eul_wid: ghw-aa
ῬητορικήRhetoric
Lachares the Sophist Rhetoric PDF
| 291 (1t) | Λαχάρου σοφιστοῦ. Περὶ τοῦ τὴν ῥητορικὴν ὑπὸ τοὺς πόδας εἶναι τοὺς ἐν τοῖς μέτροις καὶ μὴ ἀδιαφόρως ὡς οἱ πλείους νομίζουσιν. Ἅπαντες μὲν σχεδὸν ἄνθρωποι τὴν ῥητορικὴν νομίζουσι τέχνην οὐδαμῶς ὑπὸ τοὺς καλουμένους συντάττεσθαι πόδας, οὔτ’ εὐρυθμίας μουσικῆς μετέχειν οὔτ’ ἐγγὺς μετρικῆς 〈εἶναι〉 μεθόδου. οὐχ ἥκιστα δὲ ὅσοι συγγράφειν ἐθέλουσι λόγους, τῇ τοιαύτῃ περὶ τῆς τέχνης κεκράτηνται δόξῃ φυσικῇ τόλμῃ τῷ λέγειν καθάπερ 〈οἱ〉 πολλοὶ τῷ τρέχειν χρώμενοι μὲν εὐκόλως, ‚ἰθυντῆρος ἄτερ‛, ἥκιστα δὲ ἐπ’ εὐθείας μετὰ ἀσφαλείας βαδίζοντες. ἐπειδὴ τοίνυν ὁ παύειν τοὺς ἀδικοῦντας δεινός, μὴ παύων δὲ τῇ τῶν ἀδίκων συντάττεται μοίρᾳ, τούτου δὴ χάριν ἀδικουμένῃ τῇ τέχνῃ· μᾶλλον δὲ δεῖ γὰρ εἰπεῖν τ’ ἀληθέστερον ἀδικουμένων τῶν περὶ αὐτὴν μερῶν [τῶν] ῥαθύμως καὶ κλεπτομένων· οὐχ ἥκιστα παῦσαι τὴν βλάβην ‚ἐὰν ἄρα οἷός τε ὦ‛ κατὰ τὸν Δημοσθένους βουλευσάμενος λόγον ἐπὶ τὸ συνταγμάτιον ἐλήλυθα τοῦτο, πρᾶγμα γενναῖον καὶ χρήσιμον τοῖς λέγειν κατὰ τοὺς ἀρχαίους ὀρεγομένοις. Ἄπιστον μὲν οὖν οἶδ’ ὅτι πάντες ἂν ἐνόμισαν εἶναι δικαίως χωρὶς ἀποδείξεως ἐκ λόγων μόνον ὑπὸ τοὺς πόδας τὴν ῥητορικὴν οὖσαν ὑπό τινος εἴπερ ἀκούοιεν, ὅθεν ἐγγράφως ἐκθέσθαι τὸ τοιοῦτο τοῖς φιλομαθέσιν ἐσπούδακα· καὶ τοῦτο οὐκ ἐκτὸς μαρτυρίας ἀνδρῶν ἀγαθῶν καὶ πάσης ἐπιστημόνων σοφίας, Διονυσίου τοῦ Ἁλικαρνασσέως φημὶ καὶ Λογγίνου τοῦ φιλολόγου 〈τοῦ φιλολόγων〉 ὁμιλιῶν βιβλία συντάξαντος καʹ Ἑρμογένους τε τοῦ καὶ τὴν τέχνην ἐκθεμένου καλουμένην οὕτω τῶν στάσεων καὶ τὴν περὶ ἰδεῶν μετ’ ἐκείνην ποικίλης τινὸς καὶ καλλίστης πραγματείας πλήρη, ὥστ’ ἐξ ἁπάντων † γνώριμα τὰ μὴ πᾶσι γίνεσθαι γνώριμα. |
