eul_wid: ajg-aag
DOI 10.5281/zenodo.20335421

Anthology, Volume V: Book VII by Greek Anthology

Ἀρχὴ τῶν
ΕΠΙΤΥΜΒΙΩΝ ΕΠΙΓΡΑΜΜΑΤΩΝ
ΑΛΚΑΙΟΥ ΠΟΙΗΤΟΥ ΜΕΣΣΗΝΙΟΥ
Ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον
ἤκαχον ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι·
νέκταρι δʼ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο
καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι,
ὅττι Θέτιν κύδηνε καὶ υἱέα καὶ μόθον ἄλλων
ἡρώων Ἰθακοῦ τʼ ἔργματα Λαρτιάδεω.
ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε
βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Τὰν μερόπων Πειθώ, τὸ μέγα στόμα, τὰν ἴσα Μούσαις
φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω
ἅδʼ ἔλαχον νασῖτις Ἴου σπιλάς· οὐ γὰρ ἐν ἄλλᾳ
ἱερόν, ἀλλʼ ἐν ἐμοὶ πνεῦμα θανὼν ἔλιπεν,
ᾧ νεῦμα Κρονίδαο τὸ παγκρατές, ᾧ καὶ Ὄλυμπον
καὶ τὰν Αἴαντος ναύμαχον εἶπε βίαν
καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα πώλοις
ὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ.
εἰ δʼ ὀλίγα κρύπτω τὸν ταλίκον, ἴσθʼ, ὅτι κεύθει
καὶ Θέτιδος γαμέταν ἁ βραχύβωλος Ἴκος.
Εἰ καὶ βαιὸς ὁ τύμβος, ὁδοιπόρε, μή με παρέλθῃς,
ἀλλὰ καταστέψας ἶσα θεοῖσι σέβου·
τὸν γὰρ Πιερίσιν τιμώμενον ἔξοχα Μούσαις
ποιητὴν ἐπέων θεῖον Ὅμηρον ἔχω.
Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.
ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον,
κλεινὸς ἐπʼ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ.
εἰ δʼ ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος,
μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος·
καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλος
μητρὸς ἀπʼ ὠδίνων δέξατο Λητοΐδην.
ΑΔΗΛΟΝ, οἱ δέ φασιν ΑΛΚΑΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ
Οὐδʼ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον
στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς,
οὐκ εἴμʼ οὐδʼ ἔσομαι Σαλαμίνιος οὐδʼ ὁ Μέλητος
Δημαγόρου· μὴ ταῦτʼ ὄμμασιν Ἑλλὰς ἴδοι.
ἄλλον ποιητὴν βασανίζετε· τἀμὰ δέ, Μοῦσαι
καὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετʼ ἔπη.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Ἡρώων κάρυκʼ ἀρετᾶς, μακάρων δὲ προφήταν,
Ἑλλάνων βιοτᾷ δεύτερον ἀέλιον,
Μουσῶν φέγγος Ὅμηρον, ἀγήραντον στόμα κόσμου
παντός, ἁλιρροθία, ξεῖνε, κέκευθε κόνις.
Ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε,
Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτρας
ἄξεις, οὐ θηρῶν αὐτονόμους ἀγέλας·
οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν,
οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα.
ὤλεο γάρ· σὲ δὲ πολλὰ κατωδύραντο θύγατρες
Μναμοσύνας, μάτηρ δʼ ἔξοχα Καλλιόπα.
τί φθιμένοις στοναχεῦμεν ἐφʼ υἱάσιν, ἁνίκʼ ἀλαλκεῖν
τῶν παίδων Ἀίδαν οὐδὲ θεοῖς δύναμις.
ΔΑΜΑΓΗΤΟΥ
Ὀρφέα Θρηικίῃσι παρὰ προμολῇσιν Ὀλύμπου
τύμβος ἔχει, Μούσης υἱέα Καλλιόπης,
ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ συνάμʼ ἕσπετο πέτρη
ἄψυχος θηρῶν θʼ ὑλονόμων ἀγέλα,
ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου
καὶ στίχον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί,
ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα
καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ.
Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα
ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες,
στικτοὺς δʼ ᾑμάξαντο βραχίονας, ἀμφὶ μελαίνῃ
δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον·
καὶ δʼ αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳ
ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες
μυρόμεναι τὸν ἀοιδόν· ἐπωδύραντο δὲ πέτραι
καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ.
ΑΣΚΛΗΠΙΑΔΟΥ
Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν,
ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,
ἀλλʼ ἑτέρων πολλῶν δυνατώτερος· εἰ δʼ Ἀίδας μοι
μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχʼ ὄνομα;
ΑΔΗΛΟΝ
Ἄρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων,
ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι
ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντων
Μοῖρα, λινοκλώστου δεσπότις ἠλακάτης·
σὸς δʼ ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖ
φθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν.
ΛΕΩΝΙΔΟΥ, οἱ δὲ ΜΕΛΕΑΓΡΟΥ
Παρθενικὰν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσαν
Ἤρινναν Μουσῶν ἄνθεα δρεπτομέναν
Ἅιδας εἰς ὑμέναιον ἀνάρπασεν. ἦ ῥα τόδʼ ἔμφρων
εἶπʼ ἐτύμως ἁ παῖς· «Βάσκανός ἐσσʼ, Ἀίδα.»
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Σαπφώ τοι κεύθεις, χθὼν Αἰολί, τὰν μετὰ Μούσαις
ἀθανάταις θνατὰν Μοῦσαν ἀειδομέναν,
ἃν Κύπρις καὶ Ἔρως συνάμʼ ἔτραφον, ἇς μέτα Πειθὼ
ἔπλεκʼ ἀείζωον Πιερίδων στέφανον,
Ἑλλάδι μὲν τέρψιν, σοὶ δὲ κλέος. ὦ τριέλικτον
Μοῖραι δινεῦσαι νῆμα κατʼ ἠλακάτας,
πῶς οὐκ ἐκλώσασθε πανάφθιτον ἦμαρ ἀοιδῷ
ἄφθιτα μησαμένᾳ δῶρʼ Ἑλικωνιάδων;
ΑΝΤΙΠΑΤΡΟΥ
Οὔνομά μευ Σαπφώ· τόσσον δʼ ὑπερέσχον ἀοιδὰν
θηλειᾶν, ἀνδρῶν ὅσσον ὁ Μαιονίδας.
ΠΙΝΥΤΟΥ
Ὀστέα μὲν καὶ κωφὸν ἔχει τάφος οὔνομα Σαπφοῦς·
αἱ δὲ σοφαὶ κείνης ῥήσιες ἀθάνατοι.
ΤΥΛΛΙΟΥ ΛΑΥΡΕΑ
Αἰολικὸν παρὰ τύμβον ἰών, ξένε, μή με θανοῦσαν
τὰν Μιτυληναίαν ἔννεπʼ ἀοιδοπόλον·
τόνδε γὰρ ἀνθρώπων ἔκαμον χέρες, ἔργα δὲ φωτῶν
ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα.
ἢν δέ με Μουσάων ἐτάσῃς χάριν, ὧν ἀφʼ ἑκάστης
δαίμονος ἄνθος ἐμῇ θῆκα παρʼ ἐννεάδι,
γνώσεαι, ὡς Ἀίδεω σκότον ἔκφυγον οὐδέ τις ἔσται
τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Ἀνέρα μὴ πέτρῃ τεκμαίρεο· λιτὸς ὁ τύμβος
ὀφθῆναι, μεγάλου δʼ ὀστέα φωτὸς ἔχει.
εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης
ἔξοχον, ὃν Μουσέων ἐννέʼ ἀριθμὸς ἔχει.
κεῖται δʼ ἠπείροις διδύμαις ἔρις, εἴθʼ ὅ γε Λυδὸς
εἴτε Λάκων. πολλαὶ μητέρες ὑμνοπόλων.
ΛΕΩΝΙΔΟΥ
Τὸν χαρίεντʼ Ἀλκμᾶνα, τὸν ὑμνητῆρʼ ὑμεναίων
κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον,
τύμβος ἔχει, Σπάρτας μεγάλαν χάριν, ἔνθʼ ὅ γε Λυδὸς
ἄχθος ἀπορρίψας οἴχεται εἰς Ἀίδαν.
ΣΙΜΩΝΙΔΟΥ
Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,
οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.
ΣΙΜΙΟΥ ΘΗΒΑΙΟΥ
Τόν σε χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου,
τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον,
πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς
βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην,
τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος, ἀλλʼ ὁ περισσὸς
αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν.
ΤΟΥ ΑΥΤΟΥ
Ἠρέμʼ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ,
ἑρπύζοις χλοεροὺς ἐκπροχέων πλοκάμους,
καὶ πέταλον πάντῃ θάλλοι ῥόδου ἥ τε φιλορρὼξ
ἄμπελος ὑγρὰ πέριξ κλήματα χευαμένη,
εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς
ἤσκησεν Μουσῶν ἄμμιγα καὶ Χαρίτων.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφὶ σὲ κισσὸς
ἁβρά τε λειμώνων πορφυρέων πέταλα,
πηγαὶ δʼ ἀργινόεντος ἀναθλίβοιντο γάλακτος,
εὐῶδες δʼ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ,
ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται,
εἰ δή τις φθιμένοις χρίμπτεται εὐφροσύνα.
Ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον, ὦ σὺν ἀοιδᾷ
πάντα διαπλώσας καὶ σὺν ἔρωτι βίον ...
ΣΙΜΩΝΙΔΟΥ
Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας,
οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,
Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπʼ ἄκρῃ
στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος
παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν
κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο
ἀγλαὸν ὡραίων βότρυν ἀπʼ ἀκρεμόνων
καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς
λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.
ΤΟΥ ΑΥΤΟΥ
Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων
ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,
ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δʼ Ἐρώτων
τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
μοῦνον δʼ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων
ἠέλιον Λήθης ἐνθάδʼ ἔκυρσε δόμων,
ἀλλʼ ὅτι τὸν χαρίεντα μετʼ ἠιθέοισι Μεγιστέα
καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
μολπῆς δʼ οὐ λήγει μελιτερπέος, ἀλλʼ ἔτʼ ἐκεῖνον
βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων,
εἴ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος,
σπεῖσον ἐμῇ σποδιῇ, σπεῖσον γάνος, ὄφρα κεν οἴνῳ
ὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα,
ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις,
ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης
μηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσω
τὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον.
ΤΟΥ ΑΥΤΟΥ
Εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων,
μήτʼ ἐρατῶν κώμων ἄνδιχα μήτε λύρης·
ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις
αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης,
ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος ἠὲ Μεγιστῆ
ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον,
ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ,
ἄκρητον θλίβων νέκταρ ἀπὸ στολίδων.
τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι,
πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος.
ΑΔΕΣΠΟΤΟΝ
Ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων
σπεῖσόν μοι παριών· εἰμὶ γὰρ οἰνοπότης.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας,
εὕδει δʼ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη,
εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων
βάρβιτʼ ἀνεκρούου νέκταρ ἐναρμόνιον.
ἠιθέων γὰρ Ἔρωτος ἔφυς σκοπός, εἰς δὲ σὲ μοῦνον
τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας.
ΤΟΥ ΑΥΤΟΥ
Τύμβος Ἀνακρείοντος. ὁ Τήιος ἐνθάδε κύκνος
εὕδει χἠ παίδων ζωροτάτη μανίη.
ἀκμήν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳ
ἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος.
οὐδʼ Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δʼ Ἀχέροντος
ὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπʼ ἔσχατον ὀστεῦν,
κώμου καὶ πάσης κοίρανε παννυχίδος,
τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ ʼπὶ Βαθύλλῳ
χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας,
αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἄκρητον
κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου,
αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος,
κῆποι καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ,
ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς
βεβληκὼς χρυσέην χεῖρας ἐπʼ Εὐρυπύλην.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ
Πολλάκι μὲν τόδʼ ἄεισα καὶ ἐκ τύμβου δὲ βοήσω·
«Πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε κόνιν.»
ΤΟΥ ΑΥΤΟΥ
Πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. —«Ἀλλὰ τρυφήσας·
καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην.»
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων
χαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις,
οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὡς ἀπὸ Μουσῶν
ἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο.
ΛΕΩΝΙΔΟΥ
Ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.
ΕΡΥΚΙΟΥ
Αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις,
σκηνίτης μαλακοὺς κισσὸς ἄροιτο πόδας,
αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαις
τύμβος Ὑμηττείῳ λειβόμενος μέλιτι,
ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳ
κηρός, ὑπὸ στεφάνοις δʼ αἰὲν ἔχῃς πλοκάμους.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Τύμβος ὅδʼ ἔστʼ, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσῶν
ἱρὴν παρθεσίην ἱερὸς ὢν ἔλαχον·
ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα,
πρίνινον ἐς χρύσεον σχῆμα μεθηρμόσατο
καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος
εὔθετον ὀρχηστὴν τῇδʼ ἀνέπαυσα πόδα. —
«Ὄλβιος, ὡς ἀγαθὴν ἔλαχες στάσιν· ἡ δʼ ἐνὶ χερσὶ
κούριμος ἐκ ποίης ἥδε διδασκαλίης;» —
Εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις,
εἴτε καὶ Ἠλέκτραν· ἀμφότεραι γὰρ ἄκρον.
ΔΙΟΔΩΡΟΥ
Θεῖος Ἀριστοφάνευς ὑπʼ ἐμοὶ νέκυς, εἴ τινα πεύθῃ,
κωμικὸν ἀρχαίης μνᾶμα χοροστασίης.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν
πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ,
Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴης
κεῖται κυδαίνων σήματι Τρινακρίην.
ΔΙΟΔΩΡΟΥ
Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαι
τὸν μέγαν, οἰκείης τῆλʼ ἀπὸ Κεκροπίης,
λευκὰ Γέλα Σικελοῖο παρʼ ὕδατα. τίς φθόνος, αἰαῖ,
Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει;
Ἆ μάκαρ, ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις,
χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε.
Ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ,
ἦ ῥʼ ἐτεὸν κεράων οὐδʼ ἐλέφαντος ἔης.
τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτʼ οὐ πάρος ἀνέρες ἴδμεν
ἀμφί τε ἀθανάτους ἀμφί τε ἡμιθέους,
εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα
ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων·
αἱ δέ οἱ εἰρομένῳ ἀμφʼ ὠγυγίων ἡρώων
Αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.
ΙΩΝΟΣ
Χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι
Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον·
ἴσθι δʼ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται
ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.
Εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος,
καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες,
τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν,
τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα,
ἀλλʼ ἔμολες Πελλαῖον ὑπʼ ἠρίον, ὡς ἂν ὁ λάτρις
Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων.
ΘΟΥΚΥΔΙΔΟΥ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ
Μνᾶμα μὲν Ἑλλὰς ἅπασʼ Εὐριπίδου, ὀστέα δʼ ἴσχει
γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου.
πατρὶς δʼ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσαις
τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.
Οὐ σὸν μνῆμα τόδʼ ἔστʼ, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε·
τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδʼ ἀμπέχεται.
Ἅπασʼ Ἀχαιὶς μνῆμα σόν γʼ, Εὐριπίδη·
οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος.
Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ
ληφθεῖσαι νοτίην ὦσαν ἀπαιθόμεναι·
μοῦνα δʼ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφὰ
καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις.
ΒΙΑΝΟΡΟΣ ΒΙΘΥΝΟΥ
Ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς
Ζανὶ κεραυνείῳ γαῖαν ἀπηχθίασας.
τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ
ἥγνισε τὰν θνατὰν σήματος ἱστορίαν.
ΑΡΧΙΜΗΛΟΥ
Τὴν Εὐριπίδεω μήτʼ ἔρχεο μήτʼ ἐπιβάλλου
δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα·
λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίκροτος· ἢν δέ τις αὐτὴν
εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος·
ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς,
ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.
ΑΔΑΙΟΥ
Οὔ σε κυνῶν γένος εἷλʼ, Εὐριπίδη, οὐδὲ γυναικὸς
οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον,
ἀλλʼ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δʼ Ἀρεθούσῃ
κεῖσαι ἑταιρείῃ τίμιος Ἀρχέλεω.
σὸν δʼ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου
βήματα καὶ σκηνὰς ἐμβάδι πειθομένας.
ΔΗΜΙΟΥΡΓΟΥ
Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς,
Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.
Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκα
ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.
ΜΝΑΣΑΛΚΟΥ
Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει
Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν
ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.
ΑΛΚΑΙΟΥ
Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιο
Νύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων
καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶν
ἔρραναν ξανθῷ μιξάμενοι μέλιτι·
τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέων
ὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων.
Ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει·
«Οὐκ ἔλεγον γελόων· “Πάντα πέλουσι γέλως”;
καὶ γὰρ ἐγὼ σοφίην μετʼ ἀπείρονα καὶ στίχα βίβλων
τοσσατίων κεῖμαι νέρθε τάφοιο γέλως.»
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον,
ὅσσον ὁ παντοδαὴς μήνυσε Δημόκριτος;
ὃς θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν
καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ
Εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις,
Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτου
εὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσαν
ἀχνυμένην ἐπὶ σοὶ μοῦνος ἔκαμψε γέλως.
ΤΟΥ ΑΥΤΟΥ
Πλούτων, δέξο, μάκαρ, Δημόκριτον, ὥς κεν ἀνάσσων
αἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις.
ΣΙΜΙΟΥ
Σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης·
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,
οὗτος ἔχει πλεῖστον καὶ φθόνον οὐ φέρεται.
Γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος,
ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρων
υἱοῦ Ἀρίστωνος· τόν τις καὶ τηλόθι ναίων
τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον.
Αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον ἢ τίνος, εἰπέ,
ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; —
«Ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον
εἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει.»
ΑΔΕΣΠΟΤΟΝ
Τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ,
γυμνώσαντα βίου παντὸς ἐπισκύνιον.
ΑΔΗΛΟΝ
Εἰπέ, κύον, τίνος ἀνδρὸς ἐφεστὼς σῆμα φυλάσσεις; —
«Τοῦ Κυνός.» —Ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ Κύων; —
«Διογένης.» —Γένος εἰπέ. —«Σινωπεύς.» —Ὃς πίθον ᾤκει; —
«Καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.»
ΑΝΤΙΠΑΤΡΟΥ
Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ
ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον,
ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμʼ ἐφοίτα
σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας.
ἀλλὰ τάφου τοῦδʼ ἐκτὸς ἴτʼ, ἄφρονες, ὡς ὁ Σινωπεὺς
ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ.
ΟΝΕΣΤΟΥ
Βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖο
Διογένευς βιότου φόρτος ὁ κουφότατος.
πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς.
ἀλλά, κύον, σαίνοις, Κέρβερε, τόν με κύνα.
ΛΕΩΝΙΔΟΥ
Ἀίδεω λυπηρὲ διήκονε, τοῦτʼ Ἀχέροντος
ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ,
δέξαι μʼ, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα
βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην.
ὄλπη μοι καὶ πήρη ἐφόλκια καὶ τὸ παλαιὸν
ἔσθος χὠ φθιμένους ναυστολέων ὀβολός.
πάνθʼ, ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρʼ Ἅιδαν
ἔρχομʼ ἔχων· λείπω δʼ οὐδὲν ὑπʼ ἠελίῳ.
ΑΡΧΙΟΥ
Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,
ὃς βαθὺ πορθμεύεις τοῦτʼ Ἀχέροντος ὕδωρ,
εἰ καί σοι βέβριθεν ὑπʼ εἰδώλοισι καμόντων
ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.
ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα
καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.
καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,
εἶχον· ὑπʼ ἠελίου δʼ οὔ τι λέλοιπα φάει.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ
Κέρβερε, δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων,
ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν·
Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβων
δριμὺν πικροχόλου τικτόμενον στόματος.
οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεω
νηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας.
ΤΟΥ ΑΥΤΟΥ
Νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου
ὄμμασιν ἀγρύπνοις, τρισσέ, φύλασσε, κύον.
εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων
ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες,
πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλων
νεκρὸς ἅπας φεύγων τάρβος ἐπεσβολίης;
ΓΑΙΤΟΥΛΙΚΟΥ
Σῆμα τόδʼ Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴν
μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ
αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης
μυρόμενος τρισσῶν ἅμματα θυγατέρων.
ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε
κινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους.
ΜΕΝΑΝΔΡΟΥ ΚΩΜΙΚΟΥ
Χαῖρε, Νεοκλείδα, δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν
πατρίδα δουλοσύνας ῥύσαθʼ, ὁ δʼ ἀφροσύνας.
ΓΕΜΙΝΟΥ
Ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δʼ ἐπὶ ταύταν
δούρατα βαρβαρικᾶς σύμβολα ναυφθορίας
καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη
καὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα.
στάλα δʼ ἁ Σαλαμὶς ἐπικείσεται ἔργα λέγουσα
τἀμά. τί με σμικροῖς τὸν μέγαν ἐντίθετε;
ΔΙΟΔΩΡΟΥ
Τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνης
λαός, ὅτʼ ἐκ Μήδων πατρίδα ῥυσάμενος
ὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτως
ὁ φθόνος· αἱ δʼ ἀρεταὶ μεῖον ἔχουσι γέρας.
ΑΝΤΙΠΑΤΡΟΥ
Στασίχορον, ζαπληθὲς ἀμέτρητον στόμα Μούσης,
ἐκτέρισεν Κατάνας αἰθαλόεν δάπεδον,
οὗ, κατὰ Πυθαγόρεω φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρου
ψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Ἐμπορίης λήξαντα Φιλόκριτον, ἄρτι δʼ ἀρότρου
γευόμενον ξείνῳ Μέμφις ἔκρυψε τάφῳ·
ἔνθα δραμὼν Νείλοιο πολὺς ῥόος ὕδατι λάβρῳ
τἀνδρὸς τὴν ὀλίγην βῶλον ἀπημφίασε.
καὶ ζωὸς μὲν ἔφευγε πικρὴν ἅλα, νῦν δὲ καλυφθεὶς
κύμασι ναυηγὸν σχέτλιος ἔσχε τάφον.
ΣΙΜΩΝΙΔΟΥ
Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ,
ὃς καὶ τεθνηὼς ζῶντʼ ἀπέδωκε χάριν.
ΔΙΟΝΥΣΙΟΥ ΚΥΖΙΚΗΝΟΥ
Πρηΰτερον γῆράς σε καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ
ἔσβεσεν· εὐνήθης δʼ ὕπνον ὀφειλόμενον
ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνη
μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων,
Ἀγλαοῦ υἱέ, φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι
πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ.
ΜΕΛΕΑΓΡΟΥ
Ὤνθρωφʼ, Ἡράκλειτος ἐγὼ σοφὰ μοῦνος ἀνευρὼν
φαμί. —«Τὰ δʼ ἐς πάτραν κρέσσονα καὶ σοφίης.» —
Δὰξ γὰρ καὶ τοκεῶνας, ἰὼ ξένε, δύσφρονας ἄνδρας,
ὑλάκτευν. —«Λαμπρὰ θρεψαμένοισι χάρις.» —
Οὐκ ἀπʼ ἐμεῦ; —«Μὴ τρηχύς.» —Ἐπεὶ τάχα καὶ σύ τι πεύσῃ
τρηχύτερον. —«Πάτρας χαῖρε σὺ δʼ ἐξ Ἐφέσου.»
ΚΑΛΛΙΜΑΧΟΥ
Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
ἤγαγεν· ἐμνήσθην δʼ, ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,
ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος·
φατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχειν·
Πιττακὸν ἁ Μιτυλᾶνα· Βίαντα δὲ δῖα Πριήνη·
Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας·
ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα,
πάντας ἀριζάλου σωφροσύνας φύλακας.
Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ
καὶ Σατύροις Σικελὸν τῇδʼ Ἐπίχαρμον ἔχω.
Τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασʼ ἀνέδειξεν
ἀστρολόγον πάντων πρεσβύτατον σοφίῃ.
Ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες
τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ,
τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.
αἰνέω, ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς
οὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.
Τὴν ἄδικον παύσασʼ ὕβριν ποτὲ ἥδε Σόλωνα
τόνδʼ ἐπέχει Σαλαμὶς θεσμοθέτην ἱερόν.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ,
ὀστὰ δʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες·
ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ
θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.
ΤΟΥ ΑΥΤΟΥ
Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς
Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον.
εἰ δʼ ὁ πατὴρ στεφανοῦχον ἰδὼν τέκνον ἤμυσεν ἡσθείς,
οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος.
ΚΑΛΛΙΜΑΧΟΥ
Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον·
«Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,
ἡ δʼ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δʼ ἄγε, σὺμ μοὶ
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.»
εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας·
«Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος
— οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ —,
κείνων ἔρχεο», φησί, «μετʼ ἴχνια.» χὠ μὲν ἐπέστη
πλησίον· οἱ δʼ ἔλεγον· «Τὴν κατὰ σαυτὸν ἔλα.»
ταῦτʼ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου
δράξασθαι, παίδων κληδόνα συνθέμενος.
τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,
οὕτω καὶ σύ γʼ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.
Κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει
ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς
εἰς Ἀίδην πολιῷ γήραϊ νιφόμενον·
εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτʼ ἀποκλινθεὶς
παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.
ΤΟΥ ΑΥΤΟΥ
Ἐς Σκυθίην Ἀνάχαρσις ὅτʼ ἤλυθε πολλὰ μογήσας,
πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς·
τὸν δʼ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα
πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ.
Τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πλεῖον,
Πυθαγόρῃ τῷ ʼμῷ λέγε ταῦθʼ, ὅτι πρῶτος ἁπάντων
ἔστιν ἀνʼ Ἑλλάδα γῆν. οὐ ψεύδομαι ὧδʼ ἀγορεύων.
Ἐνθάδε πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας
οὐρανίου κόσμου κεῖται Ἀναξαγόρας.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν
καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας·
ἀλλʼ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δʼ αὑτὸν
ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.
ΤΟΥ ΑΥΤΟΥ
Πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως
καὶ σοφὸν εἶπε θεὸς καὶ θεὸν ἡ Σοφία.
πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς μὲν ἐδέξω,
αὐτοὶ δʼ ἐξέπιον τοῦτο τεῷ στόματι.
ΤΟΥ ΑΥΤΟΥ
Οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,
ἀλλʼ ἄνοδον ζητῶν, ἐς Διὸς ἥτις ἄγοι,
παιδείης παρʼ ἑῆς, Ἑλληνικὰ πράγματα δείξας
ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.
ΤΟΥ ΑΥΤΟΥ
Εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται
φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου,
ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν
— οὕτως ἀρέσκῃ — κεῖθι καὶ μένειν ἔγνως.
ΠΛΑΤΩΝΟΣ ΦΙΛΟΣΟΦΟΥ
Δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις·
σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.
κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
ΠΛΑΤΩΝΟΣ
Νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφʼ ὅτι καλός,
ὦπται καὶ πάντῃ πᾶσι περιβλέπεται.
θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτʼ ἀνιήσεις
ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,
οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι,
ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν
κάτθανεν ἂν διά τι σφόδρα μικρόν.
ΤΟΥ ΑΥΤΟΥ
Χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
πλήξας ἴαχεν «Ὤ» σύντονον, εἶτʼ ἔθανεν,
ὁ πάντα παντὶ Ξενοκράτης ἀνὴρ γεγώς.
ΑΝΤΑΓΟΡΟΥ
Μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα
ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,
ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος
ἱερὸς ἤισσεν δαιμονίου στόματος·
καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει
αἰῶνʼ ἀστρέπτοις δόγμασι πειθόμενος.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς
ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
οἰκτείρω δʼ οὐ τόσσον, ἐπεὶ θάνες, ἀλλʼ ὅτι Μούσας
ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.
ΤΟΥ ΑΥΤΟΥ
Καὶ σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρʼ ἄκαιρος
Βάκχος ἑλὼν Ἀίδην ποσσὶν ἔσυρέ σʼ ἄκροις.
ἦ σαφὲς ἦν· Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ,
λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;
ΤΟΥ ΑΥΤΟΥ
«Χαίρετε καὶ μέμνησθε τὰ δόγματα» τοῦτʼ Ἐπίκουρος
ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος·
θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε καὶ τὸν ἄκρητον
ἔσπασεν, εἶτʼ ἀίδην ψυχρὸν ἐπεσπάσατο.
ΤΟΥ ΑΥΤΟΥ
Εὐρυμέδων ποτʼ ἔμελλεν Ἀριστοτέλην ἀσεβείας
γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος·
ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε. τοῦτʼ ἀκονιτὶ
ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.
ΤΟΥ ΑΥΤΟΥ
Καὶ πῶς, εἰ μὴ Φοῖβος ἀνʼ Ἑλλάδα φύσε Πλάτωνα,
ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;
καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ
σώματος ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.
ΤΟΥ ΑΥΤΟΥ
Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,
τὸν μέν, ἵνα ψυχήν, τὸν δʼ, ἵνα σῶμα σάοι·
δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν, ἥν ποθʼ ἑαυτῷ
ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.
ΤΟΥ ΑΥΤΟΥ
Οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη,
ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον·
δὴ γὰρ καὶ Θεόφραστος, ἕως ἐπόνει μέν, ἄπηρος
ἦν δέμας, εἶτʼ ἀνεθεὶς κάτθανε πηρομελής.
ΤΟΥ ΑΥΤΟΥ
Λεπτὸς ἀνὴρ δέμας ἦν· εἰ μὴ προσέχῃς, ἀπόχρη μοι·
Στράτωνα τοῦτον φημί γε,
Λάμψακος ὅν ποτʼ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων
θνῄσκει λαθὼν οὐδʼ ᾔσθετο.
ΤΟΥ ΑΥΤΟΥ
Οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς
κάτθανε· θαυμάζω τοῦτο μάλιστα δʼ ἐγώ,
τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν
ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.
ΤΟΥ ΑΥΤΟΥ
Ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον
ἰὸν ἔχουσα πολὺν
ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων,
ἀλλʼ ἀίδην μέλανα.
ΤΟΥ ΑΥΤΟΥ
Ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη,
ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων·
ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ
ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν ἑάλως.
ΤΟΥ ΑΥΤΟΥ
Τὸν βίον ἦσθα κύων, Ἀντίσθενες. —«Ὧδε πεφυκώς,
ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν.» —
Ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως. —«Τί δὲ τοῦτο;
πάντως εἰς ἀίδην δεῖ τινʼ ὁδηγὸν ἔχειν.»
ΤΟΥ ΑΥΤΟΥ
Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος
ἐς Ἄϊδος; —«Ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.»
ΖΗΝΟΔΟΤΟΥ
Ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,
Ζήνων σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·
ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ
αἵρεσιν ἀτρέστου ματέρʼ ἐλευθερίας.
εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ἦν καὶ ὁ Κάδμος
κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος, ὡς ὑπὸ γήρως
πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·
οἱ δʼ, ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γῆν ἀλοήσας·
«Ἔρχομαι αὐτόματος. τί δὴ καλεῖς με;»
Ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα
κεῖνʼ, ἐφʼ ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην ...
ΞΕΝΟΦΑΝΟΥΣ
Καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτεῖραι καὶ τόδε φάσθαι ἔπος·
«Παῦσαι, μηδὲ ῥάπιζʼ, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων.»
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς.
τίς γάρ, ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη;
ἀλλʼ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ,
δὴ τότε καὶ ψυχὴν μὴ ἔχον ἐσθίομεν.
ΤΟΥ ΑΥΤΟΥ
Αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη
καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις;
χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ,
ἐξ Ἀκραγαντίνων κάτθανʼ ἐνὶ τριόδῳ.
ΤΟΥ ΑΥΤΟΥ
Καὶ σύ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας
πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον·
οὐκ ἐρέω δʼ, ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης,
ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.
ΤΟΥ ΑΥΤΟΥ
Ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος, ὥς ποτʼ ἀμάξης
ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν.
εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν,
πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;
Εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων
καὶ πόντος ποταμῶν μείζονʼ ἔχει δύναμιν,
φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον,
ὃν πατρὶς ἐστεφάνωσʼ ἅδε Συρακοσίων.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν·
εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς.
οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη,
ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.
ΤΟΥ ΑΥΤΟΥ
Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
ὧδε διαντλήσας δύσμορος εἶτʼ ἔθανεν·
σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι φέγγος
ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο.
Ἡράκλειτος ἐγώ. τί μʼ ἄνω κάτω ἕλκετʼ, ἄμουσοι;
οὐχ ὑμῖν ἐπόνουν, τοῖς δέ μʼ ἐπισταμένοις.
εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δʼ ἀνάριθμοι
οὐδείς. ταῦτʼ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Ἤθελες, ὦ Ζήνων, — καλὸν ἤθελες — ἄνδρα τύραννον
κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν.
ἀλλʼ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ
κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.
ΤΟΥ ΑΥΤΟΥ
Καὶ σέο, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρʼ Ἀθηνῶν
ἔκ ποτʼ ἰὼν καθʼ ὁδὸν πρέσβυς ἐὼν ἔθανες·
εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που
Παλλάδος ἄστυ φύγες, Πλουτέα δʼ οὐκ ἔφυγες.
Πρωταγόρην λόγος ὧδε θανεῖν φέρει· ἀλλὰ γὰρ αὐτοῦ
ἥκατο σῶμα γέαν, ψυχὴ ἐνᾶλτο σοφοῖς.
Καὶ σέο, Πρωταγόρη, σοφίης ἴδμεν βέλος ὀξύ,
ἀλλʼ οὐ τιτρῶσκον, ὢν δὲ γλυκὺ κνῆσμα.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι·
πτίσσετʼ, Ἀνάξαρχος δʼ ἐν Διός ἐστι πάλαι·
καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει
ῥήματα Φερσεφόνη· «Ἔρρε, μυλωθρὲ κακέ.»
Ἐνθάδε Γοργίεω κεφαλὴ κυνικοῦ κατάκειμαι
οὐκέτι χρεμπτομένη οὔτʼ ἀπομυσσομένη.
Θεσσαλὸς Ἱπποκράτης, Κῷος γένος, ἐνθάδε κεῖται,
Φοίβου ἀπὸ ῥίζης ἀθανάτου γεγαώς,
πλεῖστα τρόπαια νόσων στήσας ὅπλοις Ὑγιείης,
δόξαν ἑλὼν πολλὴν οὐ τύχᾳ, ἀλλὰ τέχνᾳ.
ΑΝΤΙΠΑΤΡΟΥ
Ἥρωος Πριάμου βαιὸς τάφος, οὐχ ὅτι τοίου
ἄξιος, ἀλλʼ ἐχθρῶν χερσὶν ἐχωννύμεθα.
ΑΔΕΣΠΟΤΟΝ
Μή με τάφῳ σύγκρινε τὸν Ἕκτορα μηδʼ ἐπὶ τύμβῳ
μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον.
Ἰλιάς, αὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶ
φεύγοντες· τούτοις πᾶσιν ἐχωννύμεθα·
εἰ δʼ ὀλίγην ἀθρεῖς ἐπʼ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος·
Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.
ΑΚΗΡΑΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ
Ἕκτορ Ὁμηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις,
θειοδόμου τείχευς ἕρκος ἐρυμνότερον,
ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ θανόντος,
Ἕκτορ, ἐσιγήθη καὶ σελὶς Ἰλιάδος.
Ἕκτορι μὲν Τροία συγκάτθανεν οὐδʼ ἔτι χεῖρας
ἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις·
Πέλλα δʼ Ἀλεξάνδρῳ συναπώλετο. πατρίδες ἆρα
ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα.
ΑΡΧΙΟΥ ΜΑΚΕΔΟΝΟΣ
Καὶ γενέταν τοῦ νέρθε καὶ οὔνομα καὶ χθόνα φώνει,
στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔθανε. —
«Γεννήτωρ Πρίαμος, γᾶ δʼ Ἴλιον, οὔνομα δʼ Ἕκτωρ,
ὦνερ, ὑπὲρ πάτρας δʼ ὤλετο μαρνάμενος.»
ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ
Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾄσεται αἰὼν
Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενον·
σᾶμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσι
Νύμφαι ἀπεχθομένης Ἰλίου ἀντιπέρας.
δένδρεα δυσμήνιτα καί, ἤν ποτε τεῖχος ἴδωσι
Τρώιον, αὐαλέαν φυλλοχοεῦντι κόμην.
ὅσσος ἐν ἡρώεσσι τότʼ ἦν χόλος, οὗ μέρος ἀκμὴν
ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρεμόσιν.
Τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὅν ποτʼ Ἀχαιοὶ
δώμησαν Τρώων δεῖμα καὶ ἐσσομένων·
αἰγιαλῷ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσης
κυδαίνοιτο πάις τῆς ἁλίας Θέτιδος.
Ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω,
χαίρετον, Αἰακίδη καὶ σὺ Μενοιτιάδη.
ΑΔΕΣΠΟΤΟΝ
Ἡδυεπὴς Νέστωρ Πύλιος Νηλήιος ἥρως
ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.
ΑΣΚΛΗΠΙΑΔΟΥ
Ἅδʼ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι
Αἴαντος τύμβῳ κειρομένα πλοκάμους,
θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρʼ Ἀχαιοῖς
ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Σῆμα παρʼ Αἰάντειον ἐπὶ Ῥοιτηίσιν ἀκταῖς
θυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα,
ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν ὅττι Πελασγῶν
οὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος.
τεύχεα δʼ ἂν λέξειεν Ἀχιλλέος· «Ἄρσενος ἀκμᾶς,
οὐ σκολιῶν μύθων ἄμμες ἐφιέμεθα.»
ΑΡΧΙΟΥ
Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας
νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·
οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν,
οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·
ἀλλʼ αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα
ἱδρυθεὶς ἔτλης λαίλαπα δυσμενέων.
εἰ δέ σε μὴ τεύχεσσιν Ἀχιλλέος ὥπλισεν Ἑλλὰς
ἄξιον ἀντʼ ἀρετᾶς ὅπλα ποροῦσα γέρας,
Μοιράων βουλῇσι τάδʼ ἄμπλακεν, ὡς ἂν ὑπʼ ἐχθρῶν
μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.
ΑΔΕΣΠΟΤΟΝ
Σῆμα τόδʼ Αἴαντος Τελαμωνίου, ὃν κτάνε Μοῖρα,
αὐτοῦ χρησαμένα καὶ χερὶ καὶ ξίφεϊ.
οὐδὲ γὰρ ἐν θνητοῖσι δυνήσατο καὶ μεμαυῖα
εὑρέμεναι Κλωθὼ τῷδʼ ἕτερον φονέα.
ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Κεῖται ἐνὶ Τροίῃ Τελαμώνιος, οὔ τινι δʼ ἔμπης
ἀντιβίων ὀπάσας εὖχος ἑοῦ θανάτου·
τόσσης γὰρ Χρόνος ἄλλον ἐπάξιον ἀνέρα τόλμης
οὐχ εὑρὼν παλάμῃ θῆκεν ὑπʼ αὐτοφόνῳ.
ΤΟΥ ΑΥΤΟΥ
Αἴας ἐν Τροίῃ μετὰ μυρίον εὖχος ἀέθλων
μέμφεται οὐκ ἐχθροῖς κείμενος, ἀλλὰ φίλοις.
Ἕκτωρ Αἴαντι ξίφος ὤπασεν, Ἕκτορι δʼ Αἴας
ζωστῆρʼ· ἀμφοτέρων ἡ χάρις εἷς θάνατος.
Πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν ἠδὲ φέρασπις
Αἴας ἐκ πολέμου μνῆμʼ ἔπορον φιλίης·
Ἕκτωρ γὰρ ζωστῆρα λαβὼν ξίφος ἔμπαλι δῶκε·
τὴν δὲ χάριν δώρων πείρασαν ἐν θανάτῳ·
τὸ ξίφος εἷλʼ Αἴαντα μεμηνότα, καὶ πάλι ζωστὴρ
εἵλκυσε Πριαμίδην δίφρια συρόμενον.
οὕτως ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα,
ἐν χάριτος προφάσει μοῖραν ἔχοντα μόρου.
ΟΜΗΡΟΥ, οἱ δὲ ΚΛΕΟΒΟΥΛΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ
Χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι.
ἔστʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,
αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ
ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.
Κοινὸν ἐγὼ Μεγαρεῦσι καὶ Ἰναχίδαισιν ἄθυρμα
ἵδρυμαι, Ψαμάθης ἔκδικον οὐλομένης·
εἰμὶ δὲ Κὴρ τυμβοῦχος, ὁ δὲ κτείνας με Κόροιβος,
κεῖται δʼ ὧδʼ ὑπʼ ἐμοῖς ποσσὶ διὰ τρίποδα·
Δελφὶς γὰρ φάμα τόδʼ ἐθέσπισεν, ὄφρα γενοίμαν
τᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίης.
Ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον
γέλωτι κεράσας Νικαεὺς Φιλιστίων
ἐνταῦθα κεῖμαι, λείψανον παντὸς βίου,
πολλάκις ἀποθανών, ὧδε δʼ οὐδεπώποτε.
ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ
Ἰξῷ καὶ καλάμοισιν ἀπʼ ἠέρος αὑτὸν ἔφερβεν
Εὔμηλος λιτῶς, ἀλλʼ ἐν ἐλευθερίῃ·
οὔποτε δʼ ὀθνείην ἔκυσεν χέρα γαστρὸς ἕκητι·
τοῦτο τρυφὴν κείνῳ, τοῦτʼ ἔφερʼ εὐφροσύνην.
τρὶς δὲ τριηκοστὸν ζήσας ἔτος ἐνθάδʼ ἰαύει,
παισὶ λιπὼν ἰξὸν καὶ πτερὰ καὶ καλάμους.
Τρεῖς ἐτέων δεκάδας, τριάδας δύο, μέτρον ἔθηκαν
ἡμετέρης βιοτῆς μάντιες αἰθέριοι.
ἀρκοῦμαι τούτοισιν· ὁ γὰρ χρόνος ἄνθος ἄριστον
ἡλικίης· ἔθανεν χὠ τριγέρων Πύλιος.
Μαρκέλλου τόδε σῆμα περικλυτοῦ ἰητῆρος,
φωτὸς κυδίστοιο τετιμένου ἀθανάτοισιν,
οὗ βίβλους ἀνέθηκεν ἐυκτιμένῃ ἐνὶ Ῥώμῃ
Ἀδριανός, προτέρων προφερέστερος ἡγεμονήων,
καὶ πάις Ἀδριανοῖο, μέγʼ ἔξοχος Ἀντωνῖνος,
ὄφρα καὶ ἐσσομένοισι μετʼ ἀνδράσι κῦδος ἄροιτο
εἵνεκεν εὐεπίης, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων,
ἡρῴῳ μέλψαντι μέτρῳ θεραπήια νούσων
βίβλοις ἐν πινυταῖς Χειρωνίσι τεσσαράκοντα.
ΝΙΚΑΡΧΟΥ
Ὀρφεὺς μὲν κιθάρᾳ πλεῖστον γέρας εἵλετο θνητῶν,
Νέστωρ δὲ γλώσσης ἡδυλόγου σοφίῃ,
τεκτοσύνῃ δʼ ἐπέων πολυίστωρ θεῖος Ὅμηρος,
Τηλεφάνης δʼ αὐλοῖς, οὗ τάφος ἐστὶν ὅδε.
ΑΝΑΚΡΕΟΝΤΟΣ
Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα·
Ἄρης δʼ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔστας
γοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους; —
«Ἀγγέλλω μερόπεσσιν, ὁθούνεκεν, ὅσσον ἄριστος
οἰωνῶν γενόμαν, τόσσον ὅδʼ ἠιθέων.
δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι,
ἄμμες δʼ ἀτρέστοις ἀνδράσι τερπόμεθα.»
ΔΙΟΣΚΟΡΙΔΟΥ
Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς
πῦρ ἐπʼ ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων,
Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναι
ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου.
ἀλλὰ περιστείλας με δίδου χθονί, μηδʼ ἐπὶ νεκρῷ
λουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς.
ΛΕΩΝΙΔΟΥ
Τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι; —
«Πρηξὼ Καλλιτέλευς.» —Καὶ ποδαπή; —«Σαμίη.» —
Τίς δέ σε καὶ κτερέιξε; —«Θεόκριτος, ᾧ με γονῆες
ἐξέδοσαν.» —Θνῄσκεις δʼ ἐκ τίνος; —«Ἐκ τοκετοῦ.» —
Εὖσα πόσων ἐτέων; —«Δύο κεἴκοσιν.» —Ἦ ῥά γʼ ἄτεκνος; —
«Οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον.» —
Ζώοι σοι κεῖνός γε καὶ ἐς βαθὺ γῆρας ἵκοιτο. —
«Καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.»
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. —«Καλλιτέλης μὲν
ὁ σπείρας, Πρηξὼ δʼ οὔνομα, γῆ δὲ Σάμος.» —
Σᾶμα δὲ τίς τόδʼ ἔχωσε; —«Θεόκριτος, ὁ πρὶν ἄθικτα
ἁμετέρας λύσας ἅμματα παρθενίης.» —
Πῶς δὲ θάνες; —«Λοχίοισιν ἐν ἄλγεσιν.» —Εἰπὲ δέ, ποίην
ἦλθες ἐς ἡλικίην. —«Δισσάκις ἑνδεκέτις.» —
Ἦ καὶ ἄπαις; —«Οὔ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητι
Καλλιτέλη, τριετῆ παῖδʼ ἔτι νηπίαχον.» —
Ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. —«Καὶ σόν, ὁδῖτα,
οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.»
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ, οἱ δὲ ΑΡΧΙΟΥ
Εἰπέ, γύναι, τίς ἔφυς. —«Πρηξώ.» —Τίνος ἔπλεο πατρός; —
«Καλλιτέλευς.» —Πάτρας δʼ ἐκ τίνος ἐσσί; —«Σάμου.» —
Μνᾶμα δέ σου τίς ἔτευξε; —«Θεόκριτος, ὅς με σύνευνον
ἤγετο.» —Πῶς δʼ ἐδάμης; —«Ἄλγεσιν ἐν λοχίοις.» —
Εἰν ἔτεσιν τίσιν εὖσα; —«Δὶς ἕνδεκα.» —Παῖδα δὲ λείπεις; —
«Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων.» —
Ζωῆς τέρμαθʼ ἵκοιτο μετʼ ἀνδράσι. —«Καὶ σέο δοίη
παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.»
ΔΙΟΣΚΟΡΙΔΟΥ, οἱ δὲ ΝΙΚΑΡΧΟΥ
Τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην
ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος,
σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ
κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν.
ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι
θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.
ΤΟΥ ΑΥΤΟΥ, οἱ δὲ ΕΚΑΤΑΙΟΥ ΘΑΣΙΟΥ
Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου
παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης,
ὅσσον ἐπʼ ὠδῖσιν καὶ μητέρα· παῖδα δὲ δαίμων
ἔφθασεν οὐδʼ αὐτῶν εἴκοσιν ἠελίων.
ὀκτωκαιδεκέτις δʼ αὐτὴ θάνον, ἄρτι τεκοῦσα,
ἄρτι δὲ καὶ νύμφη, πάντʼ ὀλιγοχρόνιος.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
«Εὐχέσθω τις ἔπειτα γυνὴ τόκον,» εἶπε Πολυξὼ
γαστέρʼ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων·
μαίης δʼ ἐν παλάμῃσι χύθη νέκυς, οἱ δʼ ἐπὶ γαῖαν
ὤλισθον κοίλων ἄρσενες ἐκ λαγόνων,
μητέρος ἐκ νεκρῆς ζωὸς γόνος. εἷς ἄρα δαίμων
τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δʼ ἔπορεν.
Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδʼ ἀπʼ ἐμεῖο
κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος.
κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης
ἐς Φάρον, ἥδε δʼ ἐγὼ Κεκροπίς εἰμι νέκυς.
εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δʼ, ὅτʼ ἔπλωεν ἐκεῖνος
τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων.
Βοιίδιον δὲ καλεῦμαι ἔθʼ ὡς τότε· νῦν δὲ Χάρητος
εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.
ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΚΑΛΛΙΜΑΧΟΥ
Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα
εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο·
ἐκ δʼ ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ
σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει.
Νύμφας δʼ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλʼ ἐπὶ γούνοις
ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.
ΜΝΑΣΑΛΚΟΥ ΣΙΚΥΩΝΙΟΥ
Ἀμπαύσει καὶ τῇδε θοὸν πτερὸν ἱερὸς ὄρνις
τᾶσδʼ ὑπὲρ ἁδείας ἑζόμενος πλατάνου.
ὤλετο γὰρ Ποίμανδρος ὁ Μάλιος οὐδʼ ἔτι νεῖται
ἰξὸν ἐπʼ ἀγρευταῖς χευάμενος καλάμοις.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων
σπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον,
ῥινοῦ χερμαστῆρος ἐύστροφα κῶλα τιταίνων
Ἀλκιμένης πτανῶν εἶργον ἄπωθε νέφος·
καί μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα
σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον
ἠελίου χήρωσεν· ἴδʼ, ὡς τὰ κατʼ αἰθέρα λεύσσων
τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον.
ΔΙΟΤΙΜΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ
Αὐτόμαται δείλῃ ποτὶ ταὐλίον αἱ βόες ἦλθον
ἐξ ὄρεος πολλῇ νιφόμεναι χιόνι,
αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει
ὕπνον, ἐκοιμήθη δʼ ἐκ πυρὸς οὐρανίου.
ΕΡΥΚΙΟΥ
Οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας
ἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου·
οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμα
δέξονται σκιερᾷ πὰρ δρυῒ κεκλιμένου.
ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δʼ ἐπὶ μάνδραν
ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν.
ΑΝΤΙΦΙΛΟΥ
Οὕτω πᾶσʼ ἀπόλωλε, γεωπόνε, βῶλος ἀρότροις,
ἤδη καὶ τύμβους νωτοβατοῦσι βόες,
ἡ δʼ ὕνις ἐν νεκύεσσι. τί τοι πλέον; ἢ πόσος οὗτος
πυρός, ὃν ἐκ τέφρης κοὐ χθονὸς ἁρπάσετε;
οὐκ αἰεὶ ζήσεσθε, καὶ ὑμέας ἄλλος ἀρώσει
τοίης ἀρξαμένους πᾶσι κακοσπορίης.
ΤΟΥ ΑΥΤΟΥ
Οὐχ ὅτι με φθίμενον κῆδος λίπεν, ἐνθάδε κεῖμαι
γυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς·
ταρχύθην γὰρ ἐγὼ τὸ πρίν ποτε, νῦν δʼ ἀροτῆρος
χερσὶ σιδηρείη μʼ ἐξεκύλισεν ὕνις.
ἦ ῥα κακῶν θάνατόν τις ἔφη λύσιν, ὁππότʼ ἐμεῖο,
ξεῖνε, πέλει παθέων ὕστατον οὐδὲ τάφος;
ΣΙΜΩΝΙΔΟΥ
Σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.
ΔΙΟΣΚΟΡΙΔΟΥ ΝΙΚΟΠΟΛΙΤΟΥ
Λυδὸς ἐγώ, ναὶ Λυδός, ἐλευθερίῳ δέ με τύμβῳ,
δέσποτα, Τιμάνθη τὸν σὸν ἔθευ τροφέα.
εὐαίων ἀσινῆ τείνοις βίον· ἢν δʼ ὑπὸ γήρως
πρός με μόλῃς, σὸς ἐγώ, δέσποτα, κἠν Ἀίδῃ.
ΑΔΗΛΟΝ
Σοὶ καὶ νῦν ὑπὸ γῆν, ναὶ δέσποτα, πιστὸς ὑπάρχω
ὡς πάρος, εὐνοίης οὐκ ἐπιληθόμενος,
ὥς με τότʼ ἐκ νούσου τρὶς ἐπʼ ἀσφαλὲς ἤγαγες ἴχνος
καὶ νῦν ἀρκούσῃ τῇδʼ ὑπέθου καλύβῃ,
Μάνην ἀγγείλας, Πέρσην γένος. εὖ δέ με ῥέξας
ἕξεις ἐν χρείῃ δμῶας ἑτοιμοτέρους.
ΑΠΟΛΛΩΝΙΔΟΥ
Ἠλλάχθη θανάτοιο τεὸς μόρος, ἀντὶ δὲ σεῖο,
δέσποτα, δοῦλος ἐγὼ στυγνὸν ἔπλησα τάφον,
ἡνίκα σεῦ δακρυτὰ κατὰ χθονὸς ἠρία τεῦχον,
ὡς ἂν ἀποφθιμένου κεῖθι δέμας κτερίσω·
ἀμφὶ δʼ ἔμʼ ὤλισθεν γυρὴ κόνις. οὐ βαρὺς ἡμῖν
ἔστʼ Ἀίδης· ζήσω τὸν σὸν ὑπʼ ἠέλιον.
ΑΝΔΡΟΝΙΚΟΥ
Οἰκτρὰ δὴ δνοφερὸν δόμον ἤλυθες εἰς Ἀχέροντος,
Δαμοκράτεια φίλα, ματρὶ λιποῦσα γόους.
ἁ δὲ σέθεν φθιμένας πολιοὺς νεοθῆγι σιδάρῳ
κείρατο γηραλέας ἐκ κεφαλᾶς πλοκάμους.
ΜΕΛΕΑΓΡΟΥ
Οὐ γάμον, ἀλλʼ Ἀίδαν ἐπινυμφίδιον Κλεαρίστα
δέξατο παρθενίας ἅμματα λυομένα.
ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευν
λωτοί, καὶ θαλάμων ἐπλαταγεῦντο θύραι·
ἠῷοι δʼ ὀλολυγμὸν ἀνέκραγον, ἐς δʼ ὑμέναιος
σιγαθεὶς γοερὸν φθέγμα μεθαρμόσατο.
αἱ δʼ αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν περὶ παστῷ
πεῦκαι καὶ φθιμένᾳ νέρθεν ἔφαινον ὁδόν.
ΠΑΡΜΕΝΙΩΝΟΣ
Παρθενικῆς τάφος εἴμʼ Ἑλένης, πένθει δʼ ἐπʼ ἀδελφῷ
Ἅιδης τὴν Κροκάλης ἔφθασε παρθενίην·
εἰς δὲ γόους ὑμέναιος ἐπαύσατο· τὰς δὲ γαμούντων
ἐλπίδας οὐ θάλαμος κοίμισεν, ἀλλὰ τάφος.
ΠΑΡΜΕΝΙΩΝΟΣ
Παρθενικῆς τάφος εἴμʼ Ἑλένης, πένθει δʼ ἐπʼ ἀδελφοῦ
προφθιμένου διπλᾶ μητρὸς ἔχω δάκρυα.
μνηστῆρσιν δʼ ἔλιπεν κοίνʼ ἄλγεα· τὴν γὰρ ἔτʼ οὔπω
οὐδενὸς ἡ πάντων ἐλπὶς ἔκλαυσεν ἴσως.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Αὐσονίη με Λίβυσσαν ἔχει κόνις, ἄγχι δὲ Ῥώμης
κεῖμαι παρθενικὴ τῇδε παρὰ ψαμάθῳ·
ἡ δέ με θρεψαμένη Πομπηίη ἀντὶ θυγατρὸς
κλαυσαμένη τύμβῳ θῆκεν ἐλευθερίῳ,
πῦρ ἕτερον σπεύδουσα· τὸ δʼ ἔφθασεν οὐδὲ κατʼ εὐχὴν
ἡμετέρην ἧψεν λαμπάδα Φερσεφόνῃ.
ΦΙΛΙΠΠΟΥ
Ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχει
λωτός, καὶ γαμικοῖς ὕμνος ἔχαιρε κρότοις.
θρῆνος δʼ εἰς ὑμέναιον ἐκώμασεν· ἡ δὲ τάλαινα,
οὔπω πάντα γυνή, καὶ νέκυς ἐβλέπετο.
δακρυόεις Ἀίδη, τί πόσιν νύμφης διέλυσας,
αὐτὸς ἐφʼ ἁρπαγίμοις τερπόμενος λέχεσιν;
ΤΟΥ ΑΥΤΟΥ
Ἡ γρῆυς Νικὼ Μελίτης τάφον ἐστεφάνωσε
παρθενικῆς. Ἀίδη, τοῦθʼ ὁσίως κέκρικας;
ΑΝΤΩΝΙΟΥ ΘΑΛΛΟΥ
Δύσδαιμον Κλεάνασσα, σὺ μὲν γάμῳ ἔπλεο, κούρη,
ὥριος, ἀκμαίης οἷά τʼ ἐφʼ ἡλικίης·
ἀλλὰ τεοῖς θαλάμοισι γαμοστόλος οὐχ Ὑμέναιος
οὐδʼ Ἥρης ζυγίης λαμπάδες ἠντίασαν,
πένθιμος ἀλλʼ Ἀίδης ἐπεκώμασεν, ἀμφὶ δʼ Ἐρινὺς
φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα·
ἤματι δʼ ᾧ νυμφεῖος ἀνήπτετο λαμπάδι παστάς,
τούτῳ πυρκαϊῆς, οὐ θαλάμων ἔτυχες.
ΑΡΙΣΤΟΔΙΚΟΥ ΡΟΔΙΟΥ
Οὐκέτι δή σε, λίγεια, κατʼ ἀφνεὸν Ἀλκίδος οἶκον,
ἀκρί, μελιζομέναν ὄψεται Ἀέλιος·
ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπότησαι
καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνας.
ΑΝΥΤΗΣ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ
Ἀκρίδι, τᾷ κατʼ ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ
τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ,
παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς
παίγνιʼ ὁ δυσπειθὴς ᾤχετʼ ἔχων Ἀίδας.
ΑΡΧΙΟΥ
Ἁ πάρος ἀντίφθογγον ἀποκλάγξασα νομεῦσι
πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχθυβόλοις,
πολλάκι δὲ κρέξασα πολύθροον οἷά τις ἀχὼ
κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν,
νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα
κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα.
ΜΝΑΣΑΛΚΟΥ
Οὐκέτι δὴ πτερύγεσσι λιγυφθόγγοισιν ἀείσεις,
ἀκρί, κατʼ εὐκάρπους αὔλακας ἑζομένα,
οὐδέ με κεκλιμένον σκιερὰν ὑπὸ φυλλάδα τέρψεις,
ξουθᾶν ἐκ πτερύγων ἁδὺ κρέκουσα μέλος.
ΣΙΜΙΟΥ
Τάνδε κατʼ εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ
πτώσσουσαν βρομίας οἰνάδος ἐν πετάλοις,
ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη,
τερπνὰ διʼ ἀγλώσσου φθεγγομένα στόματος.
ΜΝΑΣΑΛΚΟΥ
Ἀκρίδα Δαμοκρίτου μελεσίπτερον ἅδε θανοῦσαν
ἄργιλος δολιχὰν ἀμφὶ κέλευθον ἔχει,
ἇς καί, ὅτʼ ἰθύσειε πανέσπερον ὕμνον ἀείδειν,
πᾶν μέλαθρον μολπᾶς ἴαχʼ ὑπʼ εὐκελάδου.
ΜΕΛΕΑΓΡΟΥ
Ἀκρίς, ἐμῶν ἀπάτημα πόθων, παραμύθιον ὕπνου,
ἀκρίς, ἀρουραίη Μοῦσα λιγυπτέρυγε,
αὐτοφυὲς μίμημα λύρας, κρέκε μοί τι ποθεινὸν
ἐγκρούουσα φίλοις ποσσὶ λάλους πτέρυγας,
ὥς με πόνων ῥύσαιο παναγρύπνοιο μερίμνης,
ἀκρί, μιτωσαμένη φθόγγον ἐρωτοπλάνον.
δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω
καὶ δροσερὰς στόματι σχιζομένας ψακάδας.
ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ
Ἀχήεις τέττιξ, δροσεραῖς σταγόνεσσι μεθυσθεὶς
ἀγρονόμαν μέλπεις μοῦσαν ἐρημολάλον·
ἄκρα δʼ ἐφεζόμενος πετάλοις πριονώδεσι κώλοις
αἰθίοπι κλάζεις χρωτὶ μέλισμα λύρας.
ἀλλά, φίλος, φθέγγου τι νέον δενδρώδεσι Νύμφαις
παίγνιον, ἀντῳδὸν Πανὶ κρέκων κέλαδον,
ὄφρα φυγὼν τὸν Ἔρωτα μεσημβρινὸν ὕπνον ἀγρεύσω
ἐνθάδʼ ὑπὸ σκιερῇ κεκλιμένος πλατάνῳ.
ΦΑΕΝΝΟΥ
Δαμοκρίτῳ μὲν ἐγώ, λιγυρὰν ὅκα μοῦσαν ἐνείην
ἀκρὶς ἀπὸ πτερύγων, τὸν βαθὺν ἆγον ὕπνον·
Δαμόκριτος δʼ ἐπʼ ἐμοὶ τὸν ἐοικότα τύμβον, ὁδῖτα,
ἐγγύθεν Ὠρωποῦ χεῦεν ἀποφθιμένᾳ.
ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ
Εἰ καὶ μικρὸς ἰδεῖν καὶ ἐπʼ οὔδεος, ὦ παροδῖτα,
λᾶας ὁ τυμβίτης ἄμμιν ἐπικρέμαται,
αἰνοίης, ὤνθρωπε, Φιλαινίδα· τὴν γὰρ ἀοιδὸν
ἀκρίδα, τὴν εὖσαν τὸ πρὶν ἀκανθοβάτιν,
διπλοῦς ἐς λυκάβαντας ἐφίλατο, τὴν καλαμῖτιν,
καὶ θρέψʼ ὑμνιδίῳ χηραμένην πατάγῳ·
καί μʼ οὐδὲ φθιμένην ἀπανήνατο, τοῦτο δʼ ἐφʼ ἡμῖν
τὠλίγον ὤρθωσεν σᾶμα πολυστροφίης.
ΤΥΜΝΕΩ
Ὄρνεον ὦ Χάρισιν μεμελημένον, ὦ παρόμοιον
ἀλκυόσιν τὸν σὸν φθόγγον ἰσωσάμενον,
ἡρπάσθης, φίλε λαιέ· σὰ δʼ ἤθεα καὶ τὸ σὸν ἡδὺ
πνεῦμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί.
ΝΙΚΙΟΥ
Οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς
τέρψομʼ ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων·
χεῖρα γὰρ εἰς ἀρεὰν παιδὸς πέσον, ὅς με λαθραίως
μάρψεν ἐπὶ χλωρῶν ἑζόμενον πετάλων.
ΠΑΜΦΙΛΟΥ
Οὐκέτι δὴ χλωροῖσιν ἐφεζόμενος πετάλοισιν
ἁδεῖαν μέλπων ἐκπροχέεις ἰαχάν,
ἀλλά σε γαρύοντα κατήναρεν, ἠχέτα τέττιξ,
παιδὸς ἀπηιθέου χεὶρ ἀναπεπταμένα.
ΑΝΥΤΗΣ
Οὐκέτι μʼ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων
ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος·
ἦ γάρ σʼ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν
ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.
ΣΙΜΙΟΥ
Οὐκέτʼ ἀνʼ ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ,
ἠχήεσσαν ἱεῖς γῆρυν ἀπὸ στομάτων,
θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης·
ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Οὐκέτι που, τλῆμον σκοπέλων μετανάστρια πέρδιξ,
πλεκτὸς λεπταλέοις οἶκος ἔχει σε λύγοις,
οὐδʼ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης
ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.
σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἆλλα δὲ πάντα
ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν.
νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα,
μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσῃ.
ΤΟΥ ΑΥΤΟΥ ΑΓΑΘΙΟΥ
Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα
ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις;
οὔ σε, φίλη πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω,
ἀλλʼ ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην.
ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω,
ὅσσʼ ἐπʼ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ.
ΔΑΜΟΧΑΡΙΔΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ
Ἀνδροβόρων ὁμότεχνε κυνῶν, αἴλουρε κακίστη,
τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων.
κτήτορος Ἀγαθίαο τεοῦ πέρδικα φαγοῦσα
λυπεῖς, ὡς αὐτὸν κτήτορα δασσαμένη.
καὶ σὺ μὲν ἐν πέρδιξιν ἔχεις νόον, οἱ δὲ μύες νῦν
ὀρχοῦνται τῆς σῆς δραξάμενοι σπατάλης.
ΜΕΛΕΑΓΡΟΥ
Τὸν ταχύπουν, ἔτι παῖδα συναρπασθέντα τεκούσης
ἄρτι μʼ ἀπὸ στέρνων, οὐατόεντα λαγὼν
ἐν κόλποις στέργουσα διέτρεφεν ἁ γλυκερόχρως
Φανίον, εἰαρινοῖς ἄνθεσι βοσκόμενον.
οὐδέ με μητρὸς ἔτʼ εἶχε πόθος, θνῄσκω δʼ ὑπὸ θοίνης
ἀπλήστου πολλῇ δαιτὶ παχυνόμενος.
καί μου πρὸς κλισίαις κρύψεν νέκυν, ὡς ἐν ὀνείροις
αἰὲν ὁρᾶν κοίτης γειτονέοντα τάφον.
ΑΝΥΤΗΣ ΛΥΡΙΚΗΣ
Μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις
ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης
τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς
ζέσσʼ, ἐπὶ δʼ ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ.
ΑΝΤΙΠΑΤΡΟΥ
Αὐτοῦ σοὶ παρʼ ἅλωνι, δυηπαθὲς ἐργάτα μύρμηξ,
ἠρίον ἐκ βώλου διψάδος ἐκτισάμαν,
ὄφρα σε καὶ φθίμενον Δηοῦς σταχυητρόφος αὖλαξ
θέλγῃ ἀροτραίῃ κείμενον ἐν θαλάμῃ.
ΤΟΥ ΑΥΤΟΥ
Ἄρτι νεηγενέων σε, χελιδονί, μητέρα τέκνων,
ἄρτι σε θάλπουσαν παῖδας ὑπὸ πτέρυγι,
ἀίξας ἔντοσθε νεοσσοκόμοιο καλιῆς
νόσφισεν ὠδίνων τετραέλικτος ὄφις·
καὶ σὲ κινυρομέναν ὁπότʼ ἀθρόος ἦλθε δαΐζων,
ἤριπεν ἐσχαρίου λάβρον ἐπʼ ἄσθμα πυρός.
ὣς θάνεν ἠλιτοεργός· ἴδʼ, ὡς Ἥφαιστος ἀμύντωρ
τὰν ἀπʼ Ἐριχθονίου παιδὸς ἔσωσε γονάν.
ΤΥΜΝΕΩ
Τῇδε τὸν ἐκ Μελίτης ἀργὸν κύνα φησὶν ὁ πέτρος
ἴσχειν, Εὐμήλου πιστότατον φύλακα.
Ταῦρόν μιν καλέεσκον, ὅτʼ ἦν ἔτι· νῦν δὲ τὸ κείνου
φθέγμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί.
ΜΝΑΣΑΛΚΟΥ
Αἰθυίας, ξένε, τόνδε ποδηνέμου ἔννεπε τύμβον,
τᾶς ποτʼ ἐλαφρότατον χέρσος ἔθρεψε γόνυ·
πολλαῖς γὰρ νάεσσιν ἰσόδρομον ἄνυσε μᾶκος,
ὄρνις ὅπως δολιχὰν ἐκπονέουσα τρίβον.
ΑΡΧΙΟΥ
Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριθηλέος ἔρνεσι πεύκας
ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος
ἔκρεκες εὐτάρσοιο διʼ ἰξύος, ἀχέτα, μολπάν,
τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.
νῦν δέ σε μυρμάκεσσιν ὑπʼ εἰνοδίοισι δαμέντα
Ἄϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.
εἰ δʼ ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων
Μαιονίδας γρίφοις ἰχθυβόλων ἔθανεν.
ΤΟΥ ΑΥΤΟΥ
Οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης,
δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,
οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων
ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν·
οὐδὲ σύ γʼ, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων
νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα.
ἦ γὰρ ἴσον πρηῶνι Μαλείης ὡς ἐκυκήθη
κῦμα, πολυψήφους ὦσέ σʼ ἐπὶ ψαμάθους.
ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ
Οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν
αὐχένʼ ἀναρρίψω βυσσόθεν ὀρνύμενος,
οὐδὲ παρʼ εὐσκάλμοιο νεὼς περικαλλέα χείλη
ποιφυξῶ τἀμᾷ τερπόμενος προτομᾷ·
ἀλλά με πορφυρέα πόντου νοτὶς ὦσʼ ἐπὶ χέρσον,
κεῖμαι δὲ ῥαδινὰν τάνδε παρʼ ἠιόνα.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Κύματα καὶ τρηχύς με κλύδων ἐπὶ χέρσον ἔσυρεν
δελφῖνα, ξείνοις καινὸν ὅραμα τύχης.
ἀλλʼ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντες
εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες·
νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ
πίστις, ὃς οὐδʼ ἰδίης φείσατο συντροφίης;
ΑΣΚΛΗΠΙΑΔΟΥ
Ἀρχεάνασσαν ἔχω, τὰν ἐκ Κολοφῶνος ἑταίραν,
ἇς καὶ ἐπὶ ῥυτίδων ὁ γλυκὺς ἕζετʼ Ἔρως.
ἆ νέον ἥβης ἄνθος ἀποδρέψαντες ἐρασταὶ
πρωτοβόλου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι
θρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέραν
Λαΐδʼ ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου,
Πειρήνης λευκῶν φαιδροτέρην λιβάδων,
τὴν θνητὴν Κυθέρειαν, ἐφʼ ᾗ μνηστῆρες ἀγαυοὶ
πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος,
δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην·
ἧς καὶ ὑπʼ εὐώδει τύμβος ὄδωδε κρόκῳ,
ἧς ἔτι κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν
καὶ λιπαραὶ θυόεν ἄσθμα πνέουσι κόμαι·
ἧς ἔπι καλὸν ἄμυξε κάτα ῥέθος Ἀφρογένεια
καὶ γοερὸν λύζων ἐστονάχησεν Ἔρως.
εἰ δʼ οὐ πάγκοινον δούλην θέτο κέρδεος εὐνήν,
Ἑλλὰς ἂν ὡς Ἑλένης τῆσδʼ ὕπερ ἔσχε πόνον.
ΠΟΜΠΗΙΟΥ ΝΕΩΤΕΡΟΥ
Ἡ τὸ καλὸν καὶ πᾶσιν ἐράσμιον ἀνθήσασα,
ἡ μούνη Χαρίτων λείρια δρεψαμένη
οὐκέτι χρυσοχάλινον ὁρᾷ δρόμον Ἠελίοιο
Λαΐς, ἐκοιμήθη δʼ ὕπνον ὀφειλόμενον,
κώμους καὶ τὰ νέων ζηλώματα καὶ τὰ ποθεύντων
κνίσματα καὶ μύστην λύχνον ἀπειπαμένη.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον
Λαΐδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.
δάκρυ δʼ ἐπισπείσας· «Χαίροις, γύναι· ἐκ γὰρ ἀκουῆς
οἰκτείρω σε,» ἔφην, «ἣν πάρος οὐκ ἰδόμην.
ἆ πόσον ἠιθέων νόον ἤκαχες· ἀλλʼ ἴδε, Λήθην
ναίεις, ἀγλαΐην ἐν χθονὶ κατθεμένη.»
ΑΔΕΣΠΟΤΟΝ
Ἀκμαίη πρὸς ἔρωτα καὶ ἡδέα Κύπριδος ἔργα,
Πατροφίλα, κανθοὺς τοὺς γλυκεροὺς ἔμυσας·
ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα χὠ μετʼ ἀοιδῆς
ψαλμὸς καὶ κυλίκων αἱ λαμυραὶ προπόσεις.
Ἅιδη δυσκίνητε, τί τὴν ἐπέραστον ἑταίρην
ἥρπασας; ἢ καὶ σὴν Κύπρις ἔμηνε φρένα;
ΦΙΛΟΔΗΜΟΥ
Ἐνθάδε τῆς τρυφερῆς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται
Τρυγόνιον, σαβακῶν ἄνθεμα Σαλμακίδων,
ᾗ καλύβη καὶ δοῦμος ἐνέπρεπεν, ᾗ φιλοπαίγμων
στωμυλίη, Μήτηρ ἣν ἐφίλησε θεῶν,
ἡ μούνη στέρξασα τὰ Κύπριδος ἀμφὶ γυναικῶν
ὄργια καὶ φίλτρων Λαΐδος ἁψαμένη.
φῦε κατὰ στήλης, ἱερὴ κόνι, τῇ φιλοβάκχῳ
μὴ βάτον, ἀλλʼ ἁπαλὰς λευκοΐων κάλυκας.
ΘΥΙΛΛΟΥ
Ἡ κροτάλοις ὀρχηστρὶς Ἀρίστιον, ἡ περὶ πεύκαις
καὶ Κυβέλῃ πλοκάμους ῥῖψαι ἐπισταμένη,
ἡ λωτῷ κερόεντι φορουμένη, ἡ τρὶς ἐφεξῆς
εἰδυῖʼ ἀκρήτου χειλοποτεῖν κύλικας
ἐνθάδʼ ὑπὸ πτελέαις ἀναπαύεται, οὐκέτʼ ἔρωτι,
οὐκέτι παννυχίδων τερπομένη καμάτοις.
κῶμοι καὶ μανίαι, μέγα χαίρετε· κεῖθʼ ὑπὸ τύμβῳ
ἡ τὸ πρὶν στεφάνων ἄνθεσι κρυπτομένη.
Εἴκοσι Καλλικράτεια καὶ ἐννέα τέκνα τεκοῦσα
οὐδʼ ἑνὸς οὐδὲ μιῆς ἐδρακόμην θάνατον·
ἀλλʼ ἑκατὸν καὶ πέντε διηνυσάμην ἐνιαυτοὺς
σκίπωνι τρομερὰν οὐκ ἐπιθεῖσα χέρα.
Ψήχει καὶ πέτρην ὁ πολὺς χρόνος οὐδὲ σιδήρου
φείδεται, ἀλλὰ μιῇ πάντʼ ὀλέκει δρεπάνῃ·
ὣς καὶ Λαέρταο τόδʼ ἠρίον, ὃ σχεδὸν ἀκτᾶς
βαιὸν ἄπο, ψυχρῶν λείβεται ἐξ ὑετῶν.
οὔνομα μὴν ἥρωος ἀεὶ νέον· οὐ γὰρ ἀοιδὰς
ἀμβλύνειν αἰών, κἢν ἐθέλῃ, δύναται.
ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ
Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα
πᾶσʼ ἐπὶ πυρκαϊῆς ἥδʼ ἐβόησε πόλις.
οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης
ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης.
ΔΙΟΤΙΜΟΥ
Οὐδὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν ὡς ὁ Μίκωνος
υἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ.
εἰ δὲ κάλυμμʼ ὀλίγον, μὴ μέμφεο· μικρὸς ὁ χῶρος,
ἀλλʼ ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν.
Αὑτῷ καὶ τεκέεσσι γυναικί τε τύμβον ἔδειμεν
Ἀνδροτίων· οὔπω δʼ οὐδενός εἰμι τάφος.
οὕτω καὶ μείναιμι πολὺν χρόνον· εἰ δʼ ἄρα καὶ δεῖ,
δεξαίμην ἐν ἐμοὶ τοὺς προτέρους προτέρους.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Τᾷ Πιτάνᾳ Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους,
ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,
δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς
παῖδʼ ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τιθείς·
«Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δὲ σέ, τέκνον, ἄδακρυς
θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.»
ΕΡΥΚΙΟΥ ΚΥΖΙΚΗΝΟΥ
Ἁνίκʼ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ,
πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα,
αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχαν
εἶπε διὰ πλατέων ὠσαμένα λαγόνων·
«Κάτθανε, μηδʼ ἐχέτω Σπάρτα ψόγον· οὐ γὰρ ἐκείνα
ἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.»
ΔΑΜΑΓΗΤΟΥ
Ὧδʼ ὑπὲρ Ἀμβρακίας ὁ βοαδρόμος ἀσπίδʼ ἀείρας
τεθνάμεν ἢ φεύγειν εἵλετʼ Ἀρισταγόρας,
υἱὸς ὁ Θευπόμπου. μὴ θαῦμʼ ἔχε· Δωρικὸς ἀνὴρ
πατρίδος, οὐχ ἥβας ὀλλυμένας ἀλέγει.
ΑΝΤΙΠΑΤΡΟΥ
Λύδιον οὖδας ἔχει τόδʼ Ἀμύντορα, παῖδα Φιλίππου,
πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης·
οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός,
ἀλλʼ ὄλετʼ ἀμφʼ ἑτάρῳ σχὼν κυκλόεσσαν ἴτυν·
ΑΠΟΛΛΩΝΙΔΟΥ
Αἴλιος, Αὐσονίης στρατιῆς πρόμος, ὁ χρυσέοισι
στέμμασι σωρεύσας αὐχένας ὁπλοφόρους,
νοῦσον ὅτʼ εἰς ὑπάτην ὠλίσθανε τέρμα τʼ ἄφυκτον
εἶδεν, ἀριστείην ἐμφανίσας ἰδίην
πήξαθʼ ὑπὸ σπλάγχνοισιν ἑὸν ξίφος εἶπέ τε θνῄσκων·
«Αὐτὸς ἑκὼν ἐδάμην, μὴ νόσος εὖχος ἔχῃ.»
ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Αἴλιος, ὁ θρασύχειρ Ἄργους πρόμος, ὁ ψελιώσας
αὐχένα χρυσοδέτοις ἐκ πολέμου στεφάνοις,
τηξιμελεῖ νούσῳ κεκολουμένος ἔδρακε θυμῷ
ἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην,
ὦσε δʼ ὑπὸ σπλάγχνοις πλατὺ φάσγανον ἓν μόνον εἰπών·
«Ἄνδρας Ἄρης κτείνει, δειλοτέρους δὲ νόσος.»
ΔΙΟΔΩΡΟΥ ΤΑΡΣΕΩΣ
Μὴ μέτρει Μάγνητι τὸ πηλίκον οὔνομα τύμβῳ
μηδὲ Θεμιστοκλέους ἔργα σε λανθανέτω·
τεκμαίρου Σαλαμῖνι καὶ ὁλκάσι τὸν φιλόπατριν,
γνώσῃ δʼ ἐκ τούτων μείζονα Κεκροπίης.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι
Ἑλλήνων φθονερῆς σῆμα κακοκρισίης.
ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ
Οὔρεά μευ καὶ πόντον ὑπὲρ τύμβοιο χάρασσε
καὶ μέσον ἀμφοτέρων μάρτυρα Λητοΐδην
ἀενάων τε βαθὺν ποταμῶν ῥόον, οἵ ποτε ῥείθροις
Ξέρξου μυριόναυν οὐχ ὑπέμειναν Ἄρην·
ἔγγραφε καὶ Σαλαμῖνα, Θεμιστοκλέους ἵνα σῆμα
κηρύσσει Μάγνης δῆμος ἀποφθιμένου.
ΑΔΑΙΟΥ
Ἠμαθίην ὃς πρῶτος ἐς Ἄρεα βῆσα Φίλιππος,
Αἰγαίην κεῖμαι βῶλον ἐφεσσάμενος,
ῥέξας οἷʼ οὔπω βασιλεὺς τὸ πρίν· εἰ δέ τις αὐχεῖ
μεῖζον ἐμεῦ, καὶ τοῦθʼ αἵματος ἡμετέρου.
ΠΑΡΜΕΝΙΩΝΟΣ
Φθίσθαι Ἀλέξανδρον ψευδὴς φάτις, εἴπερ ἀληθὴς
Φοῖβος· ἀνικήτων ἅπτεται οὐδʼ Ἀίδης.
ΑΔΑΙΟΥ
Τύμβον Ἀλεξάνδροιο Μακηδόνος ἤν τις ἀείδῃ,
ἠπείρους κείνου σῆμα λέγʼ ἀμφοτέρας.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Μυρία τοι, Πτολεμαῖε, πατήρ, ἔπι, μυρία μάτηρ
τειρομένα θαλεροὺς ᾐκίσατο πλοκάμους·
πολλὰ τιθηνητὴρ ὀλοφύρατο, χερσὶν ἀμήσας
ἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν·
ἁ μεγάλα δʼ Αἴγυπτος ἑὰν ὠλόψατο χαίταν,
καὶ πλατὺς Εὐρώπας ἐστονάχησε δόμος·
καὶ δʼ αὐτὰ διὰ πένθος ἀμαυρωθεῖσα Σελάνα
ἄστρα καὶ οὐρανίας ἀτραπιτοὺς ἔλιπεν.
