Φᾶ· εἰπέ, λέγε
φᾶν· λέγειν
φάανθεν· ἐφάνησαν
φαάνθη· ἐφάνη
φαάντερον· λαμπρότερον
φάβα· μέγας φόβος. καὶ τὸ σύνηθες. ὄσπριον
φαβοτύπος· εἶδος ἱέρακος, καὶ περιστερᾶς ἀγρίας σπερμοφάγου
φαβοκτόνος· ἱερακοκτόνος
Φαβρίς· νησίδιον πρὸ τῆς Ἀττικῆς
φαγανθρώπων· ἀκαθάρτων
φάγαινα· φαγέδαινα νόσος ..... ἑλκῶδες νεμόμενον
φαγέσωρον· πολυφάγον
φάγιλος· ἀμνός
φαγλαός· χείμαῤῥος
φαγόνες· σιαγόνες, γνάθοι
φάγυλοι· μαστοί. μάρσιπποι
φάγωρος· ἰχθῦς ποιός
φαδάσαι· γνάψαι
φάεα· ὀφθαλμοί
φαέθει· καίει, λάμπει, φαίνει
φαέθοντα· ἐπιφανῆ, λάμποντα
φαέθοντα· τόκον ἐπιφανῆ καὶ καταπληκτικὸν τῇ προσόψει
φαέθων· φαίνων, λάμπων
φαεινή· λαμπρά, φαιδρά
φάεν· ἐπέστειλεν
φαεινόν· λαμπρόν, φαιδρόν, ὡραῖον
φαέσασθαι· ἰδεῖν, μαθεῖν
φαεσίμβροτος· ἡ τὸ φῶς τοῖς ἀνθρώποις παρεχομένη. καὶ ἥλιος
φαεσφόρος· γνώσει φωτίζων, καὶ ὁ τὸ φῶς παρέχων
φαζάλη· πάθος σωματικόν, ὃ γίνεται τοῖς ἐρυθρὰν θάλασσαν πλέουσιν
φάηκες· ὀφθαλμοί
φάθι· εἰπέ
φαῖ· δῆμος
Φαίακες· ἔθνος
Φαιάκων· αὐτὰ τὰ ἔθνη
φαίδει· ὄψει
Φαίδιμος· ὄνομα κύριον. ἢ λαμπρός. κατὰ ψυχὴν ἰσχυρός. ἐπίσημος. σπουδαῖος
φαιδρός· καθαρός. γεγηθώς. φανερός
φαιδρυντής· ὁ τὸ ἕδος τοῦ θεοῦ θεραπεύων
φαιδρωπόν· χάριεν τὸ πρόσωπον
φαῖεν ἂν· εἴποιεν ἄν
φαίη· εἴποι
φαίην· εἴποιμι
φαίην ἄν· εἴποιμι ἄν
φαίκανον· πήγανον
φαικάσιον· ὑποδήματος εἶδος γεωργικοῦ
φαικόν· ἐλαφρόν. ἰταμόν. κοῦφον. λαμπρόν
φαικῷ· ἐνεργῷ, ἀκμάζοντι, ἀπὸ τοῦ φαίνειν οἷον λαμπρόν
φαικῶς· λαμπρῶς. ἢ λίαν, καὶ τὰ ὅμοια
φαῖμεν· εἴποιμεν. ὑπολάβοιμεν
φαίνει· λάμπει, φαντάζει
φαίνεται· δοκεῖ. καὶ ὅμοια
φαινόλα· τὸ ὕφασμα οὕτως «ἔχουσα καινὰν φαινόλαν»
φαινόλις· λαμπρά, φωσφόρος
Φαινύλιος· ὄνομα ἥρωος
φαίνων· δεικνύων, δηλῶν
φαιόν· μέλαν
φαιούς· ἄρτους ῥυπαρούς
φαιρίδδειν· σφαιρίζειν
φαιρωτήρ· σκύτος
Φαιστός· πόλις Κρήτης
φάκελον· φορτίον εὐάλωτον
φακέλους· φόρτους
φάκελοι· ὁμοίως
φακός· βρύον τὸ ἐν τῇ λίμνῃ. καὶ μέλασμά τι ἐν τῇ ὄψει. καὶ μέρος τοῦ χαλινοῦ. καὶ ἡ λεπτὴ τῆς μεταλλικῆς λίθου. καὶ ἰατρικὸν σκεῦος
φάκται· ληνοί, σιπύαι, πύελοι
Φακεέ· διάνοιξις
φρακτεῖν· φράττειν. Φρακτός γὰρ ὁ φραγμός. καὶ τὸ μέτρον φάκτον
φάλαγγες· πολεμικαὶ τάξεις, ἀπὸ τοῦ πέλας ἀλλήλων εἶναι. καὶ τὰ τῶν δακτύλων ἄρθρα. καὶ νεῶν ὑπερείσματα
φαλάγγια· στρογγύλα ξύλα καὶ σύμμετρα. Ἀττικοὶ δὲ κόρακας
φαλαγγηδόν· κατὰ τάξεις
φάλαγξ· ζῶον παραπλήσιον ἀράχνῃ, ὃ δὴ καὶ αὐτὸ ὑφαίνειν δοκεῖ
φαλάγγωμα· πομπή τις ἐν τοῖς Διονυσίοις
φαλαγγῶσα· τεθηριωμένη, ἠρεθισμένη
φάλαγξ· πολεμιστῶν παράταξις
φάλαι· ὅρα, σκόπει
φαλαγγοστορύναι· ὄργανα πολεμικά
Φαλάκραι· τόπος τῆς Ἴδης, καὶ νύμφαι .......
Φαλάκρας· ἄκρας τῆς Εὐβοίας
Φάλακρον· ἀκρωτήριον Ἴδης
φαλάνθη· ἐριουργός
φάλανθον· πολιόν. καὶ ἡ Νέστορος κάρα. οἱ δὲ φαλακρόν
φάλα· ἡ μικρὰ κάρα
φάλαρα· ἀστραγαλίσκος ὁ ἐπὶ τῆς περικεφαλαίας, καὶ παραγναθίδες. χαλινοί, ἢ ἱπποκόσμια
φαλαρόν· λευκόν
φαλαρός· φαλιός, φαλακρός, λευκομέτωπος, λευκός, καὶ φαλέον
φαλεριαῶ· πέφρικα
φάληρα· λευκά. ἀφρίζοντα, φρίσσοντα
Φαληρεύς· πολίτης
Φαληρικαί· αἱ ῥάφανοι ἀπὸ τῆς Ἀττικῆς
φαληριόωντα· λευκανθίζοντα, ἢ λευκαινόμενα
φαληρίς· ὄρνις λιμναῖος. καὶ τὸ .......
Φάλης· δερμάτινον καὶ ἀνδρεῖον
φαλίζει· θέλει
φαλικρόν· ἄκρατον
φαλιόν·
φαλίς· κάνναβις
φαλιόπουν· λευκόπουν. Φαλιοὶ ταῦροι· λευκομέτωποι
φαλίπτει· μωραίνει
φαλίσσεται· λευκαίνεται. ἀφρίζει
φάλκη· ὁ τῆς κόμης αὐχμός. ἢ νυκτερίς
φάλλαι· φάλλαιναι
φαρισαῖος· ἀφωρισμένος, μεμερισμένος, καθαρός
φαλλός· τὸ ξύλινον αἰδοῖον ἀνδρικόν
Φαραά· διασκεδασμός. ἢ νόσος
φάλλαινα· ἡ ἐν τῇ κεφαλῇ θρίξ. καὶ ἰχθῦς κητώδης
φάλλη· ἡ πετομένη ψυχή
φαλλικά· ᾠδὴ πεποιημένη εἰς τὸν Διόνυσον, τοῦ φαλλοῦ ἀγομένου
φαλλικόν· ὄρχημά τι. οἱ δὲ μέλος. ἄλλοι ᾠδὴν αὐτοσχέδιον ἐπὶ τῷ φαλλῷ ᾀδομένην
φαλός· λευκός. ἢ βόλος. καὶ φαλὸν τὸν ἐμμανῆ
φαλόν· τὸ στερεὸν κύκλωμα τοῦ στέρνου. οἱ δὲ τὸν μωρόν
φάλος· ὁ λόφος τῆς περικεφαλαίας. καὶ τρυφάλεια ἡ τρεῖς κεφαλὰς ἔχουσα. ἔνιοι λευκὸς ἧλος. ἄλλοι ψελλός. ἄλλοι κωφός
φαλύγματα· ὑγράσματα
φαλύνει· λαμπρύνει
φαλύσσεται· καταῤῥήσσει. περιέρχεται
φαλωθείς· παρατραπείς
φάμαν· φήμην
φαμάξαι· φάσεις
φαμέν· λέγομεν
φάμενος· εἰπών
φάμην· εἶπον
φάμμη· ἄλφιτα
φαμμάστρια· τὰ ψαιστά. καὶ ἑορτή τις
φᾶν· λέγειν
φάναι· εἰπεῖν
Φαναῖος· Ἀπόλλων. Ἀχαιὸς Ὀμφάλῃ. παρὰ Χίοις οὕτω λέγεται
φανᾶν· θέλειν
φάναοι· ἄρνες
φάνας· τὰς ἐκλάμψεις
φανόν· τὸ φαινόμενον, φωτεινὸν καὶ λαμπρόν. Ἀττικοὶ δὲ λυχνοῦχον ἐκάλουν, ὃ ἡμεῖς νῦν φανόν
φάντα· λάμποντα
φαντάζομαι· συκοφαντοῦμαι
φαντάζου δόμων .....· φαίνου
φαντάσας· δείξας
φαντασία· τὸ μὴ ὂν ἀληθές, ἀλλὰ σχήματι
φάντι· εἰπόντι
φαντίζοιτο· φαίνοιτο
φάντος· εἰπόντος. ἢ πλάτανος φανωτάτη, περιφανής, λαμπρά
φάος· φώς, ὄρθρου ἀνατολή
φάος ἠελίοιο· ἡ αὐγή
Φάπην· τὴν Παφίην
φαραγγαῖον· τῆς φαρέτρας τὸ κάλυμμα
φάραγξ· τάφρος, κοίλωμα
φάραγξι· κοιλάσι
φάραι· ὑφαίνειν, πλέκειν
φαραιδάκη· μυρίκη
φάργμα· φραγμός
φαρέτρα· βελοθήκη
φαρετρεών· τοξότης
φάρη· ἱμάτια. νεφέλαι
φαρικόν· φάρμακον σύνθετον θανάσιμον
φάριον· τὸν ἐρεοῦν ......
Φᾶρις· ὄνομα πόλεως
φαρκάζει· κλέπτει
φαρκιδούμενοι· στυγνάζοντες
φαρκίς· ῥυτὶς ἡ ἐκ τοῦ γήρους γινομένη. ἢ ῥίζα, πρὸς ῥυτίδας ποιοῦσα. ἢ στολίς
Φαρκίδων· ῥυτίδων. ἢ πόλις
φάρκες· νεοσσοί
φάρκτου· φυλακὴν σκεύαζε
φάρμακα· βοτάναι. χρώματα. καὶ πᾶσα πόα
φαρμακεύεται· σκευάζεται, ἀρτύεται
φαρμακίτης· ἀδηφάγος
φαρμακίς· ἐπὶ γυναικὸς φαρμακίδος. καὶ εἶδος φαρμάκου. ἢ ἀκρίς
φαρμακοί· καθαρτήριοι. περικαθαίροντες τὰς πόλεις, ἀνὴρ καὶ γυνή
φαρμακή· ἡ χύτρα, ἣν ἡτοίμαζον τοῖς καθαίρουσι τὰς πόλεις
φάρμακον· ἡ ὑποστάθμη. ἄλλοι σύνθεσις ᾗ κηδεύουσι τὰ ἱερὰ τῶν ζώων
φαρμακῶνες· τὰ βαφεῖα, διὰ τὸ τὰ βάμματα φάρμακα καλεῖσθαι
φαρμάξαι· ὀξῦναι. βάψαι
φαρμάξασα· ἀπατήσασα
φαρμάσσει· θεραπεύει, φαρμακεύει
φαρμάσσων· βάπτων. στομῶν, στομοποιῶν. φαρμακεύων
φαρματτόμενος· κολακευόμενος. ἀλειφόμενος
Φάρος· ἱμάτιον, περιβόλαιον. ἀκρωτήριον καὶ νῆσος ἐν Αἰγύπτῳ
φάρος στέλλων· τὸ περιβόλαιον στέλλων, ἢ τὸ ἅρμενον
φαροῦν· ἀροτριᾶν
φάρσος· τρύφος, κλάσμα. πτερύγιον.
φαρύγεθρον· ὁ κατὰ τὰ παρίσθμια τόπος
φαρυγίνδην· ἀντὶ τοῦ κατὰ γαστριμαργίαν
φάρυγξ· λάρυγξ, βρόγχος, στόμα
φαρυμός· τολμηρός, θρασύς
φαρβό· ὁμοίως
φαρύνει· λαμπρύνει
φαρῶσαι· ἀρόσαι, νεῶσαι. λαμπρῦναι
φάς· εἰπών
φάσακες· συκοφάνται
φάσγανον· ξίφος, παρὰ τὸ φάσαι, ὅ ἐστιν ἀνελεῖν
φασγάνεται· ξίφει ἀναιρεῖται
φασγανιῶσαν· ἐξιφισμένην
φασγανίων· ἐξιφισμένων
φάσεις· ἐγκλήματα, συκοφαντίαι. ἢ ἐνυπνίων ὄψεις. λόγοι. φῆμαι
φάσθαι· λέγειν
Φασιανοί· ὄρνεις ποιοί. οἱ δὲ τοὺς Ποντικούς φασιν
Φᾶσις· ποταμὸς Κόλχων
φασκάδες· ὄρνεις ποιοί
φασί· λέγουσι
φάσκει· λέγει
φάσκοντα· λέγοντα
φάσκος· τὸ ἐπὶ τῶν δρυῶν γενόμενον
φασκώλιον· βαλάντιον δερμάτινον. Φάσκωλος δὲ τὸ μέγα, εἰς ὁ τὰ ἱμάτια ἐμβάλλεται
φάσκω· λέγω
φάσμα· φάντασμα. σημεῖον, τέρας
φασσοφόνῳ· τῷ τὰς φάσσας φονεύοντι. ἔστι δὲ εἶδος περιστερᾶς ὑπὸ τὴν τρυγόνα
φάτε· εἴπατε
φατέ· λέγετε
φατίζει· λέγει. χωρίζει
φατιρίς· εἶδος ὀρχήσεως
φάτης· ψεύστης
φάτις· φήμη. δόξα. λόγος. κλῃδών
φάτνη· καὶ ἡ τράπεζα, καὶ ἡ τῶν κτηνῶν, καὶ εἴτι τῶν τοιούτων
φατνώματα· σανιδώματα
φατνωτῶν· σανιδωτῶν
φάτο· εἶπε. διενοήθη, ὑπέλαβεν
φατοί· τεθνεῶτες. ῥητοί
φατός· ὁμοίως
φατόν· τεθνηκός. ῥητόν
φατός· στοίβη. φήμη
φᾶτραι· σύστημα
φατρία· σύνταγμα, σύστημα
φάτριν· τόπον ὕπαιθρον, ἐρείπιον, φάνα
φατῶσαν· γνῶθι
Φαῦδαι· γένη Σκύθαι
φαύειν· ποιεῖν .....
φαύζειν· φρύγειν
φαῦλα· κακά. δόλια. εὐτελῆ
φαυλία· εἶδος ἐλαίας. οἱ δὲ τὰς λεύκας
φαύλια· μῆλα τὰ μεγάλα
φαύλιξ· ὀρθός
Φαῦνος· Ἰταλικὸς θεός
φαυλίστρια· ἡ καταγελῶσα
φαῦλον· ἁδρόν, καλόν, εὐειδές, μέγα. μοχθηρόν. ἀραιόν. παληλθιτόν
φαῦλος· κακός, δόλιος, χαλεπός. εὐτελής, ἁπλοῦς. καταγέλαστος
φαύλως· ὁλοσχερῶς, καὶ τὰ ὅμοια
φαῦνος· φαίνων αὑτόν
φαυόν· ἀκανθῶδες φυτόν
φαυόφοροι· Αἰολεῖς, ἱέρειαι
φαῦρος· κοῦφος
φαύσιγγες· αἱ ἐν ταῖς πτέρναις γινόμεναι ῥαγάδες. ἔνιοι τὰς ἀπὸ τοῦ πυρὸς ἐν ταῖς κνήμαις καὶ τοῖς σκέλεσι γινομένας φλυκταίνας. δηλοῦσι δὲ καὶ αὐγὰς καὶ ἀκτῖνας. ἄλλοι δὲ αἱμοῤῥοΐδας καὶ φλυκταίνας καὶ λαμπηδόνας
φαῦσις· φῶς, φέγγος, φωταυγία
φαῦσμα· σπλάγχνα ἐκ σίτων πεποιημένα. καὶ αἱ ἀπαρχαὶ τῶν πεμμάτων
Φαῶν· εὐμόρφων, ἐγένετο ἠρέσθην
φέβεσθαι· φεύγειν
φέβομαι· φεύγω, φοβοῦμαι
φέβοντο· ἐφοβοῦντο, ἔφευγον
φοβεῖ· διώκει, φεύγει
φοβψίς· λαμπρὸν φαίνουσα
φέγγουσαν· λαμπρύνουσαν
φέγγος· φῶς ἡμέρας, φέγγος σελήνης
Φειά· πόλις Θεσσαλίας
φειδαλφιτῆσαι· φειδωλὸν περὶ τὰ ἄλφιτα γενέσθαι
φείδεσθαι· ἐλεεῖν
φειδός· φειδωλός
φειδοῦς· φειδωλίας
φειδώ· τὸ φείδεσθαι
φειδώλιον· δίφρος, σφέλας. χόρτος
φειδωλός· φειδόμενος δαπάνης, σκνιφός
Φείδων· ὄνομα κύριον
Φεισών· ποταμὸς παραδείσου, ὃ ἑρμηνεύεται στόμα κόρης· παρὰ δὲ Ἕλλησι Γάγγης
φεῖσαι· ῥῦσαι, σῶσαι
φελγύνει· ἀσυνετεῖ, ληρεῖ
φελλάτας· λίθος σκληρὸς ἀπὸ τόπου
φελλεῦον· ἐπιπλέον
φελλεύς· τὸ δυσεργὲς χωρίον
φελλίνιοι· ὀροβάκχαι
φελλίνας· κοῦφος, ἀπὸ τοῦ φελλοῦ
φελλός· φλοιὸς δένδρου, καὶ ξύλον ἐλαφρόν.
φένακας· ἀπατεῶνας
φέναξ· χλευαστής, ἀπατεών, ψεύστης, πλάνος
Φενεός· πόλις Ἀρκαδίας
φεννίον· μηδικὴ ὁδός. Παμφύλιοι
φέννος· θάνατος. ἐνιαυτός
Φέραι· πόλις τῆς Ἠλείας
Φεραία· Ἀθήνησι ξενικὴ θεός. οἱ δὲ τὴν Ἑκάτην
φεραυγές· κατάλαμπρον
φέρβειν· τρέφειν, βόσκειν
φέρβεται· τρέφεται
φέρβητας· νομεῖς
φερβόμενος· τρεφόμενος
φερέγγυος· ἀξιόπιστος, ἐγγυητής, καὶ βεβαιωτής. Ἔγγυος βέβαιος
φερέγγυον· βέβαιον, δυνατόν
φέρειν· λαμβάνειν. βαστάζειν. ὑπομένειν
Φερεκλέα· τὸν Ἄδωνιν
φερέοικος· ὁ κοχλίας. ἔνιοι ζῶον ὅμοιον γαλῇ ὑπὸ δρυσὶ καὶ ἐλάταις γινόμενον. οἱ δὲ ζῶον σφηκὸς μεῖζον
φερέσβιος· ὁ τὰ πρὸς τὸν βίον φέρων καὶ σώζων, ἢ ζωοποιός
φέρεσκον· ἔφερον
Φέρητος· ὄνομα κύριον
φέριστε· βέλτιστε, κράτιστε, ἐξοχώτατε, ἀγαθέ.
φέρμια· ἃς ἔνιοι ἀσίλλας τὰς ἐκ σχοίνων πλεκομένας, καὶ ἰχθυηρὰ ἀγγεῖα, οἷον σπυρίδια
φερνάς· προῖκας, δῶρα νυμφικά, ἀπὸ τοῦ φέρειν φεράς, καὶ πάντα τὰ φερόμενα
φερνή· προίξ, δῶρα νυμφικά
φέροντο· προσεφέροντο
φεῤῥεύει· ἀποφέρει
Φερρεφάττιον· τόπος ἐν ἀγορᾷ
Φερσεφόνεια· ἡ τῆς Δήμητρος θυγάτηρ, ἡ φέρουσα τὸ ἄφενος, τουτέστι τὸν πλοῦτον, διὰ τὸν καρπόν, ἢ ἀπὸ τοῦ φέρειν ὄνησιν
φερτάζει· φέρει
φέρτατος· ἀγαθώτατος
φέρτε· φέρετε, κατὰ συγκοπήν
φέρτατον· κράτιστον, ἀγαθώτατον. φέριστον, βέλτιστον
φέρτερον· κρεῖσσον, ἀπὸ τοῦ φέρειν βέλτιον
φέρτρον· φορεῖον. καὶ ἡ τῶν νεκρῶν κλίνη
φέρτρυς· ἆθλος. Θούριοι
φέρων· λαμβάνων
φερώνυμος· ἀληθεύων τῷ ὀνόματι
φετμαῖς· ἐντολαῖς, παραγγελίαις
φεῦ· σχετλιασμοῦ ἐπίῤῥημα
φεύγει· ἀποδιδράσκει, ἀντὶ τοῦ εὐθύνεσθαι, ὡς καὶ φεύγειν κλοπῆς ἢ μοιχείας φαμέν
φευκτά· φεύξιμα
φευκταῖοι· ἀποτρόπαιοι
φεύξεσθαι· φεύγεσθαι
φεῦ φεῦ· ἴσον τῷ οἴμοι
φεψάλυξ· φέψελος, σπινθήρ, ἄνθραξ
Φηγαιεύς· δῆμος Αἰγηΐδος
φήγινος· δρύϊνος
φηγός· ἡ δρῦς
φηδαινής· ἀφρενής
φηληκόθρεπτον· ὑπὸ ὄλυνθον τῆς συκῆς τεθραμμένον
φήληξ· ὄλυνθος, τὸ μὴ πεπεμμένον σῦκον
φῆ· εἶπεν, ἔλεγεν
φηλήτῃσι· λῃσταῖς
φῆλον· ἀπατηλόν, ληθαργόν, κακοῦργον, ἐπίβουλον
φηλωθείς· ἀπατηθείς
φηλωθεῖσα· ἀπατηθεῖσα
φηλώσωμεν· ἀντὶ τοῦ βοήσωμεν
φήματα· ῥήματα. φάσματα
φημασι … μεν· βοήσωμεν
φήμη· ἀκοή, ὀνομασία
φημί· λέγω. ὑπολαμβάνω
φημίζεται· μαντεύεται. λέγει
φῆμις· φήμη, κλῃδών, φωνή, λόγος
φῆν· εἶπον, λέγων
φήνας· δείξας
φηνάσης· δειξάσης
φήνη· ἀετοῦ εἶδος
φηνόν· λαμπρόν
φήνωσι· δείξωσι
φῆρα· θῆρα. εἶπεν
Φῆρες· οἱ Κένταυροι, Αἰολικῶς
φηρία· θηρία. Αἰολεῖς
φῆρον· ἡ τῶν ἀρχαίων θεῶν τροφή
φῄς· λέγεις. ὑπολαμβάνεις
φῆσθα· λέγεις. ἔφησθα
φήσομαι· λέξομαι, βοήσομαι
φθαίημεν· φθάσωμεν
φθάν· ἔφθασαν δὲ πολλῷ τοὺς ἱππέας οἱ πεζοί
φθάνει· καταλαμβάνει, προλαμβάνει
φθατήση· φθάσῃ
φθείει· θνήσκει
φθαρτόν· θνητόν
Φθειάδος· Θετταλικῆς
φθάνει· ἀναλίσκεται
φθείρ· ὁ τῆς πίτυος καρπός. καὶ μέρη τῆς νεὼς πρὸς τῇ πρύμνῃ. καὶ ἰχθῦς τις
φθεῖρα· φθειρίασις
φθείρεται· πλανᾶται. ἀπόλλυται
φθειροκομίδης· φθειρῶν γέμων
φθείης· φθαρείης
φθειρῶν ὄρος· πιτυῶδες ὄρος, διὰ τὸ πληθύνειν ἐν αὐτῷ πίτυσι. τῶν γὰρ στροβίλων τὰ ἐντὸς φθεῖρας καλεῖσθαι
Φηρσί· Κενταύροις
φθείσονται· διαφθαρήσονται
φθῆ· ἔφθασεν
φθήῃ· φθάσῃ πρότερος
φθῆναι· φθάσαι, προλαβεῖν.
φθήσεται· καταλήψεται. φθάσει καὶ
Φθία· πόλις Θεσσαλίας
φθιακόν· τμητικόν
φθιεῖ· φθίσει
φθίμενοι· θανόντες
φθίμενος· φθαρείς, θανών
φθίνα· ἡ ἐρυσίβη. καὶ εἶδος ἐλαίας
φθινὰς ἁμέρα· τὴν ἱσταμένου τρίτην τριμήνιον λέγει
φθινάσμασι· φθίσεσι
φθίναντος· λήγοντος, παυομένου, ἀναλισκομένου
φθίνοντος μηνός· λήγοντος τοῦ μηνός. Φθίνων δὲ μὴν καλεῖται ὁ ἀπὸ εἰκάδος ἕως τριακάδος· μέσος δὲ μὴν ὁ ἀπὸ δεκάδος ἕως εἰκάδος· ἱστάμενος δὲ μὴν ὁ ἀπὸ πρώτης ἕως πέμπτης
φθινόντων· φθειρομένων
φθινόπωρον· ὁ ἀπὸ τῆς πεντεκαιδεκάτης αὐγούστου μηνὸς ἕως τῆς πεντεκαιδεκάτης δεκεμβρίου. οἱ δὲ ἀπὸ τῆς εἰκοστῆς δευτέρας αὐγούστου ἕως πάλιν εἰκοστῆς δευτέρας δεκεμβρίου
φθινύθειν· φθείρεσθαι, τήκεσθαι
φθινύθουσιν· εἰς φθίσιν ἄγουσιν
φθινύουσι· φθείρονται
φθίνουσαν· ἐλαττουμένην
Φθῖοι· οἱ ὑπὸ Πρωτεσιλάῳ τεταγμένοι
φθίρ· ὁ τῆς πίτυος καρπός
φθῖσα· ἡ λεπτὴ ἀπὸ φθίσεως
φθίσεσθαι· θανεῖν
φθισήνορα· ἡ τοὺς ἄνδρας διαφθείρουσα, ἢ τὴν ἀνδρείαν
φθισικός
φθίσει· ἀπολέσει
φθίσθαι· ὀλέσθαι
φθισίμβροτος· ἀνθρωποκτόνος, διαφθείρων τοὺς ἄνδρας
φθίσων· εἰς φθίσιν ἄξων, καὶ φθερῶν
φθῖτο· θάνοι ἢ ἔθανεν
φθιτοί· φθαρτοί, θνητοί, νεκροί. ἢ εἴδωλα
Φθιώταν· Θετταλικήν
φθογγή· φθέγμα, ἢ φωνή
φθόγγος· φθογγή, φωνή, καὶ τὰ ὅμοια
φθόη· φθίσις, φθορά, λύμη
φθοατήσει· φθάσει κτήσασθαι
φθόϊς· πλακοῦς. καὶ τὰ πρὸς λεπτὸν ἀληλεσμένα. καὶ τὸ ἀποῤῥέον ψῆγμα τοῦ χρυσίου
φθονεῖς· ζηλοῖς, βασκαίνεις
φθονερός· ζηλωτής, ζηλότυπος
φθόνος· πάθος ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ
φθορά· ὄλεθρος
φθόσις· φθίσις
φθίδιον· ὀλιγοχρόνιον, ὀλίγον
φθήρεται· ὀδύρεται
φία· πιονία
φιαρόν· λαμπρόν, καθαρόν
φιαρύνει· λαμπρύνει
φιβάλεως· εἶδος σύκων, καὶ ἡ συκῆ ὁμωνύμως. τινὲς δὲ ἰσχάδας
φικίον
Φῖγα· φῖκα. σφίγγα
Φιγάλεια· ἀπὸ ἑνὸς τῶν Λυκάονος παίδων
φιδάκνη· πιθάριον μικρὸν στενόν
φιδίτια· συσσίτια
φίδνα· ῥίζα ἡ Ἀχίλλειος καλουμένη
Φίκιον· ὄρος Θηβῶν
φίλα· προσφιλέστατα
φῖλαι· φίλησον
φιλαίμων· φιλῶν τὸ αἷμα
φιλαίτατος· φίλος σφόδρα
φιλαίτιοι· μεμψίμοιροι
φιλαίτιος· μεμψίμοιρος
φιλακριβοῦντες· μετʼ ἀκριβείας διαχωρίζοντες
φιλακροάμονας· .......
φιλαλήθης· ὁ τὴν ἀλήθειαν φιλῶν
φιλαλληλίαν· οἱ φιλοῦντες ἀλλήλους
φίλαξ· δρῦς, νέος. Ἠλεῖοι
φιλαπεχθημόνως· φιλομίσως, φιλοῦντα μισεῖσθαι
φιλαργυρία· φιλοχρηματία
φίλατο· ἐφίλησεν, ἠγάπησεν
φιλαυτία· τὸ πάντα πρὸς τὰ ἑαυτῷ ἀρέσκοντα πράττειν
φίλαυτοι· οἱ ἑαυτοὺς φιλοῦντες
φιλεῖ· εἴωθεν. ξενίζει, ἢ κατὰ ψυχὴν ἀγαπᾷ
φιλέεσκεν· ἐξένισεν
φιλένδοτος· ἐλεήμων
φιλεόντων· φιλείτωσαν, ὡς τὸ ἔστων ἔστωσαν
φιλέουσα· φιλοῦσα
φιλεργήσασι·
φιλεργοί· οἱ τὸ ἔργον φιλοῦντες
φιλέριδες· οἱ ἀγαπῶντες ἐρίσασθαι
φιλέταιρος· πεφιλημένος
φιλέψιος· φιλοπαίγμων. φιλοπάλαιστρος
φίλη σχίνου· παραφυάς
φίληθεν· ἐφιλήθησαν
φιλήμης· φιλίας
φίλην· φιλίαν, ἢ τὴν προσφιλεστάτην
φιλήρετμοι· φιλόκωποι, φιλοναῦται
φίλησα· ἐξένισα, ἠγάπησα
φιλήσια· φιλοτήσια, προσφιλῆ
φιλησίαις· κλεψοσύναις
φιλήτης· κλέπτης, λῃστής
φιλήτωρ· ἐραστής
φιλητῶν γένος· κλεπτῶν
φίλια· προσφιλέστατα
φιλιός· ὁ ἀποτρόπαιος, κατʼ εὐφημισμόν
φίλιπποι· μοιχοί
Φιλιστίδειον· νόμισμά τι
φιλίων· ἀντὶ τοῦ φίλτερος, προσφιλέστερος. ἐσχημάτισται δὲ διὰ τὸ μέτρον, ὡς τὸ καλλίων· ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα
φιλόδικος· φιλοπράγμων
φιλόθακος· ἀργή
φιλοθεάμων· φιλοθεωρητής
φιλοθεάμοσι· φιλοθεωρηταῖς
Φιλοθερσείδης· Φιλοθέρσου παῖς
φίλοιφος· πασχητής
φίλοι· προσφιλέστατοι
φιλοκαλία· φιλοῦσα τὰ σπάστρα
φιλοΐστωρ· φιλῶν ἱστορεῖν
φιλόκαλος· φιλόκοσμος
φιλοκέρτομε· φιλῶν σκώπτειν
φιλοκηδής· ὁ κηδεμονικός
φιλοκνήμιδες· φίλοπλοι
φιλοκρινεῖν· διαιρεῖν
φιλοκτέανος· φιλοκτήμων, φιλοχρήματος
φιλοκτεανώτατε· φιλοχρηματώτατε
φιλοκτήμων· φιλοχρήματος
φιλολάμπαδος· ἡ Ἄρτεμις
φιλολόγος· ἀσκητής. πολυλάλος
φιλολόγος· λαλιός, λάλος
φιλομειδής· φιλόγελως, φιλῶν τὰ μειδιάματα. ἱλαρά
Φιλομηλείδης· οἱ μὲν κύριον ὄνομα. πολλάκις γὰρ πατρωνυμικῷ τύπῳ κύριον δηλοῦται, ὡς Εὐηρίδης, Ἡρακλείδης
φίλον· προσφιλές
φιλόνεικος· μάχιμος, φίλερις. Φιλονεικία γὰρ ἡ μάχη
φιλοπευστεῖν· ἀκούειν. μανθάνειν. ἐρωτᾶν
φιλοπευστοῦντα· ἡδέως ἀκούοντα. ἢ ἐρωτῶντα
φιλοποιός· φιλεργός
φιλοπονίαι· σπουδαῖα ἔργα
φιλοπόνος· φιλεργός, σπουδαῖος
φιλόπυστος· φιλοπράγμων
φιλόσοφος· ὁ πάντων πειραθείς, φιλομαθής
φιλόστοργος· φιλότεκνος. Φιλοσόφους τέ φασι Λυδούς, τοὺς κιθαριστὰς καὶ μουσικούς. οἱ ἀρχαῖοι σοφοὺς καὶ σοφιστὰς ἔλεγον
φιλόστροφος· εὐμετάβολος
φιλόμαχος· φιλολοίδορος, μάχιμος
φίλος· ὁ προσφιλής
φιλότης· φιλία, ἡ συνουσία
φιλοτησία· πρόποσίς τις μετὰ τὸ δεῖπνον ὑπὲρ φιλίας
φιλοτήσια ἔργα· ἀφροδίσια, τὰ συνουσιαστικά
φιλοτιμεῖται· μεγάλα φρονεῖ, ἐπαίρεται, πλουτεῖ
φιλοτιμία· δωρεά. κενοδοξία. πλοῦτος. μεγαλοφροσύνη
φιλότιμος· ὁ φιλῶν τιμᾶν μεγάλως. ἢ θέλων αὐτὸς δοξάζεσθαι
φιλοτιμούμενοι· δαψιλῶς τιμῶντες
φιλοτίμως· φιλοδόξως. πλουσίως. μεγαλοψύχως. δαψιλῶς
φιλοφρονοῦμαι· δεξιῶς καὶ προθύμως εἰσδέχομαι, ἢ ἀποδέχομαι
φιλοφροσύνη· προθυμία, διάθεσις, σπουδή. ἀγάπη. παρὰ τὸ φίλα ἢ φίλια φρονεῖν
φιλοχωρῶν· τὴν χώραν ἀγαπῶν
φιλοψεύστης· ὁ τὸ ψεῦδος φιλῶν
φιλόψυχον· ἄψυχον
φίλτατα· τὰ ὄμματα καὶ προσφιλέστατα
φίλτατοι· φιλικώτατοι
φίλτρον· φιλία
φίλυδρα· ἃ φιλεῖ τὸ ὕδωρ
φιλύρινον· ἀσθενές
φιλυρόν· εὐῶδες. ἐλαφρόν
Φιλωνίδας· ὑποκοριστικῶς ἀντὶ τοῦ φιλεῖν Φιλωνίδης
φίλως· ἡδέως
φίλως χʼ ὁρόῳτε· ἡδέως ἂν βλέποιτε
Φιλώψ· κρήνη. ἢ φίλος
φιλωτερίς· κασταναία
φιλώτατα· φίλτατα
φιλώτατος· φίλτατος
φίμα· κημός, παραστόμιον, φιμός
φιμοῖ· δεσμεύει. ἐμφράττει. ἄγχει. ἐπιστομίζει
φιμοῖ· δεσμοῖ
φιμοῦν· δεσμεύειν, καὶ τὰ ὅμοια
φίν· αὐτοῖς, ἢ αὐταῖς
φίνακα· δρῦν
φίνηται· συντιθῇ
φίσκος· δημόσιον, ταμεῖον πολύχρημον
φισκοσυνήγορος· ὁ ταμιείων συνήγορος
φίτρον· μέτρον. μάταιον. ῥᾴδιον. καὶ τὸ μέσον τοῦ ῥινίου, τὸ κοῖλον. καὶ ὁ κορμὸς τοῦ ξύλου, παρὰ τὸ φύεσθαι
φῖτυ· φυτόν, φύτευμα
φίτυμα· τέκνον, γέννημα
φιτύσατο· ἐγέννησεν
φλᾷ· θλᾷ, μαλάττει, συντρίβει
φλαδιᾶν· θλαδιᾶν, μαλάττειν, τύπτειν
φλᾶν· μαλάσσειν πληγαῖς
φλανύσσει· φλυαρεῖ, ληρεῖ
φλασμός· τῦφος
… φλασμένος· τετυφωμένος
φλάσας· θλάσας
φλαυρικῶς· ἀηδῶς