| 292 | Διονύσιος τοίνυν ὁ Ἁλικαρνασσεὺς ἐν τῷ περὶ συνθέσεως ὀνομάτων πολλὰ καὶ ποικίλα περὶ στοιχείων καὶ συλλαβῶν ἔτι μὴν καὶ ῥυθμῶν καὶ κώλων διεξελθὼν προσέθηκε λέγων· ‚φέρε δὴ τί οὐχ ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ μεγαλοπρεπῶς τὴν Θουκυδίδου λέξιν τὴν ἐν τῷ ἐπιταφίῳ ταύτην· ‚οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν,‛ τί οὖν ἐστὶ ὃ πεποίηκεν ταύτην μεγαλοπρεπῆ τὴν σύνθεσιν; τὸ ἐκ τοιούτων συγκεῖσθαι ῥυθμῶν τὰ κῶλα. τρεῖς μὲν γὰρ οἱ τοῦ πρώτου προηγορουμένοι σπονδεῖοι κώλου οἷδε πόδες εἰσίν· ὁ δὲ τέταρτος ἀνάπαιστος· ὁ δὲ με τ ’ αὐτὸν αὖθις σπονδεῖος· ἔπειτα κριτικό ς , πάντες ἀξιώματος μετέχοντε ς. καὶ τὸ μὲν πρῶτον αὐτοῦ κῶλον διὰ τοῦτό ἐστι σεμνόν· τὸ δὲ ἑξῆς τουτί ‚ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε‛. * δύο μὲν ὑποβακχείους ἔχει τοὺς πρώτους πόδα ς · κριτικὸν δὲ τὸν τρίτον· εἶτ’ αὖθις ὑποβακχείους δύο καὶ συλλαβὴν ὑφ’ ἧς τελειοῦτε τὸ κῶλον, ὥστε εἰκότως σεμνόν ἐστι καὶ τοῦτο ἐκ τῶν εὐγενεστάτων * καὶ καλλίστων ῥυθμῶν συγκείμενον. τὸ δὲ * τρίτον κῶλον ‚ὡς καλὸν ἐπὶ τοῖς ἐκ * πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν‛· ἄρχεται μὲν ἀπὸ τοῦ κριτικοῦ ποδός· δεύτερον δὲ λαμβάνει τὸν ἀνάπαιστον *** εἶτα δύο τοὺς ἑξῆς δακτύλους καὶ σπονδείους δύο τοὺς τελευταίους· εἶτα κατάληξιν. εὐανθὲς δὴ καὶ τοῦτο διὰ τοὺς πόδας γέγονε. καὶ κατὰ πλεῖστά * ἐστι παρὰ Θουκυδίδους τοιαῦτα, μᾶλλον δὲ ὀλίγα μὴ οὕτως ἔχοντα, ὥστε εἰκότως ὑψηλὸς εἶναι δοκεῖ καὶ καλλιεπὴς * εὐγενεῖς ἐπάγων ῥυθμούς. |
| 293 | ‛ καὶ ταῦτα μὲν Διονύσιος 〈περὶ Θουκυδίδου〉, περὶ δὲ Πλάτωνος καὶ Δημοσθένους ὡς ἄριστα πάνυ καὶ αὐτῶν τῇ φράσει κατὰ τοὺς πόδας κεχρημένων λέγει. (115, 12), Τὴν δὲ δὴ Πλατωνικὴν λέξιν ταύτην ἔν τινι ῥυθμῷ κοσμηθεῖσαν οὕτως ἀξιωματικὴν * φαίη τις * καὶ καλήν, εἰ * τῷ συγκεῖσθαι διὰ τῶν καλλίστων τε καὶ ἀξιολογωτάτων ῥυθμῶν; καὶ γὰρ * τῶν πάνυ θαυμαστῶν καὶ περιβοήτων ἐστὶν ᾗ κέχρηται ὁ ἀνὴρ κατὰ τὴν τοῦ ἐπιταφίου ἀρχὴν οὕτω ς · ‚ἔργων μὲν ἡμῖν οἵδε ἔχουσι τοὺς προσήκοντάς φησιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν‛. ἐν τούτοις δύο μέν εἰσι ἃ συμπληροῖ τὴν περίοδον κῶλα, ῥυθμοὶ δὲ οἱ ταῦτα διαλαμβάνοντες οἵδε· ὑποβάκχειος μὲν ὁ πρῶτος· οὐ γὰρ δή γε ὡς ἰαμβικὸν ἀξιώσαιμ’ ἂν ἔγωγε τὸ κῶλον