ὤλεο γὰρ διὰ λοιμόν, ὅλας θοινήτορα χέρσου,
πρὶν πατέρων νεαρᾷ σκᾶπτρον ἑλεῖν παλάμᾳ·
οὐδέ σε νὺξ ἐκ νυκτὸς ἐδέξατο· δὴ γὰρ ἄνακτας
τοίους οὐκ Ἀίδας, Ζεὺς δʼ ἐς Ὄλυμπον ἄγει.
ΜΝΑΣΑΛΚΟΥ
Οἵδε πάτραν πολύδακρυν ἐπʼ αὐχένι δεσμὸν ἔχουσαν
ῥυόμενοι δνοφερὰν ἀμφεβάλοντο κόνιν·
ἄρνυνται δʼ ἀρετᾶς αἶνον μέγαν. ἀλλά τις ἀστῶν
τούσδʼ ἐσιδὼν θνᾴσκειν τλάτω ὑπὲρ πατρίδος·
ΛΟΛΛΙΟΥ ΒΑΣΣΟΥ
Φωκίδι πὰρ πέτρῃ δέρκευ τάφον· εἰμὶ δʼ ἐκείνων
τῶν ποτε μηδοφόνων μνᾶμα τριηκοσίων,
οἳ Σπάρτας ἀπὸ γᾶς τηλοῦ πέσον ἀμβλύναντες
Ἄρεα καὶ Μῆδον καὶ Λακεδαιμόνιον.
ἣν δʼ ἐσορῇς ἐπʼ ἐμεῖʼ εὐβόστρυχον εἰκόνα θηρός,
ἔννεπε τοῦ ταγοῦ μνᾶμα Λεωνίδεω.
ΓΑΙΤΟΥΛΙΚΟΥ
Δισσὰ τριηκοσίων τάδε φάσγανα θούριος Ἄρης
ἔσπασεν Ἀργείων καὶ Λακεδαιμονίων,
ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλος ἐπʼ ἄλλον
πίπτοντες· Θυρέα δʼ ἦσαν ἄεθλα δορός.
ΤΟΥ ΑΥΤΟΥ
Ὦ Χρόνε, παντοίων θνητοῖς πανεπίσκοπε δαῖμον,
ἄγγελος ἡμετέρων πᾶσι γενοῦ παθέων·
ὡς ἱερὰν σῴζειν πειρώμενοι Ἑλλάδα χώραν
Βοιωτῶν κλεινοῖς θνῄσκομεν ἐν δαπέδοις.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Ἰσσοῦ ἐπὶ προμολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσης
ἄγριον αἱ Περσῶν κείμεθα μυριάδες,
ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἵ ποτʼ ἄνακτι
Δαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα.
ΑΛΚΑΙΟΥ
Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδʼ ἐπὶ τύμβῳ
Θεσσαλίας τρισσαὶ κείμεθα μυριάδες,
Ἠμαθίῃ μέγα πῆμα· τὸ δὲ θρασὺ κεῖνο Φιλίππου
πνεῦμα θοῶν ἐλάφων ᾤχετʼ ἐλαφρότερον.
ΣΙΜΩΝΙΔΟΥ
Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο
ἐκ Πελοποννάσου χιλιάδες τέτορες.
ΣΙΜΩΝΙΔΟΥ
Ὦ ξεῖνʼ, ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε
κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.
ΣΙΜΩΝΙΔΟΥ
Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι
δουλοσύνης· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα
ἥψαμεν ἀργαλέης μνήματα ναυμαχίης.
ὀστέα δʼ ἧμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος
ἀντʼ εὐεργεσίης μνῆμʼ ἐπέθηκε τόδε.
ΣΙΜΩΝΙΔΟΥ
Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες
κυάνεον θανάτου ἀμφεβάλοντο νέφος·
οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφʼ ἀρετὴ καθύπερθε
κυδαίνουσʼ ἀνάγει δώματος ἐξ Ἀίδεω.
ΑΝΤΙΠΑΤΡΟΥ
Οἵδʼ Ἀίδαν στέρξαντες ἐνώπιον οὐχ, ἅπερ ἄλλος,
στάλαν, ἀλλʼ Ἀρετὰν ἀντʼ ἀρετᾶς ἔλαχον.
ΣΙΜΩΝΙΔΟΥ
Εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,
ἡμῖν ἐκ πάντων τοῦτʼ ἀπένειμε τύχη·
Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι
κείμεθʼ ἀγηράτῳ χρώμενοι εὐλογίῃ.
ΣΙΜΩΝΙΔΟΥ
Χαίρετʼ, ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες,
κοῦροι Ἀθηναίων ἔξοχοι ἱπποσύνᾳ,
οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθʼ ἥβην
πλείστοις Ἑλλάνων ἀντία μαρνάμενοι.
ΣΙΜΩΝΙΔΟΥ
Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι
οὐ κατὰ τοῦτʼ ἐλθών, ἀλλὰ κατʼ ἐμπορίαν.
ΑΙΣΧΥΛΟΥ
Κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας
Μοῖρα πολύρρηνον πατρίδα ῥυομένους.
ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις
τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν.
ΠΛΑΤΩΝΟΣ
Οἵδε ποτʼ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
Ἐκβατάνων πεδίῳ κείμεθʼ ἐνὶ μεσάτῳ.
χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετʼ, Ἀθῆναι,
γείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη.
ΑΔΗΛΟΝ
Παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες
ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύνην.
ΣΙΜΩΝΙΔΟΥ
Οἵδε παρʼ Εὐρυμέδοντά ποτʼ ἀγλαὸν ὤλεσαν ἥβην
μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις
αἰχμηταί, πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν·
κάλλιστον δʼ ἀρετῆς μνῆμʼ ἔλιπον φθίμενοι.
ΠΛΑΤΩΝΟΣ
Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
κείμεθα· θεῦ, γαίης ὅσσον ἀφʼ ἡμετέρης.
ΚΑΡΦΥΛΛΙΔΟΥ
Μὴ μέμψῃ παριὼν τὰ μνήματά μου, παροδῖτα·
οὐδὲν ἔχω θρήνων ἄξιον οὐδὲ θανών.
τέκνων τέκνα λέλοιπα· μιῆς ἀπέλαυσα γυναικὸς
συγγήρου· τρισσοῖς παισὶν ἔδωκα γάμους,
ἐξ ὧν πολλάκι παῖδας ἐμοῖς ἐνεκοίμισα κόλποις,
οὐδενὸς οἰμώξας οὐ νόσον, οὐ θάνατον·
οἵ με κατασπείσαντες ἀπήμονα τὸν γλυκὺν ὕπνον
κοιμᾶσθαι χώρην πέμψαν ἐπʼ εὐσεβέων.
ΔΙΟΤΙΜΟΥ
Τί πλέον εἰς ὠδῖνα πονεῖν, τί δὲ τέκνα τεκέσθαι,
ἣ τέκοι εἰ μέλλει παιδὸς ὁρᾶν θάνατον;
ἠιθέῳ γὰρ σῆμα Βιάνορι χεύατο μήτηρ·
ἔπρεπε δʼ ἐκ παιδὸς μητέρα τοῦδε τυχεῖν.
ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΟΥ
Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπʼ αὐτῷ·
«Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.»
ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ
Καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης
θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ.
ὥρη γάρ σε πέδησεν ἀνέγγυος, ὑγρὰ δὲ τὴν σὴν
κύματʼ ἀφʼ ἱμερτὴν ἔκλυσεν ἡλικίην.
ΛΕΩΝΙΔΟΥ
Εἴη ποντοπόρῳ πλόος οὔριος· ἢν δʼ ἄρʼ ἀήτης,
ὡς ἐμέ, τοῖς Ἀίδεω προσπελάσῃ λιμέσι,
μεμφέσθω μὴ λαῖτμα κακόξενον, ἀλλʼ ἕο τόλμαν,
ὅστις ἀφʼ ἡμετέρου πείσματʼ ἔλυσε τάφου.
ΠΛΑΤΩΝΟΣ
Ναυηγοῦ τάφος εἰμί, ὁ δʼ ἀντίον ἐστὶ γεωργοῦ·
ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστʼ Ἀίδης.
ΛΕΩΝΙΔΟΥ
Ναυηγοῦ τάφος εἰμὶ Διοκλέος· οἱ δʼ ἀνάγονται,
φεῦ τόλμης, ἀπʼ ἐμεῦ πείσματα λυσάμενοι.
ΠΟΣΕΙΔΙΠΠΟΥ
Ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε
χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει.
φρίσσω κύματος ἦχον, ἐμὸν μόρον. ἀλλὰ καὶ οὕτως
χαίρετε, Νικήτην οἵτινες οἰκτίσατε.
ΠΛΑΤΩΝΟΣ
Ναυηγόν με δέδορκας· ὃν ἡ κτείνασα θάλασσα
γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο,
ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μʼ ἀπέδυσε,
τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.
κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰς Ἀίδαο φέροιτο,
καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.
ΤΟΥ ΑΥΤΟΥ ΠΛΑΤΩΝΟΣ
Πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν·
ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.
ΣΙΜΩΝΙΔΟΥ
Τούσδε ποτʼ ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.
ΚΑΛΛΙΜΑΧΟΥ
Ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς
παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν·
νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου
οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ
ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ
νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
κηρύσσω πανάληθες ἔπος τόδε· «Φεῦγε θαλάσσῃ
συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.»
ΛΕΩΝΙΔΟΥ
Εὔρου με τρηχεῖα καὶ αἰπήεσσα καταιγὶς
καὶ νὺξ καὶ δνοφερῆς κύματα πανδυσίης
ἔβλαψʼ Ὠρίωνος· ἀπώλισθον δὲ βίοιο
Κάλλαισχρος, Λιβυκοῦ μέσσα θέων πελάγευς.
κἀγὼ μὲν πόντῳ δινεύμενος ἰχθύσι κύρμα
οἴχημαι· ψεύστης δʼ οὗτος ἔπεστι λίθος.
ΟΝΕΣΤΟΥ ΒΥΖΑΝΤΙΟΥ
Οὔνομα κηρύσσω Τιμοκλέος εἰς ἅλα πικρὴν
πάντῃ σκεπτομένη, ποῦ ποτʼ ἄρʼ ἐστὶ νέκυς.
αἰαῖ, τὸν δʼ ἤδη φάγον ἰχθύες, ἡ δὲ περισσὴ
πέτρος ἐγὼ τὸ μάτην γράμμα τυπωθὲν ἔχω.
ΓΑΙΤΟΥΛΙΚΟΥ
Ἁ Πέλοπος νᾶσος καὶ δύσπλοος ὤλεσε Κρήτα
καὶ Μαλέου τυφλαὶ καμπτομένου σπιλάδες
Δάμιδος Ἀστυδάμαντα Κυδώνιον. ἀλλʼ ὁ μὲν ἤδη
ἔπλησεν θηρῶν νηδύας εἰναλίων,
τὸν ψεύσταν δέ με τύμβον ἐπὶ χθονὶ θέντο. τί θαῦμα,
Κρῆτες ὅπου ψεῦσται καὶ Διὸς ἔστι τάφος;
ΗΓΗΣΙΠΠΟΥ
Ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς
ἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλον·
κέρδεα δʼ οὐκ ἐδίωξαν, ἃ μὴ θέμις, ἀλλὰ σὺν αὐτοῖς
ἰχθύσι τῇδʼ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ.
ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον· ἀντὶ δὲ λοιπῆς
σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις.
ΚΑΛΛΙΜΑΧΟΥ
Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν
εὗρεν ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ
δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς
ἥσυχος, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ.
ΑΡΧΙΟΥ ΒΥΖΑΝΤΙΟΥ
Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶς
κύμασιν ἀγρύπνων λήσομαι ἠιόνων.
ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντου
δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου·
αἰεὶ δὲ βρομέοντα, καὶ ἐν νεκύεσσι, θαλάσσης
ὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενον.
μόχθων οὐδʼ Ἀίδης με κατεύνασεν, ἡνίκα μοῦνος
οὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.
ΑΔΗΛΟΝ
Παῦσαι νηὸς ἐρετμὰ καὶ ἔμβολα τῷδʼ ἐπὶ τύμβῳ
αἰὲν ἔτι ψυχρῇ ζωγραφέων σποδιῇ.
ναυηγοῦ τὸ μνῆμα. τί τῆς ἐν κύμασι λώβης
αὖθις ἀναμνῆσαι τὸν κατὰ γῆς ἐθέλεις;
ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ
Τὸ χῶμα τύμβος ἐστίν. ἀλλὰ τὼ βόε
ἐπίσχες, οὗτος, τὰν ὕνιν τʼ ἀνάσπασον·
κινεῖς σποδὸν γάρ· ἐς δὲ τοιαύταν κόνιν
μὴ σπέρμα πυρῶν, ἀλλὰ χεῦε δάκρυα.
ΗΡΑΚΛΕΙΔΟΥ
Ἄπισχʼ, ἄπισχε χεῖρας, ὦ γεωπόνε,
μηδʼ ἀμφίταμνε τὰν ἐν ἠρίῳ κόνιν.
αὐτὰ κέκλαυται βῶλος· ἐκ κεκλαυσμένας δʼ
οὔτοι κοματὸς ἀναθαλήσεται στάχυς.
ΘΕΟΔΩΡΙΔΟΥ
Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθʼ ἡμεῖς
ὠλλύμεθʼ, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν.
ΛΕΩΝΙΔΟΥ
Τετρηχυῖα θάλασσα, τί μʼ οὐκ οἰζυρὰ παθόντα
τηλόσʼ ἀπὸ ψιλῆς ἔπτυσας ἠιόνος,
ὡς σεῦ μηδʼ Ἀίδαο κακὴν ἐπιειμένος ἀχλὺν
Φυλεὺς Ἀμφιμένευς ἆσσον ἐγειτόνεον;
ΑΣΚΛΗΠΙΑΔΟΥ
Ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα,
καὶ κύμαινε βόα θʼ, ἡλίκα σοι δύναμις·
ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲν
κρήγυον, εὑρήσεις δʼ ὀστέα καὶ σποδιήν.
ΓΛΑΥΚΟΥ ΝΙΚΟΠΟΛΙΤΟΥ
Οὐ κόνις οὐδʼ ὀλίγον πέτρης βάρος, ἀλλʼ Ἐρασίππου,
ἣν ἐσορᾷς, αὕτη πᾶσα θάλασσα τάφος·
ὤλετο γὰρ σὺν νηί· τὰ δʼ ὀστέα ποῦ ποτʼ ἐκείνου
πύθεται, αἰθυίαις γνωστὰ μόναις ἐνέπειν.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Δύσμορε Νικάνωρ, πολιῷ μεμαραμμένε πόντῳ,
κεῖσαι δὴ ξείνῃ γυμνὸς ἐπʼ ἠιόνι
ἢ σύ γε πρὸς πέτρῃσι· τὰ δʼ ὄλβια κεῖνα μέλαθρα
φροῦδʼ, ἀπὸ καὶ πάτρης ἐλπὶς ὄλωλε Τύρου.
οὐδὲ τί σε κτεάνων ἐρρύσατο· φεῦ, ἐλεεινέ,
ὤλεο μοχθήσας ἰχθύσι καὶ πελάγει.
ΑΝΤΙΠΑΤΡΟΥ
Καὶ νέκυν ἀπρήυντος ἀνιήσει με θάλασσα,
Λῦσιν ἐρημαίῃ κρυπτὸν ὑπὸ σπιλάδι,
στρηνὲς ἀεὶ φωνεῦσα παρʼ οὔατι καὶ παρὰ κωφὸν
σῆμα. τί μʼ, ὤνθρωποι, τῇδε παρῳκίσατε,
ἣ πνοιῆς χήρωσε τὸν οὐκ ἐπὶ φορτίδι νηὶ
ἔμπορον, ἀλλʼ ὀλίγης ναυτίλον εἰρεσίης
θηκαμένη ναυηγόν; ὁ δʼ ἐκ πόντοιο ματεύων
ζωὴν ἐκ πόντου καὶ μόρον εἱλκυσάμην.
ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ
Οὐδετέρης ὅλος εἰμὶ θανὼν νέκυς, ἀλλὰ θάλασσα
καὶ χθὼν τὴν ἀπʼ ἐμεῦ μοῖραν ἔχουσιν ἴσην.
σάρκα γὰρ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὖτε
βέβρασται ψυχρῇ τῇδε παρʼ ἠιόνι.
ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ
Ἀνθέα τὸν ναυηγὸν ἐπὶ στόμα Πηνειοῖο
νυκτὸς ὑπὲρ βαιῆς νηξάμενον σανίδος
μούνιος ἐκ θάμνοιο θορὼν λύκος, ἄσκοπον ἄνδρα,
ἔκτανεν. ὦ γαίης κύματα πιστότερα.
ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ
Λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσης
ναυηγὸν Λιβυκαῖς κείμενον ἐν ψαμάθοις
οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ,
γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης,
ἔκτανε λυγρὸς ἔχις. τί μάτην πρὸς κύματʼ ἐμόχθει,
τὴν ἐπὶ γῆς σπεύδων μοῖραν ὀφειλομένην;
ΞΕΝΟΚΡΙΤΟΥ ΡΟΔΙΟΥ
Χαῖταί σου στάζουσιν ἔθʼ ἁλμυρά, δύσμορε κούρη
ναυηγέ, φθιμένης εἰν ἁλί, Λυσιδίκη.
ἦ γὰρ ὀρινομένου πόντου δείσασα θαλάσσης
ὕβριν ὑπὲρ κοίλου δούρατος ἐξέπεσες.
καὶ σὸν μὲν φωνεῖ τάφος οὔνομα καὶ χθόνα Κύμην,
ὀστέα δὲ ψυχρῷ κλύζετʼ ἐπʼ αἰγιαλῷ,
πικρὸν Ἀριστομάχῳ γενέτῃ κακόν, ὅς σε κομίζων
ἐς γάμον οὔτε κόρην ἤγαγεν οὔτε νέκυν.
ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ
Ἀλκυόσιν, Ληναῖε, μέλεις τάχα· κωφὰ δὲ μήτηρ
μύρεθʼ ὑπὲρ κρυεροῦ δυρομένη σε τάφου.
ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ
Οὐ χεῖμα Νικόφημον, οὐκ ἄστρων δύσις,
ἁλὸς Λιβύσσης κύματʼ οὐ κατέκλυσεν,
ἀλλʼ ἐν γαλήνῃ, φεῦ τάλας, ἀνηνέμῳ
πλόῳ πεδηθεὶς ἐφρύγη δίψευς ὕπο.
καὶ τοῦτʼ ἀητέων ἔργον· ἆ πόσον κακὸν
ναύταισιν ἢ πνέοντες ἢ μεμυκότες.
ΤΥΛΛΙΟΥ ΛΑΥΡΕΑ
Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβης
ζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις,
ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα,
ἔβρασε δʼ ἐς κροκάλην πρώιον ἠιόνος,
χεῖρας ἀποβρωθέντα. τίς οὐ νόον ἰχθύσιν εἴποι
ἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον;
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Θῆριν τὸν τριγέροντα, τὸν εὐάγρων ἀπὸ κύρτων
ζῶντα, τὸν αἰθυίης πλείονα νηξάμενον,
ἰχθυοληιστῆρα, σαγηνέα, χηραμοδύτην,
οὐχὶ πολυσκάλμου πλώτορα ναυτιλίης,
ἔμπης οὔτʼ Ἀρκτοῦρος ἀπώλεσεν, οὔτε καταιγὶς
ἤλασε τὰς πολλὰς τῶν ἐτέων δεκάδας·
ἀλλʼ ἔθανʼ ἐν καλύβῃ σχοινίτιδι, λύχνος ὁποῖα,
τῷ μακρῷ σβεσθεὶς ἐν χρόνῳ αὐτόματος.
σῆμα δὲ τοῦτʼ οὐ παῖδες ἐφήρμοσαν οὐδʼ ὁμόλεκτρος,
ἀλλὰ συνεργατίνης ἰχθυβόλων θίασος.
ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ
Ἐξ οὗ γʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε
καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,
οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας· μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν
πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.
ΠΟΛΥΣΤΡΑΤΟΥ
Τὸν μέγαν Ἀκροκόρινθον, Ἀχαιικὸν Ἑλλάδος ἄστρον
καὶ διπλῆν Ἰσθμοῦ σύνδρομον ἠιόνα,
Λεύκιος ἐστυφέλιξε· δοριπτοίητα δὲ νεκρῶν
ὀστέα σωρευθεὶς εἷς ἐπέχει σκόπελος.
τοὺς δὲ δόμον Πριάμοιο πυρὶ πρήσαντας Ἀχαιοὺς
ἀκλαύστους κτερέων νόσφισαν Αἰνεάδαι.
ΑΔΕΣΠΟΤΟΝ
Αἰαῖ, τοῦτο κάκιστον, ὅταν κλαίωσι θανόντα
νυμφίον ἢ νύμφην· ἡνίκα δʼ ἀμφοτέρους,
Εὔπολιν ὡς ἀγαθήν τε Λυκαίνιον, ὧν ὑμέναιον
ἔσβεσεν ἐν πρώτῃ νυκτὶ πεσὼν θάλαμος,
οὐκ ἄλλῳ τόδε κῆδος ἰσόρροπον· ὡς σὺ μὲν υἱόν,
Νῖκι, σὺ δʼ ἔκλαυσας, Εὔδικε, θυγατέρα.
ΝΙΚΟΜΑΧΟΥ
Ἅδʼ ἔσθʼ, ἅδε Πλάταια — τί τοι λέγω; —, ἅν ποτε σεισμὸς
ἐλθὼν ἐξαπίνας κάββαλε πανσυδίῃ·
λείφθη δʼ αὖ μοῦνον τυτθὸν γένος· οἱ δὲ θανόντες
σᾶμʼ ἐρατὰν πάτραν κείμεθʼ ἐφεσσάμενοι.
ΣΙΜΩΝΙΔΟΥ
Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε
γαῖʼ, ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.
μνῆμα δʼ ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν
ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.
ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ
Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο
τῇδʼ ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,
πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων
Μηδείων τʼ ἀνδρῶν δεξάμενοι πολέμῳ.
ΣΙΜΩΝΙΔΟΥ
Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται·
Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Τὸν μικρὸν Κλεόδημον ἔτι ζώοντα γάλακτι,
ἴχνος ὑπὲρ τοίχων νηὸς ἐρεισάμενον,
ὁ Θρήιξ ἐτύμως Βορέης βάλεν εἰς ἁλὸς οἶδμα,
κῦμα δʼ ἀπὸ ψυχὴν ἔσβεσε νηπιάχου.
Ἰνοῖ, ἀνοικτίρμων τις ἔφυς θεός, ἣ Μελικέρτεω
ἥλικος οὐκ Ἀίδην πικρὸν ἀπηλάσαο.
ΠΕΙΣΑΝΔΡΟΥ ΡΟΔΙΟΥ
Ἀνδρὶ μὲν Ἱππαίμων ὄνομʼ ἦν, ἵππῳ δὲ Πόδαργος
καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης·
Θεσσαλός, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός·
ὤλετο δʼ ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων.
ΑΔΑΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ
Ὁ γριπεὺς Διότιμος, ὁ κύμασιν ὁλκάδα πιστὴν
κἠν χθονὶ τὴν αὐτὴν οἶκον ἔχων πενίης,
νήγρετον ὑπνώσας τὸν ἀμείλιχον ἷκτο πρὸς Ἅιδην
αὐτερέτης ἰδίῃ νηὶ κομιζόμενος.
ἣν γὰρ ἔχε ζωῆς παραμύθιον, ἔσχεν ὁ πρέσβυς
καὶ φθίμενος πύματον πυρκαϊῆς ὄφελος.
ΑΔΕΣΠΟΤΟΝ
Ἀβρότονον Θρήισσα γυνὴ πέλον, ἀλλὰ τεκέσθαι
τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα.
ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Οὔνομά μοι ... —«Τί δὲ τοῦτο;» —Πατρὶς δέ μοι ... —«Ἐς τί δὲ τοῦτο;» —
Κλεινοῦ δʼ εἰμὶ γένους. —«Εἰ γὰρ ἀφαυροτάτου;» —
Ζήσας δʼ ἐνδόξως ἔλιπον βίον. —«Εἰ γὰρ ἀδόξως;» —
Κεῖμαι δʼ ἐνθάδε νῦν. —«Τίς τίνι ταῦτα λέγεις;»
ΛΟΥΚΙΑΝΟΥ
Παῖδά με πενταέτηρον, ἀκηδέα θυμὸν ἔχοντα,
νηλειὴς Ἀίδης ἥρπασε Καλλίμαχον.
ἀλλά με μὴ κλαίοις· καὶ γὰρ βιότοιο μετέσχον
παύρου καὶ παύρων τῶν βιότοιο κακῶν.
ΑΔΕΣΠΟΤΟΝ
Ἑξηκοντούτης Διονύσιος ἐνθάδε κεῖμαι,
Ταρσεύς, μὴ γήμας. αἴθε δὲ μηδʼ ὁ πατήρ.
Θάψεν ὅ με κτείνας κρυπτὸν φόνον· εἰ δέ με τύμβῳ
δωρεῖται, τοίης ἀντιτύχοι χάριτος.
ΑΔΕΣΠΟΤΟΝ
Ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νεκρόν·
ὁ νεκρὸς οὗτος ἐκτὸς οὐκ ἔχει τάφον,
ἀλλʼ αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος.
ΑΣΙΝΙΟΥ ΚΟΥΑΔΡΑΤΟΥ
Οἱ πρὸς Ῥωμαίους δεινὸν στήσαντες Ἄρηα
κεῖνται ἀριστείης σύμβολα δεικνύμενοι·
οὐ γάρ τις μετὰ νῶτα τυπεὶς θάνεν, ἀλλʼ ἅμα πάντες
ὤλοντο κρυφίῳ καὶ δολερῷ θανάτῳ.
Ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι·
οὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.
ΠΤΟΛΕΜΑΙΟΥ
Μὴ πόθεν εἰμὶ μάθῃς μηδʼ οὔνομα· πλὴν ὅτι θνῄσκειν
τοὺς παρʼ ἐμὴν στήλην ἐρχομένους ἐθέλω.
ΖΗΝΟΔΟΤΟΥ, οἱ δὲ ΡΙΑΝΟΥ
Τρηχείην κατʼ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις
πάντοθεν ἢ σκολιῆς ἄγρια κῶλα βάτου,
ὡς ἐπʼ ἐμοὶ μηδʼ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι
ἴχνος, ἐρημάζω δʼ ἥσυχα κεκλιμένος.
ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδʼ ἀστοῖσι φιληθεὶς
Τίμων οὐδʼ Ἀίδῃ γνήσιός εἰμι νέκυς.
ΛΕΩΝΙΔΑ ἢ ΑΝΤΙΠΑΤΡΟΥ
Τὴν ἐπʼ ἐμεῦ στήλην παραμείβεο μήτε με χαίρειν
εἰπὼν μήθʼ ὅστις, μὴ τίνος ἐξετάσας·
ἢ μή, τὴν ἀνύεις, τελέσαις ὁδόν. ἢν δὲ παρέλθῃς
σιγῇ, μηδʼ οὕτως, ἣν ἀνύεις, τελέσαις.
ΚΑΛΛΙΜΑΧΟΥ
Τίμων — οὐ γὰρ ἔτʼ ἐσσί —, τί τοι, σκότος ἢ φάος, ἐχθρόν; —
«Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.»
ΚΑΛΛΙΜΑΧΟΥ
Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·
ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.
Καὶ νέκυς ὢν Τίμων ἄγριος· σὺ δέ γʼ, ὦ πυλαωρὲ
Πλούτωνος, τάρβει, Κέρβερε, μή σε δάκῃ.
ΗΓΗΣΙΠΠΟΥ
Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι
καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·
Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε
οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.
ΑΔΕΣΠΟΤΟΝ
Γαῖα φίλη, τὸν πρέσβυν Ἀμύντιχον ἔνθεο κόλποις,
πολλῶν μνησαμένη τῶν ἐπὶ σοὶ καμάτων.
καὶ γὰρ ἀεὶ πρέμνον σοι ἀνεστήριξεν ἐλαίης,
πολλάκι καὶ Βρομίου κλήμασί σʼ ἠγλάισεν
καὶ Δηοῦς ἔπλησε, καὶ ὕδατος αὔλακας ἕλκων
θῆκε μὲν εὐλάχανον, θῆκε δʼ ὀπωροφόρον.
ἀνθʼ ὧν σὺ πρηεῖα κατὰ κροτάφου πολιοῖο
κεῖσο καὶ εἰαρινὰς ἀνθοκόμει βοτάνας.
ΑΔΕΣΠΟΤΟΝ
Κνωσίου Ἰδομενῆος ὅρα τάφον· αὐτὰρ ἐγώ τοι
πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.
ΑΔΕΣΠΟΤΟΝ
Εἷς δύʼ ἀδελφειοὺς ἐπέχει τάφος· ἓν γὰρ ἐπέσχον
ἦμαρ καὶ γενεῆς οἱ δύο καὶ θανάτου.
Ἅδʼ ἐγὼ ἁ περίβωτος ὑπὸ πλακὶ τῇδε τέθαμμαι,
μούνῳ ἑνὶ ζώναν ἀνέρι λυσαμένα.
Τόσσʼ ἔχω, ὅσσʼ ἔφαγον τε καὶ ἔκπιον καὶ μετʼ ἐρώτων
τέρπνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται.
ΚΡΑΤΗΤΟΣ ΘΗΒΑΙΟΥ
Ταῦτʼ ἔχω, ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.
Μὴ σύ γε θνητὸς ἐὼν ὡς ἀθάνατός τι λογίζου·
οὐδὲν γὰρ βιότου πιστὸν ἐφημερίοις,
εἰ καὶ τόνδε Κάσανδρον ἔχει σορὸς ἥδε θανόντα,
ἄνθρωπον φύσεως ἄξιον ἀθανάτου.
Τίς λίθος οὐκ ἐδάκρυσε σέθεν φθιμένοιο, Κάσανδρε;
τίς πέτρος, ὃς τῆς σῆς λήσεται ἀγλαΐης;
ἀλλά σε νηλειὴς καὶ βάσκανος ὤλεσε δαίμων
ἡλικίην ὀλίγην εἴκοσιν ἓξ ἐτέων,
ὃς χήρην ἄλοχον θῆκεν μογερούς τε τοκῆας
γηραλέους στυγερῷ πένθεϊ τειρομένους.
ΑΔΕΣΠΟΤΟΝ
Μυρτάδα τὴν ἱεραῖς με Διωνύσου παρὰ ληνοῖς
ἄφθονον ἀκρήτου σπασσαμένην κύλικα
οὐ κεύθει φθιμένην βαιὴ κόνις· ἀλλὰ πίθος μοι,
σύμβολον εὐφροσύνης, τερπνὸς ἔπεστι τάφος.
Τὴν σορόν, ἣν ἐσορᾷς, ζῶν Μάξιμος αὐτὸς ἑαυτῷ
θῆκεν, ὅπως ναίῃ παυσάμενος βιότου·
σύν τε γυναικὶ Καληποδίῃ τεῦξεν τόδε σῆμα,
ὡς ἵνα τὴν στοργὴν κἠν φθιμένοισιν ἔχοι.
Τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φροῦρις,
ἄξιον ἡμετέρης εὐσεβίης στέφανον.
λείπω δʼ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων,
πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης.
μουνόγαμος θνῄσκω, δέκα δʼ ἐν ζωοῖσιν ἔτι ζῶ
Νυμφικὴ εὐτεκνίης καρπὸν ἀειραμένη.
Αἰνόμορον βάκχη με κατέκτανε θηροτρόφον πρὶν
οὐ κρίσει ἐν σταδίοις, γυμνασίαις δὲ κλυταῖς.
Μηδὲ καταχθονίοις μετὰ δαίμοσιν ἄμμορος εἴης
ἡμετέρων δώρων, ὧν σʼ ἐπέοικε τυχεῖν,
Ἀμμία, οὕνεκα Νικόμαχος θυγάτηρ τε Διώνη
τύμβον καὶ στήλην σὴν ἐθέμεσθα χάριν.
Νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας
εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια;
ἢ ἵνα λυπήσῃς διʼ ἐμὴν βιότοιο τελευτὴν
μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς,
ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἀτίτηλε καὶ ἣ πολὺ μείζονα πατρὸς
φροντίδα παιδείης ἤνυσεν ἡμετέρης;
ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι
κάλλιπεν, ἡ δʼ ἐπʼ ἐμοὶ πάντας ἔτλη καμάτους.
ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφʼ ἁγνῶν ἡγεμονήων
ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίαις·
ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος
ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας·
οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε
δυσπότμου, ἐκ γενεῆς λείψανον ἡμετέρης
τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα
μητρὸς Πωλίττης πένθος ἀεξόμενον
Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα
ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.
Πώλιττα, τλῆθι πένθος, εὔνασον δάκρυ·
πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες. —
«Ἀλλʼ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον,
οὐ μητέρων σέβοντας ἡδίστην θέαν.» —
Τί περισσὰ θρηνεῖς; τί δὲ μάτην ὀδύρεαι;
εἰς κοινὸν Ἅιδην πάντες ἥξουσι βροτοί.
Γήραϊ καὶ πενίῃ τετρυμένος, οὐδʼ ὀρέγοντος
οὐδενὸς ἀνθρώπου δυστυχίης ἔρανον,
τοῖς τρομεροῖς κώλοισιν ὑπήλυθον ἠρέμα τύμβον.
εὗρον οἰζυροῦ τέρμα μόλις βιότου,
ἠλλάχθη δʼ ἐπʼ ἐμοὶ νεκύων νόμος· οὐ γὰρ ἔθνῃσκον
πρῶτον, ἔπειτʼ ἐτάφην, ἀλλὰ ταφεὶς ἔθανον.
Μή με θοῶς, κύδιστε, παρέρχεο τύμβον, ὁδῖτα,
σοῖσιν ἀκοιμήτοις ποσσί, κελευθοπόρε·
δερκόμενος δʼ ἐρέεινε, τίς ἢ πόθεν; Ἁρμονίαν γὰρ
γνώσεαι, ἧς γενεὴ λάμπεται ἐν Μεγάροις·
πάντα γάρ, ὅσσα βροτοῖσι φέρει κλέος, ἦεν ἰδέσθαι,
εὐγενίην, ἀρετήν, ἤθεα, σωφροσύνην.
τοίης τύμβον ἄθρησον· ἐς οὐρανίας γὰρ ἀταρποὺς
ψυχὴ παπταίνει σῶμʼ ἀποδυσαμένη.
ΑΔΗΛΟΝ
Ἅδε τοι, Ἀρχίου υἱὲ Περίκλεες, ἁ λιθίνα ʼγὼ
ἕστακα στάλα μνᾶμα κυναγεσίας,
πάντα δέ τοι περίσαμα τετεύχαται, ἵπποι, ἄκοντες,
αἱ κύνες, αἱ στάλικες, δίκτυʼ ὑπὲρ σταλίκων,
αἰαῖ, λάινα πάντα· περιτροχάουσι δὲ θῆρες·
αὐτὸς δʼ εἰκοσέτας νήγρετον ὕπνον ἔχεις.
Οὐδὲν ἁμαρτήσας γενόμην παρὰ τῶν με τεκόντων,
γεννηθεὶς δʼ ὁ τάλας ἔρχομαι εἰς Ἀίδην.
ὦ μίξις γονέων θανατηφόρος· ὤ μοι ἀνάγκης,
ἥ με προσπελάσει τῷ στυγερῷ θανάτῳ.
οὐδὲν ἐὼν γενόμην· πάλιν ἔσσομαι, ὡς πάρος, οὐδέν·
οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος·
λοιπόν μοι τὸ κύπελλον ἀποστίλβωσον, ἑταῖρε,
καὶ λύπης λήθην τὸν Βρόμιον πάρεχε.
Νικόπολιν Μαράθωνις ἐθήκατο τῇδʼ ἐνὶ πέτρῃ,
ὀμβρήσας δακρύοις λάρνακα μαρμαρέην.
ἀλλʼ οὐδὲν πλέον ἔσχε. τί γὰρ πλέον ἀνέρι κήδευς
μούνῳ ὑπὲρ γαίης οἰχομένης ἀλόχου;
ΠΡΟΚΛΟΥ
Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς
ἐνθάδʼ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης.
ξυνὸς δʼ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος·
αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι.
Κάτθανον, ἀλλὰ μένω σε· μενεῖς δέ τε καὶ σύ τινʼ ἄλλον·
πάντας ὁμῶς θνητοὺς εἷς Ἀίδης δέχεται.
Πατέριον λιγύμυθον, ἐπήρατον ἔλλαχε τύμβος,
Μιλτιάδου φίλον υἷα καὶ Ἀττικίης βαρυτλήτου,
Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων,
ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τʼ ἀναπάσης,
τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα,
ἠίθεον χαρίεντα, τὸν ἥρπασε μόρσιμος αἶσα,
οἷά τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης,
εἴκοσι καὶ τέτρατον βιότου λυκάβαντα περῶντα·
λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον.
ΣΙΜΩΝΙΔΟΥ
Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δʼ ὃν ἐγὼ νῦν
φρουρῶ τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.
ΚΑΛΛΙΜΑΧΟΥ
Ἀλλʼ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομά τʼ εἶχεν,
οὐκ ἂν ἐγὼ τύμβῳ τῷδʼ ἐπέθηκα πόδας.
ΑΙΣΧΡΙΩΝΟΣ
Ἐγὼ Φιλαινὶς ἡ ʼπίβωτος ἀνθρώποις
ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.
μή μʼ, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων
χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.
οὐ γάρ, μὰ τὸν Ζῆνʼ, οὐ μὰ τοὺς κάτω κούρους,
οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης·
Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος,
λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
ἔγραψεν, οἷʼ ἔγραψʼ· ἐγὼ γὰρ οὐκ οἶδα.
Τοῦτό τοι ἡμετέρης μνημήιον, ἐσθλὲ Σαβῖνε,
ἡ λίθος ἡ μικρὴ τῆς μεγάλης φιλίης.
αἰεὶ ζητήσω σε· σὺ δʼ, εἰ θέμις, ἐν φθιμένοισι
τοῦ Λήθης ἐπʼ ἐμοὶ μή τι πίῃς ὕδατος.
Οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς
Ἑλλὰς ἐλευθερίης ἀμφέθετο στέφανον.
ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ
Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκʼ εἰπὼν
ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
ΣΙΜΩΝΙΔΟΥ
Βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας
ὀψὲ μέν, ἀλλʼ ἔθανον. ἔρρετε πάντες ὁμοῦ.
Ναυτίλε, μὴ πεύθου, τίνος ἐνθάδε τύμβος ὅδʼ εἰμί,
ἀλλʼ αὐτὸς πόντου τύγχανε χρηστοτέρου.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον, αἵδε Λυκάμβεω,
αἳ λάχομεν στυγερὴν κλῃδόνα, θυγατέρες,
οὔτε τι παρθενίην ᾐσχύναμεν οὔτε τοκῆας
οὔτε Πάρον, νήσων αἰπυτάτην ἱερῶν·
ἀλλὰ καθʼ ἡμετέρης γενεῆς ῥιγηλὸν ὄνειδος
φήμην τε στυγερὴν ἔφλυσεν Ἀρχίλοχος.
Ἀρχίλοχον, μὰ θεοὺς καὶ δαίμονας, οὔτʼ ἐν ἀγυιαῖς
εἴδομεν οὔθʼ Ἥρης ἐν μεγάλῳ τεμένει.
εἰ δʼ ἦμεν μάχλοι καὶ ἀτάσθαλοι, οὐκ ἂν ἐκεῖνος
ἤθελεν ἐξ ἡμέων γνήσια τέκνα τεκεῖν.
ΑΔΕΣΠΟΤΟΝ, οἱ δὲ ΜΕΛΕΑΓΡΟΥ
Δεξιτερὴν Ἀίδαο θεοῦ χέρα καὶ τὰ κελαινὰ
ὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης,
παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί· πολλὰ δʼ ὁ πικρὸς
αἰσχρὰ καθʼ ἡμετέρης ἔβλυσε παρθενίης
Ἀρχίλοχος· ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰ
ἔργα, γυναικεῖον δʼ ἔτραπεν ἐς πόλεμον.
Πιερίδες, τί κόρῃσιν ἐφʼ ὑβριστῆρας ἰάμβους
ἐτράπετʼ, οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι;
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Τῆς πολιῆς τόδε σῆμα Μαρωνίδος, ἧς ἐπὶ τύμβῳ
γλυπτὴν ἐκ πέτρης αὐτὸς ὁρῇς κύλικα.
ἡ δὲ φιλάκρητος καὶ ἀείλαλος οὐκ ἐπὶ τέκνοις
μύρεται, οὐ τεκέων ἀκτεάνῳ πατέρι·
ἓν δὲ τόδʼ αἰάζει καὶ ὑπʼ ἠρίον, ὅττι τὸ Βάκχου
ἄρμενον οὐ Βάκχου πλῆρες ἔπεστι τάφῳ.
ΓΑΙΤΟΥΛΙΚΟΥ
Παίδων Μηδείης οὗτος τάφος, οὓς ὁ πυρίπνους
ζᾶλος τῶν Γλαύκης θῦμʼ ἐποίησε γάμων,
οἷς αἰεὶ πέμπει μειλίγματα Σισυφὶς αἶα,
μητρὸς ἀμείλικτον θυμὸν ἱλασκομένα.
ΔΑΜΑΓΗΤΟΥ
Τὴν ἱλαρὰν φωνὴν καὶ τίμιον, ὦ παριόντες,
τῷ χρηστῷ «χαίρειν» εἴπατε Πραξιτέλει·
ἦν δʼ ὡνὴρ Μουσῶν ἱκανὴ μερὶς ἠδὲ παρʼ οἴνῳ
κρήγυος. —«Ὦ χαίροις, Ἄνδριε Πραξίτελες.»
Ζωὴν συλήσας δωρῇ τάφον· ἀλλά με κρύπτεις,
οὐ θάπτεις. τοίου καὐτὸς ὄναιο τάφου.
Κἄν με κατακρύπτῃς ὡς οὐδενὸς ἀνδρὸς ὁρῶντος,
ὄμμα Δίκης καθορᾷ πάντα τὰ γινόμενα.
Ἔκτανες, εἶτά μʼ ἔθαπτες, ἀτάσθαλε, χερσὶν ἐκείναις,
αἷς με διεχρήσω· μή σε λάθοι Νέμεσις.
Εἴ με νέκυν κατέθαπτες ἰδὼν οἰκτίρμονι θυμῷ,
εἶχες ἂν ἐκ μακάρων μισθὸν ἐπʼ εὐσεβίῃ·
νῦν δʼ ὅτε δὴ τύμβῳ με κατακρύπτεις ὁ φονεύσας,
τῶν αὐτῶν μετέχοις, ὧνπερ ἐμοὶ παρέχεις.
Χερσὶ κατακτείνας τάφον ἔκτισας, οὐχ ἵνα θάψῃς,
ἀλλʼ ἵνα με κρύψῃς· ταὐτὸ δὲ καὶ σὺ πάθοις.
ΑΔΗΛΟΝ
Υἷι πατὴρ τόδε σῆμα· τὸ δʼ ἔμπαλιν ἦν τὸ δίκαιον·
ἦν δὲ δικαιοσύνης ὁ φθόνος ὀξύτερος.
ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν σορὸς ἥδε κέκευθεν
Ἀετίου χρηστοῦ, ῥήτορος εὐπρεπέος.
ἦλθεν δʼ εἰς Ἀίδαο δέμας, ψυχὴ δʼ ἐς Ὄλυμπον·
τέρπεθʼ ἅμα Ζηνὶ καὶ ἄλλοισιν μακάρεσσιν.
. . . . . . . . . . . . . . . . . . . ἀθάνατον δὲ
οὔτε λόγος ποιεῖν οὔτε θεὸς δύναται.
ΑΔΗΛΟΝ
Τετμενάνης ὅδε τύμβος ἐυγλύπτοιο μετάλλου
ἥρωος μεγάλου νέκυος κατὰ σῶμα καλύπτει,
Ζηνοδότου· ψυχὴ δὲ κατʼ οὐρανόν, ᾗχί περ Ὀρφεύς,
ᾗχι Πλάτων, ἱερὸν θεοδέγμονα θῶκον ἐφεῦρεν.
ἱππεὺς μὲν γὰρ ἔην βασιλήιος ἄλκιμος οὗτος,
κύδιμος, ἀρτιεπής, θεοείκελος· ἐν δʼ ἄρα μύθοις
Σωκράτεος μίμημα παρʼ Αὐσονίοισιν ἐτύχθη.
παισὶ δὲ καλλείψας πατρώιον αἴσιον ὄλβον,
ὠμογέρων τέθνηκε, λιπὼν ἀπερείσιον ἄλγος
εὐγενέεσσι φίλοισι καὶ ἄστεϊ καὶ πολιήταις.
ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Ἀκρίδι καὶ τέττιγι Μυρὼ τόδε θήκατο σῆμα,
λιτὴν ἀμφοτέροις χερσὶ βαλοῦσα κόνιν,
ἵμερα δακρύσασα πυρῆς ἔπι· τὸν γὰρ ἀοιδὸν
Ἅιδης, τὴν δʼ ἑτέρην ἥρπασε Περσεφόνη.
ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ, τοῦ καὶ ΔΙΟΔΩΡΟΥ
Ἀίδῃ ὃς ταύτης καλαμώδεος ὕδατι λίμνης
κωπεύεις νεκύων βᾶριν ἐλαυνόδυνον,
τῷ Κινύρου τὴν χεῖρα βατηρίδος ἐκβαίνοντι
κλίμακος ἐκτείνας δέξο, κελαινὲ Χάρον·
πλάζει γὰρ τὸν παῖδα τὰ σάνδαλα, γυμνὰ δὲ θεῖναι
ἴχνια δειμαίνει ψάμμον ἐπʼ ᾐονίην.
ΑΝΤΙΣΤΙΟΥ
Ἀώου προχοαὶ σέ, Μενέστρατε, καὶ σέ, Μένανδρε,
λαῖλαψ Καρπαθίη καὶ σὲ πόρος Σικελὸς
ὤλεσεν ἐν πόντῳ, Διονύσιε, —φεῦ πόσον ἄλγος
Ἑλλάδι—τοὺς πάντων κρέσσονας ἀθλοφόρων.
ΑΝΤΙΠΑΤΡΟΥ
Αὔσονος Ἠγερίου μʼ ἐλέει νέκυν, ᾧ μετιόντι
νύμφην ὀφθαλμοὺς ἀμβλὺ κατέσχε νέφος·
ὄμμασι δὲ πνοιὴν συναπέσβεσε μοῦνον ἰδόντος
κούρην· φεῦ καινῆς, Ἥλιε, θευμορίης.
ἔρροι δὴ κεῖνο φθονερὸν σέλας εἴθʼ Ὑμέναιος
ἧψέ μιν οὐκ ἐθέλων, εἴτʼ Ἀίδης ἐθέλων·
ΕΡΥΚΙΟΥ
Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις, ἐκ δέ μʼ Ἀθηνῶν
λοιγὸς Ἄρης Ἰταλῶν πρίν ποτʼ ἐληίσατο
καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσης
ὀστέα νησαίη Κύζικος ἠμφίασε.
χαίροις ἡ θρέψασα καὶ ἡ μετέπειτα λαχοῦσα
χθών με καὶ ἡ κόλποις ὕστατα δεξαμένη.
ΑΝΤΙΠΑΤΡΟΥ
Ἀντιπάτρου ῥητῆρος ἐγὼ τάφος· ἡλίκα δʼ ἔπνει
ἔργα, Πανελλήνων πεύθεο μαρτυρίης.
κεῖται δʼ ἀμφήριστος, Ἀθηνόθεν εἴτʼ ἀπὸ Νείλου
ἦν γένος· ἠπείρων δʼ ἄξιος ἀμφοτέρων.
ἄστεα καὶ δἄλλως ἑνὸς αἵματος, ὡς λόγος Ἕλλην·
κλήρῳ δʼ ἡ μὲν ἀεὶ Παλλάδος, ἡ δὲ Διός.
ΔΙΟΔΩΡΟΥ
Βάκχῳ καὶ Μούσῃσι μεμηλότα, τὸν Διοπείθους
Κεκροπίδην ὑπʼ ἐμοί, ξεῖνε, Μένανδρον ἔχω,
ἐν πυρὶ τὴν ὀλίγην ὃς ἔχει κόνιν· εἰ δὲ Μένανδρον
δίζηαι, δήεις ἐν Διὸς ἢ μακάρων.
ΚΡΙΝΑΓΟΡΟΥ
Γῆ μευ καὶ μήτηρ κικλήσκετο, γῆ με καλύπτει
καὶ νέκυν· οὐ κείνης ἥδε χερειοτέρη.
ἔσσομαι ἐν ταύτῃ δηρὸν χρόνον· ἐκ δέ με μητρὸς
ἥρπασεν ἠελίου καῦμα τὸ θερμότατον.
κεῖμαι δʼ ἐν ξείνῃ ὑπὸ χερμάδι, μακρὰ γοηθεὶς
Ἴναχος, εὐπειθὴς Κριναγόρου θεράπων.
ΛΟΛΛΙΟΥ ΒΑΣΣΟΥ
Γαῖα Ταραντίνων, ἔχε μείλιχος ἀνέρος ἐσθλοῦ
τόνδε νέκυν. ψεῦσται δαίμονες ἁμερίων·
ἦ γὰρ ἰὼν Θήβηθεν Ἀτύμνιος οὐκέτι πρόσσω
ἤνυσεν, ἀλλὰ τεὴν βῶλον ὑπῳκίσατο·
ὀρφανικῷ δʼ ἐπὶ παιδὶ λιπὼν βίον εὖνιν ἔθηκεν
ὀφθαλμῶν. κείνῳ μὴ βαρὺς ἔσσο τάφος.
ΘΑΛΛΟΥ ΜΙΛΗΣΙΟΥ
Δισσὰ φάη, Μίλητε, τεῆς βλαστήματα γαίης,
Ἰταλὶς ὠκυμόρους ἀμφεκάλυψε κόνις,
πένθεα δὲ στεφάνων ἠλλάξαο· λείψανα δʼ, αἰαῖ,
ἔδρακες ἐν βαιῇ κάλπιδι κευθόμενα.
φεῦ, πάτρα τριτάλαινα. πόθεν πάλιν ἢ πότε τοίους
ἀστέρας αὐχήσεις Ἑλλάδι λαμπομένους;
ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Δύσμορος ἐκρύφθην πόντῳ νέκυς, ὃν παρὰ κῦμα
ἔκλαυσεν μήτηρ μυρία Λυσιδίκη,
ψεύστην αὐγάζουσα κενὸν τάφον· ἀλλά με δαίμων
ἄπνουν αἰθυίαις θῆκεν ὁμορρόθιον
Πνυταγόρην. ἔσχον δὲ κατʼ Αἰγαίην ἅλα πότμον,
πρυμνούχους στέλλων ἐκ Βορέαο κάλους·
ἀλλʼ οὐδʼ ὣς ναύτην ἔλιπον δρόμον, ἀλλʼ ἀπὸ νηὸς
ἄλλην πὰρ φθιμένοις εἰσανέβην ἄκατον.
ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ
Δώματά μοι σεισθέντα κατήριπεν, ἀλλʼ ἐμὸς ἀπτὼς
ἦν θάλαμος τοίχων ὀρθὰ τιναξαμένων,
οἷς ὑποφωλεύουσαν ὑπήλυθον αἱ κακόμοιροι
ὠδῖνες, σεισμῷ δʼ ἄλλον ἔμιξα φόβον.
μαῖα δέ μοι λοχίων αὐτὴ φύσις· ἀμφότεροι δὲ
κοινὸν ὑπὲρ γαίης εἴδομεν ἠέλιον.
ΚΡΙΝΑΓΟΡΟΥ
Δείλαιοι, τί κεναῖσιν ἀλώμεθα θαρσήσαντες
ἐλπίσιν, ἀτηροῦ ληθόμενοι θανάτου;
ἦν ὅδε καὶ μύθοισι καὶ ἤθεσι πάντα Σέλευκος
ἄρτιος, ἀλλʼ ἥβης βαιὸν ἐπαυρόμενος
ὑστατίοις ἐν Ἴβηρσι, τόσον δίχα τηλόθι Λέσβου
κεῖται ἀμετρήτων ξεῖνος ἐπʼ αἰγιαλῶν.
ΕΡΥΚΙΟΥ
Εἰ καὶ ὑπὸ χθονὶ κεῖται, ὅμως ἔτι καὶ κατὰ πίσσαν
τοῦ μιαρογλώσσου χεύατε Παρθενίου,
οὕνεκα Πιερίδεσσιν ἐνήμεσε μυρία κεῖνα
φλέγματα καὶ μυσαρῶν ἀπλυσίην ἐλέγων.
ἤλασε καὶ μανίης ἐπὶ δὴ τόσον, ὥστʼ ἀγορεῦσαι
πηλὸν Ὀδυσσείην καὶ πάτον Ἰλιάδα.
τοιγὰρ ὑπὸ ζοφίαισιν Ἐρινύσιν ἀμμέσον ἧπται
Κωκυτοῦ κλοιῷ λαιμὸν ἀπαγχόμενος.
ΑΠΟΛΛΩΝΙΔΟΥ
Ἔφθανεν Ἡλιόδωρος, ἐφέσπετο δʼ, οὐδʼ ὅσον ὥρῃ
ὕστερον, ἀνδρὶ φίλῳ Διογένεια δάμαρ.
ἄμφω δʼ, ὡς συνέναιον, ὑπὸ πλακὶ τυμβεύονται,
ξυνὸν ἀγαλλόμενοι καὶ τάφον ὡς θάλαμον.
ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ
Εἰπέ, Δικαιάρχεια, τί σοι τόσον εἰς ἅλα χῶμα
βέβληται μέσσου γευόμενον πελάγους;
Κυκλώπων τάδε χεῖρες ἐνιδρύσαντο θαλάσσῃ
τείχεα· μέχρι πόσου, Γαῖα, βιαζόμεθα; —
«Κόσμου νηίτην δέχομαι στόλον· εἴσιδε Ῥώμην
ἐγγύθεν, εἰ ταύτης μέτρον ἔχω λιμένα.»
ΚΡΙΝΑΓΟΡΟΥ
Εἰ καὶ τὸ σῆμα λυγδίνης ἀπὸ πλακὸς
καὶ ξεστὸν ὀρθῇ λαοτέκτονος στάθμῃ,
οὐκ ἀνδρὸς ἐσθλοῦ. μὴ λίθῳ τεκμαίρεο,
ὦ λῷστε, τὸν θανόντα. κωφὸν ἡ λίθος,
τῇ καὶ ζοφώδης ἀμφιέννυται νέκυς.
κεῖται δὲ τῇδε τὠλιγηπελὲς ῥάκος
Εὐνικίδαο, σήπεται δʼ ὑπὸ σποδῷ.
ΕΤΡΟΥΣΚΟΥ ΑΠΟ ΜΕΣΣΗΝΗΣ
Ἡ μία καὶ βιότοιο καὶ Ἄϊδος ἤγαγεν εἴσω
ναῦς Ἱεροκλείδην, κοινὰ λαχοῦσα τέλη.
ἔτρεφεν ἰχθυβολεῦντα, κατέφλεγε τεθνηῶτα,
σύμπλοος εἰς ἄγρην, σύμπλοος εἰς Ἀίδην.
ὄλβιος ὁ γριπεύς· ἰδίῃ καὶ πόντον ἐπέπλει
νηὶ καὶ ἐξ ἰδίης ἔδραμεν εἰς Ἀίδην.
ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Ἠπείρῳ μʼ ἀποδοῦσα νέκυν, τρηχεῖα θάλασσα,
σύρεις καὶ τέφρης λοιπὸν ἔτι σκύβαλον.
κἠν Ἀίδῃ ναυηγὸς ἐγὼ μόνος οὐδʼ ἐπὶ χέρσου
εἰρήνην ἕξω φρικαλέης σπιλάδος.
ἢ τύμβευέ μʼ ἑλοῦσα καθʼ ὕδατος ἢ παραδοῦσα
γαίῃ τὸν κείνης μηκέτι κλέπτε νέκυν.
ΦΙΛΙΠΠΟΥ
Ἠιόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρει
σπαρτόν, ἁλιρραγέων ἐκχύμενον σκοπέλων·
τῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντων
κόρση, τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες
πλευρά τε σαρκολιπῆ, ταρσοὶ δʼ ἑτέρωθεν ἄμοιροι
νεύρων καὶ κώλων ἔκλυτος ἁρμονίη.
οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί,
ὅσσοι ἀπʼ ὠδίνων οὐκ ἴδον ἠέλιον.
ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Ἡ Βρόμιον στέρξασα πολὺ πλέον ἢ τροφὸς Ἰνώ,
ἡ λάλος ἀμπελίνη γρῆυς Ἀριστομάχη,
ἡνίκα τὴν ἱερὴν ὑπέδυ χθόνα πᾶν τʼ ἐμαράνθη
πνεῦμα πάρος κυλίκων πλεῖστον ἐπαυρομένῃ,
εἶπε ταδί· «Μινοῖ, πῆλαι, φέρε, κάλπιν ἐλαφρήν·
οἴσω κυάνεον τοὐξ Ἀχέροντος ὕδωρ·
καὐτὴ παρθένιον γὰρ ἀπώλεσα.» τοῦτο δʼ ἔλεξε
ψευδές, ἵνʼ αὐγάζῃ κἠν φθιμένοισι πίθον.
ΦΙΛΙΠΠΟΥ
Ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησας
Ἴλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος,
καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε,
πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλον·
Ἴλιον ἢν ἐσίδῃ γὰρ ἀπʼ ἀκρεμόνων κορυφαίων,
καρφοῦται πετάλων κόσμον ἀναινόμενα.
θυμὸν ἐπὶ Τροίῃ πόσον ἔζεσας, ἡνίκα τὴν σὴν
σῴζει καὶ στελέχη μῆνιν ἐπʼ ἀντιπάλους.
ΒΑΣΣΟΥ ΛΟΛΛΙΟΥ
Ἥδʼ ἐγὼ ἡ τοσάκις Νιόβη λίθος, ὁσσάκι μήτηρ·
δύσμορος, ἣ μαστῶν ὑγρὸν ἔπηξα γάλα,
Ἀίδεω πολὺς ὄλβος ἐμῆς ὠδῖνος ἀριθμός,
ἣ τέκον, ὦ, μεγάλης λείψανα πυρκαϊῆς.
ΒΙΑΝΟΡΟΣ
Θειονόης ἔκλαιον ἐμῆς μόρον, ἀλλʼ ἐπὶ παιδὸς
ἐλπίσι κουφοτέρας ἔστενον εἰς ὀδύνας.
νῦν δέ με καὶ παιδὸς φθονερὴ κατενόσφισε Μοῖρα·
φεῦ, βρέφος, ἐψεύσθην καὶ σὲ τὸ λειπόμενον.
Περσεφόνη, τόδε πατρὸς ἐπὶ θρήνοισιν ἄκουσον·
θὲς βρέφος ἐς κόλπους μητρὸς ἀποιχομένης.
ΤΟΥ ΑΥΤΟΥ ΒΙΑΝΟΡΟΣ
Ἰχθύσι καὶ ποταμῷ Κλειτώνυμον ἐχθρὸς ὅμιλος
ὦσεν, ὅτʼ εἰς ἄκρην ἦλθε τυραννοφόνος.
ἀλλὰ Δίκα μιν ἔθαψεν· ἀποσπασθεῖσα γὰρ ὄχθη
πᾶν δέμας ἐς κορυφὴν ἐκ ποδὸς ἐκτέρισεν·
κεῖται δʼ οὐχ ὑδάτεσσι διάβροχος· αἰδομένα δὲ
Γᾶ κεύθει τὸν ἑᾶς ὅρμον ἐλευθερίης.
ΑΠΟΛΛΩΝΙΔΟΥ
Καὶ τίς, ὃς οὐκ ἔτλη κακὸν ἔσχατον υἱέα κλαύσας;
ἀλλʼ ὁ Ποσειδίππου πάντας ἔθαψε δόμος
τέσσαρας, οὓς Ἀίδαο συνήριθμον ἥρπασεν ἦμαρ,
τὴν πολλὴν παίδων ἐλπίδα κειραμένου.
πατρὸς δʼ ὄμματα λυγρὰ κατομβρηθέντα γόοισιν
ὤλετο· κοινή που νὺξ μία πάντας ἔχει.
ΑΝΤΙΠΑΤΡΟΥ
Κυλλήνην ὄρος Ἀρκάδων ἀκούεις·
αὕτη σῆμʼ ἐπίκειτʼ Ἀπολλοδώρῳ.
Πίσηθέν μιν ἰόντα νυκτὸς ὥρῃ
ἔκτεινεν Διόθεν πεσὼν κεραυνός.
τηλοῦ δʼ Αἰγανέης τε καὶ Βεροίης
νικηθεὶς Διὸς ὁ δρομεὺς καθεύδει.
ΒΑΣΣΟΥ ΛΟΛΛΙΟΥ
Κλειδοῦχοι νεκύων, πάσας Ἀίδαο κελεύθους
φράγνυτε, καὶ στομίοις κλεῖθρα δέχοισθε, πύλαι.
αὐτὸς ἐγὼν Ἀίδας ἐνέπω· Γερμανικὸς ἄστρων,
οὐκ ἐμός· οὐ χωρεῖ νῆα τόσην Ἀχέρων.
ΗΡΑΚΛΕΙΔΟΥ ΣΙΝΩΠΕΩΣ
Λαῖλαψ καὶ πολὺ κῦμα καὶ ἀντολαὶ Ἀρκτούροιο
καὶ σκότος Αἰγαίου τʼ οἶδμα κακὸν πελάγευς,
ταῦθʼ ἅμα πάντʼ ἐκύκησεν ἐμὴν νέα· τριχθὰ δὲ κλασθεὶς
ἱστὸς ὁμοῦ φόρτῳ κἀμὲ κάλυψε βυθῷ.
ναυηγὸν κλαίοιτε παρʼ αἰγιαλοῖσι, γονῆες,
Τλησιμένη κωφὴν στησάμενοι λίθακα.
ΔΙΟΚΛΕΟΥΣ ΚΑΡΥΣΤΙΟΥ
Μή με κόνι κρύψητε· τί γὰρ πάλι; μηδʼ ἐπὶ ταύτης
ᾐόνος οὐκ ὀνοτὴν γαῖαν ἐμοὶ τίθετε.
μαίνεται εἴς με θάλασσα καὶ ἐν χέρσοισί με δειλὸν
εὑρίσκει ῥαχίαις, οἶδέ με κἠν Ἀίδῃ.
χέρσον ἐπεκβαίνειν εἰ ἐμεῦ χάριν ὕδατι θυμός,
ἀρκεῖ μοι σταθερῇ μιμνέμεν ὡς ἄταφος.
ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Μυλεργάτας ἀνήρ με κἠν ζωᾶς χρόνοις
βαρυβρομήταν εἶχε δινητὸν πέτρον,
πυρηφάτον Δάματρος εὐκάρπου λάτριν,
καὶ κατθανὼν στάλωσε τῷδʼ ἐπʼ ἠρίῳ,
σύνθημα τέχνας· ὣς ἔχει μʼ αἰεὶ βαρύν,
καὶ ζῶν ἐν ἔργοις καὶ θανὼν ἐπʼ ὀστέοις.
ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Οὗτος ὁ Καλλαίσχρου κενεὸς τάφος, ὃν βαθὺ χεῦμα
ἔσφηλεν Λιβυκῶν ἐνδρομέοντα πόρων,
συρμὸς ὅτʼ Ὠρίωνος ἀνεστρώφησε θαλάσσης
βένθος ὑπὸ στυγερῆς οἴδματα πανδυσίης.
καὶ τὸν μὲν δαίσαντο κυκώμενον εἰν ἁλὶ θῆρες,
κωφὸν δὲ στήλη γράμμα λέλογχε τόδε.
ΒΙΑΝΟΡΟΣ ΒΙΘΥΝΟΥ
Οἰδίποδος παίδων Θήβη τάφος· ἀλλʼ ὁ πανώλης
τύμβος ἔτι ζώντων αἰσθάνεται πολέμων.
κείνους οὐδʼ Ἀίδης ἐδαμάσσατο κἠν Ἀχέροντι
μάρνανται· κείνων χὠ τάφος ἀντίπαλος,
καὶ πυρὶ πῦρ ἤλεγξαν ἐναντίον. ὦ ἐλεεινοὶ
παῖδες, ἀκοιμήτων ἁψάμενοι δοράτων.
ΕΡΥΚΙΟΥ ΘΕΤΤΑΛΟΥ
Οὐχ ὅδε δείλαιος Σατύρου τάφος, οὐδʼ ὑπὸ ταύτῃ,
ὡς λόγος, εὔνηται πυρκαϊῇ Σάτυρος·
ἀλλʼ εἴ πού τινα πόντον ἀκούετε, πικρὸν ἐκεῖνον,
τὸν πέλας αἰγονόμου κλυζόμενον Μυκάλης,
κείνῳ δινήεντι καὶ ἀτρυγέτῳ ἔτι κεῖμαι
ὕδατι, μαινομένῳ μεμφόμενος Βορέῃ.
ΑΝΤΙΠΑΤΡΟΥ
Οὐκ οἶδʼ, εἰ Διόνυσον ὀνόσσομαι ἢ Διὸς ὄμβρον
μέμψομʼ· ὀλισθηροὶ δʼ εἰς πόδας ἀμφότεροι.
ἀγρόθε γὰρ κατιόντα Πολύξενον ἔκ ποτε δαιτὸς
τύμβος ἔχει γλίσχρων ἐξεριπόντα λόφων·
κεῖται δʼ Αἰολίδος Σμύρνης ἑκάς. ἀλλά τις ὄρφνης
δειμαίνοι μεθύων ἀτραπὸν ὑετίην.
ΑΝΤΙΦΙΛΟΥ
Τηλοτάτω χεύασθαι ἔδει τάφον Οἰδιπόδαο
παισὶν ἀπʼ ἀλλήλων, οἷς πέρας οὐδʼ Ἀίδας,
ἀλλὰ καὶ εἰς Ἀχέροντος ἕνα πλόον ἠρνήσαντο
χὠ στυγερὸς ζώει κἠν φθιμένοισιν Ἄρης.
ἠνίδε πυρκαϊῆς ἄνισον φλόγα· δαιομένα γὰρ
ἐξ ἑνὸς εἰς δισσὰν δῆριν ἀποστρέφεται.
ΣΕΡΑΠΙΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ
Τοῦτʼ ὀστεῦν φωτὸς πολυεργέος. ἦ ῥά τις ἦσθα
ἔμπορος ἢ τυφλοῦ κύματος ἰχθυβόλος; —
«Ἄγγειλον θνητοῖσιν, ὅτι σπεύδοντες ἐς ἄλλας
ἐλπίδας εἰς τοίην ἐλπίδα λυόμεθα.»
ΚΡΙΝΑΓΟΡΟΥ
Τήνδʼ ὑπὸ δύσβωλον θλίβει χθόνα φωτὸς ἀλιτροῦ
ὀστέα μισητῆς τύμβος ὑπὲρ κεφαλῆς
στέρνα τʼ ἐποκριόεντα καὶ οὐκ εὔοδμον ὀδόντων
πρίονα καὶ κώλων δούλιον οἰοπέδην,
ἄτριχα καὶ κόρσην, Εὐνικίδου ἡμιπύρωτα
λείψανʼ, ἔτι χλωρῆς ἔμπλεα τηκεδόνος.
χθὼν ὦ δυσνύμφευτε, κακοσκήνευς ἐπὶ τέφρης
ἀνδρὸς μὴ κούφη κέκλισο μηδʼ ὀλίγη.
ΑΝΤΙΠΑΤΡΟΥ
Χειμερίου νιφετοῖο περὶ θριγκοῖσι τακέντος
δῶμα πεσὸν τὴν γραῦν ἔκτανε Λυσιδίκην·
σῆμα δέ οἱ κωμῆται ὁμώλακες οὐκ ἀπʼ ὀρυκτῆς
γαίης, ἀλλʼ αὐτὸν πύργον ἔθεντο τάφον.
ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Ψύλλος, ὁ τὰς ποθινὰς ἐπιμισθίδας αἰὲν ἑταίρας
πέμπων ἐς τὰ νέων ἡδέα συμπόσια,
οὗτος ὁ θηρεύων ἁπαλόφρονας ἐνθάδε κεῖται,
αἰσχρὸν ἀπʼ ἀνθρώπων μισθὸν ἐνεγκάμενος.
ἀλλὰ λίθους ἐπὶ τύμβον, ὁδοιπόρε, μήτε σὺ βάλλε
μήτʼ ἄλλον πείσῃς. σῆμα λέλογχε νέκυς.
φεῖσαι δʼ, οὐχ ὅτι κέρδος ἐπῄνεσεν, ἀλλʼ ὅτι κοινὰς
θρέψας μοιχεύειν οὐκ ἐδίδαξε νέους.
ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ
Ψυχράν σευ κεφαλᾶς ἐπαμήσομαι αἰγιαλῖτιν
θῖνα κατὰ κρυεροῦ χευάμενος νέκυος·
οὐ γάρ σευ μήτηρ ἐπιτύμβια κωκύουσα
εἶδεν ἁλίξαντον σὸν μόρον εἰνάλιον,
ἀλλά σʼ ἐρημαῖοί τε καὶ ἄξεινοι πλαταμῶνες
δέξαντʼ Αἰγαίης γείτονες ἠιόνος.
ὥστʼ ἔχε μὲν ψαμάθου μόριον βραχύ, πουλὺ δὲ δάκρυ,
ξεῖνʼ, ἐπεὶ εἰς ὀλοὴν ἔδραμες ἐμπορίην.
ΦΙΛΙΠΠΟΥ
Ὦ ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφον
τὸν φρικτὸν Ἱππώνακτος, οὗ τε χἀ τέφρα
ἰαμβιάζει Βουπάλειον ἐς στύγος,
μή πως ἐγείρῃς σφῆκα τὸν κοιμώμενον,
ὃς οὐδʼ ἐν Ἅιδῃ νῦν κεκοίμικεν χόλον
σκάζουσι μέτροις ὀρθὰ τοξεύσας ἔπη.
ΘΕΟΔΩΡΙΔΑ
Εὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι,
Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν.
ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι
ἢ μύρτον· καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Ἥδιστον φιλέουσι νέοις προσανάκλιμʼ ἐρώτων,
Σαπφώ, σὺν Μούσαις, ἦ ῥά σε Πιερίη
ἢ Ἑλικὼν εὔκισσος ἴσα πνείουσαν ἐκείναις
κοσμεῖ, τὴν Ἐρέσῳ Μοῦσαν ἐν Αἰολίδι·
ἢ καὶ Ὑμὴν Ὑμέναιος ἔχων εὐφεγγέα πεύκην
σὺν σοὶ νυμφιδίων ἵσταθʼ ὑπὲρ θαλάμων.
ἢ Κινύρεω νέον ἔρνος ὀδυρομένῃ Ἀφροδίτῃ
σύνθρηνος μακάρων ἱερὸν ἄλσος ὁρῇς.
πάντῃ, πότνια, χαῖρε θεοῖς ἴσα· σὰς γὰρ ἀοιδὰς
ἀθανάτας ἔχομεν νῦν ἔτι θυγατέρας.
ΛΕΩΝΙΔΑ
Ἀτρέμα τὸν τύμβον παραμείβετε, μὴ τὸν ἐν ὕπνῳ
πικρὸν ἐγείρητε σφῆκʼ ἀναπαυόμενον.
ἄρτι γὰρ Ἱππώνακτος ὁ καὶ τοκεῶνε βαΰξας
ἄρτι κεκοίμηται θυμὸς ἐν ἡσυχίῃ.
ἀλλὰ προμηθήσασθε· τὰ γὰρ πεπυρωμένα κείνου
ῥήματα πημαίνειν οἶδε καὶ εἰν Ἀίδῃ.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Ὄβριμον ἀκαμάτου στίχον αἴνεσον Ἀντιμάχοιο,
ἄξιον ἀρχαίων ὀφρύος ἡμιθέων,
Πιερίδων χαλκευτὸν ἐπʼ ἄκμοσιν, εἰ τορὸν οὖας
ἔλλαχες, εἰ ζαλοῖς τὰν ἀγέλαστον ὄπα,
εἰ τὰν ἄτριπτον καὶ ἀνέμβατον ἀτραπὸν ἄλλοις
μαίεαι· εἰ δʼ ὕμνων σκᾶπτρον Ὅμηρος ἔχει,
καὶ Ζεύς τοι κρέσσων Ἐνοσίχθονος, ἀλλʼ Ἐνοσίχθων
τοῦ μὲν ἔφυ μείων, ἀθανάτων δʼ ὕπατος·
καὶ ναετὴρ Κολοφῶνος ὑπέζευκται μὲν Ὁμήρῳ,
ἁγεῖται δʼ ἄλλων πλάθεος ὑμνοπόλων.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Θέσπις ὅδε, τραγικὴν ὃς ἀνέπλασα πρῶτος ἀοιδὴν
κωμήταις νεαρὰς καινοτομῶν χάριτας,
Βάκχος ὅτε βριθὺν κατάγοι χορόν, ᾧ τράγος ἄθλων
χὠττικὸς ἦν σύκων ἄρριχος ἆθλον ἔτι.
εἰ δὲ μεταπλάσσουσι νέοι τάδε, μυρίος αἰὼν
πολλὰ προσευρήσει χἄτερα· τἀμὰ δʼ ἐμά.
ΤΟΥ ΑΥΤΟΥ
Θέσπιδος εὕρεμα τοῦτο· τὰ δʼ ἀγροιῶτιν ἀνʼ ὕλαν
παίγνια καὶ κώμους τούσδε τελειοτέρους
Αἰσχύλος ἐξύψωσεν, ὁ μὴ σμιλευτὰ χαράξας
γράμματα, χειμάρρῳ δʼ οἷα καταρδόμενα,
καὶ τὰ κατὰ σκηνὴν μετεκαίνισεν. ὦ στόμα πάντων
δεξιὸν ἀρχαίων ἦσθά τοι ἡμιθέων.
ΑΛΚΑΙΟΥ ΜΕΣΣΗΝΙΟΥ
Πᾶσά τοι οἰχομένῳ, Πυλάδη, κωκύεται Ἑλλὰς
ἄπλεκτον χαίταν ἐν χροῒ κειραμένα·
αὐτὸς δʼ ἀτμήτοιο κόμας ἀπεθήκατο δάφνας
Φοῖβος, ἑὸν τιμῶν ᾗ θέμις ὑμνοπόλον·
Μοῦσαι δʼ ἐκλαύσαντο, ῥόον δʼ ἔστησεν ἀκούων
Ἀσωπὸς γοερῶν ἦχον ἀπὸ στομάτων·
ἔλληξεν δὲ μέλαθρα Διωνύσοιο χορείης,
εὖτε σιδηρείην οἶμον ἔβης Ἀίδεω.
ΑΝΤΙΠΑΤΡΟΥ
Οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν,
τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτον·
οὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμος
εὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος,
οὐλὰς δὲ σκίπωνι συνέμπορος ἅ τε συνῳδὸς
δίπλαξ καὶ κοίτας βλῆμα χαμαιλεχέος.
ἀμὶ δὲ Μαιναλίας κάρρων εἴμειν Ἀταλάντας
τόσσον, ὅσον σοφία κρέσσον ὀρειδρομίας.
ΝΟΣΣΙΔΟΣ ΤΗΣ ΜΕΛΟΠΟΙΟΥ
Καὶ καπυρὸν γελάσας παραμείβεο καὶ φίλον εἰπὼν
ῥῆμʼ ἐπʼ ἐμοί. Ῥίνθων εἴμʼ ὁ Συρακόσιος,
Μουσάων ὀλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων
ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδρεψάμεθα.
ΚΑΛΛΙΜΑΧΟΥ
Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδὴν
εἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι.
Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτι
καὶ Μούσαις κεράσανθʼ ἡδυλόγους Χάριτας.
ΜΕΛΕΑΓΡΟΥ
Νᾶσος ἐμὰ θρέπτειρα Τύρος· πάτρα δέ με τεκνοῖ
Ἀτθὶς ἐν Ἀσσυρίοις ναιομένα Γαδάροις·
Εὐκράτεω δʼ ἔβλαστον ὁ σὺν Μούσαις Μελέαγρος
πρῶτα Μενιππείοις συντροχάσας Χάρισιν.
εἰ δὲ Σύρος, τί τὸ θαῦμα; μίαν, ξένε, πατρίδα κόσμον
ναίομεν, ἓν θνατοὺς πάντας ἔτικτε Χάος.
πουλυετὴς δʼ ἐχάραξα τάδʼ ἐν δέλτοισι πρὸ τύμβου·
γήρως γὰρ γείτων ἐγγύθεν Ἀίδεω.
ἀλλά με τὸν λαλιὸν καὶ πρεσβύτην σὺ προσειπὼν
χαίρειν εἰς γῆρας καὐτὸς ἵκοιο λάλον.
ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ
Πρώτα μοι Γαδάρων κλεινὰ πόλις ἔπλετο πάτρα,
ἤνδρωσεν δʼ ἱερὰ δεξαμένα με Τύρος·
εἰς γῆρας δʼ ὅτʼ ἔβην, ἁ καὶ Δία θρεψαμένα Κῶς
κἀμὲ θετὸν Μερόπων ἀστὸν ἐγηροτρόφει.
Μοῦσαι δʼ εἰν ὀλίγοις με, τὸν Εὐκράτεω Μελέαγρον
παῖδα, Μενιππείοις ἠγλάισαν Χάρισιν.
ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ
Ἀτρέμας, ὦ ξένε, βαῖνε· παρʼ εὐσεβέσιν γὰρ ὁ πρέσβυς
εὕδει κοιμηθεὶς ὕπνον ὀφειλόμενον,
Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα
καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν·
ὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θʼ ἱερὰ χθών·
Κῶς δʼ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει.
ἀλλʼ εἰ μὲν Σύρος ἐσσί, «Σαλάμ», εἰ δʼ οὖν σύ γε Φοῖνιξ,
«Αὐδονίς», εἰ δʼ Ἕλλην, «Χαῖρε», τὸ δʼ αὐτὸ φράσον.
ΔΙΟΤΙΜΟΥ ΑΘΗΝΑΙΟΥ ΤΟΥ ΔΙΟΠΕΙΘΟΥΣ
Ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαί—οὐ γὰρ ἂν ὧδε
Λέσβονʼ ὁ λυσιμελὴς ἀμφεκάλυψʼ Ἀίδης,
ὅς ποτε καὶ βασιλῆι συνέδραμε καὶ μετʼ Ἐρώτων—,
χαίρετε, κουφόταται δαίμονες ἀθανάτων.
αὐλοὶ δʼ ἄφθεγκτοι καὶ ἀπευθέες, οἷς ἐνέπνευσε,
κεῖσθʼ, ἐπεὶ οὐ θιάσους, οὐ χορὸν οἶδʼ Ἀχέρων.
ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ
Πτανέ, τί σοι σιβύνας, τί δὲ καὶ συὸς εὔαδε δέρμα;
καὶ τίς ἐὼν στάλας σύμβολον ἐσσὶ τίνος;
οὐ γὰρ Ἔρωτʼ ἐνέπω σε—τί γὰρ νεκύεσσι πάροικος
Ἵμερος; αἰάζειν ὁ θρασὺς οὐκ ἔμαθεν—
οὐδὲ μὲν οὐδʼ αὐτὸν ταχύπουν Χρόνον· ἔμπαλι γὰρ δὴ
κεῖνος μὲν τριγέρων, σοὶ δὲ τέθηλε μέλη.
ἀλλʼ ἄρα, ναί, δοκέω γάρ, ὁ γᾶς ὑπένερθε σοφιστὰς
ἐστί, σὺ δʼ ὁ πτερόεις τοὔνομα τοῦδε λόγος.
Λατῴας δʼ ἄμφηκες ἔχεις γέρας ἔς τε γέλωτα
καὶ σπουδὰν καί που μέτρον ἐρωτογράφον.
ναὶ μὲν δὴ Μελέαγρον ὁμώνυμον Οἰνέος υἱῷ
σύμβολα σημαίνει ταῦτα συοκτασίας.
χαῖρε καὶ ἐν φθιμένοισιν, ἐπεὶ καὶ Μοῦσαν Ἔρωτι
καὶ Χάριτας σοφίαν εἰς μίαν ἡρμόσαο.
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Τί στοχασώμεθά σου, Πεισίστρατε, χῖον ὁρῶντες
γλυπτὸν ὑπὲρ τύμβου κείμενον ἀστράγαλον;
ἦ ῥὰ γενὴν ὅτι Χῖος; ἔοικε γάρ. ἤ ῥʼ ὅτι παίκτας
ἦσθά τις, οὐ λίην δʼ, ὠγαθέ, πλειστοβόλος;
ἢ τὰ μὲν οὐδὲ σύνεγγυς, ἐν ἀκρήτῳ δὲ κατέσβης
Χίῳ; ναὶ δοκέω, τῷδε προσηγγίσαμεν.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Τὰν μὲν ἀεὶ πολύμυθον, ἀεὶ λάλον, ὦ ξένε, κίσσα
φάσει, τὰν δὲ μέθας σύντροφον ἅδε κύλιξ,
τὰν Κρῆσσαν δὲ τὰ τόξα, τὰ δʼ εἴρια τὰν φιλοεργόν,
ἄνδεμα δʼ αὖ μίτρας τὰν πολιοκρόταφον·
τοιάνδε σταλοῦχος ὅδʼ ἔκρυφε Βιττίδα τύμβος
Τιμέα ἄχραντον νυμφιδίαν ἄλοχον.
ἀλλʼ, ὦνερ, καὶ χαῖρε καὶ οἰχομένοισιν ἐς Ἅιδαν
τὰν αὐτὰν μύθων αὖθις ὄπαζε χάριν.
ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ
Μαστεύω, τί σευ Ἆγις ἐπὶ σταλίτιδι πέτρᾳ,
Λυσιδίκα, γλυπτὸν τόνδʼ ἐχάραξε νόον·
ἁνία γὰρ καὶ κημὸς ὅ τʼ εὐόρνιθι Τανάγρᾳ
οἰωνὸς βλαστῶν, θοῦρος ἐγερσιμάχας,
οὐχ ἅδεν οὐδʼ ἐπέοικεν ὑπωροφίαισι γυναιξίν,
ἀλλὰ τά τʼ ἠλακάτας ἔργα τά θʼ ἱστοπόδων. —
«Τὰν μὲν ἀνεγρομέναν μέ ποτʼ εἴρια νύκτερος ὄρνις,
ἁνία δʼ αὐδάσει δώματος ἁνίοχον·
ἱππαστὴρ δʼ ὅδε κημὸς ἀείσεται οὐ πολύμυθον,
οὐ λάλον, ἀλλὰ καλᾶς ἔμπλεον ἁσυχίας.»
ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ
Μὴ θάμβει, μάστιγα Μυροῦς ἐπὶ σάματι λεύσσων,
γλαῦκα, βιόν, χαροπὰν χᾶνα, θοὰν σκύλακα.
τόξα μὲν αὐδάσει με πανεύτονον ἁγέτιν οἴκου,
ἁ δὲ κύων τέκνων γνήσια καδομέναν·
μάστιξ δʼ οὐκ ὀλοάν, ξένε, δεσπότιν, ἀλλʼ ἀγέρωχον
δμωσί, κολάστειραν δʼ ἔνδικον ἀμπλακίας·
χὰν δὲ δόμων φυλακὰν μελεδήμονα· τὰν δʼ ἅμα κεδνὰν
γλαῦξ ἅδε γλαυκᾶς Παλλάδος ἀμφίπολον.
τοιοῖσδʼ ἀμφʼ ἔργοισιν ἐγάθεον· ἔνθεν ὅμευνος
τοιάδʼ ἐμᾷ στάλᾳ σύμβολα τεῦξε Βίτων.
ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ
Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας,
βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς; —
«Υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντων
φέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι.
οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶς
ἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων.»
ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ
Ἁ στάλα, φέρʼ ἴδω, τίνʼ ἔχει νέκυν. ἀλλὰ δέδορκα
γράμμα μὲν οὐδέν που τμαθὲν ὕπερθε λίθου,
ἐννέα δʼ ἀστραγάλους πεπτηότας· ὧν πίσυρες μὲν
πρᾶτοι Ἀλεξάνδρου μαρτυρέουσι βόλον,
οἱ δὲ τὸ τᾶς νεότατος ἐφάλικος ἄνθος, ἔφηβον,
εἷς δʼ ὅ γε μανύει Χῖος ἀφαυρότερον.
ἦ ῥα τόδʼ ἀγγέλλοντι· «Καὶ ὁ σκάπτροισι μεγαυχὴς
χὠ θάλλων ἥβᾳ τέρμα τὸ μηδὲν ἔχει»;
ἢ τὸ μὲν οὔ; δοκέω δὲ ποτὶ σκοπὸν ἰθὺν ἐλάσσειν
ἰόν, Κρηταιεὺς ὥς τις ὀιστοβόλος·
ἦς ὁ θανὼν Χῖος μέν, Ἀλεξάνδρου δὲ λελογχὼς
οὔνομʼ, ἐφηβείῃ δʼ ὤλετʼ ἐν ἁλικίᾳ.
ὡς εὖ τὸν φθίμενον νέον ἄκριτα καὶ τὸ κυβευθὲν
πνεῦμα διʼ ἀφθέγκτων εἶπέ τις ἀστραγάλων.
ΜΕΛΕΑΓΡΟΥ
Ἁ στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ
ἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι,
ποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δʼ ἐπʼ αὐτᾶς
βαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος.
ἦ ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτα
κρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος;
πρὸς δέ, τί λιτὸς ὁ τύμβος; ἐπιπρέπει ἀνδρὶ πενιχρῷ
ὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ.
οὐ δοκέω· σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθεις
ἀθλοφόρον νίκαν ποσσὶν ἀειράμενον.
οὐ ψαύω καὶ τᾷδε. τί γὰρ ταχὺς εἴκελος ἀνὴρ
ἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμαν·
φοῖνιξ μὲν νίκαν ἐνέπει πάτραν τε μεγαυχῆ
ματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρον·
ὄρνις δʼ, ὅττι γεγωνὸς ἀνὴρ καί που περὶ Κύπριν
πρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας·
σκᾶπτρα δʼ ἔχει σύνθημα λόγου· θνᾴσκειν δὲ πεσόντα
οἰνοβρεχῆ προπετὴς ἐννέπει ἀστράγαλος.
καὶ δὴ σύμβολα ταῦτα, τὸ δʼ οὔνομα πέτρος ἀείδει,
Ἀντίπατρον, προγόνων φύντʼ ἀπʼ ἐρισθενέων.
ΑΛΚΑΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ
Δίζημαι κατὰ θυμόν, ὅτου χάριν ἁ παροδῖτις
δισσάκι φεῖ μοῦνον γράμμα λέλογχε πέτρος
λαοτύποις σμίλαις κεκολαμμένον. ἆρα γυναικὶ
τᾷ χθονὶ κευθομένᾳ Χιλιὰς ἦν ὄνομα;
τοῦτο γὰρ ἀγγέλλει κορυφούμενος εἰς ἓν ἀριθμός.
ἢ τὸ μὲν εἰς ὀρθὰν ἀτραπὸν οὐκ ἔμολεν,
ἁ δʼ οἰκτρὸν ναίουσα τόδʼ ἠρίον ἔπλετο Φειδίς;
νῦν Σφιγγὸς γρίφους Οἰδίπος ἐφρασάμαν.
αἰνετὸς οὑκ δισσοῖο καμὼν αἴνιγμα τύποιο,
φέγγος μὲν ξυνετοῖς, ἀξυνέτοις δʼ ἔρεβος.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Τίς τὰ νεοσκύλευτα ποτὶ δρυῒ τᾷδε καθᾶψεν
ἔντεα; τῶ πέλτα Δωρὶς ἀναγράφεται;
πλάθει γὰρ Θυρεᾶτις ὑφʼ αἵματος ἅδε λοχιτᾶν,
χἀμὲς ἀπʼ Ἀργείων τοὶ δύο λειπόμεθα.
πάντα νέκυν μάστευε δεδουπότα, μή τις ἔτʼ ἔμπνους
λειπόμενος Σπάρτᾳ κῦδος ἔλαμψε νόθον.
ἴσχε βάσιν. νίκα γὰρ ἐπʼ ἀσπίδος ὧδε Λακώνων
φωνεῖται θρόμβοις αἵματος Ὀθρυάδα,
χὠ τόδε μοχθήσας σπαίρει πέλας. ἆ πρόπατορ Ζεῦ,
στύξον ἀνικάτω σύμβολα φυλόπιδος.
ΑΔΗΛΟΝ οἱ δὲ ΣΙΜΩΝΙΔΟΥ
Οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις
Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,
αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον
ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.
ἄρσενι δʼ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον
καρύσσει· «Θυρέα, Ζεῦ, Λακεδαιμονίων.»
αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπʼ Ἀδράστου·
Σπάρτᾳ δʼ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.
ΔΑΜΑΓΗΤΟΥ
Ὦ Λακεδαιμόνιοι, τὸν ἀρήιον ὔμμιν ὁ τύμβος
Γύλλιν ὑπὲρ Θυρέας οὗτος ἔχει φθίμενον,
ἄνδρας ὃς Ἀργείων τρεῖς ἔκτανε καὶ τόδʼ ἐπεῖπεν·
«Τεθναίην Σπάρτας ἄξια μησάμενος.»
ΤΥΜΝΕΩ
Τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ
ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.
θηκτὸν δʼ ἐν προβολᾷ θεμένα ξίφος εἶπεν, ὀδόντα
ὀξὺν ἐπιβρύκουσʼ, οἷα Λάκαινα γυνά·
«Ἔρρε, κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ Ἅιδαν,
ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.»
ΔΙΟΣΚΟΡΙΔΟΥ
Εἰς δῄων πέμψασα λόχους Δημαινέτη ὀκτὼ
παῖδας ὑπὸ στήλῃ πάντας ἔθαπτε μιᾷ.
δάκρυα δʼ οὐκ ἔρρηξʼ ἐπὶ πένθεσιν, ἀλλὰ τόδʼ εἶπεν
μοῦνον· «Ἰὼ Σπάρτα, σοὶ τέκνα ταῦτʼ ἔτεκον.»
ΝΙΚΑΝΔΡΟΥ
Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων,
ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα
Μεσσάνας ὑπὸ τεῖχος· ὁ δʼ ἕβδομος ἄμμε Γύλιππος
ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν,
Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγʼ ἄχθος
ματρί· τὸ δʼ ἓν πάντων καὶ καλὸν ἐντάφιον.
ΗΓΗΜΟΝΟΣ
Εἴποι τις παρὰ τύμβον ἰὼν ἀγέλαστος ὁδίτας
τοῦτʼ ἔπος· «Ὀγδώκοντʼ ἐνθάδε μυριάδας
Σπάρτας χίλιοι ἄνδρες ἐπέσχον λήματι Περσῶν
καὶ θάνον ἀστρεπτεί· Δώριος ἁ μελέτα.»
ΦΑΕΝΝΟΥ
Οὐκ ἔτλας, ὤριστε Λεωνίδα, αὖτις ἱκέσθαι
Εὐρώταν χαλεπῷ σπερχόμενος πολέμῳ·
ἀλλʼ ἐπὶ Θερμοπύλαισι τὸ Περσικὸν ἔθνος ἀμύνων
ἐδμάθης, πατέρων ἁζόμενος νόμιμα.
ΔΑΜΑΓΗΤΟΥ
Ὤλεο δὴ Πατρέων περὶ ληίδα καὶ σύ, Μαχάτα,
δριμὺν ἐπʼ Αἰτωλοῖς ἀντιφέρων πόλεμον,
πρωθήβας· χαλεπὸν γὰρ Ἀχαιικὸν ἄνδρα νοῆσαι
ἄλκιμον, εἰς πολιὰν ὅστις ἔμεινε τρίχα.
ΘΕΟΔΩΡΙΔΑ
Οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα,
πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων,
Κῆρας ἐπισσεύασα βίου κύνας. ὦ πόποι, ἀνὴρ
οἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ.
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Ἠρίον, οἷον νυκτὶ καταφθιμένοιο καλύπτεις
ὀστέον, οἵην, γαῖʼ, ἀμφέχανες κεφαλήν,
πολλὸν μὲν ξανθαῖσιν ἀρεσκομένου Χαρίτεσσι,
πολλοῦ δʼ ἐν μνήμῃ πᾶσιν Ἀριστοκράτευς.
ᾔδει Ἀριστοκράτης καὶ μείλιχα δημολογῆσαι,
στρεβλὴν οὐκ ὀφρὺν ἐσθλὸς ἐφελκόμενος·
ᾔδει καὶ Βάκχοιο παρὰ κρητῆρος ἄδηριν
ἰθῦναι κείνην εὐκύλικα λαλιήν·
ᾔδει καὶ ξείνοισι καὶ ἐνδήμοισι προσηνέα
ἔρδειν. γαῖʼ ἐρατή, τοῖον ἔχεις φθίμενον.
ΑΡΧΙΛΟΧΟΥ
Ὑψηλοὺς Μεγάτιμον Ἀριστοφόωντά τε Νάξου
κίονας, ὦ μεγάλη γαῖʼ, ὑπένερθεν ἔχεις.
ΣΙΜΩΝΙΔΟΥ
Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος,
οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν
αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται
Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.
ΣΙΜΩΝΙΔΟΥ
Τῶνδέ ποτʼ ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς
λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.
ἀντὶ δʼ ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων
ἄψυχʼ ἐμψύχων ἅδε κέκευθε κόνις.
ΘΕΑΙΤΗΤΟΥ
Χείματος οἰνωθέντα τὸν Ἀνταγόρεω μέγαν οἶκον
ἐκ νυκτῶν ἔλαθεν πῦρ ὑπονειμάμενον·
ὀγδώκοντα δʼ ἀριθμὸν ἐλεύθεροι ἄμμιγα δούλοις
τῆς ἐχθρῆς ταύτης πυρκαϊῆς ἔτυχον.
οὐκ εἶχον διελεῖν προσκηδέες ὀστέα χωρίς·
ξυνὴ δʼ ἦν κάλπις, ξυνὰ δὲ τὰ κτέρεα·
εἷς καὶ τύμβος ἀνέστη· ἀτὰρ τὸν ἕκαστον ἐκείνων
οἶδε καὶ ἐν τέφρῃ ῥηιδίως Ἀίδης.
ΠΕΡΣΟΥ ΘΗΒΑΙΟΥ
Μαντιάδας, ὦ ξεῖνε, καὶ Εὔστρατος, υἷες Ἐχέλλου,
Δυμαῖοι, κραναῇ κείμεθʼ ἐνὶ ξυλόχῳ,
ἄγραυλοι γενεῆθεν ὀροιτύποι. οἱ δʼ ἐπὶ τύμβῳ
μανυταὶ τέχνας δουροτόμοι πελέκεις.
ΗΓΗΣΙΠΠΟΥ
Ἑρμιονεὺς ὁ ξεῖνος, ἐν ἀλλοδαπῶν δὲ τέθαπται,
Ζωίλος, Ἀργείαν γαῖαν ἐφεσσάμενος,
ἃν ἐπί οἱ βαθύκολπος ἀμάσατο δάκρυσι νύμφα
λειβομένα παῖδές τʼ εἰς χρόα κειράμενοι.
ΚΑΛΛΙΜΑΧΟΥ
Σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων
«Θῆρις Ἀρισταίου Κρὴς» ἐπʼ ἐμοὶ δολιχός.
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Πραταλίδα τὸ μνᾶμα Λυκαστίω, ἄκρον ἐρώτων
εἰδότος, ἄκρα μάχας, ἄκρα λινοστασίας,
ἄκρα χοροιτυπίας. χθόνιοι ...
τοῦτον Κρηταιεῖ Κρῆτα παρῳκίσατε;
Πραταλίδᾳ παιδεῖον Ἔρως πόθον, Ἄρτεμις ἄγραν,
Μοῦσα χορούς, Ἄρης ἐγγυάλιξε μάχαν.
πῶς οὐκ εὐαίων ὁ Λυκάστιος, ὃς καὶ ἔρωτι
ἆρχε καὶ ἐν μολπᾷ καὶ δορὶ καὶ στάλικι;
ΔΙΟΣΚΟΡΙΔΟΥ
Τῆς Σαμίης τὸ μνῆμα Φιλαινίδος· ἀλλὰ προσειπεῖν
τλῆθί με καὶ στήλης πλησίον, ὦνερ, ἴθι.
οὐκ εἴμʼ ἡ τὰ γυναιξὶν ἀναγράψασα προσάντη
ἔργα καὶ Αἰσχύνην οὐ νομίσασα θεόν,
ἀλλὰ φιλαιδήμων, ναὶ ἐμὸν τάφον. εἰ δέ τις ἡμέας
αἰσχύνων λαμυρὴν ἔπλασεν ἱστορίην,
τοῦ μὲν ἀναπτύξαι χρόνος οὔνομα, τἀμὰ δὲ λυγρὴν
ὀστέα τερφθείη κληδόνʼ ἀπωσαμένης.
ΚΑΛΛΙΜΑΧΟΥ
Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.
ΛΕΩΝΙΔΑ
Μνήμης Εὐβούλοιο σαόφρονος, ὦ παριόντες,
πίνωμεν· κοινὸς πᾶσι λιμὴν Ἀίδης.
ΚΑΛΛΙΜΑΧΟΥ
Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος
ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.
ΤΟΥ ΑΥΤΟΥ
Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς
ἀκρήτου προποθεῖσʼ ᾤχετʼ ἔχουσα κύλιξ.
ΛΕΩΝΙΔΟΥ
Μαρωνὶς ἡ φίλοινος, ἡ πίθων σποδός,
ἐνταῦθα κεῖται γρηΰς, ἧς ὑπὲρ τάφου
γνωστὸν πρόκειται πᾶσιν Ἀττικὴ κύλιξ.
στένει δὲ καὶ γᾶς νέρθεν, οὐχ ὑπὲρ τέκνων
οὐδʼ ἀνδρός, οὓς λέλοιπεν ἐνδεεῖς βίου,
ἓν δʼ ἀντὶ πάντων, οὕνεχʼ ἡ κύλιξ κενή.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Τὴν τίτθην Ἱέρων Σειληνίδα, τήν, ὅτε πίνοι
ζωρόν, ὑπʼ οὐδεμιῆς θλιβομένην κύλικος,
ἀγρῶν ἐντὸς ἔθηκεν, ἵνʼ ἡ φιλάκρητος ἐκείνη
καὶ φθιμένη ληνῶν γείτονα τύμβον ἔχοι.
ΑΡΙΣΤΩΝΟΣ
Ἀμπελὶς ἡ φιλάκρητος, ἐπὶ σκίπωνος ὁδηγοῦ
ἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη,
λαθριδίη Βάκχοιο νεοθλιβὲς ἧκʼ ἀπὸ ληνοῦ
πῶμα Κυκλωπείην πλησομένη κύλικα·
πρὶν δʼ ἀρύσαι μογερὰν ἔκαμεν χέρα· γραῦς δὲ παλαιὴ
νηῢς ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος.
Εὐτέρπη δʼ ἐπὶ τύμβον ἀποφθιμένης θέτο σῆμα
λάινον οἰνηρῶν γείτονα θειλοπέδων.
ΚΑΛΛΙΜΑΧΟΥ
Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι
ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας.
ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ
Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν,
δίζηνται Σαμίων πολλάκι θυγατέρες,
ἡδίστην συνέριθον ἀείλαλον· ἡ δʼ ἀποβρίζει
ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.
ΚΑΛΛΙΜΑΧΟΥ
Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν
ῥέζων οὔτʼ ἀδικῶν οὐδένα. Γαῖα φίλη,
Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη
γίνεο μήτʼ ἄλλοι δαίμονες, οἵ μʼ ἔχετε.
ΜΕΛΕΑΓΡΟΥ
Παμμῆτορ γῆ, χαῖρε· σὺ τὸν πάρος οὐ βαρὺν εἰς σὲ
Αἰσιγένην καὐτὴ νῦν ἐπέχοις ἀβαρής.
ΔΙΟΝΥΣΙΟΥ
Ἀγχιτόκον Σατύραν Ἀίδας λάχε, Σιδονία δὲ
κρύψε κόνις, πάτρα δʼ ἐστονάχησε Τύρος.
ΛΕΩΝΙΔΑ
Αὕτα Τιμόκλειʼ, αὕτα Φιλώ, αὕτα Ἀριστώ,
αὕτα Τιμαιθώ, παῖδες Ἀριστοδίκου,
πᾶσαι ὑπʼ ὠδῖνος πεφονευμέναι· αἷς ἔπι τοῦτο
σᾶμα πατὴρ στάσας κάτθανʼ Ἀριστόδικος.
ΑΝΤΙΠΑΤΡΟΥ
Ἦ πού σε χθονίας, Ἀρετημιάς, ἐξ ἀκάτοιο
Κωκυτοῦ θεμέναν ἴχνος ἐπʼ ἀιόνι,
οἰχόμενον βρέφος ἄρτι νέῳ φορέουσαν ἀγοστῷ
ᾤκτειραν θαλεραὶ Δωρίδες εἰν Ἀίδᾳ
πευθόμεναι τέο κῆρα· σὺ δὲ ξαίνουσα παρειὰς
δάκρυσιν ἄγγειλας κεῖνʼ ἀνιαρὸν ἔπος·
«Διπλόον ὠδίνασα, φίλαι, τέκος ἄλλο μὲν ἀνδρὶ
Εὔφρονι καλλιπόμαν, ἄλλο δʼ ἄγω φθιμένοις.»
ΗΡΑΚΛΕΙΤΟΥ
Ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων
σείονται φύλλων ἡμιθαλεῖς στέφανοι·
γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν,
λυγρὰ περιστέλλειν ὀστέα φατὶ τίνος.
«Ξεῖνʼ, Ἀρετημιάς εἰμι· πάτρα Κνίδος· Εὔφρονος ἦλθον
εἰς λέχος· ὠδίνων οὐκ ἄμορος γενόμαν·
δισσὰ δʼ ὁμοῦ τίκτουσα τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν
γήρως, ἓν δʼ ἀπάγω μναμόσυνον πόσιος.»
ΛΕΩΝΙΔΑ
Ἆ δείλʼ Ἀντίκλεις, δειλὴ δʼ ἐγὼ ἡ τὸν ἐν ἥβης
ἀκμῇ καὶ μοῦνον παῖδα πυρωσαμένη,
ὀκτωκαιδεκέτης ὃς ἀπώλεο, τέκνον· ἐγὼ δὲ
ὀρφάνιον κλαίω γῆρας ὀδυρομένη.
βαίην εἰς Ἄϊδος σκιερὸν δόμον· οὔτε μοι ἠὼς
ἡδεῖʼ οὔτʼ ἀκτὶς ὠκέος ἠελίου.
ἆ δείλʼ Ἀντίκλεις μεμορημένε, πένθεος εἴης
ἰητὴρ ζωῆς ἔκ με κομισσάμενος.
ΑΝΤΙΠΑΤΡΟΥ
Τοῦτό τοι, Ἀρτεμίδωρε, τεῷ ἐπὶ σάματι μάτηρ
ἴαχε δωδεκέτη σὸν γοόωσα μόρον·
«Ὤλετʼ ἐμᾶς ὠδῖνος ὁ πᾶς πόνος εἰς σποδόν, εἰς πῦρ
ὤλεθʼ ὁ παμμέλεος γειναμένου κάματος·
ὤλετʼ ἀπευθεῖ μοι τέρψις σέθεν· ἐς γὰρ ἄκαμπτον,
ἐς τὸν ἀνόστητον χῶρον ἔβης ἐνέρων,
οὐδʼ ἐς ἐφηβείαν ἐλθών, τέκος· ἀντὶ δὲ σεῖο
στάλα καὶ κωφὰ λείπεται ἄμμι κόνις.»
ΜΕΛΕΑΓΡΟΥ
Οἰκτρότατον μάτηρ σε, Χαρίξενε, δῶρον ἐς Ἅιδαν
ὀκτωκαιδεκέταν ἐστόλισεν χλαμύδι.
ἦ γὰρ δὴ καὶ πέτρος ἀνέστενεν, ἁνίκʼ ἀπʼ οἴκων
ἅλικες οἰμωγᾷ σὸν νέκυν ἠχθοφόρευν.
πένθος δʼ, οὐχ ὑμέναιον ἀνωρύοντο γονῆες·
αἰαῖ τὰς μαστῶν ψευδομένας χάριτας
καὶ κενεὰς ὠδῖνας. ἰὼ κακοπάρθενε Μοῖρα,
στεῖρα γονᾶς στοργὰν ἔπτυσας εἰς ἀνέμους.
τοῖς μὲν ὁμιλήσασι ποθεῖν πάρα, τοῖς δὲ τοκεῦσι
πενθεῖν, οἷς δʼ ἀγνώς, πευθομένοις ἐλεεῖν.
ΧΑΙΡΗΜΟΝΟΣ
Εὔβουλόν μʼ ἐτέκνωσεν Ἀθηναγόρης περὶ πάντων
ἥσσονα μὲν μοίρᾳ, κρέσσονα δʼ εὐλογίᾳ.
ΜΕΛΕΑΓΡΟΥ
Εἶπον ἀνειρομένῳ, τίς καὶ τίνος ἐσσί. —«Φίλαυλος
Εὐκρατίδεω.» —Ποδαπὸς δʼ εὔχεʼ ἔμεν; —«Θριασεύς.» —
Ἔζησας δὲ τίνα στέργων βίον; —«Οὐ τὸν ἀρότρου,
οὐδὲ τὸν ἐκ νηῶν, τὸν δὲ σοφοῖς ἕταρον.» —
Γήραϊ δʼ ἢ νούσῳ βίον ἔλλιπες; —«Ἤλυθον Ἅιδαν
αὐτοθελεί, Κείων γευσάμενος κυλίκων.» —
Ἦ πρέσβυς; —«Καὶ κάρτα.» —Λάβοι νύ σε βῶλος ἐλαφρὴ
σύμφωνον πινυτῷ σχόντα λόγῳ βίοτον.
ΚΑΛΛΙΜΑΧΟΥ
Εἴπας «Ἥλιε, χαῖρε» Κλεόμβροτος Ὡμβρακιώτης
ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
ΛΕΩΝΙΔΑ
Μυρίος ἦν, ὤνθρωπε, χρόνος πρὸ τοῦ, ἄχρι πρὸς ἠῶ
ἦλθες, χὠ λοιπὸς μυρίος εἰς Ἀίδην.
