Πρόκλου διαδόχου λόγος δέκατος.
«Δέκατος· ἕκαστον τῶν τοῦ κόσμου στοιχείων, ἐξ ὧν ἐστιν, ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἢ μένει ἢ κύκλῳ κινεῖται· τότε γὰρ ἐπʼ εὐθὺ κινεῖται, ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ, σπεῦδον εἰς ἐκεῖνον ἐλθεῖν. εἰ οὖν τὰ στοιχεῖα τοῦ παντὸς ἢ μένει ἢ κύκλῳ κινεῖται, εἴτε δὲ μένει ἐν τῷ κατὰ φύσιν τόπῳ, ἔχει τὸ κατὰ φύσιν, εἴτε κύκλῳ κινεῖται, οὔτε ἀρχὴν οὔτε τελευτὴν ἔχει τοῦ κινεῖσθαι, δηλονότι καὶ τὸ πᾶν ἀμετάβλητόν ἐστιν τῶν μὲν τοὺς κατὰ φύσιν τόπους ἐχόντων, τῶν δὲ ἀνάρχως καὶ ἀτελευτήτως κινουμένων· καὶ γὰρ τὰ τῇδε μεταβάλλει ἐν τόπῳ ἀλλοτρίῳ ὄντων τῶν, ἐξ ὧν ἐστιν, καὶ τὸν οἰκεῖον καταλαβεῖν σπευδόντων. εἰ οὖν τὰ στοιχεῖα τοῦ παντὸς ἐν τοῖς οἰκείοις ἐστὶν τόποις καὶ οὐδὲν ὅλον εἰς τὸν ἀλλότριον φέρεται τόπον οὐδὲ ἀπολιπὸν τὸν οἰκεῖον βιάζεται τὸ ἐν τῷ οἰκείῳ ὄν, ἀνάγκη τὸ πᾶν ἀμετάβλητον εἶναι πάντων ἀεὶ κατὰ φύσιν ἐχόντων τῶν ὅλων καὶ τῶν μενόντων ἐν αὐτῷ καὶ τῶν κινουμένων. εἰ μὲν οὖν, πρὶν κοσμηθῇ τὸ πᾶν, ἐν τοῖς οἰκείοις ἦν ἕκαστα τόποις, ἢ ἔμενεν ἢ κύκλῳ ἐκινεῖτο, καὶ οὕτω πάλιν ἦν τὸ πᾶν κεκοσμημένον, πρὶν κοσμηθῇ, καὶ οὐκ ἔσχεν ἀρχὴν τοῦ κοσμηθῆναι πάντων ὁμοίως ἐχόντων νῦν τε καὶ πρότερον. εἰ δὲ ἐν τοῖς ἀλλοτρίοις — πάντως γὰρ ἦν ἐν τόποις σώματα ὄντα —, εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν τόπων ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις; οὐ γὰρ ἑαυτοῖς ἦν αἴτια σώματα ὄντα τῆς μεταθέσεως· ὥστε δύο ἀρχαί, ἡ μὲν τοῦ παρὰ φύσιν, ἡ δὲ τοῦ κατὰ φύσιν, καὶ πρότερον τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν καὶ ταῦτα παρὰ φύσιν ὂν ὡς ἔκστασις τῆς φύσεως, ἧς φύσεως μηδʼ ὅλως οὔσης οὐδʼ ἂν αὐτὸ εἴη παρὰ φύσιν — οὐδὲ γὰρ τὸ παρὰ τέχνην ἔστιν μὴ οὔσης τέχνης· τὸ γὰρ παρʼ ὁτιοῦν ὂν ὄντος ἐκείνου, παρʼ ὅ ἐστιν, εἴη ἄν· ὥστε, εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον. εἰ δὲ μή, ὄντων ἄλλων οἰκείων οὐδʼ ἂν ἀλλότριοι εἴησαν ἄν, ἐν οἷς ἦσαν· τὸ γὰρ ἀλλότριον πρὸς τὸ οἰκεῖον ἔχει τὴν ἀναφοράν· εἰ δὲ καὶ τότε ἐκεῖνα μὴ ἐν ἀλλοτρίοις ἦν οἷς εἶχεν τόποις, ὥσπερ καὶ τὰ νῦν οὐκ ἐν ἀλλοτρίοις ἐστὶν οἷς ἐστιν τόποις, εἶχε κἀκεῖνα κατὰ φύσιν, ὥσπερ καὶ τὰ νῦν. ὥστε ἀεὶ μὲν ἔσται κόσμος, ἄλλοτε δʼ ἄλλων ὄντων κατὰ φύσιν τοῖς ἐν αὐτῷ καὶ παρὰ φύσιν. καθόσον ἄρα κόσμος ἐστίν, ἀΐδιός ἐστιν. τὸ δὲ τοιόνδε τὸ ἐν αὐτῷ μόνον, εἴπερ ἄρα, οὐκ ἀεί ἐστιν. μετασχηματιζόμενον οὖν ἔσται τὸ πᾶν, ἀεὶ δὲ τὸ πᾶν· καὶ ὡς ἐκεῖνο παρὰ φύσιν πρὸς τὸ νῦν, οὕτω καὶ τὸ νῦν παρὰ φύσιν πρὸς ἐκεῖνο· καὶ ἐν ἐκείνῳ πάντα ἐν οἰκείοις καὶ ἐν τούτῳ τόποις, ἄλλοτε δὲ ἄλλοις. καὶ ὁ Ἐμπεδοκλῆς σοφῶς παρὰ μέρος κοσμοποιῶν, πλὴν ὅτι πολλάκις ἐκεῖνος, δὶς δὲ ἡμεῖς.» Κεφάλαια τῆς λύσεως τοῦ δεκάτου λόγου.αʹ. Ὅτι ἐκ δύο ψευδῶν προτάσεων τὸ δέκατον ἐπιχείρημα συνέθηκεν ὁ Πρόκλος δύο συλλογισμοὺς ἐκ τῶν δύο προτάσεων συμπλέξας. βʹ. Ὅτι ψεῦδος τὸ τὰ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ τῶν στοιχείων ἀμετάβλητα εἶναι. ἐν ᾧ, ὅτι ὁ τοῦ ὅλου κατὰ φύσιν τόπος οὗτος καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν. γʹ. Ὅτι ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν τόπῳ μένοντα τὰ στοιχεῖα κατὰ πᾶν εἶδος μεταβολῆς μεταβάλλει. δʹ. Ὅτι οὐ τὸ μὴ ὁρᾶσθαι ὅλον καθʼ ὅλον αὐτὸ μεταβάλλον μήτε τῶν στοιχείων μηδὲν μήτε τὸν ὅλον κόσμον τοῦτο ἀπόδειξίς ἐστιν τοῦ καὶ παντελῶς ἀμετάβλητον εἶναι τὸν κόσμον καὶ ἄφθαρτον, τοὐναντίον δὲ μᾶλλον ἡ τῶν μορίων φθορὰ καὶ γένεσις τοῦ καὶ τὸν ὅλον κόσμον τῆς αὐτῆς εἶναι φύσεως ἀπόδειξις. εʹ. Ὅτι οὐδὲ τὸ κατὰ μηδὲν εἶδος μεταβολῆς τὸν οὐρανὸν μεταβάλλειν πλὴν τῆς κατὰ τόπον τεκμήριόν ἐστιν τοῦ ἄφθαρτον εἶναι τὸν κόσμον. ϛʹ. Ὅτι ψυχρὸν τὸ τὰ κύκλῳ κινούμενα διʼ αὐτὸ τὸ κύκλῳ κινεῖσθαι μήτε ἄρξασθαι λέγειν τῆς κινήσεως μήτε παύσεσθαι. ζʹ. Ὅτι τὰ ἑξῆς τοῦ λόγου οὐδὲν ἔχει πραγματειῶδες, Πλατωνικὴν δὲ μᾶλλον ἐλέγχει ὑπόθεσιν. ηʹ. Ὅτι καὶ ἐν τούτοις καίτοι οὐκ ἀναγκαίοις οὖσι παραλογίζεται ὁ Πρόκλος. Λύσις τοῦ δεκάτου λόγου.