τουτὶ ῥυθμίζειν ἐνθυμούμενος, ὅτι οὐκ ἔτι τροχαλοὺς οὔτε τραχείων ἀλλ’ ἀναβεβλημένης καὶ βραδεῖς τοῖς οἰκτιζομένοις ἀποδιδόναι προςήκει τοὺς λόγου ς· σπονδεῖος δὲ ὁ δεύτερο ς· ὁ δ’ ἑξῆς δάκτυλος διαιρουμένης τῆς συναλειφῆ ς · εἶ θ ’ ὁ με τ ’ αὐτὸν σπονδεῖος καὶ ὁ ἐξῆς αὖθις σπονδεῖος καὶ ὁ με τ ’ αὐτὸν βακχεῖο ς· ὁ δὲ τελευταῖος *** ἀνάπαιστος· εἶτα κατάληξις. τούτων τῶν ῥυθμῶν οὐδεὶς ταπεινὸς οὐ δ ’ ἀγεννής· * ἑξῆς κώλου τοῦ ‚ὧν τυχόντες *** ‛ δύο * εἰσὶν οἱ πρῶτοι πόδες κριτικο ί· σπονδεῖοι * με τ ’ αὐτοὺς δύο, μεθ’ οὓς αὖθις κριτικό ς · εἶτα τελευταῖος ὑποβάκχειος. ἀνάγκη τοίνυν τὸ ὑπὸ πάντων συγκείμενον κῶλον ῥυθμῶν καλῶν καλὸν εἶναι λόγον‛. οὕτως μὲν οὖν περὶ τῆς Πλάτωνος καὶ πρὸ αὐτοῦ τῆς Θουκυδίδους λέλεκται φράσεως δεικνύντι διὰ τῶν ποδῶν τὴν ἀρίστην αὐτοῖς ἐκτεθεῖσθαι φράσιν. περὶ Δημοσθένους 〈δὲ〉 λέγει ὅτι (119, 1) ‚ὅρος * τίς ἐστι ἐκ γλώττης καὶ ὀνομάτων καὶ κάλλους συνθέσεως Δημοσθένου ς· ἐν γὰρ τῷ περὶ τοῦ στεφάνου λόγῳ τρία μέν ἐστιν ἃ τὴν πρώτην πληροῖ περίοδον κῶλα, οἱ δὲ * αὐτὰ καταρυθμοῦντες ῥυθμοὶ οἵδ ε· ‚πρῶτον μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαισ‛· ἄρχει δὲ * τοῦ κώλου ὑποβάκχειος ῥυθμός· ἑξῆς δὲ σπονδεῖος· εἶτα ἀνάπαιστος καὶ με τ ’ αὐτὸν ἕτερος σπονδεῖος· εἶτα ἑξῆς κριτικοὶ τρεῖς· σπονδεῖος δὲ * τελευταῖος. |
| 294 | τοῦ δὲ δευτέρου κώλου το ῦ· ‚ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῷ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν‛. πρῶτον μὲν ὑποβάκχειός ἐστι πούς· εἶτα παλιμβάκχειο ς, εἰ δὲ βούλεταί τις, δάκτυλος· ἔπειτα κριτικό ς, μεθ’ οὕς εἰσι δύο σύνθετοι πόδες, οἱ καλούμενοι παίωνε ς, οἷς ἕπεται μολοττὸς ἢ βακχεῖος· ἐγχωρεῖ γὰρ ἑκάτερος αὐτῶν διαιρεῖν· τελευταῖος δὲ * σπονδεῖος. τοῦ δὲ τρίτου κώλου τοῦ δεῖ ‚τοσαύτην ὑπάρξαι * ὑμῖν εἰς τουτονὶ τὸν ἀγῶνα‛· ἄρχουσι μὲν ὑποβάκχειοι δύο· ἔπειτα κριτικό ς, ᾧ συνῆπται σπονδεῖος· εἶτα εὐθὺς βακχεῖος καὶ κριτικό ς· εἶτα κατάληξις.