ΑΠΟΛΟΓΙΣΜΟΣ ΩΝ ΠΕΠΟΛΙΤΕΥΤΑΙ
Οὐαλέριος Ἁρποκρατίων δερματικόν· Λ. ἐν τῷ ἐπιγραφομένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται. δερματικὸν ἂν εἴη λέγων ὁ ῥήτωρ τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγιγνόμενον ἀργύριον.
Οὐαλέριος Ἁρποκρατίων ἑδωλιάσαι· Λ. ἐν τῷ ἐπιγραφομένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἑδώλια αἱ ἐν ταῖς ναυσὶ καθέδραι. Ἡρόδοτος αʹ.
Οὐαλέριος Ἁρποκρατίων Ἑκατόμπεδον· Λ. ἐν τῷ ἐπιγραφομένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται. ὁ Παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν.
Οὐαλέριος Ἁρποκρατίων νεώρια καὶ νεώσοικοι· μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦργός τε ἐν Ἀπολογισμῷ ὧν πεπολίτευται καὶ Ἀνδοκίδης ἐν τῷ Περὶ τῆς εἰρήνης, εἰ γνήσιος ὁ λόγος.
ΚΑΤʼ ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ
Οὐαλέριος Ἁρποκρατίων Μητρῷον· Λυκοῦργος ἐν τῷ Κατʼ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ Μητρῴῳ. δηλοῖ Δείναρχος ἐν τῷ Κατὰ Πυθέου.
Οὐαλέριος Ἁρποκρατίων ἀγραφίου· εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτεῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθʼ οὕτως ἔχειν Δημοσθένης τε ἢ Δείναρχος ἐν τῷ Κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν τῷ Κατʼ Ἀριστογείτονος, ἔτι τε Πυθέας ἐν τῇ Πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ.
Οὐαλέριος Ἁρποκρατίων ἡλικία τῆς πόλεως· ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος Κατʼ Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς.
Οὐαλέριος Ἁρποκρατίων ὄρυγμα· ἰδίως οὕτως ἐκαλεῖτο ἐφʼ οὗ οἱ κακοῦργοι ἐκολάζοντο Ἀθήνησι· Λυκοῦργος Κατʼ Ἀριστογείτονος.
Οὐαλέριος Ἁρποκρατίων τρίγωνον δικαστήριον· Λυκοῦργος Κατʼ Ἀριστογείτονος. ὄνομά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος ...
Οὐαλέριος Ἁρποκρατίων χιλιωθέντα· Λυκοῦργος ἐν τῷ Κατʼ Ἀριστογείτονος, ἀντὶ τοῦ χιλίας ὀφλόντα ...
Οὐαλέριος Ἁρποκρατίων ψευδεγγραφή· ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ ὡς καταψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος ἐν τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ. Λυκοῦργος ἐν τῷ Κατʼ Ἀριστογείτονος καὶ Ἰσαῖος ἐν τῷ Πρὸς Μέδοντα μνημονεύουσι τοῦ ὀνόματος.
ΚΑΤʼ ΑΥΤΟΛΥΚΟΥ
Δημοσθένους Σχόλια ἀπὸ τοῦ πράγματος — λαμβάνεται προοίμιον — ὡς Λυκοῦργος ἐν τῷ Κατὰ Αὐτολύκου· πολλῶν καὶ μεγάλων ἀγώνων εἰσεληλυθότων οὐδέποτε περὶ τηλικούτου δικάσοντες ἥκετε.
Σοῦδα μηλόβοτος χώρα· ὑπὸ πολεμίων ἐξερημωθεῖσα, ἣν κατανέμεται τὰ τετράποδα. κεῖται δὲ τοὔνομα καὶ παρὰ Λυκούργῳ ἐν τῷ Κατʼ Αὐτολύκου. ἀλλὰ καὶ μηλόβοτον τὴν Ἀττικὴν ἀνῆκε ...
Οὐαλέριος Ἁρποκρατίων ἠρία· Λυκοῦργος ἐν τῷ Κατʼ Αὐτολύκου. ἠρία εἰσὶν οἱ τάφοι, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ δῆλον ποιεῖ ...
ΠΡΟΣ ΔΗΜΑΔΗΝ ΑΠΟΛΟΓΙΑ ΥΠΕΡ ΤΩΝ ΕΥΘΥΝΩΝ
Οὐαλέριος Ἁρποκρατίων ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τρόχοι· Δείναρχος Κατὰ Φορμισίου καὶ ἐν τῇ Πρὸς Ἀντιφάνην ἀπολογίᾳ, Λυκοῦργός τε ἐν τῇ Πρὸς Δημάδην ἀπολογίᾳ. ὁ ἀποβάτης ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τρόχοι οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δʼ ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κʹ τῶν Νόμων. χρῶνται δέ, φησί, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί.
Οὐαλέριος Ἁρποκρατίων τοὺς ἑτέρους τραγῳδοὺς ἀγωνιεῖται. Λυκοῦργος ἐν τῷ Πρὸς Δημάδην. Δίδυμός φησιν ὅτι παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία.
ΠΕΡΙ ΤΗΣ ΔΙΟΙΚΗΣΕΩΣ
Οὐαλέριος Ἁρποκρατίων δοκιμασθεὶς ... ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδʼ ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξητάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου φησίν. Λυκοῦργος δʼ ἐν τῷ Περὶ τῆς διοικήσεως τρεῖς δοκιμασίαι κατὰ τὸν νόμον, φησί, γίγνονται· μία μὲν ἣν οἱ ἐννέα ἄρχοντες δοκιμάζονται, ἑτέρα δὲ ἣν οἱ ῥήτορες, τρίτη δὲ ἣν οἱ στρατηγοί. λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν.
ὁ νόμος: ... φησὶ γὰρ καὶ Λυκοῦργος δοκιμάζεσθαι δεῖν οὐ πάντας ἐπὶ τῷ ἑταιρῆσαι, ἀλλὰ τοὺς πολιτευομένους ῥήτορας καὶ τὰ ψηφίσματα γράφοντας.
Οὐαλέριος Ἁρποκρατίων στεφανῶν τοὺς νενικηκότας· Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεώς φησιν· ἀλλὰ μὴν καὶ Καλλισθένην ἑκατὸν μναῖς ἐστεφανώσατε. καὶ παρʼ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς ...
Οὐαλέριος Ἁρποκρατίων Ἐπικράτης ... ἕτερος δʼ ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν.
Λεξικὰ Σεγουηριανά ἐπιτροπεύω· ... τέτριπται δὲ καὶ μετὰ γενικῆς, ὡς παρὰ Λυκούργῳ ἐν τῷ Περὶ τῆς διοικήσεως· ἐκ τῶν ἱερῶν, ὧν ἡμεῖς ἐπετροπεύσαμεν.
ἐξοδιασμός· Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεως· πολλῶν δὲ χρημάτων ἐξοδιασμὸν εἰληφότων.
Οὐαλέριος Ἁρποκρατίων Ἀγαθῆς τύχης νεώς· τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεως.
Οὐαλέριος Ἁρποκρατίων αἰγίδας ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεως καὶ Νυμφόδωρος. Ἡρόδοτος δʼ ἐν δʹ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι.
Οὐαλέριος Ἁρποκρατίων Λυσίμαχος· ... ἕτερος δʼ ἐστὶ Λυσίμαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεως ὡς εὐτελοῦς μελοποιοῦ.
Οὐαλέριος Ἁρποκρατίων ὀχεῖον· ...Λυκοῦργος δʼ ἐν τῷ Περὶ τῆς διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινός, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται.
Οὐαλέριος Ἁρποκρατίων σείρινα· Λυκοῦργος Περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτών, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλική, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σίρινα.
ΠΕΡΙ ΤΗΣ ΙΕΡΕΙΑΣ
Οὐαλέριος Ἁρποκρατίων παράκλησις· ἀντὶ τοῦ προτροπή· ...τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας προειπὼν εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγών, ἐδεόμην ἂν ὑμῶν μετʼ εὐνοίας ἀκοῦσαί μου· μετʼ ὀλίγον φησίν· νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως.
Οὐαλέριος Ἁρποκρατίων ἐπιτελεοῦν καὶ ἐπιτελέωμα· ἀμφότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ Περὶ τῆς ἱερείας Λυκούργου· ἔοικε δὲ ἐπιτελέωμα λέγεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότερον θυσίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησίν· ἔτι τοίνυν ἔφη πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων θυμάτων.
Οὐαλέριος Ἁρποκρατίων Μίκων· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. καὶ Μίκωνα τὸν γράψαντα ἕως τοὺς λʹ μῆνας ἐζημίωσαν.
Σοῦδα συσσημαίνεσθαι· ὃ καλοῦσι κατασφραγίζεσθαι, τοῦτο οἱ ῥήτορες συσσημαίνεσθαι λέγουσι. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας· ὥστε προστεταγμένον ὑπὸ ψηφίσματος καὶ τὴν ἱέρειαν συσσημαίνεσθαι τὰ γραμματεῖα ...
Πρισκιανὸς ὁ Καισαρεύς «περὶ τόσους» καὶ «περὶ τόσοις». ἐν τῷ Περὶ τῆς ἱερείας· ὡς περὶ εἴκοσιν ἀνθρώποις ...
Οὐαλέριος Ἁρποκρατίων Ἀλόπη· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας· Κερκύονος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς ...
Οὐαλέριος Ἁρποκρατίων διήλλαξεν· ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας.
Οὐαλέριος Ἁρποκρατίων ἐπίβοιον· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Φιλόχορος δʼ ἐν βʹ φησὶν οὕτως· «ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδρόσῳ θύειν οἶν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον» ...
Οὐαλέριος Ἁρποκρατίων ἐπιμήνια· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθʼ ἕκαστον μῆνα θυόμενα ὑπὲρ τῆς πόλεως, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα.
Οὐαλέριος Ἁρποκρατίων ἐσχάρα· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Ἀμμώνιος ἐν τοῖς Περὶ βωμῶν ἐσχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος ἑστίαν, ἀλλʼ ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρʼ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν.
Οὐαλέριος Ἁρποκρατίων Ἐτεοβουτάδαι· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. γένος παρʼ Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεὸν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων Περὶ γενῶν.
Οὐαλέριος Ἁρποκρατίων κύρβεις· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς Περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους κτἑ.
Οὐαλέριος Ἁρποκρατίων Νίκη Ἀθηνᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρʼ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν αʹ Περὶ ἀκροπόλεως.
Οὐαλέριος Ἁρποκρατίων πάρεδρος· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης δʼ ἐν τῇ Ἀθηναίων Πολιτείᾳ φησὶ κτἑ.
Οὐαλέριος Ἁρποκρατίων πέλανος· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας ... Ἀπολλώνιος δʼ ὁ Ἀχαρνεὺς ἐν τῷ Περὶ τῶν Ἀθήνησιν ἑορτῶν οὕτω γράφει· «ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος· λέγεται δὲ πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω», κτἑ.
Οὐαλέριος Ἁρποκρατίων Πλυντήρια· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ἑορτὴ παρʼ Ἀθηναίοις.
Οὐαλέριος Ἁρποκρατίων Πολύγνωτος· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ θησαυρῷ καὶ τῷ Ἀνακείῳ γραφάς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ Περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς.
Οὐαλέριος Ἁρποκρατίων προτέλεια· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια.
Οὐαλέριος Ἁρποκρατίων σκίρον· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ——φασὶ δὲ οἱ γράψαντες περί τε ἑορτῶν καὶ μηνῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδειόν ἐστι μέγα, ὑφʼ ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι, κτἑ.
Οὐαλέριος Ἁρποκρατίων τραπεζοφόρος· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τραπεζοφόρος, καὶ ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ, αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ιγʹ τῶν Ἀττικῶν Συναγωγῶν.
Οὐαλέριος Ἁρποκρατίων τριτομηνίς· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν, δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην.
Οὐαλέριος Ἁρποκρατίων Ὑγίεια Ἀθηνᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ἔστι δὲ ἐπώνυμον τῆς Ἀθηνᾶς· καὶ γὰρ Ὑγίεια καλεῖται καὶ Νίκη καὶ Ἱππία καὶ Ἐργάνη.
ΠΕΡΙ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ Η ΚΡΟΚΩΝΙΔΩΝ ΔΙΑΔΙΚΑΣΙΑ ΠΡΟΣ ΚΟΙΡΩΝΙΔΑΣ— ΛΥΚΟΥΡΓΟΥ Η ΦΙΛΙΝΟΥ —
Σοῦδα Προχαριστήρια· ἡμέρα ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες ἀρχομένων τῶν καρπῶν φύεσθαι, λήγοντος ἤδη τοῦ χειμῶνος, ἔθυον τῇ Ἀθηνᾷ· τῇ δὲ θυσίᾳ ὄνομα Προχαριστήρια. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερωσύνης· τὴν τοίνυν ἀρχαιοτάτην θυσίαν διὰ τὴν ἄνοδον τῆς θεοῦ, ὀνομασθεῖσαν δὲ Προχαριστήρια, διὰ τὴν βλάστησιν τῶν καρπῶν τῶν φυομένων.
Οὐαλέριος Ἁρποκρατίων Προσχαιρητήρια· Λυκοῦργος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ. ἑορτὴ παρʼ Ἀθηναίοις ἀγομένη ὅτε δοκεῖ ἀνιέναι ἡ κόρη.
Οὐαλέριος Ἁρποκρατίων Κοιρωνίδαι· ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος· Κροκωνιδῶν διαδικασία πρὸς Κοιρωνίδας, ὃν ἔνιοι Φιλίνου νομίζουσιν. ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ Συναγωγῇ τῆς Ἀτθίδος φησίν. «ὠνομασμένοι δʼ ἂν εἶεν ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος, παρʼ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας τῶν Κοιρωνιδῶν». ὁ δὲ τὸν λόγον γεγραφώς, ὅστις ποτʼ ἐστίν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας.
Οὐαλέριος Ἁρποκρατίων Θεοίνια· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον· τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν αʹ Συναγωγῶν.
Οὐαλέριος Ἁρποκρατίων Κυννίδαι· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. γένος ἐστι παρʼ Ἀθηναίοις οἱ Κυννίδαι.
Ἀθήναιος οἱ δὲ οἰνόπται οὗτοι ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατʼ ἴσον πίνουσιν οἱ συνόντες, καὶ ἦν ἡ ἀρχὴ εὐτελής, ὡς ὁ ῥήτωρ φησὶ Φιλῖνος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ· καὶ ὅτι τρεῖς ἦσαν οἱ οἰνόπται, οἵτινες καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας.
Οὐαλέριος Ἁρποκρατίων Σκαμβωνίδαι· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν. ἔστι δὲ δῆμος τῆς Λεοντίδος.
ΚΑΤΑ ΙΣΧΥΡΙΟΥ
Οὐαλέριος Ἁρποκρατίων στρωτήρ· Λυκοῦργος Κατὰ Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος ...
ΚΑΤΑ ΚΗΦΙΣΟΔΟΤΟΥ ΥΠΕΡ ΤΩΝ ΔΗΜΑΔΟΥ ΤΙΜΩΝ
Ἀνώνυμος Σεγυεριανός λαμβάνεται δὲ ἡ πρόθεσις καὶ ἐν ἀρχῇ, ὡς ὁ Λυκοῦργος· καὶ παράνομον τὸ ψήφισμα ἐπιδείξω καὶ ἀνάξιον τὸν ἄνδρα δωρεᾶς.
Λυκοῦργος ἐν τῷ Κατὰ Κηφισοδότου ὑπὲρ τῶν Δημάδου τιμῶν· Περικλῆς δὲ ὁ Σάμον καὶ Εὔβοιαν καὶ Αἴγιναν ἑλών, καὶ τὰ Προπύλαια καὶ τὸ Ὠιδεῖον καὶ τὸ Ἑκατόμπεδον οἰκοδομήσας, καὶ μύρια τάλαντα ἀργυρίου εἰς τὴν ἀκρόπολιν ἀνενεγκών, θαλλοῦ στεφάνῳ ἐστεφανώθη.
Ἀθήναιος Λυκοῦργος δʼ ὁ ῥήτωρ ἐν τῷ Κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο.
Οὐαλέριος Ἁρποκρατίων χιλιωθέντα· ——ὁ δʼ αὐτὸς ῥήτωρ καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχιλιῶσθαι,
ΚΑΤΑ ΛΥΚΟΦΡΟΝΟΣ ΕΙΣΑΓΓΕΛΙΑ Αʹ Βʹ
Οὐαλέριος Ἁρποκρατίων ἀνδραποδιστής· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος· Θαυμάζω δʼ ἔγω γε, εἰ τοὺς ἀνδραποδιστάς, τῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντας μόνον, θανάτῳ ζημιοῦμεν.
Σοῦδα μοχθηρία· ἡ κακία, ὡς Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος· οὐ γὰρ ὅσιον τὸν τοὺς γεγραμμένους νόμους, διʼ ὧν ἡ δημοκρατία σῴζεται, παραβαίνοντα, ἑτέρων δὲ μοχθηρῶν εἰσηγητὴν ἐθῶν καὶ νομοθέτην γενόμενον ἀτιμώρητον ἀφεῖναι.
Ἰωάννης ὁ Στοβαῖος Λυκούργου· ὅταν γυνὴ ὁμονοίας τῆς πρὸς ἄνδρα στερηθῇ, ἀβίωτος ὁ καταλειπόμενος γίγνεται βίος.
Οὐαλέριος Ἁρποκρατίων ἄνοικος· ἀντὶ τοῦ ἀοίκητος. Λυκοῦργος Κατὰ Λυκόφρονος.
ἐμποδών· Θουκυδίδης ηʹ, ἀντὶ τοῦ προχείρους ... Λυκοῦργος δὲ ἐν τῷ Κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν ...
Οὐαλέριος Ἁρποκρατίων Ἵππαρχος · ... ἕτερος δʼ ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου ...
Οὐαλέριος Ἁρποκρατίων κανηφόροι· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. περὶ τῶν κανηφόρων Φιλόχορος ἐν βʹ Ἀτθίδος φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφʼ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς.
Οὐαλέριος Ἁρποκρατίων Μελανίππειον· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις. Κλείδημος δʼ ἐν αʹ Ἀτθίδος ἐν Μελίτῃ αὐτὸ εἶναι λέγει.
Οὐαλέριος Ἁρποκρατίων πεφασμένης· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος ἀντὶ τοῦ γεγενημένης ...
Οὐαλέριος Ἁρποκρατίων Ὑακινθίδες· Λυκοῦργος ἐν τῇ Κατὰ Λυκόφρονος εἰσαγγελίᾳ. εἰσὶ δὲ θυγατέρες Ὑακίνθου τοῦ Λακεδαιμονίου.
Ἰωάννης ὁ Στοβαῖος Λυκούργου· ὅσοι τοῖς ἀπὸ τῆς φύσεως ἀγαθοῖς ἐπὶ τὰ χείρω χρῶνται, τούτοις πολέμια τὰ εὐτυχήματά ἐστιν· ὡς εἴ τις ἀνδρεῖος ὢν λῄζεσθαι μᾶλλον ἢ στρατεύεσθαι προῄρηται, ἢ ἰσχυρὸς ὢν λωποδυτεῖν μᾶλλον ἢ … συμβουλεύειν, ἢ καλὸς ὢν μοιχεύειν μᾶλλον ἢ γαμεῖν, οὗτος τῶν ἀπὸ τῆς φύσεως ἀγαθῶν ὑπαρξάντων προδότης ἐστίν.
Κατὰ Λυκόφρονος αʹ
Ἀθήναιος Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ Κατὰ Μαντιθέου αἰκίας φησίν· ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος. τὰ ὅμοια εἴρηκε καὶ Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος πρώτῳ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου.
Οὐαλέριος Ἁρποκρατίων ἱπνός· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος αʹ. μέρος τι τῆς οἰκίας οὕτω καλεῖται, τὸ λεγόμενον παρʼ ἡμῖν μαγειρεῖον.
Κατὰ Λυκόφρονος βʹ
Οὐαλέριος Ἁρποκρατίων ὁρκάνη· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμός, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, οὕτω καλεῖται, παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι ...
ΚΑΤΑ ΛΥΣΙΚΛΕΟΥΣ
Διόδωρος ὁ Σικελιώτης Ἐστρατήγεις, ὦ Λυσίκλεις, καὶ χιλίων μὲν πολιτῶν τετελευτηκότων, δισχιλίων δʼ αἰχμαλώτων γεγονότων, τροπαίου δὲ κατὰ τῆς πόλεως ἑστηκότος, τῆς δʼ Ἑλλάδος ἁπάσης δουλευούσης, καὶ τούτων ἁπάντων γεγενημένων σοῦ ἡγουμένου καὶ στρατηγοῦντος, τολμᾷς ζῆν καὶ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν καὶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ὑπόμνημα γεγονὼς αἰσχύνης καὶ ὀνείδους τῇ πατρίδι.
Οὐαλέριος Ἁρποκρατίων Λεβάδεια· Λυκοῦργος ἐν τῷ Κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς Βοιωτίας.
