ΠΑΛΛΗΝΙΑΚΑ.
Παρθένιος ὁ Νικαεύς : Περὶ Παλλήνης. Ἱστορεῖ Διογένης καὶ Ἡγήσιππος ἐν Παλληνιακοῖς. Λέγεται καὶ Σίθονα, τὸν Ὀδομάντων βασιλέα, γεννῆσαι θυγατέρα Παλλήνην, καλήν τε καὶ ἐπίχαριν, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι κλέος αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπʼ αὐτῆς Θρᾴκης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε Ἰλλυρίδος καὶ τῶν ἐπὶ Τανάϊδος ποταμοῦ κατῳκημένων· τὸν δὲ Σίθονα πρῶτον μὲν κελεύειν τοὺς ἀφικνουμένους μνηστῆρας πρὸς μάχην ἰέναι τὴν κόρην ἔχοντα, εἰ δὲ ἥττων φανείη, τεθνάναι· τούτῳ τε τῷ τρόπῳ πάνυ συχνοὺς ἀνῃρήκει. Μετὰ δὲ, ὡς αὐτόν τε ἡ πλείων ἰσχὺς ἐπιλελοίπει, ἔγνωστό τε αὐτῷ τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν, ἄθλου προκειμένου τῆς κόρης, ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνάναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν. Τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, ἡ Παλλήνη, ἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτου, πάνυ ὠῤῥώδει περὶ αὐτοῦ· καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ τῶν ἀμφʼ αὐτὸν, δάκρυα δὲ πολλὰ ἐχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως ὅτε τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανόμενος καὶ ἐπιγνοὺς τὸ πάθος, τῇ μὲν θαρρεῖν παρεκελεύσατο, ὡς ᾗ βούλεται, ταύτῃ τοῦ πράγματος χωρήσοντος· αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ Δρύαντος, καὶ αὐτῷ χρυσὸν πολὺν ὁμολογήσας, πείθει διὰ τῶν ἁρματηγῶν τροχῶν μὴ διεῖναι τὰς περόνας. Ἔνθα δὴ, ὡς ἐς μάχην ἐξῄεσαν, καὶ ἤλαυνεν ὁ Δρύας ἐπὶ τὸν Κλεῖτον, καὶ οἱ τροχοὶ περιερρύησαν αὐτῷ τῶν ἁρμάτων, καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν ὁ Κλεῖτος ἀναιρεῖ. Αἰσθόμενος δὲ ὁ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρὸς, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα, ᾤετο συνεπισφάξειν καὶ τὴν Παλλήνην. Φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος, μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳκῶν ὅμιλον, ἐφίησι τῷ Κλείτῳ τὴν κόρην ἄγεσθαι.
Διονύσιος ὁ Ἁλικαρνασσεύς : Οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν, ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἔστι Κεφάλων ὁ Γεργίθιος καὶ Ἡγήσιππος ὁ Περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι.
ΜΙΛΗΣΙΑΚΑ.
Παρθένιος ὁ Νικαεύς : Περὶ Λαοδίκης. Ἱστορεῖ Ἡγήσιππος Μιλησιακῶν αʹ. Ἐλέχθη δὲ καὶ περὶ Λαοδίκης ὅδε λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους καὶ Ἀκάμαντος, πολλὴν ἐπιθυμίαν ἔχειν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι, καὶ μέχρι μέν τινος ὑπʼ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι Περσέως γυναικὶ, Φιλοβίη αὐτῇ ὄνομα, παρακαλεῖν δὲ αὐτὴν, ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ. Κατοικτείρουσα δὲ τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως, ὅπως συνεργὸς αὐτῇ γένηται, ἐκέλευέ τε ξενίαν καὶ φιλότητα τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ καὶ τὴν Λαοδίκην οἰκτείρων, πάσῃ μηχανῇ ἐπεὶ τὸν Ἀκάμαντα εἰς Δάρδανον ἀφικέσθαι πείθει — καθίστατο γὰρ ὕπαρχος τοῦ χωρίου —, ἦλθε καὶ Λαοδίκη ὡς εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος οὖσα. Ἔνθα δὴ παντοδαπὴν θοίνην ἑτοιμασάμενος συγκατακλίνει καὶ τὴν Λαοδίκην αὐτῷ, φάμενος μίαν εἶναι τῶν τοῦ βασιλέως παλλακίδων. Καὶ Λαοδίκη μὲν οὕτως ἐξέπλησε τὴν ἐπιθυμίαν, χρόνου δὲ προϊόντος γίγνεται τῷ Ἀκάμαντι υἱὸς Μούνιτος, ὃν ὑπʼ Αἴθρᾳ τραφέντα μετὰ Τροίας ἅλωσιν διεκόμισεν ἐπʼ οἴκου· καὶ αὐτὸν θηρεύοντα ἐν Ὀλύνθῳ τῆς Θρᾴκης ὄφις ἀνεῖλεν.
Ἐτυμολογικὸν τὸ Μέγα : Ἀγὼ ἡ ναῦς εἴρηται ὅτι ἐν Ἄργει τῇ πόλει κατεσκευάσθη, ὡς Ἡγήσιππος ὁ ἱστορικός.
Σχόλια εἰς Εὐριπίδην : Διττὰς δὲ τὰς Εὐρώπας ἀναγράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα .... ἑτέραν δὲ Φοίνισσαν καὶ Ἀγήνορος ... Εἰσὶ δὲ οἳ καὶ τρίτην ἀναγράφουσι, καθάπερ Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς γράφων οὕτως· «Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάνῃ ἐπῄει πρὸς Ἀθήνας … καὶ ἐπυνθάνετο Εὐρώπην ἔχεσθαι ἐν Θρᾴκῃ, καὶ οὕτως ἀφίκετο εἰς τὴν καταντιπέραν ἤπειρον, καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων. Εὐρώπη τοῦ ἀνδρὸς ἀπολειφθεῖσα οὐχ ἡ Φοίνικος, ἀλλʼ ἐπιχωρία τις γυνὴ, ἀφʼ ἧς καὶ ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη κέκληται.»
Σατύας, Σατύαντος, παρʼ Ἡγησίππῳ. Ἔστι δὲ ὄνομα κύριον.