Πρόκλου διαδόχου λόγος δωδέκατος.
«Δωδέκατος· πᾶν τὸ γενητὸν ὕλης δεῖται καὶ ποιοῦντος. ὥστε, εἰ τὸ γενητὸν ὂν μὴ ἀεί ἐστιν ἀλλὰ ποτέ, ἢ διὰ τὴν ὕλην ἀνεπιτήδειον οὖσαν οὐκ ἔστιν ἢ διὰ τὸ ποιοῦν ἐλλεῖπον εἰς τὸ ποιεῖν ἢ διʼ ἀμφότερα, μήτε ὕλης ἐπιτηδείας οὔσης μήτε τοῦ ποιοῦντος αὐτάρκους. εἰ οὖν ὁ κόσμος οὐκ ἦν πρότερον ἢ οὐκ ἔσται ὕστερον, ἢ διὰ τὴν ὕλην τοῦτο πέπονθεν ἢ διὰ τὸ ποιοῦν αὐτὸν κόσμον. ἀλλὰ τοῦτο μὲν εἰς τὸ ποιεῖν ἀεὶ αὔταρκες τὸ αὐτὸ ὂν ἀεὶ καὶ οὐκ ἄλλοτε ἀλλοῖον· ἢ οὖν οὐδὲ νῦν εἰς τὸ κοσμεῖν ἱκανὸν ἢ καὶ νῦν καὶ πρότερον καὶ ὕστερον. ἡ δὲ ὕλη ἢ ὡσαύτως ἀεὶ ἦν ἐπιτηδεία πρὸς τὸ κοσμεῖσθαι καθάπερ καὶ νῦν ἢ οὐδὲ νῦν ὡσαύτως ἀεὶ ἡ αὐτὴ οὖσα· καὶ γὰρ αὕτη ἀναλλοίωτος ὡς τὸ ποιοῦν ἀμετάβλητον. εἰ οὖν πᾶν τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν μὴ ὂν ἱκανόν ἐστιν τοιοῦτο ἢ παρὰ τὴν ὕλην μὴ ἀεὶ εὐεργὸν οὖσαν, οὔτε δὲ τὸ ποιοῦν τὸν κόσμον ποτὲ μὲν ἱκανόν ἐστιν ποιεῖν ποτὲ δὲ οὐχ ἱκανὸν οὔτε ἡ ὕλη ποτὲ μὲν εὐεργὸς ποτὲ δὲ οὐκ εὐεργός, οὐκ ἂν εἴη ποτὲ μὲν ὂν ποτὲ δὲ οὐκ ὄν. τὸν ἀεὶ ἄρα χρόνον καὶ τὸ δημιουργοῦν ποιεῖ καὶ ἡ ὕλη κοσμεῖται καὶ ὁ κόσμος ἔστιν.» Κεφάλαια τῆς λύσεως τοῦ δωδεκάτου λόγου.αʹ. Ὅτι ψεῦδος τὸ «πᾶν τὸ γινόμενον ὕλης δεῖται». βʹ. Ὅτι ἔστι τινὰ καὶ τῶν κατʼ αὐτοὺς ἀεὶ γινομένων ὕλης δεόμενα. ἐν ᾧ πάλιν, ὅτι οὐ πᾶν τὸ γινόμενον ὕλης δεῖται. γʹ. Ὅτι οὐδὲ τὰ ποτὲ γινόμενα ὕλης πάντως δεῖται. δʹ. Ὡς ἐν πορίσματι, ὅτι οὐ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι. εʹ. Ὅτι, εἰ καὶ ἀληθὲς ἦν τὸ τὰ ποτὲ ὄντα καὶ μὴ ἀεὶ ἢ διὰ τὴν ὕλην ἀνεπιτηδείως ἔχουσαν μὴ ἀεὶ εἶναι ἢ διὰ τὸ ποιοῦν ἐλλιπῶς ἔχον εἰς τὸ ποιεῖν, οὐδʼ οὕτως ἀναγκαῖον ἦν τὸν κόσμον εἶναι ἀΐδιον. ϛʹ. Ὅτι ψεῦδός ἐστιν τὸ τὰ μὴ ἀεὶ ὄντα ἢ διὰ τὴν ὕλην ἢ διὰ τὸ ποιητικὸν αἴτιον ἢ διʼ ἄμφω μόνον μὴ ἀεὶ εἶναι, ἀλλʼ ἐνδέχεται καὶ διʼ ἑτέρας αἰτίας παρὰ ταύτας μὴ ἀεί τι εἶναι. ἐν ᾧ, ὅτι τὴν ὕλην ἐπιτηδείαν καὶ εὐεργὸν εἰς γένεσιν πρὸ τῆς γενέσεως ἀνάγκη εἶναι. Λύσις τοῦ δωδεκάτου λόγου.
