eul_wid: siy-bd
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 27 (To Companions from His Homeland) by Himerius the Sophist

Turning to students from his own homeland, Himerius argues that gods and poets love their native places: Apollo Delos, Dionysus Thebes, Anacreon Teos, Alcaeus Mytilene, Simonides and Bacchylides Iulis, Stesichorus Himera. Since he drives no poet's chariot, he proposes to wall his city with men and words, and cites Amphion, Aesop and Plato before telling how Pythagoras made Samos famous though he taught in Italy.

Part of Declamations and Orations

Εἰς τοὺς ἐκ πατρίδος ἑταίρους.

Ἀλλὰ γὰρ ὥρα λοιπόν, ὦ παῖδες, καὶ τοῖς πολίταις τὴν λύραν τὴν ἡμετέραν ἁρμόσασθαι ... λόγων θέαν αἱ Μοῦσαι ἤγαγον, ὃς τοσοῦτον ἐρᾷ τῶν λόγων, ὥστε ... Θρᾳκῶν, οἷον εἰς Ὀρφέα καὶ Καλλιόπην ἀνενέγκασαι λόγος ... εἰς αὐτὸν μετὰ τοῦ γένους τοὔνομα· εὖ τε οὖν ἔχει πρὸς λόγ... ἀλλὰ σὲ μόνον ὑπόθεσιν οἱ λόγοι καὶ αὖθις θήσονται, νυνὶ δὲ δύ... οὗτοι ταῖς Μούσαις συγχορεύουσιν, ἀλλʼ ἐς τόδε ἔμειναν τῶν ἡμ... τῶν ἑταίρων τῆσδε τῆς φάλαγγος ἐπὶ τὴν κοινὴν ἑστίαν ξεν... δίκαιος. καὶ τοῦτο ἀκούω καὶ Ἡσιόδου κελεύοντος ἡμῶν ἤτ... σοφὰ καὶ καλὰ ἔπη. Μουσῶν δὲ ποιήματα πῶς οὐ πολλὰ κ... μόνον, ἀλλὰ καὶ θεοὺς ταὐτὸ περὶ πατρίδος δοξάζοντας. φιλεῖ μὲν Δῆλον ... θαλάττης ἔστησε, πρὶν Ἀπόλλωνα φῆναι, σαλεύουσαν· φιλεῖ δὲ Θήβας ὁ Διόνυσος, ὅτι τὰς ὠδῖνας ἐπʼ αὐτῇ Σεμέλης ἔστησε, καὶ Πὰν Ἀρκάσιν ἁβρύνεται, καὶ Ἀφροδίτη Πάφῳ, καὶ τῇ κατʼ Εὐρώταν πόλει Διόσκουροι· Ὅμηρος δὲ οὐδὲ ἐξ οὐρανοῦ τοὺς πολλοὺς τῶν θεῶν, ἀλλʼ ἐξ ὀρῶν ἄγει καὶ πόλεων, Ἀργείαν Ἥραν καὶ Δωδωναῖον τὸν Δία καὶ Λυκηγενῆ τὸν Ἀπόλλωνα καλῶν· τῷ δὲ τῆς ἡμετέρας τέχνης θεῷ τάχα που... παρʼ αὐτοῦ, ὅ τι χαρίζοιτο δὴ τῷ θεῷ καλῶν τὸν Ἑρμῆ ἴσα περὶ πατρίδος φρονήσαντας. φιλεῖ μὲν τὴν μικρὰν Ἰθάκην ... καλούμενος, κἂν πολλάκις τὴν μελίαν κινῇ κατʼ Ἴλιον, κἂν μόνος ... πολυχρύσαις Μυκήναις, ἀλλὰ τῇ μικρᾷ Πύλῳ δίδωσιν Ὅμηρος ... κοσμεῖ μὲν γὰρ Ἀνακρέων τὴν Τηΐων πόλιν τοῖς μέλεσι, κἀκεῖθεν ἄγει τοὺς Ἔρωτας· κοσμεῖ δὲ καὶ Ἀλκαῖος τὴν Λέσβον καὶ πανταχοῦ τῶν μελῶν προσάγει Μυτιλήνην, καὶ Σιμωνίδῃ καὶ Βακχυλίδῃ ἡ Ἰουλὶς ἐσπούδασται· τὴν δὲ Ἱμέραν τὴν Σικελικὴν οὐκ ἐλευθέραν ποιεῖ μόνον τῶν τυράννων, ἀλλὰ καὶ λόγοις κοσμεῖ Στησίχορος. ἡμεῖς δέ, ὦ φίλοι, τί τὴν ἐνεγκοῦσαν πόλιν ποιήσομεν; ἀλλʼ ἐπεὶ οὐκ ἐπὶ τῶν ἀφέτων ἁρμάτων ἡμεῖς ὀχούμεθα, οὐδὲ τὰ ποιητῶν σπουδάζομεν, φέρε ἀνδράσι καὶ λόγοις τὴν πόλιν τειχίσωμεν ... Λυκοῦργος, ὅτε μετὰ τοῦ θεοῦ Λακεδαιμονίοις τοὺς νόμους ... πολυτελέσιν ἀνθήσασαι μικροῖς λειψάνοις γνωρίζονται ...τα ταῖς μνήμαις ὁ χρόνος ταῖς τῶν ἀνθρώπων ἐτήρησεν· ἤγειρε μὲν ... Θηβαίων τείχη διὰ τῆς λύρας Ἀμφίονος, Σωκράτης δὲ αὐτὸς μὲν κοινῶς ...ὲ ἀεὶ καὶ ῥήτορσι τὴν πόλιν ἀνώρθωσε, καὶ Φρυγίαν Αἴσωπος εἰς μόνον τὸν μῦθον ἐγνώρισε. Πλάτων δέ, αἰτιασαμένου τινός, ὅτι μὴ στρατηγοίη μηδὲ πολιτεύοιτο· οὐ γὰρ ἐμέ, φησίν, ἡ Χαβρίου ... γνώριμοι Πλάτωνος. ἐθέλω δὲ ὑμῖν καὶ περὶ Πυθαγόρου λόγον ...ζεν, οὐκ ἐν Σάμῳ τὰς διατριβάς, ἀλλʼ ἐπʼ Ἰταλίας πεποίηται ... εἶναι τῆς ἐκείνου φιλοσοφίας τὴν πατρίδα Σάμον συνέβαινε. δεινὸν οὖν τὸ πρᾶγμα ὑπολαβών, εἰ μὴ καλλωπίζοιτο τοῖς ἐκείνου καλοῖς ἡ πόλις, ἀφʼ ἧς ἐγένετο τὰ πρῶτα τῆς ἡλικίας ... εὐδαίμονα διʼ ἐκείνην οὐ μόνον Σάμον ἀλλὰ καὶ πᾶσαν τὴν Ἰωνίαν ἐποίησεν ...