὸ σχῆμα τὸν τρόπον τοῦτον· ὑποκείσθω τις βάσις τετράγωνος, ἀπὸ δὲ τῶν τεσσάρων ταύτης πλευρῶν τέσσαρα τρίγωνα ἀνεστάτω ἀφʼ ἑκάστης ἓν καὶ συννευέτω εἰς μίαν κορυφήν, τουτέστιν εἰς ἓν καὶ ταὐτὸ σημεῖον· τὸ αὐτὸ δὲ καὶ εἰς τὰ ἀντικείμενα τῆς βάσεως νοείσθω γινόμενον· συστήσεται οὖν ἐκ τούτων σχῆμα στερεὸν ἐξ ὀκτὼ τριγώνων συγκείμενον, ἅπερ κατὰ μὲν τὸ μέσον ἐφαρμοζούσας ἀλλήλαις ἔχουσι τὰς βάσεις τὰ ὑποκάτω τρίγωνα τοῖς ἄνω, κατὰ δὲ τὰ πέρατα τὰς κορυφὰς ἀλλήλων εἰς ἓν σημεῖον συννευούσας, τὰ τέσσαρα εἰς ἓν καὶ τὰ λοιπὰ τέσσαρα εἰς ἕτερον. τοῦτο δὲ τὸ σχῆμα καθʼ οἱανδήποτε τεθὲν θέσιν ὁμοίαν ἔχει τὴν ἄνω σχέσιν τῇ κάτω, ὡσαύτως καὶ κατὰ τὰ πλάγια. καὶ ὁ ἀὴρ μέσης πώς ἐστιν φύσεως τῶν τε βαρέων καὶ τῶν κούφων· ἔστιν γὰρ τῶν μὲν κουφοτέρων βαρύτερος, οἷον πυρός, τῶν δὲ βαρυτέρων κουφότερος, γῆς τε καὶ ὕδατος· καὶ κενῆς χώρας δραττόμενος ἐπί τε τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω, ὁμοίως καὶ ἐπὶ τὰ πλάγια μεταρρεῖ. διὰ ταύτην αὐτῷ τὴν αἰτίαν τὸ σχῆμα τοῦτο ἀφώρισεν. ταῦτα μὲν οὖν τὰ τέσσαρα σχήματα διὰ τὰς εἰρημένας αἰτίας τοῖς τέτρασιν στοιχείοις ὁ Πλάτων ᾠκείωσεν, τὸ δὲ πέμπτον, ὅπερ ἐστὶν τὸ δωδεκάεδρον, τῷ παντί· ἔστιν δὲ σχῆμα στερεὸν ἐκ δώδεκα πενταγώνων συγκείμενον ἔχον ἓν τῶν πενταγώνων βάσιν, ἐκ δὲ τῶν πέντε τοῦ πενταγώνου πλευρῶν πέντε πεντάγωνα ἀνεστηκότα καθʼ ἑκάστην πλευρὰν ἓν καὶ πάλιν ἐκ τῶν πέντε τούτων πενταγώνων ἄλλα πέντε συνεστῶτα ἐξ ἑκάστου ἓν συννεύοντα εἰς ἄλληλα καὶ ἐπὶ τούτοις ἄλλο πεντάγωνον ἐφʼ ἕδρᾳ τούτοις ἐπικείμενον. τὸ μὲν οὖν δωδεκάεδρον σχῆμα τοιοῦτόν ἐστιν. ὅνπερ οὖν τρόπον ἐπὶ τῶν ἄλλων τεσσάρων σχημάτων ἀπό τινος ἀναλογίας τὴν πρὸς αὐτὰ τῶν στοιχείων οἰκείωσιν ἐλαμβάνομεν, κατὰ τὸν αὐτὸν δὴ λόγον ἀνάγκη καὶ τὸ δωδεκάεδρον ἔκ τινος ἀναλογίας τῷ παντὶ ἐφαρμόζειν· ἔχοι δʼ ἂν πρὸς τὸ πᾶν οἰκειότητα πρῶτον μέν, ὅτι ἐγγύς πως καὶ αὐτὸ μιμεῖται σφαῖραν, καὶ τὸ πᾶν δὲ μία ἐστὶν στερεὰ σφαῖρα· ἔπειτα ὥσπερ τὸ δωδεκάεδρον ἐκ δώδεκα πενταγώνων σύγκειται, οὕτως καὶ ὁ πᾶς κόσμος ἐκ δώδεκα τῶν μεγίστων μερῶν συνέστηκεν, τεσσάρων μὲν τῶν στοιχείων, ἑπτὰ δὲ τῶν πλανωμένων σφαιρῶν καὶ μιᾶς τῆς ἀπλανοῦς — οὐδὲ γὰρ οἶδε Πλάτων τὴν ἐνάτην σφαῖραν τὴν ἄναστρον τὴν ὑπὸ τοῦ Πτολεμαίου ἐπινενοημένην, ἀλλʼ ὀκτὼ τὰς πάσας εἶναι βούλεται, ὡς ἐκ τῆς ψυχογονίας αὐτοῦ σαφῶς ἐδείξαμεν. καὶ ἄλλας μὲν οὖν αἰτίας οἱ ὑπομνηματισάμενοι ἀποδεδώκασιν τοῦ τὸ δωδεκάεδρον τῷ παντὶ κόσμῳ προσοικειῶσαι τὸν Πλάτωνα· ἀλλʼ ἵνα μὴ ἐπιπλέον ἐν τοῖς μὴ ἀναγκαίοις τὸν λόγον μηκύνωμεν, ἐνταῦθα καὶ τὰ περὶ τούτων ἡμῖν πέρας ἐχέτωσαν μηδεμιᾶς ὀχλήσεως μηδὲ ἐκ τούτου γινομένης τῷ Πλάτωνι, ὡς ἐκ τοῦ πέμπτου στοιχείου τὰ κατʼ οὐρανὸν συνίστησιν σώματα, ἤδη διὰ πλειόνων προαποδεδειγμένου, ὅτι τε σύνθετα αὐτὰ ἐκ τῶν τεσσάρων εἶναι βούλεται καὶ ὅτι οὐδὲ ἐνδέχεσθαι οἴεται ἕτερον ἁπλοῦν σῶμα φυσικὸν παρὰ τὰ τέσσαρα εἶναι στοιχεῖα. Τέλος λύσεως τοῦ τρισκαιδεκάτου λόγου.