eul_wid: siy-ak
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 8 (Monody for His Son Rufinus) by Himerius the Sophist

Himerius laments his son Rufinus, who died away from him, and blames both a hostile daimon and himself for having parted from the boy. He recalls the son's courage through many illnesses, his calling on Athena his nurse as his illness closed in, and the acclaim he won in the council-house and the theatre at Athens. The news reached the father by night at Melas; he ends by promising funeral contests and to hand his name down to time.

Part of Declamations and Orations

Μονῳδία εἰς τὸν υἱὸν αὐτοῦ Ῥουφῖνον.

Ἀδικῶ μὲν ὅλως φθεγγόμενος Ῥουφίνου κειμένου· πλὴν ἐπεὶ τῷ δαίμονι τετήρημαι πρὸς μόνην τὴν μονῳδίαν τοῦ δράματος, φθέγξομαί γε ὅμως. οὐ γάρ μοι θέμις μὴ καὶ λόγῳ θρηνῆσαι τὸν αὐτῶν τῶν λόγων ἔκγονον. ὢ τῆς λαμπρᾶς ὑποθέσεως· ἦ πού σοι τοὺς τοῦ πατρὸς λόγους λαμπρὰ τύχη τετήρηκεν. εἴθε τῷ γοῦν τάφῳ παρεστὼς ἔλεγον· εἴθε μοι τὸ βῆμα τῶν τρισευδαιμόνων ὁ σὸς γοῦν τύμβος γεγένητο· νυνὶ δέ μοι καὶ ἀνήρπασαι, μηδὲν ἐμοὶ λαλήσας, μηδὲν προσφθεγξάμενος, μὴ τὰς τελευταίας μοι περιπλοκὰς χαρισάμενος. ἀλλʼ ἐῴκει γὰρ ὁ δαίμων ὠδίνειν τὸ δρᾶμα πρότερον ἀφʼ ἧς ἡμέρας ἐμὲ μὲν τῆς σῆς ἀπολαύσεως, σὲ δὲ τῶν ἐμῶν κόλπων καὶ φιλημάτων ἐχώριζε. τί δὲ ἐγκαλῶ τῷ δαίμονι; ἐγώ σε τέκνον ἀπολώλεκα. τί γὰρ ἐχωριζόμην τῶν σῶν περιπλοκῶν; φθόνου μοι λάφυρον γέγονας, ἀδίκου πάρεργον δαίμονος. ὢ τῆς τραγικῆς καὶ ἀπηνοῦς ἡμέρας· οἷόν μοι σκότος ἀνθʼ οἵου φωτὸς ἀντέλαμψε· ἐγὼ μὲν ὀρθοῖς καθʼ ἑκάστην ἡμέραν εἱστήκειν τοῖς ὠσὶ πρὸς τὴν ἀκοὴν τὴν τριπόθητον, καὶ περιεσκόπουν ἀεὶ τὸν ἄγγελον, ὅστις προσαγγέλλει Ῥουφῖνον ἥκοντα· ὁ δὲ ἄρα μοι δαίμων οἵαν ἀνθʼ οἵας τὴν ἀγγελίαν ηὐτρέπιζε. αὐτὸς μέν σοι λουτρὰ καὶ οἰκίας καὶ πλοῦτον καὶ πᾶν, εἴ τι κάλλιστον, τῶν ἐν ἀνθρώποις εἶναι δοκούντων νύκτωρ ἐφρόντιζον καὶ μεθʼ ἡμέρας ἡτοίμαζον· ἠγνόουν δὲ ἄρα ὁ δείλαιος ἀντὶ μὲν λουτρῶν ἀνιστάς σοι τάφους, ἀντὶ δὲ οἰκιῶν τύμβους καὶ χώματα, ἀντὶ δὲ πλούτου καὶ χλιδῆς τραγικώτατα δῶρα τῶν ἐν ἀνθρώποις, ἐντάφια. εἴθε μοι μὴ τὴν ἀρχὴν ἐγένου, παιδίον, ἢ γενόμενον μὴ τοσοῦτον καὶ τηλικοῦτον καὶ ψυχῇ καὶ σώματι καὶ ἀρεταῖς ἐξέλαμψας. ἐδημαγώγεις ἄρτι τὰ πρῶτα φθεγγόμενος· ἀνήρτησο πᾶσαν τὴν ὑφʼ ἥλιον τοῖς ἀσήμοις ἔτι κνυζήμασιν. ὤτων λογάδων τῶν πανταχόθεν ἔρως μὲν ὁ Περικλῆς, ἀλλὰ μετʼ Ἀναξαγόραν δημηγόρος· σὺ δὲ ἦσθα δημηγόρος ἐκ μέσων σπαργάνων. εἷλεν Ἀλκιβιάδης ὅλον τῷ κάλλει τὸ θέατρον, ἀλλʼ ἦν ἀκμάζων ἤδη τὴν ὥραν καὶ τὴν ἡλικίαν μειρακιούμενος· σὺ δὲ ἔτι τῷ μασθῷ καὶ τῷ γάλακτι προσκείμενος. ὦ πάθος τῆς Αἰσχύλου μεγαλοφωνίας ἄξιον. τί δὲ θρηνήσω; τί δὲ ἐπαινέσω; φθέγξομαι ὅσον μὲν ἴσασιν οἱ πεπειραμένοι, ἤλπιζον δὲ οἱ ἀκούοντες. ὦ πρότερον μὲν Χαρίτων, νυνὶ δὲ Ἐρινύων καλλώπισμα· ὢ τὰς ἐναντίας ἐγὼ προσηγορίας ἐπὶ σοὶ κτησάμενος· τρισευδαίμων διὰ σὲ πρότερον, νυνὶ δὲ τρισάθλιος. ποῦ γὰρ οὐ διέβης τῇ φήμῃ; τίνα δὲ τόπον τῆς δόξης καὶ τῶν σῶν καλῶν οὐκ ἐπλήρωσας; Ἡρακλεῖ μὲν ἐδέησε πολλῆς περιόδου καὶ τῶν ἄθλων οἶμαι τῶν δώδεκα, ἵνα μάρτυρας τῆς ἀρετῆς τὴν ὑφʼ ἥλιον πᾶσαν κτήσαιτο· σὺ δὲ εἴσω τοῦ κύκλου μένων ὑπερέβης τὰς στήλας ἡμῖν τὰς Ἡρακλείους τοῖς θαύμασι. ὦ πάντας ἀνθρώπους ταῖς ἑαυτοῦ θηρεύσας ἴυγξι· τοὺς μὲν ἄλλους παῖδας οἱ πατέρες οἶμαι σεμνύνουσι τὰ πολλὰ πολλάκις ἐπιψευδόμενοι· ἐπὶ σοῦ δὲ τὰ τῆς συνηθείας ἐνήλλακτο. ὁ πατὴρ μὲν ἐσίγα τὰ σὰ καλά, ἢ ὀλίγα τῶν καλῶν ἔλεγεν, ὑποπτεύων διὰ τὸ μέγεθος τῆς ἀρετῆς τὴν παρὰ τῆς τύχης ἐπήρειαν· πάντες δὲ ἦσαν οἱ καὶ τῷ σῷ πατρὶ τὰ σὰ καλὰ διηγούμενοι. οὕτω πᾶσαν μὲν τύχην, πᾶσαν δὲ ἡλικίαν δεδούλωσο μόνος τῷ θαύματι. τίς