eul_wid: siy-br
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 41 (To Constantinople) by Himerius the Sophist

Purified for Helios Mithras and now with the emperor, Himerius offers Constantinople a speech in place of a torch: his words came to the city in his youth and return now his hair is grey, to praise the emperor born there. Cities take their glory from founders such as Romulus, Theseus, Danaus, Lycurgus and Brasidas at Amphipolis; this city's walls are its emperor and the sea. Its governor, sweeter of speech than Nestor, is praised before Himerius turns his words to the emperor.

Part of Declamations and Orations

Εἰς Κωνσταντινούπολιν.

Ἡλίῳ Μίθρᾳ ψυχὴν καθάραντες καὶ βασιλεῖ τῷ φίλῳ θεοῖς ἤδη διὰ θεῶν συγγενόμενοι, φέρε τινὰ τῷ τε βασιλεῖ καὶ τῇ πόλει λόγον ἀντὶ λαμπάδος ἀνάψωμεν. Ἀττικὸς μὲν γὰρ νόμος Ἐλευσῖνάδε φῶς μύστας φέρειν κελεύει καὶ δράγματα, ἡμέρου βίου γνωρίσματα· τοῖς δὲ ἡμετέροις μύσταις λόγος προκείσθω τὰ χαριστήρια, εἴπερ ὁ αὐτὸς Ἀπόλλων οἶμαι καὶ Ἥλιος, λόγοι δὲ παῖδες Ἀπόλλωνος. οὐκοῦν ἐκ θεῶν ἀρξάμενοι ἤδη τὴν πόλιν προσείπωμεν. πάλιν Ἀτθίδες παρʼ ὑμῖν Μοῦσαι· πάλιν Ἀθῆναι τὰς αὑτῶν ὠδῖνας προσφθέγγονται. καί μοι δοκοῦσιν ἅπαντες μὲν λόγοι φίλοι τῆς πόλεως· —ταῦτά τοι καὶ βασιλέως τύχην ἔνθεον ὠδίνειν μέλλουσα, Μούσαις ἐπέτρεψε τὴν τούτου φύσιν μαιεύεσθαι, ἵνα τοὺς πώποτε τῇδε τῇ τύχῃ κομήσαντας ἀρετῇ πρὸ τύχης νικήσειεν· —οἱ δὲ ἡμέτεροι λόγοι καθάπερ ἔκ τινος εἱμαρμένης ἀμείνονος ἄνωθεν ἄρα τῇ πόλει προσήκειν ἔμελλον. τεκμήριον δὲ ἐκεῖνο μέγιστον· ἐπειδὴ γὰρ ἔδει τούτους, μετὰ τοὺς Ἀττικοὺς ἄθλους καὶ τὰ τῆς Παρθένου μεγάλα στέμματα, καὶ τὴν ἄλλην γῆν ἐξ Ἀττικῆς λόγων ἀρόσαι σπέρμασιν, οὐκ ἐπὶ Ῥῆνον ἦγεν ἑσπέριον, οὐδʼ ἐπὶ τὴν Ὠκεανοῦ μυθώδη θάλασσαν καὶ τούτοις τὴν ἀποδημίαν ἐπόρθμευσεν, ἀλλʼ ἔτι μὲν ἡβῶντας καὶ ἰούλῳ πρώτῳ χλοάζοντας παρʼ ὑμᾶς ἤγαγεν, ἵνα ἁπαλοῖς ἔτι τοῖς κάλυξιν ὕμνον τῇ πόλει συμπλέξωσιν· ἐπειδὴ δὲ αὐτοῖς αὖ πάλιν πολιὰ μὲν κόμη, πολιὸς δὲ ἤδη ὁ βόστρυχος, βασιλέα καθʼ ἑαυτὸν ἐπῄνεσαν, ἵνα