αʹ. Ἐδείξαμεν ἐν τῷ πρὸ τούτου, ὡς, εἴπερ ἡ ὕλη γίνοιτο καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοι, οὐ δεήσεται ὕλης, ἵνα γένηται. οὐκ ἄρα πᾶν τὸ γινόμενον — ὥς φησιν ὁ φιλόσοφος — ὕλης δεῖται, ἀλλʼ ἔστιν τινὰ τῶν γινομένων, ἃ μόνου δεῖται τοῦ ποιοῦντος· «παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν», ὥς φησιν Πλάτων. καὶ ἄλλως· εἰ μήτε κατὰ τύχην ἐστὶν ἡ ὕλη, ὡς καὶ αὐτῷ δοκεῖ, μήτε χωρὶς αἰτίας ὑφέστηκεν διὰ τὸ ἓν εἶναι τὸ πάντων αἴτιον καὶ τὴν ἀρχὴν μίαν, ἀλλʼ ἔστιν καὶ αὐτῆς τῆς ὕλης ὁ θεὸς δημιουργός, ἐπεὶ καὶ τοῦ παντὸς κόσμου, μέρος δὲ τοῦ κόσμου ἢ στοιχεῖον ἡ ὕλη, δηλονότι καὶ ἡ ὕλη ὑπὸ θεοῦ γίνεται, εἰ καὶ μὴ ποτέ, ἀλλʼ ἀεί — τοῦτο γὰρ τέως συγκεχωρήσθω· τὸ γὰρ ποιοῦν τι καὶ δημιουργοῦν τι γινομένου πάντως καὶ δημιουργουμένου ποιητικόν ἐστιν. εἰ οὖν καὶ τὴν ὕλην ὁ θεὸς δημιουργεῖ, καὶ ἡ ὕλη που πάντως ὑπὸ θεοῦ γίνεται. οὐκοῦν, εἰ πᾶν ἁπλῶς τὸ γινόμενον ὕλης δεῖται, γίνεται δὲ καὶ ἡ ὕλη, καὶ ἡ ὕλη ἄρα δεήσεται ὕλης· κἀκείνη οὖν, εἰ ὑπὸ θεοῦ γίνοιτο, ἄλλης δεήσεται ὕλης· ἢ οὖν στησόμεθα εἴς τινα ὕλην, ἥτις οὐχ ὑπὸ θεοῦ γίνεται, οὐδὲ ἔστιν ταύτης τοῦ εἶναι αἴτιος ὁ θεὸς ἢ εἰς ἄπειρον ἥξομεν ὕλην ὕλης ἐπιζητοῦντες. εἰ οὖν ταῦτα ἄτοπα, οὐκ ἄρα πᾶν τὸ γινόμενον ὕλης δεῖται. τὰ αὐτὰ δʼ ἂν εἴποιμεν καὶ περὶ τῆς λογικῆς ψυχῆς καὶ τῶν παραπλησίων πάντων· καὶ τούτων γάρ ἐστιν ὁ θεὸς δημιουργός, εἰ καὶ ἐξ ἀϊδίου αὐτὰ παρήγαγεν· καὶ οὐ δήπουγε καὶ ἡ λογικὴ ψυχὴ γινομένη ὑπὸ θεοῦ ὕλης δεήσεται ἁπλῆ οὖσα καὶ ἄυλος.