Οὐαλέριος Ἁρποκρατίων ἐπὶ Δηλίῳ μάχη· Λυκοῦργος ἐν τῷ Κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δʹ.
ΠΡΟΣ ΤΑΣ ΜΑΝΤΕΙΑΣ Η ΠΕΡΙ ΤΩΝ ΜΑΝΤΕΙΩΝ
Σοῦδα καυχᾷ· οἱ λοιποὶ ῥήτορες ἐπὶ τῆς αὐτῆς ἐννοίας αὐχεῖν λέγουσι· Λυκοῦργος ἐν τῷ Περὶ τῶν μαντειῶν ἐχρήσατο τῇ λέξει. δεῖ δὲ τἆλλα ἐν δημοκρατίᾳ σοι εἰπεῖν· ἑνὸς δʼ οὐκ ἔστι σοι· κακῶς γὰρ αὐτοῦ προέστης· ἐφʼ οἷς καυχᾷ, οἱ ἄλλοι αἰσχύνονται.
καυχᾷ· αὐχεῖν ἐπὶ χρηστοῖς πράγμασι. Λυκοῦργος δὲ ἐπὶ φαύλοις κέχρηται, οἷς τοὺς ἀκούοντας αἰσχύνεσθαι.
ΚΑΤΑ ΜΕΝΕΣΑΙΧΜΟΥ ΕΙΣΑΓΓΕΛΙΑ
... ὦ ἄνδρες δικασταί, ὅτι οὐδʼ οἷόν τέ ἐστι θῦσαι, ὡς Μενέσαιχμος λέγει, εἰ δὲ μή, ἀσέβημα γίγνεται, ἀναγνώσεται ὑμῖν Θεογένους μαρτυρίαν τοῦ κηρυκεύσαντος Διοδώρῳ, ὃς οἶδεν θύσαντος ἰδιώτου τινὸς οὐ παρόντος Διοδώρου καὶ θέντος ... ΟΘΑΛΙ
εἰρεσιώνη· κλάδοι ἐλαίας καὶ δάφνης πρὸ τῶν οἰκιῶν τιθέμενοι, πλήρεις πολλῶν ὡραίων ἀναδεδεμένων. τοῦτο δὲ λοιμοῦ γενομένου καὶ χρήσαντος τοῦ θεοῦ ἐποίουν· Λυκοῦργος ἐν τῷ Δηλιακῷ· καὶ θαλλὸν μέγαν κοσμήσαντας ἁπάντων, ὧν κατʼ ἐκείνους τοὺς καιροὺς αἱ ὧραι φέρουσιν, ἀνατιθέναι τῷ Ἀπόλλωνι ἔμπροσθεν τῶν θυρῶν, εἰρεσιώνην ὀνομάσαντας, ἀπαρχὰς ποιησαμένους τῶν γιγνομένων πάντων ἐκ τῆς γῆς, ὅτι τὴν ἀφορίαν ἡμῶν τῆς χώρας ἱκετηρία ἡ παρὰ τῷ Ἀπόλλωνι τεθεῖσα ἔπαυσεν. ... καὶ οὕτως οἱ πρόγονοι ἡμῶν λέγονται ἕκαστος κατὰ τὴν ἰδίαν θύραν θεῖναι τὴν ἱκετηρίαν τῷ Ἀπόλλωνι, τὴν νῦν εἰρεσιώνην.
Ἐτυμολογικὸν τὸ Μέγα εἰρεσιώνη· ... Λυκοῦργος δέ φησιν, ἀφορίας γενομένης Ἀθηναίοις, τοῦτο ἐπιτελεσθῆναι κατὰ χρησμόν, οἷον ἱκετηρίαν Ἀπόλλωνι.
Οὐαλέριος Ἁρποκρατίων Πυανόψια· Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου· καὶ ἡμεῖς Πυανόψια ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δʼ ἄλλοι Ἕλληνες Πανόψια, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει. Ἀπολλώνιος καὶ σχεδὸν πάντες οἱ περὶ τῶν Ἀθήνησιν ἑορτῶν γεγραφότες Πυανεψιῶνος ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαί φασι. δεῖν δέ φασι λέγειν Πυανέψια καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς καὶ ἡ εἰρεσιώνη ἄγεται.