τῶν εἰς ἐκεῖνον ὕμνων ἡ πόλις πάλιν γένηται προοίμιον. οὐκοῦν ἀφʼ ὧν φρονεῖ τε καὶ γέγηθεν, ἀπὸ τούτων αὐτὴν καὶ πρῶτον ἤδη προσείπωμεν. ὦ τὸν ἐλεύθερον πυρσὸν ἀνθρώποις πᾶσιν ἀνάψασα· ὦ τὰς εὐτυχεῖς ὠδῖνας καὶ κυησαμένη καὶ λύσασα· ὦ κρείττονα τόκον καὶ αὐτῆς τῆς μητροπόλεως φήνασα· τῆς μὲν γὰρ ὁ Κέκροψ τὸ πρῶτον βλάστημα—οὔπω καθαρὸς ὁ Κέκροψ ἄνθρωπος, ὅτε τὰς ἐκ λαγόνων σπείρας τῆς μητρὸς εἶχεν, οὔπω τὴν γλῶτταν Ἀττικὰ φθεγγομένην—, τὸ σὸν δὲ ἄρα ἔκ τινος φύσεως ἀκηράτου συγκείμενον· τύχης γὰρ δήπου καὶ ἀρετῆς ἄκρας ἡ σύνοδος, οὐκ ἀφʼ ἡμισείας μοίρας ἀλλʼ ὁλοκλήρου συνυφηναμένης ἑκατέρας οἶμαι τὴν γένεσιν. Δῆλον μὲν δὴ τὴν νῆσον λαχοῦσαν τὰς θείας ὠδῖνας Ἀπόλλωνος ἅπασαι λύραι ᾠδὴν καὶ μέλος πεποίηνται, καὶ ταῦτα νῆσον ὀλίγην, μικροῦ κρυπτομένην τοῖς κύμασι· σὲ δὲ οὐδὲ νῆσον, οὐδέ τινα πόλιν, ἃς οὕτω καλοῦσιν ἄνθρωποι, ἀλλʼ ἤπειρον ὅλην ὀλίγου δεῖν πόλιν ποιήσασαν, τίς ποιητὴς ἢ λόγων συνθέτης οὐκ ἂν εἰκότως ὑμνήσειε; θαυμάζω μέν σου καὶ τὰ λοιπὰ πάντα καὶ τέθηπα. σὺ μὲν γὰρ Εὐρώπης ἀρχή, σὺ δὲ καὶ πέρας καθέστηκας· σὺ δὲ καὶ Ἀσίας τὴν ἴσην μοῖραν κεκλήρωσαι· ἐν σοὶ μὲν Πόντος κυμαίνων ἵσταται, ἐκ σοῦ δὲ Αἰγαῖος γεννᾶται. σὸς δὲ καὶ γείτων ὁ μέγας Βόσπορος, πορθμὸς πάσης μὲν ποιήσεως, πάντων δὲ λόγων ἀγώνισμα, πορθμὸς τοῖς Διὸς ἔρωσιν ὑποστορέσας τὴν θάλασσαν, ὥσπερ οἶμαι καὶ προμαντευόμενος, ὅτι καὶ διογενῆ βασιλέως φύσιν κόλποις τοῖς ἑαυτοῦ τιθηνήσαιτο. λέγεται γὰρ Ἰὼ τὴν Ἰνάχου κρίσει Διὸς εἰς βοῦν ἐκ παρθένου τὴν ἑαυτῆς φύσιν ἀμείψασαν νήξασθαί τε ταύτην τὴν θάλασσαν καὶ δοῦναι τῷ πορθμῷ κλῆσιν τῆς τότε τύχης τὸ σύμβολον.

τὸ δὲ σὸν μέγεθος ἢ κάλλος τίς ἂν ἢ μεγέθει λόγων ἢ κάλλει κατὰ τὴν ἀξίαν ὑμνήσειεν; ἀρξαμένη γὰρ ἐκ μέσων μικροῦ τῶν τοῦ πορθμοῦ κυμάτων ποτίζεσθαι, πολύν τινα δρόμον τὸ πρὸς ἑσπέραν ἐξέδραμε, μεγάλην ποιοῦσα πόλιν τὸ τῆς ἠπείρου δεχόμενον· κενὸν δὲ ἀφῆκε πόλεως οὐδʼ ὅσον εἰς λαγόνας καὶ τὴν κύκλῳ περιπτύσσουσαν νῆσον ἅπασαν μερίζεται, ἀλλʼ ἐπισχεθεῖσα μὲν πᾶσιν αἰγιαλοῖς καὶ πᾶσι πεδίοις, ἠπειρώσασα δὲ καὶ αὐτὴν ἤδη τὴν θάλασσαν καὶ βιασαμένη μερίδα γενέσθαι πόλεως, σαλεύουσαν φύσιν καὶ ἄστατον πεπηγέναι πεποίηκεν. Ὅμηρος μὲν οὖν τὸ τῆς Σπάρτης μέγεθος ὀνόματι καιρίῳ δηλῶσαι θέλων κατὰ τὴν ποίησιν, κητώεσσαν αὐτὴν ὡς εὐμήκη προσείρηκεν· εἰ δὲ τοῦτο ὄντως μεγέθους πόλεως ὄνομα, ἐμοὶ κατὰ σοῦ μᾶλλον, ἀλλʼ οὐχ Ὁμήρου προσρήματος, οὐ τῇδε αὐτῇ τοῦ μεγέθους οἶμαι τυγχάνοντος. ὥσπερ γὰρ ἐν ὅρμῳ τοὺς λίθους ὁ χρυσός, οὕτω καὶ ἡ πόλις τῷ μεγέθει τὸ τῆς ὥρας ἄνθος ἐγκέκραται. ἔνθεν ὁ χρυσὸς μερίζει τὴν ὄψιν, ἐντεῦθεν τέχναι τοὺς θεωμένους ἀνθέλκουσι θαύμασιν· ἐντεῦθεν τὸ τῆς βουλῆς ἐκλάμπει συνέδριον, θέλγει τὰ λουτρά, προσδημαγωγεῖ τὰ θέατρα, κεστὸς ἀτεχνῶς τῆς Ἀφροδίτης τὰ σύμπαντα. οὔπω τὸν μέγιστον καὶ κάλλιστον τῆς πόλεως κόσμον εἴρηκα, ὃς παντὸς μὲν χρυσοῦ φανότερος περιλάμπει τὴν ἀγλαΐαν τῆς πόλεως, πάσης δὲ χειροποιήτου βαφῆς εὐανθεστέραν τὴν εὐμορφίαν ἐργάζεται. βασιλέα λέγω τὸν ἔνθεον, οὗ μυρίαι μὲν καθʼ ἑκάστην ἡμέραν αἱ χάριτες εἰς τὴν γειναμένην, μυρίοι δὲ κόσμοι καὶ στέφανοι τὴν κεφαλὴν ἀναδέουσιν, οὐ τῷ μεγέθει καὶ κάλλει τῶν οἰκοδομήσεων μόνον, ἀλλʼ ὅτι τοῦτο μὲν αὐτὸς τὸν κωλύοντα ζόφον ἀνατείνειν χεῖρας εἰς Ἥλιον ἀρετῇ καθήρας εἰς οὐρανὸν ἀναπέμπειν οἷον ἐκ ταρτάρου τινὸς καὶ ἀλαμποῦς βίου δεδώρηται, τεμένη μὲν ἐγείρων θεοῖς, τελετὰς δὲ θείας καθιδρύων τῇ πόλει ξένας, τῶν δʼ εἰς αὐτὴν θεῶν οὐρανίων μυστήρια θεοποιῶν· τὰ δὲ σύμπαντα ἰώμενος οὐ κατὰ μικρόν, ὥσπερ οἱ ταῖς ἀνθρωπίναις τέχναις τοὺς ἀρρωστοῦντας, ἀλλʼ ἀθρόαις εὐθὺς τῆς ὑγείας ταῖς χάρισιν· ἔδει γὰρ αὐτὸν ἡλίῳ φύσιν συνάπτοντα ὁμοῦ τε λάμψαι καὶ φῆναι βίον τὸν κρείττονα· τοῦτο δὲ ὅτι τοῖς καθημερινοῖς ἔργοις καὶ πράξεσιν ἐγείρει τὴν δόξαν τῆς πόλεως, ᾗ τὴν μὲν Ῥωμύλου πόλιν Ῥωμύλου πράξεις σεμνύνουσι, καὶ τὴν Ἡρακλέους οἱ τῆς ἀρετῆς ἆθλοι τῆς Ἡρακλέους θρυλούμενοι· κἂν τὰς Ἀθήνας ἐπέρηταί τις, τίνι τὸ φρονεῖν αὐταῖς μεῖζον ἢ κατὰ τοὺς ἄλλους περίεστιν, ἀπὸ Θησέως γενεαλογοῦσι τὰ κατορθώματα. καὶ κόσμος Ἀργείοις Δαναός, καὶ Σπαρτιάταις ὁ Λυκοῦργος, τῆς Σπάρτης ἀρχή· τὰ πρὸ Λυκούργου δὲ μικροῦ καὶ ἀρνοῦνται τὴν οἴκησιν· Ἀμφιπολῖται δὲ εἰς Βρασίδαν ἐξ Ἅγνωνος τὴν ἑαυτῶν πατρίδα μετασκευάζοντες, τῇ τοῦ Λάκωνος ἀρετῇ κομῶσι πλέον ἢ οἷς ἡ φύσις αὐτοῖς εἰς θαῦμα τῆς χώρας δεδώρηται. τῇ πόλει δὲ τίς ἄλλος ἀμείνων κόσμος, ἢ βασιλεὺς τοσοῦτος πατρίδι τῇ πόλει καλλωπιζόμενος; ἡ μὲν οὖν Καρίνη Μοῦσα, τὴν Ἡροδότου λέγω, τὴν μικροῦ νικῶσαν καὶ ποίησιν, Ἀσσυρίαν τινὰ πόλιν ἐγείρουσα, βαρβάρῳ ποταμῷ σχίζει καὶ περιβάλλει τὴν πόλιν· τὸ σὸν δὲ τεῖχος βασιλεὺς μέγας καὶ θάλασσα, ὁ μὲν τοῖς ὅπλοις τειχίζων τὴν πόλιν, ἡ δὲ πυργοῦσα τοῖς κύμασιν. ἀλλὰ γὰρ ἔδει τοσούτῳ μεγέθει καὶ τηλικούτῳ πόλεως ἰσόμετρον ὑπάρχειν καὶ τῶν οἰκητόρων τὸ πλήρωμα. εἰ γὰρ ἀστέρες οὐρανοῦ κόσμος, καὶ πόλεως κλέος οἰκήτορες. ὅσοι μὲν οὖν τὸ τῶν αὐτοχθόνων ἑαυτοῖς γένος ἐπιφημίζουσι, μῦθον προπάτορα γενεαλογοῦσι τῶν πόλεων, σπάνει τῆς ἐπιμιξίας τῆς κρείττονος τῶν τῆς φύσεως νόμων καταψευδόμενοι. οὐ τοιοῦτον τό γε ὑμέτερον, ἀλλʼ ὅσον ἐκ θεῶν ῥεῦσαν γένος πρὸς τὴν ῥέουσαν φύσιν ὡμίλησεν, ὁμιλῆσαν δὲ γένος ἡρώων ἐγέννησε, τοῦτο κραθὲν εἰς ὑμᾶς οὐρανοῦ τινος ὡς ἀληθῶς μίμησιν τήνδε τὴν πόλιν εἰργάσατο. τοιγαροῦν παρʼ ὑμῖν φιλοσοφία ἡ μὲν ὀθνεῖος, ἡ δὲ ἐγχώριος πάσῃ τῇ φιληκοΐᾳ τῆς πόλεως ὥσπερ τις ἀγαθὴ μέλιττα ἐξ ἀκηράτων λειμώνων κηρία πλάττουσα πᾶσαν ἐπιβόσκεται αὐτήν, νῦν μὲν ἐμβομβοῦσα θεάτροις καὶ τὴν Ἀκαδημίαν καὶ τὸν Ἀρίστωνος διʼ ἑαυτῆς ὑμῖν συνάπτουσα· νῦν δὲ ψυχὰς νέων ἀρετῆς πάσης γεμίζουσα, ὥσπερ που καὶ Πυθαγόραν λόγος, ὅτε Λυκείῳ τὴν Ἰταλίαν ἀντεπετείχιζε. ποιηταὶ μὲν οὖν τὴν Ἀργὼ τὸ τῆς Ἀθηνᾶς σκάφος πηγνύμενοι, τὴν πρώτην ὁλκάδα ᾐόνας τε ὑμετέρας ἀνοίξασαν, θεῖον αὐτῇ τὸν φόρτον οἶμαι χαρίζονται· ἔδει γὰρ ἔργον Ἀθηνᾶς δήπου τυγχάνουσαν μόνην ὁλκάδων ἡρώων κώπαις ἐρέττεσθαι. καὶ σοὶ δὲ θεῖον μὲν ὥσπερ ἐκείνῃ τὸ πλήρωμα, οὐ μὴν ὥσπερ τριήρους μιᾶς, ἀλλʼ ὅλης πόλεως, ὥστε γενέσθαι φόρτον ἐξ ἀρχῆς εἰς τέλος θεοῖς κεκαθαρμένον. τὸν κυβερνήτην τῆς πόλεως δὲ ποῦ χοροῦ τάξομεν; ἢ δῆλον ὅτι ἐν πρώτοις, καθάπερ ἐπʼ ἀσπίδος κύκλου, ἧς ὅπερ ἂν λάβῃς τῆς περιθεούσης τὸν κύκλον