eul_wid: ajg-aao
DOI 10.5281/zenodo.20335421

Anthology, Volume V: Book XV by Greek Anthology

ΣΥΜΜΙΚΤΑ
Ζωοτύπος τόλμησεν, ἃ μὴ θέμις, εἰκόνι γράψαι,
εὐεπίη δʼ ἐτέλεσσε φύσιν ψευδήμονα κόσμου
ἐγγὺς ἀληθείης γε· γραφὴ δʼ ἐψεύσατο πάντα.
Καλλιχόρου τόδε τεῖχος ἀνηέξησε πόληος
Μαρκιανὸς σκηπτοῦχος ὑπʼ ἐννεσίῃσιν ὑπάρχου
Παλλαδίου θεσμοῖς τε περίφρονος Ἀρτεμεῶνος·
ἡ δὲ πόλις παλίνορσον ἑὸν χρόνῳ εὕρατο μέτρον.
Ἑπτά με καὶ δέκα παῖδʼ ἐτέων ἀκέραιον ἄχραντον
Νίκανδρον πιστὸν μάρτυρα θῆκε θεός.
Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον
καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα,
ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν
κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον.
ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας
μνᾶμα τόδʼ, ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.
ΑΛΛΟ
Οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς
ἀνδρὸς ἴσον βιότῳ καὶ τάφον εὑραμένου
ἄστροις γειτονέοντα· φέρει δʼ ὅσον οὔτινα τύμβος
ἀνέρα, τὸν τελετᾶς οὐρανίδος ζάκορον,
τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα,
τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα·
ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα
Ἀτθὶς χἀ κόλποις ὀστέα δεξαμένα.
ΑΛΛΟ
Τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται
παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον,
ἀκτίνων ἀντωπόν· ὁ δʼ ἥσυχος ἔνδοθι δαίμων
κεῖται ὁ καὶ πάτρῃ δεξιτερὴν τανύσας
κεκλιμένῃ καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας
ἱερὸν ἐκ πατρὸς παιδὶ νεαζόμενον,
ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δʼ Ἀτθὶς
πυρκαϊῇ, σέβεται δʼ Ἑλλὰς ἅπασα πόλις.
ΑΛΛΟ
Ἁ πάτρα Νίκαια, πατὴρ δέ μοι ὀργιοφάντας
οὐρανοῦ, αὐτὰρ ἐγὼ κλαρονόμος τελετᾶς·
οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαο
ῥυσάμενος δώροις Αὐσονίοιο Διός·
θνᾴσκω δʼ Ἀσκανίας μὲν ἀπόπροθεν ἠδʼ ἐπὶ γαίας
Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν.
μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ
παῖς ἐμός· ἁ δʼ Ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους.
ΑΛΛΟ
Εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντων
μνήμονες ἀλλήλων ἔσχον ἀποικεσίην·
καὶ σεῦ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως,
κηρύξει βίοτον πάντας ἐς ἠελίους·
αὐτὰρ ἐμὲ Σευουήραν ἀνήρ, τέκος, ἤθεα, κάλλος
τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην.
ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ
Πάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα
νόσφι χόλου καὶ ἔρωτος· ὀιστεύεις δʼ ἅτε Τεῦκρος,
ἀλλʼ οὔ τοι νόθον ἦμαρ· ἔχεις δʼ ἐρικυδέα μορφὴν
τὴν Ἀγαμεμνονέην, ἀλλʼ οὐ φρένας οἶνος ὀρίνει·
ἐς πινυτὴν δʼ Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐίσκω,
ἀλλὰ κακῶν ἀπάνευθε δόλων· Πυλίου δὲ γέροντος
ἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν,
πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην.
Μάρτυρας ἐν πελάγει πόθεν εὕρομεν; εἴπατε, πέτραι,
εἴπατε, κύματα μακρά, πόσαις ἐμάχοντο θυέλλαις.
ναῦς ἐάγη, πέσεν ἱστός, ἔδυ τρόπις, ὤλετο φόρτος.
Εὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος Ἀτρυτώνην
δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης·
μείζων δʼ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις
παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων·
νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος
χῶρος καρπογόνους δερκόμενος σκοπέλους·
ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίῃ πόρεν ἱρεὺς
Ἀγλώχαρτος ἑῶν νειμάμενος κτεάνων,
κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατʼ αἶαν
πάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.
ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ
Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μʼ Ἐπικούρου
ἡδίστῃ κομέουσα καὶ ἡσυχίῃ τέρπουσα.
τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;
οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,
οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος·
ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ
οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·
μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν,
Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν·
ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,
μῶλυ, κακῶν δοξῶν ἀλκτήριον· ὦτα δὲ κηρῷ
ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.
ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην.
ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΣΙΚΕΛΟΥ
Εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο· εἰ δέ γε Μούσης
δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο Καλλιοπείης,
πόρρω στῆθʼ ἀπʼ ἐμεῖο καὶ ἄλλοθι δίζεο ἕδρην·
κλισμὸς ἐγὼ φορέων σοφίης ἐπιίστορας ἄνδρας.
ΘΕΟΦΑΝΟΥΣ
Καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές,
ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δʼ ἀνταπερύκεις;
οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα,
ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν
Καλλιόπης τʼ ἀίδρεις καὶ ἀπευθέες Ἡραίστοιο,
πᾶσι σοφοῖς τʼ ἀσόφοις τε δορήιον ἔμμεναι ἕδρην.
ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΡΟΔΙΟΥ
Κωνσταντῖνος Ἰωάννου ἠδʼ Εὐδοκίης με
τέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχος
ἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα
καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος·
οὗ Ἀλέξανδρος ἀδελφὸς ἰδʼ υἱὸς Κωνσταντῖνος
σκῆπτρα Βυζαντιάδος συμμεθέπουσι Ῥώμης
σκῆπτρα θεοστήρικτα συνεξαγέτην βασιλείης.
ΤΟΥ ΑΥΤΟΥ
Ἅπαν μὲν ἔργον οὐ πρὸς ἀξίαν πέλει
τὴν σήν, ὑπερθαύμαστε κόσμου δεσπότι·
ἔργων γὰρ ἔξω καὶ φθορᾶς τὸ σὸν κλέος·
τὸ δʼ ἔργον, ὃ προσῆξέ σοι Κωνσταντίνος,
ἐπάξιον πέφυκεν, εἰ δή, Παρθένε,
τοῦ σοῦ τόκου τὸ σκῆπτρον εὖ διαγράφει
καὶ σαρκὸς αὐτοῦ τὸ τρισόλβιον πάθος.
ΤΟΥ ΑΥΤΟΥ
Εἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε,
ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων,
ἵνʼ ἐγράφης φωστῆρσιν ὡς φωτὸς πύλη·
ἀλλʼ οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις·
ἃ δʼ οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος,
τούτοις παρʼ ἡμῶν ἱστορῇ τε καὶ γράφῃ.
Ὀστέα σου, Παλάμηδες, ἔδει πρισθέντα γενέσθαι
ὄργανα τῆς τέχνης τῆς ἀπὸ τοῦ πολέμου·
ἐν πολέμοις γὰρ ἐὼν ἕτερον πόλεμον κατέδειξας,
ἐν ξυλίνῳ σταδίῳ τὸν φιλικὸν πόλεμον.
Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην·
μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς
ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον
ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων·
τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας
πάντες κατηνέχθησαν εἰς Ἅιδου δόμους,
νεκροὶ δʼ ἔκειντο περὶ νεκροῖς πεπτωκότες·
νυμφὼν δὲ σεμνὸς ἐκ ῥόδων πεπλεγμένος
ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.
ΠΑΛΛΑΔΑ
Σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον
αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος·
λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.
ΣΥΡΙΓΞ ΘΕΟΚΡΙΤΟΥ
Οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
οὐχὶ Κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ,
ἀλλʼ οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους
οὔνομʼ Ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος,
ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ
ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου,
ὃς σβέσεν ἀνορέαν ἰσαυδέα
παπποφόνου Τυρίας τʼ ἐξήλασεν,
ᾧ τόδε τυφλοφόρων ἐρατὸν
πᾶμα Πάρις θέτο Σιμιχίδας.