φλαῦρα· φαῦλα, κακά, πονηρά, κοῦφα, ἀσθενῆ
φλέβαι· νεῦρά τινα αἵματος δεκτικά
φίλιππος· στόμα χειρῶν, ἢ λαμπάδος
φλέγει· καίει. λαμπρύνει
φλέγεται· καίεται. λαμπρύνεται
φλέγμα· φλόξ, καῦσος, παρὰ τὸ φλέγειν
φλεγμαίνει· ὀγκοῦται, φυσοῦται
φλεγματίς· ἡ φλέγματα ἔχουσα
φλεγματόεν ἔκρηγμα· τῆς φλογός
φλεγμός· τὸ αἷμα
φλέγος· τὸ φλέγμα
Φλεγύαι· ἔθνος ὑβριστικὸν καὶ ἀσεβές
φλεγύας· ἀετὸς ξανθός, ὀξύς
φλέγωμεν· καίωμεν. λαμπρύνωμεν
φλεγυρά· ὑβριστική. λαμπρά
φλέγουσι· βλάπτουσι
φλεγυροῦ· βλαβεροῦ
φλεδονεῖ· ἀναισθητεῖ, φλυαρεῖ. καὶ φλεδονεύεσθαι τὰ αὐτά
φλεδονώδη· φλύαρα, ληρώδη
φλέδων· φλυαρία. καὶ ὁ ἀλαζών, εὐήθης
φλεῖ· γέμει. εὐκαρπεῖ, πολυκαρπεῖ
φλέβηα· φλυαρία
φλέξαι· κατακαῦσαι
φλεξεντιής· ἱππικὴ τάξις παρὰ Ῥωμαίοις
φλέοντας· φιλοῦντας, ἢ φλυαροῦντας
φλεός· βασκανία. φθορά. καὶ ὁ αἴλιος φλοιός
φλέψ· μώλωψ. καὶ τὸ ἀναλογοῦν τῷ σώματι
Φλέως· Διονύσου ἱερόν
φληδῶντα· ληροῦντα
φληναφᾷ· φλυαρεῖ, μωρολογεῖ
φληναφοι· μωρολόγοι
φλήναφος· φλύαρος, λῆρος, μωρολόγος
φληναφῶντα· φλυαροῦντα
φλιαρά· χλιαρά
φλιᾶς· τῆς θύρας παραστάδος
Φλίαισμος
φλιδᾶν· σήπεσθαι
φλιδάνει· διαπίπτει, διαῤῥεῖ
φλιδιόωντο· διεσπῶντο. ἐτέμνοντο φλιδόνες· τὰ ἐν τοῖς ἱματίοις σπάσματα, καὶ ῥυτίδες. τινὲς δὲ
σφυγμοί
φλιδόωσα· ῥηγνυμένη
φλίεθος· καρποφόρος
φλίη· πρόθυρον, ἢ παραστὰς τῆς θύρας
φλιοῦς· ἡ τῶν καρπῶν ἔκχυσις
φλίψεται· ἀποθλιβήσεται
φλῖψις· θλῖψις
φλόγα· φλογερόν
φλογερόν· θερμόν, λαμπρόν
φλόγεα· λαμπρά, φλογώδη
φλογίδες· κρέα ὀπτά. διὰ τὸ φλογίζεσθαι
φλεγμονή· ὄγκος πορώδης συῤῥυέντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός
φλογίδια· αἱ κεγχρίδες διʼ ἐλαίου σκευαζόμεναι
φλογίνη· καυστική
φλογίσει· καύσει
φλογμός· καῦσος, καύσων, φλογισμός
φλογμῷ· κατακαύσει, καταφλέξει
φλογόδερπνοι· ἄνθρακες
φλογῶδες· καυστικόν
φλογόλευκον· ἐρυθρόλευκον
φλογώματα· τῶν ἄρτων τὰ ἐπικεκαυμένα
Φλοιά· τὴν Κόρην τὴν θεὸν οὕτω καλοῦσι Λάκωνες
φλοιδιᾶν· πεπρῆσθαι
φλοιδούμενος· ταραττόμενος
φλοινόν· φλοιόν
φλοιόν· τὸ λέπος τοῦ ξύλου
φλοῖσβος· τάραχος. ἀφρός. ταραχή
φλόμος· πόα τις, ᾗ καὶ ἀντὶ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ θρυαλλίς
φλονίδες· λεπίδες
φλόξ· ἡ τοῦ πυρός. καὶ ἄνθος τι
φλουάζει· φλυαρεῖ, ληρεῖ
φλοῦκτος· εἶδος ῥοφήματος
φλοῦς· φλοιός, λεπύχανον, λεπυρόν
φλύαξ· μέθυσος, μεθυστής. γελοιαστής
φλύαρος· φαῦλος, εὐήθης
φλυάσσει· φλυαρεῖ. φλύει
φλυδᾶν· διαχεῖσθαι
Φλυεῖς· δῆμος τῆς Πτολεμαΐδος φυλῆς
φλύζει· ἀναζεῖ
φλύζειν· ἀναζεῖν, φλύζεσθαι
Φλυήσιος· ὁ Ἑρμῆς. καὶ μήν τις
φλυκτά· κακά, σχέτλια
φλύκταινα· τὸ ἀπὸ πυρὸς φύσημα γενόμενον ἐν τῷ σώματι
φλύον· βιβλίον. καθαρόν
φλύσει· ἀποβαλεῖ. ἐμέσει. ζέσει
φλυσός· στυβή. οἱ δὲ φλοιός
φλύσσει· ἐρυγγάνει
φλυσσῶσα· μαινομένη
φοβεῖται· φεύγει. κνίζεται
φόα· ἐξανθήματα ἐν τῷ σώματι
φοβεῖ· κνίζει. διώκει
φοβερόν· δειλόν, ἔμφοβον
φοβερόν· δηλητήριον
φοβεύμενος· διωκόμενος
φόβη· κόμη. χαίτη, θρίξ. οἱ δὲ ἐκτενισμένη, ἀπὸ τοῦ φοίβου, ὅ ἐστι καθαροῦ
φοβῆσαι· ῥῖψαι
φόβος· φυγή
φοβήσας· ἔνθουν ποιήσας
φοβηθείς· εἰς φυγὴν τραπείς
φοίβα· ἀγὼν δρόμου
φοιβάζει· μαντεύεται
φοιβαζόντων· προλεγόντων
φοιβᾶναι· λαμπρῦναι. μαντεύσασθαι. κοσμῆσαι. καθᾶραι. ἁγνίσαι. καὶ φοιβάσαι ὁμοίως
φοιβᾶσθαι· καθαίρεσθαι
φοιβητεύειν· χρησμῳδεῖν
φοιβήτρια· καθάρτρια
φοῖβοι· Ἀττικοὶ ἐπὶ τῶν λυσσωδῶν. οἱ δὲ καθαρούς
φοῖβος· καθαρός, λαμπρός, ἁγνός, ἀμίαντος
φοίνια· πυῤῥά
φοινιάς· ἐρυσίβη
φοίνικι· ἐρυθρῷ βάμματι
Φοινικελίκτην καὶ λόγων ἀλαζόνα· ἀπατηλὸν καὶ κάπηλον
Φοινικίοις γράμμασι· Σοφοκλῆς Ποιμέσιν. ἐπεὶ δοκεῖ Κάδμος αὐτὰ ἐκ Φοινίκης κεκομικέναι
Φοινικήϊα γράμματα· ἀπὸ Φοινίκης τῆς Ἀκταίονός φασιν ὠνομάσθαι αὐτά
φοινήεντα· λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φόνιον, ἢ ἐρυθρὸν τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν
φοινικάδες· αἱ ῥάφανοι ὑπὸ Εὐβοέων
Φοίνικες· γένος τι Ἀθήνησιν
Φοινικκία· Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικός τινος ......
φοινικήϊον· πυῤῥόν
φοινικίδες· αἱ ἀνεμῶναι, ἢ πόα. οἱ δὲ τὰ φοινικᾶ ἐνδύματα·
φοινικιστής· παρὰ Ξενοφῶντι ἐν πρώτῳ ἀναβάσεως· «ἀπέκτεινεν ἄνδρα Πέρσην, Μεγαφέρνην, φοινικιστὴν βασίλειον»
… φοίνια· κύναρος πυῤῥά
φοίνικι φαεινόν· φοινικίνῳ χρώματι λελαμπρυσμένον
φοινικολόφοιο· ξανθολόφου
φοίνικος ἔρνος· περιφραστικῶς τὸν φοίνικα
φοινικῆς· ὅπλον ἐρυθρόν
φοινικοβάλανα· τὸ τράγημα. καὶ εἶδος ἀμπέλου
φοινικόεσσα· πυῤῥὰ τῷ χρώματι, ἐρυθρά
φοινικόλεγνον· Ἴων τὸν πηνέλοπα, τὸ ὄρνεον. τὸν γὰρ τράχηλον ἐπίπαν φοινικοῦν. ἡ δὲ λέγνη παρέλκει
φοινικοῦν· πυῤῥόν, κόκκινον, αἱματῶδες
φοινίκουρος· ὄρνις ποιός, καὶ ὁ ἐρίθακος
φοινικοῦς μάστιγας· διὰ τὸ τὰ νῶτα φοινίσσειν
φοινικόχλοος· ξανθόχλοος
φοῖνιξ· τὸ δένδρον «φοίνικος νέον ἔρνος» καὶ ὁ καρπός. καὶ ὁ πυῤῥὸς τῷ χρώματι
φοινίξαι· αἱμάξαι. βάψαι
φοίνιον· φοινόν, δεινόν. ἐρυθρόν
φοίνισσα· εἶδος ἀμπέλου
φοινίσσων· βάπτων, ἐρυθρῶν
φοίνικες· γλυφαί
φοινιχθέντων· αἱμαχθέντων, αἱματωθέντων
φοινόν· πυῤῥόν
φοιτᾷ· ἔρχεται, βαδίζει. μαίνεται. περίεισιν, ἀφικνεῖται, περιέρχεται, παραγίνεται
φοιταλέος· παράκοπος, μανιώδης
φοίτης· ὁ κήρυξ. παρὰ τὸ φοιτᾶν πανταχοῦ
φοιτήσας· παραγενόμενος
φοιτητής· μαθητής
φοῖτος· μανία, λύσσα
φοιτῶν· ἀναστρεφόμενος
φοιτῶντα ἄνδρα μανιάσι· λυσσήμασι. τὴν .. ἑδραίαν μανίαν φοῖτον ἔλεγον, τουτέστι τὸν μεθʼ ὁρμῆς μεμηνότα
Φολέγανδρος· νῆσος ἐρήμη
φολιά· πάθα. Χρύσιππος δὲ καὶ τὸ σέλινον οὕτω καλεῖ
φολίδες· αἱ λεπίδες τοῦ ὄφεως
φολίς· λεπίς. καὶ σύριγξ πολυκάλαμος
φολκός· στραβός. οἱ δὲ λιπόδερμον
φόλυες κύνες· οἳ πυῤῥοὶ ὄντες μέλανα στόματα εἶχον. οἱ δὲ φυλακάς
φολύνει· μολύνει, καταπίμπλησιν
φοναί· οὕτω καλοῦνται οἱ τόποι ἔνθα τινὲς ἀναιροῦνται
φονᾶν· τὸ ἐπὶ φόνον μαίνεσθαι
φονίαις· φονοκτόνοις
φόνος· ὁ διὰ σφαγῆς θάνατος, καὶ αὐτὸ τὸ φονεύειν. ἢ αἷμα
φονώντων· πρὸς φόνον θρασυνομένων καὶ λυσσώντων
φονῶσα· φόνου ἐπιθυμοῦσα
φοξός· λιπόδερμος. ὀξυκέφαλος
φορά· πλημμύρα. σύστημα. καὶ ἡ τῶν μηχανικῶν ὀργάνων λαβή
φοράδες· αἱ θήλειαι ἵπποι
φοράδην· ὁ φερόμενος βασταγμῷ
φοράν· τὸ φέρεσθαι, τὴν ὁρμήν, κίνησιν
φορβάδες· νομάδες. φοιτάδες. βοσκήματα
φορβάδην· πάντα φερόμενον. νομάδων, βοσκημάτων
φόρβαντα· ἰατρικὰ φάρμακα
Φόρβας· Ἀττικὸς ἥρως
φορβειά· ἕλκυστρον, περιστόμιον, καπίστριον
φορβειά· ἡ αὐλητικὴ στομίς. λέγεται δὲ καὶ ὁ χειλωτήρ
φορβή· βορά, τροφή, βοτάνη, βρῶσις
φόρβια· φάρμακα. οἱ δὲ φόρβα
φορβώμενος· τρεφόμενος
φόρβον· ἀπάνονα
φόρβυ· τὰ οὖλα. Ἠλεῖοι
φοργάνη· ἡ ἀραιότης
φορέεσκον· ἔφερον, ἐβάσταζον, ἐφόρουν
φορεήσεται· οἴσεται
φορεῖς· οἱ τὴν μεταλλικὴν ὕλην ἐκκομίζοντες παῖδες. καὶ οἱ τῶν ἀσπίδων ἱμάντες. καὶ οἱ φέροντες
φορεῖσθαι· φέρεσθαι
φορεύμενα· φορούμενα
φορεύουσι· φοροῦσιν
φορῆες· οἱ βαστάζοντες ἢ φέροντές τι
φορητά· ἀκτά, βαστακτά, ἃ δύναταί τις φέρειν
φορητούς· ἐνεχθέντας βαστάκτως
φόριμος· λυσιτελής
φορίνη· ἡ παρʼ ἐνίοις πυρίνη
φόριγγες· τὰ ὕδνα
φόρκες· χάρακες
Φορκίς· μονόφθαλμος
φορκόν· λευκόν, πολιόν. ῥυσόν
φόρμικι· τῇ κιθάρᾳ
φορμίζειν· κιθαρίζειν
φόρμιξ· κιθάρα ἡ τοῖς ὤμοις φερομένη
φόρμικα· μύρμηκα
φορμίς· σπυρίς
Φορμίων· οὗτος στρατηγὸς ἐγένετο Κροτωνιατῶν
φορμίον· πλέγμα ψιαθῶδες, φορμίδιον
φορμός· ἀγγεῖόν τι πλεκτὸν ψιάθοις ὡς κόφινος
φορμορραφούμεθα· ὡς φόρμοι καταρραπτόμεθα
φορμοσίκων· παχύς
φόροι· δημόσιοι ἀπαιτήσεις
φορολογῆσαι· φόρους συνάξαι
φορολόγητοι· ὑποτελεῖς, λειτουργοί
φορολόγος· ἐξάκτωρ. ὁ ἀπαιτῶν τοὺς φόρους
φόρος· ἡ τῶν χρημάτων καταβολή, ἢ νέον τέλεσμα
φορτικά· τὰ γελοῖα, καὶ τὰ ὑπεροψίας σκώμματα
φορτικόν· ὅμοιον
φορτίς· φορτηγὸς ναῦς, πλοῖον
φόρτος· φορτίον
φορύκαια· δένδρον ποιόν
φορύνει· φυρᾷ, μολύνει, συγχεῖ
φορύνετο· ἐμολύνετο
φορύξαι· συγχέαι, φυράσαι
φορύξαντες· συγχέαντες, μολύναντες
φόρυς· δακτύλιος ὁ κατὰ τὴν ἕδραν
φορυσσέμεναι· μολύνειν
φορυτόν· ἄχυρα, φρύγανα
φορυτός· φρύγανα, ἄχυρα, καὶ ἀπὸ γῆς αἰρόμενος ὑπὸ ἀνέμου χόρτος, φρυγανῶδες, συρφετός, βόρβορος, ἀκαθαρσία
Φορωνεύς· ὄνομα βασιλικόν
φοροστά· κιθαριστά
φουάδδει· σωμασκεῖ
φούαξιρ· ἡ ἐπὶ τῆς χώρας σωμασκία τῶν μελλόντων μαστιγοῦσθαι
φοῦἱξ· φῦσιγξ
φοῦσκος· ὀξυκέφαλος
φοῦαι· ἀλώπεκες
φουλίδερ· παρθένων χορός.
φυλλόμενοι· τιλλόμενοι. Δωριεῖς
φούρκορ· ὀχύρωμα
φόως· φῶς. χαρά. σωτηρία
φόως ἐρέουσα· τὴν ἀνατολὴν τοῦ ἡλίου σημαίνουσα
φράγματα· καταστρώματα
φραγμός· τριγχός. ἢ καὶ ὁ νόμος
φράδεν· ἔλεγεν
φραδάον· ἑρμηνεῦον
φραδέος· συνετοῦ
φραδαῖσι· βουλαῖς
φραδεύουσι· λέγουσιν
φράδμονες· ἔμπειροι, συνετοί
φραδῇ·
φρονήσει, συνέσει
φραδμοσύνη· σκέψις, βουλή, νόησις
φραδῶς· φραστικῶς, φανερῶς
φράζει· δεικνύει, σημαίνει, λέγει, διηγεῖται, σκέπτεται, διανοεῖται
φράζεο· λέγε, καὶ τὰ ὅμοια
φράζεται· φραζόμενος, φράζουσιν· ὁμοίως
φρανίζειν· σωφρονίζειν
φραξάμενος· κλείσας. ὁπλισάμενος
φράσαι· διανοήθητι, σκέψαι
φράσαντας· εἰπόντας. δείξαντας. λέξαντας.
φράσας ἢ φράσει· τὰ αὐτά
φρασθέν· λεχθέν. δειχθέν, καὶ τὰ ὅμοια
φρασίζωον· διασκεπτόμενον εἰς ζωήν
φράσμων· προσέχων
φράσασθαι· φρασθῆναι, συνιέναι
φράσις· λέξις. διάλογος. ἑρμηνεία. Φράσις δὲ γένος Ἀθήνησι
φρασσάμενος· σκεψάμενος, νοήσας, λογισάμενος
φράσσεται· ἀσφαλίζεται. πληροῦται. ἀντέχεται
φράσον· εἰπέ, λέξον. ἑρμήνευσον
φρασσόμεθα· βουλευόμεθα. εἴπομεν
φραστῆρες· μηνυταί
φραστύς· σκέψις, ἔννοια. βουλή. φράσις.
φράτορας· τοὺς τῆς αὐτῆς μετέχοντας φρατρίας, συγγενεῖς
φράτορσιν· ἑταίροις, συμμάχοις
φραχθέντες· ἀσφαλισάμενοι ἑαυτούς
φρέαρ· πηγή, λάκκος
φρέαρ ὀρύττειν· σκιοθηρεῖν· οἱ γὰρ ἀπὸ τῶν μαθημάτων εἰώθασι τὰς μεσουρανήσεις λαμβάνειν καὶ σκιοθηρεῖν ἐκ τῶν φρεάτων
Φρεάριοι· δῆμος τῆς Λεοντίδος φυλῆς
φρεάτεια· τὰ βαθέα ὀρύγματα
φρεατοτύπανα· ὄργανά τινα παρὰ Πολυβίῳ
φρείατα· φρέατα
φρεναπατᾷ· χλευάζει
φρεναρτίους· φρενήρεις
φρένας ἐΐσας· ἴσας φρένας, οἷον ἡρμοσμένας, συμφώνους
φρεμπάρωσις· βλαψίφρων
φρένες· μέρος τι τῶν ἐντοσθίων τὸ ὑπὸ τῷ ἥπατι κείμενον, τὸ διάφραγμα τοῦ στήθους
φρενήρης· ἀρτίφρων
φρενοβλάβεια· ἡ τῶν φρενῶν βλάβη
φρενί· διανοίᾳ
φρενοκλοπεῖ· ἐξαπατᾷ
φρενὸς ἔκστασις· ὁ εἰς ἑαυτὸν μὴ ὤν ....