ἀπέκειρε δαίμων τῆς ἐμῆς ἑστίας τὸν χρυσοῦν βόστρυχον; τίς τὸν πυρσὸν τὸν φανότατον τῆς ἐμῆς δόξης ἀπέσβεσε; τίς κατέχει κόνις τὰς ἱερὰς ἐκείνας κόμας, ἃς Διονύσῳ μετὰ τὴν πρώτην γένεσιν ἔτρεφες; τίς ὀφθαλμοὺς ἐκείνους τοὺς τῷ κάλλει μικροῦ καὶ ἡλίου τὰς αὐγὰς ἐλέγχοντας; τίς Ἐρινύων τὸ παρειῶν ἔρευθος καὶ τὸ προσηνὲς καὶ ἡδὺ μειδίαμα τῶν σῶν προσώπων ἐσύλησεν; οἴμοι Διόνυσε, πῶς ἤνεγκας ἐκ τοῦ σοῦ τεμένους παῖδα τὸν ἱερὸν ἁρπαζόμενον; κοινὸν ἕστηκε κατὰ σοῦ καὶ τῆς ἐμῆς ἑστίας Ἐρινύσι τοῦτο τὸ τρόπαιον. ὢ σκυθρωπῆς βακχείας· ὢ Κιθαιρῶνος ταῖς ἐμαῖς νενικημένου συμφοραῖς· οἴμοι Δήμητερ καὶ Κόρη, τὸν ἀφʼ ἑστίας οὐκ ἐτηρήσατε. τελεῖται μέν, ἀλλʼ ἐν τῷ κάτω τεμένει, οὐ πατρὸς μυσταγωγοῦντος, ἀλλά τινος οἶμαι σκυθρωποῦ καὶ πικροῦ δαίμονος· οὐ τὸ δᾳδούχων πῦρ βλέπει, ἀλλὰ τὰς Ἐρινύων καὶ Ποινῶν λαμπάδας. τί οὐ προαπῆλθον ἐγώ; τί οὐ προὔλαβον ὁ πατὴρ τὸν παῖδα; τί δὲ οὐχ ἡτοίμαζον αὐτῷ τὸν κάτω θάλαμον, ἐπειδὴ τὰς ἄνω παστάδας Ἐρινύων φθόνος ἐξήρπασεν; οἵαις μονῳδίαις τετήρημαι· πάσας ὑποθέσεις τολμήσας λόγων, μόνους τοὺς θρήνους ἐξέκλινον· ἐλάνθανον δὲ ἄρα τοῖς ἐμαυτοῦ θρήνοις τηρούμενος. περιστέλλω σε, τέκνον, τοῖς ῥήμασιν, ὅτι τοῖς ἐνταφίοις κεκώλυμαι· ἐγείρω σου διὰ τῶν λόγων τὸν τάφον, ὅτι χῶσαι τὸν ἐπὶ τῷ σώματι διὰ τὴν ἀπουσίαν ἀφῄρημαι. ὢ μεθʼ οἵους τοὺς ὑπὲρ σοῦ λόγους οἵους διεξέρχομαι· τάφος μετὰ Ἄρειον πάγον, μετʼ ἐλευθερίαν ὁ θάνατος. ἀνεμνήσθησαν ὡς ἔοικε διὰ σὲ τῶν ἀρχαίων ὀνομάτων αἱ τοῦ δικαστηρίου γείτονες δαίμονες, οὐδὲν ἐγκαλεῖν οὐδὲ κατηγορεῖν δυνάμεναι—τίς γὰρ οὕτω φιλοπάτωρ ἕτερος; τίς δικαιότερος περὶ τὴν φύσιν καὶ τοὺς γεννήσαντας; —ἡμιλλώμεθα μὲν πρὸς ἀλλήλους οἱ δυστυχεῖς, ἐγώ τε καὶ ἡ σὴ μήτηρ περὶ τοῦ σοῦ πόθου· σὺ δὲ τὴν ἅμιλλαν ἔλυες, ἑκατέρῳ προσιὼν οὕτως, ὡς ἀμφοτέρους εὐτυχεῖν νομίζειν τὰ νικητήρια. ὢ τῶν μελιρρύτων ῥημάτων· ὢ τῆς φωνῆς τῆς γλυκυτέρας καὶ τοῦ παρὰ θεοῖς ᾀδομένου καὶ βεβοημένου νέκταρος. πόρρωθεν ἄρα ἐμελέτας τὴν ἐνθένδε ἀναχώρησιν, πόρρωθεν ἐδήλους τοῖς δυναμένοις τεκμήρασθαι, ὅτι κρείττων ἄρα ἦσθα τῆς τῇδε λήξεως. τίς γὰρ οὕτω τῶν γεγηρακότων τῆς θεῶν τιμῆς ἐξήρτητο; τίς οὕτως ἐνθέως προφητῶν τε καὶ ἱερέων πρὸς τεμένη καὶ βωμοὺς ἔτρεχε; τίς αὐλὸς ἱερὸς ὕμνους τῆς σῆς γλώττης ἥδιον ἤχησε; τίς λύρα, τίς κιθάρα τοῦ σοῦ στόματος εὐμουσότερον τοὺς εἰς θεοὺς παιᾶνας ἐφθέγξατο; ὦ πρότερον τοὺς τῆς ἡλικίας ὅρους τῇ τῶν ἀρετῶν κτήσει, νυνὶ δὲ τῷ θανάτῳ προαρπασάμενος· ὦ φιλαδελφίᾳ νικήσας τὰ Διοσκούρων ἐγκώμια. οἱ μὲν γὰρ ὑπὲρ Ἑλένης ἐστράτευον, τὴν δὲ ἁρπαγὴν οὐκ ἐκώλυσαν· σὺ δὲ φύλαξ τῆς αὐταδέλφου παντὸς ἦσθα τείχους ὀχυρώτερος. πρὸς ἐγκράτειαν τίς σου καὶ τῶν λίαν βλοσυρῶν εὐφυέστερος; τῶν μὲν γὰρ βλαβερῶν οἴκοθεν ἀπεῖχες, πολλάκις οὐκ ἀναμένων τὸν ἐπιτάττοντα, ἀλλὰ εἴ τι μόνον οἶσθα βλάβης ἢ νόσου παραίτιον, οὐδʼ ἂν ἄκρᾳ ποτὲ τῇ χειρὶ προσήψω, καὶ εἰ μυρίαις τύχαις ἐπὶ μυρίας παρεκαλοῦ· εἰ δὲ ἄρα ποτὲ καὶ ἀγνοίᾳ τινὸς παρέθιγες, ἤρκει μόνον εἰπεῖν, εἶτʼ εὐθὺς ἔχειν πειθόμενον. πῶς ἄν τίς σου καὶ τὴν ἀνδρείαν θαυμάσῃ; μεγάλαι προβολαὶ νόσων καὶ τοὺς τἄλλʼ ἀηττήτους ἐλέγχουσι· σὺ δὲ πρὸς πάσας—καὶ οἵας—νόσους ἔστης ἀεὶ μόνῳ τῷ τῆς ψυχῆς παραστήματι. φιλονεικήσας σοι διὰ τοῦτʼ ἴσως ὁ πονηρὸς δαίμων καὶ ἄγριος, καὶ πολλὰς ἡττηθεὶς μάχας, ὀψέ ποτε λαθραίῳ καὶ δολερῷ κατέσεισε μηχανήματι. εἶξας δὲ οὐδὲ ἄχρι τῶν ἐσχάτων, ὡς ἔστιν ἀκούειν, τῷ δαίμονι, ἀλλὰ παραχωρῶν τοῦ σώματος, τοῦ φρονήματος οὐ παρεχώρησας· ἀλλʼ ὁ μὲν ἦγχε καὶ ἐβιάζετο, σὺ δὲ ἐκ μέσου τοῦ βρόχου διετέλεις τὴν φίλην σου τίτθην Ἀθηνᾶν ἀναφθεγγόμενος, ἕως πάσης σε συμμαχίας ποιήσας ἔρημον οὕτως προσῆγε τὸν βρόχον. ᾔδει γὰρ ὡς πολλάκις ἡττηθεὶς