Σοῦδα Προηρόσια· αἱ πρὸ τοῦ ἀρότρου γινόμεναι θυσίαι περὶ τῶν μελλόντων ἔσεσθαι καρπῶν, ὥστε τελεσφορεῖσθαι· ἐγίνετο δὲ ὑπὸ Ἀθηναίων ὑπὲρ πάντων Ἑλλήνων εϛʹ ὀλυμπιάδι. Λυκοῦργός φησιν ἐν τῷ Κατὰ Μενεσαίχμου· καὶ γὰρ νῦν πολλὰς καὶ μεγάλας ὑμῖν τιμὰς ὀφείλω καὶ ζηλῶ παρὰ πᾶσιν Ἕλλησι μαντευομένοις τὸν Δία προηροσίαν ποιήσασθαι.
... Ἄβαρις ἔνθους γενόμενος κύκλῳ περιῄει μετὰ βέλους τὴν Ἑλλάδα καὶ χρησμούς τινας ἔλεγε καὶ μαντείας. ὁ δὲ ῥήτωρ Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου φησίν, ὅτι λοιμοῦ γενομένου ἐν τοῖς Ὑπερβορέοις ἐλθὼν ὁ Ἄβαρις ἐμισθώτευσε τῷ Ἀπόλλωνι, καὶ μαθὼν χρησμοὺς παρʼ αὐτοῦ, σύμβολον ἔχων τὸ βέλος τοῦ Ἀπόλλωνος περιῄει ἐν τῇ Ἑλλάδι μαντευόμενος.
Οὐαλέριος Ἁρποκρατίων Ἄβαρις· ὄνομα κύριον· Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου. λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν ...
Οὐαλέριος Ἁρποκρατίων ἁρκυωρός· Λυκοῦργος ἐν τῇ Κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἅρκυς, τουτέστι τὰ λίνα, φυλάττων ...
Οὐαλέριος Ἁρποκρατίων Δηλιασταί· οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί· Λυκοῦργος Κατὰ Μενεσαίχμου.
Οὐαλέριος Ἁρποκρατίων Ἑκάτης νῆσος· Λυκοῦργος Κατὰ Μενεσαίχμου. πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπʼ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν τῇ αʹ. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος ἐν αʹ Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δʼ ἐστὶ ψαιστῶν τις ἰδέα.
Οὐαλέριος Ἁρποκρατίων Κηφισόδωρος· Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου. κεκωμῴδηται δὲ οὗτος ὡς νωθὴς κτἑ.
Οὐαλέριος Ἁρποκρατίων προκώνια· Λυκοῦργος Κατὰ Μενεσαίχμου. Δίδυμος· προκώνια, φησίν, ἐστὶ πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δʼ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι κτἑ.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης σπογγοθῆραι· καὶ σπογγοκολυμβηταὶ δὲ Λυκοῦργος εἴρηκεν ἐν τῷ Κατὰ Μενεσαίχμου.
ΑΠΑΡΑΣΗΜΑ
Ἰωάννης ὁ Στοβαῖος Λυκούργου· ζηλωτὸν ἴσως ὁ πλοῦτος· τίμιον μέντοι καὶ θαυμαστὸν ἡ δικαιοσύνη.
Ἰωάννης ὁ Στοβαῖος Λυκούργου· δεῖ τοῖς φίλοις καὶ τοῖς οἰκείοις βοηθεῖν ἄχρι τοῦ μὴ ἐπιορκεῖν.
Ἰωάννης ὁ Στοβαῖος Λυκούργου· οὐ τὸ πλουτεῖν καλόν, ἀλλὰ τὸ ἐκ καλῶν πλουτεῖν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Λυκοῦργος δὲ καὶ διεγγυᾶν τὸ ἐγγυᾶν εἶπεν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης εἴρηται δὲ καὶ σεμίδαλις παρά τε Λυκούργῳ τῷ ῥήτορι καὶ πολλοῖς τῶν κωμῳδοδιδασκάλων.
Πλατωνικὴ ὑπόμνησις νευρορράφοι· νευρορράφους εἶπε Λυκοῦργος τοὺς τὰ νεῦρα ῥάπτοντας ταῖς λύραις.
Φώτιος, Σοῦδα κτηματίτην· τὸν κτήματα πολλὰ ἔχοντα· οὕτως Λυκοῦργος.
Φώτιος παράκλητος· ὡς ἡμεῖς εἴρηκεν Λυκοῦργος.