Part of On the Eternity of the World

ΙΩΑΝΝΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΚΑΤΑ ΤΩΝ ΠΡΟΚΛΟΥ ΠΕΡΙ ΑΙΔΙΟΤΗΤΟΣ ΚΟΣΜΟΥ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝΠροοίμιον............. Πρόκλου διαδόχου λόγος πρῶτος............. Κεφάλαια τῆς λύσεως τοῦ πρώτου λόγου.αʹ .. βʹ .. γʹ .. δʹ .. εʹ .. ϛʹ .. ζʹ .. ηʹ .. Λύσις τοῦ πρώτου λόγου.

αʹ. .....................................

βʹ. .................................. αἰωνίως ὂν εἰς ταὐτὸν ἄγειν καὶ τὸ ἐπʼ ἄπειρον χρονικῶς· οὐδὲ γὰρ αἰῶνα καὶ χρόνον τὸν αὐτὸν λέγει». λάβωμεν οὖν ἐκ τούτου προαποδεδειγμένον, ὅτι καὶ κατʼ αὐτὸν δύναμις ἄπειρός ἐστιν ὁ αἰών. εἰ οὖν κατὰ Πρόκλον τε καὶ Ἀριστοτέλην δύναμις ἄπειρος ὁ αἰών ἐστιν καὶ ἁπλῶς εἰπεῖν εἰ τὸ αἰώνιον πάντως καὶ ἀπειροδύναμον, ὅπερ ἄρα μὴ μετέχῃ δυνάμεως ἀπείρου, τοῦτο αἰῶνος οὐ μετέχει, ὅπερ δὲ οὐδὲ μετέχει αἰῶνος, τοῦτο αἰώνιον οὐκ ἔστιν. εἰ οὖν κατʼ οὐδεμίαν τῶν δύο τῶν εἰρημένων ὑποθέσεων ἀπείρου μετέχει δυνάμεως τὸ θεῖον, κατʼ οὐδὲν ἔσται αἰώνιον, εἰ δὲ μή ἐστιν αἰώνιον, ὑπὸ χρόνον ἐστὶν ἐξ ἀνάγκης· τῶν γὰρ ὄντων πάντων τὰ μέν ἐστιν αἰώνια τὰ δὲ ὑπὸ χρόνον … χρόνου δημιουργὸς καὶ εἰ μή ἐστιν τὸ θεῖον αἰώνιον, ἐπεὶ μηδὲ ἀπειροδύναμον, οὐδὲ ἀΐδιον ἔσται· εἰ γὰρ πεπερασμένη ἡ δύναμις, ἐξαρκεῖν ἀεὶ οὐ δύναται· οὐκοῦν ἢ καὶ ἀρχὴν ἕξει καὶ τέλος διὰ τὸ τῆς δυνάμεως πεπερασμένον καὶ οὐκ αἰώνιον ἢ ἄλλο τι αὐτῷ ἔσται τοῦ εἶναί τε καὶ τῆς ἀϊδιότητος αἴτιον. πάλιν οὖν καὶ περὶ ἐκείνου τὰ αὐτὰ ἀπορήσωμεν· ἐπεὶ γὰρ κἀκεῖνο τὴν δημιουργικὴν ἔχει δύναμιν, εἴπερ καὶ τοῦτον παρήγαγεν καὶ τὸ δύνασθαι αὐτῷ δημιουργεῖν δέδωκεν, ἀνάγκη καὶ περὶ ἐκείνου ζητεῖν, εἴτε δύναται κρείττονα παράγειν, ὧν παράγει, εἴτε μή· καὶ … ἀνάγκη ἢ ἐπʼ ἄπειρον ἀνάγειν τὸ ἄτοπον ἢ ἄπειρον εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν ὑποτίθεσθαι, μᾶλλον δὲ κατὰ πάντα εἶναι τὸ θεῖον ἀπειροδύναμον. ἀλλὰ δὴ καὶ εἰ πάντων ἔχειν τὴν γνῶσιν τὸν θεὸν ὡμολόγηται, τῶν γεγενημένων, τῶν ὄντων, τῶν ἐσομένων, ἄναρχος δέ ἐστιν κατʼ αὐτοὺς ὁ κόσμος καὶ ἀτελεύτητος καὶ διὰ τοῦτο ἄπειρά ἐστιν τὰ γενόμενα καὶ τὰ ἐσόμενα, … τέ ἐστιν τὸν θεὸν πεπερασμένης οὔσης καὶ μὴ ἀπείρου τῆς γνωστικῆς αὐτοῦ δυνάμεως ἢ τῆς τῶν γεγενημένων ἢ τῆς τῶν ἐσομένων γνώσεως περιδράξασθαι· τῇ γὰρ πεπερασμένῃ δυνάμει τῶν ἀπείρων περικρατεῖν ἀδύνατον. ὥστε οὔτε τῶν γεγενημένων πάντων οὔτε τῶν ἐσομένων ἕξει τὴν γνῶσιν ὁ θεός· εἰ γὰρ ἕξει, ἢ οὐκ ἔσται ὁ κόσμος ἀγένητός τε καὶ ἄφθαρτος, ἵνα μὴ ἄπειρα εἴη καὶ τὰ γεγενημένα καὶ τὰ ἐσόμενα, ἢ οὐ πεπερασμένῃ δυνάμει γινώσκει τὰ ὄντα ὁ θεός· εἰ δὲ τοῦτο, οὐδὲ δημιουργεῖ πεπερασμένῃ. εἰ τοίνυν τῶν δύο τῶν εἰρημένων ὑποτεθεισῶν ὑποθέσεων — τῆς τε λεγούσης μίαν μὲν εἶναι καὶ ἁπλῆν τὴν τοῦ θεοῦ δύναμιν, πεπερασμένῃ δὲ δυνάμει δημιουργεῖν τὸν θεὸν καὶ τῆς πολλὰς μὲν δυνάμεις ἔχειν τὸν θεὸν ὑποτιθεμένης, οὐδεμίαν δὲ ἄπειρον — τὰ ἀτοπώτατα ἠκολούθησεν — τό τε μὴ εἶναι τὸν θεὸν αἰώνιον ἀλλʼ ὑπὸ χρόνον καὶ τὸ ἄλλου δεῖσθαι τοῦ τὴν ἐς ἀεὶ διαμονὴν αὐτῷ χορηγοῦντος, οὐδὲ ἐκείνου τὴν αὐτὴν ἀτοπίαν ἐκφεύγοντος, καὶ ἔτι τὸ μήτε τῶν γενομένων μήτε τῶν ἐσομένων ἔχειν γνῶσιν τὸν θεόν, συγχωρουμένου τοῦ εἶναι τὸν κόσμον ἀγένητον κατʼ αὐτοὺς καὶ ἄφθαρτον —, οὐδεμία ἄρα τούτων τῶν ὑποθέσεων ἀληθὴς ἔσται. ἔτι τρεῖς ὑπολείπονται ὑποθέσεις· ἢ γὰρ μία μέν ἐστιν ἡ τοῦ θεοῦ δύναμις, ἀπείρῳ δὲ δυνάμει πάντα ἐνεργεῖ τε καὶ ποιεῖ — εἴτε δημιουργεῖν λέγοιτο εἴτε προνοεῖν εἴτε γινώσκειν εἴθʼ ὅτι καὶ ἄλλο — ἢ πολλαί εἰσιν δυνάμεις καὶ ἑκάστη ἄπειρος ἢ πολλαὶ καὶ τούτων αἱ μὲν ἄπειροι αἱ δὲ πεπερασμέναι. εἰ μὲν οὖν αἱ μὲν εἶεν ἄπειροι αἱ δὲ πεπερασμέναι, ἀποκληρωτικὸς ἔσται ὁ λόγος καὶ πολλῇ τῇ αὐτονομίᾳ χρώμενος· τίς γὰρ ἡ ἐξουσία τήνδε μὲν τὴν τοῦ θεοῦ δύναμιν ἄπειρον εἶναι λέγειν, τήνδε δὲ πεπερασμένην; ἔσται γὰρ τὸ θεῖον κατὰ τὶ μὲν αἰώνιον κατὰ τὶ δὲ ὑπὸ χρόνον καὶ αὐτὴ ἡ τὸν χρόνον παράγουσα τοῦ θεοῦ δύναμις ὑπὸ χρόνον ἔσται. πῶς δὲ συνέξει ἐς ἀεὶ τὰ ὄντα, εἰ μὴ ἄπειρος; ᾗ γὰρ ἂν δυνάμει δημιουργεῖ τις, ταύτῃ που πάντως καὶ συνέχει τὸ δημιουργούμενον. καὶ ἡ τρίτη ἄρα ὑπόθεσις ἄτοπος οὖσα καὶ ἀδύνατος δέδεικται. λείπεται τοίνυν τῶν λοιπῶν δύο τὴν ἑτέραν εἶναι ἀληθῆ, λέγω δὴ ἢ πολλὰς μὲν εἶναι τὰς τοῦ θεοῦ δυνάμεις καὶ ἑκάστην ἄπειρον ἢ μίαν καὶ ἁπλῆν καὶ ἀπειροδυνάμως ἅπασαν τοῦ θεοῦ ἐνέργειαν γίνεσθαι· ὅπερ καὶ μᾶλλον ἀληθές τέ ἐστιν καὶ ταῖς κοιναῖς περὶ θεοῦ ἐννοίαις ἀκόλουθον διὰ τὴν παντελῆ τοῦ θεοῦ ἁπλότητα.