ψυχὰν ᾇ, βροτοβάμων,
στήτας οἶστρε Σαέττας,
κλωποπάτωρ, ἀπάτωρ,
λαρνακόγυιε, χαρεὶς
ἁδὺ μελίσδοις
ἔλλοπι κούρᾳ
Καλλιόπᾳ
νηλεύστῳ.
ΣΙΜΙΟΥ Ο ΠΕΛΕΚΥΣ
Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ
ὤπασʼ Ἐπειὸς πέλεκυν, τῷ ποκα πύργων θεοτεύκτων κατέρειψεν αἶπος,
τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν
Δαρδανιδᾶν χρυσοβαφεῖς τʼ ἐστυφέλιξʼ ἐκ θεμέθλων ἄνακτας,
οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,
ἀλλʼ ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής·
νῦν δʼ ἐς Ὁμήρειον ἔβα κέλευθον
σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·
τρὶς μάκαρ, ὃν σὺ θυμῷ
ἵλαος ἀμφιδερχθῇς·
ὅδʼ ὄλβος
ἀεὶ πνεῖ.
Εἰ λύπης κρατέειν ἐθέλεις,
τήνδε μάκαιραν ἀναπτύσσων
βίβλον ἐπέρχεο ἐνδυκέως,
ἧς ὕπο γνώμην ὀλβίστην
ῥεῖά κεν ὄψεαι ἐσσομένων,
ὄντων τʼ ἠδὲ παροιχομένων
τερπωλήν τʼ ἀνίην τε λέγων
καπνοῦ μηδὲν ἀρειοτέρην.
ΣΙΜΙΟΥ ΠΤΕΡΥΓΕΣ ΕΡΩΤΟΣ
Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτʼ Ἀκμονίδαν τʼ ἄλλυδις ἑδράσαντα·
μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.
τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκʼ ἔκραινʼ Ἀνάγκα,
πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς
ἑρπετά, πάνθʼ, ὅσʼ ἕρπει
διʼ αἴθρας.
Χάους δέ,
οὔτι γε Κύπριδος παῖς
ὠκυπέτας οὐδʼ Ἄρεος καλεῦμαι·
οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋνόῳ δὲ πειθοῖ·
εἶκε δέ μοι Γαῖα Θαλάσσας τε μυχοὶ χάλκεος Οὐρανός τε·
τῶν δʼ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.
ΒΗΣΑΝΤΙΝΟΥ ΒΩΜΟΣ
Ὀλὸς οὔ με λιβρὸς ἱρῶν
Λιβάδεσσιν οἷα κάλχη
Ὑποφοινίῃσι τέγγει·
Μαύλιες δʼ ὕπερθε πέτρης Ναξίης θοούμεναι
Παμάτων φείδοντο Πανός· οὐ στροβίλῳ λιγνύι
Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.
Ἐς γὰρ βωμὸν ὁρῇς με μήτε γλούρου
Πλίνθοις μήτʼ Ἀλύβης παγέντα βώλοις,
Οὐδʼ ὃν Κυνθογενὴς ἔτευξε φύτλη
Λαβόντε μηκάδων κέρα,
Λισσαῖσιν ἀμφὶ δειράσιν
Ὅσσαι νέμονται Κυνθίαις,
Ἰσόρροπος πέλοιτό μοι·
Σὺν οὐρανοῦ γὰρ ἐκγόνοις
Εἰνάς μʼ ἔτευξε γηγενής,
Τάων ἀείζῳον τέχνην
Ἔνευσε πάλμυς ἀφθίτων.
Σὺ δʼ, ὦ πιὼν κρήνηθεν, ἣν
Ἶνις κόλαψε Γοργόνος,
Θύοις τʼ ἐπισπένδοις τʼ ἐμοὶ
Ὑμηττιάδων πολὺ λαροτέρην
Σπονδὴν ἄδην. ἴθι δὴ θαρσέων
Ἐς ἐμὴν τεῦξιν· καθαρὸς γὰρ ἐγὼ
Ἰὸν ἱέντων τεράων, οἷα κέκευθʼ ἐκεῖνος,
Ἀμφὶ Νέαις Θρηικίαις ὃν σχεδόθεν Μυρίνης
Σοί, Τριπάτωρ, πορφυρέου φὼρ ἀνέθηκε κριοῦ.
