eul_wid: bju-aa

Letters to Heraclitus
Ἐπιστολαὶ πρὸς Ἡράκλειτον

Heraclitus of Ephesus III Letters to Heraclitus PDF

The Letters to Heraclitus is a pseudepigraphic collection of twenty-two short epistles attributed to the pre-Socratic philosopher Heraclitus of Ephesus. The actual author, conventionally designated Pseudo-Heraclitus, composed the work within a later Hellenistic or Roman tradition of crafting philosophical pseudepigrapha. The historical Heraclitus, who flourished around 500 BCE, wrote only in aphoristic fragments; this epistolary corpus is a later fabrication. The letters typify the genre, featuring moral exhortation, advice on living, and philosophical commonplaces concerning virtue and the nature of the cosmos. They also include anecdotes about Heraclitus and, given the comic context noted in its transmission, may contain satire of philosophical discourse. The text survives within medieval manuscripts that transmit pseudepigraphic letters, often alongside works such as those of Diogenes Laërtius. It is preserved as part of the standard, though inauthentic, textual tradition of ancient philosophical writings. The work holds no significant independent philosophical influence. Its value is primarily historical, serving as an example of how later antiquity mythologized pre-Socratic figures and illustrating the reception and popularization of Heraclitus’s thought centuries after his death.

1 1 (t1) [20] βασιλεὺς Δαρεῖος Ἡράκλειτον Ἐφέσιον σοφὸν ἄνδρα προσαγορεύει. Καταβέβλησαι λόγον γραπτὸν περὶ φύσεως δυσνόητόν τε καὶ δυσεξήγητον. ἔν τισι μὲν οὖν ἑρμηνευόμενος κατὰ λέξιν σὴν δοκεῖ μοι δύναμίν τινα προσφέρεσθαι θεωρίας κόσμου τοῦ σύμπαντος καὶ τῶν ἀπὸ τούτου συμβαινόντων, ἅπερ ἐστὶν ἐν θειοτάτῃ κείμενα κινήσει, τῶν δὲ πλείστων ἐποχὴν ἔχειν τὰ πρὸς ζήτησιν καὶ μάθησιν, ὥστε καὶ τοὺς ἐπὶ πλεῖστον μετεσχηκότας γραμμάτων ἑλληνικῶν καὶ τοὺς ἄλλους τοὺς ἀσχολουμένους περὶ τὴν τῶν μετεώρων προσοχὴν καὶ φιλομάθειαν ἀπορεῖσθαι τῆς ἐν ὀρθῇ γνώμῃ παρὰ σοὶ δοκούσης καταγεγράφθαι διηγήσεως. βασιλεὺς οὖν Δαρεῖος Ὑστάσπου βούλεται σῆς ἀκροάσεως μεταλαβεῖν καὶ παιδείας λογικῆς. ἔρχου δὴ συντόμως πρὸς ἐμὴν ὄψιν καὶ βασίλειον οἶκον. Ἕλληνες γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἀνεπισήμαντοι σοφιζομένοις ἀνδράσιν ὄντες παρορῶσι τὰ καλῶς ὑπ’ αὐτῶν ἐνδεικνύμενα πρὸς καλὴν ἀγωγὴν καὶ δίαιταν, παρ’ ἐμοὶ δὲ ὑπάρξει σοι πᾶσα μὲν προεδρία, καθ’ ἡμέραν δὲ καλὴ καὶ σπουδαία προσαγόρευσις καὶ βίος εὐδόκιμος σαῖς παραινέσεσιν. Ἡράκλειτος Δαρείῳ βασιλεῖ πατρὸς Ὑστάσπεω χαίρειν.