ἀπῆλθε, τοῦ πατρὸς παρόντος καὶ συνασπίζοντος. ποῖος ἐμὲ χρόνος, τίς δὲ κρατὴρ φαρμάκων Αἰγυπτίων τῶν σῶν καλῶν ἀφαιρήσεται; πῶς Ἀθηνᾶς ἴδω πεδίον μετὰ σέ; τίνα δὲ ἰδὼν τόπον ἢ τῆς χώρας ἢ τοῦ ἄστεος οὐκ εὐθὺς θρήνου καὶ δακρύων καὶ οἰμωγῆς ἁπάσης πλησθήσομαι; ἂν ἐπὶ τὸ βουλευτήριον ἔλθω, σὲ δόξω βλέπειν δημαγωγοῦντα τὴν γερουσίαν ἐπὶ τοῦ βήματος· ἂν ἐπὶ τὸ θέατρον, ἀναμνήσει με τῆς σκυθρωπῆς τραγῳδίας τὸ θέατρον, ἐν ᾧ σε πολλάκις πανδημεὶ πάντες ἀνύμνησαν. σοὶ μόνῳ πάντων καὶ Ἀθηναίων οἱ ἄριστοι τῶν εὐφημιῶν ἐξίσταντο· ἔχαιρον ὑπὸ σοῦ μόνου πάντες ἀθρόως νικώμενοι, οἱ μὲν εὐνοίᾳ τοῦ φίλτρου, οἱ δὲ ἴσως φόβῳ τοῦ μέλλοντος· τοὺς μὲν γὰρ ᾕρεις, τοὺς δὲ κατέπληττες, μᾶλλον δὲ εὐνοίᾳ καὶ φίλτρῳ κατὰ πάντων εἶχες τὰ νικητήρια. πῶς δὲ Ἄρειον ἴδω πάγον; ἔνθα τρίτον οὔπω γεγονὼς ἔτος σεμνότητι πάντας ἐξέπληξα, ὥσπερ ἂν εἴ τις πόρρωθεν τοὺς μύθους τοὺς περὶ τοῦ δικαστηρίου προπαιδευόμενος. ἐνίκησας μὲν ἐκεῖ τὸν πατέρα, θαυμαστοτέραν τῶν λόγων τὴν σιωπὴν παρασχόμενος· ἐνίκησας δὲ τοῦ δικαστηρίου τὸ στεγανόν τε καὶ ἄτρεπτον. ὤφθη τότε μειδιᾶσαν πρῶτον τὸ σύννουν ἀεὶ συνέδριον· εἰς πόθον ψυχὰς ἐκίνησας, ἃς οὐκ ἐκίνησαν οὐδὲ θεοὶ δικαζόμενοι. τίς δὲ γένωμαι τὰ τῶν λόγων προσβλέψας θέατρα; ἅ μοι κατʼ οἶκον αὐτὸς ἐκάθιζες, τὸν σαυτοῦ τρόπον ἡδίω μοι πάσης τῆς πανταχόθεν φωνῆς παρασχόμενος. πολέμιά μοι λοιπὸν τὰ πρόσθεν χωρία φίλτατα, καὶ δυσμενῆ ἅπαντʼ ἐμοί, ἃ τὸν ἔμπροσθεν χρόνον προὐκρίνετο. τάφος σοι γέγονε τὸ καλὸν ἄλσος, ὃ τοῖς σοῖς γάμοις ἐφύτευον. ποῦ με περιπτύξῃ παραγενόμενον; ἐπὶ τῆς οἰκίας; ἀλλʼ ἀπέδρας τὴν οἰκίαν μόνου καταλιπὼν αὐτὴν τοῦ σκυθρωποῦ πάθους ὑπόμνημα. ἀλλʼ ἐν τοῖς ἱεροῖς καὶ παχυδένδροις ἄλσεσιν; εὑρήσω μὲν ἐκεῖ σε, εὑρήσω δέ μοι προτείνοντα ἀντὶ τῶν φιλημάτων τὰ δακρύων χεύματα. οἵαν, ὦ γλυκύτατον τέκνον, ὥς φασιν, ἀπὸ τοῦ ἄστεος πομπὴν ἐπόμπευσας εἰς τὸ φίλον ποτὲ χωρίον, νυνὶ δὲ Κιθαιρῶνος τραγικώτερον· οὐχ οἵαν μετὰ τοῦ πατρός, νῦν μὲν ἐφʼ ἵππων, νῦν δὲ ἐπʼ ὀχήματος ὀχούμενος. ὢ τῶν σπουδαίων ἀπομνημονευμάτων θαυμασιώτερα πολλάκις ἀποφθεγξάμενος· ποία μὲν παρῆλθεν ἡμέρα, τίς δὲ ὁδός, τί δὲ χωρίον, ἔνθα μὴ σὸν ῥῆμα χαρίεν, ἢ λόγος εὔστοχος; ἀπέκλεισάς μοι τῷ θανάτῳ τὰς τοῦ ἄστεος πύλας· ποίοις γὰρ αὐτὰς τοῖς ὀφθαλμοῖς ὑπερβήσομαι; ἀπέκλεισάς μοι τὴν Ἐλευσῖνα· πῶς γὰρ ὁ ἐγκαλῶν ταῖς θεαῖς εἴσω τοῦ τεμένους παρελεύσομαι; πῶς Διονύσῳ πιστεύσω, τὸν ἱερόν μοι παῖδα μὴ τετηρηκότι; πῶς Ἀθηνᾷ θύσω, ἣ τὴν Γοργόνα κατὰ τοῦ δαίμονος ὑπὲρ σοῦ, παιδίον, οὐκ ἔσεισε; πῶς τῷ πατρῴῳ προσεύξομαι, πατὴρ ἐπὶ παιδὶ λυπούμενος; πῶς εἰς Ἑλληνικὸν παρέλθω θέατρον, ἵνα μοι γένηται τῶν ἐπιδείξεων ὁ διὰ σὲ θρῆνος προοίμιον; πῶς τοὺς σοὺς ἡλικιώτας προσβλέψας ἐπαρκέσω τῷ πάθει; πῶς τὴν ἐμὴν νεολαίαν ἰδὼν ἀντίσχω τῷ κακῷ; ἣν καὶ τοῦ πατρὸς ἀποδημοῦντος ἐποίμαινες, ἀντὶ τῶν λόγων κυβερνῶν πάντας ταῖς χάρισιν. ἐφρούρησάς μοι τὴν ἡλικίαν τῷ περὶ σὲ πόθῳ· ᾐσχύνετό τις λυπεῖν ἐμέ, σὲ πρὸ ὀφθαλμῶν ποιούμενος· πλέον τὴν σὴν νεότητα πάντες ἢ τοὐμὸν γῆρας ᾐδέσθησαν. ὦ τολμηροὶ λόγοι· κεῖται Ῥουφῖνος, ὑμεῖς δὲ ἔτι νεανιεύεσθε. ὦ δυστυχὴς γλῶσσα, ὦ πρότερον μὲν ὄργανον Μουσῶν, νυνὶ δὲ ἀμούσου δαίμονος. γενέσθω μέρος τοῦ πονηροῦ κομμοῦ ἡ τῶν λόγων τούτων ἀπόδειξις. ὦ γλυκύτατον παιδίον, ὦ πρότερον μὲν πολύευκτον, νυνὶ δὲ πάντων πολυθρηνότατον· ὦ πάλαι μὲν ἔρεισμα τῆς ἐμῆς ἑστίας, νυνὶ δὲ ἀλαμπὴς καὶ σκυθρωποτάτη κατήφεια· ὦ λάμψας μὲν ἑωσφόρου ταχύτερον, ταχὺ δὲ καὶ ἀποσβεσθείς· ὦ πασῶν μὲν δείξας ἐμοὶ φαιδροτέραν ἡμέραν, ὅτε σε εἶδε τὸ πρῶτον ἥλιος, πασῶν δὲ ἀφεγγεστάτην αὖ πάλιν, ἀφʼ ἧς τὴν τραγικὴν καὶ δυστυχῆ φήμην κεκόμισμαι. τί τῶν σῶν καλῶν ἄξιον φθέγξομαι; ποίαν δὲ ἁρμονίαν θρηνώδη καὶ τραγικὴν ἁρμοσάμενος στενάξω τοσοῦτον, ὁπόσον βούλομαι; οἵαν τύχην ἀνθʼ οἵων ἐλπίδων ὁ δαίμων μου κατεψήφισται; θρηνῶ νῦν ὃν δεινότερον ἤλπισα Μινουκιανοῦ φθέγξασθαι, σεμνότερον δὲ Νικαγόρου, Πλουτάρχου δὲ εὐγλωττότερον, Μουσωνίου δὲ φιλοσοφώτερον, Σέξτου δὲ καρτερικώτερον, πάντων δὲ ὁμοῦ τῶν προγόνων λαμπρότερόν τε καὶ κρείττω. αὐτὸς μὲν γὰρ παρεχώρουν ἔτι κουρίζοντί σοι τὰ νικητήρια, καὶ τοὺς σοὺς λόγους τῶν ἐμαυτοῦ λόγων ἡγούμην κρείττονας, προκρίνων ἀεὶ τῶν σπουδασμάτων τὰ σὰ ψελλίσματα. ἀλλὰ ταῦτα πάντα ὁμοῦ συλήσας ὁ δαίμων οἴχεται, ἐμοὶ δὲ ἀφῆκεν ἀντὶ σοῦ θρήνους καὶ δάκρυα. ταύτας μὲν οὖν δέδεξο τὰς χοάς, ἅς σοι παρὰ τῷ ποταμῷ σπένδω τῷ Μέλανι, ὃς εἰ μὲν ἄλλοτέ ποτε τῷ ῥείθρῳ τὴν ἐπωνυμίαν ἐπεσφραγίσατο, εἰδεῖεν ἂν οἱ πεπειραμένοι, νῦν δὲ ἐμοὶ σκυθρωπὸς ὄντως καὶ μέλας ἐγένετο καὶ Κωκυτοῦ καὶ Ἀχέροντος παντὸς στυγνότερος, ὥσπερ λοχήσαντός με τοῦ δαίμονος, ἵνα πάντα ὁμοῦ τῆς σκηνῆς γένηται καὶ τῆς τραγῳδίας ἄξια, ὁ τόπος, ὁ καιρός, ἡ γνῶσις τοῦ δυστυχήματος. νὺξ μὲν γὰρ ὁ καιρός, Μέλας δὲ ὁ τόπος, ἡ δὲ ἀγγελία Ῥουφίνου θάνατος· μέσος δὲ τούτων ὁ πατήρ, θρηνῶν ὁμοῦ καὶ λόγον γράφων, καὶ μεριζόμενος πόνοις ὁμοῦ καὶ δάκρυσι. σὺ μὲν οὖν, ὦ παιδίον, πάντως ἐκεῖσε πεπόρευσαι, ἔνθα ὁ δαίμων ἡγήσατο· ἔσῃ δέ, εἰ δυνατόν, διὰ τοῦ πατρὸς ἀθάνατος, κἂν εἶτα μάλιστα ἄνω που μετὰ θεῶν ἀθύρων καὶ ἐκεῖ κατοπτεύοις τὰ σύμπαντα, μετʼ Ἔρωτος παίζων, μεθʼ Ὑμεναίου κωμάζων, μετὰ Βράγχου μαντεύων, μετὰ Τροφωνίου θεοφορούμενος. οὐ γὰρ εἰκὸς ἦν τοσαύτην ψυχὴν κάτω που δῦναι μᾶλλον ἢ μετὰ θεῶν πολιτεύεσθαι. κοσμήσω σε καὶ ἐπιταφίοις ἀγῶσι, καὶ παραδώσω τῷ χρόνῳ τὸ σὸν ὄνομα, καὶ γενήσομαι τοῦ δαίμονος κατὰ τοῦτο γοῦν τὸ μέρος φιλονεικότερος, ἵνα ἔχῃ μὲν ἐκεῖνος τὸ σῶμα, τὴν δὲ ψυχὴν ὁ οὐρανός, τὴν δὲ δόξαν ἅπαντες ἄνθρωποι.