Εἰς τοὺς Ἴωνας ξένους.
Χθὲς ἁβρᾷ Μούσῃ τὴν Ἰωνίαν προσείπομεν, παίζοντες ἅμα καὶ τῷ λόγῳ τὸ ἄστυ μετὰ τῶν λόγων θεώμενοι· νῦν δὲ αὐτοῖς πάλιν τὸν ὄρθιον νόμον προσᾴσωμεν. οὐ γὰρ οἱ λινοῖ χιτῶνες οὐδὲ ὁ χλιδῶν ἐκεῖνος κρωβύλος, οὐδὲ ἡ τρυφῶσα τράπεζα τῆς Ἰωνίας μόνον τὸ γνώρισμα, ἀλλὰ καὶ σπουδὴ καὶ λόγοι καὶ ὅπλα καὶ μάχαι· καὶ σχεδὸν εἰπεῖν, ἐφʼ οἷς οἱ πατέρες, καὶ τὸ τῶν Ἰώνων γένος σεμνύνεται. ἐπέζευσαν μὲν Αἰγαῖον, τὴν Περσῶν ὕβριν καθαιροῦντες, ἔπλευσαν δὲ Ἰόνιον, τὴν Σικελίαν οἰκίζοντες, καὶ τοὺς Ἰταλῶν δήμους Ἑλλάδα κληθῆναι τῇ Πυθαγόρου γλώττῃ κατέδειξαν. τὴν δὲ ἡμετέραν τέχνην λεπτὴν τέως οὖσαν καὶ ἄσκευον, ὅρον τε ἔχουσαν τὸν λόγον ἐπὶ τὰ δικαστήρια, ὑψηλὴν ἄρα μετεωρίσαντες μεῖζον ἠχῆσαι τῆς τραγῳδίας ἐποίησαν· Ἰωνικὴ δὲ καὶ ἡ πολλὴ λύρα καὶ ἰατρικὴ καὶ ποίησις. καὶ μὴν τῆς Ἡρακλείτου σοφίας, ὑφʼ ἧς πτερωθεῖσα ἡ Πλάτωνος φύσις τὴν ὑπεράνω τῶν λόγων γνῶσιν ἐπώπτευσεν, οὗτοι πολῖται καὶ συγγενεῖς. ἐκεῖ καὶ ποταμοὶ ποιητὰς γεννῆσαι λέγονται καὶ τὴν Ὁμήρου φύσιν Μέλητι πάντες χαρίζονται. ταῦτά τοι καὶ ὁ Μουσηγέτης τὴν ὑφʼ ἥλιον πᾶσαν πρὸς τὴν ἀδελφὴν νειμάμενος, αὐτὸς μὲν οἰκεῖ παρʼ Ἕλλησιν, Ἀρτέμιδος δὲ ἀπέδειξε κλῆρον ὑπάρχειν τὴν Ἔφεσον· μᾶλλον δὲ περιπτύσσων τῇδε κἀκεῖσε τὴν πόλιν, ἔνθεν μὲν ἐκ Βραγχιδῶν, ἑτέρωθεν δὲ ἐκ Κολοφῶνος πλήττει τοὺς τρίποδας. ταῦτα διʼ ὑμῶν, ὦ φίλοι ξένοι, τὴν Ἰωνίαν προσφθέγγομαι· ἀπαγγέλλειν δὲ αὐτοῖς, ὅτι τῶν δικαίων λόγων γλώττης ἀφʼ ἡμετέρας τυγχάνουσιν. ἐγὼ δὲ ὑμῖν διήγημα Ἀττικόν τε ὁμοῦ καὶ Ἰωνικὸν διηγήσομαι. ἦν Διονύσια, καὶ τὸ θέατρον εἶχε μετὰ τῆς λύρας ὁ Πίνδαρος συνηθείᾳ· ξένοι δέ τινες ἄρα Ἴωνες, Ἰώνων τὰ πρῶτα, τῶν ὅσοι εἰς Κόδρον καὶ Νηλέα ἑαυτῶν τὸ γένος ἀναβιβάζουσι, πῦρ τὸ μυστικὸν καὶ τὴν τελετὴν τὴν κατʼ Ἐλευσῖνα ποθήσαντες, ἧκον Ἀθήναζε. καταλαμβάνουσι δὲ ἄρα τὸν Πίνδαρον ξυνωρίδα τινὰ νέων ἄρτι τελεῖν ἀπαρχόμενον. ὁ δὲ ἡσθεὶς ταῖς Μούσαις τότε μὲν ὡς εἶχεν, ἐπειδή τις αὐτῷ καὶ ἀρρωστία συνέπεσε, μικρῷ τινι μέλει τὴν παρουσίαν αὐτῶν ἠσπάσατο· εἰπὼν δὲ ἥκειν αὔριον εἰς θέατρον, εἰς ὄρθιον νόμον τὴν λύραν αὐτοῖς μεθήρμοσεν.