2 1 (t) [5] Ὁκόσοι τυγχάνουσιν ὄντες ἐπιχθόνιοι, τῆς μὲν ἀληθείης καὶ δικαιοπραγίης ἀπέχονται, ἀπληστίῃ δὲ καὶ δοξοκοπίῃ προσέχουσι κακῆς εἵνεκεν ἀνοίης. ἐγὼ δὲ ἀμνηστίην ἔχων πάσης πονηρίης καὶ κόρον φεύγων παντὸς οἰκειεύμενον φθόνον διὰ τὴν ὑπερηφανίην οὐκ ἂν ἀφικοίμην εἰς Περσικὴν χώρην, ὀλίγοις ἀρκεόμενος κατ’ ἐμὴν γνώμην. ἔρρωσο. Βασιλεὺς Δαρεῖος Ἐφεσίοις.
3 1 (t) [20] Ἀνὴρ ἀγαθὸς μέγα ἀγαθὸν πόλει. λόγοις καλοῖς καὶ νόμοις ψυχὰς ἀγαθὰς ποιεῖ καιρίως ἄγων εἰς ἀγαθά. ὑμεῖς δὲ Ἑρμόδωρον οὐ μόνον αὑτῶν βέλτιστον ἀλλὰ καὶ Ἰώνων πάντων ἐξεβάλετε ἐκ πατρίδος, αἰσχρὰς αἰτίας ψυχῇ ἀγαθῇ προσάπτοντες. εἰ μὲν οὖν διεγνώκατε βασιλεῖ πολεμεῖν δεσπότῃ, ἑτοιμάζεσθε (ἀποστελῶ γὰρ στρατιάν, ᾗ ὑμεῖς οὐ δυνήσεσθε ἀντιτάσσεσθαι· αἰσχρὸν γὰρ βασιλεῖ μεγάλῳ μὴ ἀρκέειν φίλοις). εἰ δὲ μηδὲν τοιοῦτον ἐγχειρήσετε, κατάξατε Ἑρμόδωρον καὶ ἀπόδοτε αὐτῷ πατρῴαν κτῆσιν, μνημονεύοντες ἃ ὑμᾶς ἐκείνου εὐνοίᾳ εὐηργέτησα, φόρους ἐλάττους τάξας ὧν ἐφέρετε καὶ γῆν πολλὴν δοὺς πρὸς ᾗ ἐκέκτησθε. ὧν οὐκ ἐοίκατε χάριν ὀφείλειν· οὐ γὰρ ἄν ποτε Ἑρμόδωρον φίλον βασιλέως ἐφυγαδεύσατε. ἀποστείλατε οὖν ἄνδρας τοὺς ἐροῦντας πρός με τὸ δίκαιον ὑπὲρ ὧν ἐγκαλεῖτε Ἑρμοδώρῳ, ἵν’ ἐὰν μὲν ἐκεῖνος ἐπιδειχθῇ κακοφρονῶν, ἐπιτιμηθῇ, ἐὰν δὲ ὑμεῖς, ἐπὶ νοῦν βέλτιον θῶμαι καὶ εἰς τὸ λοιπὸν ἁμαρτάνειν κωλύσω εἰς ἀγαθοὺς ἄνδρας· καὶ γὰρ βασιλεῖ ὑμετέρῳ συμφέρει ταῦτα καὶ ὑμῖν. ἔρρωσθε. Ἡράκλειτος Ἀμφιδάμαντι.
5 1 (t) [10] Νοσοῦμεν, Ἀμφιδάμα, νοῦσον ὕδρωπα, ὥστε ὅσα ἐν ἡμῖν, ἑκάστου τὸ κράτος νόσημα. ὑπερβολὴ θερμοῦ πυρετός, ὑπερβολὴ ψυχροῦ παράλυσις, ὑπερβολὴ πνεύματος πνῖγος, ἡ νῦν ἐμὴ ὑγρὰ νόσος. ἀλλὰ θεῖόν τι ψυχὴ ἡ ἁρμόζουσα αὐτά. ὑγίεια ἐστὶ τὸ πρῶτον ἰατρικώτατον φύσις· οὐ γὰρ εἰκάζει ἡ πρώτη ἀτεχνία τὸ παρ’ αὐτήν, ἀλλὰ ὕστερον. ἀλλὰ μιμούμενοι οἱ ἄνθρωποι ἐπιστήμας καὶ ἀγνοίας ἐκάλεσαν. ἐγὼ εἰ οἶδα κόσμου φύσιν, οἶδα καὶ ἀνθρώπου, οἶδα νόσους, οἶδα ὑγίειαν. ἰάσομαι ἐμαυτόν, μιμήσομαι θεόν, ὃς κόσμου ἀμετρίας ἐπανισοῖ ἡλίῳ ἐπιτάττων. οὐχ ἁλώσεται νόσῳ Ἡράκλειτος, νόσος Ἡρακλείτου ἁλώσεται γνώμῃ.