αʹ. Δύο προτάσεις ἐν τούτῳ ψευδεῖς εἴληφεν ὁ φιλόσοφος, ἐξ ὧν πάλιν τοῦ ψεύδους συγχωρηθέντος τὸ προκείμενον αὐτῷ συμπεραίνεται. ὧν ἡ ἑτέρα ἐστὶν τοιαύτη· τὰ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ, φησίν, διὰ τὸ ἔχειν τὸ κατὰ φύσιν ἀμετάβλητά ἐστιν· τὰ γὰρ μεταβάλλοντα ἐν τόποις ἀλλοτρίοις ὄντα μεταβάλλει· καὶ γὰρ τὰ ἡμέτερα φέρε μεταβάλλει σώματα τῶν στοιχείων, ἐξ ὧν ἐστιν, ἐν τῷ παρὰ φύσιν τόπῳ συνεχομένων· κάτω γὰρ ὂν παρὰ φύσιν τὸ πῦρ τὸ ἐν ἡμῖν ἄνω θεῖ τοῦ κατὰ φύσιν τόπου τυχεῖν ἐφιέμενον, ὡς ἔμπαλιν τὸ γήινον κάτω· ἔνθεν ἡ μάχη καὶ ἡ τῶν μερῶν τοῦ συνθέτου διάστασις, ἐξ ὧν τὴν λύσιν τοῦ συνεστῶτος συμβαίνει γίνεσθαι εἰς τἀναντία κινουμένων τῶν τοῦ συνθέτου στοιχείων. μία μὲν οὖν ψευδὴς ὑπόθεσις εἰρημένη. δευτέρα δέ· τὰ κύκλῳ, φησίν, κινούμενα οὔτε ἀρχὴν ἔχει τῆς κινήσεως οὔτε τέλος. ἐξ ὧν δύο ὑποθέσεων δύο συλλογισμοὺς συμπλέκει, ἕνα μὲν τοιοῦτον· εἰ ἕκαστον, φησίν, τῶν τοῦ κόσμου μερῶν ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ, τὰ δὲ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἀμετάβλητά ἐστιν, καὶ τὰ τοῦ κόσμου ἄρα μέρη καὶ ὁ ἐξ αὐτῶν συγκείμενος κόσμος ἀμετάβλητος ἔσται. δεύτερον δέ· εἰ τὰ κύκλῳ, φησίν, κινούμενα οὔτε ἀρχὴν ἔχει τῆς κινήσεως οὔτε τέλος, ὁ δὲ οὐρανὸς κύκλῳ κινεῖται, οὔτε ἀρχὴν ἄρα ἔσχεν τῆς κινήσεως οὔτε δὲ τέλος. τὸ μὲν οὖν δέκατον δηλονότι τοῦ φιλοσόφου τῶν λόγων φροῦδος οἰχήσεται.
βʹ. Ὅτι μὲν οὖν ψεῦδος τὸ μηδὲν μεταβάλλειν ἐν τῷ κατὰ φύσιν ὑπάρχον τόπῳ, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὰ μεταβάλλοντα πάντα ἐν ἀλλοτρίῳ ὄντα μεταβάλλει τόπῳ, οὐδὲν ἄρα, ὃ μὴ ἐν ἀλλοτρίῳ ὂν τόπῳ μεταβάλλει· εἰ γὰρ τὸ ἑπόμενον ψεῦδος, καὶ τὸ ἡγούμενον ἐξ ἀνάγκης· εἰ γὰρ ψεῦδος τὸ μηδέν, ὃ μή ἐστιν ἐν ἀλλοτρίῳ τόπῳ, μὴ μεταβάλλειν, ἐνδέχεται ἄρα καὶ τὰ ἐν μὴ ἀλλοτρίῳ ὄντα τόπῳ μεταβάλλειν· οὐκοῦν ψεῦδος τὸ τὰ μεταβάλλοντα πάντα ἐν ἀλλοτρίῳ τόπῳ ὄντα μεταβάλλειν. εἰ οὖν ἀληθὲς εἴη τοῦτο, πᾶν ἄρα, ὃ μὴ ἐν ἀλλοτρίῳ τόπῳ ἐστίν, ἀμετάβλητόν ἐστιν. πᾶν δὲ τὸ μὴ ἐν ἀλλοτρίῳ τόπῳ ὂν τοῦτο ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐστὶν τόπῳ· πᾶν ἄρα τὸ ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ ἀμετάβλητόν ἐστιν. ἀλλὰ δὴ καὶ οὗ ἂν τὸ ὅλον ἐν τῷ κατὰ φύσιν τόπῳ ᾖ, τούτου καὶ τὰ ἐν τῷ ὅλῳ ὄντα μέρη ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ· ὁ γὰρ αὐτὸς τοῦ ὅλου καὶ τοῦ μέρους κατὰ φύσιν ἐστὶν τόπος, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται· πάντα ἄρα τὰ τῶν στοιχείων μέρη τὰ ἐν τῇ οἰκείᾳ ὁλότητι ὑπάρχοντα ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἀμετάβλητα ἔσται. ἀλλὰ μὴν καὶ ὅσα ἐν τοῖς παρὰ φύσιν νῦν ἐστιν τόποις τῶν στοιχείων μέρη, τῷ μακρῷ χρόνῳ πάντα ἐν τοῖς κατὰ φύσιν τόποις γενήσεται — οὐδὲν γὰρ ἐν τῷ παρὰ φύσιν μένει τὸν ἄπειρον χρόνον — καὶ γενόμενα μενεῖ ἐν αὐτοῖς· οὐ γὰρ δή γε πρὶν ἠρεμῆσαι ἐν τοῖς οἰκείοις τόποις ἐξίσταται τούτων· καὶ τὰ νῦν ἄρα ἐν τῷ παρὰ φύσιν ὄντα τῶν στοιχείων μέρη γενόμενά ποτε ἐν τῷ κατὰ φύσιν ἀμετάβλητα ἔσται. εἰ οὖν καὶ τὰ νῦν ἐν τῷ κατὰ φύσιν ὄντα τῶν στοιχείων μέρη ἀμετάβλητά ἐστιν διὰ τὸ ἐν τῷ κατὰ φύσιν εἶναι καὶ τὰ ἐν τῷ παρὰ φύσιν ὄντα γενόμενά ποτε ἐν τῷ κατὰ φύσιν ἀμετάβλητα ἔσται, ἔσται ἄρα ποτέ, ὅτε οὐδὲν ἔσται τὸ μεταβάλλον. οὐδενὸς οὖν ὄντος τοῦ μεταβάλλοντος οἰχήσεται ἐκ τοῦ παντὸς πᾶσα μεταβολή τε καὶ γένεσις. εἰ οὖν τοῦτο ἀδύνατον, ἕως ἂν ὁ κόσμος εἴη, ψεῦδος ἄρα καὶ τὸ λέγειν, ὡς πᾶν τὸ μεταβάλλον ἐν ἀλλοτρίῳ τόπῳ ὂν μεταβάλλει. εἰ δὲ τοῦτο ψεῦδος, ἐνδέχεται ἄρα καὶ ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὄντα τόπῳ τὰ στοιχεῖα μεταβάλλειν· οὐκ ἄρα διὰ τὸ νῦν ἐν τῷ κατὰ φύσιν εἶναι τόπῳ τὰς τῶν στοιχείων ὁλότητας ἤδη διὰ τοῦτο ἀμεταβλήτους καὶ αὐτὰς καὶ τὸν ἐξ αὐτῶν συγκείμενον κόσμον εἶναι ἀνάγκη. ὅτι δὲ τὰ ἐν τῷ ὅλῳ ὄντα μέρη ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ — τοῦτο γὰρ ἐν τῷ συλλογισμῷ παρειλήφαμεν —, δῆλον ὂν ἐκ τῆς ἐναργείας καὶ ἐντεῦθεν ἄν τις κατίδοι. εἰ γὰρ μηδὲν τῶν συμπληρωτικῶν τῆς γῆς τυχὸν μορίων ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ, οὐδὲ τὸ ὅλον τὸ ἐξ αὐτῶν συγκείμενον ἐν τῷ κατὰ φύσιν ἔσται τόπῳ· οὐδὲν γάρ ἐστιν τὸ ὅλον ἢ πάντα τὰ μέρη· ὡς γὰρ ἡ ὅλη γῆ τὸν ὅλον καὶ κατὰ φύσιν ἑαυτῆς ἐπέχει