ΔΩΣΙΑΔΑ ΒΩΜΟΣ
Εἱμάρσενός με στήτας
πόσις, μέροψ δίσαβος,
τεῦξʼ, οὐ σποδεύνας ἶνις Ἐμπούσας, μόρος
Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος,
Χρύσας δʼ ἀίτας, ἆμος ἑψάνδρα
τὸν γυιόχαλκον οὖρον ἔρραισεν,
ὃν ἁπάτωρ δίσευνος
μόγησε ματρόριπτος·
ἐμὸν δὲ τεῦγμʼ ἀθρήσας
Θεοκρίτοιο κτάντας
τριεσπέροιο καύστας
θώυξεν αἴνʼ ἰύξας·
χάλεψε γάρ νιν ἰῷ
σύργαστρος ἐκδυγήρας·
τὸν δʼ αἰλινεῦντʼ ἐν ἀμφικλύστῳ
Πανός τε ματρὸς εὐνέτας, φὼρ
δίζῳος, ἶνίς τʼ ἀνδροβρῶτος Ἰλιορραιστᾶν
ἦρʼ ἀρδίων ἐς Τευκρίδʼ ἄγαγον τριπόρθητον.
ΣΙΜΙΟΥ ΡΟΔΙΟΥ ΩΙΟΝ ΧΕΛΙΔΟΝΟΣ
Κωτίλας
ματέρος
τῆ τόδʼ ἄτριον νέον
Δωρίας ἀηδόνος·
πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς
λίγειά μιν κάμʼ ἶφι ματρὸς ὠδίς·
τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκειξε κᾶρυξ
φῦλʼ ἐς βροτῶν ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός,
ἄνωγε δʼ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθʼ ἀέξειν
ἀριθμὸν εἰς ἄκραν δεκάδʼ ἰχνίων, κόσμον νέμοντα ῥυθμῶν,
θοῶς δʼ ὕπερθεν ὠκυλέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν
ἴχνει θενὼν … ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,
θοαῖς ἴσʼ αἰόλαις νεβροῖς κῶλʼ ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσι·
ταὶ δʼ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντʼ αἶψα μεθʼ ἱμερόεντα μαζόν,
πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατʼ ἀρθμίας ἴχνος τιθήνας·
βλαχαὶ δʼ οἰῶν πολυβότων ἀνʼ ὀρέων νομὸν ἔβαν τανυσφύρων τʼ ἐς ἄντρα Νυμφᾶν·
καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψʼ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ
ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσʼ εὐνὰν ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος·
κᾆτʼ ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅ γʼ ἄφαρ λάσιον νιφοβόλων ἀνʼ ὀρέων ἔσσυται ἄγκος·
ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖσι ποσὶν δονέων ἅμα πολύπλοκα μεθίει μέτρα μολπᾶς.
ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΤΡΑΥΛΟΥ
Χριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνὸς
μεσσόθι ληιστῆρας ἔχων ἑκάτερθε παγέντας·
καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρ
λύγδην ἱσταμένη καὶ παρθένος ἄλλος ἑταῖρος·
καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖται
κάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες·
καί οἱ διψαλέῳ στυγερὴν ὤρεξε ποτῆτα
λαὸς Ἰουδαίων ἀθεμίστιος, αἱματοχάρμης
ὄξεϊ κιρνάμενος, πικρὸν δέπας, εἶδαρ ὀλέθρου.
ἀλλʼ ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός,
Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός.
ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσται
κῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν;
ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων.
ΙΓΝΑΤΙΟΥ
Ἰγνάτιος πολλῇσιν ἐν ἀμπλακίῃσι βιώσας
ἔλλιπον ἡδυφαοῦς ἠελίοιο σέλας·
καὶ νῦν ἐς δνοφερὸν κατακεύθομαι ἐνθάδε τύμβον,
οἴμοι, ψυχῇ μου μακρὰ κολαζόμενος·
ἀλλά, κριτά — βροτός εἰμι, σὺ δʼ ἄφθιτος ἠδʼ ἐλεήμων —,
ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέι.
ΤΟΥ ΑΥΤΟΥ
Σῶμα μέν, οὐκ ἀρετὴν ὅδε τύμβος νέρθε κέκευθε
κεδνοῦ Παύλοιο· ὥστε γὰρ ἠελίου
τοῦδέ γʼ ἀπαστράπτουσιν ἀριπρεπέες λόγοι αἴγλῃ,
ἠδʼ ἀρετῆς κάματοι εὖχος ἔχουσι μέγα.
εἴκοσιν ἐς λυκάβαντας ἰδὲ τρισὶν ἤρκεσε γαίῃ,
ζήσας δʼ αὖ λογικῶς ἐσθλὸν ἔδεκτο τέλος.
ΤΟΥ ΑΥΤΟΥ
Ἱερὸς ἐν λαγόνεσσι Σαμουὴλ κεύθεται γαίης
πάντα λιπὼν βιότου, ὅσσα περ εἶχε, θεῷ·
καὶ νῦν εὐσεβέων εἰσέδραμε φαίδιμον αὐλὴν
δόξαν ὑπὲρ μεγάλων ληψόμενος καμάτων.
ΑΡΕΘΑ ΔΙΑΚΟΝΟΥ
Εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος
λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,
ἀλλά γʼ ἄρʼ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων
πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτήν·
θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,
οὐδʼ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,
ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος
ἄτλητον μαλερῷ τηκεδόνος δάμασε
πυρσῷ· τρεῖς πρὸς ἐείκοσʼ ἐποιχομένην ἐνιαυτοὺς
ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης
ἡμετέρης· ἔνθʼ ὕφηνον γενετῆρες ἅπασι
γηραλέοι θρῆνον τιλλόμενοι πολιὴν
καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης
μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.
ΤΟΥ ΑΥΤΟΥ
Τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν,
τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον
—αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας
παρών—, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα
καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν
κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ,
ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην
—ἀφʼ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν
μόνανδρον ἐκλάμποντα—, τὴν παρρησίαν
Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος·
πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα
καλὸν φερούσης νουθέτημα τῷ βίῳ·
εἰ δʼ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον
αὕτη παρʼ αὐτὸν τὸν τάφον τεθειμένη.
ΤΟΥ ΑΥΤΟΥ
Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν
Φεβρωνία ἑῆς σύμβολα συμπαθίης,
εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν·
οὐδὲ γὰρ οὐδʼ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν
ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης·
ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου
ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν
Χριστοῦ, τόν ῥα νυὸν σεμνὸν ἕλʼ ἀφθορίης
λαμπάδʼ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης·
ἧς τόδε σῆμʼ ὕπνου γνῶθι πολυχρονίου.
ΘΕΟΦΑΝΟΥΣ
Εἴθε κρίνον γενόμην ἀργένναον, ὄφρα με χερσὶν
ἀρσαμένη μᾶλλον σῆς χροτιῆς κορέσῃς.
ΚΟΜΗΤΑ
Ἀμφοτέρας, πολύμυθε, Κομητᾶς σεῖο ἀθρήσας
κύρβεις γηραλέας θῆκεν ἀειθαλέας.
ΤΟΥ ΑΥΤΟΥ
Σεῖο βίβλους μεγάθυμε Κομητὰς Ὅμηρε δύʼ ἄρδην
εὑρὼν γηραλέας τεύξατο ὁπλοτέρας·
γῆρας ἀποξύσας γὰρ ἀριπρεπέας γε βροτοῖσι
πάμπαν ἔδειξε σοφοῖς, οἷσιν ἔνεστι νόος.
ΤΟΥ ΑΥΤΟΥ
Εὑρὼν Κομητᾶς τὰς Ὁμηρείους βίβλους
ἐφθαρμένας τε κοὐδαμῶς ἐστιγμένας,
στίξας διεσμίλευσα ταύτας ἐντέχνως
τὴν σαπρίαν ῥύψας μὲν ὡς ἀχρηστίαν,
γράψας δʼ ἐκαινούργησα τὴν εὐχρηστίαν.
ἐντεῦθεν οἱ γράφοντες οὐκ ἐσφαλμένως
μαθητιῶσιν, ὡς ἔοικε μανθάνειν.
ΙΓΝΑΤΙΟΥ
Ἰγνάτιος τάδε τεῦξε σοφῆς πολύιδρις ἀοιδῆς·
Ἰγνάτιος τάδε τεῦξεν, ὃς ἐς φάος ἤγαγε τέχνην
γραμματικὴν λήθης κευθομένην πελάγει.
Τὰ τοῦ Πλάτωνος ἐξερευνήσας βάθη
τὰ τῶν λογισμῶν ἐξερίζωσας πάθη.
ΚΟΜΗΤΑ
Ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν,
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
ἀσπαλιεῦσιν ἔειπε μαθητῇσιν πινυτοῖσι·
«Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιο
οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.»
ἀλλʼ ἄνεω μὲν ἔκειτο μεμυκὼς χείλεα σιγῇ
σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν,
ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν,
ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν,
ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοις
αὐτοκασιγνήταις·
ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο
μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως.
τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν
σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ.
ὄφρα μὲν ἠέλιος τρίτον ἤνυσεν ἦμαρ ἐς αἶαν,
τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους·
ἀλλʼ ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς,
καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιο
εὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο,
οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δʼ ἦον ἁπάντων,
οὓς ἔκπαγλʼ ἐφίλησʼ ὡσεὶ θεοῦ υἷας ἐόντας,
ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν·
«Ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι,
κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε,
ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
δεῦτʼ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός,
σπεύσομεν ὅττι τάχιστʼ, ὄφρα κλέος ἄφθιτον ἴσχω·
ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.»
τὸν δʼ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι·
«Ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο.»
εἶπον· ὃ δʼ αὐτὸς ἔβαινε καὶ ἡγεμόνευε μαθηταῖς.
σπερχόμενοι δʼ εἵποντο μετʼ ἴχνια Παμμεδέοντος,
ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων·
ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί.
ἀλλʼ ὅτε δή ῥʼ ἱκάνοντο πολυκλαύστῳ ἐπὶ τύμβῳ,
καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν
Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε·
«Γουνούμεσθά σʼ, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις,
Λάζαρον, ὃν φιλέεσκες· ἐν ἔγκασιν ἤλυθεν Ἅιδου·
εἰ γὰρ τῇδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺς
οὔποτʼ ἔτλη μεῖναι, ἐπεὶ ἦ πολὺ φέρτατος ἦσθα·
ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.»
καὶ τότε δὴ ὕψιστος ἀμείβετο· «Ποῦ ποτε κεῖται;»
αἳ δʼ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην·
δὴ τότʼ ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν,
εἶπεν ἄρʼ· «Ὁρμηθέντες ἀείρατε πῶμα τάφοιο.»
αὐτὰρ ἐπεὶ ἀνέῳκτο τάφος λυγρὸς φθιμένοιο,
καὶ τότε δὴ μέγʼ ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρ·
«Λάζαρε, δεῦρʼ ἴθι, κλῦθι ἐμεῖο καὶ ἔρχεο ἔξω.»
ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος,
λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.
τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν,
αὐτίκα δʼ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν,
καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος.
Χάλκεος οὐκ ἔστης βιόων ἔτι, Κωνσταντῖνε·
ἀντὶ γὰρ εὐκλείης ἤρκεσε βασκανίη.
ὡς δὲ θάνες, τότε δή σε πόλις ξύμπασα γεραίρει,
οἷς δύναται. τί δὲ σῆς ἄξιον ἱπποσύνης;
ΑΛΛΟ
Ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,
ᾤχετο σὺν κείνῳ πᾶν κλέος ἡνιόχων.
ΑΛΛΟ
Χρύσεον ἀντʼ ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ,
οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης.
κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας,
γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους.
ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷ
δῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι.