5 2 [10] καὶ ἐν τῷ παντὶ ὑγρὰ αὐαίνεται, θερμὰ ψύχεται. οἶδεν ἐμὴ σοφίη ὁδοὺς φύσεως, οἶδε καὶ νόσου παῦλαν. ἐὰν δὲ φθάσαν ὑπέραντλον γένηται τὸ σῶμα, δύσεται εἰς τὸ εἱμαρμένον. ἀλλὰ οὐ ψυχὴ δύσεται, ἀλλὰ ἀθάνατον οὖσα χρῆμα εἰς οὐρανὸν ἀναπτήσεται μετάρσιος, δέξονται δέ με αἰθέριοι δόμοι καὶ Ἐφεσίους συκοφαντήσω. πολιτεύσομαι οὐκ ἐν ἀνθρώποις, ἀλλ’ ἐν θεοῖς, καὶ οὐχ ἱδρύσω ἄλλων βωμούς, ἀλλ’ ἐμοὶ ἄλλοι, οὐδὲ ἀπειλήσει μοι ἀσέβειαν Εὐθυκλῆς, ἀλλ’ ἐγὼ ἐκείνῳ χολήν. θαυμάζουσι πῶς ἀεὶ σκυθρωπὸς Ἡράκλειτος, οὐ θαυμάζουσι πῶς ἀεὶ πονηροὶ ἄνθρωποι.
5 3 [10] μικρὰ τῆς κακίας ὑπανεῖτε, κἀγὼ τάχα μειδιάσω. καίτοι πραότερος ἐν τῇ νόσῳ νῦν ἐγενόμην, ὅτι οὐκ ἐντυγχάνω ἀνθρώποις, ἀλλὰ μόνος νόσῳ. τάχα καὶ ψυχὴ μαντεύεται ἀπόλυσιν ἑαυτῆς ἤδη ποτὲ ἐκ τοῦ δεσμωτηρίου τούτου, καὶ σειομένου τοῦ σώματος ἐκκύπτουσα ἀναμιμνήσκεται τὰ πάτρια χωρία, ἔνθεν κατελθοῦσα περιεβάλετο ῥέον σῶμα τεθνειὸς τοῦτο, ὃ δοκεῖ τοῖς ἄλλοις ζῆν ἐν φλέγμασι καὶ χολῇ καὶ ἰχῶρι καὶ αἵματι καὶ νεύροις καὶ ὀστοῖς καὶ σάρκεσι πεπιλημένον. εἰ γὰρ μὴ τὰ πάθη ἐσοφίζετο τὴν κόλασιν, οὐκ ἂν ἤδη πρόπαλαι καταλιπόντες τὸ σῶμα ἐξήλθομεν ἀπ’ αὐτοῦ; ἔρρωσο. Τῷ αὐτῷ.
6 1 (t) [10] Συνῆλθον οἱ ἰατροί, Ἀμφιδάμα, καὶ πάνυ προθύμως γε ἐπὶ τὴν ἐμὴν νοῦσον, οὔτε τέχνην οὔτε φύσιν εἰδότες, ἀλλὰ τὸ μὲν οὐδὲ ἐβούλοντο, τὸ δὲ ἐδόκουν, ἄμφω δὲ ἠγνόουν. οὐδὲν πλέον ἢ κατεμάλαξάν μου τὴν γαστέρα ταῖς ἁφαῖς ὡς ἀσκόν. οἳ δὲ καὶ θεραπεύειν ἤθελον. ἀλλ’ οὐκ ἐπέτρεψα, ἀλλὰ λόγον αὐτοὺς πρότερον ᾔτουν τῆς νόσου, καὶ οὐκ ἔδοσαν, οὐδὲ περιεγένοντό μου, ἀλλ’ ἐγὼ αὐτῶν. «πῶς ἂν οὖν» ἔφην «δύναισθε αὐληταὶ τεχνῖται εἶναι ὑπὸ μὴ αὐλητοῦ ἡττημένοι; ἐμαυτὸν ἰάσομαι, ἢ ὑμεῖς, ἐάν με διδάξητε πῶς ἐξ ἐπομβρίας αὐχμὸν ποιητέον.» οἳ δὲ οὐδὲ συνέντες τὸ ἐρώτημα ἡσύχασαν ἀπορούμενοι ἐπιστήμης ἰδίας.