τόπον, οὕτω καὶ τῶν μερῶν αὐτῆς ἕκαστον τὸ τῷ ὅλῳ συνημμένον μέρος τοῦ ὅλου καὶ κατὰ φύσιν ἐπέχει τόπου· ὥστε, εἰ ὁ ὅλος τῆς γῆς τόπος κατὰ φύσιν ἐστὶν τῇ ὅλῃ γῇ, καὶ τὸ μέρος ἄρα τοῦ τόπου, ὃ ἐπέχει τὸ τῆς γῆς μέρος, κατὰ φύσιν ἐστὶν τῷ μέρει· εἰ γὰρ καὶ μὴ καθʼ ἑαυτὸ καὶ οἷον ἀπεσπασμένον τοῦ ὅλου τὸ μέρος ἴδιον ἐπέχει τόπον, ἀλλʼ οὖν ὡς ἐν τῷ ὅλῳ περιεχόμενον μέρος τι τοῦ ὅλου κατέχει τόπου. καὶ τί δεῖ τὰ ἐναργῆ κατασκευάζειν δεικνύναι βουλόμενον, ὡς τὰ τῇ οἰκείᾳ ὁλότητι συνημμένα μέρη τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἐπέχει τόπον; καὶ αὐτὸς γὰρ ἐν τούτοις ὁ Πρόκλος αὐτὸ τοῦτο εἰδὼς ἀκριβῶς ἐπὶ λέξεώς φησιν ὡς ὅτι «τὰ τῇδε μεταβάλλει ἐν τόπῳ ἀλλοτρίῳ ὄντων τῶν, ἐξ ὧν ἐστιν, καὶ τὸν οἰκεῖον καταλαβεῖν σπευδόντων» καὶ ὅτι «τότε ἐπʼ εὐθὺ κινεῖται, ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ σπεύδοντα εἰς ἐκεῖνον ἐλθεῖν» καὶ ὅτι «πάντως ἐν τόπῳ ἐστὶν σώματα ὄντα» καὶ ὅτι «εἴπερ ἔστιν τις παρὰ φύσιν τόπος τινί, πολλῷ πρότερόν ἐστιν τούτῳ καὶ ὁ κατὰ φύσιν· τὸ γὰρ παρὰ φύσιν ἔκστασίς ἐστιν τῆς φύσεως, ἧς μηδʼ ὅλως οὔσης οὐδʼ ἂν τὸ παρὰ φύσιν εἴη· τὸ γὰρ παρʼ ὁτιοῦν ὄν», φησίν, «ὄντος ἐκείνου εἴη ἄν». εἰ οὖν τὰ κατʼ εὐθεῖαν κινούμενα πάντα ἢ μέρη ἐστὶν τῶν στοιχείων ἢ τὰ ἐκ τούτων συγκείμενα, ταῦτα δὲ ἐν ἀλλοτρίῳ ἐστὶν τόπῳ, τὰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ὄντα ἐκστάντα τοῦ οἰκείου καὶ κατὰ φύσιν τόπου ἐν τῷ ἀλλοτρίῳ γέγονεν, ἔστιν ἄρα καὶ τοῖς μέρεσιν τῶν στοιχείων οἰκεῖός τις καὶ κατὰ φύσιν τόπος. πάλιν δʼ αὖ εἰ τὰ ἐν ἀλλοτρίῳ τόπῳ ὄντα ἐπʼ εὐθὺ κινεῖται σπεύδοντα ἐκ τοῦ ἀλλοτρίου ἐπὶ τὸν οἰκεῖον ἐλθεῖν τόπον, τὸ μὲν πῦρ ἄνω, ἡ δὲ γῆ κάτω, σπεύδει δὲ ἐπὶ τὴν ἑαυτοῦ ὁλότητα ἕκαστον, τὸ ἄρα ἐν τῇ ἑαυτοῦ ὁλότητι ὂν καὶ ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ. καὶ ἐξ ὧν ἄρα ὁ Πρόκλος ἡμῖν δίδωσιν λέγειν δῆλόν ἐστιν, ὡς ὁ τοῦ παντὸς ὕδατος τόπος οὗτος καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν καὶ ὁ τοῦ παντὸς πυρὸς οὗτος καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν, ἐφʼ ὃν καὶ ἠπείγετο τὰ μέρη, ὅτε ἐν τῷ παρὰ φύσιν ὑπῆρχε τόπῳ. ὅτι μὲν οὖν ὁ τοῦ ὅλου στοιχείου οἰκεῖος καὶ κατὰ φύσιν τόπος οὗτος καὶ τοῦ μέρους ἐστὶν καὶ κατὰ φύσιν, δέδεικται· ἐπανιτέον δὲ πάλιν εἰς τὸ προκείμενον. εἰ τὸ παρὰ φύσιν ἔκστασίς ἐστιν τοῦ κατὰ φύσιν καὶ τοῦ παρὰ φύσιν πρότερόν ἐστιν τὸ κατὰ φύσιν, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις εἴρηκεν — οὐ γὰρ ἐνδέχεται τὸ παρὰ φύσιν εἶναι μὴ ὄντος τοῦ κατὰ φύσιν· τὸ γὰρ παρʼ ὁτιοῦν ὂν ὄντος ἐκείνου, παρʼ ὅ ἐστιν, εἴη ἄν —, τὰ ἄρα ἐν τῷ παρὰ φύσιν ὄντα τόπῳ τῶν στοιχείων μέρη ἐν τῷ κατὰ φύσιν τόπῳ πρότερον ἦν· εἰ γὰρ μὴ ἦν πρότερον ἐν τῷ κατὰ φύσιν τόπῳ, οὐδʼ ἂν νῦν ἐν τῷ παρὰ φύσιν ἦν· τὸ γὰρ ἐν τῷ παρὰ φύσιν ὂν ἐκστὰν τοῦ κατὰ φύσιν οὕτως ἐν τῷ παρὰ φύσιν γέγονεν· ὥστε πρὶν ἐν τῷ παρὰ φύσιν τόπῳ γένηται, πρότερον ἦν ἐν τῷ κατὰ φύσιν τόπῳ. εἰ δὲ ἐν τῷ κατὰ φύσιν ὂν τόπῳ πρότερον νῦν ἐστιν ἐν τῷ παρὰ φύσιν, οὐκ ἄρα τὸ ἐν τῷ κατὰ φύσιν ὂν τόπῳ διὰ τὸ ἔχειν τὸ κατὰ φύσιν ἀμετάβλητόν ἐστιν· μεταβάλλεται γὰρ ἐκ τοῦ κατὰ φύσιν τόπου, ἐν ᾧ πρότερον ἦν, εἰς τὸν παρὰ φύσιν, ἐν ᾧ νῦν ἐστιν. οὐδʼ ἄρα τὰς τῶν στοιχείων ὁλότητας διʼ αὐτὸ τὸ ἐν τῷ κατὰ φύσιν εἶναι τόπῳ ἀνεπιδέκτους εἶναι μεταβολῆς ἀνάγκη. οὐκοῦν οὐδὲ τὸ πᾶν τὸ ἐξ αὐτῶν συγκείμενον μεταβολῆς ἐστιν ἀνεπίδεκτον, ὅπερ ἐν τούτοις συνάγειν ἐκ ψευδοῦς ὑποθέσεως ὁ Πρόκλος ἔδοξεν· τῶν γὰρ μερῶν τοῦ παντὸς μὴ ὄντων ἀμεταβλήτως κατὰ φύσιν οὐδʼ ἂν τὸ πᾶν εἴη κατὰ φύσιν ἀμετάβλητον· τοῦ γάρ, ἐξ οὗ σύγκειταί τι, μεταβλητοῦ ὄντος καὶ αὐτὸ μεταβλητὸν ἔσται ἐξ ἀνάγκης· οὐ γὰρ δὴ τῶν στοιχείων μεταβαλλόντων τὸ ἐξ αὐτῶν ἀμετάβλητον διαμένειν οἷόν τε. ἅμα δὲ καὶ πάλιν διὰ τούτων δέδεικται, ὅτι καὶ τὰ ἐν τῇ ὁλότητι ἑαυτῶν ὄντα τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἔχει τόπον, εἴπερ ἐκστάντα τῆς οἰκείας ὁλότητος ἐν τοῖς παρὰ φύσιν γίνεται τόποις· τὸ δὲ ἐν τῷ παρὰ φύσιν τόπῳ γενόμενον τοῦ κατὰ φύσιν ἐξέστη· τὸ ἄρα τῆς οἰκείας ἐκστὰν ὁλότητος καὶ ἐκ τοῦ κατὰ φύσιν τόπου ἐξέστη· ὥστε τὸ ἐν τῇ οἰκείᾳ ὁλότητι ὂν καὶ ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ. ὁ αὐτὸς ἄρα τοῦ ὅλου καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν τόπος.
