eul_wid: siy-cj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 59 by Himerius the Sophist

Ionian visitors, of Attic stock, are shown their mother city in words. Himerius promises a tour: Marathon in the painting of the Painted Stoa, with Callimachus still fighting, then the Acropolis with Athena's olive and Poseidon's wave on the hill, and the Areopagus. He ends with a picture of Apollo, father of Ion, golden-haired and robed, with a lyre and no bow, smiling as if foretelling the Ionian colony.

Part of Declamations and Orations

Εἰς τοὺς ἀπʼ Ἰωνίας ἐπιδημήσαντας.

Ἴωνες οἱ ξένοι, γένος Ἀττικόν· φέρε αὐτοῖς πρὸ τοῦ τέττιγος τὴν μητρόπολιν τῷ λόγῳ δείξωμεν. μέλιττα γὰρ ἀπιοῦσιν αὐτοῖς ἐπʼ Ἰωνίαν ἡγήσατο, λόγος δʼ ἐκεῖθεν ἐπανιοῦσιν Ἀθήναζε. ἐγὼ ξεναγήσω μὲν ὑμᾶς καὶ ἐπὶ τὰ μεγάλα τῶν πατέρων γνωρίσματα· δείξω μὲν ὑμῖν τὸν Μαραθῶνα ἐν τῇ γραφῇ καὶ τοὺς πατέρας τοὺς ὑμετέρους καὶ τὴν Περσῶν φορὰν δρόμῳ καὶ τομαῖς ἐλέγχοντας· δείξω δὲ ὑμῖν καὶ στρατιώτας ἐμούς, τὸν μὲν τῇ φύσει κἀν τῇ γραφῇ μαχόμενον—δόξει γὰρ ὑμῖν καὶ παρὰ τῇ τέχνῃ πολεμοῦντι μᾶλλον ἐοικέναι ἢ τεθνεῶτι Καλλίμαχος—, τὸν δὲ ἄλλον διὰ χειρῶν τὸν Περσῶν στόλον βαπτίζοντα καὶ ταῖς τῶν στοιχείων χρείαις τὴν σώματος φύσιν μερίζοντα. ἄξω δὲ μετὰ τὴν Ποικίλην ἐπὶ τὸν λόφον ἄνω τὸ τῆς Ἀθηνᾶς ἐργαστήριον· ἔνθα μυρίων ὑμῖν ὑπάρξει διηγημάτων ἐμπίμπλασθαι, καθάπερ ἔν τινι πίνακι τὰ τῶν πατέρων ἀνιστοροῦσι γνωρίσματα. ὄψεσθε μὲν τὸ τῆς ἐλαίας ἔρνος, θεοῦ τῆς ὡπλισμένης τὸ τρόπαιον· ὄψεσθε δὲ κῦμα ἐπὶ τοῦ λόφου μετάρσιον ἠχοῦν ἔτι, καθάπερ τῷ θεῷ περὶ τῶν παιδικῶν ἀγωνιῶντι συγκραδαινόμενον. ἄξω δὲ τῷ λόγῳ καὶ ἐπὶ τὸ τῶν θεῶν ἐργαστήριον, δεικνὺς τὸν πάγον, καὶ μυθολογῶν ἅμα τῇ θέᾳ ἥδιον ποιήσω τὸ θέαμα τῷ διηγήματι. τάχα με καὶ βραδυτῆτος γράψεσθε, καὶ τὸν τῶν πατέρων δανεισάμενοι νόμον, ὃν περὶ τῆς ἀργίας εἰσήνεγκαν, γραφὴν ἀπαγγελεῖτε κατʼ ἐμοῦ τινὰ καὶ ἔγκλημα, ὅτι μήπω τοῖς λόγοις ὑμᾶς ἤνεγκα ἐπὶ τὸν πατέρα τὸν Ἴωνος. φέρε οὖν γράψω καὶ τοῦτον ὑμῖν τῷ λόγῳ καὶ τὴν ἀκοὴν ὑμῶν προεστιάσω τῆς ὄψεως. κόμη μὲν αὐτῷ χρυσῆ περὶ μετώπῳ σχίζεται, πλόκαμοι δὲ ἑκατέρωθεν κατὰ τοῦ αὐχένος καθέρποντες τοῖς θείοις στέρνοις ἐπικυμαίνουσι· ποδήρης χιτών, λύρα, τόξον οὐδαμοῦ, μειδιῶν ὁ θεός, καθάπερ τις μαντεύων τὴν ἀποικίαν τοῖς Ἴωσι. μουσικὸς ὁ θεός, ὦ παῖδες· πλήττωμεν καὶ αὐτοὶ τὴν ἐν τῇ ψυχῇ λύραν, ἵνα μεγάλα κατὰ τοὺς λόγους ἠχήσαντες τῇ μητροπόλει τὴν ἀποικίαν συνάψωμεν.