6 2 [10] ἔγνων ὅτι καὶ τοὺς ἄλλους οὐκ αὐτοί, ἀλλὰ τύχη ἰάσαιτο. οὗτοι ἀσεβοῦσιν, Ἀμφιδάμα, καταψευδόμενοι τεχνῶν ἃς οὐκ ἔχουσι, καὶ θεραπεύοντες ἃ μὴ ἴσασι, καὶ ἀποκτιννύντες ἀνθρώπους, δι’ ὀνόματος τέχνης ἀδικοῦντες καὶ φύσιν καὶ τέχνην. αἰσχρόν ἐστιν ὁμολογεῖν ἄγνοιαν, αἴσχιον ἐπιστήμην οὐκ ἔχοντα. τί αὐτοῖς ἡδὺ τὸ ψεύδεσθαι ἢ ἵνα δι’ ἀπάτης χρηματίσωνται; ἀμείνους ἂν ἦσαν μεταιτοῦντες· ἠλεοῦντο γοῦν ἄν· νῦν δὲ μισοῦνται καὶ βλάπτοντες καὶ ψευδόμενοι. εὐτελέστεραι αἱ ἄλλαι τέχναι, ταχέως ἐλέγχονται· δυσελεγκτότερα τὰ κρείττω. ἐλελήθεσάν με οἱ τοιοῦτοι ἐν τῇ πόλει.
6 3 [10] οὐδεὶς αὐτῶν ἰατρός, ἀλλὰ πάντες ἀπατεῶνες καὶ φένακες, σοφίσματα τέχνης ἀργυρίου πιπράσκοντες. Ἡρακλεόδωρον ἐμὸν θεῖον οὗτοι ἀπέκτειναν καὶ μισθὸν ἔλαβον, οἳ οὐκ ἐδυνήθησαν ἐμῆς νόσου λόγον εἰπεῖν, οὐδὲ ἐξ ἐπομβρίας πῶς ἂν αὐχμὸς γένοιτο. οὐκ ἴσασιν ὅτι θεὸς ἐν κόσμῳ μεγάλα σώματα ἰατρεύει. ἐπανισοῖ αὐτῶν τὸ ἄμετρον, τὰ θρυπτόμενα ἑνοποιεῖ, τὰ ὀλισθήσαντα ὑποφθὰς πιέζει, συνάγει τὰ σκιδνάμενα, φαιδρύνει τὰ ἀπρεπῆ, κατείργει τὰ ληφθέντα, διώκει τὰ φεύγοντα, φωτὶ μὲν ἀναλάμπει τὸ ζοφερόν, περατοῖ δὲ τὸ ἄπειρον, καὶ μορφὴν μὲν ἐπιβάλλει τοῖς ἀμόρφοις, ὄψεως δὲ ἀναπίμπλησι τὰ ἀναίσθητα. διὰ πάσης γὰρ ἔρχεται τῆς οὐσίας πλάττων, ἁρμοζόμενος, διαλύων, πηγνύς, χέων.
