ΕΚ ΤΩΝ ΕΠΩΝ
ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
Ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς,
θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον,
ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε
καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου.
Σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο,
Βασίλιε, Χριστοῦ λάτρι φίλʼ, ὠιόμην·
ἀλλʼ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὔ μʼ ἀναείρας
θήσεις ἐς μακάρων σήν τε χοροστασίην;
μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔποτε σεῖο
λήσομαι, οὐδʼ ἐθέλων. Γρηγορίοιο λόγος.
Ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα
ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου,
πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι,
πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις·
οὐκ οἶον, κόσμος δὲ μέγʼ ἴαχεν· «Ὤλετο κῆρυξ,
ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος.»
Κόσμος ὅλος μύθοισιν ὑπʼ ἀντιπάλοισιν ἀεικῶς
σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος·
αἰαῖ, Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ.
ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλος
σαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηνας
καὶ βίοτον μύθῳ καὶ βιότητι λόγον.
Εἷς θεὸς ὑψιμέδων· ἕνα δʼ ἄξιον ἀρχιερῆα
ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε,
ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν
Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον,
Πόντου Καππαδοκῶν τε μέγα κλέος· εἰσέτι καὶ νῦν,
λίσσομʼ, ὑπὲρ κόσμου ἵστασο δῶρʼ ἀνάγων.
Ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα
θέντο με Καισαρέες, Γρηγορίοιο φίλον,
ὃν περὶ κῆρι φίλησα· Θεὸς δέ οἱ ὄλβια δοίη
ἄλλα τε καὶ ζωῆς ὡς τάχος ἀντιάσαι
ἡμετέρης. τί δʼ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα
τήκεσθʼ οὐρανίης μνωόμενον φιλίης;
Τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ
δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας,
Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμʼ ἱερήων,
ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης.
Ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλʼ Ἀθῆναι,
ὦ θείου βιότου τηλόθε συνθεσίαι,
ἴστε τόδʼ, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν,
Γρηγόριος δʼ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων.
Καισαρέων μέγʼ ἄεισμα, φαάντατε ὦ Βασίλειε,
βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος·
ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτω
Χριστός, ὅπως μίξῃ ὡς τάχος οὐρανίοις.
Βένθεʼ ἅπαντʼ ἐδάης τὰ πνεύματος, ὅσσα τʼ ἔασιν
τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης.
ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας,
τοῦτο πόνων τῶν σῶν, ὦ Βασίλειʼ, ὀλίγον.
Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης·
Γρηγορίου τόδε σοι γράμμʼ ἐπιτυμβίδιον,
μῦθος ὅδʼ, ὃν φιλέεσκες· ἔχεις χρέος, ὦ Βασίλειε,
τῆς φιλίης καίτοι δῶρον ἀπευκτότατον.
Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδʼ ἀνέθηκα
τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα.
Ἔνθʼ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε,
Πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης,
μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης,
νήδυμον ὕπνον ἔχω Γρηγορίοιο δέμας,
ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλʼ ἱερῆες
ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε.
Ἔκ με πικρῆς ἐκάλεσσε Θεὸς μέγας ἀγριελαίης·
ποίμνης ἡγεμόνα θῆκε τὸν οὐδʼ ὀίων
ἔσχατον, ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν.
γῆρας δʼ ἐς λιπαρὸν ἱκόμεθʼ ἀμφότεροι·
ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴν
ἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην.
Εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης
Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος,
ὅν ποτε τηλόθʼ ἐόντα χάρις μέγαν ἀρχιερῆα
θήκατο· νῦν δʼ ἱερῆς ἐγγὺς ἔχει Τριάδος.
Αὐτὸς νηὸν ἔρεψα Θεῷ καὶ δῶχʼ ἱερῆα
Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι,
ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν,
ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν.
Τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης,
τὴν δʼ ἀγανοφροσύνην ἄξιος· οὔ τι πλέον
εὔξασθαι θέμις ἐστί· καὶ ἐς βαθὺ γῆρας ἵκοιο,
τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας.
Οὐκ ὄις, εἶτʼ ὀίων προφερέστατος, αὐτὰρ ἔπειτα
ποιμήν, εἶτα πατὴρ καὶ νομέων νομέας,
θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων,
κεῖμαι Γρηγόριος, Γρηγορίου γενέτης.
ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος
ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον;
Οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον,
ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω
Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην
Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις.
Οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ
συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος
ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον
πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων.
Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγλην
ἔνθεν ἀειρόμενος ῥῖψʼ ἐπὶ παιδὶ φίλῳ.
Τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει·
τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος.
ὣς δʼ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην
Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομʼ ἄγοις.
Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα
Γρηγόριος· σὺ δέ μοι, τέκνον, ἐπισταμένως
σημαίνειν· ζωῆς δὲ θύρας πετάσειας ἅπασιν,
ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις.
Στράψε μέν, οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη,
στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ,
τῆμος ὅτʼ εἰδώλων ἔφυγε ζόφον· ὡς δʼ ἐκαθάρθη,
ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτʼ ἄγει.
Παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον
ἦμαρ κυριακόν· πένθεϊ πένθος ἅπαν,
μῆτερ ἐμή, τίουσα μόναις ὑπόεικες ἑορταῖς·
εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις·
χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ·
μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα.
Οὔποτε σεῖο τράπεζα θυηδόχος ἔδρακε νῶτα,
οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος,
οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς.
σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους.
καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δʼ ἔκτοθι πᾶσι πέφανται·
τοὔνεκα καὶ θείῳ σῶμʼ ἀπέλειπες ἕδει.
Πῶς ἐλύθη Νόννης καλὰ γούνατα, πῶς δὲ μέμυκεν
χείλεα, πῶς ὄσσων οὐ προχέει λιβάδας;
ἄλλοι δʼ αὖ βοόωσι παρʼ ἠρίον· ἡ δὲ τράπεζα
οὐκέτʼ ἔχει καρποὺς τῆς μεγάλης παλάμης·
χῶρος δʼ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δʼ ἱερῆες
οὐκέτʼ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα.
χῆραι δʼ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ
καὶ γάμος εὐζυγέων, κέρσατʼ ἄπο πλοκάμους,
τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε,
τῆμος ὅτʼ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας.
Σάρρα σοφὴ τίουσα φίλον πόσιν· ἀλλὰ σύ, μῆτερ,
πρῶτα Χριστιανόν, εἶθʼ ἱερῆα μέγαν
σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα.
Ἄννα, σὺ δʼ υἷα φίλον καὶ τέκες εὐξαμένη
καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ·
ἡ δʼ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν·
Νόννα δʼ ἀμφοτέρων ἔλαχε κλέος, ὑστάτιον δὲ
νηῷ λισσομένη πάρθετο σῶμα φίλον.
Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκʼ ἐτώσια φυσιόωντα
καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν·
Νόννα δʼ οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ
τῇδέ ποτʼ εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη,
καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι,
Σουσάννῃ Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν.
Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων,
καὶ σύ γʼ, Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε·
ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι·
θυμῷ δʼ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον,
χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων,
ἥλατʼ ἐπουρανίην εἰς ἄντυγα, ὡς ποθέεσκεν,
τρὶς μάκαρ ἐν νηῷ σῶμʼ ἀποδυσαμένη.
Γρηγόριον βοόωσα παρʼ ἀνθοκόμοισιν ἀλωαῖς
ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι,
χεῖρας δʼ ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι,
Γρηγόριον βοόωσα· τὸ δʼ ἔζεεν αἷμα τεκούσης
ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς·
τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα.
Ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν,
ἄλλη δʼ ἐκ χαρίτων ἠδὲ σαοφροσύνης,
ἄλλη δʼ εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις,
δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις·
Νόννα δʼ ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴν
τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη.
Τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὥς σε ποθοῦσα,
οἴχομαι εἰς ζωήν, Γρηγόριʼ, οὐρανίην·
καὶ γὰρ πόλλʼ ἐμόγησας ἐμὸν κομέων πατέρος τε
γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη.
ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα
δεξόμεθʼ ἡμετέροις φάεσι προφρονέως.
Ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης,
σῶμα δʼ ἄρʼ ἐκ νηοῦ Μάρτυσι παρθέμεθα.
Μάρτυρες, ἀλλʼ ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον
σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην,
αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος
δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα.
Οὐ μόσχων θυσίην σκιοειδέα οὐδὲ χιμάρρων
οὐδὲ πρωτοτόκων Νόννʼ ἀνέθηκε Θεῷ·
ταῦτα νόμος προτέροισιν, ὅτʼ εἰκόνες· ἡ δʼ ἄρʼ ἑαυτὴν
δῶκεν ὅλην· βιότῳ μάνθανε καὶ θανάτῳ.
Εὐχομένη βοόωσα παρʼ ἁγνοτάτῃσι τραπέζαις
Νόννα λύθη, φωνὴ δʼ ἐδέθη καὶ χείλεα καλὰ
γηραλέης. τί τὸ θαῦμα; Θεὸς θέλεν ὑμνήτειραν
γλῶσσαν ἐπʼ εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι·
καὶ νῦν οὐρανόθεν μέγʼ ἐπεύχεται ἡμερίοισιν.
Εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς
οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν
ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας
μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρὸς
λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ.
Πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν
σεισμῶν τε κρυερῶν καὶ ἄγρια κυμαίνοντος
οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες·
ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι
καὶ σύ, τεκοῦσα, μάκαιρα, ἐν εὐχωλῇσι θανοῦσα.
Νόνναν, ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι
καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα,
Γρηγορίου ἱερῆος ὁμόζυγα καὶ πραπίδεσσιν
εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω.
Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι
καὶ νηοῖο πέδον δάκρυσι δευόμενον
σοί, Νόννα, ζαθέην τοίην βιότοιο τελευτὴν
ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου.
Μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή,
πάντʼ ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλῃς,
ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλʼ ἄρα καὶ τὴν
ὑστατίην νηῷ λεῖπες ἀειρομένη.
Οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα,
φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ
λισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι
τόνδε βίον πάσης ἁγνότερον θυσίης.
Νόννʼ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα
ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην·
τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα,
μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ.
Τῆσδε πατὴρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης,
μήτηρ δʼ εὐχομένη πὰρ ποσὶ λῆξε βίου,
Γρηγόριος Νόννα τε μεγακλέες. εὔχομʼ ἄνακτι
τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι.
«Πολλά, τράπεζα πίλη, Νόννης καὶ δάκρυʼ ἐδέξω·
δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην,»
εἶπε, καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δʼ ἄρα μοῦνον,
παῖδʼ, ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον.
Ἔνθα ποτʼ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης,
μέσφʼ ὅτε καὶ ψυχὴ ἕσπετʼ ἀειρομένῳ,
εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ,
γράψατʼ ἐπερχομένοις θαῦμα τόδʼ, εὐσεβέες.
Τίς θάνεν, ὡς θάνε Νόννα, παρʼ εὐαγέεσσι τραπέζαις
τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη;
τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν
ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων.
Ἔνθα ποτʼ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν·
«Ἔρχεο.» ἡ δʼ ἐλύθη σώματος ἀσπασίως,
χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν,
τῇ δʼ ἔτι λισσομένη· «Ἵλαθι, Χριστὲ ἄναξ.»
Ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος
καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα,
πάντʼ ἐκένωσα φέρουσα· τὸ δʼ ἔσχατον, ἔνθεν ἀέρθην
νηῷ γηραλέον Νόννα λιποῦσα δέμας.
Πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ
μητέρʼ ἐμὴν πρώτην· οἶδε τράπεζα τόδε,
ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη
εἰσέτι λισσομένη σώματι Νόννα φίλη.
Οὐ νόσος οὐδέ σε γῆρας ὁμοίιον, οὔ σέ γʼ ἀνίη,
καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν·
ἀλλʼ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης
εὐχομένη Χριστῷ, Νόννʼ, ἀπέδωκας ὄπα.
Δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα
κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην.
μῆτερ ἐμή, σὺ δʼ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ
ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον.
Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἡ ποθέουσα
τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι,
Νόννα Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα
μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων.
Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων
Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ.
τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς,
εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη.
Ἡ Τριάς, ἣν ποθέεσκες, ὁμὸν σέλας ἕν τε σέβασμα
ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα,
εὐχομένην· ζωῆς δὲ τέλος καθαρώτερον εὗρες.
οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνὰ
οὐδʼ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς,
μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν.
Ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα,
ἔνθα ποτʼ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε·
καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δʼ ἐνθάδε κάλλιπε νηῷ.
Νηὸς ὅδʼ—οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαι—
ψυχῆς οἰχομένης μοῦνον ἐπέσχε δέμας,
ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ,
σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη.
Ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι,
εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστίν·
τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος.
Ὢ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων·
ὢ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι,
ποῦ ποτʼ ἔην; νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον.
Νόννα Φιλτατίου. —«Καὶ ποῦ θάνε;» —Τῷδʼ ἐνὶ νηῷ. —
«Καὶ πῶς;» —Εὐχομένη. —«Πηνίκα;» —Γηραλέη. —
«Ὢ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.»
Ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν·
Νόνναν δʼ εὐχομένην Πνεῦμʼ ὑπέδεκτο μέγα.
Ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον,
ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ.
Τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθη
εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον.
Εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζα
μάρτυς, ἀφʼ ἧς ἤρθη ἄπνοος ἐξαπίνης.
Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν
ἔχριμψʼ οὐρανίαις, πρὶν βιότοιο λυθῇ.
Δακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτως
ὡς Νόννʼ εὐχομένη κάτθανεν, οὐ δακρύω.
Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον
καὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη.
Ἔνθα ποτʼ εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή
νῦν δʼ ἄρʼ ἐν εὐσεβέων λίσσεται ἱσταμένη.
Στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα,
Νόννα, παρʼ ᾗ λύθης εὐχομένη πύματα.
Μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον· ἀλλʼ ἄρα καὶ τὸ
Νόννʼ ἀπέδωκε Θεῷ ἔνθα ποτʼ εὐχομένη.
Πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες,
πρέσβειραν μεγάλην πέμψατʼ ἀειρομένην.
Ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ
Νόνναν ἐπειγομένην οὐρανίοις πελάσαι.
Νόννʼ ἀπανισταμένη νηοῦ μεγάλου τόδʼ ἔειπε·
«Τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.»
Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται·
Νόννα ποτʼ εὐχομένη τῇδʼ ἐλύθη βιότου.
Ἔνθα ποτʼ εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης·
ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας.
Ἐκ νηοῦ μεγάλοιο θύος μέγα Νόννʼ ἀπανέστη·
νηῷ Νόννʼ ἐλύθη· χαίρετε, εὐσεβέες.
Ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν.
Εἴη σοι βίος ἐσθλὸς ἐπʼ εὐλογίῃσιν ἁπάσαις
ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις
καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς,
οἵην ἡμετέρῳ γήραϊ δῶκεν Ἄναξ,
ἠιθέων λογίων τὸ μέγα κράτος ἠδʼ ἱερήων
καὶ πολιῆς σκίπων, Γρηγόριʼ, ἡμετέρης.
Ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς
ἑσσάμεθʼ εὐσεβέος Γρηγορίου τοκέες,
ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν
ἡμέτερον καὶ νῦν ἀμφιέπει θυσίαις.
ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων
Γρηγόριʼ, εὐαγέας Μάρτυσι παρθέμενος
σοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρʼ ἵλαον εἶναι
πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.
Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας
κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη,
ἀμφοτέρους ἱερῆας. —Ὁ δʼ εὐπατέρειαν ἐδέγμην
Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ.
τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη,
πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης.
Πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα
Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν
μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα πικρά.
Γρηγορίου γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ.
Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ·
δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον·
τὸ τρίτον αὖ, θνῄσκοντά μʼ ἁγνὴ ἐσάωσε τράπεζα·
τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος·
πέμπτον, παρθενίη με φίλοις προσπτύξατʼ ὀνείροις·
ἕκτον, Βασιλίῳ σύμπνοα ἦρα φέρον·
ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων·
ὄγδοον αὖ, ὁσίοις ἐξεκάθηρα χέρας·
εἴνατον, ὁπλοτέρῃ Τριάδʼ ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ·
βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.
Ἑλλὰς ἐμὴ νεότης τε φίλη καὶ ὅσσα πεπάμην
καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως.
εἰ δʼ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ
καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ,
σοῖς με, Χριστέ, χοροῖσι δέχου καὶ κῦδος ὀπάζοις
υἱέι Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ.
Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται
τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων
καὶ σοφίῃ Σοφίης δεδραγμένος ἠίθεός τε
οἶον πλοῦτον ἔχων ἐλπίδʼ ἐπουρανίην.
Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ
δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον·
νῦν δʼ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης
οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.
Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις·
ἤλυθον ἐς σοφίης πείρατα· σάρκα Λόγῳ
ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας
ἔστην σὺν Ἀαρών, Γρηγορίῳ γενέτῃ.
Πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον
καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου,
Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς
φάσμασιν ἐννυχίοις, δῶκε δʼ ἔρον σοφίης.
Σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτʼ ἐώλπειν,
ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους·
αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα, τοκήων
τῶν προτέρων πρότερον δέξατο. ποῖα δίκη;
Οὐκ ἔσθʼ ὁ τύμβος αἴτιος· μὴ λοιδόρει.
Φθόνου τόδʼ ἐστὶν ἔργον. πῶς δʼ ἤνεγκεν ἂν
νέον γερόντων εἰσορῶν σοφώτερον;
Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα
κάλλεϊ καὶ σοφίῃ καὶ βασιλῆι φίλον,
κρείσσονα δʼ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο.
ἦ μὴν ὠιόμην. ἀλλὰ τί φησὶ τάφος;
«Τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο, ἀλλὰ μέγιστον
υἱέος εὖχος ἔχεις υἱέος ἀντὶ φίλου.»
Ὥριοι εἰς τάφον ἦμεν, ὅτʼ ἐνθάδε τοῦτον ἔθηκαν
λᾶαν ἐφʼ ἡμετέρῳ γήραϊ λαοτόμοι·
ἀλλʼ ἡμῖν μὲν ἔθηκαν, ἔχει δέ μιν οὐ κατὰ κόσμον
Καισάριος, τεκέων ἡμετέρων πύματος.
ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα
δέξαι ἐς ἡμέτερον τύμβον ἐπειγομένους.
Τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο
ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην·
Καισαρίῳ δʼ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες
δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου.
Γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς
λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε.
τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδʼ ἔνευσας;
ὢ μακροῦ βιότου, ὢ ταχέος θανάτου.
Οὐκ ἄγαμʼ, οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω
μοῦνον ἀφʼ ἡμετέρων, Καισάριε, κτεάνων,
γηραλέων τοκέων πικρὸν λίθον· ὁ Φθόνος οὕτως
ἤθελεν. ὢ ζωῆς πήμασι μακροτέρης.
Πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν
ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων
καὶ λογικῆς τέχνης τὰ παλαίσματα γραμματικήν τε
ἠδʼ ἰητορίην ῥητορικῆς τε μένος
Καισάριος πτερόεντι νόῳ μοῦνος καταμάρψας,
αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις ἐστʼ ὀλίγη.
Πάντα κασιγνήτοισιν ἑοῖς λίπες, ἀντὶ δὲ πάντων
τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε·
ἡ δὲ γεωμετρίη τε καὶ ἀστέρες, ὧν θέσιν ἔγνως,
ἥ τʼ ἰητορίη οὐδὲν ἄκος θανάτου.
Κάλλιμον ἐκ πατρίης σέ, μεγακλέα τηλόθʼ ἐόντα,
ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης
πέμψαντες βασιλῆι, τὸν ἔξοχον ἰητήρων,
φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθʼ αὖ σε πέδου.
Σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν,
ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ·
νούσῳ δʼ ἀργαλέῃ ζωὴν λίπες. ὢ νεότητος
σώφρονος, ὢ σοφίης, κάλλιμε Καισάριε.
Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον
τύμβος ὅδʼ εὐγενέτην Καισάριον κατέχω
ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις,
ἀστεροπὴν γαίης πείρασι λαμπομένην.
Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος
αὐλαί, Καππαδόκαι δʼ ἤμυσαν ἐξαπίνης·
καὶ καλὸν εἴ τι λέλειπτο μετʼ ἀνθρώποισιν, ὄλωλεν,
οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος.
Εἴ τινα δένδρον ἔθηκε γόος καὶ εἴ τινα πέτρην,
εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη,
πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε,
πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι·
Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων,
αἰαῖ τῶν ἀχέων, ἤλυθεν εἰς Ἀίδην.
Χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον
κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν.
Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων
τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης;
οὔτις ἐπιχθονίων· ἀλλʼ ἔπτατο ἐκ βιότοιο
ὡς ῥόδον ἐξ ἀκανθῶν, ὡς δρόσος ἐκ πετάλων.
Γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε,
Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου,
Γρηγορίου Νόννης τε μεγακλέος εὐσεβίῃ τε
καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους.
Κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν
τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην·
Καισάριον δὲ νέον Φθόνος ἥρπασεν· οὔποτε τοῖα
πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις.
Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι
Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης.
Οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα·
πάντα δʼ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι.
Κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντʼ ἀναθεῖσα
Γοργόνιον Χριστῷ μοῦνον ἀφῆκε πόσιν·
οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον, ἀλλʼ ἄρα καὶ τὸν
ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον.
ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς
λύματʼ ἀπωσάμενοι ζῆτε παλιγγενέες.
Εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις,
εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων
δαπτόμενόν τʼ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ
καὶ πυρόεις ποταμὸς καὶ ζόφος ἀθάνατος
ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι
ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι,
ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο
τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.
Οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι
τέρπῃ πυροφόροις τετραπόδων τʼ ἀγέλαις·
καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος εὐγενέες τε
λᾶες καὶ Σηρῶν νήματα λεπταλέα,
πάντα βίος ζωοῖσι· λίθοι δʼ ὀλίγοι τε φίλοι τε
τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις,
οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει
ἄλλος σοῖσι νόμοις χερσὶ δικαιοτέραις.
Ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων,
πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις·
πᾶσα δὲ Σικανίη τε καὶ εὐρέα πείρατα γαίης
κείρατʼ ἀπʼ ἀνθρώπων οἰχομένης Θέμιδος.
ἡμεῖς δʼ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες
αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας.
Οἱ Χριστὸν φορέοντες ἀκούσατε οἵ τε θέμιστας
εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην·
πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων,
αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμʼ ὀλίγη
Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλʼ ἐπὶ τύμβῳ
βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας.
Μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα,
τύμβος ὅδʼ εὐγενέτην Μαρτινιανὸν ἔχω,
ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν·
ἀλλʼ ἀποτῆλε τάφου πρίν τι κακὸν παθέειν.
Μὴ πόλεμον φθιμένοισιν· ἅλις ζώοντες, ἀλιτροί·
μὴ πόλεμον φθιμένοις. Μαρτινιανὸς ἐγὼ
ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν
τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων.
Ὦ Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα·
ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων·
οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον·
οὗτος ἐμοί. φεῦ φεῦ, ποῦ δὲ λίθος Σισύφου;
Ὄλβιος, εὐγήρως, ἄνοσος θάνον ἐν βασιλῆος
πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης.
εἴ τινα Μαρτινιανὸν ἀκούετε, ἀλλʼ ἀπὸ τύμβου,
μηδὲ φέρειν ἐπʼ ἐμοὶ δυσμενέας παλάμας.
Χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις
λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον·
χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ,
καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω.
Καππαδοκῶν μέγʼ ἄεισμα, φαάντατε Μαρτινιανέ,
σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα·
ὅς ποτʼ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων,
δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην.
Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος
καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν
μή ποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι
στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδʼ ἱεροῖς.
Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης
στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει·
ἀλλʼ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι,
τῷδε τάφῳ· πολλῶν οὐχ ὁσίαι παλάμαι.
Μαρτινιανοῦ σῆμα μεγακλέος, εἴ τινʼ ἀκούεις
Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων,
παντοίαις ἀρετῇσι κεκασμένον· ἀλλὰ κόνιν περ
ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν.
Οὔποτʼ ἐγὼ φθιμένοισιν ἐπέχραον οὐδʼ ἀπὸ τύμβων
ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους·
τοὔνεκα μηδʼ ἐπʼ ἐμοῖσι φέρειν λάεσσι σίδηρον·
εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω.
Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο
κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω.
Εἷς δόμος, ἀλλʼ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός·
τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις·
καί ῥʼ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο
ὡς σύ, μάκαιρα δάμαρ Ἀμφιλόχου Λιβίη,
κάλλιμέ θʼ υἱήων, Εὐφήμιε· τοὺς δʼ ὑπόδεχθε,
μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους.
Ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν·
ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι.
νῦν δέ σε μοῖρʼ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν,
εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην.
αἰαῖ, Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος
ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει.
Αἰαῖ, καὶ Λιβίαν κατέχει κόνις. οὔποτʼ ἔγωγε
ὠισάμην θνητὴν ἔμμεναι εἰσορόων
εἶδος μειλιχίην τε σαοφροσύνην τε γυναικός,
τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων.
τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν
σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος.
Ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά,
πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην,
υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε,
πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες.
δεινὸν δʼ ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε
ζωῆς, τὸν δʼ ἔλιπεν ἥμισυν Ἀμφίλοχον.
Ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δʼ ἐν ἀοιδοῖς,
κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων,
ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δʼ ἔρωτας
ἐς θαλάμους καλέων ὤλετο, φεῦ παθέων·
ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδʼ ὑμεναίων
ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων.
Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις,
Ἑλλάδα καὐσονίην μοῦσαν ἐφιπτάμενος,
στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθʼ ὑπὸ γαῖαν.
αἰαῖ, τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος.
Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν
λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας,
μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος·
τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη.
Στράψε μέγʼ ἀνθρώποις Εὐφήμιος, ἀλλʼ ἐπὶ τυτθόν·
καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας·
στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν·
τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος.
Τίς τίνος; —«Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται,
οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος,
οὗτος, ὃν αἱ Χάριτες Μούσαις δόσαν· οἱ δʼ ὑμέναιοι
ἀμφὶ θύρας· ἦλθεν δʼ ὁ Φθόνος ὠκύτερος.»
Ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων
καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφάνων,
ᾤχετο ἐκ μερόπων Εὐφήμιος, οὐδέ τʼ ἀνέσχεν,
αἰαῖ, σοῖς θαλάμοις πυρσός, ὃν ἧψεν Ἔρως.
Αἱ Χάριτες Μούσαισι· «Τί ῥέξομεν; οὐκέτʼ ἄγαλμα
χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.»
χαἰ Μοῦσαι Χαρίτεσσιν· «Ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός,
τόσσον ἔχοι· ἡμῖν δὲ τόδʼ ὅρκιον ἔμπεδον ἔστω
μηκέτʼ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.»
Κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα καὶ λαλαγεῦντες
ὄρνιθες λιγυροὶ καλὸν ἐπʼ ἀκρεμόνων
αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι
καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων,
κλαύσατε· ὦ χαρίεσσʼ Εὐφημιάς, ὥς σε θανών περ
Εὐφήμιος κλεινὴν θήκατʼ ἐπωνυμίῃ.
Κάλλιμος ἠιθέων Εὐφήμιος, εἴ ποτʼ ἔην γε·
κάλλιμος ἐν χώροις χῶρος ὅδʼ ἠλύσιος·
τοὔνεκεν εἰς ἓν ἄγερθεν· ἐπεὶ ζωὴν μὲν ἔλειψε,
οὔνομα δʼ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ.
Ἤλυθε κἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα,
ψυχὴ δʼ ἐς μακάρων ᾤχετʼ ἀποπταμένη.
πηοῖς πάντα πέπασο, μακάρτατε· βίβλον ἔῳξας
πᾶσαν, ὅση θνητῶν κεἴ τις ἐπουρανίη·
γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας
κρείσσονα καὶ τοκέων· τὸ πλέον οὐ μερόπων.
Ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα
Ἀμφίλοχος λιπαροῦ γήραος ἀντιάσας,
ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων
πηῶν, εὐσεβέων, εὐγενέων, λογίων
καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδʼ ἑταίρων
σῶν ἑνός, ὦ φιλότης, γράμμʼ ἐπιτυμβίδιον.
Ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες
μῦθοι καὶ πηγὴ πᾶσιν ἀρυομένη,
ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δʼ ἅμʼ ἕσπετο μοῦνον
ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον.
Γρηγόριος τάδʼ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο,
Ἀμφίλοχʼ, ἐξεδάην ἀντιχαριζόμενος.
Ἀμφίλοχος τέθνηκεν· ἀπώλετο, εἴ τι λέλειπτο
καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος
καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δʼ αὖ σε
ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη.
Τυτθὸν μὲν πτολίεθρον, ἀτὰρ πολὺν ἀνέρα δῶκα
βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων,
Ἀμφίλοχον· φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα
ῥήτρη καὶ πάτρης εὖχος ἀριστοτόκου.
Τὸν ῥήτρην πυρόεσσαν ἐπʼ ἀντιπάλοισι φέροντα,
τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας
Ἀμφίλοχον κατέχω τυτθὴ κόνις ἔκτοθι πάτρης,
υἱέα Φιλτατίου Γοργονίας τε μέγαν.
Ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ
Ἀμφιλόχου μεγάλου τύμβος ὅδʼ ἀμφὶς ἔχω.
Ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ
πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν.
Οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος· ἡ δὲ συνωρὶς
σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει;
τίς δὲ τέλος νηῷ περικαλλέι χεὶρ ἐπιθήσει;
τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην
σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα;
ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων.
Δέρκεο καὶ τύμβον Νικομήδεος, εἴ τινʼ ἀκούεις,
ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ
αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον
δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων,
φέρτερον οὐδὲν ἔχων ἱερεὺς γενέτης τε φέριστος.
τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι.
Ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα
ἔνθεν ἀνηέρθης. τίς τάδʼ ἔνευσε δίκη;
Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν
ἰθύνῃς τεκέων σὺν ἱερῇ δυάδι.
Πῇ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθʼ ἑταίρων,
ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε;
πῇ ποτʼ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν,
ἦμος ἐπʼ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην,
ὃς βιότῳ μʼ ἔζησας ἀσαρκέι; ἦ ῥʼ ἐτεόν σοι
Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.
Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον
ἠιθέων, ζωῆς ἡνίοχʼ ἡμετέρης,
μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς,
ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε.
Ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσσιν
ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι
Καρτερίου, πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν;
ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη.
Ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα
Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης.
Ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα
σταυροφόρων κόλποις Καρτέριον κατέχεις.
Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων,
τῆλε τεῆς πάτρης ληίστορι χειρὶ δαμάσθης,
οὐδέ σε τύμβος ἔχει πατρώιος· ἀλλὰ καὶ ἔμπης
πᾶσιν Καππαδόκεσσι μέγʼ οὔνομα σεῖο λέλειπται
καὶ στῆλαι παγίων μέγʼ ἀμείνονες, αἷς ἐνιγράφθης,
Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.
Ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε,
σὸν τέκος ἀτρεκέως πνεύματι Καρτέριον·
αὐτὰρ ἐγών, εἰ καί με τάφος σὺν πατρὶ καλύπτοι,
οὔποτʼ ἀφʼ ὑμετέρης στήσομʼ ὁμοζυγίης.
Ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ
χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας.
Εὐσέβιον, Βασίλισσα μεγακλέες ἐνθάδε κεῖνται,
Ξώλων ἠγαθέων θρέμματα χριστοφόρων,
καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβεις
τούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων.
Αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν οὐδʼ ἐπὶ γαίης
ἤρειδες χθαμαλῆς ἴχνιον οὐδʼ ὀλίγον·
τοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός· Εὐλάλιος δὲ
σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε.
Τὸν νεαρόν, Χριστῷ δὲ μέγαν πολιόν τε νόημα
χῶρος ὅδʼ ἀθλοφόρων Ἑλλάδιον κατέχω·
οὐ νέμεσις· κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη
σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον.
Μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ,
πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις,
Ἑλλάδιε, Χριστοῖο μέγα κλέος· εἰ δὲ τάχιστα
δεσμῶν ἐξελύθης, τοῦτο γέρας καμάτων.
Καὶ σύ, Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι,
ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας·
σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσα,
ξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον.
Χώρης τῆσδʼ ἱερῆς Εὐπράξιον ἀρχιερῆα
ἥδʼ Ἀριανζαίη χθὼν μεγάλη κατέχω,
Γρηγορίοιο φίλον καὶ ἥλικα καὶ συνοδίτην·
τοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν.
Ἰχθυβόλον ποτʼ ἔλυε λίνον βυθίης ἀπὸ πέτρης
Ναυκράτιος δίναις ἐν ποταμοῦ βρυχίαις·
καὶ τὸ μὲν οὐκ ἀνέλυσεν, ὁ δʼ ἔσχετο. πῶς ἁλιῆα
εἴρυσεν ἀνθʼ ἁλίης δίκτυον; εἰπέ, Λόγε,
Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω,
καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων.
Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο,
δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος,
ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο,
ἔνθεν ἀνηέρθη πῶλος ὅδʼ ἄκρα θέων.
Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθεὶς
δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη.
Αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖς
ἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας,
Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταρποῖς
ἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦρον
τὴν σταθερὴν Χριστῷ τήξας δέμας ἄλγεσι πολλοῖς·
καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην.
Πάλλετʼ ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσα
οὔνομα, ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου,
ἄμβροτον, αἰπήεσσαν, ἀτερπέα· σεῖο, φέριστε,
ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει.
Ἐμμέλιον τέθνηκε. τίς ἔφρασεν; ἥ γε τοσούτων
καὶ τοίων τεκέων δῶκε φάος βιότῳ,
υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε,
εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων.
τρεῖς μὲν τῆσδʼ ἱερῆες ἀγακλέες, ἡ δʼ ἱερῆος
σύζυγος, οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων.
Θάμβος ἔχεν μʼ ὁρόωντα τόσον γόνον Ἐμμελίοιο
καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον·
ὡς δʼ αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα,
Ἐμμέλιον, τόδʼ ἔφην· «Οὐ μέγα· ῥίζα τόση.
τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη,
τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.»
Παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἴ τινʼ ἀκούεις
Μακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης·
ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα, νῦν δʼ ἐνὶ πάντων
γλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει.
Καὶ σύ, Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο,
Γρηγορίου μεγάλου σύζυγε, ἀτρεκέως
ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἕρμα γυναικῶν
εὐσεβέων· βιότου δʼ ὥριος ἐξελύθης.
Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδʼ ἔθηκε
Γρηγόριος καθαροῖς Μάρτυσι παρθέμενος,
ἠίθεον θαλέθοντα νεόχνοον· αἱ δὲ πάροιθεν
τῆς γηροτροφίης ἐλπίδες οὐδὲ κόνις.
Εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω
θρύψις ἀεθλοφόροις· ταῦτα γὰρ ἀντίθετα.
εἰ δʼ οὐκ ὀρχησταῖς ἀθλήματα οὐδὲ ἀθληταῖς
ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις
ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος,
ὃς πληροῖ θυλάκους, κἂν ἀδικώτατος ᾖ;
Μάρτυρες, εἴπατε ἡμὶν ἀληθῶς, εἰ φίλον ὑμῖν
αἱ σύνοδοι. —«Τί μὲν οὖν ἥδιον;» —Ἀντὶ τίνος; —
«Τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντʼ ἄν,
εἰ τιμῷτʼ ἀρετή.» —Τοῦτο μὲν εὖ λέγετε·
ἡ δὲ μέθη τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς
ἄλλοις· ἀθλοφόρων δʼ ἔκλυσις ἀλλοτρία.
Μὴ ψεύδεσθʼ, ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί·
λαιμῶν οἵδε νόμοι, ὠγαθοί, ὑμετέρων·
Μάρτυσι δʼ εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνειν
ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν.
Μαρτύρομʼ, ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν
τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι.
οὐ ζητεῖτε τράπεζαν ἐύπνοον οὐδὲ μαγείρους·
οἱ δʼ ἐρυγὰς παρέχουσʼ ἀντʼ ἀρετῆς τὸ γέρας.
Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματʼ ἀνάγνων
ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι·
δεύτερον αὖτε τάφους τοὺς μὲν διεπέρσατʼ ἀθέσμως
αὐτοὶ σήματʼ ἔχοντες ὁμοίια, τοὺς δʼ ἀπέδοσθε,
πολλάκι καὶ τρὶς ἕκαστον· ὃ δὲ τρίτον, ἱεροσυλεῖς
Μάρτυρας, οἷς φιλέεις. Σοδομίτιδες ἵξατε πηγαί.
Παῖδες χριστιανῶν, τόδʼ ἀκούσατε. οὐδὲν ὁ τύμβος;
πῶς οὖν ὑμετέρους χώννυτʼ ἀριπρεπέας;
ἀλλʼ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν
βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας.
εἰ δʼ, ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτʼ ἀδίκαστον,
πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου.
Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι,
μέχρι τίνος τύμβοις Μάρτυρας ἀλλοτρίοις
τιμᾶτʼ, εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς,
καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν.
Τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι
αἵματος οὐρανίου μνωομένους μεγάλου·
τύμβοι δὲ φθιμένοις. ὃς βήματα δʼ ἡμὶν ἐγείρει
ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι.
Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβὴν
καὶ μέντοι θεόθεν ἄξια δῶρʼ ἔχετε,
βήμαθʼ, ὕμνους, λαούς, ψυχῶν σέβας. ἀλλʼ ἀπὸ τύμβων
φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι.
Δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει
δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας.
τούτου χριστιανοὶ λύσιν εὕρομεν· ἀθλοφόροισι
στησάμεθʼ ἡμετέροις πνευματικὰς συνόδους.
νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε, οἱ φιλόκωμοι·
πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους.
Μηκέτι πηκτὸν ἄροτρον ἀνὴρ ἐπὶ γαῖαν ἐλαύνοι,
μὴ πέλαγος πλώοι, μὴ δόρυ θοῦρον ἔχοι·
ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμὸν
ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων,
ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον
σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης.
Ἑπτὰ βίοιο πέλει τάδε θαύματα· τεῖχος, ἄγαλμα,
κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος·
ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος,
ὑψιπαγής, σκοπέλων τῶνδʼ ἀποτῆλε θέων,
πρῶτος δʼ ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον
τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης.
Ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος, οὔρεος ἄκρην
πουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος·
νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ·
ὧδε δʼ ἐτινάχθην γείτονος ἐν παλάμαις.
Τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃ
λάων τετραπέδων ἀμφιθέει στέφανος,
ἄξιον αὐτίκʼ ἔην αὐτῷ ἐνὶ σήματι θέντας
αὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι.
Ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύων·
χρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου.
εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακόν· εἰ δʼ ἄρα κεινὸς
ἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην.
Ὁσσάτιον παράμειψα βροτῶν βίον, οὐδʼ ἄρʼ ἔμελλον
ἐκφυγέειν παλάμας γείτονος οὐλομένας,
ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ
οὔτε Θεὸν δείσας οὐθʼ ὁσίην φθιμένων.
Τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες·
ἠνίδʼ, ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως.
οὐ μὲν ῥηιδίως ἐρρήξατο. ἀλλʼ ἀποτῆλε
χάζεσθε· φθιμένους ὧδʼ ἂν ἀρεσσάμεθα.