γʹ. Ἄνωθεν δὲ ἴσως διορθοῦντας τὸν λόγον πυθέσθαι τοῦ φιλοσόφου ἄξιον, πῶς φησιν πᾶν τὸ μεταβάλλον ἐν ἀλλοτρίῳ τόπῳ ὂν μεταβάλλειν καὶ διὰ τοῦτο ἐν τῷ κατὰ φύσιν νῦν τόπῳ τὰ στοιχεῖα μένοντα καὶ αὐτὰ καὶ τὸ ἐξ αὐτῶν ἀμετάβλητον εἶναι. πότερον γὰρ μεταβολήν φησιν τὴν κατὰ τόπον ὡς μηδέποτε τὰ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἐξίστασθαι τούτου καὶ ἐπὶ τὸν παρὰ φύσιν γίνεσθαι ἢ καθʼ ἕτερον μεταβολῆς εἶδος, ὅτι τυχὸν τὰ ἐν τῷ οἰκείῳ ὄντα τόπῳ οὔτε ἀλλοιοῦται οὔτε αὔξεται οὔτε φθίνει οὔτε γίνεται οὔτε φθείρεται; ἀλλʼ ὅπερ ἂν εἴποι, καὶ ὑπὸ τοῦ λόγου καὶ ὑπʼ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας ἐλέγχεται. εἰ μὲν οὖν κατὰ τόπον φησὶν μὴ μεταβάλλειν τὰ ἐν τοῖς οἰκείοις ὄντα τόποις ὡς μηδέποτε ἐκ τούτων εἰς τοὺς ἀλλοτρίους ἐξίστασθαι — τοῦτο γάρ πως καὶ ἐδήλωσεν εἰπὼν «τότε γὰρ ἐπʼ εὐθὺ κινεῖται, ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ σπεύδοντα εἰς ἐκεῖνον ἐλθεῖν», καὶ διὰ τῶν ἑξῆς δὲ πάντων περὶ τῆς κατὰ τόπον μεταβολῆς ποιεῖται τὸν λόγον —, οὐδὲν ἔσται τὸ ἐκ τοῦ οἰκείου τόπου εἰς τὸν ἀλλότριον μεταβάλλον. οὐκοῦν οὐδέποτε παρὰ φύσιν τὰ στοιχεῖα κινηθήσεται. τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· καὶ γὰρ ἡ βῶλος καὶ τὸ ὕδωρ βίᾳ καὶ παρὰ φύσιν ἐπὶ τὸ ἄνω φέρεται τοῦ οἰκείου ἐκστάντα τόπου καὶ τὸ πῦρ οἷον οἱ κεραυνοὶ καὶ αἱ ἀστραπαὶ ἄνωθεν κάτω ἐκθλιβόμενα φέρεται. ὅλως δέ, εἰ ἔστιν ἡ ἐκ τοῦ παρὰ φύσιν τόπου εἰς τὸν κατὰ φύσιν τῶν στοιχείων μεταβολή, πολλῷ πρότερον καὶ τὴν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸν παρὰ φύσιν εἶναι ἀνάγκη· τὸ γὰρ ἐν ἀλλοτρίῳ τόπῳ ὂν ἢ τὸν ἄπειρον χρόνον ἐν τούτῳ ἦν ἢ ἐξ ἑτέρου τόπου καὶ αὐτοῦ ἀλλοτρίου ὄντος εἰς ἐκεῖνον μετέβαλεν ἢ ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν, καὶ οὐκ ἔστιν παρὰ ταῦτα. ἀλλʼ οὔτε ἐν ἀλλοτρίῳ τόπῳ εἶναί τι τὸν ἄπειρον χρόνον ἐνδέχεται μηδέποτε ἐν τῷ οἰκείῳ γινόμενον — κάλλιον γὰρ τὸ μὴ εἶναι ἢ ἐν τῷ παρὰ φύσιν εἶναι τὸν ἄπειρον χρόνον, τοῦ καλλίστου δὲ ἡ φύσις στοχάζεται· καὶ ὁ θεὸς δὲ πάντα ἀγαθὰ εἶναι ἠβουλήθη, φλαῦρον δὲ μηδὲν κατὰ δύναμιν. καὶ ἄλλως· ἄδηλον ἂν εἴη, ὅπερ αὐτός φησιν ἐν τούτοις ὁ Πρόκλος, εἰ καὶ κατὰ φύσιν ἦν ἐκεῖνος, ἐν ᾧ μηδέποτε γέγονεν — οὔτε μὴν ἐξ ἀλλοτρίου τόπου πάλιν εἰς ἀλλότριον καὶ εἴδει διαφέροντα μεταβάλλειν δυνατόν· οὐδὲ γὰρ ἔστιν ὅλως ἐξ ἀλλοτρίου τόπου εἰς ἀλλότριον μεταβολή· τῶν γὰρ στοιχείων πάντων τῶν μὲν ὄντων βαρέων τῶν δὲ κούφων δύο καὶ οἱ κατὰ φύσιν εἰσὶν τόποι τῶν στοιχείων· τῶν μὲν γὰρ βαρέων τὸ κάτω ἢ τὸ μέσον ἐστὶν ὁ κατὰ φύσιν τόπος, τῶν δὲ κούφων τὸ ἄνω ἢ τὸ πέριξ. πᾶσα οὖν κατὰ τόπον τῶν στοιχείων μεταβολὴ ἢ ἄνωθεν κάτω ἢ κάτωθεν ἄνω γίνεται. ἡ μὲν οὖν κάτωθεν ἄνω μεταβολὴ τῶν μὲν κούφων — ἀέρος καὶ πυρός — ἐκ τοῦ ἀλλοτρίου καὶ παρὰ φύσιν εἰς τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἐστὶν μεταβολή, τῶν δὲ βαρέων — γῆς καὶ ὕδατος — ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν εἰς τὸν ἀλλότριον καὶ παρὰ φύσιν· ἡ δὲ ἄνωθεν κάτω τῶν μὲν κούφων ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον, τῶν δὲ βαρέων ἀνάπαλιν. ὥστε πᾶσα κατὰ τόπον τῶν στοιχείων μεταβολὴ ἢ ἐκ τοῦ οἰκείου ἐστὶν εἰς τὸν ἀλλότριον ἢ ἐκ τοῦ ἀλλοτρίου εἰς τὸν οἰκεῖον. ἐξ ἀλλοτρίου δὲ εἰς ἀλλότριον καὶ εἴδει διαφέροντα οὐκ ἐνδέχεται εἶναι κίνησιν, εἰ μή τις ὡς ἐπὶ τὰ πλάγια λίθον ἀκοντίσειεν. ἀλλʼ οὐκ ἐξ ἄλλου εἰς ἄλλον καὶ τῷ εἴδει διαφέροντα, ἀλλʼ ἐκ τοῦ αὐτοῦ εἰς τὸν αὐτὸν ἐπὶ τὰ πλάγια ἡ κίνησις γίνεται. ἄλλως τε εἰ καὶ ἐξ ἀλλοτρίου εἰς ἀλλότριον μεταβολὴ γίνοιτο, πάλιν περὶ ἐκείνου, ἐξ οὗ τὴν μεταβολὴν ἐποιήσατο, ὁ αὐτὸς ἔσται λόγος· ἢ γὰρ τὸν ἄπειρον χρόνον ἦν ἐν αὐτῷ ἢ ἐξ ἄλλου παρὰ φύσιν καὶ αὐτοῦ εἰς ἐκεῖνον μετέστη καὶ τοῦτο ἐπʼ ἄπειρον ἤ, εἰ ταῦτα ἀδύνατα, ἀνάγκη πάντως τὰ ἐν τῷ παρὰ φύσιν ὄντα τόπῳ ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν ποτὲ εἰς ἐκεῖνον μεταβεβληκέναι. ὥστε οὐ μόνον ἐνδέχεται ἀλλὰ καὶ ἀναγκαῖόν ἐστιν οὔσης τῆς ἐκ τοῦ ἀλλοτρίου εἰς τὸν οἰκεῖον τόπον μεταβολῆς πολλῷ πρότερον καὶ τὴν ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον εἶναι. καὶ ἐκ τοῦ λόγου ἄρα καὶ ἐκ τῆς ἐπαγωγῆς ἀποδέδεικται, ὅτι ἀνάγκη ἐστὶν μεταβλητῶν ὄντων φύσει τῶν στοιχείων τὴν ἐκ τοῦ κατὰ φύσιν αὐτὰ τόπου ἐπὶ τὸν παρὰ φύσιν ποιεῖσθαι μεταβολήν. ὥστε οὐ παρὰ τὸ μένειν τι ἐν τῷ οἰκείῳ τόπῳ διὰ τοῦτο καὶ τὸ μηδέποτε αὐτὸ τοῦ οἰκείου τόπου ἐξίστασθαι συγχωρήσομεν. εἰ μὲν οὖν τὰ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις ἀμετάβλητα εἶναι λέγων ὁ φιλόσοφος κατὰ τόπον εἶναί φησιν ἀμετάβλητα ὡς μηδέποτε ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον ἐξίστασθαι, οὕτως τὸν λόγον ἐλέγξομεν. εἰ δὲ κατά τι ἄλλο μεταβολῆς εἶδος ἀμετάβλητα εἶναί φησιν τὰ ἐν τῷ κατὰ φύσιν τόπῳ μένοντα, καὶ οὕτως πρόδηλον εἴη τὸ ψεῦδος καὶ ψευδὴς ἡ ὑπόθεσις· τὸ γὰρ ὕδωρ ἐν τῇ οἰκείᾳ μένον ὁλότητι καὶ ἀλλοιοῦται θερμαινόμενον ἢ ψυχόμενον καὶ ἄλλας ποιοτήτων ἰδέας δεχόμενον, ἀλλὰ δὴ καὶ φθείρεται ἐξατμιζόμενον καὶ εἰς ἀέρα μεταβάλλον, καὶ ἐν τῇ οἰκείᾳ δὲ σηπόμενον ὁλότητι μυρίας ἀπογεννᾷ ζῴων ἰδέας. ὁμοίως καὶ ὁ ἀὴρ τὸν κατὰ φύσιν ἐπέχων τόπον οὐ μόνον ἀλλοιοῦται θερμαινόμενος ἢ ψυχόμενος, ἀλλὰ καὶ φθαρεὶς εἰς ὕδωρ μὲν τῇ πυκνώσει, τῇ δὲ μανώσει εἰς πῦρ μεθίσταται, πολλὰς δὲ καὶ σηπόμενος ἀερίων ζῴων ἀποτελεῖ ἰδέας. τί δʼ ἄν τις περὶ τῆς γῆς εἴποι, ἥτις ἐν τῷ οἰκείῳ μένουσα τόπῳ πάσης μὲν ἀλλοιώσεως εἶδος δέχεται, εἰς μυρίας δὲ φυτῶν καὶ μετάλλων ἰδέας μεθίσταται; ἀλλὰ δὴ καὶ αἱ καπνώδεις ἀπʼ αὐτῆς ἀναθυμιάσεις γινόμεναι τῆς κατʼ εἶδος μεταβολῆς αὐτῆς ἀπόδειξιν ἔχουσιν. καὶ οἱ κεραυνῖται δὲ λεγόμενοι λίθοι ἄνωθεν κάτω καταφερόμενοι τῆς ἐν τῷ κατὰ φύσιν τόπῳ τοῦ πυρὸς μεταβολῆς εἰσιν τεκμήρια. καὶ τὰ σύνθετα δὲ ἐκ τῶν δʹ στοιχείων καὶ ἐν ὕδασιν ἢ ἐν γῇ διαιτώμενα σώματα — λέγω δὴ ζῷά τε καὶ φυτά — καὶ τὰ ὑπὸ γῆν ἅπαντα συνιστάμενα μέταλλα καὶ ὅσα γεννᾶται ἐν ὕδασιν ἐν τῇ οἰκείᾳ ὁλότητι μένοντα — λέγω δὴ τῇ γῇ ἢ τῷ ὕδατι· ταῦτα γὰρ ἐν τούτοις πλεονάζει τὰ στοιχεῖα — ὅλα καθʼ ὅλα αὐτὰ ἀλλοιούμενα φαίνεται αὐξόμενά τε καὶ φθίνοντα γινόμενά τε καὶ φθειρόμενα. καθόλου ἄρα ψεῦδός ἐστιν τὸ ἐν τῷ κατὰ φύσιν μένοντα τόπῳ τὰ στοιχεῖα ἀμετάβλητα εἶναι· τοὐναντίον γὰρ καὶ ἐν τοῖς οἰκείοις μένοντα τόποις πᾶν εἶδος μεταβολῆς μεταβάλλοντα δέδεικται. «ἀλλὰ τὰ μὲν τῶν στοιχείων μέρη», φησίν, «ἐνδέχεται καὶ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις μεταβάλλειν, αὐτὰς δὲ τὰς τῶν στοιχείων ὁλότητας, ἕως ἂν ἐν τῷ κατὰ φύσιν μένωσιν τόπῳ, ἀδύνατόν ἐστιν μεταβάλλειν· οὐδεμίαν γὰρ μεταβολὴν ὅλα καθʼ ὅλα αὐτὰ τὰ στοιχεῖα φαίνεται ὑπομένοντα». ἀλλʼ ὁ τοῦτο λέγων οὐδὲν ἕτερον ἢ τὸ ἐξ ἀρχῆς αἰτεῖται καὶ τὸ ζητούμενον συγχωρηθῆναι αὑτῷ ἀξιοῖ. ζητοῦμεν γὰρ νῦν, εἰ τὸ πᾶν ἐστιν ἀμετάβλητόν τε καὶ ἀΐδιον· ἀμετάβλητον δʼ ἂν εἴη μηδὲν τῶν στοιχείων, ἐξ ὧν σύγκειται, ὅλον καθʼ ὅλον αὐτὸ μεταβάλλειν· ἅμα γὰρ τῇ τῶν στοιχείων, ἐξ ὧν σύγκειται, μεταβολῇ καὶ τὸ ἐξ αὐτῶν συγκείμενον συμμεταβάλλειν ἀνάγκη. δεήσει οὖν ἀποδεῖξαι τῷ θέλοντι τὸν κόσμον δεῖξαι ἀΐδιον, ὅτι τῶν στοιχείων ἕκαστον καθʼ ὅλον αὐτὸ οὐδέποτε τοῦ κατὰ φύσιν εἴδους ἐξίσταται. ὁ οὖν ἄνευ λόγου καὶ ἀποδείξεως ἀξιῶν μηδὲν τῶν καθόλου στοιχείων αὐτὸ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν μεταβάλλειν αὐτὸ αἰτεῖται τὸ ζητούμενον. εἰ μὲν γὰρ καθόλου ἦν ἀληθὲς μηδὲν τῶν ὄντων τὸ σύνολον μήτε ὅλον τι ἢ μέρος ἐν τῷ κατὰ φύσιν ὑπάρχον εἴτε τόπῳ εἴτε εἴδει ἐξίστασθαί ποτε τούτου καὶ εἰς τὸ παρὰ φύσιν μεταβάλλειν, ἴσως εὔλογον ἦν τὸ αὐτὸ καὶ περὶ τῆς τῶν στοιχείων νοεῖν ὁλότητος· εἰ δὲ πάντα τὰ τῶν στοιχείων μέρη καὶ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις κατὰ πᾶν μεταβολῆς εἶδος μεταβάλλει, πόθεν δεικνύειν ἔχουσιν, ὡς οὐχὶ καὶ αἱ τῶν στοιχείων ὁλότητες τὸ αὐτὸ τοῖς οἰκείοις μέρεσιν ὑπομένουσιν; πολλῷ γὰρ οἶμαι τὸ ἐναντίον εὐλογώτερόν τε καὶ ἀναγκαῖον ὑπονοεῖν· εἰ γὰρ μηδὲν στοιχείου μέρος ἀμετάβλητόν ἐστιν, ἀλλʼ ὅτι ἄν τις αὐτῶν λάβοι μέρος, τοῦτο γενητόν τέ ἐστιν καὶ φθαρτὸν καὶ κατὰ πᾶν εἶδος μεταβολῆς τρεπόμενον, πῶς οὐκ ἀναγκαῖον φανεῖται καὶ περὶ ὅλου ἑκάστου στοιχείου τὰ αὐτὰ ἐννοεῖν, ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ὁρῶμεν τοῖς μέρεσιν ὁμοιοπαθῆ τὰ ὅλα ὑπάρχοντα; ὡς γὰρ τὸ μέρος τοῦ ζῴου μεταβάλλει αὐξανόμενον ἢ φθίνον ἢ ἀλλοιούμενον ἢ κατὰ τόπον κινούμενον γινόμενόν τε καὶ φθειρόμενον, οὕτω καὶ τὸ ὅλον ζῷον τὰ αὐτὰ ὑπομένει. ἐδείξαμεν δὲ ἐν τοῖς ἔμπροσθεν, ὡς οὐδὲ κατὰ ἀριθμὸν αἱ αὐταὶ διηνεκῶς τῶν στοιχείων ὁλότητες ὑπομένουσιν· πῶς οὖν οὐκ εὔλογόν τε καὶ ἀναγκαῖον τὸ ὅλον τὰ αὐτὰ τοῖς οἰκείοις ὑπομένειν μέρεσιν;