6 4 [5] τὸ ξηρὸν εἰς ὑγρὸν τήκει καὶ εἰς λύσιν αὐτὸ καθίστησι, καὶ λιβάδας μὲν ἐκθυμιᾷ, παχύνει δὲ χαλασθέντα τὸν ἀέρα, καὶ συνεχῶς τὰ μὲν ἄνωθεν διώκει, τὰ δὲ κάτωθεν ἱδρύει. ταῦτα κάμνοντος κόσμου θεραπεία. τοῦτον ἐγὼ μιμήσομαι ἐν ἐμαυτῷ, τοῖς δ’ ἄλλοις χαίρειν λέγω. Τῷ αὐτῷ.
8 1 (t) [10] Δήλου μοι, Ἑρμόδωρε, πότε ἀπαίρειν κέκρικας εἰς Ἰταλίαν. δέξαιντό σε οἱ ἐκείνης τῆς χώρας θεοὶ καὶ δαίμονες ἡδέως. ὄναρ ἐδόκουν τοῖς σοῖς νόμοις τὰ παρὰ πάσης τῆς οἰκουμένης διαδήματα προσιέναι καὶ κατὰ τὸ ἔθος τὸ Περσῶν ἐγκλώμενα ἐπὶ στόμα προσκυνεῖν αὐτούς, οἳ δὲ σεμνῶς πάνυ καθειστήκεσαν. προσκυνήσουσί σε Ἐφέσιοι μηκέτι ὄντα, ὅταν οἱ σοὶ νόμοι πᾶσιν ἐπιτάττωσι, καὶ τότε χρήσονται αὐτοῖς ἀναγκαζόμενοι. θεὸς γὰρ ἀφείλετο ἐκείνους ἡγεμονίαν καὶ ἑαυτοὺς ἐνόμισαν ἀξίους δουλεύειν. τοῦτο μεμάθηκα καὶ ἐκ πατέρων.
8 2 [10] ὅλη Ἀσία κτῆμα ἐγένετο βασιλέως καὶ πάντες Ἐφέσιοι λάφυρον. ἀήθεις εἰσὶν ἐλευθερίας, ἀήθεις τοῦ ἄρχειν. καὶ νῦν ὡς εἰκὸς ὑπακούσονται κελευόμενοι, ἢ μὴ πεισθέντες οἰμώξονται. καὶ μέμφονται θεοὺς ἄνθρωποι ὅτι αὐτοὺς οὐ πλουτίζουσιν ἀγαθά, οὐ μέμφονται ἴδιον ἦθος ἀφροσύνης. τυφλῶν ἐστι μὴ δέξασθαι ἃ δίδωσι χρηστὰ δαίμων. Σίβυλλα ἐν πολλοῖς καὶ τοῦτο ἐφράσθη «ἥξειν σοφὸν Ἰταλίησιν ἐξ Ἰάδος χώρης.» εἶδέ σε πρὸ τοσούτου αἰῶνος, Ἑρμόδωρε, ἡ Σίβυλλα ἐκείνη καὶ τότε ἦσθα, Ἐφέσιοι δὲ οὐδὲ νῦν βούλονται ὁρᾶν ὃν διὰ θεοφορουμένης γυναικὸς ἀλήθεια ἔβλεπε. σοφὸς μεμαρτύρησαι, Ἑρμόδωρε, Ἐφέσιοι δὲ ἀντιλέγουσι θεοῦ μαρτυρίᾳ.
8 3 [10] ἀποτίσονται ἑαυτῶν ὕβριν καὶ νῦν ἀποτίνυνται γνώμης ἀναπιμπλάντες ἡμᾶς κακῆς. οὐκ ἀφαιρούμενος πλοῦτον κολάζει θεός, ἀλλὰ καὶ μᾶλλον δίδωσι πονηροῖς. ἵν’ ἔχοντες δι’ ὧν ἁμαρτάνουσιν ἐλέγχωνται καὶ περιουσιάζοντες σκηνοβατῶσιν αὑτῶν τὴν μοχθηρίαν· ἡ δ’ ἀπορία παρακάλυμμά ἐστιν. μὴ ἐπιλίποι ὑμᾶς τύχη, ἵνα ὀνειδίζησθε πονηρευόμενοι. οὗτοι μὲν χαιρόντων, σὺ δέ μοι δήλου τὸν καιρὸν τῆς ἐξόδου. πάντως ἐντυχεῖν σοι βούλομαι καὶ περί τε ἄλλων πάνυ συχνῶν καὶ περὶ αὐτῶν τῶν νόμων βραχέα εἰπεῖν. ἔγραφον δ’ ἂν αὐτά, εἰ μὴ περὶ παντὸς ἐποιούμην ἀπόρρητα μεῖναι.
