eul_wid: tjm-aa

Περὶ τῶν ἀλύτων ἀντιθέσεων
On the Insoluble Contradictions

Maximus of Byzantium On the Insoluble Contradictions PDF

14.427.(1t) ΜΑΞΙΜΟΥ ΠΕΡΙ ΑΛΥΤΩΝ ΑΝΤΙΘΕΣΕΩΝ Αἱ ἄλυτοι ἀντιθέσεις ὅτι μὲν οὐκ ἐπιδέχονται λύσιν ἐμφανῆ, πρόδηλον· οὐ γὰρ ἂν εἶεν ἄλυτοι, εἰ ἐπιδέχοιντο λύσιν. ὅτι δὲ μεθόδου τινὸς πρὸς αὐτὰς χρεία, ἐμφανές ἐστι. πόθεν οὖν αἱ μέθοδοι πρὸς τὰς ἀλύτους ἀντιθέσεις; ἐροῦμεν ἃς εὑρήκαμεν. αʹ Ἐὰν ἐμπίπτῃ ἄλυτος ἀντίθεσις, ἢ ἐν προσχήματι τοῦ δοκεῖν λύειν ἀντικατηγορεῖν δεῖ τοῦ ἀντιδίκου· βʹ ἢ εὐπροσώπως μὴ ἔχοντα λῦσαι ἀναβάλλεσθαι εἰς ἕτερον χρόνον τὴν λύσιν· γʹ ἢ συνδραμόντα οὕτως ἀντικατηγορεῖν τοῦ ἀντιδίκου· δʹ ἢ πάλιν συνδραμόντα τὸ συμφέρον ἀντιθεῖναι τῷ δικαίῳ· εʹ ἢ τὸν δικαστὴν ἀπάγειν μὲν ἀπὸ τῆς ἀλύτου ἀντιθέσεως, εἰς ἕτερα δὲ πράγματα κρινόμενα ἐμβιβάζειν· ϛʹ ἢ μετὰ αἰτίας λύειν τὴν δοκοῦσαν ἄλυτον εἶναι· ζʹ ἢ πολλάκις τὴν ἄλυτον ὑπομερίσαντα 〈καὶ〉 κατὰ μέρος εἰσαγαγόντα δοκεῖν λύειν· ηʹ ἢ μὴ τιθέντα, δι’ 〈ὅλου τοῦ〉 λόγου πρὸς αὐτὴν βλέποντα λύειν· θʹ ἢ παραινετικῶς καὶ ὥσπερ κηδόμενον τοῦ ἀντιδίκου μεθοδεύειν τὴν ἄλυτον ἀντίθεσιν ἐν αὐτῇ τῇ παραινέσει· ιʹ πάλιν ἐὰν ᾖ ἄλυτος, προστιθέναι τι αὐτῇ εὔλυτον, ἵνα ἀπὸ τοῦ εὐλύτου ἀφορμὴ λύσεως γένηται· ιαʹ ἢ μηδὲ μεμνῆσθαι τῆς ἀλύτου τὸ παράπαν, εἰ ἤλπικε τὸν δικαστὴν αὐτῆς ἐπιλελῆσθαι· ιβʹ ἢ συνδραμόντα τὴν γνώμην διαβάλλειν τοῦ ἀντιδίκου· ιγʹ ἢ μὴ θέντα πειρᾶσθαι λύειν προσρίπτοντα τὴν λύσιν ὡς ἐν ἀφηγήσεως τρόπῳ καὶ σπουδὴν ἔχειν, ἵνα μὴ τοῦτο κρινόμενον γένηται· ιδʹ ἢ ὄνομα ἀντ’ ὀνόματος θέντα οὕτως 〈τὸ〉 τῷ εὐλύτῳ ὀνόματι συμπλεκόμενον δόξαι λύειν· ιεʹ ἢ ἐν προσχήματι τοῦ δοκεῖν πλείους παρέχεσθαι λύσεις ἀπάγειν μὲν ἀπὸ τοῦ ῥητοῦ τοῦ ὄντος ἀλύτου τοὺς δικαστάς, τὴν γνώμην δὲ ἐξετάζειν τοῦ νομοθέτου, μεθ’ ἧς γέγραφε τὸν νόμον· ιϛʹ ἢ ἐὰν ἰσάζωσιν αἱ ἀντιθέσεις, ἐκ διαβολῆς τοῦ ἀντιδίκου καὶ οἰκείας συστάσεως ἀντερωτῶντα οὕτως λύειν τὴν ἰσάζουσαν μέν, ἄλυτον δὲ εἶναι δοκοῦσαν.
14.429 Εἴπωμεν οὖν ἑκάστου τούτων τὰ παραδείγματα, ἃ προεθέμεθα ἐν τάξει ἀλύτου, ἀπ’ αὐτοῦ τοῦ ῥήτορος τὰς μεθόδους τῶν ἀλύτων ἀντιθέσεων λαμβάνοντες. αʹ Ἐν μὲν οὖν προσχήματι τοῦ δοκεῖν λύειν ἄλυτον οὖσαν τὴν ἀντίθεσιν ἀντικατηγορεῖ ὁ ῥήτωρ ἐν τῷ Κατ’ Αἰσχίνου· 〈λέγοντος γὰρ Αἰσχίνου〉 ‘κακῶς οἱ στρατηγοὶ ἐχρῶντο τῷ πολέμῳ καὶ διὰ τοῦτο εἰρήνην ἐπράξαμεν‘ οὐ δυνάμενος λῦσαι ταύτην ὁ ῥήτωρ ἀντικατηγορῶν φάσκει «ἂν δὴ ταῦτα λέγῃ, πρὸς θεῶν ἐρωτήσατε αὐτὸν μεμνημένοι, πότερον ἐξ ἑτέρας τινὸς ᾤχετο πόλεως πρεσβεύων ἢ ταύτης αὐτῆς· εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἣν κεκρατηκέναι τε τῷ πολέμῳ φήσει καὶ χρηστοὺς ἔχειν στρατηγούς, εἰκότως χρήματα εἴληφεν· εἰ δὲ ἐκ ταύτης αὐτῆς, τίνος ἕνεκεν, ἐφ’ οἷς ἡ πέμψασα πόλις τῶν αὑτῆς ἀφέστηκεν, ἐπὶ τούτοις οὗτος δῶρα προσλαβὼν φαίνεται;» ἀδυνατῶν γὰρ δεῖξαι, ὅτι οὐ κακῶς οἱ στρατηγοὶ ἐπολέμουν, διὰ τοῦτο οὖν φησιν ἀντικατηγορῶν ‘δῶρα εἴληφασ‘. βʹ Ἐὰν δὲ μὴ ἔχῃς λῦσαι 〈νῦν τὴν〉 ἀντίθεσιν εὐπροσώπως, ἀναβαλῇ τὰς λύσεις τῶν εἰρημένων ‘εἰς ἕτερον χρόνον παρέξομαι‘ 〈εἰπὼν〉 ἢ ‘νῦν διὰ τόδε οὐ πεποίηκα‘ ἢ ‘παρὰ τόδε ποιήσω‘, οὕτως 〈ὡσ〉 ὁ Δημοσθένης ἐν τῷ Κατ’ Ἀνδροτίωνος ‘ἂν τοίνυν λέγῃ περὶ τοῦ τῆς ἑταιρήσεως νόμου, ὡς ὑβρίζομεν ἡμεῖς καὶ βλασφημίας οὐχὶ προσηκούσας κατ’ αὐτοῦ ποιούμεθα, δέον πρὸς τοὺς θεσμοθέτας ἐλέγχειν, ἵνα ἐκεῖ περὶ χιλίων ἐκινδυνεύομεν, ὑποβάλλετε αὐτῷ, ὅτι καὶ τοῦτο ποιήσομεν ὕστερον, ἐπειδὰν νῦν περὶ ὧν εἰσῆκται δῷ λόγον‘.
14.430 οὔτε γὰρ ἀδύνατος εἶναι δόξεις λῦσαι τὴν ἀντίθεσιν καὶ ἀναβολὴν μετὰ ἀπολογίας εἰργασμένος ἀξιοπίστως ἀπάξεις ἀπὸ τῆς ἀντιθέσεως οὔσης ἀλύτου τὸν δικαστήν. γʹ Συνδραμῇ δὲ τῇ ἀλύτῳ ἀντιθέσει καὶ συνδραμὼν ἀντικατηγορήσεις τοῦ ἀντιδίκου (πάλιν γὰρ τοῦτο ἐπὶ τῷ ἀλύτῳ θεωρήματι παρασχετέον παράδειγμα, μικρᾶς καὶ γλίσχρου τῆς διαφορᾶς οὔσης ἐνταῦθα) ὡς Δημοσθένης ἐν τῷ Κατ’ Αἰσχίνου «εἶπε τοίνυν μοί τις ἄρτι προσελθὼν πρὸ τοῦ δικαστηρίου, Χάρητος κατηγορεῖν αὐτὸν παρεσκευάσθαι καὶ διὰ τούτου τοῦ τρόπου καὶ τούτων τῶν λόγων ἐξαπατήσειν ὑμᾶς ἐλπίζειν.
14.431 ἐγὼ δέ, ὅτι πάντα μὲν τρόπον κρινόμενος Χάρης εὑρεθήσεται πιστῶς καὶ εὐνοϊκῶς, ὅσον ἦν ἐπ’ ἐκείνῳ, πράττων ὑπὲρ ὑμῶν, διὰ δὲ τοὺς ἐπὶ χρήμασι λυμαινομένους τοῖς πράγμασι πολλῶν ὑστερῶν, οὐ σφόδρα ἰσχυρίζομαι, ἀλλ’ ὑπερβολὴν ποιήσομαι· ἔστω γὰρ πάντα τἀληθῆ λέξειν περὶ αὐτοῦ τουτονί. καὶ οὕτω τοίνυν κομιδῇ γέλως ἐστὶ κατηγορεῖν ἐκείνου τοῦτον. ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων (τούτων γάρ εἰσιν ὑπεύθυνοι οἱ στρατηγοί), ἀλλὰ τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν, ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, τοῦ δῶρα εἰληφέναι, τοῦ ἐξαπατῆσαι.» συνδραμὼν γάρ, ὅτι κακῶς ἐπολέμει Χάρης, οὕτως κατηγορῶν Αἰσχίνου προδοσίας ἐπὶ τῷ συνειπεῖν Φιλοκράτει ἀξιόπιστος ἔδοξεν εἶναι, ὅτι καὶ δῶρα εἴληφε, λέγων. δʹ Συνδραμὼν δὲ πάλιν, οἷς ὁ ἀντίδικος λέγει, δικαίοις οὖσι, τὸ συμφέρον ἀντιθήσεις, οὕτως ὡς ὁ Δημοσθένης πάλιν ἐν τῷ Κατ’ Αἰσχίνου· λέγοντος γὰρ Αἰσχίνου ὅτι ‘πονηροὶ Φωκεῖς ἦσαν καὶ ἐχρῆν αὐτοὺς ἀπολωλέναι‘ οὐκ ἀντέστη μέν, συνδραμὼν δὲ ἔφη «ἀλλὰ συνέφερεν αὐτοὺς σώους εἶναι τῇ πόλει· οὐδὲ γὰρ Λακεδαιμονίους διὰ τὴν ἀρετὴν αὐτῶν ποτε ἐσώσατε οὐδὲ τοὺς καταράτους Εὐβοέας, ἀλλ’ ὅτι συνέφερε τοῦτο τῇ πόλει.