γʹ. Ὅτι μὲν οὖν ἀδύνατον πεπερασμένῃ δυνάμει δημιουργεῖν τὸν θεὸν τὰ ὄντα, δῆλον ἐκ τῶν εἰρημένων. εἰ δὲ ἀδύνατον πεπερασμένην εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν, ἄπειρος ἐξ ἀνάγκης ἔσται — ἄπειρον δὲ λέγω οὐ μόνον κατὰ τὸ ἀεὶ δύνασθαι παράγειν—τὴν γὰρ μὴ οὕτως ἄπειρον ἐξαρκεῖν εἰς τὸ διηνεκὲς ἀδύνατον—, ἀλλʼ ὅτι καὶ ἵνʼ οὕτως εἴπω καθʼ ἕκαστον νῦν ἑκάστου τῶν ὄντων παραγωγὴ οἷον ἡλίου ψυχῆς οὐρανοῦ ὑπὸ ἀπείρου πάντως δυνάμεως γίνεται. τεκμήριον δʼ ἂν εἴη τούτου πρὸς τοῖς εἰρημένοις καὶ τὸ ἀχρόνως καὶ ἅμα νοήματι πάντα τὸν θεὸν παράγειν· τοῦτο γὰρ περὶ θεοῦ πιστεύειν αἱ κοιναὶ πάντας διδάσκουσιν ἔννοιαι· ὅθεν καὶ τῶν παρʼ ἡμῖν θεολόγων ὁ μέν τίς φησιν «αὐτὸς εἶπεν καὶ ἐγενήθησαν», ἕτερος δὲ «διενοήθης καὶ ἐγενήθησαν, ἐνενοήθης καὶ παρέστησαν»· ὁ γὰρ καὶ τὸν χρόνον αὐτὸν παράγων οὐκ ἂν δήπου χρονικῆς παρατάσεως εἰς τὸ ποιεῖν τὰ ὄντα δέοιτο. τὸ δὲ ἐξαρκεῖν εἰς τὴν πάντων οὐσίωσιν μόνην τὴν τοῦ γενέσθαι θέλειν αὐτὰ τοῦ θεοῦ νόησιν πῶς οὐκ ἀπείρου δυνάμεώς ἐστιν ἀπόδειξις ἀναμφίλεκτος; ταύτῃ μέντοι τῇ ἀπείρῳ δυνάμει καὶ τὰ μέγιστα τῶν ὄντων καὶ τὰ ἐλάχιστα παράγεσθαι· εἰ γὰρ μιᾷ δυνάμει πάντα ὑφίστησιν, ὡς καὶ τῷ Πρόκλῳ δοκεῖ—ἐν γὰρ τῷ λόγῳ τῷ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων φησὶν ὅτι «ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν», φησίν, «ἕκαστον κατὰ τὸ ἕν, οὕτως γινώσκει ἕκαστον κατὰ τὸ ἕν» —, εἰ οὖν κατὰ τὸ ἓν πάντα ὑφίστησιν, οὐ συμμεριζομένης οὐδὲ συμπληρουμένης τοῖς γινομένοις δυνάμεως, διάφορα δὲ τὰ γενόμενα τὰ μὲν κρείττονα τὰ δὲ ἐλάττονα, ἀπείρῳ δὲ δυνάμει πάντα ὑφίστησιν, ὡς δέδεικται, μιᾷ ἄρα καὶ τῇ αὐτῇ ἀπείρῳ δυνάμει καὶ τὰ μέγιστα τῶν ὄντων καὶ τὰ ἐλάχιστα πεποίηκεν. δεδειγμένου τοίνυν, ὅτι τε ἀδύνατον πεπερασμένην εἶναι τὴν τοῦ θεοῦ δημιουργικὴν δύναμιν καὶ ὅτι ἄπειρον αὐτὴν εἶναι ἀνάγκη, οὐκ ἄρα ἀληθὲς οὔτε διὰ τὸ ποιητικὸν μόνον αἴτιον οὔτε διʼ ἄμφω, τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, μήτε πλείονα τῶν ὄντων μήτε κρείττονα γενέσθαι· ταύταις γὰρ ταῖς ὑποθέσεσιν εἵπετο πεπερασμένην εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν, ὅπερ ὡς ἄτοπόν τέ ἐστιν καὶ ἀδύνατον δέδεικται. λείπεται ἄρα τὴν λοιπὴν μόνην τῶν ὑποθέσεων εἶναι ἀληθῆ τὴν λέγουσαν μόνην τὴν τῶν γενητῶν φύσιν αἰτίαν εἶναι τοῦ μὴ δύνασθαι πλείονα ἢ κρείττονα δημιουργεῖσθαι. εἰ δέ τις καὶ συγχωρήσει ἀμφότερα εἶναι αἴτια, τό τε ποιοῦν φημι καὶ τὸ γινόμενον, τοῦ μὴ δύνασθαι πλείονα ἢ κρείττονα δημιουργεῖσθαι, ἀνάγκη πάντως διὰ μίαν καὶ τὴν αὐτὴν αἰτίαν, διʼ ἣν οὐ δύναται τὸ γινόμενον γίνεσθαι, διὰ τὴν αὐτὴν καὶ τὸ ποιοῦν μὴ δύνασθαι ποιεῖν. ἣν ἂν οὖν τις αἰτίαν ἀποδῷ τοῦ μὴ δυνατὸν εἶναι πλείονα γενέσθαι τῶν γενομένων ἢ κρείττονα, ἀπείρου τε κατὰ πάντα τῆς δημιουργικῆς τοῦ θεοῦ δυνάμεως οὔσης, ὡς ἀποδέδεικται, ταύτην καὶ παρʼ ἡμῶν δεχέσθω τοῦ μὴ δύνασθαι ἐξ ἀϊδίου τὸν κόσμον ὑφίστασθαι καίπερ ἀεὶ ἀγαθοῦ καὶ ἀεὶ δημιουργοῦ τοῦ θεοῦ ὑπάρχοντος. καὶ ἥν γε ἡμεῖς περὶ τούτων φυσικωτάτην αἰτίαν ἔχομεν ἀποδοῦναι, ἔστιν αὕτη. τὸ ἄπειρον κατὰ μηδένα τρόπον δύνασθαι ἐνεργείᾳ ὑποστῆναι διὰ πλειόνων Ἀριστοτέλης ἔν τε τῇ φυσικῇ ἀκροάσει καὶ ἐν τῇ περὶ οὐρανοῦ ἀποδέδειχεν — ἄπειρον δὲ νῦν λέγω τὸ ἐν μεγέθει κατὰ τὴν ἔκτασιν ἢ ἐν ἀριθμῷ· τὸ γὰρ ἐν δυνάμει ἄπειρον ἀνάγκη πᾶσα ἐν τοῖς κατὰ φύσιν ἀϊδίοις εἶναι — καὶ ὑπὸ πάντων συμφώνως ὡμολόγηται. τοῦ δὲ ἀπείρου κατὰ μέγεθος ἢ κατὰ ἀριθμὸν ὑποστῆναι κατʼ ἐνέργειαν φύσιν οὐκ ἔχοντος ἀνάγκη πάντως πεπερασμένον εἶναι τὸν τῶν ὄντων ἀριθμόν. τούτου δὲ οὕτως ἔχοντος γελοῖον τὸ ζητεῖν, διὰ τί μὴ πλείονα ὑπέστη· ὅσῳ γὰρ πλείονα τῶν ὄντων ὑποστῆναί τις ὑπόθοιτο, τοῦ ἀπείρου κατʼ ἐνέργειαν ἐκβῆναι μὴ δυναμένου οὐδὲν ἧττον ἡ αὐτὴ μενεῖ ἀπορία. ταύτῃ οὖν ἀνάγκη πεπερασμένον εἶναι τὸν τῶν ὄντων ἀριθμόν. κρείττονα δὲ πάλιν τῶν ὄντων οὐ γέγονεν διὰ τὸ δεῖν πάντως ὑφεῖσθαι τοῦ δημιουργοῦ τὰ ὑπʼ αὐτοῦ παρηγμένα· ὅσῳ ἂν οὖν τις ὑπόθοιτο κρείττονα ὧν εἰσιν τὰ ὄντα ὑφίστασθαι, τοσούτῳ μᾶλλον λειπομένων αὐτῶν τῆς ὑπὲρ νοῦν τοῦ θεοῦ δυνάμεως οὐδὲν ἧττον τὴν αὐτὴν καταλείπει ἀπορίαν. ὥστε πάλιν ἀνάγκη καὶ τὸ ποιὸν τῶν γενομένων ὥσπερ καὶ τὸν ἀριθμὸν περιγεγράφθαι. εἰ οὖν τὸ μὴ πλείονα ἢ κρείττονα δεδημιουργῆσθαι περὶ τὴν φύσιν τῶν γινομένων ἔχει τὸ αἴτιον καὶ οὐδὲν τοῦτο μειοῖ ἢ τὴν δύναμιν τοῦ θεοῦ ἢ τὴν ἀγαθότητα, ἀκολούθως ἄρα καὶ ἡμεῖς μὴ εἶναι τὸν κόσμον ἀγένητον ὑποτιθέμενοι οὔτε ἀσθένειαν τοῦ δημιουργοῦ οὔτε τὸ μὴ βούλεσθαι ἀεὶ αὐτὸν τὰ ἀγαθὰ παράγειν κατηγοροῦμεν, ἀλλὰ τὴν τῶν γινομένων φύσιν αἰτιώμεθα· ὥσπερ γὰρ τὸ μὴ πλείονα ἢ ἄπειρα δημιουργεῖσθαι διὰ τὸ μὴ δύνασθαι κατʼ ἐνέργειαν ὑποστῆναι τὸ ἄπειρον συμβαίνει, οὕτω φημὶ καὶ τὸν κόσμον μὴ δύνασθαι ἐξ ἀϊδίου τῷ θεῷ συνυπάρχειν, ἵνα μὴ πάλιν κατʼ ἐνέργειαν δῶμεν τὸ ἄπειρον ὑφίστασθαι καὶ διεξιτητὸν ποιήσωμεν τὸ ἄπειρον· ἐξ ἀϊδίου γὰρ τοῦ κόσμου ὑπάρχοντος ἀνάγκη που πάντως ἦν καὶ τῶν ἄνωθεν ἕως νῦν ἐν τῷ κόσμῳ γενομένων τὸν ἀριθμὸν—ἀνθρώπων φημὶ ἢ φυτῶν ἢ τῶν λοιπῶν ἑκάστου εἴδους ἀτόμων—ἄπειρον γεγονέναι κατʼ ἐνέργειαν· εἰ γὰρ πεπερασμένον τις ὑπόθοιτο τῶν γενομένων ἀνθρώπων ἢ φυτῶν ἤ τινων ἄλλων ἀτόμων τὸν ἀριθμόν, ἐπειδὴ ἕκαστον αὐτῶν ἐν πεπερασμένῳ χρόνῳ τὸ εἶναι ἔσχεν, καὶ τὸν ἅπαντα χρόνον πεπεράσθαι ἀνάγκη· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστίν. ἐπεὶ οὖν ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ὁ γενόμενος χρόνος ἄπειρός ἐστιν κατʼ ἐνέργειαν, ἀνάγκη δήπου καὶ τὰ ἐν τῷ ἀπείρῳ χρόνῳ γενόμενα ἄτομα ἐνεργείᾳ ἄπειρα εἶναι κατʼ ἀριθμόν· ὥστε συμβήσεται ἄπειρον ἀριθμὸν ἐνεργείᾳ ὑποστῆναί τε καὶ συμβεβηκέναι τοῦ κόσμου ἀγενήτου ὄντος. ὅτι δὲ κατʼ οὐδένα τρόπον ἐνεργείᾳ ὑποστῆναι τὸ ἄπειρον ἐνδέχεται οὔτε ἀθρόον ὑφιστάμενον οὔτε κατὰ μέρος γινόμενον, ἐν ἑτέρῳ μὲν προϊόντες θεοῦ διδόντος ἐντελέστερον δείξομεν, ἐπειδὰν πάσας τὰς περὶ τοῦ ἀΐδιον εἶναι τὸν κόσμον ἀπορίας ἐλέγξαντες αὐτοὶ λοιπὸν ἐφʼ ἑαυτῶν κατασκευάζομεν, ὡς οὐκ ἐνδέχεται αὐτὸν εἶναι ἀΐδιον, παραθήσομαι δὲ καὶ αὐτὸν τὸν Ἀριστοτέλη ἐπὶ λέξεως αὐτὸ τοῦτο κατασκευάζοντα, λέγω δὲ τὸ κατὰ μηδένα τρόπον ἐνεργείᾳ δύνασθαι τὸ ἄπειρον ὑφίστασθαι. καὶ αὐτόθεν δὲ οἶμαι τοῦτο δῆλον εἶναι· διʼ ἣν γὰρ αἰτίαν ἀθρόον καὶ ἅμα εἶναι τὸ ἄπειρον οὐ δύναται, διὰ τὴν αὐτὴν ταύτην οὐδὲ κατὰ μέρος ὑφιστάμενον εἰς ἐνέργειαν ἐκβῆναι δύναται· εἰ γὰρ ὅλως δυνατὸν ἦν κατὰ μέρος ὑφιστάμενον κατʼ ἐνέργειαν ἐκβεβηκέναι τὸ ἄπειρον, τίς ἂν ἦν ἔτι λόγος ὁ κωλύων καὶ ἅμα αὐτὸ κατʼ ἐνέργειαν ὑφίστασθαι; καὶ γὰρ πολλῷ ἀδυνατώτερον φανείη τοῦ ἀθρόον καὶ ἅμα τὸ ἄπειρον ὑφίστασθαι λέγειν τὸ κατὰ μέρος καὶ οἱονεὶ κατὰ μονάδα ἄλλην μετʼ ἄλλην ἐξαριθμούμενον εἰς γένεσιν ἄγεσθαι τὴν κατʼ ἐνέργειαν· ἀθρόον μὲν γὰρ ὑφιστάμενον ἴσως οὐκ ἀνάγκη ἔσται κατὰ μονάδα διεξιέναι αὐτὸ καὶ οἱονεὶ ἐξαριθμεῖσθαι, κατὰ μέρος δὲ γινόμενον καὶ ἄλλης ἀεὶ μετʼ ἄλλην μονάδος ὑφισταμένης, ὡς λοιπὸν κατʼ ἐνέργειαν ἀπείρους γεγονέναι μονάδας, κἂν μὴ ἀθρόον ἅμα ὑφεστήκῃ, διὰ τὸ τὰ μὲν ἐφθάρθαι αὐτοῦ τὰ δὲ εἶναι, διεξιτητὸν ὅμως γέγονεν· ὅπερ ἐστὶν ἀδύνατον, τὸ οἱονεὶ ἀπαριθμούμενον κατὰ μονάδα διεξελθεῖν τὸ ἄπειρον, κἂν ἀΐδιον ᾖ τὸ ἀριθμοῦν· φύσει γὰρ τὸ ἄπειρον