‛ Τοσαῦτα μὲν Διονύσιος περὶ Θουκυδίδους καὶ Πλάτωνος καὶ Δημοσθένους, ἃ δὲ καὶ Λογγῖνος ἐν τῷ δευτέρῳ τῶν φιλολόγων ἐπιγραφομένῳ ἐπίγραφος † βιβλίῳ ἐξέθετο παραθεῖναι δίκαιον. ἔστι δὲ ταυτί· ‚Σεμνὴ καὶ ἡδεῖα γίνεται λέξις, πρῶτον μὲν ἐὰν ταῖς περιόδοις συμμέτρως προίῃ, καὶ μήτε βραχείαις μήτε ἄγαν μακραῖς· τὸ μὲν γὰρ ἀηδὲς διὰ τὴν ἀσάφειαν, τὸ δὲ ταπεινὸν διὰ τὸ ἀποκεκόφθαι. ἔπειτα ἐὰν κώλοις εἴῃ διειλημμένη· εὐκρινὴς γὰρ οὕτω καὶ καθάπερ σῶμα διηρθρωμένη ἡδύνειν ἂν τὴν ἀκοὴν δύναιτο. δεῖ δὲ αὐτὰ μήτε ἀπισῶσθαι παντάπασιν· προσκορὴς γὰρ ἡ ὁμοιότης· μήτε ἀσυμμετρίᾳ τῶν μεγεθῶν προιέναι· τὸ γὰρ ἄτοπον οὐχ ἡδύ. Ὅτι ὁ ἡρῷος μετὰ τοῦ λαμπροῦ καὶ τὸ ἡδὺ πρὸς τὴν ἀκοὴν ἔχει, ὁ δὲ παίων· τούτου γὰρ ὡς γένος οἱ πεντάχρονοι μετέχουσι πάντες· ὀγκώδης καὶ διεγηγερμένος. ὅθεν αὐτὸν καὶ οἱ ποιηταὶ πρὸς τὰ μείζω καὶ σεμνότερα ἕλκουσιν. Ὅτι μεγαλοπρεπεῖς σπονδεῖος, ἀμφίμακρος, μολοττός, δάκτυλος.‛ Τοσαῦτα καὶ Λογγῖνος ἀπέδειξεν ὡς οὐχ ἁπλῶς προσήκει τῷ λέγειν προσέχειν, ἀλλὰ τὸν βουλόμενον συντιθέναι λόγους τοῖς ποσὶ κεχρῆσθαι σπουδάζειν πρεπώδεσιν· ὁ γὰρ ἐκτὸς τούτου συγκείμενος λόγος οὐ σπουδαῖος δείκνυται τῇ συντάξει, κἂν λέξεσιν ἀκριβῶς κεκοσμῆσθαι δοκῇ. Φέρε δὴ καὶ τῇ καθ’ Ἑρμογένη περὶ τῆς τέχνης χρησώμεθα δόξῃ, ὥστε καὶ τῇ τοῦδε τοῦ ἀνδρὸς μαρτυρίᾳ βεβαιωτέραν τὴν κατὰ αὐτὴν ἀρετὴν δειχθῆναι καὶ τοῖς παράδοξον τὸ τοιοῦτο νομίζουσι τὴν ῥητορικὴν ὑπὸ πόδας 〈μετρικοὺς εἶναι καὶ μουσικῆσ〉 ἁρμονίας τυγχάνειν σαφέστατον εἶναι τεκμήριον μηκέτι ἀμφιβάλλειν τῇ τῶν γραμματικῶν ἀγόμενος † νόσῳ. |
| 295 | Ἑρμογένης τοίνυν ἐν τῇ περὶ τῶν ἰδεῶν τέχνῃ οὕτω πως διεξελήλυθεν. ‚Συνθήκη * καθαρὰ πρῶτον μὲν * ἁπλῆ καὶ μηδὲν περὶ συγκρούσεως τῶν φωνηέντων μικρολογουμένη· ἐπιμελὲς δὴ καὶ τοῦτο * καὶ λόγου κεκαλλωπισμένου μᾶλλον ἢ ἁπλοῦ τε καὶ καθαροῦ, ἔπειτα ἡ λογοειδεστέρα, οἷον ἰαμβική τις ἢ τροχαϊκή· ἧττον γὰρ ἡ τοιαύτη διῆρται ὥσπερ τὸ ‚ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ‛. οὐ δεῖ δὲ καὶ τὸ ἀκριβὲς ἀπαιτεῖν ἐνταῦθα, οὐ γὰρ οἷόν τε, ἀλλ’ ἐξαρκεῖ τὸ τέως μάλιστα * κατ’ ἀρχὰς τῶν κώλων τοιούτους εἶναι τοὺς πόδας. καὶ * πλείους κατὰ τὴν * σύνθεσιν τοῦ λόγου τοὺς τροχαϊκοὺς καὶ μέσους τῶν δακτύλων τε καὶ ἀναπαίστων. ἢ τῶν τοιούτων * εὑρίσκεσθαι· καὶ * ὅλως δεῖ μεμῖχθαί τινας αὐτοῖς καὶ ἑτέρους πόδας, ἵνα μὴ τέλεον ἔμμετρος ὁ λόγος γίγνητα ι, ἀλλ’ ἔχει μέν τι καὶ μέτρου, λέγω δὲ τοῦ φυσικοῦ, μὴ μέντοι δὴ παντάπασιν μέτρον ᾖ. τὸν γάρ τοι ῥυθμὸν τὸν ἐν τῷ παιζῷ λόγ ῳ, ὃν ἡ ποιὰ συνθήκη * μετὰ τῆς ἀναπαύσεως, οὐδὲν ἄλλο ἢ μέτρον ** εἶναι δοκεῖν ‛. ἔτι μὴν ὁ αὐτὸς Ἑρμογένης ἐν τῇ αὐτῇ τέχνῃ λέγει περὶ τῆς διὰ τῶν ποδῶν συνθήκης ταυτί· (294, 27) ‚Συνθῆκαι * μὲν σεμναὶ αἱ τῆς μὲν συγκρούσεως εἵνεκα τῶν φωνηέντων μὴ μικρολογούμεναι, τῷ δὲ ὅλῳ δακτύλῳ δακτυλικαί τε * καὶ ἀναπαιστικαὶ καὶ παιωνικαί ἐστι ὅτε καὶ ἰαμβικαὶ σπονδιακαὶ δὲ μᾶλλον.‛ Κῶλον τοίνυν ἐστὶ μόριον λόγου 〈συγκείμενον〉 ἐκ δύο 〈ἢ〉 καὶ πλειόνων ὀνομάτων τελειοῦν τὴν ἐπὶ μέρους διάνοιαν πρὸς ἕτερον κῶλον παρακείμενον. κόμμα δέ ἐστι καὶ αὐτὸ μόριον λόγου συγκείμενον ὁμοίως ἐκ δύο ἢ καὶ πλειόνων ὀνομάτων αὐτοτελῆ διάνοιαν ἀπαρτίζον. τοῦτο τὸ κόμμα συγκεῖται τὸ μὲν τέλειον ἐκ συλλαβῶν ηʹ, ‚πλεῖον δὲ οὐδαμῶς, πολλάκις δὲ ἐξ ὀλιγωτέρων τῶν ὀκτώ, οἷον καὶ ἓξ καὶ πέντε καὶ τεσσάρων συλλαβῶν, εἰ πληροῖ μόνον τὴν αὐτοτελῆ διάνοιαν καθ’ ἑαυτὸ χωρὶς ἑτέρου κόμματος παραθέσεως, ὡς ἐν τῷ κατὰ μειδίου ταυτί· ‚πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενοσ‛. |
| 296 | Τὸ δὲ κῶλον τὸ μὲν βραχὺ καὶ κομματικὸν συλλαβῶν ἐστὶ θʹ ἢ τὸ μήκιστον ιʹ, πλεῖον δὲ οὐδαμῶς, πολλάκις δέ τι τοῦ κόμματος εὑρίσκεται κονδότερον, μόνον εἰ πληροῖ τὴν ἐπὶ μέρους διάνοιαν πρὸς ἕτερον κῶλον παρακείμενον, οἷά ἐστι ἐν τῷ περὶ τοῦ στεφάνου ταυτί· ‚εἰ γὰρ ἦν Αἰακὸς ἢ 〈Ῥαδάμανθυς ἢ〉 Μίνως ὁ κατηγορῶν, ἀλλὰ μὴ σπερμολόγος περίτριμμα ἀγορᾶσ‛ [‚ἀρουραῖος Οἰνόμαος, παράσημος ῥήτωρ‛]. τούτων ἕκαστον κῶλόν ἐστι κομματικὸν πληροῦν τὴν ἐπὶ μέρους διάνοιαν τῷ προσυπακούεσθαι τὸ κατηγορῶν. καὶ πλεῖστά γε τοιαῦτά ἐστιν