eul_wid: siy-ax
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 21 (To the Newcomer Severus) by Himerius the Sophist

Achilles tuning his lyre in his tent while the plain flashes with arms opens Himerius's welcome to Severus, a new student; the hero sings the glories of men between battles. Athena then wins her dispute with Poseidon with the olive against his wave, and the choirs of the Muses and Apollo play in soft meadows with pipe, lyre and syrinx.

Part of Declamations and Orations

Εἰς Σεβῆρον νέηλυν.

Ἐμέμνητο δὲ ἄρα καὶ παρὰ τὰς μάχας Ἀχιλλεὺς τῆς λύρας· καὶ τὰ μὲν πεδία τοῖς ὅπλοις ἤστραπτεν, ὁ δὲ κατὰ τὴν σκηνὴν τὴν ἑαυτοῦ κιθάραν ἥρμοζεν. ἡ δὲ τῆς ᾠδῆς ὑπόθεσις· ἤρα ἀρετῆς Ἀχιλλεύς, καὶ τὰ κλέα τῶν ἀνδρῶν νῦν μὲν πολεμῶν ἐμιμεῖτο, νῦν δὲ ᾠδὰς ἐργαζόμενος ...

Ἔρις ἦν ἀμφὶ τοῖς παιδικοῖς τῶν θεῶν· ἀλλʼ οὔτε Ἀθηνᾶ τὰ ὅπλα ἔχουσα τοῖς ὅπλοις ἤριζεν, οὔτε Ποσειδῶν φέρων τὴν τρίαιναν, ταύτην προβέβλητο· ἀλλʼ ἡ μὲν τὸν θαλλὸν ἀνέσειεν, ὁ δὲ ἀντήχει τῷ κύματι. καὶ λύει ψῆφος τὴν κρίσιν καὶ Ἀθηνᾶ λαμβάνει τὰ νικητήρια ...

Ἀλλὰ Μουσῶν χοροὶ καὶ Ἀπόλλωνος καθʼ ἁπαλῶν λειμόνων ἀθύρουσι ...

Καὶ ἡ μὲν ηὔλει, ἡ δὲ κιθάραν εἶχεν, ἡ δὲ ἐνέπνει τῇ σύριγγι ...