Πορφύριον λήξαντα πόνων λύσαντά τε μίτρην
καὶ πάρος ἀντʼ ἀρετῆς χάλκεον ἑσταότα
τῇδε πάλιν χαλκοῦ τε καὶ ἀργύρου ἱδρύσαντο.
πρέσβυ, σὺ δὲ ξείνων ἀντιάσας γεράων
δήμου μὲν βοόωντος ἕλες παλίνορσον ἱμάσθλην,
ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίοις.
Τοῦτον Ἰουλιανόν, Τυρίης βλάστημα τιθήνης,
ἡνίοχον πολλοὺς δεξάμενον στεφάνους
αὐτὸς ἄναξ καὶ δῆμος ἅπας καὶ πότνια βουλὴ
ἔστησαν κοινὴν ψῆφον ἐνεγκάμενοι.
γήραϊ γὰρ σταδίων ἀπεπαύσατο· πᾶσι δὲ φίλτρον
κάλλιπεν, οἷσιν ἔρως ἤνθεεν ἀντιπάλων.
Πορφύριος Λίβυς οὗτος· ἀεθλοφόρων δʼ ἐπὶ δίφρων
μοῦνος παντοδαποὺς ἀμφέθετο στεφάνους.
νίκη γὰρ βασίλεια μεριζομένη κατὰ δῆμον
χρώμασι καὶ πέπλοις συμμετέβαλλε τύχας·
ἥρμοσε δʼ αὐτὸν ἔχειν Βενέτοις πλέον, ἔνθεν ἀνέστη
χρύσεος ἀντʼ ἀρετῆς, χάλκεος ἀντὶ πόνων.
Τοῦτον Πορφύριον Λιβύη τέκε, θρέψε δὲ Ῥώμη,
Νίκη δʼ ἐστεφάνωσεν ἀμοιβαδὸν ἄλλοτʼ ἀπʼ ἄλλου
χρώματος ἄκρα φέροντα καρήατι σύμβολα νίκης.
πολλάκι γὰρ δήμους ἠλλάξατο, πολλάκι πώλους·
νῦν μὲν ἐὼν πρῶτος, τοτὲ δʼ ἔσχατος, ἄλλοτε μέσσος
πάντας ὁμοῦ νίκησε καὶ ἀντιπάλους καὶ ἑταίρους.
Ἶσον κυδαλίμοις Φαυστινιάδῃ τε καὶ αὐτῷ
Φαυστίνῳ βασιλεὺς στῆσε παρʼ ἀμφοτέροις
Οὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκας
ἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην.
«Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον,»
τούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως.
Σοὶ καὶ ἀεθλεύοντι μόνῳ λήξαντί τʼ ἀέθλων
τοῦτο γέρας Νίκη δὶς πόρεν, Οὐράνιε,
δήμου ἀπʼ ἀμφοτέροιο· σὺ γὰρ πάρος ἐν Βενέτοις μὲν
εἴκοσι κυδίστων στέμμα φέρεις ἐτέων.
παύσαο δʼ ἱπποσύνης· Πρασίνων δέ σε δίζετο δῆμος
τοῖσδε σὺ μὲν νίκην, οἳ δʼ ἄρα σοὶ τὸ γέρας.
Ὤφελες ὅπλα φέρειν, οὐ φάρεα ταῦτα κομίζειν
ὡς ἐλατὴρ τελέθων καὶ πολέμων πρόμαχος.
εὖτε γὰρ ἦλθεν ἄνακτος ὀλεσσιτύραννος ἀκωκή,
καὶ σὺ συναιχμάζων ἥψαο ναυμαχίης·
καὶ διπλῆς, πολύμητι, σοφῶς ἐδράξαο νίκης,
τῆς μὲν πωλομάχου, τῆς δὲ τυραννοφόνου.
ΑΡΧΙΟΥ
Χάλκεος, ἀλλʼ ἄθρησον, ὅσον θράσος ἄνυσε κάπρου
ὁ πλάστας ἔμπνουν θῆρα τυπωσάμενος
χαίτας αὐχενίους πεφρικότα, θηκτὸν ὀδόντα
βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,
ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι θάμβος,
εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων.