Εἰς τὸν Πριβᾶτον Ῥωμαῖον.
Ἤγαγε δὲ ἄρα ὁ τοῦ πυρὸς τοῦ κατʼ Ἐλευσῖνα πόθος καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐπὶ μυστήρια. σοφὸς δὲ ἦν οὗτος Ἀνάχαρσις καὶ ἀρετῆς ἐρῶν, ἀλλὰ Σκύθης μὲν ὢν τῷ σχήματι, ἅμα δὲ τῷ λόγων γεύσασθαι, ἦν εὐθὺς τὴν φωνὴν ἀντὶ τοῦ σκυθίζειν Ἀττικός· δεινὴ γὰρ ἡ φύσις νικῆσαι νόμον, καὶ ἀρετῆς ἔρως ἔθος ἐκβῆναι τὸ πάτριον. πολυπραγμονεῖ δὲ ἅμα περινοστῶν καὶ τὰ λοιπὰ τῶν Ἀθηναίων ἐξαίρετα, τὰς χεῖρας, τὴν φωνήν, τὰς τέχνας, τοὺς λόγους καὶ νόμους … οὐδὲν γὰρ αὐτὸν φιλομαθοῦντα διέφυγε, οὐχ ὁδός, οὐ τέμενος, οὐ διήγημα ...ιν ἔδωκεν, ἔγνω δὲ καὶ τὴν Ποσειδῶνος ὑπὲρ τῆς πόλεως ἅμιλλαν ... κρείττονα, καὶ κῦμα ἐπηχοῦν τῷ λόφῳ, καθάπερ δονεῖ ... πρὸς τὸν Σόλωνα—ἧκε γὰρ εἰς αὐτὸν φήμη περὶ τοῦ Σόλωνος, ὡς ... ἅπερ τις κάτοχος φθέγξασθαι. ἔδωκε δὲ οἶμαι ταύτην ... ἐπεὶ δὲ ἦν εἴσω θυρῶν, ὁ μὲν Ἀνάχαρσις τὸν μῦθον ... εἰς τοῦ Σκύθου τὴν γνώμην ἀνήγετο τέως ἐρῶντα αὐτὸν καὶ ἐκάλει ... περ πρόσθεν πολλάκις ἐπὶ τὴν ποίησιν, ἵνα καὶ Ἀνάχαρσις ...μιῶν, καί τινας ἄλλους λόγους εἰπεῖν, οἷς μᾶλλον ἄν τις τὸ τοῦδε … ἦν Πολυκράτης ἔφηβος, ὁ δὲ Πολυκράτης οὗτος οὐ βασιλεὺς Σάμου μόνον, ἀλλὰ καὶ τῆς Ἑλληνικῆς ἁπάσης θαλάσσης, ἀφʼ ἧς γαῖα ὁρίζεται. ὁ δὴ γοῦν τῆς Ῥόδου Πολυκράτης ἤρα μουσικῆς καὶ μελῶν, καὶ τὸν πατέρα ἔπειθε συμπρᾶξαι αὐτῷ πρὸς τὸν τῆς μουσικῆς ἔρωτα, ὁ δὲ Ἀνακρέοντα τὸν μελοποιὸν μεταπεμψάμενος δίδωσι τῷ παιδὶ τοῦτον τῆς ἐπιθυμίας διδάσκαλον, ὑφʼ ᾧ τὴν βασιλικὴν ἀρετὴν ὁ παῖς διὰ τῆς λύρας πονῶν τὴν Ὁμηρικὴν ἔμελλε πληρώσειν εὐχὴν τῷ πατρὶ Πολυκράτει, πάντα κρείσσων ἐσόμενος. θαυμάζει δὲ γὰρ καὶ Ὅμηρος τὸν διδάσκαλον τὸν Ἀχιλλέως, τὸν Φοίνικα, ὅτι διδάσκαλος ἔργων καὶ λόγων ἐγένετο, εἰ μὲν ἐπὶ Θετταλίας ἦν Ἀχιλλεύς—ἐκεῖ συνὼν γὰρ τὴν ἀρετὴν ἐπαίδευεν—· εἰ δὲ ἐπὶ Τροίας, πάλιν κανταῦθα συμπαρῆν, ἀντὶ Πηλέως Ἀχιλλεῖ πάντα γινόμενος. ὅθεν τοσοῦτος καὶ ἔργα καὶ λόγους ὁ ἥρως οὗτος ἐγένετο, ὡς μικροῦ μόνος ὅλην ἐργάσασθαι τὴν Ὁμήρου μεγάλην ποίησιν.