ἄντυγος, τοῦτο καὶ πρῶτον νομίζεται. οὐκοῦν δῆλον ὡς πᾶσα ἀνάγκη τεχνίτην οἰάκων εἶναι τὸν ἐφιζάνειν μέλλοντα τοῖς πηδαλίοις τῆς πόλεως. μικρᾷ μὲν γὰρ πόλει μικρὸς ὁ κίνδυνος νόθος ἀνὴρ τὴν ἀρχικὴν τέχνην καὶ βέβηλος· κλέπτεται γὰρ ἡ βλάβη τῇ τύχῃ συστελλομένη τῆς πόλεως· ὑψηλὴ δὲ τύχη ὑψηλὴν οἶμαι καὶ ζητεῖ φύσιν κυβερνήσειν μέλλουσαν τοσοῦτον πέλαγος πόλεως. ἤπιος ἔστω καθʼ Ὅμηρον ὁ κυβερνήτης τῆς πόλεως, ἵνα καὶ τὴν ἐρχομένην προσηγορίαν τὴν τῶν πατέρων ἐνέγκηται· πρᾶος τοὺς λόγους, ὀξὺς τὰ πράγματα, ἵνα τοὺς μὲν μὴ λυπῇ θορυβῶν, τοῖς δὲ φανῇ πράττων πρὶν ἐλπισθῆναι τὰ μέλλοντα· ἐγειρέτω πόλιν ἀλλὰ χαιρόντων, μὴ λυπουμένων τῷ δαπανᾶσθαι τῶν οἰκητόρων τῆς πόλεως—οὕτω γὰρ ἂν οὐκ αἴσθησιν τῆς δαπάνης ἡ πόλις λήψεται—, ἀλλὰ βαθυνέτω λιμένας καὶ περιπτυσσέτω στοάς, ἀσπαστὴν πλωτῆρσιν ἐκ θαλαττίων πόνων ἀνάπαυλαν· ἐγειρέτω δὲ καὶ τεμένη θεοῖς καὶ εὐμενίζοιτο τὸ κρεῖττον τῇ πόλει φίλον τʼ ἐργάζοιτο· ἀποτεινέτω δὲ καὶ στοὰν οἶμαι βασίλειον κάλλει καὶ μεγέθει βεβαιουμένην, καὶ ἀπέστω γνώμῃ δικαίᾳ μὴ φόβῳ νόμων τοῦ λήμματος· τὸ μὲν γὰρ δειλίας, τὸ δὲ σωφροσύνης τεκμήριον. τοῦτο δʼ ἂν εἰκότως γένοιτο, εἰ γένος μὲν εἴη γενναῖος, ἐντραφείη δὲ παιδείᾳ καὶ λόγοις, ἐνακμάσειε δὲ βασιλείοις ὅροις, μάρτυρα δὲ τῆς ἀρετῆς τοσοῦτον βασιλέα κτήσαιτο, δικαιοσύνης δὲ μισθὸν ἀλλʼ οὐ χρυσίου τὸ τῆς ἀρχῆς γέρας κομίζοιτο. τῶν μὲν οὖν δημηγόρων τῶν ἐν Ἰλίῳ τὸν Πύλιον ἥδιον Ὅμηρος φθέγγεσθαι πεποίηκεν· οὗτος δὲ τοσαύτην ἀρχήν, τοσαύτην δὲ πόλιν ὑπʼ αὐτὸν καὶ ὅλην βουλὴν τοῖς σκήπτροις ἔχων ὑπήκοον, μέλιτος γλυκίων πᾶσιν ἐντυγχάνει, καὶ φαίνεται καὶ ταύτῃ νικῶν τὸν Νέστορα, ὅτι τοσοῦτον ἡλικίᾳ νικώμενος κρατεῖ τῶν λόγων ταῖς χάρισιν. ἀλλὰ γὰρ τοῖς τῆς πόλεως ἔρωσι παραχωρήσας, τοὺς λόγους ἄμετρα σκιρτῶντας περὶ τὴν ἐρωμένην αἰσθάνομαι, καὶ δέδοικα, μὴ περὶ αὐτὴν βραδύνοντες Λωτοφάγων τινῶν λήθην ἐξαίφνης ἀλλάττωνται. διὸ δότε μοι, δότε νῦν μὲν αὐτοὺς τέχνῃ θηράσαντι βασιλέως θέαν ποιήσασθαι, αὖθις δὲ πάντα εἶναι τοῖς ἐρῶσιν, ὅσα καὶ βούλονται καθʼ ἑαυτῶν βέλη κυκλώσασθαι.