eul_wid: pnw-ab
Ἀποσπάσματα ἐκ ΣοῦδαςFragments from Suda
Hierocles the Stoic Fragments from Suda PDF
| 1 | Suid. s. v. ἐμποδώ ν · ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου. φησὶν ἐν βʹ Φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· Τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπεμελήθη μηδενὸς ἐμποδὼν ὄντος. |
| 2 | Suid. s. v. λέσχ η · πολλὴ ὁμιλία, φλυαρία. τὸ δὲ παλαιὸν αἱ καθέδραι καὶ οἱ τόποι, ἐν οἷς εἰώθεσαν ἀθροιζόμενοι φιλοσοφεῖν, λέσχαι ἐκαλοῦντο. Οὕτω φησὶ καὶ Ἱεροκλῆς ἐν αʹ Φιλοσοφουμένων. |
| 3 | Suid. s. v. διαλέγοιντο γυναιξί ν · ὁμιλοῖεν ἢ συνουσιάζοιεν. οὕτως Ἱεροκλῆ ς . |
| 4 | Suid. s. v. διότ ι . ἔσθ’ ὅτε καὶ ἀντὶ τοῦ «ὅτι» λαμβάνεται. οὕτω γὰρ ἄλλοι τε πολλοὶ καὶ Ἱεροκλῆ ς . |
| 5 | Suid. s. v. τέμνουσι φάρμακο ν . τιμῶσιν, ἡγοῦνται. οὕτως ἄλλοι τε καὶ Ἱεροκλῆ ς . |