14.432 » εʹ Ἀπὸ δὲ τῆς ἀλύτου ἀντιθέσεως, ἧς ὁ ἀντίδικος παρέχεται, μεταβιβάσεις τὸν δικαστὴν ἐφ’ ἑτέραν ἀντίθεσιν, τὴν μὲν ἄλυτον μὴ συνεκτικὴν εἶναι λέγων τοῦ παρόντος ἀγῶνος, ἣν δὲ ἀντεισάγεις σύ, οὕτως ὡς ἐν τῷ Κατὰ Τιμοκράτους ὁ ῥήτωρ πεποίηκε. λέγοντος γὰρ τοῦ Τιμοκράτους ὅτι «ἐκτέτισται τὰ χρήματα Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ», ‘ὑπὲρ ὧν αἰτίαν ἔχω θεῖναι τὸν νόμον, ὡς ὀφειλόντων ἔτι τῇ πόλει‘ φησὶν ‘ἀλλ’ οὐ περὶ τούτων κρίνετε νῦν, εἴτε ἐκτέτισται τὰ χρήματα τούτοις εἴτε μή, ἀλλ’ εἰ παράνομον ἔγραψε Τιμοκράτης ψήφισμα.
14.433 ‘ ἀπαγαγὼν γὰρ τῆς ἀλύτου ἀντιθέσεως τῆς λεγούσης ὅτι ‘ἐκτέτισται τὰ χρήματα αὐτοῖσ‘, ‘οὐχ ὑπὲρ τούτων κρίνετε‘ λέγων καὶ ‘[οὐχ] ὑπὲρ τούτων ἐγράψατο τὸν νόμον‘ ἐπὶ τὸ παράνομον ἀπήγαγεν εἰπών, ὡς παρανόμου τῆς γραφῆς οὔσης, ὑπὲρ ἧς ἥκουσι κρίνοντες. ϛʹ Μετὰ αἰτίας δὲ τὸ πιστὸν τῶν πραχθέντων παρέξῃ τὰς ἀλύτους ἀντιθέσεις μεθοδεύων, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ Στεφάνου. λέγοντος γὰρ Φορμίωνος ‘ἡ μήτηρ οὖν ἡ σὴ τὰς διαθήκας ἐμοὶ πεισθεῖσα ἐξέκλεψε‘ καὶ ἐρωτῶντος ἐδόκει ἀπίθανον εἶναι τὸ τὸν Φορμίωνα 〈δοῦλον ὄντα〉 προτιμηθῆναι ὑπὸ τῆς Ἀπολλοδώρου μητρός. μετὰ τῆς αἰτίας οὖν τὸ πιστὸν παρήγαγεν εἰπὼν ὅτι ‘μὴ ἀπίστει· διέφθαρται γὰρ ἡ μήτηρ καὶ οὐ δοῦλος ἦν Φορμίων ἀλλ’ ἀνήρ‘.
14.434 τὸ δὲ ἐπαχθὲς ἔφυγε, τὸ δόξαι μητρὸς κατηγορεῖν, προεπισημηνάμενος, ὅτι ἀναγκαζόμενος καὶ οὐχ ἑκὼν λέγει ταῦτα. ζʹ Ὅταν δὲ ἀλύτου ἀντιθέσεως μέρη διαιρῇς, πειράσῃ μεθοδεύειν, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατ’ Αἰσχίνου πεποίηκε. λέγοντος γὰρ Αἰσχίνου ὅτι ‘καὶ Χερρόνησος ὑμῖν ἀπὸ τῆς εἰρήνης περιγέγονε καὶ εἰρήνην ἄγετε ἀντὶ πολέμου καὶ τριήρεις 〈ἔχετε〉 τριακοσίας καὶ σκεύη ταύταις καὶ χρήματα‘, οὐ δυνάμενος πρὸς ἅπαντα ταῦτα ὁ Δημοσθένης ἀντιστῆναι ἀθρόως οὐδὲ ὡς οὐκ ἔστιν ἀληθῆ δεῖξαι διεῖλε τὴν ἀντίθεσιν εἰς τρία μέρη καὶ κατὰ μέρος εἰσαγαγὼν οὕτως τῇ διαιρέσει μεθώδευσε τὴν ἄλυτον ἀντίθεσιν καὶ ταῖς λύσεσιν ἐσοφίσατο, ἀλύτων ὄντων καὶ τῶν μερῶν. ἐν μὲν γὰρ τῇ πρώτῃ τῇ ‘Χερρόνησον ἔχετε, ἐξ ἧς σῖτος ἄφθονος ὑμῖν κομίζεται‘ ἐν τῇ εἰσαγωγῇ τὴν δοκοῦσαν λύσιν διὰ τῆς ἀντικατηγορίας παρέστησεν εἰπὼν οὕτως «ἂν τοίνυν ἀντὶ Φωκέων καὶ Πυλῶν Χερρόνησος ὡς περίεστι τῇ πόλει λέγῃ, πρὸς Διὸς καὶ θεῶν μὴ ἀποδέξησθε»· ‘ἐδύνασθε γὰρ ἄν, εἰ καὶ μὴ διὰ τοῦτον, καὶ Χερρόνησον καὶ Πύλας καὶ Φωκέας ἔχειν‘.
14.435 ἡ μὲν γὰρ ἀληθὴς ἦν λύσις ἐκείνη ὅτι ‘οὐ περιγέγονε Χερρόνησοσ‘· ἐπεὶ δὲ ψεῦδος ἦν, τὸ σόφισμα ἐκείνῳ γέγονεν ὅτι ‘〈περι〉 γέγονεν, ἀλλ’ οὐκ ἀντὶ Φωκέων καὶ Πυλῶν‘. πάλιν δὲ τὸ δεύτερον τῆς ἀντιθέσεως μέρος εἰσήγαγε λέγων «οἶδα τοίνυν, ὅτι τοὺς μὲν ὑπὲρ τῶν πεπραγμένων λόγους αὐτοὺς Αἰσχίνης φεύξεται, βουλόμενος δὲ ὑμᾶς ὡς πορρωτάτω τῶν πεπραγμένων ἀπαγαγεῖν διέξεισιν, ἡλίκα πᾶσιν ἀνθρώποις ἀγαθὰ ἐκ τῆς εἰρήνης γίγνεται καὶ τοὐναντίον ἐκ τοῦ πολέμου κακά, καὶ ὅλως ἐγκώμια εἰρήνης ἐρεῖ καὶ τοιαῦτα ἀπολογήσεται. ἔστι δὲ καὶ αὐτὰ ταῦτα κατηγορήματα τούτου· εἰ γὰρ ἡ τοῖς ἄλλοις ἀγαθῶν αἰτία τοσούτων πραγμάτων καὶ τηλικαύτης ταραχῆς ἡμῖν αἰτία γέγονε, τί τις εἶναι τοῦτο φῇ, πλὴν ὅτι δῶρα λαβόντες οὗτοι καλὸν πρᾶγμα φύσει κακῶς διέθηκαν;» καὶ ἐν αὐτῇ τῇ διαιρέσει ἐσοφίσατο· οὐ γὰρ ἔλυσεν ὅτι ‘οὐ καλὸν ἡ εἰρήνη‘ ἢ ‘οὐκ εἰρήνην ἄγετε‘, ἀλλ’ ‘ἐζημιώθημεν ἐξ αὐτῆσ‘ εἶπε.
14.436 καὶ τὸ ἕτερον δὲ μέρος τῆς ἀντιθέσεως οὕτως εἰσήγαγε «τί δαί; οὐ τριήρεις τριακόσιαι καὶ σκεύη ταύταις καὶ χρήματα ὑμῖν περίεστι διὰ τὴν εἰρήνην; ἴσως ἂν εἴποι. πρὸς δὲ ταῦτα ἐκεῖνο ὑμᾶς ὑπολαμβάνειν δεῖ, ὅτι καὶ τὰ Φιλίππου πράγματα γέγονεν εὐπορώτερα ἐκ τῆς εἰρήνης πολλῷ καὶ κατασκευαῖς ὅπλων καὶ χώραις καὶ προσόδοις, αἳ γεγόνασιν ἐκείνῳ μεγάλαι». ‘τὰ δὲ ἐκείνου οὐδεὶς ἀπέδοτο, ὡς οὗτοι τὰ ἡμέτερα‘. «οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερα ηὐξῆσθαι, καὶ τὰ τῆς χώρας καὶ τὰ τῶν συμμάχων· ἃ δὲ ὑμῖν δικαίως ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτα ἀνθ’ ὧν ἀπέδοντο οὗτοι, λογίζεσθαι· οὐ γὰρ ταῦτα ἀντ’ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν, εἰ μὴ διὰ τούτους.» τὸ σόφισμα κἀνταῦθα πρὸς τὸ μεμερίσθαι τὴν ἀντίθεσιν ἐκείνῳ γέγονε καὶ τοῦ μέρους ὄντος τῆς ἀντιθέσεως ἀλύτου.
14.437 μὴ δυνάμενος γὰρ εἰπεῖν ὅτι ‘οὐκ ἔχουσι τριήρεις τριακοσίασ‘ ἀντέθηκε φήσας ὅτι ‘καὶ τὰ Φιλίππου πράγματα πολλῷ εὐπορώτερα ἐκ τῆς εἰρήνης γέγονεν, ἐκεῖνα δὲ οὐ προδέδοται ὥσπερ τὰ ἡμέτερα‘. ηʹ Δι’ ὅλου δὲ τοῦ λόγου μεθοδεύσεις τὴν ἄλυτον ἀντίθεσιν, οὐδέποτε προηγουμένως παρεχόμενος τὰς λύσεις, οὕτως ὡς ὁ Δημοσθένης ἐν τῷ Κατ’ Ὀλυμπιοδώρου πεποίηκε· λέγοντος γὰρ Ὀλυμπιοδώρου ὅτι ‘οὐ προσήκει σοι τῶν Κόνωνος τοῦ Ἁλαιέως· ἐγὼ γὰρ καὶ ἠμφισβήτησα καὶ εἰσελθὼν εἰς δικαστήριον ἐνίκησα καὶ δεσπότης εἰμί. σὺ δὲ εἰ ἠμφισβήτεις τοῦ κλήρου, πρὸ τῆς τῶν δικαστῶν ἀποφάσεως ἐχρῆν ἀντιποιεῖσθαι‘, τὰς μὲν ἀντιθέσεις οὐδαμῶς προηγουμένως ἔθηκε, λέγει δὲ δι’ ὅλου τοῦ λόγου ὅτι ‘μοι πρὸς Ὀλυμπιόδωρον συνθῆκαί τινες ἐγένοντο, ἵνα κοινῇ πρὸς τοὺς ἄλλους ἀγωνισώμεθα, τὸ μὲν ἥμισυ τοῦτον ἔχειν τοῦ κλήρου, τὸ δὲ ἥμισυ ἐμέ, καὶ ὠμόσαμεν κοινῇ πρὸς πάντας ἀγωνιεῖσθαι· παρέβη δὲ Ὀλυμπιόδωρος τὰς συνθήκασ‘· οὕτω γὰρ ἀμφοτέρας λεληθότως τὰς ἀντιθέσεις μεθοδεύει μηδὲ ἡντιναοῦν θεὶς ἐκ προηγουμένου, λέγων δὲ ὅτι ‘διὰ τὰς συνθήκας οὐκ ἠμφισβήτησα, νομίζων σε πιστὸν εἶναι· ἐνίκησας δὲ ἐμοῦ σκοπήσαντος κατὰ τὰ δόξαντα‘. θʹ Παραινῶν δὲ τῷ ἀντιδίκῳ καὶ ὡς δοκῶν αὐτοῦ προκήδεσθαι ἄλυτον εἶναι δοκοῦσαν μεθοδεύσεις ἀντίθεσιν, ὡς ὁ Δημοσθένης πεποίηκεν ἐν τῷ Πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος.
14.438 λέγοντος γὰρ τοῦ Βοιωτοῦ ‘Μαντίθεος λέγομαι· δεύτερον γὰρ ὁ πατὴρ εἰσήγαγεν εἰς τοὺς φράτορασ‘ τὴν μὲν ἀντίθεσιν προηγουμένως [οὐκ] ἔθηκεν (ὁ Μαντίθεος γὰρ ἦν αὐτός), ὡς προνοούμενος δὲ μεθοδεύει ἐρωτῶν ‘βούλει, πρὸς θεῶν, ὦ Βοιωτέ, Μαντίθεος λέγεσθαι; σὲ οὖν εἰσήγαγε δεύτερον ὁ πατὴρ εἰς τοὺς φράτορας, ὃν ἀναγκασθεὶς εἰσεποιήσατο ὄντα ἀπὸ τῆς ἑταίρας Πλαγγόνος;‘ ἀδυνατῶν γὰρ κἀνταῦθα λῦσαι τὴν ἀντίθεσιν ἔθηκε προηγουμένως ὡς παραινῶν τῷ ἀντιδίκῳ καὶ κατεσοφίσατο καὶ λύειν ἔδοξε μετὰ τοῦ καὶ ὀνειδίζειν αὐτῷ τὰς προτέρας τύχας τῶν πατέρων. ιʹ Παρεμπλέκων δέ τι εὔλυτον τῇ ἀλύτῳ ἀντιθέσει δόξεις παρέχεθαι λύσιν, τὴν ἀφορμὴν ἀπὸ τοῦ συμπλεκομένου εὐλύτου λαμβάνων, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Λεπτίνην πεποίηκεν· οὐ δυνάμενος γὰρ λῦσαι ὡς ‘οὐ πολλοὶ ἀνάξιοι ἔχουσι τὰς ἀτελείασ‘, παραπλέκει τι τούτῳ καὶ λέγει ὅτι ‘φησὶ Λεπτίνης, ἐπειδὴ πολλοὶ ἀνάξιοι ἔχουσι τὰς ἀτελείας, διὰ τοῦτο τὰς δωρεὰς τοὺς εὐεργέτας ἀφελώμεθα‘· ἀπὸ γὰρ τοῦ παραπεπλεγμένου ὅτι ‘τὰς δωρεὰς τοὺς εὐεργέτας ἀφελώμεθα‘ εὐπορεῖν ἔδοξε λύσεως πρὸς τὸ ὅτι ‘πολλοὶ ἀνάξιοι τὰς ἀτελείας ἔχουσιν‘.
14.439 ιαʹ Ἐὰν δὲ ἡ ἀντίθεσις ἄλυτος ᾖ, ἐλπίζῃς δὲ τοὺς δικαστὰς ἐπιλήσεσθαι αὐτῆς διὰ τὸ πλῆθος τῶν ἐπίτηδες ἐν τῷ λόγῳ συμπαραχθέντων, μηκέτι μέμνησο ἐν τῷ λόγῳ αὐτῆς. τοῦτο δὲ καὶ ὁ ῥήτωρ πεποίηκεν 〈ἐν τῷ Κατ’ Αἰσχίνου〉. λέγοντος γὰρ Αἰσχίνου ‘ἀλλὰ πρὶν ἐμὲ ἐξελθεῖν καὶ Κερσοβλέπτης ἀπώλετο‘ οὐκ ἔθηκε τὴν ἀντίθεσιν ἐν τῷ λόγῳ, τῷ χρόνῳ δόξας πολλὴν ἀντιθέσεων ἀφθονίαν παρέχεσθαι ἑτέρων καὶ σύγχυσιν ἐργασάμενος τὴν ἀνθυποφορὰν τὴν περὶ τῶν χρόνων 〈οὐκ ἔθηκεν〉, οὐκ ἐλπίσας τοὺς δικαστὰς περὶ τοῦτο ὡς κρινόμενον ἐνστήσεσθαι. ιβʹ Συντρέχων δὲ τῇ ἀλύτῳ ἀντιθέσει τὴν γνώμην διαβαλεῖς τοῦ ἀντιδίκου, ἵνα δοκῇς προσχήματι ὡς λύσιν δή τινα τὴν κατηγορίαν τῆς γνώμης παρέχεσθαι, ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους ὁ ῥήτωρ πεποίηκε· μὴ δυνάμενος γὰρ δεῖξαι, ὅτι οὐκ ἔστι τὸ ψήφισμα τὸ γραφὲν τῷ Ἀριστοκράτει προβούλευμα, τὴν γνώμην τοῦ γράψαντος διαβάλλει· ἐγὼ δέ», φησίν, «οἶμαι δεῖν ὑμᾶς ἐκεῖνο ὑπολαμβάνειν, ὅτι τὸ ψήφισμα οὗτος ἔγραψεν, οὐχ 〈ἵνα〉 ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ (τὴν ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴ γε τὸ τῇ πόλει βέλτιστον σκοπεῖν ἐβούλετο), ἀλλ’ ἵνα ἐξαπατηθέντων 〈ὑμῶν〉 διαπράξαιντό τινες τἀναντία τοῖς ὑμῖν συμφέρουσιν.
14.440 οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ δι’ οὓς ἄκυρόν ἐστιν ἡμεῖς ἐσμεν»· ἐνστῆναι γὰρ οὐ δυνάμενος ὅτι ‘οὐκ ἔστι προβούλευμα‘, συνέδραμε καὶ συνδραμὼν τῆς γνώμης τοῦ γράψαντος κατηγόρησεν. ιγʹ Μὴ τιθεὶς δὲ ἀντίθεσιν λύσεις προσρίπτων τὴν λύσιν καὶ σπουδὴν ἕξεις, ἵνα μὴ περὶ τοῦτο ὡς κρινόμενον ἱστῆται ὁ δικαστής, ὡς ἐν τῷ Κατ’ Αἰσχίνου ὁ ῥήτωρ πεποίηκεν· οὐ δυνάμενος γὰρ ἐξαρνηθῆναι, ὅτι οὐκ ἔδωκε χρήματα Ὀλυνθίοις καὶ Φωκεῦσιν, ἵνα Αἰσχίνου καταμαρτυρήσωσιν (ἐλέγχει γὰρ ταῦτα Αἰσχίνης, αὐτῶν τῶν Ὀλυνθίων παρεχόμενος μαρτυρίας, οἷς περὶ τούτου διαλεχθεὶς ὁ Δημοσθένης ἐφαίνετο), μὴ θεὶς τὴν ἀντίθεσιν προηγουμένως ταύτην ὁ ῥήτωρ πειρᾶται λύειν, προσρίπτων τὴν λύσιν καὶ λέγων «Φωκέων τῶν ἐκπεπτωκότων οἱ μὲν οἶμαι βέλτιστοι καὶ μετριώτατοι, φυγάδες γεγενημένοι καὶ τοιαῦτα πεπονθότες, ἡσυχίαν ἄγουσιν· οἱ δὲ ὁτιοῦν ἂν ἀργυρίου ποιήσαντες τὸν δώσοντα οὐκ ἔχουσιν αὑτοῖς· οὐ γὰρ ἔγωγε ἔδωκα ἂν οὐδενὶ οὐδέν, ὥστε μοι παραστάντας ἐνταυθοῖ βοᾶν, οἷα πεπόνθασιν· ἡ γὰρ ἀλήθεια καὶ τὰ πεπραγμένα αὐτὰ βοᾷ»· οὔτε γὰρ ἔθηκεν αὐτῷ τὴν ἀνθυποφορὰν (αὐτὸς γὰρ ἦγε, Φωκέων αὐτῶν καταμαρτυρούντων αὐτοῦ) καὶ δόξας παρέχεσθαι τὴν λύσιν, ἣν προσέρριψεν, οὐκ ἐποίησε περὶ αὐτὸ ἵστασθαι τὸν δικαστὴν εἰπὼν αὐτὸ ἐν ἀφηγήσεως τρόπῳ.
14.441 ιδʹ Ὄνομα δὲ ἀντ’ ὀνόματος μεταθεὶς τὴν ἄλυτον μεθοδεύσεις ἀντίθεσιν, ὡς ὁ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου πεποίηκεν· οὐ δυνάμενος γὰρ ἀντιστῆναι πρὸς τό, ὅτι οὐχ ὑπεύθυνον ὄντα αὐτὸν ὁ Κτησιφῶν ἀνηγόρευσεν (ὅπερ ἄντικρυς καὶ διαρρήδην ὁ νόμος ἀπαγορεύει, μηδένα τῶν ὑπευθύνων ἀναγορεύεσθαι κελεύων), ὀνόματος μεταθέσει τὴν μέθοδον παρέσχετο ἀντὶ τοῦ ‘ἀνηγόρευσεν‘ «ἐπῄνεσεν» εἰπὼν «αὐτόν, φησίν, ὑπεύθυνον ὄντα»· οἱ γὰρ νόμοι οὐ κωλύουσιν ἐπαινεῖσθαι 〈τὸν ὑπεύθυνον〉, ἀλλ’ ἀναγορεύεσθαι.
14.442 ἀπὸ δὲ τοῦ ὁρισμοῦ μεθοδεύσεις τὴν ἄλυτον ἀντίθεσιν συντρέχων αὐτῇ τὸν τρόπον τοῦτον· κέχρηται δὲ αὐτῷ καὶ ὁ ῥήτωρ· ἐκεῖνο γὰρ οὐ δυνάμενος δεῖξαι, ὅτι οὐκ ἦν ὑπεύθυνος, οὐδὲ αὐτό, ὅτι οὐ κωλύουσιν οἱ νόμοι τοὺς ὑπευθύνους ἀναγορεύεσθαι, συνδραμὼν τῷ, ὅτι ὑπεύθυνος ἦν, λέγει ὅτι «ἄξιον ἔκρινέ με στεφάνου Κτησιφῶν οὐ περὶ τούτων οὐδενός, ὧν ὑπεύθυνος ἦν, ἀλλ’ ἐφ’ οἷς ἐπέδωκα, ὦ συκοφάντα. ‘ἀλλὰ καὶ τειχοποιὸς ἦσθα‘. καὶ διὰ τοῦτό γε ὀρθῶς ἐπῃνούμην»—οὐκ ‘ἀνηγορευόμην‘ εἶπεν—, «ὅτι τὰ ἀνηλωμένα ἔδωκα καὶ οὐκ ἐλογιζόμην. ὁ μὲν γὰρ λογισμὸς εὐθυνῶν καὶ τῶν ἐξεταζόντων προσδεῖται, ἡ δὲ δωρεὰ χάριτος καὶ ἐπαίνου δικαία τυγχάνειν ἐστίν.» ἀδυνατῶν γάρ, ὅτι οὐχ ὑπεύθυνος ἦν, δεῖξαι, τῇ ἀντιθέσει συνδραμὼν καὶ ἐπὶ τὸ ὁρίσασθαι καταφυγὼν ὧν οὐκ ἦν ὑπεύθυνος, τοῦτ’ ἔστιν ἐφ’ οἷς ἐπέδωκε, μεθοδεύειν ἔδοξε τὴν ἀντίθεσιν. ιεʹ Ἐν προσχήματι δὲ τοῦ δοκεῖν πλείους μὲν ἔχειν παρέχεσθαι λύσεις τοῦ ἔχοντος νόμου, ὡς ὁ ἀντίδικος λέγει, οὐ βούλεσθαι δὲ ἀνθίστασθαι αὐτῷ, τὴν γνώμην δὲ ἐξετάζειν τοῦ θέντος τὸν νόμον μᾶλλον αἱρεῖσθαι τῶν συλλαβῶν τῶν ἐν αὐτῷ τῷ νόμῳ ὑπεναντίως ἐχουσῶν σοι, 〈μεθοδεύσεις τὴν ἀντίθεσιν οὕτωσ〉 ὡς ὁ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου πεποίηκεν· οὐ δυνάμενος γὰρ δεῖξαι, ὅτι ἔξεστι τοὺς ὑπευθύνους ἀνακηρύττεσθαι ἐν τῷ θεάτρῳ, τούτου μὲν ἀφίσταται, τὴν γνώμην δὲ τοῦ νομοθέτου 〈ὡσ〉 ὑπὲρ αὑτοῦ οὖσαν ἐξετάζει μετὰ τοῦ δοκεῖν πλείους ἂν παρέχεσθαι λύσεις πρὸς τὸ ῥητόν, εἰ ἐβούλετο «καὶ μὴν περί γε τοῦ ἐν τῷ θεάτρῳ κηρύττεσθαι παραλείπω καὶ τὸ πολλάκις αὐτὸς ἐστεφανῶσθαι πρότερον· ἀλλὰ πρὸς θεῶν, οὕτω σκαιὸς εἶ καὶ ἀναίσθητος, Αἰσχίνη, ὥστε οὐ δύνασαι λογίσασθαι, ὅτι τῷ μὲν στεφανουμένῳ τὸν αὐτὸν ἔχει ζῆλον ὁ στέφανος, ὅπου 〈ἂν〉 ἀναρρηθῇ, τοῦ δὲ τῶν στεφανούντων ἕνεκα συμφέροντος ἐν τῷ θεάτρῳ γίνεται τὸ κήρυγμα; οἱ γὰρ ἀκούσαντες ἅπαντες εἰς τὸ ποιεῖν εὖ τὴν πόλιν προτρέπονται καὶ τοὺς ἀποδιδόντας τὴν χάριν μᾶλλον ἐπαινοῦσι τοῦ στεφανουμένου·» δόξας γὰρ πλείους ἔχειν ἂν παρέχεσθαι λύσεις, εἰ ἐβούλετο, ἐκείνας μὲν παρέλιπε, τὴν γνώμην δὲ ἐξετάσας, καθ’ ἣν συμφέρει μᾶλλον ἐν τῷ θεάτρῳ ἀνακηρύττεσθαι, μεθώδευσε τὸν νόμον κατ’ αὐτοῦ μὲν ὄντα, ἔχοντα δὲ οὕτως.
14.444 ιϛʹ Ἐὰν δὲ ἰσάζωσιν αἱ ἀντιθέσεις, ἐκ διαβολῆς μὲν τοῦ ἀντιδίκου, συστάσεως δὲ τῆς ἑαυτοῦ κρατυνεῖς, ἃ οἴει σοι συμφέρειν, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ Κόνωνος πεποίηκεν· ὄντος γὰρ τούτου τοῦ ζητήματος ‘ὄμοσον σύ, οὐχί, ἀλλ’ ἐγὼ ὀμνύω‘ καὶ τοῦ κατὰ τὸν ὅρκον ἰσάζοντος, πότερον ὀμόσαι δεῖ, διαβαλὼν τὸν ἐχθρὸν καὶ εἰπὼν ὅτι ‘τὰ Ἑκαταῖα κατήσθιε καὶ ἠσέβει μὲν περὶ τοὺς θεοὺς ἀεί, εὐσεβὴς δὲ ἐγὼ καὶ πλεῖστον τῶν κρειττόνων ποιούμενος λόγον‘ οὕτω τὴν ἰσάζουσαν ἀντίθεσιν, ὡς ᾤετο συμφέρειν μὲν ἑαυτῷ, λυπεῖν δὲ τὸν ἀντίδικον, ἐκράτυνεν εἰπὼν ‘ἐγὼ τοίνυν ὀμνύω ὡς νόμιμον κατ’ ἐξωλείας αὐτοῦ καὶ γένους καὶ οἰκίας, ἀξιοπιστότερος ὁ τῶν θεῶν πλείω ποιούμενος λόγον‘. Τὰς ἀντιθέσεις, ὅσαι λύσεις ἐπιδέχονται, ἐὰν μὲν ὦσιν εὔλυτοι, προηγουμένως θεὶς καὶ κατασκευάσας, ἃ ἂν ὁ ἀντίδικος εἴποι, διά τε ἀξιοπιστίαν καὶ τὸ πιστεύειν τῷ πλήθει τῶν λύσεων, οὕτως ἔπαγε πρὸς τὴν λύσιν· ἐὰν δὲ 〈ἡ ἀντίθεσισ〉 ᾖ δύσλυτος, προδιαβαλὼν καὶ σαθροτέραν ποιήσας ταῖς διαβολαῖς οὕτω τὰς λύσεις πρόσφερε.
14.445 Εἰσάγαγε δὲ τὰς ἀνθυποφορὰς ποικίλως· ἢ γὰρ ὡς ἀκούσας, ὅτι τόδε τι μέλλει λέγειν ὁ ἀντίδικος· ἢ ὅτι πρὸς τόδε δεῖ πρῶτον 〈αὐτὸν〉 ἀπαντῆσαι· ἢ ὅτι ἀκήκοας τόδε τι μέλλειν λέξειν αὐτόν· ἢ ὅτι ὑπερπέπεισαι τόδε αὐτὸν λέξειν· ἢ ὅτι αὐτὸν χρὴ τῶνδε τῶν λόγων ἀποκλείεσθαι· ἢ ὅτι, ὃν ἔχει μόνον ὑπολειπόμενον 〈αὐτῷ〉 λόγον, τοῦτον εἰσάγει· ἢ ὅτι οὐχ ὅμοια τοῖς ἄλλοις ἀνθρώποις λέγει· οἳ μὲν γὰρ τάδε, οὗτος δὲ τάδε· ἢ ὅτι εἰκὸς αὐτὸν τάδε λέξειν· ἢ ὡς θαυμάζοντά σε, ὅτι τόδε τι μέλλει λέξειν ὁ ἀντίδικος, χρὴ εἰσάγειν· ἢ ὡς ἀγανακτοῦντος τοῦ ἀντιδίκου καὶ ταῦτα λέγοντος, οἷον «ποῦ δὲ ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί;» ἢ ὅτι τάδε λέγοντος οὐ χρὴ ἀποδέχεσθαι· ἢ ὅτι ‘οὐκ ἔλαθέ με τόδε μέλλων λέγειν‘· ἢ ὅτι ὁμοίους τινὶ τῶν πρώην κεκριμένων λέξει λόγους· ἢ ὅτι τεχνικώτατος οὗτός ἐστιν ἐν τοῖς λόγοις 〈καὶ ἴσως ἂν καὶ τόδ’ εἴποι〉· ἢ ὅτι πρὸ μικροῦ ἦν ἀκούσας, ὃ μέλλει λέγειν, ἢ ὅπως ἂν ἐπινοήσαις.
14.447 Αἱ δὲ ἐπιλογικαὶ ἀντιθέσεις αὐξήσεως ἕνεκεν παραλαμβάνονται καὶ ὥστε τὸν δικαστὴν πρὸς ὃ βούλει ἐγκρατῆ ποιῆσαι· χρὴ δὲ αὐτὰς ἔσθ’ ὅτε καταμιγνύναι καὶ ταῖς μαχίμοις, ἐπειδὴ μετὰ τοῦ ἀγωνίζεσθαι ἔσθ’ ὅτε καὶ τὸν δικαστὴν χρὴ ἐμπαθῆ ποιῆσαι. δεῖ οὖν ποιεῖν καὶ τὸν ἀντίδικον ὡς ἐν ἀντιθέσεως σχήματι λέγειν περὶ αὑτοῦ, ὅτι ἂν ὁ ἡττηθεὶς εἴποι, οἷον τὸ «μή με Δημοσθένει παραδῶτε μηδὲ διὰ Δημοσθένην με ἀνέλητε»· ἡ γὰρ ἀντίθεσις αὕτη ἐν μέσῃ τῇ μάχῃ κειμένη τῇ λεγούσῃ ὅτι ‘χρή σε ἰδιωτικὴν πρὸς μὲ ἐπαναιρεῖσθαι δίκην‘ τοὺς μὲν δικαστὰς ἀπὸ φθόνου τοῦ καθ’ ἑαυτὸν διὰ τὸ δημοσίαν εἰληχέναι εἰς ὀργὴν ἐμβέβληκε τὴν κατὰ Μειδίου, τὸν ἀντίδικον δὲ ὡς προκαταγινώσκοντα ἑαυτοῦ, ὅπερ ἀμφισβητεῖται, τοὺς λόγους ἐποίησε τούτους λέγειν διὰ τῆς ἐπιλογικῆς ἀντιθέσεως.