δʹ. Οὐδὲ γὰρ εἰ μὴ νῦν ὁρῶνται ὅλα καθʼ ὅλα αὐτὰ τὰ στοιχεῖα μεταβάλλοντα, τοῦτο ἀπόδειξίς ἐστιν τοῦ πάντῃ αὐτὰ κατὰ φύσιν ἀμετάβλητα εἶναι. ἕκαστον γὰρ τῶν ὄντων, κἂν ἐπὶ σμικρὸν χρόνον ἐν τοῖς οὖσιν ὑπάρχῃ, ἕως ἂν ᾖ, ἀνάγκη πᾶσα ὅλον καθʼ ὅλον αὐτὸ ἀμετάβλητον εἶναι, οὐ μόνον δὲ καθʼ ὅλον αὐτὸ ἀλλὰ καὶ κατὰ τὰ κύρια αὐτοῦ καὶ συνεκτικὰ τοῦ ὅλου μέρη, οἷον φέρε εἰπεῖν ὁ ἄνθρωπος· ἔστʼ ἂν γὰρ τῶν ὄντων ᾖ, ὅλος καθʼ ὅλον αὐτὸν ἐξ ἀνάγκης ἀμετάβλητός ἐστιν· εἰ γὰρ καθʼ ὅλον αὐτὸν μεταβάλοι, εὐθὺς εἰς τὸ μὴ ὂν μεθίσταται. ἀλλὰ δὴ καὶ τὰ κυριώτατα τῶν τοῦ ζῴου μερῶν καθʼ ὅλα αὐτὰ ἀμετάβλητά ἐστιν, οἷον καρδία τε καὶ ἧπαρ πνεύμων τε καὶ ἐγκέφαλος καὶ εἴ τι τοιοῦτο· ὁποῖον γὰρ ἂν τούτων καθʼ ὅλον αὐτὸ μεταβάλῃ ἢ τοῦ οἰκείου ἐξιστάμενον τόπου ἢ ἐκ τῆς κατὰ φύσιν παντελῶς συμμετρίας τρεπόμενον, εὐθὺς καὶ τοῦ ὅλου ζῴου φθορὰν ἐργάζεται. τί οὖν κωλύει τῇ αὐτῇ ἐπιχειρήσει τινὰ χρώμενον λέγειν, ὡς, εἴπερ τόδε τὸ ζῷον οὔτε καθʼ ὅλον αὐτὸ τέως μεταβάλλει οὔτε πάλιν τῶν κυρίων τε καὶ συνεκτικῶν αὐτοῦ μερῶν οὐδὲν ὅλον καθʼ ὅλον αὐτὸ μεταβάλλον ὁρᾶται, καὶ παντελῶς ἄρα ἐστὶν ἀμετάβλητόν τε καὶ ἄφθαρτον καὶ αὐτὸ καὶ τῶν εἰρημένων μερῶν ἕκαστον; οὐ γὰρ ὁρᾶται, ἔστʼ ἂν εἴη, τὸ ζῷον κατὰ τὸν εἰρημένον μεταβάλλον τρόπον. ἀλλὰ δῆλον, κἂν μὴ ὁρᾶται, ἐν τῷ ζῴῳ ὅλον ἕκαστον τῶν μερῶν μεταβάλλον, ἕως ἂν ᾖ τὸ ζῷον. ἀλλʼ οὖν ἡ τῶν μερῶν τροπὴ καὶ ἀλλοίωσις φθορά τε καὶ γένεσις ἀπόδειξίς ἐστιν μεγίστη τοῦ καὶ τὸ ὅλον ποτὲ τὰ αὐτὰ τοῖς οἰκείοις πήσεσθαι μέρεσιν. οὕτω δὴ οὖν ἀνάγκη καὶ ἐπὶ τοῦ κόσμου, ἕως ἂν ᾖ ὁ κόσμος, μήτε αὐτὸν καθʼ ὅλον αὐτὸν τρέπεσθαι μήτε τῶν κυρίων μερῶν αὐτοῦ μηδέν· ἡ γὰρ ὅλου τοῦ μέρους φθορὰ καὶ τοῦ παντὸς ἐξ ἀνάγκης φθορὰν ἐργάζεται· ἐκ γὰρ τῆς πάντων κράσεως καὶ συμφωνίας ὁ κόσμος συνέστηκεν. ἀλλὰ κἀνταῦθα πάλιν ἡ κατὰ μόρια τῶν στοιχείων ἑκάστου μεταβολὴ γένεσίς τε καὶ φθορὰ καὶ τῆς ὅλου ἑκάστου στοιχείου φθορᾶς καὶ τοῦ ἐκ τούτων συγκειμένου κόσμου ἐναργῆ τὴν ἀπόδειξιν ἔχει τοῖς μὴ παντελῶς ἀγνώμοσιν καὶ τῆς ἀληθείας ἐπίπροσθεν τὴν οἰκείαν ποιουμένοις πρόληψιν.
εʹ. Ἀλλʼ οὐδὲ τὸ τὰ οὐράνια κατὰ τόπον μόνον μεταβάλλειν κατʼ ἄλλο δὲ μηδὲν μεταβολῆς εἶδος τοῦτο θράττειν ὀφείλει τοὺς προκεκρατημένους τῇ περὶ τῆς ἀϊδιότητος τοῦ κόσμου ὑπολήψει. τὴν μὲν γὰρ ἀκριβῆ περὶ τούτου ἐξέτασιν ἐν τοῖς πρὸς Ἀριστοτέλην, εἰ ἐπινεύσοι θεός, ποιησώμεθα· νυνὶ δὲ τοσοῦτον ἐροῦμεν, ὅτι καὶ ἐν τοῖς τῶν ζῴων σώμασιν τὸ μάλιστα κυριώτατον τῶν μερῶν ἡ καρδία, ἐξ ἧς τὸ ζωτικὸν πνεῦμα γεννᾶταί τε καὶ τῷ παντὶ διασπείρεται σώματι, ἀεικίνητος οὖσα ἐν τῇ κατὰ τόπον μεταβολῇ τῶν κατὰ τὰ ἄλλα πάθη ἀλλοιώσεων οὐ πασῶν δεκτικὴ καθέστηκε σῳζομένη καὶ μένουσα· οὔτε γὰρ διαιρέσεως καὶ μάλιστα τῆς κατὰ τὰς κοιλίας οὔτε τῶν κατὰ τὰς φλεγμονὰς ἀποστημάτων ἀνέχεται, ὡς ἰατρῶν διδάσκουσι παῖδες, ἀλλὰ φθάνει τὴν τούτων σχεδὸν σύστασιν αὐτή τε φθαρεῖσα καὶ τὸ πᾶν συνδιαφθείρασα σῶμα. καὶ δεῖ γε τῷ ὄντι τὸ μάλιστα τοῦ ὅλου συνεκτικώτατον μόριον, ἕως ἂν τὸ ὅλον εἶναί τε καὶ σῴζεσθαι δέῃ, αὐτὸ ὡς οἷόν τέ ἐστιν ἐν τῷ κατὰ φύσιν τόπῳ τε καὶ εἴδει διαμένειν, ἵνα τό τε ὅλον συνέχειν δύναται καὶ τὰ νοσοῦντα πάλιν ἐπὶ τὸ κατὰ φύσιν ἀνακαλεῖσθαι μόρια, οἷόν ἐστιν καὶ τοῦ κόσμου τὸ οὐράνιον μέρος, οὗ τῇ κινήσει τὰ ἐντὸς ἰθύνεται πάντα σώματα. εὔλογον οὖν καὶ αὐτὸ τῶν ἄλλων ὡς ὅτι μάλιστα πάντων ἄνοσόν τε καὶ ἀγήρων εἶναι, ἕως ἂν ὁ θεὸς τόδε τὸ πᾶν σῴζεσθαι βούληται, ἀλλʼ οὐκ ἤδη διὰ τοῦτο καὶ παντελῶς ἀπαθὲς αὐτὸ κατὰ φύσιν καὶ ἄφθαρτον ὑπολαμβάνειν εὔλογον. ὅτι μὲν οὖν ψεῦδος τὸ πάντα ἐν τῷ κατὰ φύσιν μένοντα τόπῳ ἀμετάβλητα εἶναι καὶ διὰ τοῦτο καὶ πάντα κόσμον ἀμετάβλητόν τε εἶναι καὶ ἄφθαρτον, ἐπὶ τοσοῦτον ἡμῖν ἀποδεδείχθω.
ϛʹ. Τὸ δὲ τὰ κύκλῳ κινούμενα λέγειν μήτε ἀρχὴν ἔχειν μήτε τέλος κινήσεως καὶ τοῦτο ἀξιοῦν ὥσπερ τινὰ κοινὴν ἔννοιαν ἄνευ πάσης πιστεύεσθαι ἀποδείξεως οὐκ οἶδα πότερον παίζοντός ἐστιν ἢ σπουδάζοντος. οὐδὲ γὰρ ἐπειδὴ τῆς κύκλῳ κινήσεως μὴ ἔστιν ὡρισμένην μήτε ἀρχὴν λαβεῖν μήτε τέλος διὰ τὸ πανταχόθεν ἐπισυνῆφθαι ἀλλήλοις τὰ τοῦ κύκλου μόρια, τοῦτο ἀπόδειξίς ἐστιν τοῦ μήτε ἄρξασθαι τὴν κύκλῳ κίνησιν μήτε παύσεσθαι ἀλλὰ ἄπειρον εἶναι· καὶ γὰρ αὐτὸς ὁ κύκλος καὶ ἡ σφαῖρα — αὐτό φημι τὸ οὕτως ἐσχηματισμένον σῶμα — ἀρχὴν μὲν σωματικὴν ὡρισμένην οὐδεμίαν οὔτε τέλος ἔχει διὰ τὸ πανταχόθεν ὡς εἶπον ἐπισυνῆφθαι ἀλλήλοις τὰ τούτων μέρη, ἀλλʼ ὅμως οὐκ ἔστιν κατὰ τὸ μέγεθος ἄπειρα· εἰ γὰρ ἔστιν κύκλος καὶ μείζων καὶ ἐλάττων, ὁμοίως δὲ καὶ σφαῖρα, καὶ ἐνδέχεται πάντα κύκλον καὶ σφαῖραν ὑπʼ εὐθυγράμμου περιέχεσθαι σχήματος, δηλονότι ἀδύνατον ἄπειρον εἶναι τῇ ἐκτάσει ἢ κύκλον ἢ σφαῖραν· οὔτε γὰρ τοῦ ἀπείρου μεῖζον ἔστιν καὶ ἔλαττον οὔτε μὴν περιέχεσθαι τὸ ἄπειρον ἐνδέχεται καὶ—ὅ φησιν Ἀριστοτέλης—ὅμοιόν ἐστιν πῆχυν ἄπειρον λέγειν καὶ κύκλον ἄπειρον· σχήματος γὰρ ὡρισμένου καὶ περιειλημμένου δηλωτικόν ἐστιν ὁ κύκλος καὶ ἡ σφαῖρα. ὥσπερ οὖν οὐκ ἔστιν μὲν ἀρχὴν τοῦ κύκλου λαβεῖν, οὐ διὰ τοῦτο δʼ ἐπʼ ἄπειρον ἐκτετάσθαι κατὰ μέγεθος τὸν κύκλον ἀνάγκη, οὕτως οὐδέ, εἰ τῆς κύκλῳ κινήσεως μὴ ἔστιν λαβεῖν ὡρισμένην ἀρχήν, ὅθεν ἄρχεται, διὰ τὸ τὸ πέρας τῇ ἀρχῇ ἐπισυνῆφθαι, ἐκ τούτου οἴεσθαι δεῖ, ὡς οὐδὲ ὅλως ἡ κίνησις ἤρξατο οὐδὲ λήξει· καὶ γὰρ εἰ τὴν τεχνητὴν σφαῖραν οἷον τὴν Ἀράτου κινουμένην τις νοήσειε καὶ μάλιστα μὴ ἑωρακώς, πότε τοῦ κινεῖσθαι ἤρξατο, οὔτε ἀρχὴν ἂν τῆς κινήσεως αὐτῆς εἰπεῖν ἔχει οὔτε τέλος, καὶ οὐ δήπου διὰ τοῦτο ἄναρχός ἐστιν ἡ κίνησις αὐτῆς καὶ ἀτελεύτητος. τί οὖν θαυμαστὸν καὶ ἐπὶ τῶν οὐρανίων καὶ πάντων τῶν κύκλῳ κινουμένων μὴ εἶναι μὲν λαβεῖν, ὅθεν ἤρξαντο τοῦ κινεῖσθαι — οἷον εἰ τύχοι ὅτι ἀπὸ κριοῦ ἢ ἀπὸ ἄλλου τινός —, διὰ τὸ ὡς εἶπον πανταχόθεν ἀλλήλοις ἐπισυνῆφθαι τὰ μέρη καὶ διὰ τοῦτο μηδὲν εἶναι τὸ πρώτως ἀρχόμενον τῆς κινήσεως ἀλλʼ ἅμα πάντα καὶ ἄρχεσθαι καὶ παύεσθαι, εἶναι μέντοι τινὰ χρόνου ἀρχήν, ἀφʼ οὗ τοῦ κινεῖσθαι ἤρξατο; εἰ γὰρ μὴ εἴη τὸ πᾶν ἀγένητον, ἀρχὴν τῆς τοῦ οὐρανοῦ συστάσεως λαβούσης ἀρχὴν δηλονότι καὶ ἡ τούτου κίνησις ἕξει· ὥστε καί, εἰ φθαρήσεται, ἅμα τῇ τοῦ οὐρανοῦ φθορᾷ καὶ τὴν κίνησιν παύσασθαι ἀνάγκη. οὐδεμία μέντοι ἀνάγκη φαίνεται τὸ τὴν κύκλῳ κίνησιν διʼ αὐτὸ τὸ κύκλῳ μήτε ἄρξασθαί ποτε τοῦ εἶναι μήτε παύσεσθαι. εἰ δὲ ταῖς Ἀριστοτέλους ἐπιχειρήσεσιν ἐπερειδόμενοι ἄναρχον εἶναί φασιν καὶ ἀτελεύτητον τὴν κύκλῳ κίνησιν, ὀψόμεθα, εἴ τις ἐκείνων τῶν λόγων ἔχει τὸ ἀναγκαῖον, ἐκεῖσε θεοῦ διδόντος γινόμενοι· οὐδεμία γὰρ νῦν ἐκεῖνα γυμνάζειν ἀνάγκη μηδὲν τοιοῦτον ἐν τοῖς ἰδίοις λόγοις τοῦ φιλοσόφου προτείναντος. ζητήσωμεν δὲ καί, εἴ τινές εἰσιν λόγοι, διʼ ὧν ὡς οὐχ οἷόν τε ἀΐδιον εἶναι τὴν κύκλῳ κίνησιν δείξομεν. νῦν δὲ τοσοῦτον μόνον πρὸς τὰς ἐπιχειρήσεις ἐνστῆναι τοῦ Πρόκλου προθέμενοι μόνα τὰ πρὸς ἀνασκευὴν τῶν αὐτοῦ λόγων ὡς ἡμῖν ἦν δυνατὸν παρεθήκαμεν.
