eul_wid: siy-bx
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 47 (To Basilius at the Panathenaea) by Himerius the Sophist

Spring and the Panathenaea frame this welcome to Basilius, which opens with a hymn taken from Anacreon's store and an Attic spring of nightingales, swallows and the full Ilissus. The proconsul is likened to Apollo, who leads the Muses' choirs on Helicon, and is fitter than Antilochus with his slow horses to call Poseidon his teacher in horsemanship. At the close Athena's sacred ship moves overland on Attic breezes, with the evening star shining over it by day: the Athenians call Basilius Hesperus.

Part of Declamations and Orations

Εἰς Βασίλειον Παναθηναίοις ἀρχομένου τοῦ ἔαρος.

«Χαῖρε φίλον φάος χαρίεντι μειδιῶν προσώπῳ»· μέλος γάρ τι λαβὼν ἐκ τῆς λύρας, εἰς τὴν σὴν ἐπιδημίαν προσᾴσομαι, ἡδέως μὲν ἂν πείσας καὶ αὐτοὺς τοὺς λόγους λύραν μοι γενέσθαι καὶ ποίησιν, ἵνα τι κατὰ σοῦ νεανιεύσωμαι, ὁποῖον Σιμωνίδης ἢ Πίνδαρος κατὰ Διονύσου καὶ Ἀπόλλωνος· ἐπεὶ δὲ ἀγέρωχοί τε ὄντες καὶ ὑψαύχενες ἄφετοί τε καὶ ἔξω μέτρων ἀθύρουσιν, ὀλίγα παρακαλέσας τὴν ποίησιν δοῦναί μοί τι μέλος Τήιον—ταύτην γὰρ φιλῶ τὴν μοῦσαν—, ἐκ τῶν ἀποθέτων τῶν Ἀνακρέοντος τοῦτόν σοι φέρων τὸν ὕμνον ἔρχομαι, καί τι καὶ αὐτὸς προσθεὶς τῷ ᾄσματι· «Ὦ φάος Ἑλλήνων καὶ τῶν ὅσοι Παλλάδος ἱερὸν δάπεδον Μουσάων τʼ ἄλση νεμόμεθα». πεισθεὶς γὰρ ἤδη τοὺς λόγους καὶ μέλη φθέγγεσθαι ἐφάνης ἡμῖν, ἐφάνης οἷον Ὅμηρος μὲν τοῖς ἀπειρηκόσι ναυτίλοις φησὶ τὸν οὖρον καὶ τοῖς Ἀφροδίτῃ χορεύειν μέλλουσι τὸν Ἕσπερον ὁποῖον εἰκὸς φανῆναι. τινὲς μὲν οὕτω κάμνοντες εἰρήνης ἐπόθησαν ἄγγελον· τινὲς δὲ χειμῶνας καὶ νεφέλας φεύγοντες λαμπρὸν ἰδεῖν ἠράσθησαν ἥλιον. νῦν ἔαρ, ὦ παῖδες, ὡς ἀληθῶς· νῦν ἐγὼ τῆς ὥρας αἰσθάνομαι· νῦν ᾠδὴ μέν, οὐ θρῆνος ἐμοὶ τὰ τῶν ἀηδόνων ᾄσματα· καὶ συγχωρῶ τοῖς λέγουσιν, οὐκ ἐπὶ τῷ παιδὶ τὸ μέλος τὰς ὄρνις, ἀλλʼ ἐφʼ ὕμνῳ θεῶν ἀναβάλλεσθαι. ἀφίημι δὲ καὶ ταῖς χελιδόσι ταῖς Ἀττικαῖς τὸν μῦθον ἐκεῖνον τὸν Θρᾴκιον, καὶ μετὰ τῶν ἀηδόνων καὶ ταύτας πείθομαι οὐ γοερὰν ᾠδήν, ἀλλὰ μέλος ἠρινὸν ἀναβάλλεσθαι. νῦν πλούσια μὲν Ἰλισσοῦ καὶ διαφανῆ τὰ νάματα, καὶ τάχα Δηοῦς μαντεύεται πάλιν ὁ ποταμὸς τὰ μυστήρια· κύκνοι δέ, εἰ μὲν ἀμφὶ τὰς ὄχθας Ἰλισσοῦ μετὰ Ζεφύρου ποτὲ μέλος εἰργάσαντο, ὥσπερ ἐπὶ Καΰστρῳ τε καὶ Ἕβρῳ, νῦν πλέον ἢ πρότερον μουσικῆς τὰς ὄχθας ἐμπλήσουσιν· εἰ δὲ καὶ οὐκ εἶδέ τις ἄλλοτε τούτους ἐπὶ τῷ ποταμῷ τοὺς ὄρνιθας, καὶ ταύτην ἥξειν τὴν μουσικὴν ἐπὶ λειμῶνας Ἀττικοὺς μαντεύεται. ἆρά τις ὑμῶν τεθέαται καὶ αὐτὴν τὴν γῆν, ὅσον εὐθαλεῖ τε καὶ τέθηλε; κομᾷ μὲν ἐπὶ σοὶ καὶ πρὸ ὥρας αὐτῆς τὰ λήια καὶ δείκνυσι στάχυν ὥριον, ὅτε καὶ ἄνθος ἠρινὸν θαῦμα τοῖς ἰδοῦσιν ἐφαίνετο· στεφανοῦται δὲ ἡ γῆ καὶ ἀγάλλεται, οὐκ ἀνεμώναις καὶ ἴοις καὶ τοῖς ἄλλοις ἄνθεσιν, ἀλλὰ τοῖς Διονύσου τε δώροις καὶ τῷ γλαυκῷ τῆς Δηοῦς στέμματι, ὥσπερ οἶμαι τῶν θεῶν διὰ σὲ ταῦτα χαριζομένων τοῖς Ἕλλησι. Λυδοὶ μὲν οὖν παρὰ χρυσῷ ποταμῷ τῷ Διονύσῳ βακχεύοντες—χρυσοῦν γὰρ ὁ Λύδιος λόγος ἐπονομάζει τὸν Πακτωλόν—μαίνονται μὲν τῷ θεῷ καὶ χορεύουσιν, ἐπειδὰν αὐτοῖς ἔαρ ἐνέγκῃ τὰς ὥρας ἀμείβων ὁ ἥλιος, οὐκ ὀρνίθων ᾠδαῖς, οἳ πολλοί τε εἰσὶ καὶ εὐστομοῦσιν ἐν ἄλσεσιν, οὔτε λειμῶσιν ἡδύ τι καὶ ἁπαλὸν χλοάζουσιν, ἀλλʼ ἐπειδὰν αὐτοῖς ὁ Διόνυσος Νῦσαν καταλιπὼν καὶ Αἰθίοπας ἐπὶ Τμῶλον κωμάζῃ καὶ Πακτωλόν, καὶ τὰς Βάκχας ἐπὶ τὸ σκίρτημα σεισθείσας αἴσθωνται, τότε καὶ ἔαρ ἥκειν νομίζουσι καὶ μετὰ τοῦ θεοῦ καὶ τὴν ὥραν ἀσπάζονται. Λυδοῖς μὲν οὖν ἔαρ Διόνυσος ἄγει καὶ τὰ Διονύσου βακχεύματα, σὺ δὲ ἡμῖν τε καὶ λόγοις. ἐκμαίνεις δὲ ἀντὶ μὲν βάκχων τε καὶ Σατύρων τοὺς Μουσῶν τε καὶ Ἑρμοῦ προφήτας· ἀντὶ δὲ τοῦ βοᾶν τὸν Εὔιον, σαυτὸν ἡμῖν δίδως ἀνακαλεῖν τε καὶ ἀναφθέγγεσθαι μέγα μουσικῆς χορείας σύνθημα. καὶ μηδεὶς ὑμῶν θαυμάσῃ, εἰ θεοῖς τὸν ἄνδρα εἰκάζειν οἱ λόγοι βούλονται. οὐ γὰρ δὴ Ὁμήρῳ μὲν ἔξεστι καὶ τρισὶν εἰκάζειν θεοῖς τὸν βασιλέα τῶν Ἀχαιῶν, τὸν Ἀγαμέμνονα, ἡμῖν δὲ οὐδαμῶς· μᾶλλον μὲν οὖν εἰκότως ἡμᾶς τίς οὐ μέμψαιτο, ὅτι μὴ ποιητικὸν κομπάζομεν, μηδὲ πόρρω τῆς ἀληθείας βαίνομεν, καὶ ταῦτα πλέον ἐπὶ τοῦδε ἔχοντες φθέγγεσθαι, ἢ κατʼ Ἀγαμέμνονος Ὅμηρος εἴρηκεν; ὦ θεοῖς μὲν φίλε, θεοῖς δὲ καὶ πρέπον εἰκάζεσθαι· Διὶ μὲν οἶμαι τάχα μὲν καὶ αὐτῷ τῷ προσώπῳ καθʼ Ὅμηρον—ὄμματα γὰρ ἴκελος Διὶ τερπικεραύνῳ κατὰ σοῦ μᾶλλον ἂν Ὁμηρίδης φθέγξαιτο—, πολλῷ δὲ πλέον οἶμαι καὶ ὅτι τοῖς τῆς ψυχῆς κάλλεσι Διὶ σὲ πρέπον εἰκάζεθαι. «οὐ γάρ τι τῶν σῶν ἀτελεύτητον ὅ τι κεν κεφαλῇ κατανεύσοις», τοῦτο δὴ τὸ τοῦ Διὸς ἐγκώμιον· οὐδέ τις ἀνθρώπων τοσοῦτον αὐχήσει ποτέ, ὡς ἀπάτῃ κατὰ σοῦ χρησάμενος, οὐδʼ εἰ τὸν κεστὸν ἔχων τὸν Ὁμήρου φθέγξαιτο, ᾧ καὶ αὐτὸν εἶξαι τὸν Δία φησὶν ἡ ποίησις. σοὶ μὲν καὶ Ἀπόλλων φίλος καὶ διὰ τοῦτο οἶμαι καὶ ὅμοιος· Μουσηγέτης ἐστὶν ἐκεῖνος καὶ χοροὺς Μουσῶν καθʼ Ἑλικῶνα τὸν Βοιώτιον ἵστησιν· ἔνθα δὴ καὶ τοὺς ποιμένας αἱ Μοῦσαι ποιητὰς ἐργάζονται. οὐκοῦν τοῦτο αὐτὸ καὶ σὲ τῷ θεῷ συνάπτει· μουσικῆς μὲν γὰρ καὶ αὐτὸς τὴν Ἀττικὴν πεποίησαι ἐργαστήριον, ὥσπερ τὸν Ἑλικῶνα ὁ Ἀπόλλων· μουσικὴν δὲ καὶ ἡμᾶς κελεύεις ἐργάζεσθαι, αὐτὸς ἐνδιδοὺς τὸ σύνθημα, ὥσπερ ὁ θεὸς ταῖς Διὸς παρθένοις ταῖς Μούσαις. ἵππειον Ποσειδῶνα τιμῶσιν Ἕλληνες καὶ θύουσιν ἐπὶ Ἰσθμῷ τῷ θεῷ, δεικνύοντες αὐτὸν ἡνίοχον καὶ ἐν αὐτοῖς τοῖς ἀγάλμασιν. ἆρʼ οὖν ἄν τις πρὸ σοῦ καὶ τῷδε δικαίως ἂν τῷ θεῷ παραβάλλοιτο, ἢ μαθητὴν προσαγορεύων τῆς τέχνης, διαμάρτοι τῆς κλήσεως; πῶς γὰρ οὐ σοὶ μᾶλλον προσήκει Ποσειδῶν ἱππικῆς διδάσκαλος, ἢ τῷ Πυλίῳ νεανίσκῳ; ὁ μὲν γὰρ βραδὺς τοῖς ἵπποις ὀχούμενος τοῦ θεοῦ τὴν τέχνην ἤλεγχε· σὺ δέ μοι δοκεῖς κἂν αὐτὸν Βουκεφάλαν καὶ Πήγασον καὶ τὴν ἀθάνατον ξυνωρίδα τὴν Ἀχιλλέως ὑποθεῖναι ψαλίῳ καὶ μάστιγι. Ὅμηρος μὲν οὖν τὸν Διὸς παῖδα τὸν Κάστορα ὡς ἀγαθὸν ἱππεύειν ὑμνεῖ τοῖς ἔπεσι, καὶ τοῦτο αὐτὸ καθʼ ἑαυτὸ χαρίζεται, ὡς ἀρκοῦν οἶμαι καὶ μόνον καὶ Διὸς ὄντα παῖδα κοσμῆσαι τὸν Κάστορα· Βελλεροφόντην δὲ τὸν Ἐφυραῖον ᾠδῆς τε καὶ μέλους ἄξιον ἵππος ἐποίησε, καὶ βασιλέα μὲν Δαρεῖον ἐν Πέρσαις, μέγαν δὲ ἐν Μακεδόσιν Ἀλέξανδρον· σοὶ δὲ οἶμαι ἀθύρματα τὰ τῶν μεγάλων βασιλέων ἐγκώμια. βούλομαι δὲ σοί τι καὶ διήγημα, τῆς τε πόλεως ἐπιχώριον καὶ τῆς πανηγύρεως ἐφʼ ἣν ἥκεις, διηγήσασθαι. πάντως ἡδὺ καὶ ἀξιάγαστον οὐ θεᾶσθαι μόνον Παναθήναια, ἀλλὰ καὶ λέγειν τι περὶ αὐτῶν ἐν τοῖς Ἕλλησιν, ὅταν ἐν τῇδε τῇ πανηγύρει τὴν ἱερὰν Ἀθηναῖοι τριήρη τῇ θεῷ πέμπωσιν. ἄρχεται μὲν εὐθὺς ἐκ πυλῶν, οἷον ἔκ τινος εὐδίου λιμένος, τῆς ἀναγωγῆς ἡ ναῦς· κινηθεῖσα δὲ ἐκεῖθεν ἥδε, καθάπερ κατά τινος ἀκυμάντου θαλάσσης, διὰ μέσου τοῦ δρόμου κομίζεται, ὃς εὐθυτενής τε καὶ λεῖος καταβαίνων ἄνωθεν, σχίζει τὰς ἐκατέρωθεν αὐτῷ παρατεταμένας στοάς, ἐφʼ ὧν ἀγοράζουσιν Ἀθηναῖοί τε καὶ οἱ λοιποί. τὸ μὲν οὖν πλήρωμα τῆς νεὼς ἱερεῖς τε καὶ ἱέρειαι, εὐπατρίδαι πάντες, χρυσοῖς, οἱ δὲ ἀνθινοῖς, ἐστεφανωμένοι τοῖς στέμμασιν· αὐτὴ δὲ ὑψηλὴ καὶ μετάρσιος, οἷον ἐπὶ τινῶν κυμάτων ὑποκειμένων, κύκλοις φέρεται, οἳ πολλοῖς τε καὶ ἐπικαρσίοις ἐνηρμοσμένοι τοῖς ἄξοσιν ἀκωλύτως ἄγουσιν ἐπὶ τὸν κολωνὸν τῆς Παλλάδος τὸ σκάφος· ὅθεν ἡ θεὸς ἐποπτεύει τήν τε πανήγυριν οἶμαι καὶ τὴν πᾶσαν ἱερομηνίαν. λύσει δὲ τῆς νεὼς ᾠδὴ τὰ πείσματα, ἣν ἱερὸς προσᾴδουσιν Ἀθηναῖοι χορός, καλοῦντες ἐπὶ τὸ σκάφος τὸν ἄνεμον, παρεῖναί τε αὐτὸν καὶ τῇ θεωρίδι συμπέτεσθαι. ὁ δέ, ἐπιγνοὺς οἶμαι τὴν Κείαν ᾠδήν, ἣν Σιμωνίδης αὐτῷ προσῇσε μετὰ τὴν θάλατταν, ἀκολουθεῖ μὲν εὐθὺς τοῖς μέλεσι, πολὺς δὲ πνεύσας κατὰ πρύμνης οὔριος ἐλαύνει τὴν ὁλκάδα τῷ πνεύματι. Νεῖλον μὲν δὴ λόγος τὸν ποταμὸν τὸν Αἰγύπτιον, ἐπειδὰν οὐρανοῦ τὸ μέσον ἱππεύων ἥλιος ὥραν τὴν θερινὴν ἐργάζηται, ὑπὲρ γῆς Αἰγυπτίων χεόμενον καὶ κρύπτοντα τὰς ἀρούρας τῷ ῥεύματι, πέλαγός τε ναυσίπορον καὶ πλωτὴν ὁλκάσιν ἀποφαίνειν τὴν Αἴγυπτον· ἡ δὲ ἱερὰ τριήρης ἡ τῆς Παρθένου, οὐ Νειλῴου τινὸς παραδόξου δεηθεῖσα ῥεύματος, διὰ τῆς ἠπείρου στέλλεται· ἀλλʼ αὖραι ταύτην λιγυρὸν ἐπηχοῦσαι πέμπουσιν ἐξ αὐλῶν Ἀττικῶν πνέουσαι. τὸ δὲ δὴ μέγιστον θαῦμα, αὐτὸς ἡλίῳ συνεκλάμπων Ἕσπερος καὶ μόνος ἀστέρων τότε ἄλλων συμφαινόμενος μεθʼ ἡμέραν καὶ συνάπτων ὑπὲρ τῆς νεὼς τὴν λαμπάδα τῷ πατρί. ἐφάνης τοίνυν οὗτος ἐκεῖνος ἀστέρων πάντων ὁ κάλλιστος· σὲ γὰρ Ἀθηναῖοι καλοῦσιν Ἕσπερον· καὶ δεξιὰν ἤγαγες τὴν ἱερομηνίαν Ἕλλησι, χρηστὰ δʼ ἐπαγγέλλῃ συμβόλοις αἰσίοις τὰ μέλλοντα, ὡς ὁ δῆμός τε ὅδε εἴρηκε, κἀγὼ τοῖς ῥηθεῖσι πείθομαι.