Μετὰ τὴν τοῦ τραύματος θεραπείαν.
Ἀνοίγειν, ὦ παῖδες, ὥρα τὸ θέατρον, ὅτε καὶ τὴν ὥραν αἱ Μοῦσαι τοῖς λόγοις· ὥσπερ δήπου φασὶ καὶ Ἡσίοδον, ὅτε τὴν μικρὰν ἀπορρίψας σύριγγα, ἐν λύρᾳ συνεῖναι ταῖς Μούσαις ἤθελεν. ἐνταῦθα καὶ τοῖς εἰς ἡμέτερα ξένοις φοιτήσασι πρῶτον ἑστίαν προθώμεθα, ἵνα ὀψέ ποτε παλαιὸν χρέος ἐκτίσωμεν, ἄκοντες μὲν δεῦρο τὴν ὑπερημερίαν ἐκτείνοντες, ἐπεὶ μηδὲ ἡδὺ τοῖς λόγοις σχολή, καθάπερ οἷς ἔθος ἐπὶ συλλογὴν χρημάτων ἀναχωρεῖν ἐθέλειν τοῦ ὁμίλου, ἵνα σεμνότερον δῆθεν τοῖς θεωμένοις ἐντύχοιεν. ἀλλὰ γὰρ δεινὸς ὁ φθόνος οὐ τύχαις μόνον ὑψηλαῖς, ἀλλὰ καὶ γλώτταις λυμαίνεσθαι, καὶ πολὺ μείζων πρὸς λόγους ἢ τύχην ἡ μάχη τῷ φθόνῳ. ἡ μὲν γὰρ μικροτέρα τύχη πολλάκις ἐπικομίσασα οὐ λίαν κνίζει τὸν φθόνον, γλῶσσα δὲ ὑψηλὴ καὶ ὑπέρογκος αὐτῆς που μέσης τοῦ φθόνου τῆς καρδίας οἶμαι στοχάζεται. ταῦτά τοι Σαρδαναπάλῳ μὲν τῶν ἄλλων ἁπάντων οὐδεὶς ἀνθρώπων ἐφθόνησε, καίτοι μυρίων μὲν ἡγεῖτο ἀνθρώπων, μικρὸν δὲ ἀπεῖχεν ὑπὸ τοῦ περὶ τὸ σῶμα κόσμου τὸ μὴ καὶ χρυσοῦν νομίζεσθαι. Παλαμήδην δὲ καὶ Ὀρφέα οὐ πρότερον ἀνῆκεν ὁ φθόνος ἐπηρεάζων, πρὶν τὸν μὲν ἔργον μανίας, τὸν δὲ συκοφάντου εἰργάσατο. εἶδον δὲ ἐγὼ καὶ ἐν Ὁμήρου πεδίοις τῶν ἡμιθέων πολλοὺς ἄθυρμα τοῦ φθόνου γεγενημένους καὶ παίγνιον· οὔτασται μὲν ὁ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δʼ Ὀδυσεὺς ὁ δορικλυτός, ἠδʼ Ἀγαμέμνων· ὅλην ἡρώων διώκει φάλαγγα ὁ φθόνος ἐκ μάχης τοῖς τραύμασιν. ἔπληξε δὲ ἄρα καὶ θεοὺς αὐτοὺς ἡ ποίησις, ὥσπερ παραμυθεῖσθαι τοὺς ἀρίστους βουλομένη τῶν ἀνδρῶν, ὅτι καὶ ἄχρι οὐρανοῦ βάλλει τὸ βέλος ὁ φθόνος. Θερσίτης δὲ ἄρα μόνος Ὁμήρῳ οὐ τέτρωται· οὐ γὰρ εἶχεν οὐδὲν διʼ οὗ λυπήσῃ τὸν φθόνον. Ἀλλὰ «τέτλαθι δὴ κραδίη», σοφὸς ἀνὴρ μετὰ Κύκλωπας καὶ Λαιστρυγόνας καὶ θάλασσαν. ἀλλὰ τί δεῖ Ὀδυσσέως ἐμοί; τί δὲ Ὁμήρου καὶ Κύκλωπος; φέρε οὖν ἐκ Μουσῶν, φέρε ἐκ λύρας τοῦ μώμου τὴν μάχην παραμυθώμεθα. ἥρμοσε μὲν καὶ Ἀνακρέων μετὰ τὴν νόσον τὴν λύραν, καὶ τοὺς φίλους ἔρωτας αὖθις διὰ μέλους ἠσπάζετο· ἥρμοσε δὲ καὶ Στησίχορος μετὰ τὸ πάθος τὴν φόρμιγγα. Ἴβυκον δὲ κατέχει λόγος