Αἰαῖ, ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδη
τοῖσί τε τυμβορύχοις τοῖς τε περικτιόσιν
σήματος ὑψιθέοντος ὀλωλότος. ἀλλὰ τὸν ἐχθρὸν
οἶδε δίκη· δακρύειν δʼ ἡμέτερον φθιμένους.
Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι
τίμιος· οὔτις ἐκεῖ τυμβολέτις παλάμη·
Καππαδόκεσσιν ἔγωγε μέγʼ ἔξοχος, ἀλλὰ δέδορκας,
οἷα πάθον. στήλῃ γράψατε νεκροφόνον.
Τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος· ἔνθεν ἔπειτα
ὕπτιος ἐκ λαγόνων εἰς ἓν ἀγειρομένων
τύμβος ἔην, καθύπερθε λόφου λόφος. ἀλλὰ τί ταῦτα;
οὐδὲν χρυσοφίλαις, οἵ μʼ ἐτίναξαν ὅλον.
Νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα· ὃς δʼ ἀνεγείρει
τύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι·
οὐ γὰρ ἂν οὗτος ἀνὴρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν,
εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων.
Τίς τίνος; οὐκ ἐρέει στήλη· πρὸ γὰρ ὤλετο τύμβου.
τίς χρόνος; ἀρχαίης σῆμα τόδʼ ἐργασίης.
τίς δέ σʼ ἐνήρατο; εἰπέ· φόνος τόδε. —«Χεῖρες ἀλιτραὶ
γείτονος.» —Ὡς τί λάβῃ; —«Χρυσόν.» —Ἔχοι σκοτίην.
Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτα
τοῦ νεοκληρονόμου χερσὶ παθόντʼ ἀδίκως·
οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλʼ ἐδοκήθην,
κάλλεϊ μαρμαίρων τοσσατίῳ λαγόνων.
Στῆθι πέλας καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος,
εἴ ποτʼ ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός.
σῆμα πέλω, μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος.
τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται;
Αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο
καὶ λήθης σκοτίης βένθεα καὶ νέκυες,
πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν;
πῶς ἔτλη; φθιμένων κήδεται οὐδʼ ὁσίη.
Τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβος,
τέτρωμʼ, ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ.
ταῦτα φίλα θνητοῖσι, τὸ δʼ αἴτιον ὡς ἀθέμιστον.
τὸν νέκυν οἶον ἔχων χρυσὸν ἀποξέομαι.
Πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβεις
τύμβον ἐμόν, φράζειν· «Τοῖα πάθοις, ὁ δράσας.» —
«Οὐκ οἶδʼ, ὅντινα τύμβος ἔχει νέκυν· ἀλλʼ ἐρέω γε
δάκρυʼ ἐπισπένδων· Τοῖα πάθοις, ὁ δράσας.»
Πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου,
ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος.
νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος· ἤν τις ἐπέλθῃ,
ταῦτʼ, εἰ ληίζει, δώσομεν ἀσπασίως.
Εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος, οὐκ ἐφύλασσες
τοῦθʼ, ὅπερ εἰλήφεις, ἢ κακὸς ἦσθʼ ἂν ἄγαν;
εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην,
καὶ τόδʼ ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος;
Τοὺς ζῶντας κατόρυσσε. τί γὰρ νεκροὺς κατορύσσεις;
Ἄξιοί εἰσι τάφων, οἵ σε ζῆν εἴασαν οὕτω
τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον.
Καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν
δέξῃ θαρσαλέως ἢ Θεὸν ἀγκαλέσεις,
χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι
οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις.
Φησὶ Δίκη· «Τίς πίστις, ὅτʼ ὤλεσας, ὃν λαγόνεσσι
σῇσιν ἔδωκα νέκυν, γαῖα φίλη, φθιμένῳ;» —
«Οὐ γαίη μʼ ἐτίναξεν· ἀτάσθαλος ὤλεσεν ἀνήρ,
καὶ φιλοκερδείης εἵνεκα· τοῦτον ἔχω.»
Πρόσθε τάδʼ ἦεν ἄσυλα· Θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν
ἵλαος· εἰ δὲ νέκυς, ὄψεθʼ ὁ τυμβολέτης.
Ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγε
κλαύσομʼ ἀποφθιμένους, κλαύσομʼ ἄγος παλάμης.
Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης
κεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις.
νεκρῶν καὶ τάδε γʼ ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον
εὕρωσιν παλάμην, σήματα τοῖα χέειν.
Τίς σʼ ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο
κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος;
Στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν·
οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους,
ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων.
γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους.
Στῆλαι καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων,
τύμβοι καὶ φθιμένων ἄφθιτε μνημοσύνη,
σεισμὸς πάντα βράσειεν ἐμοῖς νεκύεσσιν ἀρήγων,
οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος.
Ἡνίκα τὸν περίβωτον ἐπʼ οὔρεος, ἄγριε Τιτάν,
τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας,
ὡς δʼ εἶδες, πῶς χεῖρες ἐπʼ ὀστέα; ἦ τάχα κέν σε
τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδʼ ἕνα τύμβον ἔχειν.
Σήματα καὶ σποδιὴ καὶ ὀστέα οἵ τε πάρεδροι
δαίμονες, οἳ φθιμένου ναίετε τόνδε λόφον,
τόνδʼ ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν.
τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον.
Τύμβοι καὶ σκοπιαὶ καὶ οὔρεα καὶ παροδῖται,
κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην·
ἠχὼ δʼ ἐκ σκοπέλων πυματηγόρος ἀντιαχείτω
τῶνδε περικτιόνων· «Κλαύσατε τυμβολέτην.»
Κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες·
οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην,
εἰ τάδʼ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ
σήμασι σὴν ἐπέχειν ἁρπαλέην παλάμην.
Οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ,
ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων·
καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν,
ἐκ δʼ ὀλέσας τύμβου τῆλε βάλοι πατέρων.
Τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον οὔρεος ἄκρης
τῆσδʼ ἀναειρόμενον ἡλίκον ὁσσατίης;
χρυσὸς ἔθηξε μάχαιραν ἐπʼ ἀνδράσι· χρυσὸς ἄπληστον
κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην·
κἀμοὶ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον
ἐλπισθείς· χρυσοῦ δεύτερα πάντʼ ἀδίκοις.
Πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης
κύμασι πλαζόμενον, πολλάκι θηρολέτου,
ἤδη καί, πολέμῳ τις ὃν ὤλεσεν· ἀλλʼ ἐμὲ γείτων
χωσθέντʼ ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον.
Ὢ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς.
ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν·
οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν,
τῶνδʼ ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις.
Πάντʼ ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτʼ αἰδὼς
ἐκ ζώντων φθιμένοις. δέρκεο τόνδε τάφον,
ὅν γʼ ἐλπὶς χρυσοῖο διώλεσε τόσσον ἐόντα
θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν.
Λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν
ῥίψατε ἠὲ πυρὶ δάψατε παντοφάγῳ·
λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι.
δείδια τόνδε τάφον τοῖα παθόνθʼ ὁρόων.
Δή ποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν
τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδʼ εὗρε μόνον·
«Οἴγειν ἀπλήστοιο τάφους χερός.» ὣς δὲ σὺ τόσσον
σῆμα τόδʼ οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις.
Ὃς κακὸς οὐ φθιμένοισι, τάχʼ ἂν φθιμένοισιν ἀρήγοι·
ὃς δʼ οὐδὲ φθιμένοις, οὔποτʼ ἂν οὐ φθιμένοις.
ὣς δὲ σύ, τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας,
οὔποτʼ ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην.
«Μαρτύρομʼ, οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι·
μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις.» —
Οὐδὲ γὰρ οὗτος ἔχεν χρυσὸν τάφος, ἀλλʼ ἐδαΐχθη.
πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε, Δίκη.
Οἱ τύμβοι φθιμένοισιν «Ἀρήξατε» εἶπον ἅπαντες,
ἡνίχʼ ὁ λυσσήεις τόνδʼ ἐτίνασσε τάφον.
οἱ νέκυες τύμβοισι· «Τί ῥέξομεν; αὖθις ἀέρθη
ὡς ἐπὶ βουκτασίῃ γαῖαν ἀφεῖσα Δίκη.»
Ἤλυθεν εἰς Ἀίδην τις, ὁ δʼ ἔπτατο, ἄλλος ὄλεσσε
θῆρας, ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον·
τούτων οὗτος ἀνὴρ οὐ δεύτερον ἔργον ἔρεξεν,
τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις.
Εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα·
εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν,
καί σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς
τύμβον ἀναρρήξανθʼ, ὃν καὶ τρομέουσι φονῆες.
Χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δʼ ἀπὸ τύμβων
χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει·
ὄρυσσʼ, ὄρυσσε πάντας· ἦ τάχʼ ἄν σέ τις
τύμβος κʼ ἐξολέσειε πεσών, νεκύεσσι δʼ ἀρήγοι.
Τύμβος ἔην· νῦν δʼ εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος·
ταῦτα φιλοχρύσοις εὔαδε. ποῖα δίκη;
Αἰαῖ, καὶ τέφρη γενόμην καὶ χεῖρας ἀλιτρῶν
οὐκ ἔφυγον. χρυσοῦ τίπτε χερειότερον;
Ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σέ τις ἔτλη,
τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις.
Τύμβος ἐγώ, σκοπιή τις ἀπʼ οὔρεος· ἀλλά με χεῖρες
θῆκαν ἴσον δαπέδῳ. τίς τάδʼ ἄνωξε νόμος;
Οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηρος
ἦλθʼ ἐπʼ ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι.
Τὴν σκαπάνην ἐπʼ ἄρουραν, ἐμῷ δʼ ἐπὶ σήματι βάλλειν
δάκρυα, μὴ παλάμας· ἥδε δίκη φθιμένων.
Τὴν σκαπάνην ἐπʼ ἄρουραν· ἐμοῦ δʼ ἀποχάζεο τύμβου,
χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων.
Εἴ σʼ, ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν,
πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο.
Τίπτε μʼ ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα
κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις.
Τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλʼ ἔμʼ ἔῳξεν
ὥς τινα τῶν πολλῶν ἀνδροφόνος παλάμη.
Ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων,
θνητοί, καὶ κτερέων· δεῦτʼ ἐπὶ νεκρά, κύνες.
Δεῦτʼ ἐπὶ νεκρά, κύνες· χρυσοῦ διφήτορες ἄνδρες
ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν.
Ἄλλος τύμβον ἔγειρε, σὺ δʼ ὤλεσας· ἄλλος ἐγείροι
σὸν τάφον, εἴ γε θέμις, ἄλλος ἔραζε βάλοι.
Ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι·
φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι.
Τίπτε μʼ ἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηνα
μοῦνα φέρω· τύμβων ὀστέα πλοῦτος ἅπας.
Δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο· οὔτι γὰρ ἄλλο
τύμβος ἔχω· τύμβων ὀστέα πλοῦτος ἅπας.
Εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε,
οὔποτʼ ἔδει τοίην χεῖρα φέρειν φθιμένοις.
Λήθη καὶ σιγὴ νεκύων γέρας· ὡς δʼ ἀλαπάξας
οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον.
Πάντʼ ἔχετε, ζώοντες, ἐμοὶ δʼ ὀλίγοι τε φίλοι τε
λᾶες τῷ φθιμένῳ· φείδεο σοῦ νέκυος.
Οὐ χρυσοῦ δόμος εἰμί. τί τέμνομαι; αὐτὸς ἔγωγε
τύμβος, ὃν ὀχλίζεις· πλοῦτος ἐμοῦ νέκυες.
Τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπων·
νῦν δʼ εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης.
Εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσειν
χρυσόν· ἐμοὶ δʼ οὐδὲν πλὴν φθιμένων κτερέων.
Μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσει
ἄλλος· ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ.
Οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν,
ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν.
Ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδʼ ὁρῶντες
σῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην.
Τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισι
κευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν;
Τίπτε τάφον διέκερσας ἐμόν, τάλαν; ὣς διακέρσαι
σοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος.
Μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν
οὗτος ἀνήρ. οἴμοι, ὡς βραδύπους σύ, Δίκη.
Ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός.
οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδʼ ἀνέῳξε τάφον.
Ὤμοσα τοὺς φθιμένους καὶ ὤμοσα Τάρταρον αὐτὸν
μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν.
Οὔρεα καὶ πρῶνες, τὸν ἐμὸν τάφον ὥς τινʼ ἑταῖρον
κλαύσατε, πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος.
Πλούσιός εἰμι πένης· τύμβῳ πολύς, ἔνδον ἄχρυσος·
ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον.
Κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων,
μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει.
Τέμνετε, τέμνετε ὧδε· πολύχρυσος γὰρ ὁ τύμβος
τοῖς ποθέουσι λίθους· τἆλλα δὲ πάντα κόνις.
Γαῖα φίλη, μὴ σοῖσι θανόνθʼ ὑποδέχνυσο κόλποις
τὸν τυμβωρυχίης κέρδεσι τερπόμενον.
Ὑβριστὴς ἐπʼ ἔμʼ ἦλθε τὸν οὐ ζώοντα σίδηρος
καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν.