eul_wid: siy-bb
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 25 (To Scylacius, Proconsul of Greece) by Himerius the Sophist

Coming late to the contest, Himerius likens himself to Achilles, who would not fight until Hephaestus's armour arrived: a performer, like Apelles with a painting, gives his best before a judge who knows the art, here Scylacius, proconsul of Greece. Praise of his justice and humanity follows, with deeds in Asia Minor: the Maeander restored to its course and the city's harbours given back, Pisidia cleared of bandits, and a verdict no gold could buy. The text is broken by many gaps.

Part of Declamations and Orations

Εἰς Σκυλάκιον τὸν ἀνθύπατον Ἑλλάδος.

Φέρε δὴ μετὰ τὴν μυρρίνην καὶ τὸν στέφανον τῶν Ἀθηναίων τὰ Μουσῶν ... Μούσαις συγχόρευσον, εἰ καὶ ὀψὲ καὶ μόλις τὴν ἀγωνίαν ἐθάρρησας. καίτοι καὶ Ἀχιλλέα τὸν Θέτιδος ἀγωνοθετοῦντα τοῖς ἡμιθέοις τὸν πόλεμον ὕστατον ὥπλισεν ἐπὶ τὰς μάχας ἡ ποίησις· οὐ γὰρ ἠνείχετο φανῆναι κατὰ τὸ πεδίον μαχόμενος, πρὶν ἂν ὅπλα παρὰ Ἡφαίστου δέξηται. ἐπεὶ δὲ ἧκεν ἐξ οὐρανοῦ χρυσῷ μὲν ἀσπὶς ἀστράπτουσα, καὶ τὴν Ἡφαίστου μηνύουσα χεῖρα τοῖς θαύμασιν, ὅτι μόνη διὰ σοφίαν ἠπίστατο τῇ τέχνῃ φύσιν μιμήσασθαι, οὐκέτι μένειν εἴσω τῆς σκηνῆς οὐδὲ τὰς μάχας κλύειν ἠνείχετο, ἀλλʼ ἁρπάσας τὴν πανοπλίαν, ἣν ὁ θεὸς ἐχαλκεύσατο, τὸν Ἐνυάλιον κατὰ τὸ πεδίον ἐχόρευσεν ... ἀρίστων συνθήματα. καὶ σπεύδει μὲν ἐπὶ πᾶσαν ἀθλητὴς ἀγωνίαν, ὅταν σπουδαῖον τὸν Ἑλλανοδίκην αἰσθάνηται· σπεύδει δὲ στρατιώτης ἐπὶ τὸν πόλεμον, ὅταν ὑπὸ γενναίῳ στρατηγῷ στρατεύων ἔρχηται ... θαρρεῖ δὲ καὶ πλωτὴρ τὴν θάλασσαν, ὅταν εὐθύνῃ κυβερνήτης τὸ σκάφος εἰ... ἐγὼ διὰ τοῦτο ἡδέως τῇ τοῦ Πανὸς ὀρχεῖσθαι σύριγγι, ὅτι καὶ αὐτὸς ἐπίσταται μὴ ... Ἀπελλῆς δὲ ἄρα οὐδὲ ἠξίου δεικνύναι γραφήν, εἰ μὴ γραφικός τις ἀνὴρ τὴν χεῖρα μέλλοι θεάσασθαι· ... ἡδέως ἔχειν Ἀλέξανδρον, ὅτι τὴν ἱππικὴν τέχνην ἄριστα Μακεδόνων ἠπίστατο. ἀκούω δὲ καὶ περὶ Μούσης τῆς Αἰθιοπικῆς τοιόνδε τινὰ λόγον. κρήνη τῶν προπόδων αὐτῆς ἐκδίδωσιν, ἣν ἔκ τινος ὀλίγης πίδακος εἰς ποταμοῦ φύσιν λόγος πλατύνεσθαι· Διονύσου πηγὴν ταύτην καλοῦσιν Αἰθίοπες, φύσις δὲ ἥδε τοῦ νάματος· κλέπτεσθαι μέν, εἴ τις ἐθέλοι πιεῖν ἀβάκχευτος, πλημμυρεῖν δὲ αὖ πάλιν, εἰ βακχικός τις προσίῃ ψαύσων τοῦ νάματος. πόθεν δὲ καὶ ἡμῖν, ὦ ... σάλπιγξ τὸ σύνθημα, ἣ πρότερον μὲν ἐν βασιλείοις τοσοῦτον ἤστραψεν, ὥστε ... ὕστερον δὲ ἐπὶ Ἰωνίας ἀφεῖσα τὰ βέλη· ἐπεὶ κἀκείνην ἡρμόσατο ... τί οὖν, ὦ λόγοι, τί πρὸς Μουσῶν, ὦ φίλοι, δράσομεν; τίνα καὶ αὐτοὶ Μοῦσαν ... βούλεσθε; ποθεῖ γὰρ ποθεῖ γνῶναι καὶ μαθεῖν ἐκείνην τὴν σάλπιγγα ... Ζεὺς διὰ τοῦτο τὴν Χείρωνος λύραν, ὅτι μόην Κενταύρων τὸ Διὸς γένος ἐπαινεῖν ... τῶν λόγων συνέριθον. κοῦφα μὲν τὰ ποιητῶν πτερά, καὶ διὰ τοῦτο ... λόγοις τοῖς ἡμετέροις ἀγχίθυρος. φέρε ταύτῃ τὸν ὕμνον πιστεύσωμεν ... ἁρμόσαντες. τὴν εὐγένειαν οἱ πάλαι γνώμῃ καὶ γένει μερίσαντες, οἱ μὲν ...ζοντες, τὴν δὲ ἑκατέρας σύνοδον σπανίως μὲν ἀνθρώποις εἶναι ... τινὶ μοίρᾳ ταύτης τῆς εὐκληρίας ηὐτύχησεν, ὅσῳ φίλον εἰδέναι ... οὐ σχολὴ τὰ ἄνω ζητεῖν· ἐγγὺς γὰρ ὁ δώσων τὴν μαρτυρίαν τῷ λόγῳ ... δύο γένη παρὰ τοῖς Ἕλλησιν ἀνθῆσαι λέγεται, τὸ μὲν ἐκ Διὸς διʼ Αἰακοῦ, τὸ δὲ ἐκ Ποσειδῶνος διὰ Θησέως γενόμενον, τὸ μὲν Ἀττικόν, τὸ δὲ ἐξ Αἰγίνης τὸ πρότερον· τούτων δὲ ἀμφοῖν νικάτω μὲν ὅπερ τις βούλεται, πάντως δὲ ὑπὲρ τούτου τὴν νίκην οἴσεται. τὸ δὲ τοῦ γένους ἐπίσημον οὐκ ὦμός τις, ὥσπερ οἱ Πελοπίδαι φασίν, ἀλλὰ δικαιοσύνη μὲν τὸ τῶν Αἰακιδῶν καλόν, φιλανθρωπία δὲ δείκνυσι τὸ τῶν Ἀθηναίων ἐξαίρετον· ... Ἀττικὰ ἀνιστορεῖν τὸν ἄνδρα τοῦτον βουλόμενος· πειθὼ γὰρ το... Περικλέα τὸν Παιανιέα τὸν δίκαιον· ὥσπερ γὰρ οἱ πολυτελεῖς ... Ἀττικὸν φρόνημα, ὥσπερ τι πάγκαλον ἄγαλμα τὴν ἑαυτοῦ τέχνην ... εἰρήσθω· γνώμης δὲ ἄρα ἀπόδειξιν φθάνει μὲν προαρπάσας ὁ λόγος· ὅμως γοῦν ... καὶ ψυχήν, συνεχὴς τὴν φύσιν καὶ οὐ σχιζόμενος, ὥσπερ οἱ σοφοὶ πλασταὶ μιμοῦνται ... τʼ ἄλλης ἀρετῆς κατὰ τὴν χορείαν μερίζεσθαι· τὰ δὲ τῶν ἀρετῶν ἔργα ἀδικεῖ μὲν ὁ καιρὸς τὸν λόγον μὴ συγχωρῶν πάντα καταριθμήσασθαι· μνηστέον δʼ οὖν ὁπόσων ἔξεστι. θαυμάζεις ἀνδρείαν καὶ δικαιοσύνην καὶ σωφροσύνην ... τίνα δὴ τὰ ἔργα τῶν ἀρετῶν; ἀνδρείας μὲν ἀπόδειξις, οἱ πρὶν μὲν δοῦλοι Πισίδαι ... τὰ κατὰ Μαιάνδρου σοφίσματα. δικαιοσύνης δὲ ἡγεμόνων κρίσεις σω... πρῶτον τῆς ἑαυτοῦ κρατῆσαι ψυχῆς καὶ παντὸς ὑπεράνω τὴν χεῖρα ἀναθεῖναι ... εἴπωμεν, ἀπὸ Μαιάνδρου πρῶτον ἀρξάμενοι. ἐπεὶ καὶ πρεσβεύειν ...κειν Μαίανδρον. ὁ γὰρ ποταμός, ὅσον πλήθει τοῦ Νείλου λείπεται, τοσοῦτον φύσει περίεστι· τοῦ μὲν γὰρ μῦθος ἡ γῆ, ἣν Αἰγυπτίοις χαρίζεται· ὁ δὲ πλωτῆρας ἀποσυλήσας τὴν θάλασσαν γηπόνοις σχίζειν ἔδωκεν ἀρότροις ἀντὶ κυμάτων τοὺς αὔλακας. ἴδοις ἂν πεδίον μὲν τὴν πρόσθεν θάλασσαν, σκιρτῶντα δὲ ἀντὶ μὲν δελφίνων νεβρόν, ἀντὶ δὲ ναύτου κελεύοντος νομέως ἠχούσης ἀκούσῃ σύριγγος. ἡ γὰρ φύσις τοῦ τόπου τοιάδε τις· κόλπος ἀνίσχων ...ης σχίζει τὴν νῆσον ἀπὸ τῆς πόλεως· ὁ δὲ Μαίανδρος οὗτος εἰς τοῦτον τὸν ... αὔλακας, τὴν ἤπειρον κόλπον εἰργάσατο. ἰδὼν δὲ οὗτος ἀδικουμένην τὴν φύσιν ... ἴσα τῷ μεγέθει καὶ θαλάττῃ—καὶ γὰρ κόλποις ἤνθει καὶ ναυτιλίαν παρείχετο ... δὴ τὴν λίμνην ταύτην αὐχμῶσαν ὕδατι χρόνῳ, διώρυχι κατὰ τὸ πεδίον ... ἐπιχωρίοις ἔδωκε λίμνην, ποταμὸν τὴν θάλασσαν.