βʹ. Ἀλλὰ τὰ γινόμενα μέν, φησίν, μὴ ἀεὶ δὲ ὄντα ἀλλὰ ποτὲ ταῦτά φαμεν ὕλης δεῖσθαι, ἵνα γένηται· ἡ δὲ ὕλη καὶ ἡ ψυχὴ ἀϊδία ἐστὶ καὶ οὐκ ἀπὸ χρόνου τὴν ἀρχὴν εἴληφεν τοῦ εἶναι. πρῶτον μὲν οὖν ἄδηλον, ἵνα τοσοῦτον νῦν εἴπω, εἰ μὴ ἀρχὴν τοῦ εἶναι τῶν εἰρημένων ἑκάτερον εἴληφεν· οὐδεὶς γὰρ ἔστιν λόγος ὅσον ἐμέ γε εἰδέναι ὁ ἀναγκάζων αὐτὰ εἶναι ἄναρχα· καὶ τοῦτο γὰρ ἡμῖν ἱκανῶς ἐν ἑτέρῳ λόγῳ γεγύμνασται, ὡς οὐδεμία φύσις δεκτικὴ οὖσα κακίας, οἵα ἐστὶν ἡ ἡμετέρα ψυχή, ἄναρχον τὴν ὕπαρξιν δύναται ἔχειν. καὶ ἐν τῷ πρώτῳ δὲ λόγῳ δέδεικται, ὡς ἀδύνατον εἶναι τὸν κόσμον ἄναρχον· τοῦ δὲ κόσμου μὴ ἄναρχον τὴν ὑπόστασιν ἔχοντος οὐδὲ τὴν ὕλην ἄναρχον εἶναι ἐνδέχεται· τῶν πρός τι γὰρ ἡ ὕλη καὶ ἡ γένεσις καὶ μετʼ ἀλλήλων εἶναι ἀνάγκη τήν τε ὕλην καὶ τὴν τοῦ κόσμου γένεσιν, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τῷ πρὸ τούτου κεφαλαίῳ διεξῆλθεν, πλὴν συγκεχωρήσθω, ὡς εἶπον, καὶ τὴν ὕλην καὶ τὴν ἡμετέραν ψυχὴν ἄναρχον ἔχειν τὴν ὕπαρξιν. πάντως δήπου ποιητὴς ὢν αὐτῶν καὶ δημιουργὸς ὁ θεὸς ἢ ποτὲ αὐτὰ ποιεῖ ἢ ἀεί· πᾶν γὰρ τὸ ποιοῦν τι ἢ ἀεὶ αὐτὸ ποιεῖ ἢ ποτέ· καὶ ἐπειδὴ τὸ ποτὲ αὐτὰ γίνεσθαι οὐ βούλονται, ἀεὶ δηλονότι ὑπὸ θεοῦ γίνονται. τίς οὖν ἡ αἰτία τοῦ τὰ μὲν ποτὲ γινόμενα ὕλης δεῖσθαι, ἵνα γένηται, τὰ δὲ ἀεὶ γινόμενα μὴ δεῖσθαι ὕλης; οὐ γὰρ δή γε ταῖς ψιλαῖς αὐτῶν ἀποφάνσεσιν πεισθησόμεθα· εἰ γὰρ πᾶν τὸ γινόμενον ὕλης δεῖται, ὡς ἐν τούτοις φησὶν ὁ Πρόκλος, ὥσπερ τὸ ποτὲ γινόμενον δεῖται ὕλης ποτέ, οὕτω δήπου καὶ τὸ ἀεὶ γινόμενον ἀεὶ δεῖσθαι ὕλης εὔλογον, ἤ, εἰ μὴ τοῦτο, οὐ πᾶν ἄρα τὸ γιγνόμενον ὕλης δεῖται· ἄλλως τε εἰ μόνον τὸ ποτὲ γινόμενον ὕλης δεῖται, ὁ δὲ κόσμος κατʼ αὐτοὺς ἀεὶ γίνεται καὶ οὐ ποτέ, οὐ δεηθήσεται ὕλης ὁ κόσμος ἀεὶ ὑπὸ θεοῦ γινόμενος· ἄυλος οὖν ἡ τοῦ κόσμου γένεσις. καίτοι ὥσπερ τῶν ποτὲ γινομένων ἕκαστον — λέγω δὴ τῶν μερικῶν — ἐξ ὕλης καὶ εἴδους σύγκειται, οὕτω δὴ καὶ ὅλος ὁ κόσμος ὡς ὅλος ἐξ ὕλης καὶ εἴδους σύγκειται, καὶ ὡς ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος ἔχει, οὕτω καὶ ἡ ἁπλῶς ὕλη πρὸς τὸ ὅλον ἔχει καὶ πᾶν. ἢ οὖν ὁ κόσμος οὐδὲ ἀεὶ γινόμενος ὕλης δεήσεται, εἴπερ μόνα τὰ ποτὲ γινόμενα δεῖται ὕλης, μὴ δεόμενος δὲ ὕλης ἁπλοῦς τε ἔσται καὶ ἄυλος, ὅπερ ἐστὶν ψεῦδος, ἤ, εἴπερ ἀεὶ γινόμενος ἀεὶ δεῖται ὕλης ἔνυλός γε ὤν, οὐκ ἄρα μόνα τὰ ποτὲ γινόμενα ὕλης δεῖται, ἵνα γένηται, ἀλλʼ ἔστιν τινὰ καὶ τῶν ἀεὶ γινομένων ὕλης δεόμενα. εἰ οὖν ἀληθὲς τὸ πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, δυοῖν ἀνάγκη θατέρῳ συγχωρεῖν, ἢ μὴ εἶναι τῆς ὕλης τὸν θεὸν αἴτιόν τε καὶ δημιουργόν, καὶ οὕτως οὐ μία ἡ τῶν ὄντων ἔσται ἀρχὴ ἀλλὰ δύο τὰ ἄναρχα καὶ ἐξ οὐδενὸς τὴν αἰτίαν τοῦ εἶναι ἔχοντα, θεὸς καὶ ὕλη κατὰ τοὺς Μανιχαίων λήρους, ἤ, εἴπερ καὶ τῆς ὕλης ἐστὶν δημιουργὸς ὁ θεός, ἀνάγκη καὶ τὴν ὕλην γινομένην ὕλης δεῖσθαι, ἵνα γένηται. εἰ οὖν ἄμφω ταῦτα ἄτοπα καὶ οὔτε ὕλης ὕλην ἐνδέχεται εἶναι καὶ τῶν πάντων αἴτιον εἶναι τὸν θεὸν ἡ περὶ τοῦ μίαν εἶναι τὴν πάντων ἀρχὴν ἀληθὴς ὑπαγορεύει δόξα, ψεῦδος ἄρα τὸ πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, ἵνα γένηται.
γʹ. Ἀλλὰ τὰ μὲν ἀεὶ γινόμενα, φησίν, οὐ πάντως ὕλης δεῖται, τὰ δὲ ποτὲ γινόμενα καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοντα πάντως ὕλης δεῖται. ἀλλʼ ἤδη δυνάμει καὶ τοῦτο ἡμῖν ἱκανῶς διευκρίνηται ἐν τῷ πρὸ τούτου λόγῳ. ἐδείξαμεν γὰρ ἐν ἐκείνῳ, ὡς, εἰ καὶ ποτὲ γίνοιτο ἡ ὕλη, οὐδαμῶς ὕλης δεήσεται διὰ τὸ τὰ μὲν ὑπὸ φύσεως γινόμενα νῦν κατὰ τὸ εἶδος γίνεσθαι καὶ τὸ εἶδος αὐθυπόστατον μὴ εἶναι καὶ διὰ τοῦτο εἰκότως δεῖσθαι ὕλης, ἵνα ὑποστῇ, ἀντικειμένως δὲ ἔχειν πρὸς τὸ εἶδος τὴν ὕλην, τῷ δὲ ἀντικειμένῳ τὸ ἀντικείμενον ἕπεσθαι, λέγω δὴ τῇ γενέσει τῆς ὕλης τὸ μὴ δεῖσθαι ὕλης ἅτε δὴ μὴ δεομένης ὑποκειμένου πρὸς ὕπαρξιν διὰ τὸ αὐτὴν εἶναι ὑποκείμενον τῶν φυσικῶν ἁπάντων· ὥστε οὐδὲ τὸ ποτὲ γινόμενον πάντως ὕλης δεήσεται. ἐπεὶ καὶ ἡ τῶν μερικῶν προσεχὴς ὕλη ποτὲ γίνεται, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τῷ πρὸ τούτου εἴρηκε λόγῳ, καὶ ἐδείξαμεν ἐν ἐκείνῳ διὰ πλειόνων, ὅτι, ἐπὰν ὡς ὕλη τι γίνηται, οὐκ ἐξ ὕλης γίνεται· ὥστε οὐδὲ τὸ ποτὲ γινόμενον ὕλης δεῖται πάντως, ἵνα γένηται. καὶ ἄλλως· εἰ κατʼ αὐτοὺς ἀεὶ γίνεται ὑπὸ θεοῦ ὁ κόσμος, δηλονότι καὶ νῦν γίνεται· εἰ γὰρ μὴ νῦν γίνεται, οὐκ ἀεὶ γίνεται ἀλλὰ ποτὲ μόνως. οὐκοῦν καὶ ἡ ὕλη τοῦ κόσμου ἢ ἀεὶ γίνεται ὑπὸ θεοῦ ἢ ποτὲ μόνον ἢ οὐδέποτε. ἀλλʼ ἐπεὶ τὸ μηδέποτε ὑπὸ θεοῦ γίνεσθαι ἀδύνατον δέδεικται — εἴπερ πάντων ἐστὶν ποιητὴς καὶ δημιουργὸς ὁ θεὸς καὶ οὐδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ τοῦ εἶναί ἐστιν αἴτιον ἀλλʼ ἐκ τοῦ πάντων αἰτίου πάντα ὑφέστηκεν — μήτε δὲ ποτὲ καὶ ἀπὸ χρόνου γεγονέναι τὴν ὕλην συγχωροῦσιν, ἀεὶ δηλονότι γίνεται. εἰ οὖν ἀεὶ γίνεται ἡ ὕλη, καὶ νῦν δηλονότι γίνεται· εἰ γὰρ νῦν μὴ γίγνεται, γίγνεται δʼ ὅμως, οὐκ ἀεὶ γίγνεται ἀλλὰ ποτέ· τὸ μὲν γὰρ ποτὲ γινόμενον οὐ πάντως καὶ ἀεὶ γίνεται, ὡς Πλάτων φέρε καὶ τόδε τὸ φυτὸν καὶ τῶν ἀτόμων ἕκαστον. τὸ δὲ ἀεὶ γινόμενον καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχον καὶ τὸ ἀεὶ χρονικὸν καὶ οὐκ αἰώνιον καὶ ποτὲ γίνεσθαι ἀεὶ ἀνάγκη· τὸ γὰρ ἀνὰ πάντα τὸν χρόνον γινόμενον καὶ ἔν τινι χρόνῳ γίνεται πάντως, καὶ τοῦτό γε αὐτὸ καὶ ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ τοῦ τετάρτου λόγου σαφῶς δεδείχαμεν. νῦν οὖν γιγνομένη ὑπὸ θεοῦ ἡ ὕλη ἢ δεῖται ὕλης ἢ οὐ δεῖται. εἰ μὲν οὖν δεῖται, κἀκείνη ἄλλης δεήσεται καὶ τοῦτο ἐπʼ ἄπειρον· εἰ δὲ μὴ δεῖται, οὐδὲ τὸ ποτὲ ἄρα γινόμενον πάντως ὕλης δεῖται, ἵνα γένηται. εἶπον δὲ πολλάκις, ὅτι γένεσιν καλῶ αὐτὴν τὴν ψιλὴν τῶν πραγμάτων εἰς τὸ εἶναι παραγωγὴν καὶ οὐσίωσιν, κἂν ἀθρόαν καὶ ἐν τῷ νῦν τῷ ἀμερεῖ λαμβάνῃ τὴν ὕπαρξιν, ὥσπερ ἀχρόνως ὑπὸ ἡλίου τὸ διαφανὲς καταλάμπεται, κἂν μὴ χρονικῆς δέηται παρατάσεως, ὡς ἡ ναῦς τυχὸν καὶ τὰ τικτόμενά τε καὶ φυόμενα ἐν παρατάσει τινὶ χρόνου τὴν εἰς τὸ εἶναι λαμβάνει πάροδον.
δʹ. Καὶ ἐντεῦθεν δὲ οἶμαι δῆλον, ὡς οὐ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεται. εἰ γὰρ ἀεὶ γινόμενος ὑπὸ θεοῦ ὁ κόσμος καὶ νῦν γίνηται — εἴπερ χρονικὸν τοῦ κόσμου τὸ ἀεί —, εἰ μὲν ἐξ ὄντος νῦν γίνοιτο, ἕτερον δηλονότι παρʼ αὐτόν ἐστιν τό, ἐξ οὗ γίνεται. πότερον οὖν κἀκεῖνο ὑπὸ θεοῦ γίνεται ἢ οὔ; εἰ μὲν οὖν οὐχ ὑπὸ θεοῦ ἐκεῖνο γίνεται, οὐ πάντων ἔσται δημιουργὸς ὁ θεὸς οὐδʼ αὐτά, ἅπερ δημιουργεῖ, καθʼ ὅλα αὐτὰ δημιουργεῖ, εἴπερ τό, ἐξ οὗ δημιουργεῖ τὸν κόσμον, οὐκ αὐτὸς ποιεῖ. εἰ δὲ κἀκεῖνο γίνεται, ἐξ ὄντος δηλονότι γίνεται, εἴπερ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνηται, κἀκεῖνο πάλιν ἐξ ἄλλου καὶ τοῦτο ἐπʼ ἄπειρον. εἰ οὖν τοῦτο ἀδύνατον, οὐκ ἄρα ἐξ ὄντος γίνεται ὁ κόσμος. οὔτε ἄρα ἐξ ὕλης οὔτε ἁπλῶς ἐξ ὄντος πᾶν τὸ γιγνόμενον γίνεται, κἄν τε ἀεὶ καὶ κατὰ πάντα τὸν χρόνον γίνεται κἄν τε ποτέ.