ἀδιεξίτητόν ἐστιν· ἐπεὶ οὐδʼ ἂν ἄπειρον ἦν. εἰ οὖν τὸ ἄπειρον ἀδιεξίτητον, καθʼ ἕκαστον δὲ ἄτομον προϊοῦσα ἡ τοῦ γένους διαδοχὴ διὰ ἀπείρων ἀτόμων μέχρι τῶν νῦν ὄντων κατήντησεν, διεξιτητὸν ἄρα τὸ ἄπειρον γέγονεν· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἄπειρος ὁ τῶν ἄνω ἀτόμων ἀριθμός· οὐ γὰρ ἂν ἡ τοῦ γένους διαδοχὴ μέχρις ἑκάστου ἡμῶν κατήντησεν· τὸ γὰρ ἄπειρον διεξελθεῖν ἀδύνατον. καὶ εἰ ἀνάρχου ὄντος τοῦ κόσμου ὁ γενόμενος τῶν ἀριθμὸς μέχρι Σωκράτους εἰ τύχοι ἄπειρος ἦν, ἐκείνῳ δὲ προσετέθησαν οἱ ἀπὸ Σωκράτους μέχρι τοῦ νῦν γινόμενοι, ἔσται τι τοῦ ἀπείρου μεῖζον· ὅπερ ἀδύνατον. καὶ ὁ τῶν ἀνθρώπων τῶν γενομένων ἀριθμὸς ἄπειρος, ἀλλὰ μὴν καὶ ὁ τῶν γενομένων ἵππων ἀριθμὸς ἄπειρος· διπλασιάσεις ἔτι τὸ ἄπειρον. τούτοις εἰ προσθήσεις καὶ τὸν τῶν κυνῶν ἀριθμόν, τριπλασιάσεις τὸ ἄπειρον, καὶ τῶν ἄλλων ἑκάστου προστιθεμένου πολυπλασιασθήσεται· ὅπερ τῶν ἀδυνατωτάτων ἐστίν· οὐ γὰρ μεῖζον εἶναι τοῦ ἀπείρου ἐνδέχεται, ἵνα καὶ πολλαπλάσιον συγχωρήσωμεν. εἰ τοίνυν ἀγενήτου ὄντος τοῦ κόσμου ταῦτα ἄτοπα συμβαίνειν ἀνάγκη καὶ ἕτερα πλείονα, ὡς ἐν ἑτέροις δείξωμεν, ἀδύνατον ἄρα ἀγένητον εἶναι καὶ ἄναρχον τὸν κόσμον· οὕτω γὰρ διεξιτητόν τε ἔσται τὸ ἄπειρον καὶ ἐνεργείᾳ ὑφεστὸς καὶ ἀεὶ αὔξεσθαι τὸ ἄπειρον ἀνάγκη καὶ μὴ παύεσθαι αὐτὸ ἑαυτοῦ μεῖζον γινόμενον καὶ πολλάκις ἵνα μὴ λέγω ἀπειράκις τὸ ἄπειρον ἔσται. διʼ ἣν ἄρα αἰτίαν οὐ πλείονα δημιουργεῖ ὁ θεός, διὰ τὴν αὐτὴν οὐδὲ ἐξ ἀϊδίου τὸν κόσμον ἐδημιούργησεν. εἰ δὲ ἀδύνατον ἦν ἐξ ἀϊδίου δημιουργεῖσθαι τὸν κόσμον, δῆλον ἄρα, ὡς οὐδεμία καταλείπεται ζήτησις, διὰ τί μὴ πρότερον ὑπέστη· ὅσῳ γὰρ ἂν τῷ λογισμῷ ἐπὶ τὸ πρόσω χωρήσωμεν, τοσούτῳ μᾶλλον παραθεῖ τοῦ νοῦ τὴν ἐπίνοιαν τὸ ἄναρχον τῆς τοῦ θεοῦ ὑποστάσεως καὶ διὰ τοῦτο πάλιν οὐδὲν ἧττον ἡ αὐτὴ καταλείπεται ζήτησις, διὰ τί μὴ πρότερον. εἰ δέ τις προσφιλονεικῶν τῷ λόγῳ μὴ τὸ ἄπειρον αἰτιάσηται τοῦ μὴ πλείονα δεδημιουργῆσθαι, ἣν μάλιστα ἀνάγκη φυσικωτάτην εἶναι αἰτίαν, ἀλλʼ ἁπλῶς οὕτω λέγοι μὴ μόνον ἄπειρα μὴ δύνασθαι γενέσθαι ἀλλὰ μηδὲ πλείονα ὅλως τῶν ὄντων τῆς φύσεως τῶν γενητῶν τοσοῦτον ἐπιδεχομένης ἀριθμόν, ὅσος καὶ γέγονεν, οὐχ ἕξει μὲν τούτου λέγειν αἰτίαν οὐδεμίαν· εἰ γὰρ τοσαῦτα γεγένηται, τί ἐκώλυεν φέρε εἰπεῖν καὶ ἄλλα δύο ἢ τρία εἴδη ἐν τῷ κόσμῳ ὑποστῆναι; εἰ γὰρ ἄνθρωποι ὄνον ἵππῳ μίξαντες ἐτεχνήσαντο ἡμίονον ποιῆσαι καὶ ἐπὶ πτηνῶν πλεῖστα εἴδη σύμμικτα πεποιήκασιν, πῶς οὐκ ἄτοπον τὸ λέγειν μὴ δύνασθαι τὸν θεὸν φυσικὰ τοιαῦτα ὑποστῆσαι ζῷα; φυσικὰ δὲ λέγω, ὥστε καθʼ ὁμοιότητα τοῦ λοιποῦ μὴ δεῖσθαι τοὺς ἀνθρώπους διάφορα συνάγειν ζῷα εἰς τὴν τούτων γένεσιν, ἀλλὰ φυσικὴν τὴν διαδοχὴν καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν διασῴζεσθαι· τί γὰρ ἦν ἀδύνατον τὸν θεὸν ὑφισταμένων ἀνθρωπίνῃ μεθόδῳ τῶν τοιούτων ζῴων αὐτὸν φυσικῶς τοὺς σπερματικοὺς λόγους τῆς διαδοχῆς αὐτῶν καταβαλέσθαι; καὶ γὰρ ἐπὶ τῶν ἄλλων, ὥς φησιν Ἀριστοτέλης, τὸ τῆς διαδοχῆς ἄπαυστον σῶσαι θέλων ὁ θεὸς τῷ λειπομένῳ τρόπῳ τὸ ὅλον ἀνεπλήρωσεν ἐντελεχῆ ποιήσας τὴν γένεσιν· τί οὖν ἐκώλυεν καὶ τοῖς τοιούτοις ζῴοις — λέγω δὴ τοῖς ἐξ ἐπιτηδεύσεως ἀνθρώπων γενομένοις — τὸν τῆς διαδοχῆς λόγον φυσικῶς ἐγκατασπεῖραι; πλὴν εἰ καὶ τοῦτο συγχωρήσωμεν, ἡμᾶς γοῦν οὐδὲν τὸ κωλῦον ἔστιν τῇ αὐτῇ ἀπολογίᾳ χρήσασθαι τοῦ μὴ ἐξ ἀϊδίου τὸν κόσμον ὑποστῆναι, ἵνα μὴ κατʼ ἐνέργειαν τὸ ἄπειρον ὑποστῇ καὶ τοῦ ἀπείρου ᾖ τι μεῖζον καὶ πολλαπλάσιον καὶ διεξιτητὸν τὸ ἄπειρον γένηται· ταῦτα γὰρ τῶν ἀδυνάτων ἐστίν. εἴρηται ἄρα καὶ ἡ αἰτία, διʼ ἣν ἀεὶ ὢν ὁ θεὸς ἀγαθὸς οὐκ ἐξ ἀϊδίου τὸν κόσμον ἐδημιούργησεν.

δʹ. Καὶ ἄλλως. εἰ ὁ θεὸς ἀγαθός, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται ὁ φθόνος, ὡς ὁ σοφός φησι Πλάτων, καὶ διὰ τοῦτο εἰς τὸ εἶναι πάντα παρήγαγεν, διὰ τί μηδὲν τῶν γενητῶν ἑαυτῷ κατὰ πάντα ταὐτὸν ὑπέστησεν ὥστε τῆς αὐτῆς αὐτῷ κοινωνεῖν οὐσίας τε καὶ δυνάμεως; ἢ γὰρ δυνάμενος οὐκ ἠθέλησεν, καὶ τὸ ἑπόμενον διὰ τὸ βλάσφημον σιωπῶ — οὐ γὰρ τὸν φθόνον ἐκφεύξεται —, ἢ πάντως διὰ τὸ μὴ δύνασθαι οὐδὲ ἠθέλησεν· ἀλλὰ τοῦτο ἀσθένειαν τοῦ θεοῦ κατηγορήσει· ἀμήχανον γὰρ ἦν τῶν γενητῶν τι ταὐτὸν εἶναι τῇ ἀγενήτῳ καὶ δημιουργικῇ αὐτοῦ αἰτίᾳ· οὕτω γὰρ ἂν αὐτὸς ἑαυτὸν ὁ θεὸς ἐδημιούργει καὶ τὸ ἀγένητον γενητὸν εἶναι συνέβαινεν, εἴπερ ἀγένητος μὲν φύσει ἐκείνη ἡ οὐσία, γίνοιτο δʼ αὖ πάλιν, εἴ τι τῶν γεγονότων τῆς αὐτῆς αὐτῷ εἴη οὐσίας. εἰ οὖν τὸ μὴ δύνασθαί τι τῶν δημιουργηθέντων ταὐτὸν εἶναι τῷ δημιουργήσαντι οὔτε τὸ εἶναι τὸν θεὸν ἀγαθὸν ἀφαιρεῖται οὔτε τὸ μὴ βούλεσθαι ἑαυτῷ πάντα ποιῆσαι παραπλήσια εἰσάγει οὔτε τινὰ ἀσθένειαν αὐτῷ καὶ ἀδυναμίαν προστρίβεται, καὶ ἡμεῖς ἄρα μὴ εἶναι τὸν κόσμον ἀΐδιον ὑποτιθέμενοι οὔτε τὸ εἶναι τὸν θεὸν ἀεὶ ἀγαθὸν ἀφαιρούμεθα οὔτε ἀσθένειαν τῆς δημιουργικῆς αὐτοῦ κατηγοροῦμεν δυνάμεως, ἀλλὰ τὸ μὴ δύνασθαι ἀεὶ εἶναι τὸν κόσμον διʼ αὐτὴν τὴν τοῦ γινομένου φύσιν ὑποτιθέμεθα, ὅτι τε τὸ ἄπειρον κατʼ ἐνέργειαν ὑποστῆναι ἢ διεξιτητὸν εἶναι ἀδύνατον ἦν καὶ ὅτι συναΐδιον εἶναι τῷ ποιοῦντι τὸ γινόμενον φύσιν οὐκ ἔχει· εἰ γὰρ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν δημιουργικῶς παρὰ τοῦ θεοῦ εἴληφεν ὁ κόσμος οὐδὲν αὐτῷ κατʼ οὐσίαν κοινωνῶν, πῶς οἷόν τε ἦν ἐξ ἀϊδίου αὐτὸν τῷ θεῷ συνυπάρχειν; τὸ γὰρ ἀεὶ ὂν πῶς ἂν εἰς τὸ εἶναι παράγοιτο; καὶ εἰ κατὰ πάντα ὑφεῖται τοῦ δημιουργοῦ τὸ δημιουργούμενον, καὶ οὐσίᾳ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ἀνάγκη πάντως κατὰ τὸ ἀκόλουθον καὶ κατʼ αὐτὴν ὑφεῖσθαι τὴν ὕπαρξιν. οὐδεμίαν γοῦν ὁρῶμεν οὔτε φυσικὴν οὔτε τεχνικὴν γένεσιν, ἐν ᾗ μὴ τὸ αἴτιον τοῦ αἰτιατοῦ προϋπάρχον· ἃς γὰρ ἡμῖν τοῦ συναΐδιον εἶναι τῷ θεῷ τὸν κόσμον εἰκόνας παράγουσιν δεικνύντες, ὡς οἴονται, ὅτι ἔστιν τινὰ αἰτιατὰ ἅμα τοῖς αἰτίοις ἑαυτῶν συνυπάρχοντα, οὐδὲν ὁρῶ κοινὸν ἐχούσας πρὸς τὸ ζητούμενον· ὁ γὰρ ἥλιος, φασίν, αἴτιος ὢν τοῦ φωτὸς αὐτῷ τῷ εἶναι δημιουργεῖ αὐτὸ καὶ οὔτε τοῦ ἡλίου τὸ φῶς οὔτε τοῦ φωτὸς ὁ ἥλιος οὔτε πρότερός ἐστιν οὔθʼ ὕστερος· καὶ τὰ ἐν φωτὶ δὲ ὄντα σώματα αἴτιά ἐστιν τῆς ἐξ αὐτῶν γινομένης σκιᾶς συνυπαρχούσης ἀεί.

εʹ. Ἐγὼ δὲ τὸ μὲν δεύτερον τῶν ὑποδειγμάτων οὐδὲ λόγου δεῖν οἶμαι ἀξιῶσαι· τίς γὰρ οὐκ οἶδεν, ὡς ἡ σκιὰ οὐδὲν ἕτερόν ἐστιν ἢ φωτὸς στέρησις; ἡ δὲ στέρησις καθʼ αὑτὸ μὴ ὄν ἐστιν, ὡς μικρῷ πρόσθεν ἐδείξαμεν. πῶς ἂν οὖν τις νοῦν ἔχων εἴποι τὸ ἐν φωτὶ σῶμα τοῦ καθʼ αὑτὸ μὴ ὄντος αἴτιόν τε καὶ παρακτικὸν εἶναι; τὸ γὰρ μὴ ὂν οὐ γίνεται, ἡ γὰρ γένεσις τοῦ ὄντος· οὐ γάρ, ἐπειδὴ ὀνόματι διασημαίνεται ἡ τοῦ φωτὸς στέρησις σκιὰ καὶ σκότος καλουμένη, ἤδη διὰ τοῦτο καὶ ὕπαρξίν τινα καὶ εἶδος αὐτὴν ὑποληπτέον· καὶ γὰρ ἡ τῆς ὄψεως στέρησις ὀνόματι διασημαίνεται τυφλότης καλουμένη καὶ τὸ τοὺς πόδας βεβλαμμένον καὶ τῆς διʼ αὐτῶν κινήσεως ἐστερημένον χωλὸν καλεῖται, καὶ οὐδεὶς ἂν εἴποι εἶδός τι καὶ ὕπαρξιν εἶναι τὴν τυφλότητα ἢ τὴν χωλότητα. οὐδʼ ἄρα τὴν τοῦ φωτὸς στέρησιν, εἴτε σκότος εἴτε σκιὰ καλοῖτο, εἶδός τι ὑποληπτέον. τὸ δὲ ζητούμενον ἡμῖν ἦν, εἰ ἔστιν τι τῶν ὄντων παρʼ ἑτέρου τὸ εἶναι καὶ τὴν ὑπόστασιν δημιουργικῶς εἰληφὸς μὴ ὕστερον τοῦ παραγαγόντος. ἡ δὲ σκιὰ στέρησίς ἐστιν φωτὸς οὐ καθʼ αὑτὸ ὄν. ὅμοιον οὖν ἐστιν τὸ λέγειν τὸ σῶμα σκιᾶς εἶναι ποιητικὸν αἴτιον καὶ τὸν θάνατον τοῦ μὴ ὄντος· ὥσπερ οὖν τὸ μὴ ὂν οὐχ ὕπαρξιν εἶναί τινα ἀλλὰ μόνον τοῦ ὄντος στέρησιν νοοῦμεν, οὕτω καὶ τὴν σκιὰν στέρησιν φωτὸς εἶναι μόνην καὶ οὐχ ὑπόστασίν τινα εἰδοπεποιημένην ὑπὸ τῶν σωμάτων δημιουργουμένην ἐπιστωσάμεθα. πῶς οὖν ἄν τις τὴν τοῦ φωτὸς φθορὰν ἐκ τῆς τῶν σωμάτων ἀντιφράξεως γινομένην εἰκόνα τῆς ἀπὸ τοῦ θεοῦ τοῦ κόσμου γενέσεώς τε καὶ ὑπάρξεως λήψεται; δῆλον δέ που πάντως καὶ τοῦτο τοῖς περὶ τὰ μαθήματα δεινοῖς, ὡς οὐδὲ ἐν τῷ καθόλου ἀληθές ἐστιν τὸ τῷ ἐν φωτὶ σώματι εὐθὺς καὶ σκιὰν παρέπεσθαι· εἰ γὰρ τύχοι ἐν αὐτῷ τῷ κατὰ κορυφὴν ὑπάρχων ὁ ἥλιος, ὥσπερ ἐν τοῖς ὑπὸ τὸν ἰσημερινόν τε καὶ μέχρι τοῦ θερινοῦ τροπικοῦ τὴν οἴκησιν ἔχουσιν συμβαίνει ποτὲ γίνεσθαι, πρόδηλον, ὡς ἄσκια τότε τὰ ὑποκείμενα σώματα γίνεται τὰ κατὰ συνέχειαν τῆς γῆς ἁπτόμενα, ὡς μὴ εἶναί τινα μεταξὺ ἀέρα, ἐν ᾧ πέφυκεν ἡ σκιὰ καὶ τὸ σκότος ὑφίστασθαι ὥσπερ καὶ τὸ φῶς — ἐν ᾧ γὰρ τὸ φῶς ὑφίσταται, ἐν τούτῳ καὶ τὸ σκότος, ὡς καὶ Ἀριστοτέλει ἐν τοῖς περὶ ψυχῆς δοκεῖ· ὅθεν καὶ δεῖ χρόνου τινός, ἕως ἂν τὸ κατὰ κορυφὴν ὁ ἥλιος παραλλάξας χώραν ἐπὶ τὰ πλάγια τῇ σκιᾷ παράσχοι, ἐν ᾧ αἱ ἀκτῖνες οὐχ ὑποβάλλουσιν. καὶ ἡ γῆ γοῦν ἀεὶ ἄσκιος κατὰ τὸ ἐπιβάλλον τῶν ἀκτίνων γινομένη ἐξ ἐκείνων κατὰ βραχὺ τὴν σκιὰν ἐκδίδωσιν, ἐξ οὗ κατὰ μέρος αἱ ἀκτῖνες αἱ ἡλιακαὶ ὑπεξίστανται. ὥστε, εἰ καὶ τῶν καθʼ αὑτὸ ὄντων ἦν ἡ σκιά, οὐδʼ οὕτω τὸ ζητούμενον εἰκονίζειν ἠδύνατο· οὐ γὰρ πάντως ἅμα τῷ ἐν φωτὶ σώματι καὶ σκιὰ συνυφέστηκεν.

ϛʹ. Πρὸς δὲ τὸ ἀπὸ τοῦ ἡλίου ὑπόδειγμα ἐκεῖνό φαμεν· ἐπειδὴ τὸ φῶς διττόν ἐστιν, τὸ μὲν ἐν αὐτῇ συνυποστὰν τῇ τοῦ ἡλίου σφαίρᾳ οὐσιωμένον φῶς εἰδοποιόν τέ ἐστιν καὶ συμπληρωτικὸν τῆς τοῦ ἡλίου φύσεως, ὡς παντί τῳ δῆλον· ἑκάστου δὲ τὸ τί ἦν εἶναι καὶ ἡ οὐσία κατὰ τὸ εἶδός ἐστιν· οὐδὲν δὲ αὐτὸ ἑαυτοῦ ἐστιν δημιουργικὸν αἴτιον· οὐδʼ ὁ ἥλιος ἄρα δημιουργός ἐστιν τοῦ ἰδίου φωτὸς κατʼ αὐτὸ εἰδοποιούμενος καὶ τὸ εἶναι ἔχων. ὥστε, εἰ μέν τις καὶ τὸν κόσμον συμπληρωτικὸν εἶναι λέγοι τῆς τοῦ δημιουργοῦ οὐσίας, συγχωρήσωμεν οὕτως ἔχειν πρὸς τὸν θεὸν τὸν κόσμον, ὡς ἔχει πρὸς τὸν ἥλιον τὸ ἐν αὐτῷ φῶς· οὕτω δὲ οὐ δημιουργὸς ἂν εἴη τοῦ κόσμου ὁ θεός, ἐπεὶ μηδὲ ὁ ἥλιος τοῦ εἰδοποιοῦντος τὴν οὐσίαν αὐτοῦ φωτός, εἴπερ μὴ αὐτὸς ἑαυτὸν ὁ ἥλιος ἐδημιούργησεν· εἰ δὲ ξένα καὶ ἀλλότρια τῆς θείας οὐσίας πάντα τὰ ὑπʼ αὐτῆς δημιουργικῶς παρηγμένα, οὐκ ἄρα, ὡς ἔχει τὸ ἐν ἡλίῳ φῶς πρὸς αὐτὸν τὸν ἥλιον, οὕτως ἔχει πρὸς τὸν δημιουργὸν ὁ κόσμος.

ζʹ. Τὸ δὲ ἐν ἀέρι χεόμενον φῶς οὐκ ἀεὶ τὸ αὐτὸ ὑπάρχει· φθαρτὸν γὰρ εἶναι ὡμολόγηται· διαδέχεται γὰρ αὐτὸ σκότος· οὐδὲ γὰρ ὑπομένει ἀεὶ τὸ αὐτό, ἀλλʼ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὥσπερ καὶ ἡ κίνησις καὶ ὁ χρόνος· ὅθεν ἅμα τῷ ἀποστῆναι τὸ φωτίζον εὐθὺς καὶ τὸ ἐν τῷ ἀέρι φῶς εἰς τὸ μὴ ὂν μεθίσταται, ὥσπερ ἀμέλει μὴ ὄντος τοῦ κινουμένου οὐδὲ κίνησίς ἐστιν οὐδὲ χρόνος. ὥστε οὐδὲ ἐκεῖνο ἀληθές, οὗ χάριν τὴν τοῦ φωτός τε καὶ τοῦ ἡλίου εἰκόνα παρειλήφασιν, λέγω δὴ τὸ εἶναί τι παρʼ ἑτέρου γινόμενον μὴ ὕστερον τοῦ ποιοῦντος· εἰ γὰρ μὴ τὸ αὐτὸ διαμένει φῶς, δηλονότι ἀεὶ τοῦ νῦν ἐν τῷ ἀέρι γινομένου φωτὸς προϋπάρχειν τὸ φωτίζον ἀνάγκη· ἄλλοτε γὰρ ἄλλο κατὰ συνέχειαν ἀπὸ τοῦ φωτίζοντος ἀπορρεῖ φῶς ὡς ἀπὸ πηγῆς ὕδωρ. ὁ δὲ θεὸς ἕνα μονογενῆ κόσμον ὑπέστησεν, ὥς φησιν ὁ Πλάτων· ὥστε ὅτι ποτʼ ἂν εἴη τὸ ἐν ἀέρι φῶς—πολλὴ γὰρ ἡ περὶ τῆς ὑπάρξεως αὐτοῦ ζήτησις, εἴτε ἐνέργεια τοῦ φωτίζοντος εἴτε εἶδος εἴτε πάθος τοῦ ἀέρος—, ἐπεὶ μὴ ἓν καὶ ταὐτόν ἐστιν τῷ ἀριθμῷ ἀεὶ ἀλλʼ ἄλλοτε ἄλλο, τοῦ μὲν εἶναί τινα ἀθρόαν γένεσιν καὶ μὴ ἐν παρατάσει γινομένην χρόνου — ὥσπερ τυχὸν ἐν τοσῷδε χρόνῳ δημιουργεῖ ἡ φύσις τὸν ἄνθρωπον — εἴη ἂν ἀπόδειξις ἡ ἐκ τοῦ ἡλίου τοῦ φωτὸς τοῦ ἐν ἀέρι γένεσις καὶ εἰκονίζοι ἂν τὴν ἀθρόαν ὑπὸ θεοῦ τῶν ὄντων ὑπόστασιν ἅμα γενομένην νοήματι, τοῦ μέντοι συναΐδιον εἶναι τὸ γινόμενον τῷ ποιοῦντι οὐκέτʼ ἂν εἴη εἰκών, διότι ἑνὸς ὄντος τοῦ φωτίζοντος ἄλλοτε ἄλλο κατʼ ἀριθμὸν γίνεται φῶς. ὅτι δὲ φθαρτὸν τὸ ἐν ἀέρι φῶς καὶ ἄλλοτε ἄλλο κατʼ ἀριθμόν, καὶ αὐτὴ μὲν ἡ ἐνάργεια πιστοῦται καὶ ὁ Πρόκλος δὲ σαφῶς ἐν τῷ περὶ φωτὸς ἐδίδαξεν λόγῳ· φησὶν γὰρ οὕτως «εἰ δὲ τὸ μὲν ἔνυλον τὸ δὲ ἄυλον φῶς κατὰ τὴν τῶν φωτιζόντων πυρός τε καὶ ἡλίου διαφοράν, τὸ μὲν ἄυλον πῶς φθείρεται, τὸ δὲ ἔνυλον πῶς διὰ τῶν ἐνύλων δίεισιν; οὐδὲν γὰρ μᾶλλον ὅλος ὁ ἀὴρ ἡμῖν φωτιζόμενος φαίνεται καὶ ἀφʼ ἡλίου καὶ ἐκ τοῦ παρʼ ἡμῖν φωτὸς τοῦ ἐκ τοῦ πυρός· καὶ μὴν καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον ὑπὸ θάτερα τέτμηται τὸ φῶς καὶ οὐκ ἔστιν ὅλως». ταῦτα μὲν ὁ Πρόκλος. σκόπει δέ, ὅτι οὐχ ὡς ἀπορῶν τὸ φθείρεσθαι τὸ φῶς τέθεικεν, ἀλλʼ ὡμολογημένον τοῦτο λαβὼν ἐκ τούτου ἀπορεῖ, πῶς, εἴπερ ἄυλόν ἐστιν τὸ ἐξ ἡλίου φῶς, φθείρεται καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον οὐκ ἔστιν ὅλως ἐπὶ θάτερα. πάλιν δὲ ὁ αὐτὸς μετʼ ὀλίγα φησὶν «πῶς γὰρ ἂν εἴη συνεχὲς τὸ ἐν οὐρανῷ τῷ ἐν ἀέρι; τὸ μὲν γὰρ φθαρτόν, τὸ δὲ οὔ, καὶ τὸ μὲν τῆς οἰκείας ἀρχῆς ἐξήρτηται, τὸ δὲ ἀποτέτμηται εἰ τύχοι καὶ οὐκ ἔστιν ποτέ· τῷ δὲ ἀφθάρτῳ τὸ φθαρτὸν οὐ συνεχές· δύο γὰρ τὰ τοιαῦτα καὶ εἴδει διαφέροντά ἐστιν». ὅτι μὲν οὖν τὸ ἐν ἀέρι φῶς φθαρτόν, σαφῶς καὶ ὁ Πρόκλος ἐδίδαξεν· ὅτι δὲ ὁμοίως τῷ ἐν ἀέρι φωτὶ καὶ τὸ ἐν τῷ χύματι τῶν οὐρανίων σφαιρῶν φθείρεται καὶ οὐκ ἔστιν ἄφθαρτον, ὥς φησιν ὁ Πρόκλος, δῆλον οἶμαι ἐκ τῶν ἐν ἀστρονομίᾳ δεδειγμένων· εἰ γὰρ ὁ κῶνος τῆς σκιᾶς τῆς ἀπὸ τῆς γῆς ἐφάπτεται μέρους τῆς σεληνιακῆς σφαίρας καὶ ὑπερβαίνει ταύτην, ὡς ἐναργῶς αἱ ἐκλείψεις πιστοῦνται πάσης ἐμπιπτούσης τῆς σελήνης εἰς τὸν τῆς σκιᾶς τῆς γῆς κῶνον, πρόδηλόν που πάντως, ὡς καὶ τὸ ἐν ταῖς οὐρανίαις σφαίραις κεχυμένον φῶς φθαρτόν ἐστιν· εἰ γὰρ περιιὼν ὁ τῆς σκιᾶς κῶνος ἄλλοτε ἄλλο μέρος τῆς σεληνιακῆς σφαίρας ἐπέχει καὶ οὐκ ἐᾷ ἐν τούτῳ τὸ ἡλιακὸν γενέσθαι φῶς — ὅθεν καὶ τὴν τῆς σελήνης ἐπιπρόσθησίν τε καὶ ἔκλειψιν συμβαίνει γίνεσθαι —, σαφές, ὡς καὶ τὸ ἐκεῖσε κεχυμένον φῶς οὐκ ἄφθαρτόν ἐστιν, ὥς φησιν ὁ Πρόκλος, ἀλλὰ φθαρτόν· εἰ γὰρ τῆς αὐτῆς οὐσίας ἐστὶν ὅλος ὁ οὐρανός, φθαρτὸν δὲ τὸ ἐν μιᾷ τε καὶ δευτέρᾳ σφαίρᾳ χεόμενον φῶς δέδεικται, ἔτι δὲ καὶ τὸ σεληνιακὸν φῶς ἐκ τοῦ ἡλίου τὴν ὕπαρξιν ἔχον γίνεται ἐναργῶς τε καὶ φθείρεται ἀθρόον μὲν ἐν ταῖς ἐκλείψεσιν τῆς σελήνης κατὰ βραχὺ δὲ τὸν λοιπὸν ἅπαντα χρόνον, σαφὲς δήπου, ὡς καὶ ἐν παντὶ τῷ οὐρανῷ φθαρτὸν ἂν εἴη, εἰ καὶ διὰ τὸ ἀεὶ παρεῖναι τὸ φωτίζον ταῖς ἀνωτέραις σφαίραις μηδενὸς αὐτὰς ἐπισκιάζοντος τῇ συνεχείᾳ δοκεῖ ἀεὶ τὸ αὐτὸ καὶ ἓν εἶναι φῶς, ὥσπερ ἂν εἰ καὶ πυρὸς ἀεὶ τὰ παρακείμενα θερμαίνοντος ἢ φωτίζοντος δόξῃ διὰ τὸ συνεχὲς τῆς ἀλλοιώσεως ἀπαθὴς εἶναι ἡ ἐγγινομένη τῷ ἀέρι θερμότης ἐκ τοῦ πυρὸς ἢ τὸ φῶς.

ηʹ. Εἰ δέ τις μὴ φθείρεσθαι λέγοι τὸ ἐν ἀέρι γινόμενον φῶς ἀλλὰ τῷ φωτίζοντι συμπεριπολεῖν, μάλιστα μὲν οὐκ ἀληθὴς ἡ τοιαύτη ὑπόνοια, ἐπεὶ καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον τὸ ἐντὸς ἅπαν ἐσκίασται τοῦ πρότερον ἐν τῷ ἀέρι γινομένου φωτὸς φθαρέντος, καίτοι τοῦ ἡλίου μὴ μεταστάντος· ὥστε καὶ ἐπειδὰν μεταστῇ οὐ συμπεριάγει ἑαυτῷ τὸ φῶς, ἀλλʼ ἀεὶ τὸ μὲν ἀφʼ ὧν ἀπέστη τόπων ἔφθαρται, ἄλλο δὲ ἐν οἷς ὁ ἥλιος γίνεται τόποις γεννᾶται φῶς. εἰ δʼ ὅλως καὶ συγχωρήσειέ τις συμπεριπολεῖν τῷ ἡλίῳ τὸ ἐν ἀέρι φῶς, δηλονότι ἀχώριστον ἔσται τοῦ φωτίζοντος· εἰ δὲ τοῦτο, εἶδος ἂν εἴη ἢ πάθος αὐτοῦ· καὶ γὰρ καὶ τῷ Πλάτωνι δοκεῖ εἶδος εἶναι τὸ φῶς τοῦ φωτίζοντος. τούτου δὲ συγχωρηθέντος ἔτι πορρωτέρω τοῦ ζητουμένου ἡ εἰκὼν πεσεῖται· ὁ μὲν γὰρ ἥλιος ἅτε εἰδοποιούμενος ἐξ αὐτοῦ εἰκότως ἀχώριστον ἔχει τὸ φῶς· ἀχώριστα γὰρ τὰ εἴδη τῶν ὑποκειμένων· τὰ δὲ δημιουργήματα οὐκ εἰδοποιεῖ τὴν τοῦ δημιουργοῦ οὐσίαν· οὐκ ἄρα ποιητὴς τοῦ φωτὸς ὁ ἥλιος· οὐδὲν γὰρ τῶν ὑποκειμένων δημιουργικὸν αἴτιόν ἐστιν τοῦ εἰδοποιοῦντος αὐτὸ εἴδους, ἀλλʼ οὐδὲ τοῦ ἰδίου πάθους τε καὶ συμβεβηκότος ποιητικὸν αἴτιόν ἐστιν τῶν ἐχόντων οὐδέν. τὸ αὐτὸ δʼ ἂν εἴποι τις καὶ κατὰ Πλωτῖνον «ἐνέργειά ἐστιν τοῦ φωτίζοντος τὸ φῶς εἰς ἄλλα προϊοῦσα». διό φησιν καὶ «παρόντος μὲν τοῦ ἐνεργοῦντος πάρεστιν ἡ ἐνέργεια, ἀπελθόντος δὲ συνάπεισιν»· εἰ γὰρ ἐνέργεια τοῦ ἡλίου τὸ ἐν ἀέρι φῶς, ἤτοι συμπληρωτικόν ἐστιν τῆς οὐσίας αὐτοῦ ἢ οὔ. εἰ μὲν οὖν συμπληρωτικὸν εἴη, ἀναγκαίως σύνεστιν ἀεὶ τῷ ἡλίῳ· τὰ γὰρ συμπληρωτικὰ τῶν οὐσιῶν ἀεὶ σύνεστιν αὐταῖς· ὁ δὲ κόσμος οὐ συμπληροῖ τὴν τοῦ δημιουργοῦ οὐσίαν· οὐκ ἄρα οὕτως ἔχει πρὸς τὸν θεὸν ὁ κόσμος ὡς πρὸς τὸν ἥλιον τὸ φῶς. εἰ δὲ μὴ εἴη συμπληρωτικὴ τοῦ ἡλίου ἡ τοῦ φωτὸς ἐνέργεια, ἐνδέχεται κατʼ ἐπίνοιαν μὴ εἶναι ταύτην. ἀλλʼ ἀδύνατον· εἰ γὰρ ὑπάρχει τὰ διαφανῆ ἢ ἁπλῶς τὰ δεκτικὰ τοῦ φωτός, ἀδύνατον μὴ φωτίζεσθαι ταῦτα τοῦ ἡλίου παρόντος· εἰ γὰρ μὴ φωτίζοιτο παρόντος, οὐδὲ ἥλιος ἔστιν ἔτι. εἴπερ ἄρα ἐνέργεια τοῦ ἡλίου ἐστὶν τὸ ἐν ἀέρι φῶς, συμπληρωτικὴν εἶναι αὐτὴν τῷ ἡλίῳ ἀνάγκη. εἰ δὲ πάθος ἐστὶν τοῦ ἀέρος τὸ φῶς, ὅπερ ἔμοιγε τῶν ἄλλων ἁπασῶν περὶ τοῦ φωτὸς ὑπολήψεων ἀληθέστερον εἶναι δοκεῖ, ἀλλοίωσις ἂν εἴη τοῦ διαφανοῦς ἢ ἁπλῶς τοῦ δεκτικοῦ· οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς ἀπεφήνατο· ἔχει δὲ ἡ λέξις οὕτως «φῶς δέ ἐστιν ἡ τούτου ἐνέργεια τοῦ διαφανοῦς, ᾗ διαφανές. δυνάμει δὲ ἐν οἷς τοῦτό ἐστιν, καὶ τὸ σκότος. τὸ δὲ φῶς οἷον χρῶμά ἐστιν τοῦ διαφανοῦς, ὅταν ᾖ ἐντελεχείᾳ διαφανὲς ὑπὸ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα· καὶ γὰρ τούτοις τοῦτο ὑπάρχει ἓν καὶ ταὐτό. τί μὲν οὖν τὸ διαφανὲς καὶ τί τὸ φῶς, εἴρηται». ταῦτα μὲν οὖν περὶ τοῦ φωτὸς ὁ Ἀριστοτέλης ἐναργῶς εἶδός τι καὶ τελειότητα τοῦ διαφανοῦς εἶναι λέγων τὸ φῶς. εἰ οὖν τὸ διαφανὲς ἐν ἀέρι ἐστὶν καὶ ὕδατι καὶ τοῖς παραπλησίοις, δηλονότι πάθος ἐστὶν ἀλλοιωτικὸν τῶν τοιούτων σωμάτων τὸ φῶς. τούτου δὲ οὕτως ἔχοντος οὐδὲν θαυμαστὸν τοῦ μὲν ἔχοντος ἐπιτηδείως πρὸς τὸ ποιεῖν τοῦ δὲ πρὸς τὸ πάσχειν ἅμα τῷ παρεῖναι ἀλλήλοις τό τε ποιοῦν καὶ τὸ πάσχον εὐθὺς τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν· ἐπεὶ καὶ τὸ πῦρ παρακείμενον τῷ ἀέρι δυνάμει ὄντι θερμῷ ἀλλοιοῖ αὐτὸν καὶ ποιεῖ ἐνεργείᾳ θερμόν. εἰ δὲ ἀναχωροῦντος τοῦ φωτίζοντος ἀφανίζεται καὶ τὸ ἐν ἀέρι γινόμενον φῶς, οὐ ξένον· καὶ γὰρ καὶ τοῦ πυρὸς ἀποστάντος παύεται ἡ ἐν τῷ ἀέρι γινομένη θερμότης, πλὴν ὅτι ταχεῖα ἐπὶ φωτὸς ἢ καὶ ἄχρονος ἡ φθορὰ ὥσπερ καὶ ἡ γένεσις. εἰ οὖν ὁ μὲν ἥλιος κατὰ ἀλλοίωσιν μεταβάλλει τὸ διαφανές, ὁ θεὸς δὲ αὐτῶν τῶν οὐσιῶν ἐστιν παρακτικός, διαφέρει δὲ ἀλλοίωσις γενέσεώς τε καὶ οὐσιώσεως, ἢ δειξάτωσαν ἐπὶ τῆς ἁπλῶς γενέσεως — τουτέστιν τῆς τῶν οὐσιῶν — τῷ αἰτίῳ τὸ αἰτιατὸν συνυπάρχειν ἢ συγχωρείτωσαν καὶ τὸν θεὸν μὴ δημιουργὸν εἶναι τῶν πραγμάτων μηδὲ τὰς οὐσίας αὐτῶν ὑποστῆσαι ἀλλὰ συναΐδια ὄντα ἀλλοιῶσαι μόνον· ἄλλως τε οὐδὲ συναΐδιον τῷ αἰτιατῷ τὸ αἴτιον ἐκ τούτου δείξουσιν· εἰ γὰρ τὸ μὲν πάθος ἄλλοτε ἄλλο γίνεται ἐν ἀέρι καὶ τοῖς τοῦ φωτὸς δεκτικοῖς καὶ οὐχ ἓν κατʼ ἀριθμόν ἐστιν τὸ ἐν αὐτοῖς ἐγγινόμενον φῶς, εἴπερ φθαρτόν ἐστιν, ὡς δέδεικται καὶ τῷ Πρόκλῳ δοκεῖ, οὐκ ἄρα ἓν ὂν καὶ τὸ αὐτὸ φῶς συνυπάρχει τῷ ἡλίῳ, ὥσπερ οὐδὲ τῷ πυρὶ μία καὶ ἡ αὐτὴ ὑπομένουσα ἡ ἐν τῷ ἀέρι ἐξ αὐτοῦ γινομένη θερμότης, εἴπερ ὁ μὲν ἥλιος εἷς καὶ τὸ πῦρ ἕν, τὸ δὲ ἐν τῷ ἀέρι φῶς ἄλλοτε ἄλλο καὶ ἡ θερμότης ὁμοίως. τούτων οὕτως δεδειγμένων δῆλον, ὡς οὐδεμίαν εἰκόνα ἕξει τὸ φῶς καὶ ὁ ἥλιος τοῦ ἐξ ἀϊδίου τῷ δημιουργικῷ αἰτίῳ τὸ δημιουργούμενον συνυπάρχειν δύνασθαι· οἴχεται ἄρα αὐτοῖς καὶ ἡ διὰ τῆς εἰκόνος τοῦ ψεύδους πιθανότης. ἢ οὖν δειξάτωσαν τῶν δημιουργουμένων τι ἅμα τῷ εἶναι τὸν δημιουργὸν αὐτοῦ καὶ αὐτὸ συνυπάρχειν ἤ, εἰ πάντα τὰ γινόμενα χρόνῳ δεύτερά ἐστιν τῶν ποιούντων, εἴτε τεχνητὰ εἴη εἴτε φυσικά, ἀναγκαῖον καὶ διὰ τοῦτο μὴ συναΐδιον εἶναι τῷ θεῷ τὸν κόσμον. Τέλος λύσεως τοῦ αʹ λόγου.