Κῦρον μὲν δὴ λόγος τὸν Πέρσην χαλεπήναντα Γύνδῃ τῷ ποταμῷ, ὅτι Νισαῖον ἐπικλύσας ἔκρυψε πῶλον τῷ κύματι, εἰς διώρυχας σχίσαι τὸ ῥεῦμα—ἦν δὲ τὸ πρῶτον ναυσιπόρος—ἵνα γυναιξὶν Ἀσσυρίαις βατὸν τὸν Γύνδην ἐργάσηται. σὺ δὲ οὐ πῶλον ζητῶν ἀγέρωχον, ἀλλʼ ἰδὼν ἀδικουμένην τὴν χώραν ... ἔτρεψας, ᾗ ποταμῷ φύσις κομίζεσθαι, τῇ πόλει δὲ ἀπέδωκας τοὺς λιμένας καὶ τὰ ... ὧδέ πως εἰργάσθη. τὸ δὲ κατὰ Πισίδας ἡλίκον; λῃσταὶ Πισίδας ἀνήλισκον· ἄβατος ἦν τοῖς ἐργαζομένοις ἡ χώρα ...ς λεῖα ἀπήλαυνε. φανέντος δὲ τούτου μετὰ τῶν νόμων, τὸ λῃστρικὸν ἅπαν ... ἀνάλωσεν. ἔστη τις ὑπὸ τῇ σῇ δίκῃ χρυσῷ τὴν δίκην αἰσχύναι τολμήσας ...νιδι ἀπῆλθε μαθὼν μὴ θεῷ τοιαύτῃ λυμήνασθαι. ἀλλʼ ὦ πάντων ...ν, ὦ σοφίας ἁπάσης ἐνδιαίτημα· ταυτί σοι τέως ὥσπερ τῶν λόγων ...άττομεν· εἴη δέ σοι καὶ τρίτον καὶ πολλάκις τὸν αὐτὸν στήσασθαι. σὺ δέ μοι ... τῆς ἡγεμονίας οἱ λόγοι, ἵνα ὑπὸ τῇ σῇ δίκῃ τὰ σεμνὰ Θέμιδος μαθὼν μυστήρια ...