εʹ. Εἰ μὲν οὖν ἦν τις λόγος ὁ τὴν ὕλην ἀΐδιον εἶναι κατασκευάζων, συγχωρεῖν ἦν ἀνάγκη καὶ τὸν κόσμον εἶναι ἀΐδιον διὰ τὸ καὶ τὴν ὕλην εἰς τὸ κοσμεῖσθαι ἀεὶ εἶναι ἐπιτηδείαν ἀΐδιον οὖσαν καὶ τὸν θεὸν ἀεὶ εἰς τὸ ποιεῖν αὐτάρκη, εἶναι δὲ καὶ τῶν πρός τι τήν τε ὕλην καὶ τὸ εἶδος καὶ διὰ τοῦτο συναναιρεῖσθαι καὶ συνυφίστασθαι ἀλλήλοις. εἰ δὲ μηδεὶς ἔστιν λόγος ὁ τὴν ὕλην ἀΐδιον εἶναι κατασκευάζων τῶν δοκούντων κατασκευάζειν ἐληλεγμένων ἐν τοῖς ἔμπροσθεν, ἐνδέχεται δηλονότι καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος μὴ ἀεὶ εἶναι τὸν κόσμον οὐ παρὰ τὸ ἐλλιπὲς εἶναι τὸ ποιοῦν κατὰ τὴν δημιουργικὴν δύναμιν ἀλλὰ διὰ τὸ μὴ πεφυκέναι τὰ γινόμενα ἀεὶ εἶναι· οὐδὲν γὰρ τῶν γινομένων ὁρῶμεν ἅμα τῷ ποιητικῷ ἑαυτοῦ αἰτίῳ συνυφιστάμενον, ἀλλὰ πᾶν τὸ γινόμενον τοῦ ποιοῦντος ὑπάρχει ὕστερον. ὅτι δὲ οὐ διὰ τὴν τοῦ ποιοῦντος ἀδυναμίαν ἀλλὰ διὰ τὴν τῶν γινομένων φύσιν οὐκ ἔστιν ὁ κόσμος ἀΐδιος, ἐν τῷ πρώτῳ λόγῳ ἱκανῶς δέδεικται καὶ ἔστιν τοῦτο ἐκ τῶν ἐκεῖσε εἰρημένων τὸν βουλόμενον ἀναλέξασθαι. εἰ οὖν τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν ἐλλιπὲς ὂν εἰς τὸ ποιεῖν ἢ διὰ τὸ τὸ γινόμενον μὴ ἀεὶ εἶναι δύνασθαι ἢ διʼ ἀμφότερα οὐκ ἀεί ἐστιν, ὡς ἐν τούτοις καλῶς ὁ Πρόκλος εἴρηκεν, δέδεικται δὲ ἐν τῷ πρώτῳ λόγῳ, ὡς αὐτὴ ἡ τῶν γινομένων φύσις τὸ ἐξ ἀϊδίου εἶναι οὐκ ἐπιδέχεται, διʼ ἃς ἐν ἐκείνοις εἴπομεν αἰτίας, ἐνδέχεται ἄρα καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος μὴ ἀεὶ εἶναι τὸν κόσμον.
ϛʹ. Μήποτε δὲ οὐδὲ ἀληθὲς ἐν τῷ καθόλου ἐστὶν τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν μὴ ὂν ἀεὶ αὔταρκες εἰς τὸ ποιεῖν ἢ διὰ τὴν ὕλην μὴ ἀεὶ εὐεργὸν οὖσαν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. ἐνδέχεται γὰρ οἶμαι καὶ τοῦ ποιοῦντος αὐτάρκους ὄντος εἰς τὸ ποιεῖν — λέγω δὲ εἰς τὸ ποιεῖν αὔταρκες ὅσον ἐπὶ τῇ δημιουργικῇ δυνάμει τε καὶ τέχνῃ — καὶ τῆς ὕλης κατὰ τὸν ἴδιον λόγον ἐπιτηδείας οὔσης εἰς τὸ γίνεσθαι ὅμως τὸ πεφυκὸς γίνεσθαι μὴ ἀεὶ εἶναι· τί γὰρ κωλύει καὶ τῶν λίθων ἐξεσμένων ὄντων — τοῦτο γάρ ἐστιν τὸ εὐεργὸν εἶναι τὴν τῆς οἰκίας — καὶ τῆς λοιπῆς ὕλης ἐπιτηδείας οὔσης εἰς οἴκου γένεσιν, ἔτι δὲ καὶ τοῦ οἰκοδόμου παρόντος τε καὶ αὐτάρκους ὄντος ὅσον ἐπὶ τῇ οἰκείᾳ τέχνῃ εἰς τὸ ποιῆσαι τὴν οἰκίαν ὅμως τὴν οἰκίαν μήτε γεγονέναι πω μήτε γίνεσθαι; ἔτι δὲ καὶ τοῦ κηροῦ ὄντος ἐπιτηδείου εἰς τὴν τῶν γραμμάτων ὑποδοχὴν καὶ τοῦ γραφέως ἱκανοῦ ὄντος εἰς τὸ γράφειν μήπω τὰ γράμματα γεγράφθαι ἄλλης τινὸς αἰτίας κωλυούσης τήν τε τῶν γραμμάτων καὶ τὴν τῆς οἰκίας γένεσιν, οἷον τοῦ ἀγαθοῦ, διʼ ὃ τούτων ἕκαστον γίνεται; καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. εἰ δέ φησιν ὁ Πρόκλος μὴ εἶναι τοὺς ἤδη ἐξεσμένους λίθους ἐπιτηδείαν ὕλην οἰκίας, πρὶν συντεθῆναί τε καὶ ἀλλήλοις προσαρμοσθῆναι, οὐδὲν ἕτερον ἐρεῖ ἢ ὅτι, εἰ μὴ τὸ εἶδος ἐπιτεθῇ τῇ ὕλῃ, οὐκ ἔστιν ἡ ὕλη ἐπιτηδεία εἰς τὸ δέξασθαι τὸ εἶδος· ἡ γὰρ τῶν λίθων ἁρμονία μετὰ τῶν λοιπῶν τῶν συνιόντων εἰς οἰκίας γένεσιν αὐτὸ ἤδη γένεσίς ἐστιν τοῦ τῆς οἰκίας εἴδους· ὥστε, ἐπειδὰν ἁρμοσθῶσιν οἱ λίθοι ἤδη οἰκία γενόμενοι, οὐκέτι λέγονται ἐπιτήδειοι εἶναι εἰς οἰκίας γένεσιν ἀλλʼ ἤδη ἐνεργείᾳ γεγονέναι οἰκία· ἐπιτήδειον γὰρ λέγεται εἰς τὸ γενέσθαι τι τὸ ἔτι δυνάμει ὂν καὶ μήπω κατʼ ἐνέργειαν ἐκεῖνο γενόμενον, ὡς τὸ ὕδωρ ἐπιτήδειον λέγεται εἰς τὸ θερμαίνεσθαι, κἂν ψυχρὸν ᾖ· ἐπειδὰν γὰρ θερμανθῇ ἤδη, λοιπὸν ἐνεργείᾳ εἶναι θερμὸν καὶ οὐκ ἐπιτηδείως ἔχειν εἰς τὸ θερμαίνεσθαι λέγεται. καὶ ὁ κηρὸς δὲ ἐπειδὰν ἤδη τὰ γράμματα δέξηται, οὐ λέγεται ἁπλῶς ἐπιτήδειος εἶναι εἰς τὸ γραφῆναι ἀλλʼ ἤδη ἐνεργείᾳ γεγράφθαι· ὁ γὰρ κηρὸς ὁ μηδὲν ἐλλείπων ἐπιτηδειότητος εἰς τὸ γραφῆναι τί μᾶλλον ὡς ὕλη γραμμάτων ἐπιτηδειότερος γέγονεν μετὰ τὸ γραφῆναι ἢ πρὶν γραφῆναι; ὁμοίως καὶ οἱ κατὰ λόγον ἐξεσμένοι λίθοι τί μᾶλλον ἐπιτηδεία ὕλη εἰσὶν οἰκίας μετὰ τὸ ἁρμοσθῆναι ἤδη καὶ τὸ τῆς οἰκίας δέξασθαι εἶδος ἢ πρὶν ἁρμοσθῆναι; ἡ γὰρ σύνθεσις καὶ ἁρμονία τῶν τε λίθων καὶ τῶν ξύλων οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ τοῦ εἴδους τῆς οἰκίας γένεσις· οὐ γὰρ ὕλην ποιεῖ συντιθεὶς τὰ ξύλα καὶ τοὺς λίθους ὁ οἰκοδόμος, ἀλλʼ αὐτὸ τὸ τῆς οἰκίας αὐτοῖς ἐπιτίθησιν εἶδος· ὥστε οἱ μήπω μὲν συντεθέντες λίθοι ἐξεσμένοι δὲ ὅμως οὗτοι λοιπὸν ἐπιτηδεία ὕλη εἰσὶν εἰς οἰκίας γένεσιν. τί οὖν ἐκώλυεν ὅσον ἐπὶ τοῖς νῦν εἰρημένοις καὶ τῆς τοῦ κόσμου ὕλης ἀεὶ ἐπιτηδείας οὔσης εἰς γένεσιν κόσμου, εἰ καὶ ἀΐδιον αὐτὴν εἶναί τις συγχωρήσειεν, καὶ τοῦ δημιουργοῦ αὐτάρκως ἔχοντος εἰς τὸ κοσμοποιεῖν διʼ ἄλλην τινὰ αἰτίαν μὴ ἀεὶ εἶναι τὸν κόσμον, εἰ συνεῖδεν τυχὸν ὁ δημιουργὸς ἀγαθὸν εἶναι τοῖς γινομένοις τὸ ποτὲ γενέσθαι; τοῦτο δὲ εἶπον οὐκ οἰόμενός ποτε τὴν ὕλην αὐτὴν καθʼ αὑτὴν χωρὶς τῶν εἰδῶν ὑποστῆναι — οὐ γὰρ χωρὶς μὲν τὴν ὕλην τοῦ κόσμου, χωρὶς δὲ τὸ εἶδος ὁ δημιουργὸς παρήγαγεν, ἀλλʼ ἅμα καὶ ἀχρόνως τὸ συναμφότερον δημιουργεῖ, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν πολλάκις εἴπομεν — ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι, εἰ καί τις ἀΐδιον εἶναι τὴν ὕλην συγχωρήσειεν καὶ τοῦ κόσμου προϋπάρχειν, οὐδὲν ἀναγκαστικὸν ἔχει αὐτὸς καθʼ αὑτὸν ὁ νῦν εἰρημένος τοῦ Πρόκλου λόγος, ὥστε καὶ τὸν κόσμον δεῖξαι ἀΐδιον· οὐ γὰρ μόνον διὰ τὴν ὕλην ἀνεπιτηδείαν οὖσαν οὐδὲ διὰ μόνον τὸ ποιοῦν οὐκ αὐτάρκως ἔχον ὅσον ἐπὶ τῷ ποιεῖν δύνασθαι τὰ γινόμενα οὐ γίνεται, ἀλλʼ ἔστιν καὶ διʼ ἕτερα ἄττα αἴτια τὸ δυνάμενον γενέσθαι μὴ γίνεσθαι· ὥστε, εἰ μὴ μόνον αἴτια τῶν γινομένων ἐστὶν τό τε ποιητικὸν αἴτιον καὶ ἡ ὕλη, ἀλλʼ ἔστιν πρὸς τοῖς ἄλλοις καὶ τὸ τελικὸν μάλιστα — τουτέστιν τὸ συμφέρον τε καὶ ἀγαθὸν τῷ γινομένῳ, διʼ ὃ γίνεται —, οὐκ ἄρα ἢ διὰ τὴν ὕλην μόνην ἀνεπιτήδειον οὖσαν ἢ διὰ τὸ ποιοῦν μόνον ἐλλεῖπον εἰς τὸ ποιεῖν τὰ γινόμενα οὐ γίνεται ἢ διʼ ἄμφω ἀλλὰ καὶ διὰ τὸ τῷ γινομένῳ ἀγαθόν, εἰ μὴ ἀγαθὸν ἦν αὐτῷ τὸ νῦν ἀλλʼ αὖθις γενέσθαι· ἀγαθὸν δὲ τὸ κατὰ φύσιν ἑκάστῳ. οὐδὲν ἄρα ἀναγκαῖον ἔχει τὸ προκείμενον τοῦ φιλοσόφου ἐπιχείρημα αὐτὸ καθʼ αὑτὸ γυμναζόμενον, εἰ μή τις ἐκ τοῦ πρός τι εἶναι τὴν ὕλην καὶ ἀΐδιον εἶναι τὸ καὶ τὴν γένεσιν ἀΐδιον εἶναι συνάγοι· τοῦτο δʼ ἡμῖν ἐν τῷ πρὸ τούτου αὐτάρκως ἐξήτασται. Τέλος λύσεως τοῦ ιβʹ λόγου.