εὑρεῖν παρὰ τῷ ῥήτορι, ὡς καὶ ἐν τῷ κατὰ Μειδίου ταυτί· ‚Μειδίας Ἀναγυράσιος προβέβληται. Πλουτάρχῳ προξενεῖ· τὰ ἀπόρρητα εἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ‛. καὶ τούτων γὰρ ἕκαστον πληροῖ τὴν ἐπὶ μέρους διάνοιαν προσυπακουομένῳ τῷ ‚Μειδίας Ἀναγυράσιος προβέβληται‛. καὶ τῶν ἓξ δὲ συλλαβῶν εὑρίσκεται κονδότερα κῶλα, ὡς τὸ ‚ἄνδρες δικασταί‛· καθ’ αὑτὸ γὰρ ὑπάρχον πεντασύλλαβον πληροῖ τὴν ἐπὶ μέρους διάνοιαν προσυπακουομένου τοῦ ‚μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον‛. καὶ ταῦτα μὲν δὴ περὶ τοῦ κομματικοῦ κώλου λελέχθω μετρίως. Περὶ δὲ τοῦ τελείου κώλου γνωστέον ταδί· ὡς τὸ ἀπηρτισμένον κῶλον καὶ εὔρυθμον ἕως ὀκτωκαίδεκα συλλαβῶν ἀπαρτίζεται· τὸ γὰρ ὑπερβαῖνον τὰς ὀκτωκαίδεκα σχοινοτενὲς καλεῖται καὶ ἔκλυτον, ὅπερ προοιμίοις ἁρμόζει μόνοις, καὶ τούτοις σπανίως. Πόδες τοίνυν ἐμπίπτουσιν εἰς τὸ κῶλον ἤτοι τὸ κόμμα ιζʹ· δισύλλαβοι μὲν τρεῖς οἵδε· σπονδεῖος ἐκ δύο μακρῶν, τετράχρονος, οἷον ἥρως· ἴαμβος ἐκ ⏑ καὶ –, τρίχρονος, οἷον Σόλων· σπανίως πάνυ τροχαῖος ἐκ – καὶ ⏑, τρίχρονος, οἷον δῆμος. τρισύλλαβοι 〈δὲ〉 οἵδε· δάκτυλος ἐκ – καὶ βʹ ⏑⏑, τετράχρονος, οἷον ἥλιος· ἀνάπαιστος ἐκ βʹ ⏑⏑ καὶ –, τετράχρονος, οἷον Πολέμων· βακχεῖος ἐκ ⏑ καὶ βʹ ––, πεντάχρονος, οἷον νοήμων· παλιμβάκχειος ἐκ βʹ –– καὶ ⏑, πεντάχρονος, οἷον Ἥφαιστος· ἀμφίμακρος ἐκ – καὶ ⏑ καὶ –, πεντάχρονος, 〈οἷον〉 ἡγεμών· μολοττὸς ἐκ γʹ –––, ἑξάχρονος, οἷον Ἡρώδης. |
| 297 | τετρασύλλαβοι δὲ οἵδε· παίων αʹ ἐκ – καὶ γʹ ⏑⏑⏑, πεντάχρονος, οἷον Στησίχορος· παίων δʹ ἐκ γʹ ⏑⏑⏑ καὶ –, πεντάχρονος, οἷον Ἐπιγένης· ἰωνικὸς ἀπ’ ἐλάττονος ἐκ βʹ ⏑⏑ καὶ βʹ ––, ἑξάχρονος, οἷον Διομήδης· ἐπίτριτος αʹ ἐκ ⏑ καὶ γʹ –––, ἑπτάχρονος, οἷον Ἀριστείδης· ἐπίτριτος βʹ ἐκ – καὶ ⏑ καὶ βʹ ––, ἑπτάχρονος, οἷον Εὐρυμήδης· ἐπίτριτος γʹ ἐκ βʹ –– καὶ ⏑ καὶ –, ἑπτάχρονος, οἷον Δημοσθένης· διίαμβος ἐκ ⏑ καὶ – καὶ ⏑ καὶ –, ἑξάχρονος, οἷον Ἀνακρέων· δισπόνδειος ἐκ δʹ ––––, ὀκτάχρονος, οἷον Ἡρακλείδης. Οὐχ ἅπαντες ὑφ’ ἓν ἐμπίπτουσιν· οὔτε γὰρ ἐνδέχεται· ἀλλ’ ὅνπερ τρόπον ἐπὶ τοῦ ἔπους, τὸν αὐτὸν χρὴ καὶ ἐπὶ τοῦ κώλου φυλάττοντας τάττειν ἐκ τῶν προρρηθέντων, οὕσπερ ἂν εὕροιμεν ἐπιτηδείους εἰς τὸν νοῦν ὄντας ὅνπερ συγγράφομεν. χρὴ τοίνυν τοὺς πόδας πειρᾶσθαι † μὴ θέσει συντάττειν ἀλλὰ *** *** φύσει μακρὰ καὶ τῶν διχρόνων καλουμένων τὸ αʹ· τοῦτο γὰρ οὐ μόνον τοῦ ιʹ καὶ υʹ ἐστι εὐφωνότερον, ἀλλὰ [γὰρ] καὶ τούτων εὐηχότερον· διογκοῖ γὰρ τὸ στόμα πλέον τῶν ἄλλων κατὰ τὴν προφοράν. καὶ περὶ μὲν τῶν φωνηέντων τοσαῦτα. Τῶν δὲ συμφώνων ἐπιτηδειότερα τῶν ἄλλων ἐστὶ τὰ διπλᾶ· εἶτα τὰ δασέα· καὶ μετὰ ταῦτα τὰ μέσα· εἰθ’ οὕτως τὰ ἀμετάβολα· καὶ ὕστερα πάντων τὰ ψιλά. χρὴ τοίνυν τὴν μίξιν αὐτῶν ἐντέχνως ποιοῦντας οὕτω τοῖς φωνήεσσι τοῖς μακροῖς συντάττειν, ὡς τὰς συλλαβὰς οὔσας ὀγκώδεις ἐκτελεῖν τοὺς ῥυθμοὺς εὐήχους. Δεῖ δὲ πρὸς τούτοις καὶ τῶν κυρίων ὀνομάτων ποιεῖσθαι φροντίδα πλείστην τῶν ἐν τοῖς γένεσι τοῖς τρισὶν ἐμφερομένων ἑλληνικῶν καὶ εὐθέτων, ὥστε τὸ κῶλον εἰ δυνατὸν συγκεῖσθαι διὰ μόνων ὀνομάτων· ἐν τούτοις γὰρ καὶ τὰ ἐκ βραχέων φύσει φωνηέντων τὴν σύνθεσιν ἔχοντα τῷ εἶναι κύρια τοῖς εὐφωνοτάτοις καὶ φύσει μακροῖς ἐξισοῦται στοιχείοις· φεύγειν δὲ τῶν ῥημάτων τὰ προστακτικὰ καὶ μάλιστα τὰ ἐκ δύο φωνηέντων συγκείμενα. |
| 298 | *** ἅστινας καὶ βάσεις οἱ τεχνικοὶ προηγόρευσαν· χρὴ γὰρ ταύτας πρῶτον μὲν 〈εἶναι〉 σπονδιακάς· εὐπαγεστάτη γὰρ ἡ τοιαύτη θέσις· ἔπειτα δὲ ἰαμβικὰς ἢ εἰς ὄνομα κύριον καταληγούσας, σπανικὸν δὲ εἰς τροχαῖον· οὗτος γὰρ ὁ ποὺς εἰς κατάληξιν κόμματος ἢ κώλου ἀνεπιτήδειος τυγχάνει ἐκ μακρᾶς εἰς βραχεῖαν συλλαβὴν καταλήγων. μέσον δεῖ τοίνυν τάττειν αὐτὸν ἤτοι κόμματος ἢ κώλου, ὥστε τῇ τῶν ἄλλων ποδῶν εὐρυθμίᾳ τὴν ἀρυθμίαν καλύπτεσθαι. Ταῦτα γινώσκοντας τὴν φράσιν μεταδιώκειν 〈δεῖ〉 τῶν ἀρχαίων ῥητόρων ἐκφεύγοντας τοὺς τῶν μεσοτέρων φληνάφους, οἵτινες ἐκτραχηλισμοὺς, οὐκ ἀρετὴν λογικὴν μεταδιώξαντες καὶ τοὺς ἀπείρους παντοίως τῶν λόγων τούτων καταθαρρεῖν παρεσκεύασαν τὴν ἀμαθίαν αὐτῶν ἐπὶ τὸ μεῖζον ἐξάραντες. |