ζʹ. Μέχρι μὲν οὖν τούτων τὰ τὴν ἀλήθειαν ἐν τῷ δεκάτῳ τῶν ἐπιχειρημάτων ὀχλοῦντα τῇ πιθανότητι διηλέγξαμεν. Πλάτωνος δὲ ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸ τεταγμένον γεγονέναι λέγοντος καὶ οἱονεὶ μόνης τῆς τοῦ κόσμου τάξεως αἴτιον εἶναι τὸν θεὸν ὑποτιθεμένου ἐν τοῖς ἑξῆς ὁ Πρόκλος τὴν ὑπόθεσιν ταύτην ὡς ἀδύνατον οὖσαν ἐλέγχειν πειρᾶται. ὅθεν παρίημι τὴν τῶν εἰρημένων ἐξέτασιν μηδὲν τῆς ἀληθείας ἐξ αὐτῶν παραβλαπτομένης· ἐκ γὰρ τοῦ μηδαμῶς ὄντος γεγονέναι τὸν κόσμον ὁ ἀληθὴς ὑποτίθεται λόγος. εἰ οὖν καὶ δόξει τινὶ λόγου ἔχεσθαι τὰ παρὰ τοῦ Πρόκλου λεγόμενα, οὐδὲν ἕτερον ἢ τὴν Πλάτωνος ἀπελέγχει ὑπόθεσιν. καὶ δηλονότι οὐκ, ἐπειδὴ ἄτοπος ἡ ὑπόθεσις, διὰ τοῦτο μηδὲ εἰρῆσθαι αὐτὴν τῷ Πλάτωνι συναχθήσεται· τί γὰρ κωλύει τῷ αὐτῷ τρόπῳ καὶ πᾶσαν τῶν παλαιῶν ὑπόθεσιν ἄτοπον ἐκ τοῦ μὴ τῇ ἀληθείᾳ συμβαίνειν τὸ μηδὲ εἰρῆσθαι τοῖς παλαιοῖς ἀναπλάττεσθαι; συμβήσεται δὲ οὕτω μηδένα πώποτε ψεύσασθαι, ἐλεγχομένου μὲν τοῦ ψεύδους, συλλογιζομένου δὲ τοῦ ἐλέγχοντος, ὡς, ἐπείπερ ἐστὶν ψεῦδος, οὐδʼ ὅλως αὐτὸ ἐδόξαζεν ὑποθέμενος. τὰ μὲν οὖν ἄλλα τῶν ἐφεξῆς παρίημι, ἐκεῖνο δὲ μόνον οὐκ ἄτοπον ἴσως ἐπισκέψασθαι.
ηʹ. Εἰ γὰρ πρὸ τῆς τοῦ κόσμου γενέσεως, φησίν, ἐν ἀλλοτρίοις τόποις τὰ στοιχεῖα ὑπῆρχεν, εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν τόπων ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις; οὐ γὰρ ἑαυτοῖς ἦν αἴτια σώματα ὄντα τῆς μεταθέσεως· ὥστε δύο ἀρχαί, φησίν, ἡ μὲν τοῦ κατὰ φύσιν, ἡ δὲ τοῦ παρὰ φύσιν. οὐκοῦν, ἐπειδὴ καὶ νῦν τινα ἐκ τῶν κατὰ φύσιν ἐπὶ τοὺς παρὰ φύσιν τόπους μεταβάλλει, ὡς ὅταν τὸ πῦρ κάτω γένηται ἢ τὸ ὕδωρ ἄνω, καὶ οὐκ ἔστιν ἑαυτοῖς τῆς μεταθέσεως αἴτια σώματα ὄντα, καὶ νῦν δύο ἀρχὰς ὑποτίθεσθαι ἀνάγκη, μίαν μὲν τὴν ἐπὶ τὸ παρὰ φύσιν μεθιστῶσαν τὰ σώματα, ἑτέραν δὲ τῆς τε κατὰ φύσιν θέσεως αὐτοῖς αἰτίαν καὶ τῆς ἐκ τοῦ παρὰ φύσιν ἐπὶ τὸ κατὰ φύσιν ἐπανόδου τοῖς τοῦ κατὰ φύσιν ἐκπεπτωκόσιν. οὐδὲν οὖν ἀναγκαῖον ὁ λόγος οὗτος ἔχειν μοι φαίνεται. ὡς γὰρ καὶ ἐν ἑτέροις — σὺν θεῷ δὲ εἰπεῖν — δείξομεν, τὰ δεκτικὰ τοῦ κατὰ φύσιν τε καὶ παρὰ φύσιν οὐχ ὑπὸ ἀντικειμένων δυνάμεων ἐπὶ τὰ ἀντικείμενα φέρεται, ἀλλʼ ἐπὶ τὸ κατὰ φύσιν μὲν ὑπὸ τῆς φυσικῆς τε καὶ σωστικῆς τῶν πραγμάτων δυνάμεως, ἐπὶ δὲ τὸ παρὰ φύσιν τῇ στερήσει ταύτης ἀπολισθάνει· ἡ δὲ στέρησις διὰ τὸ πεπερασμένον τῆς δυνάμεως συμβαίνει τοῖς πράγμασιν· ἐπεὶ καὶ ὁ ἡνίοχος καὶ ὁ κυβερνήτης καὶ τῆς σωτηρίας καὶ τῆς ἀπωλείας τῶν ὑποκειμένων ἐστὶν αἴτιος, ὁ μὲν τοῦ ἅρματος, ὁ δὲ τῆς νεώς, ἀλλὰ τῆς μὲν σωτηρίας καθʼ αὑτό, τῆς δὲ ἀπωλείας κατὰ συμβεβηκός· τῆς γὰρ δυνάμεως τῶν τεχνιτῶν ἐξασθενούσης διὰ τὸ πεπεράνθαι συμβαίνει λοιπὸν τοῦ σῴζοντος μὴ παρόντος εἰς τὸ ἀντικείμενον τὴν φθορὰν μεθίστασθαι τὰ ὑπὸ τῆς δυνάμεως σῳζόμενα πρότερον. τούτοις ἐφεξῆς κατασκευάσας ὁ Πρόκλος, ὅτι πρότερόν ἐστιν τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν, ἐπιφέρει ταῦτα «ὥστε, εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον». τὰ μαχόμενα συνέπλεξεν ὁ Πρόκλος· ἀνωτέρω γὰρ εἰπὼν «εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις;» καὶ τούτῳ ὡς ἑπόμενον ἄτοπον ἐπαγαγὼν τὸ ἑτέραν εἶναι ἀρχὴν τὴν μεταθεῖσαν ἐν τοῖς ἀλλοτρίοις ἐνταῦθά φησιν ὅτι «εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον». εἰ οὖν τὸν ἄπειρον χρόνον ἐν τοῖς παρὰ φύσιν ἦσαν τόποις καὶ οὐδέποτε ἐν τοῖς κατὰ φύσιν ἐγένοντο, οὐ μετετέθησαν δηλονότι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὥστε οὐδὲ αἰτίαν ἔσχον τῆς μεταθέσεως. πῶς οὖν φησιν ἑτέραν ἀρχὴν εἶναι δεῖν τῆς ἐκ τοῦ κατὰ φύσιν ἐπὶ τὸ παρὰ φύσιν αὐτῶν μεταθέσεως τῶν μηδʼ ὅλως μετατεθέντων; εἰ δὲ πάλιν διὰ τὸ ἐν τῷ παρὰ φύσιν εἶναι ἀνάγκην εἶναι οἴεται ὁ φιλόσοφος αἰτίαν ἄλλην τινὰ εἶναι τῆς ἐπὶ τὸ παρὰ φύσιν αὐτῶν μεταθέσεως, δηλονότι ἐκ τοῦ κατὰ φύσιν τόπου ἐπὶ τὸν παρὰ φύσιν. εἰ δὲ μετετέθησαν ἐν τοῖς παρὰ φύσιν τόποις, ἦσαν δηλονότι πρότερον ἐν τοῖς κατὰ φύσιν πρὶν μετατεθῆναι. οὐκοῦν οὐ τὸν ἄπειρον χρόνον ἐν τοῖς παρὰ φύσιν ἦσαν. ὥστε οὐκ ἄδηλον, εἰ κατὰ φύσιν αὐτοῖς ἐκεῖνοι ἦσαν οἱ τόποι, ἐξ ὧν ἐπὶ τοὺς παρὰ φύσιν μετέβαλον· ἡ γὰρ εἰς τὸ παρὰ φύσιν μεταβολὴ ἐκ τοῦ κατὰ φύσιν πάντως γίνεται, ὡς ἀρτίως ἐδείξαμεν. οὐκοῦν τῶν δύο ἀτόπων τὸ ἕτερον μόνον, εἴπερ ἄρα, ἀνάγκη ἕπεσθαι καὶ οὐκ ἄμφω, ὡς συνήγαγεν ὁ φιλόσοφος· ἢ γὰρ ἐν τοῖς παρὰ φύσιν ὄντα τόποις τὰ στοιχεῖα τὸν ἄπειρον χρόνον ἄδηλον, εἰ καὶ εἶχεν κατὰ φύσιν ἑτέρους τόπους, καὶ οὐκέτι δύο ἀρχαί, ἤ, εἴπερ δύο ἀρχαί, ἡ μὲν τοῦ κατὰ φύσιν, ἡ δὲ τοῦ παρὰ φύσιν, οὐκ ἄδηλον, εἰ ἦσαν αὐτοῖς ἕτεροι κατὰ φύσιν τόποι. Τέλος λύσεως τοῦ δεκάτου λόγου.