Λαλιά.
Ὅταν αἱ Μοῦσαι καθʼ Ἑλικῶνα χορεύωσι, πάντα μοι ἠχῆς ἐμπίμπλανται. ἠχεῖ μὲν τέττιξ, καὶ ἀναμιμνήσκει τὸν μῦθον τῷ μέλει, ὅτι ἐγώ, φησίν, ὢν ἄνθρωπος ᾖδον ἀεί, καὶ ἐπειδὴ τὴν φύσιν ἤμειψα, οὐ συναφῆκα τῷ βίῳ τὸν πόθον. ἀηδόνων δὲ καὶ χελιδόνων γένη, ἔτι δὲ κύκνων ἀγέλαι, περὶ τὰς θεὰς χορεύουσιν.