8 4 [10] οὐδὲν δὲ οὕτω σιωπᾶται ὡς ἑνὶ λαλῶν εἷς, καὶ ἔτι μᾶλλον Ἡράκλειτος Ἑρμοδώρῳ. πολλοὶ οὐ διαφέρουσι κεραμίων σαθρῶν, ὡς μηδὲν στέγειν δύνασθαι, ἀλλ’ ὑπὸ γλωσσαλγίας διαρρεῖν. Ἀθηναῖοι ὄντες αὐτόχθονες ἔγνωσαν φύσιν ἀνθρώπων, ὅτι γενόμενοι ἐκ γῆς ἔσθ’ ὅτε διερρωγότα ἔχουσι νοῦν. τούτους ἐπαίδευσαν φυλακὴν ἀπορρήτων διὰ μυστηρίων, ἵν’ ὡς φόβῳ σιγῶσιν, ἀλλ’ οὐ κρίσει, καὶ μηκέτι χαλεπὸν ᾖ τὸ μελῆσαν τῇ ψυχῇ σιωπᾶν. Τῷ αὐτῷ.
9 1 (t) [5] Ἄχρι τίνος, Ἑρμόδωρε, κακοὶ ἔσονται ἄνθρωποι καὶ οὐκέτι εἷς ἕκαστος ἰδίᾳ, ἀλλὰ καὶ κοινῇ πόλεις ὅλαι; Ἐφέσιοί σε ἀνδρῶν ὄντα ἄριστον ἐλαύνουσιν. ἀντὶ τίνος; ἢ ὅτι νόμους γράφεις τοῖς ἐλευθέροις ἰσοπολιτείαν καὶ τοῖς τούτων τέκνοις ἰσοτιμίαν; καίτοιγε ὁ μὲν γνήσιος πολίτης οὐ κριθεὶς ἀγαθὸς γίνεται, ἀλλὰ γεννηθεὶς ἀναγκάζεται, καὶ οὐδ’ ἢν ἀναγκασθῇ, πολλάκις ἀγαθὸς ἔμεινεν, οἱ δὲ δοκιμασθέντες ἀξιοῦνται τοῦ πολιτεύματος μαρτυρήσαντες βίῳ τὸ ἰσότιμον, πόσῳ κρείττους οἱ δι’ ἀρετὴν ἐγγραφόμενοι; Λακεδαιμόνιοι δὲ μετ’ ἄλλων καὶ τοῦτο ἀγαθοί, οὐ γράμμασιν ἀποδεικνύντες Σπαρτιάτας ἀλλ’ ἀγωγῇ· κἂν ἐλθών τις Σκύθης ἢ Τριβαλλὸς ἢ Παφλαγὼν ἢ μηδὲν ἔχων ὄνομα χώρας ὑποστῇ τὴν Λυκούργειον σκληραγωγίαν, Λάκων ἐστίν, ὥστε ἕκαστος τῶν πολιτευθέντων ἐν ἑαυτῷ φέρων τὴν πατρίδα ἔρχεται, πάσης δὲ πόλεως φυγαδεύει κακία, κἂν ἐν μέσαις ταῖς στήλαις τις οἰκῇ.
9 2 [10] οὐδὲ Ἐφέσιον εἶναί τινα πείθομαι, εἰ μὴ ὡς κύνα Ἐφέσιον ἢ βοῦν· ἀνὴρ δὲ Ἐφέσιος, εἰ ἀγαθός, κόσμου πολίτης. τοῦτο γὰρ κοινὸν πάντων ἐστὶ χωρίον, ἐν ᾧ νόμος ἐστὶν οὐ γράμμα ἀλλὰ θεός, καὶ ὁ παραβαίνων ἃ μὴ χρὴ ἀσεβήσει· μᾶλλον δὲ οὐδὲ παραβήσεται, εἰ παραβὰς οὐ λήσεται. πολλαὶ δίκης Ἐρινύες, ἁμαρτημάτων φύλακες.