ἀπολισθεῖν μὲν ἐξ ἅρματος, ἐς Ἱμέραν ἀπὸ Κατάνης ὀχούμενον· συντριβείσης δὲ αὐτῷ τῆς χειρὸς συχνόν τινα χρόνον ἀπῳδὸν γενέθαι, τὴν λύραν δὲ ἀναθεῖναι Ἀπόλλωνι. ἀλλὰ γὰρ ἅλις κακῶν, ἅλις ὀδύνης καὶ νόσου· φθόνου δὲ ἴσως οὐχ ἅλις, ἕως ἂν οἱ λόγοι χρυσαῖς κουφίζωνται πτέρυξι. πάλιν φθεγγώμεθα, πάλιν χορηγῶμεν τῷ φθόνῳ· ἀμβλῦναι δὲ τὰς ἀκίδας αὐτοῦ πάντως μελήσει ταῖς Μούσαις, ὑφʼ αἷς οἱ λόγοι ποιμαίνονται. νυνὶ γὰρ Μουσῶν ἠχοῦσι σάλπιγγες, ναυτῶν δὲ λήγει κελεύσματα· καὶ τέττιγες μὲν τῶν μελῶν παραχωροῦσι τοῖς λόγοις, ἀηδόνες δὲ σοφισταῖς τῆς εὐστομίας ἀφίστανται· καὶ Νεῖλος μὲν λήγει τοῖς ῥεύμασι, καὶ ποταμὸς ἡ τέως θάλασσα, πλημμυροῦσι δὲ Μουσῶν καὶ ποταμοὶ καὶ νάματα. φέρε οὖν πρὸ τελετῆς καὶ ἀνακτόρων, ἅ τε ποιεῖν θέμις ἅ τε μὴ ποιεῖν, κηρύττωμεν. ἀκουέτω πᾶς μύστης καὶ ἐπόπτης ἀνήρ. σφαῖρα μὲν ἐρρίφθω χεροῖν, γραφεῖον δὲ ἔστω τὸ σπούδασμα· κεκλείσθω μὲν παλαίστρας παίγνια, ἀνοιγέσθω δὲ τὰ τῶν Μουσῶν ἐργαστήρια· ἄφες τὸν στενωπόν, οἰκούρει πλέον καὶ γράφε· μίσει πάνδημον θέατρον, δὸς ἀκοὴν θεάτρῳ κρείττονι· τρυφὴ δὲ καὶ χλιδὴ πόνων ἀλλότρια· αὐχμῶν μοι φαίνου καὶ τρυφῆς κρείττων γενόμενος. τουτὶ τὸ κήρυγμα καὶ οὗτος ὁ νόμος πολὺς ἐν βραχέσι τοῖς ῥήμασιν. ὑμῶν δὲ ὅστις μὲν ἀκούει καὶ πείθεται, πολὺν ἠχήσει τὸν Ἴακχον· τῷ δὲ ἀπειθοῦντι καὶ παρακούσαντι κρύψω τὸ πῦρ καὶ κλείσω λόγων ἀνάκτορα. κοινὸν μὲν πάντων τὸ κήρυγμα, μάλιστα δὲ ἔστι πρὸς ὑμᾶς, ὦ νέοι, τοὺς ἀρτιτελεῖς τε καὶ νέον παρʼ ἡμᾶς ἥκοντας, ὧν τὸν μὲν Ἀργαῖος ἔπεμψεν, ὑφʼ ᾧ γένος ἐμὸν χρυσοῖς βλαστάνει τοῖς ὅρπηξι, τὸν δὲ Γαλατῶν δῆμοι καὶ πόλεις, πρώτην ταύτην τὴν ἀποικίαν παρὰ τοὺς λόγους ἐκπέμψασαι. ἥκουσι δέ τινες ἐπὶ μυστηρίῳ καὶ ποταμῷ Καΐκῳ γείτονες, ὃν χρυσοῖς οἶμαι τότε κυμῆναι τοῖς νάμασιν, ὅταν ἀφʼ ἡμῶν εἰς αὐτὸν ἡ ξυνωρὶς αὕτη πορεύηται. ἔστι δέ τις ἄρα ἐν μύσταις καὶ Νειλῷος χορός, ὃν ἀπʼ Ἰλισσοῦ Μουσῶν κοσμήσαντες στέμμασιν Αἰγύπτῳ σὺν λύρᾳ πέμψομεν, ἵνʼ Ἀττικοῖς σείστροις ὑμνήσῃ τὴν Νείλου θάλατταν. ἡ μὲν οὖν πρόρρησις καὶ δὴ προείρηται· ἡμεῖς δὲ ἱερὰ μύσταις καὶ ἔργῳ καὶ λόγῳ φαίνωμεν.