φρενοῦν· φρονεῖν διδάσκειν, νουθετεῖν
φρενοῦται· νουθετεῖται
φρενώσας· παραλογισάμενος, ἀπατήσας
φρενώσει· νουθετήσει
φρενωτήριον· παραίνεσις
φρεσί· διανοίαις
φρεσὶν ὁρμαίνοντα· διανοούμενον
Φρεωρύχοι· γένος Ἀθήνησιν. ἢ οἱ τὰ φρέατα ὀρύσσοντες
φριμεῖται· φριμάσσεται
φρίν· φρένα, διάνοιαν, γνώμην
φρίζει· φοβεῖται
φρήτηρ· ἀδελφός
φρητία· στόμα φρέατος
φρήτρα καὶ φρήτρη· φρατρία, συγγένεια, πατρικὴ γενεά. καὶ στιβάδες. καὶ συσσίτια
φρίκα· λεπτοκυμία, ἡ ἀρχὴ τοῦ κύματος
φρίκες· χάρακες
φρίκη· ψῦχος, τρόμος
φρικνόν· φρικαλέον, δεινόν, φοβερόν
φρικτόν· φρικῶδες, φοβερόν, πάνυ δεινόν
φρικωδέστερον· φοβερώτερον
φριμάσσεται· σκιρτᾷ. ἐπεγείρεται
φρυᾶται· βριμμένα
φρίξ· ἡ ἐπιπολῆς ἀνωμαλία τοῦ κύματος, ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός, ὅταν ἄρχηται ἄνεμος πνεῖν
φρίξας εὐλόφῳ σφηκώματι· ἀντὶ τοῦ ἀναφὺς ἄρτιος
φρῖξαν ἔθειραν· ὀρθὴν ἔστησαν τὴν τρίχα
φριξολόφος· ὀρθοχαίτης
φρίσσει· διεγείρεται, ἐξορθοῦται. δέδοικε, τρέμει
φρίσσει νῶτον· τὰς τρίχας ὀρθοῖ τοῦ νώτου, ἤγουν ἐγείρει
φρίσσει· φοβεῖται, δέδοικεν
φροίμια· προοίμια, προῤῥήσεις. Ἀττικοί
φρόκλος· περίπολος
φρονεῖν· νοεῖν, διανοεῖσθαι
φρονέω· φρονῶ, διανοοῦμαι
φρονέων· φρονῶν, διανοούμενος
φρόνημα· βούλημα, θέλημα
φρόνιμος· σοφός, διανοητής
φρονηματισθείς· ἐπαρθεὶς τῷ φρονήματι
φρόνιν· φρόνησιν. τὴν καταφρόνησιν ἐκδεκτέον, οὐ τὴν λείαν, ὥς τινες
φρόνις· φρόνησις. βουλή. διάνοια
φρόνησις ἀκριβής· νοῦς πράττων καλῶς
φροντίζει· μεριμνᾷ
Φρόντις· ὄνομα τοῦ κυβερνήτου Μενελάου· Φρόντιν Ὀνητορίδην
φροντισταί· φιλόσοφοι
φροντιστήριον· διατριβή. καὶ τὸ οἴκημα Σωκράτους. καὶ τὸ σχολεῖον. καὶ μοναστήριον
φρονῶ· σωφρονῶ
φροῦδα· ἀφανῆ, ἄφαντα.
φροῦδος· πρόοδος, ἐξ οὗ τὸ οὐκ ἔρχεσθαι δηλοῦται. οἱ δὲ ἐληλυθώς, ἔκδημος, ἀφανής
φροῦδον· ἄρδην, παντελῶς ἀφανές, οὐ κεχωρηκός, ἔρημον
φροῦδον· τὰ αὐτὰ ........
φρουρά· φυλακή. στρατός
φρουρεῖ· φυλάττει, ἢ προφυλάττει
φρούριον· προφύλαγμα, προφυλακτήριον
φρουρός· φύλαξ, σωματοφύλαξ
φρύαγμα· ἔπαρσις, μετεώρισμα, ὑπερηφάνεια
φρυάσσεται· ἐπεγείρεται, μεγαλοφρονεῖ, γαυριᾷ
φρυάττεται· ἐπαίρεται
φρύγανα· ὕλη λεπτὴ καὶ ξηρά
φρύγετρον· ξυλήφιον, ᾧ κινοῦσι τὰς πεφρυγμένας κριθάς
φρυγία· ἡ φρύγουσα
φρυγίνδα· παιδιᾶς εἶδος διὰ κυάμων
φρύγιον· ξύλον ξηρόν
Φρύγιον ἱστόρησον· πέπαιχεν Ἐπίχαρμος ἐν Κωμασταῖς ἐπικενώμενος
φρύγιος· ξηρός
φρυκτά· ξηρὰ ἰχθύδια εὐτελῆ
φρυκτός· μάντις. κλῆρος, σύμβολον. πυρσός
φρυκτὸς δελφίς· κλῆρος. ἐχρῶντο δὲ τοῖς κλήροις μαντευόμενοι ἐν Ὀλυμπίᾳ
φρυκτωρία· πυρκαϊά, πυρσεία, λαμπάς, καῦσις
Φρυνίχου πάλαισμα· ἐκφεύγειν τὰ Φρυνίχου κακά
φρῦνος· βάτραχος ἢ παχύς
Φρυνώνδας· πονηρούς
Φρύξ ἢ Φρύγιος· ἀπὸ Φρυγίας ἐθνικόν
φρουρεῖ· στρατεύεται
φρυγά· φυγή, τροπὴ εἰς φυγάς
φρῶν ἢ φρονοερῶν, γυναικῶν
φῦ· ἔφυ. ἐφήψατο
φυγάς· ἐξορίας
φυαῖς· φύσεσι
φυγήν· φεῦξιν
φρυγμόν· καῦσιν
φυγόσκειν· φεύγειν
φύει· γεννᾷ
φύεσθαι· βλαστάνειν
φύζα· φυγή. φόβος, ἀθυμία, δειλία
φυζακινή· δειλή
φυζακινός· δειλός. φυγάς.
φυζάναι· φυγεῖν, δειλιάσαι
φύζηλος· δειλός, φυγάς
φυή· φύσις σώματος, ἡλικία
φυῆς· φύσεως. καὶ ἡ τοῦ σώματος ὑπόστασις
φύκα· σχέτλια, οὐκ ἀνεκτά
φύκει· εἶδος κομμωτικὸν γυναικεῖον
φυκία· θαλάττια βρύα
φυκιόεν· φυκία ἔχον. οἱ δὲ πορφύρεον, βαθύ
φυκιοχαίτην· ψαφαροχαίτην
φῦκος· τὸ προσβρασσόμενον ἀπὸ τῆς θαλάσσης τῇ γῇ, ὅπερ ἔνιοι καὶ πράσον καλοῦσι. καὶ ἀκρωτήριον Λιβύης. ἢ βρύα, ἢ φλακτά.