9 3 [10] Ἡσίοδος ἐψεύσατο τρεῖς μυριάδας εἰπών· ὀλίγαι εἰσίν, οὐκ ἀρκοῦσι κακίᾳ κόσμου· πολὺ ἐστὶ πονηρία. ἐμοὶ δὲ πολῖται θεοί, θεοῖς ξυνοικῶν δι’ ἀρετῆς οἶδα ἥλιον ὁπόσος ἐστί, πονηροὶ δὲ οὐδ’ ὅτι εἰσίν. ἢ αἰσχύνονται Ἐφέσιοι δούλους ἀγαθοὺς εἶναι; εἰκότως· αὐτοὶ γὰρ κακοὶ ἐλεύθεροι, οἳ οὐκ ἐλευθέροις πάθεσιν εἴκουσι. παυσάσθωσαν οἷοί εἰσι, καὶ ἀγαπήσουσι πάντας ἰσότητι ἀρετῆς. τί δὲ οἴεσθε, ὦ ἄνθρωποι, εἰ θεὸς οὐ πεποιηκὼς κύνας οὐδὲ πρόβατα δούλους, οὐδὲ ὄνους οὐδὲ ἵππους οὐδὲ ὀρεῖς, ἀνθρώπους ἐποίησε; καὶ ὅτι κρείττονας ἐκάκωσε δουλεία, οὐκ αἰσχύνεσθε καὶ τοῦτο τῆς ὑμετέρας ἀδικίας καὶ ἔργον καὶ ὄνομα; πόσῳ κρείσσονες Ἐφεσίων λύκοι καὶ λέοντες.
9 4 [5] οὐκ ἐξανδραποδίζονται ἀλλήλους, οὐδὲ ἐπρίατο ἀετὸς ἀετόν, οὐδὲ λέων λέοντι οἰνοχοεῖ, οὐδὲ ἐξέτεμε κύων κύνα, ὡς ὑμεῖς τὸν τῆς θεοῦ Μεγάβυζον, φοβούμενοι τῇ παρθενίᾳ αὐτῆς ἄνδρα ἱερᾶσθαι. ἢ πῶς ἀσεβήσαντες εἰς φύσιν εὐσεβεῖτε εἰς ξόανον; ἵνα θεοῖς καταρᾶται πρῶτον ὁ ἱερεὺς ἀφῃρημένος τὸν ἄνδρα. κατέγνωτε καὶ τῆς θεοῦ ἀκρασίαν, εἰ φοβεῖσθε ὑπ’ ἀνδρὸς αὐτὴν θεραπεύεσθαι. «μὴ συγκαθιζέτω μοι δοῦλος μηδὲ συνδειπνείτω» Ἐφέσιοι λέγουσιν, ἐγὼ δὲ ἐρῶ δικαιοτέραν φωνήν· συγκαθιζέτω μοι ἀγαθὸς καὶ συνδειπνείτω μοι, μᾶλλον δὲ προκαθιζέτω, προτιμηθήτω· οὐ γὰρ τύχη τὸ ἰσούμενον, ἀλλ’ ἀρετή.
9 5 [5] τί ὑμᾶς ἀδικεῖ Ἑρμόδωρος, Ἐφεσίους ὑπομιμνήσκων πάντας ἀνθρώπους εἶναι καὶ μηδένα μεγαλαυχεῖν τύχῃ ὑπὲρ φύσιν; μόνη πονηρία δουλαγωγεῖ, μόνη ἐλευθεροῖ ἀρετή, ἀνθρώπων δὲ οὐδείς. κἂν ἐπιτάττητε ἄλλοις διὰ τύχην ἀγαθοῖς οὖσιν, αὐτοὶ δοῦλοί ἐστε δι’ ἐπιθυμίαν, κελευόμενοι ὑπὸ τῶν ἑαυτῶν δεσποτῶν. οὐ φοβεῖσθε δέ, ὦ ἄνθρωποι, πόλεως ὀλιγανδρίαν; τί οὖν ἔπηλυ εἰσάξετε πλῆθος, δέον τοὺς ὑφ’ ὑμῶν ἀχθέντας καὶ τραφέντας καὶ ἀπειλαῖς καὶ κολάσεσι καὶ φόβοις ἀγαθοὺς γεγονότας; ἔσονται κρείττους, Ἑρμόδωρε, οἱ πεισθησόμενοι τοῖς σοῖς νόμοις, μὴ χαλέπαινε.
9 6 [5] μαντεύεται τὸ ἐμὸν ἦθος, ὅπερ ἑκάστῳ δαίμων. καὶ πεισθήσονται, ὧν ἔσται καὶ τὸ σύμπαν κράτος μιμησαμένων φύσιν. σῶμα δοῦλον ψυχῆς συμπολιτεύεται ψυχῇ, καὶ οὐ χαλεπαίνει νοῦς ἰδίοις συνοικῶν ὑπηρέταις, καὶ γῆ, τὸ ἀτιμότατον ἐν κόσμῳ, οὐρανῷ συνάρχει, καὶ οὐκ ἀναίνεται οὐρανὸς ἐπίκαιρα ἐδάφη, οὐδὲ καρδία σπλάγχνα, τὸ ἱερώτατον χρῆμα τὰ φαυλότατα ἐν σώματι.
9 7 [5] ἀλλὰ θεὸς μὲν οὐκ ἐφθόνησεν ἐπίσης ἅπασιν ὀφθαλμοὺς ἅψαι καὶ ἀκοὰς ἀναπετάσαι καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ μνήμην καὶ ἐλπίδα, καὶ ἡλίου φῶς οὐκ ἀπέκλεισε δούλων, πάντας ἀνθρώπους κόσμου καταλέξας πολίτας· Ἐφέσιοι δὲ τὴν ἑαυτῶν πόλιν ὑπερκόσμιον οἴονται μηδέποτε τῶν κοινῶν ἀξιοῦντες. ὁρᾶτε μὴ ἀσεβῆτε θεῷ ἀντιπολιτευόμενοι. ἀεὶ βούλεσθε μισεῖσθαι ὑπὸ δούλων, καὶ ἐν ᾧ ὑπηρέτουν πρότερον καὶ ἐν ᾧ ἀτιμοῦνται ὕστερον; τί οὖν αὐτοὺς ἠλευθεροῦτε, εἰ μὴ ἀξίους ἐνομίζετε; ἢ ὅτι πάθεσιν ὑμῶν ὑπήκουσαν; ἐκείνοις οὖν χαλεπαίνετε οἳ διὰ τύχην ἐλειτούργουν, ἀλλ’ οὐχ ἑαυτοῖς, οἳ διὰ κακίαν ἐπάσχετε; οἰκτροὶ ἦσαν τὰ κακὰ φόβῳ ἀνεχόμενοι, κατάρατοι δ’ ὑμεῖς ἐπιτάττοντες τὰ χείρω· καὶ τότε πικροτέροις ἐδουλεύετε δεσπόταις, καὶ νῦν ἔτι δουλεύετε φοβούμενοι ὧν ἤρξατε.
9 8 [10] τί οὖν βούλεσθε; τῆς πόλεως ἀθρόοι πάντες ἐξέλθωσι καὶ ἐξελθόντες ἰδίαν πόλιν κτίσωσι, καταρώμενοι ὑμῖν καὶ παισὶ παίδων ἀνεπιβασίαν ψηφισάμενοι; πολεμίους ἑαυτοῖς τρέφετε, Ἐφέσιοι, καὶ τοῖς μέλλουσι παισὶ πρὸς τοὺς μέλλοντας ἐξ ἐκείνων. ὄψονται, Ἑρμόδωρε, Ἐφέσιοι τὰ ἑαυτῶν, σὺ δὲ χαῖρε ἀγαθὸς ὤν.