φυκτά· φευκτά
Φυλιστιείμ· πίπτον ποτίματι, ἤγουν μέθῃ
Φυκοῦντα· Φυκοῦς ἀκρωτήριον περὶ τὴν ἀρχὴν τῆς Λιβύης, καὶ πολίχνιον ὁμώνυμον
Φυλάδα· ἡ Ἑκάτη
φῦλα· ἔθνη. συγγενικὰ γένη
φῦλα θεοῦ· ἔθνη θεοῦ
Φυλακή· φρουρά, εἱρκτή. τήρησις ἐντολῶν. πόλις Θεσσαλίας. ὀξυτόνως δὲ ἀγρυπνία
φύλαξ· φυλακτήρ
φυλακτῆρες· φύλακες
φυλακτηρία· παννυχίς
φυλαρχία· πομπή τις
φύλαρχος· φυλῆς ἄρχων
φύλαρχον· χορήγιον
φυλάς· τὰς κατοικίας, ἀποχωρήσεις. καὶ τὰ τετράποδα
Φυλάσιοι· οἱ ἐκ τοῦ δήμου. καλεῖται δὲ οὕτω καὶ φυλή τις
φυλάσσειν· ἐπιτηρεῖν. ἄλλοι δῶμα φυλασσέμεναι
φυλατός· ἡ λέξις παρὰ Βλαίσῳ. σημαίνει δὲ ᾠδήν
φυλέτης· ἐκ τῆς αὐτῆς φυλῆς, ὅ ἐστιν ὁμόφυλος
Φυλείδης· Φυλέως παῖς ὁ Μέγης
φυλίης· Φυλία ἐστὶν εἶδος ἀγριελαίας, ἄλλοι συκῆς, οἱ δὲ εἶδος δένδρου ὅμοιον πρίνῳ
Φυλή· τόπος τῆς Ἀττικῆς οὕτω λεγόμενος
φυλίη· ἀγριελαία
φυλή· τάγμα, μέρος πόλεως
φύλλα· τὰ τῶν δένδρων
φυλλάδες· οἱ ξηροὶ κλάδοι καὶ φύλλα ἔχοντες
φυλλάς· ξηρὰ δάφνη ἔχουσα φύλλα
φυλλεῖα· τὰ τῶν λαχάνων ἃ προστιθέασι τοῖς ὠνουμένοις ἕωλα καὶ φαῦλα
φυλλιᾶν· τοπάζειν
φυλλιάς· ἐκ λαχάνων ὑπότριμμά τι σκευαζόμενον. ἐκαλεῖτο δὲ θρῖα
Φυλλίδαι· γένος ἰθαγενῶν
φύλλιον· πέταλον. ἢ τὰ ἐκ τῆς γῆς ἄνθη
φυλλεῖν· ἀδολεσχεῖν
φύλλες· ἀλώπεκες
φυλλίδες· τὰ τῶν ἀνθῶν, ἅ τινα φύλλα ἐκάλουν
φυλλίναι· ἀγῶνες, ἐν οἷς μὴ ἐτίθετο ἀργύριον, ἀλλὰ στέφανοι μόνοι. καὶ εἶδός τι κυκεῶνος
Φυλλίς· ἡ Σάμος τὸ πάλαι
φυλοβασιλεῖς· ἐκ τῶν φυλῶν αἱρετοί, οἱ τὰς θυσίας ἐπιτελοῦντες
φυλοκρινεῖν· τὰς φυλὰς διακρίνειν
φυλοκρινοῦμαι· ἐν τῇ φυλῇ διακρίνομαι
φῦλον· ἔθνος, γένος
φύλοπις· πόλεμος, μάχη
φῦμα· ψώρα, ἢ ἕτερον φῦμα
φύματα· ψυδράκια, ψῶραι
φύντων· γεννηθέντων
φύξαι· φύξειν. φυγεῖν
φύξηλιν· φυγάδα, δειλόν, φυγοπόλεμον
φυξήλιδας· δειλούς
φυξήλιον· φυγαδικὸν βίον
φυξῆ· φυγῆ
φυξίμηλα· δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν βοσκημάτων
φύξις· φυγή
φυομένας· γεννωμένας
φύος· φύτευμα, γέννημα
φύππαξ· ὅπερ ἡμεῖς βόμβαξ
φύραμα· ζύμη. σπέρμα. ἢ ζημία
φυρᾶν· ζυμοῦν. ταράσσειν τὰ ἄλευρα
φυραυτίς· ὃ ἡμεῖς φύραν
φυρδήσκια· σκωλήκια
φύρδην· ἀτάκτως, συγκεχυμένως, ἀναμίξ
φύρει· μολύνει. μαλάσσει. μιγνύει
φύρεσθαι· μίγνυσθαι
φυρκηλίτοι· τειχήρεις
φύρκος· τεῖχος
φῦρμα· κόπρος, ῥύπος
φυρμᾶται· πτάρνυται
φυρμός· μολυσμός, ῥύπος, μίασμα
φυροῖ· μολύνει, ῥυποῖ
φύρακες· ἐλαφροί
φύρσω· μολυνῶ
φυρτήτης· οἶνος
φυρτίζεσθαι· τὸ παίζειν συνεστραμμένοις φυροῖς τοῖς ἱματίοις
φυρτοῖσιν· εἰκαίοις, συμπεφυραμένοις. συμπεφυρμένοις
φύς· γεννηθείς. βλαστήσας
φῦσα· φαρέτρα. καὶ ἰχθῦς ποιὸς ἐν τῷ Νείλῳ γενόμενος. οἱ δὲ τὸ πνεῦμα καὶ ὁ ἀήρ. ἢ ἀσκός
φυσᾷ· πέπρηται. ἐπήρτηται
φυσακτήρ· ἄρτος ποιός τις ποπανώδης
φυσαλλίδες· φυσητήρια. αὐλοί
φύσας· γεννήσας. ἢ τοὺς ἀσκοὺς πληρώσας
φύσασθαι· γεννῆσαι
φύσει· βλαστήσει, ἀληθῶς φύει
φυσητήρ· ὁ τῶν κητωδῶν ἰχθύων αὐλός
φύσιγγος· εἶδος σκορόδου. ἄλλοι δὲ σκορόδων κεφαλίδας. καὶ οἱ πρόλοβοι τῶν ὀρνίθων. καὶ τὰ ἐν ταῖς κνήμαις ἐγκαύματα
φυσίζοος· ἡ τὰ πρὸς τὸ ζῆν φύουσα
φυσικῇ ποιότητι
φυσίωσις· ἔπαρσις, ὑψηλοφροσύνη
φυσιολογεῖ· περὶ φύσεως διαλέγεται
φυσιολογία· λόγοι φύσεως ἐξαγγελτικοί
φυσίον· τὸ καθήλιον
φυσιούμεθα· ἐπαιρόμεθα, τυφούμεθα
φυσιόων· φυσιῶν, ἀσθμαίνων, πνευστιῶν
φύσις· γένος. οὐσία. προαίρεσις
φυσίφρονες· πεφυσημένοι τὰς φρένας, μάταιοι
φύσκων· γάστρων, παχύς
φύσκη· κοιλία, καὶ τὸ παχὺ ἔντερον
φυστὴ μᾶζα· ἄτριπτος
φυταλιαῖς· κήποις.
Φυταλίδαι· γένος παρὰ Ἀθηναίοις
φυταλίζειν· φυτεύειν. πλησιάζειν
φυταλιῆς· κήπου, δενδροφόρου γῆς
φυταλμίοις· φυτευτικοῖς, γονίμοις
φυτάλμιος Ζεύς· συγγενής, ἢ ζωογόνος
φυτάλμιοι· ὁμοίως πληθυντικῶς
φυτεύει· κατασκευάζει. γεννᾷ
φυτηκόμος· σύνδενδρος τόπος
Φύτιος· ἥλιος. ἢ Ζεύς
φύτλη· γέννα, γένεσις, γένος
φύτορες· γεννήτορες
φυτοσμῶν· φεύγων
φυτοῦ· φύματος
φύτρα· φύσις. οἱ δὲ φυτήρια
φῦ χειρί· ἐμπεφυκότως λαβοῦσα τῇ χειρί
φύ … νται· γεννῶνται
φυῶς· φύσει
φῶ· εἴπω
φώγειν· φρύγειν
Φῶγος· ......
φωΐδες· τὰ πρὸ πυρὸς ἐν σώματι γινόμενα ἐκφυσήματα. οἱ δὲ τὰς φλυκταίνας
φώκη· ζῶον θαλάσσιον
Φωκαεῖς· ὄνομα ἔθνους. καὶ τὸ κάκιστον χρυσίον
φωκίων· ὄρνις ποιός
φῶκος· κῆπος θαλάσσιος ὅμοιος δελφῖνι
φωλάδες· ἐμφωλεύουσαι
φωλάδι· ἐμφωλευούσῃ
φωλάζει· ἐμφωλεύει
φωλαΐδες· ὀστράκινά τινα βρωμώδη
φωλεόν· διδασκαλεῖον. ἢ οὗ τὰ θηρία κοιμᾶται. ἢ οὗ χορεύουσι καὶ διδάσκουσιν. οἱ δὲ σπήλαιον
φωλεύει· οἰκουρεῖ, κρύπτεται
φωλητηρίοις· φωλητήρια καὶ φωλεαὶ τῶν θιασωτῶν καὶ συνόδων οἶκοι
φωλητήρ· ὁ ἐν τῷ αὐτῷ τόπῳ καθεζόμενος ἀεί
φωλίς· ἰχθῦς ποιός
φῶμεν· εἴπωμεν
φωνασκεῖ· φωνὴν ἀποτελεῖ, ἢ φωνῆς ἐπιμελεῖ
φωνεῖ· λέγει
φωνή· ἡ τοῦ ἀνθρώπου
φωνήεις· λαλῆσαι δυνάμενος
φωνήσας· εἰπών, λέξας
φωνεῖ· λαλεῖ, λέγει
φῶντα· λάμποντα
φώρ καὶ φῶρας· κλέπτας, λῃστάς. κατασκόπους, πληθυντικῶς καὶ ἑνικῶς
φωρά· κλοπή
φωρᾷ· ζητεῖ
φωραθείς· εὑρεθείς, φανείς
φωραθῆναι· γνωσθῆναι, ἐλεγχθῆναι
φωρᾶν· τὸ τὰ κλεψιμαῖα ζητεῖν. καὶ φωριᾶν. Φώρην δὲ τὴν ἔρευναν
φωράσαντες· εὑρόντες τὰ καλά
φωράσας· ἐλέγξας
φωράσεσθαι· ἐλεγχθήσεσθαι
φωριαμός· κιβωτός. «φωριαμῶν .......»
φώριον· κλέμμα. καὶ θρόνου εἶδος
φώριος· εἶδος μελίσσης
φῶρος· κατάσκοπος
φωρυτόν· συρφετόν. ἢ φρυγάνων σωρός. ἢ βόρβορος καὶ ἀκαθαρσία. καὶ χόρτος τῆς γῆς
φῶς· τὸ ὁρώμενον τὸ παρὰ τοῦ θεοῦ δημιουργηθέν. καὶ τὸ πῦρ. καὶ ἡ χαρά. ὀξυτόνως δὲ ὁ ἄνθρωπος
φῶσαι· φῶξαι, φρύξαι, θάλψαι
φώσκει· διαφαύει
φωστήρ· θυρίς
φωσφόρεια· ἑορτή
φωσφόρος· φωτοδότης, λαμπρὸς ἀστήρ
φώσων· τὸ λινοῦν ἅρμενον
φῶτα· ἄνθρωπον. ἢ ὄμματα καὶ θυρίδες
φωταγωγός· ὁ τὸ φῶς φέρων
φῶτας· ἄνδρας, ἀνθρώπους
φῶτας ἐννέα· ἄνδρας ἐννέα
φῶτε· ἄνδρες, δυϊκῶς
φωτί· ἀνδρί
φῶτες· ἄνθρωποι, ἄνδρες
φωτεύει· γεννᾷ
φωτία· λαμπρία. καὶ ὄμματα
φῶτιγξ· σῦριγξ. λώτινος αὐλός, εἶδος σάλπιγγος
φώτιον· προσφιλές, ἡδύ
φωτισμός· αὐγὴ τηλαυγές, καταυγάζον
φωτολόγιον· τυφλόν. νεκρόν
φωτῶν· ἀνδρῶν
φωτός· ἀνδρός
φωτός· ἡμέρας
φώψ· φάος