τίς μοῖρα ζωῆς ὑπολείπεται, ἢ ὅσον ὅσσον
στιγμὴ καὶ στιγμῆς εἴ τι χαμηλότερον;
μικρή σευ ζωὴ τεθλιμμένη· οὐδὲ γὰρ αὐτὴ
ἡδεῖʼ, ἀλλʼ ἐχθροῦ στυγνοτέρη θανάτου.
ἐκ τοίης ὥνθρωποι ἀπηκριβωμένοι ὀστῶν
ἁρμονίης ὑψοῦντʼ ἠέρα καὶ νεφέλας·
ὦνερ, ἴδʼ, ὡς ἀχρεῖον, ἐπεὶ περὶ νήματος ἄκρον
εὐλὴ ἀκέρκιστον λῶπος ἐφεζομένη·
τοῖον τὸ ψαλάθρειον ἀπεψιλωμένον οἷον
πολλῷ ἀραχναίου στυγνότερον σκελετοῦ.
ἠοῦν ἐξ ἠοῦς ὅσσον σθένος, ὦνερ, ἐρευνῶν
εἴης ἐν λειτῇ κεκλιμένος βιοτῇ·
αἰὲν τοῦτο νόῳ μεμνημένος, ἄχρις ὁμιλῇς
ζωοῖς, ἐξ οἵης ἡρμόνισαι καλάμης.
ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΑ
Χειμέριον ζωὴν ὑπαλεύεο, νεῖο δʼ ἐς ὅρμον,
ὡς κἠγὼ Φείδων ὁ Κρίτου, εἰς Ἀίδην.
ΑΡΙΣΤΟΔΙΚΟΥ
Δαμὼ καὶ Μάθυμνα τὸν ἐν τριετηρίσιν ὥραις
Εὔφρονα λυσσατὰν ὡς ἐπύθοντο νέκυν,
ζωὰν ἀρνήσαντο, τανυπλέκτων δʼ ἀπὸ μιτρᾶν
χερσὶ δεραιούχους ἐκρεμάσαντο βρόχους.
ΑΔΗΛΟΝ
Εἷς ὅδε Νικάνδρου τέκνων τάφος· ἓν φάος ἀοῦς
ἄνυσε τὰν ἱερὰν Λυσιδίκας γενεάν.
ΔΙΟΤΙΜΟΥ
Νυμφίον Εὐαγόρην πολὺ πενθεροῦ ἡ Πολυαίνου
Σκυλλὶς ἀνʼ εὐρείας ἦλθε βοῶσα πύλας,
παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον. οὐδʼ ἄρʼ ἐκείνη
χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους,
δαιμονίη, τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων
οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι.
τοῦτο δʼ ἐπʼ ἀμφοτέροισι πολύκλαυτον φιλότητος
ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ.
ΜΕΛΕΑΓΡΟΥ
Δάκρυά σοι καὶ νέρθε διὰ χθονός, Ἡλιοδώρα,
δωροῦμαι, στοργᾶς λείψανον, εἰς Ἀίδαν,
δάκρυα δυσδάκρυτα· πολυκλαύτῳ δʼ ἐπὶ τύμβῳ
σπένδω μνᾶμα πόθων, μνᾶμα φιλοφροσύνας.
οἰκτρὰ γάρ, οἰκτρὰ φίλαν σε καὶ ἐν φθιμένοις Μελέαγρος
αἰάζω, κενεὰν εἰς Ἀχέροντα χάριν.
αἰαῖ, ποῦ τὸ ποθεινὸν ἐμοὶ θάλος; ἅρπασεν Ἅιδας,
ἅρπασεν· ἀκμαῖον δʼ ἄνθος ἔφυρε κόνις.
ἀλλά σε γουνοῦμαι, Γᾶ παντρόφε, τὰν πανόδυρτον
ἠρέμα σοῖς κόλποις, μᾶτερ, ἐναγκάλισαι.
ΤΥΜΝΕΩ
Μή σοι τοῦτο, Φιλαινί, λίην ἐπικάρδιον ἔστω,
εἰ μὴ πρὸς Νείλῳ γῆς μορίης ἔτυχες,
ἀλλά σʼ Ἐλευθέρνης ὅδʼ ἔχει τάφος· ἔστι γὰρ ἴση
πάντοθεν εἰς Ἀίδην ἐρχομένοισιν ὁδός.
ΛΕΩΝΙΔΟΥ
Τίς ποτʼ ἄρʼ εἶ; τίνος ἆρα παρὰ τρίβον ὀστέα ταῦτα
τλήμονʼ ἐν ἡμιφαεῖ λάρνακι γυμνὰ μένει;
μνῆμα δὲ καὶ τάφος αἰὲν ἀμαξεύοντος ὁδίτεω
ἄξονι καὶ τροχιῇ λειτὰ παραξέεται.
ἤδη σευ καὶ πλευρὰ παρατρίψουσιν ἄμαξαι,
σχέτλιε, σοὶ δʼ οὐδεὶς οὐδʼ ἐπὶ δάκρυ βαλεῖ.
ΘΕΟΔΩΡΙΔΑ
Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς
τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλήν·
αἰών μʼ ἔτριψεν κροκάλαις ἴσον· ἐν γὰρ ἀμάξῃ
παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι.
ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα,
θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα.
ΛΕΩΝΙΔΑ
Ἤδη μευ τέτριπται ὑπεκκεκαλυμμένον ὀστεῦν
ἁρμονίῃ τʼ, ὦνερ, πλὰξ ἐπικεκλιμένη·
ἤδη καὶ σκώληκες ὑπὲκ σοροῦ αὐγάζονται
ἡμετέρης. τί πλέον γῆν ἐπιεννύμεθα;
ἦ γὰρ τὴν οὔπω πρὶν ἰτὴν ὁδὸν ἐτμήξαντο
ἄνθρωποι κατʼ ἐμῆς νισσόμενοι κεφαλῆς.
ἀλλά, πρὸς ἐγγαίων Ἀϊδωνέος Ἑρμεία τε
καὶ Νυκτός, ταύτης ἐκτὸς ἴτʼ ἀτραπιτοῦ.
ΦΙΛΙΤΑ ΣΑΜΙΟΥ
Ἁ στάλα βαρύθουσα λέγει τάδε· «Τὰν μινύωρον,
τὰν μικκὰν Ἀίδας ἅρπασε Θειοδόταν.»
χἀ μικκὰ τάδε πατρὶ λέγει πάλιν· «Ἴσχεο λύπας,
Θειόδοτε· θνατοὶ πολλάκι δυστυχέες.»
ΑΔΗΛΟΝ
Οὔπω τοι πλόκαμοι τετμημένοι οὐδὲ σελάνας
τοὶ τριετεῖς μηνῶν ἁνιοχεῦντο δρόμοι,
Κλεύδικε, Νικασὶς ὅτε σὰν περὶ λάρνακα μάτηρ,
τλῆμον, ἐπʼ αἰακτᾷ πόλλʼ ἐβόα στεφάνᾳ
καὶ γενέτας Περίκλειτος· ἐπʼ ἀγνώτῳ δʼ Ἀχέροντι
ἡβάσεις ἥβαν, Κλεύδικʼ, ἀνοστοτάταν.
ΑΔΗΛΟΝ
Ἀίδη ἀλλιτάνευτε καὶ ἄτροπε, τίπτε τοι οὕτω
Κάλλαισχρον ζωᾶς νήπιον ὠρφάνισας;
ἔσται μὰν ὅ γε παῖς ἐν δώμασι Φερσεφονείοις
παίγνιον, ἀλλʼ οἴκοι λυγρὰ λέλοιπε πάθη.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Πέντε κόρας καὶ πέντε Βιὼ Διδύμωνι τεκοῦσα
ἄρσενας οὐδὲ μιᾶς οὐδʼ ἑνὸς ὠνάσατο,
ἣ μέγʼ ἀρίστη ἐοῦσα καὶ εὔτεκνος οὐχ ὑπὸ παίδων,
ὀθνείαις δʼ ἐτάφη χερσὶ θανοῦσα Βιώ.
ΤΟΥ ΑΥΤΟΥ
Βάλλεθʼ ὑπὲρ τύμβου πολιὰ κρίνα καὶ τὰ συνήθη
τύμπανʼ ἐπὶ στήλῃ ῥήσσετʼ Ἀλεξιμένευς
καὶ περιδινήσασθε μακρῆς ἀνελίγματα χαίτης
Στρυμονίην, ἄφετοι θυιάδες, ἀμφὶ πόλιν,
ἣ γλυκερὰ πνεύσαντος ἐφʼ ὑμετέραισιν ἀυταῖς
πολλάκι πρὸς μαλακοὺς τοῦδʼ ἐχόρευε νόμους.
ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ
Πολλάκι τῷδʼ ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλεινὼ
μάτηρ ὠκύμορον παῖδʼ ἐβόασε φίλαν,
ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο
χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμʼ Ἀχέροντος ἔβα.
ΠΕΡΣΟΥ ΜΑΚΕΔΟΝΟΣ
Ὤλεο δὴ πρὸ γάμοιο, Φιλαίνιον, οὐδέ σε μάτηρ
Πυθιὰς ὡραίους ἤγαγεν εἰς θαλάμους
νυμφίου· ἀλλʼ ἐλεεινὰ καταδρύψασα παρειὰς
τεσσαρακαιδεκέτιν τῷδʼ ἐκάλυψε τάφῳ.
ΜΝΑΣΑΛΚΟΥ
Αἰαῖ, Ἀριστοκράτεια, σὺ μὲν βαθὺν εἰς Ἀχέροντα
οἴχεαι ὡραίου κεκλιμένα πρὸ γάμου,
ματρὶ δὲ δάκρυα σᾷ καταλείπεται, ἅ σʼ ἐπὶ τύμβῳ
πολλάκι κεκλιμένας κωκύει ἐκ κεφαλᾶς.
ΣΑΠΦΟΥΣ
Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν
δέξατο Φερσεφόνας κυάνεος θάλαμος,
ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ
ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν.
ΑΝΥΤΗΣ
Παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ
νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον,
κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλʼ ἐπιπάντων
ἐλπίδας οὐλομένα Μοῖρʼ ἐκύλισε πρόσω.
ΜΝΑΣΑΛΚΟΥ
Αἰαῖ παρθενίας ὀλοόφρονος, ἇς ἄπο φαιδρὰν
ἔκλασας ἁλικίαν, ἱμερόεσσα Κλεοῖ·
κὰδ δέ σʼ ἀμυξάμεναι περὶ δάκρυσιν αἵδʼ ἐπὶ τύμβῳ
λᾶες Σειρήνων ἕσταμες εἰδάλιμοι.
ΑΝΥΤΗΣ ΜΙΤΥΛΗΝΑΙΑΣ
Οἰχόμεθʼ, ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων
τὰν ἄνομον Γαλατᾶν ὕβριν ἀναινόμεναι,
παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς
Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης.
οὐ γὰρ ἐμείναμεν αἷμα τὸ δυσσεβὲς οὐδʼ Ὑμέναιον,
νυμφίον ἀλλʼ Ἀίδην κηδεμόνʼ εὑρόμεθα.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα
οὐδʼ ὑπὸ δυσμενέων δούρατι κεκλίμεθα,
ἀλλʼ αὐταί, πάτρας ὁπότʼ ἔφλεγεν ἄστυ Κορίνθου
γοργὸς Ἄρης, Ἀίδαν ἄλκιμον εἱλόμεθα.
ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ,
οὐδʼ ἰδίου φειδὼ δύσμορος ἔσχε βίου,
ἇψε δʼ ἐναυχένιον δειρᾷ βρόχον· ἦς γὰρ ἀμείνων
δουλοσύνας ἁμῖν πότμος ἐλευθέριος.
ΑΔΕΣΠΟΤΟΝ
Ἐν πόντῳ Σώδαμος ὁ Κρὴς θάνεν, ᾧ φίλα, Νηρεῦ,
δίκτυα καὶ τὸ σὸν ἦν κεῖνο σύνηθες ὕδωρ,
ἰχθυβολεὺς ὁ περισσὸς ἐν ἀνδράσιν, ἀλλὰ θάλασσα
οὔ τι διακρίνει χείματος οὐδʼ ἁλιεῖς.
ΑΛΚΑΙΟΥ ΜΕΣΣΗΝΙΟΥ
Στυγνὸς ἐπʼ Ἀρκτούρῳ ναύταις πλόος, ἐκ δὲ Βορείης
λαίλαπος Ἀσπασίῳ πικρὸν ἔτευξε μόρον,
οὗ στείχεις παρὰ τύμβον, ὁδοιπόρε· σῶμα δὲ πόντος
ἔκρυψʼ Αἰγαίῳ ῥαινόμενον πελάγει.
ἠιθέων δακρυτὸς ἅπας μόρος· ἐν δὲ θαλάσσῃ
πλεῖστα πολυκλαύτου κήδεα ναυτιλίης.
ΣΙΜΩΝΙΔΟΥ
Ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον
τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν
μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης
ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.
νῦν δʼ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν
ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.
ΔΑΜΑΓΗΤΟΥ
Καί ποτε Θυμώδης, τὰ παρʼ ἐλπίδα κήδεα κλαίων,
παιδὶ Λύκῳ κενεὸν τοῦτον ἔχευε τάφον·
οὐδὲ γὰρ ὀθνείην ἔλαχεν κόνιν, ἀλλά τις ἀκτὴ
θινιὰς ἢ νήσων ποντιάδων τις ἔχει·
ἔνθʼ ὅ γέ που πάντων κτερέων ἄτερ ὀστέα φαίνει
γυμνὸς ἐπʼ ἀξείνου κείμενος αἰγιαλοῦ.
ΑΝΤΙΠΑΤΡΟΥ
Δᾶμις ὁ Νυσαεύς, ἐλαχὺ σκάφος ἔκ ποτε πόντου
Ἰονίου ποτὶ γᾶν ναυστολέων Πέλοπος
φορτίδα μὲν καὶ πάντα νεὼς ἐπιβήτορα λαὸν
κύματι καὶ συρμῷ πλαζομένους ἀνέμων
ἀσκηθεῖς ἐσάωσε· καθιεμένης δʼ ἐπὶ πέτραις
ἀγκύρης ψυχρῶν κάτθανεν ἐκ νιφάδων
ἠμύσας ὁ πρέσβυς. ἴδʼ, ὡς λιμένα γλυκὺν ἄλλοις
δούς, ξένε, τὸν Λήθης αὐτὸς ἔδυ λιμένα.
ΘΕΑΙΤΗΤΟΥ
Ναυτίλοι ὦ πλώοντες, ὁ Κυρηναῖος Ἀρίστων
πάντας ὑπὲρ Ξενίου λίσσεται ὔμμε Διός,
εἰπεῖν πατρὶ Μένωνι, παρʼ Ἰκαρίαις ὅτι πέτραις
κεῖται ἐν Αἰγαίῳ θυμὸν ἀφεὶς πελάγει.
ΑΣΚΛΗΠΙΑΔΟΥ
Ὦ παρʼ ἐμὸν στείχων κενὸν ἠρίον, εἶπον, ὁδῖτα,
εἰς Χίον εὖτʼ ἂν ἵκῃ, πατρὶ Μελησαγόρῃ,
ὡς ἐμὲ μὲν καὶ νῆα καὶ ἐμπορίην κακὸς Εὖρος
ὤλεσεν, Εὐίππου δʼ αὐτὸ λέλειπτʼ ὄνομα.
ΠΕΡΣΟΥ
Εὔρου χειμέριαί σε καταιγίδες ἐξεκύλισαν,
Φίλλι, πολυκλύστῳ γυμνὸν ἐπʼ ἠιόνι,
οἰνηρῆς Λέσβοιο παρὰ σφυρόν· αἰγίλιπος δὲ
πέτρου ἁλιβρέκτῳ κεῖσαι ὑπὸ πρόποδι.
ΝΙΚΑΙΝΕΤΟΥ
Ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε· εἰ δὲ Τορώνην
λείπων εἰς αὐτὴν ἔρχεαι Ἀμφίπολιν,
εἰπεῖν Νικαγόρᾳ, παίδων ὅτι τὸν μόνον αὐτῷ
Στρυμονίης Ἐρίφων ὤλεσε πανδυσίῃ.
ΛΕΩΝΙΔΑ
Ἀρχαίης ὦ θινὸς ἐπεστηλωμένον ἄχθος,
εἴποις, ὅντινʼ ἔχεις ἢ τίνος ἢ ποδαπόν. —
«Φίντωνʼ Ἑρμιονῆα Βαθυκλέος, ὃν πολὺ κῦμα
ὤλεσεν, Ἀρκτούρου λαίλαπι χρησάμενον.»
ΤΟΥ ΑΥΤΟΥ
Πάρμις ὁ Καλλιγνώτου ἐπακταῖος καλαμευτής,
ἄκρος καὶ κίχλης καὶ σκάρου ἰχθυβολεὺς
καὶ λάβρου πέρκης δελεάρπαγος ὅσσα τε κοίλας
σήραγγας πέτρας τʼ ἐμβυθίους νέμεται,
ἄγρης ἐκ πλωτῆς ποτʼ ἰουλίδα πετρήεσσαν
δακνάζων ὀλοὴν ἐξ ἁλὸς ἀράμενος
ἔφθιτʼ· ὀλισθηρὴ γὰρ ὑπὲκ χερὸς ἀίξασα
ᾤχετʼ ἐπὶ στεινὸν παλλομένη φάρυγα.
χὠ μὲν μηρίνθων καὶ δούνακος ἀγκίστρων τε
ἐγγὺς ἀπὸ πνοιὴν ἧκε κυλινδόμενος,
νήματʼ ἀναπλήσας ἐπιμοίρια· τοῦ δὲ θανόντος
Γρίπων ὁ γριπεὺς τοῦτον ἔχωσε τάφον.
ΣΑΠΦΟΥΣ
Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος
κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας.
ΛΕΩΝΙΔΑ
Κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα· τοῦτο περισσὸν
ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο.
ἦ γὰρ ἐπʼ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων
Ἰόνιόν θʼ ὑγρὸν κῦμα κατερχόμενος
τὴν μὲν ἔσωσʼ, αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων,
ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος,
ἐβρώθην· τοῖόν μοι ἐπʼ ἄγριον εὖ μέγα κῆτος
ἦλθεν, ἀπέβροξεν δʼ ἄχρις ἐπʼ ὀμφαλίου.
χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶν
ἤρανθʼ, ἥμισυ δὲ πρίστις ἀπεκλάσατο·
ᾐόνι δʼ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ,
ἔκρυψαν· πάτρην δʼ οὐ πάλιν ἱκόμεθα.
ΣΙΜΩΝΙΔΟΥ
Ἄνθρωπʼ, οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς
χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δʼ ἱκανός.
Οὐκ ἐπιδὼν νύμφεια λέχη κατέβην τὸν ἄφυκτον
Γόργιππος ξανθῆς Φερσεφόνης θάλαμον.
ΣΙΜΩΝΙΔΟΥ
Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,
τόνδʼ Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα,
ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις
φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.
ΤΟΥ ΑΥΤΟΥ
Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μʼ ἐπέθηκεν
Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.
ΤΟΥ ΑΥΤΟΥ
Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ,
Κλείσθενες, Εὐξείνῳ μοῖρʼ ἔκιχεν θανάτου
πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου
ἤμπλακες οὐδʼ ἵκευ Χῖον ἐπʼ ἀμφιρύτην.
ΤΟΥ ΑΥΤΟΥ
Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτʼ ἂν ἴδωμαι,
οἰκτείρω σε, τάλαν Καλλία, οἷʼ ἔπαθες.
ΤΟΥ ΑΥΤΟΥ
Τῶνδε διʼ ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς
αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας,
οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν
παισὶ λιπεῖν, αὐτοὶ δʼ ἐν προμάχοισι θανεῖν.
ΤΟΥ ΑΥΤΟΥ
Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος,
ἡνίκʼ ἀφʼ ἱμερτὴν ἔπνεεν ἡλικίην·
«Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ
οὔτʼ ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.»
ΣΙΜΩΝΙΔΟΥ
Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου
ἀενάου στονόεντʼ ἤγαγεν εἰς θάνατον
Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν
Διφίλου αἰχμητὴς υἱὸς ἔθηκʼ ὄνομα.
ΣΙΜΩΝΙΔΟΥ
Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις
ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν;
ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας
ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.
ΤΟΥ ΑΥΤΟΥ
Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν,
Ζεῦ Ξένιʼ· οἱ δʼ ὑπὸ γᾶν θέντες ὄναιντο βίου.
ΚΑΛΛΙΜΑΧΟΥ
Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ
δυομένου Βασιλὼ κάτθανε παρθενικὴ
αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακὸν
πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
ΚΑΛΛΙΜΑΧΟΥ
Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη
ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.
ΚΑΛΛΙΜΑΧΟΥ
Δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ,
Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις,
τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου
εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.
ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ
Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι
ἤ τι περὶ ψυχῆς ἢ πάλι, πῶς ἔσεαι,
δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρὸς
Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.
ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ
Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή·
καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.
ΤΟΥ ΑΥΤΟΥ
«Τιμονόη.» τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
στήλῃ καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ
χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
ΚΑΛΛΙΜΑΧΟΥ
Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
ΤΟΥ ΑΥΤΟΥ
Ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; —«Εἰ τὸν Ἀρίμμα
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.» —
Ὦ Χαρίδα, τί τὰ νέρθε; —«Πολὺς σκότος.» —Αἱ δʼ ἄνοδοι τί; —
«Ψεῦδος.» —Ὁ δὲ Πλούτων; —«Μῦθος.» —Ἀπωλόμεθα. —
«Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.»
ΤΟΥ ΑΥΤΟΥ
Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.
εἰδείης δʼ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων
ἦρξεν, ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης.
οὐ νέμεσις· Μοῦσαι γάρ, ὅσους ἴδον ὄμματι παῖδας
μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
ΝΙΚΑΝΔΡΟΥ ΚΟΛΟΦΩΝΙΟΥ
Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον,
ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν
πατρίδʼ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν
δοῦλα καταγράψας σκῦλα κατʼ Ἰναχιδᾶν;
ΘΕΟΔΩΡΙΔΑ
Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα
κώκυσαν μέλεον πυρσὸν ἀναψάμενοι,
αἰνόλινε, τρισάωρε, σὺ δʼ ἀντὶ γάμου τε καὶ ἥβης
κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη.
ΤΟΥ ΑΥΤΟΥ
Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι
κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους
πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην·
Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας.
ΤΟΥ ΑΥΤΟΥ
Τόλμα καὶ εἰς Ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει,
ἃ καὶ Σωσάνδρου παῖδʼ ἐπέβασε πυρᾶς
Δωρόθεον· Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων
ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Μούναν σὺν τέκνοις, νεκυοστόλε, δέξο με, πορθμεῦ,
τὰν λάλον· ἀρκεῖ σοι φόρτος ὁ Τανταλίδης·
πληρώσει γαστὴρ μία σὸν σκάφος· εἴσιδε κούρους
καὶ κούρας, Φοίβου σκῦλα καὶ Ἀρτέμιδος.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Αὐτά τοι τρέσσαντι παρὰ χρέος ὤπασεν ᾅδαν
βαψαμένα κοίλων ἐντὸς ἄρη λαγόνων
μάτηρ, ἅ σʼ ἔτεκεν, Δαμάτριε· φᾶ δὲ σίδαρον
παιδὸς ἑοῦ φύρδαν μεστὸν ἔχουσα φόνου,
ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον,
δερκομένα λοξαῖς οἷα Λάκαινα κόραις·
«Λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον· ἁνίκα δειλὰν
οἶσθα φυγάν, τελέθεις οὔτʼ ἐμὸς οὔτε Λάκων.»
ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ
Ἔκ με γεωμορίης Ἐτεοκλέα πόντιος ἐλπὶς
εἵλκυσεν, ὀθνείης ἔμπορον ἐργασίης.
νῶτα δὲ Τυρσηνῆς ἐπάτευν ἁλός· ἀλλʼ ἅμα νηὶ
πρηνιχθεὶς κείνης ὕδασιν ἐγκατέδυν
ἀθρόον ἐμβρίσαντος ἀήματος. οὐκ ἄρʼ ἀλωὰς
αὑτὸς ἐπιπνείει κεἰς ὀθόνας ἄνεμος.
ΔΙΟΝΥΣΙΟΥ ΑΝΔΡΙΟΥ
Καὶ Διὶ καὶ Βρομίῳ με διάβροχον οὐ μέγʼ ὀλισθεῖν,
καὶ μόνον ἐκ δοιῶν καὶ βροτὸν ἐκ μακάρων.
ΑΛΕΞΑΝΔΡΟΥ ΑΙΤΩΛΟΥ, οἱ δὲ ΑΥΤΟΜΕΔΟΝΤΟΣ
Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρʼ ὥρην
ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.
δείλαιε Κλεόνικε, σὺ δʼ εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε· δύσιν δʼ ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.
ΜΕΛΕΑΓΡΟΥ
Οὐκέθʼ ὁμοῦ χιμάροισιν ἔχειν βίον, οὐκέτι ναίειν
ὁ τραγόπους ὀρέων Πὰν ἐθέλω κορυφάς.
τί γλυκύ μοι, τί ποθεινὸν ἐν οὔρεσιν; ὤλετο Δάφνις,
Δάφνις, ὃς ἡμετέρῃ πῦρ ἔτεκε κραδίῃ.
ἄστυ τόδʼ οἰκήσω, θηρῶν δέ τις ἄλλος ἐπʼ ἄγρην
στελλέσθω· τὰ πάροιθʼ οὐκέτι Πανὶ φίλα.
ΑΛΚΑΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ
Οὐδὲ θανὼν ὁ πρέσβυς ἑῷ ἐπιτέτροφε τύμβῳ
βότρυν ἀπʼ οἰνάνθης ἥμερον, ἀλλὰ βάτον
καὶ πνιγόεσσαν ἄχερδον ἀποστύφουσαν ὁδιτῶν
χείλεα καὶ δίψει καρφαλέον φάρυγα.
ἀλλά τις Ἱππώνακτος ἐπὴν παρὰ σῆμα νέηται,
εὐχέσθω κνώσσειν εὐμενέοντα νέκυν.
ΦΑΝΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ
Ἠρίον οὐκ ἐπὶ πατρί, πολυκλαύτου δʼ ἐπὶ παιδὸς
Λῦσις ἄχει κενεὴν τήνδʼ ἀνέχωσε κόνιν,
οὔνομα ταρχύσας, ἐπεὶ οὐχ ὑπὸ χεῖρα τοκήων
ἤλυθε δυστήνου λείψανα Μαντιθέου.
ΑΝΥΤΗΣ
Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς
ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται.
ΠΕΡΣΟΥ ΠΟΙΗΤΟΥ
Οὐ προϊδών, Θεότιμε, κακὴν δύσιν ὑετίοιο
Ἀρκτούρου κρυερῆς ἥψαο ναυτιλίης,
ἥ σε, διʼ Αἰγαίοιο πολυκλήιδι θέοντα
νηί, σὺν οἷς ἑτάροις ἤγαγεν εἰς Ἀίδην.
αἰαῖ, Ἀριστοδίκη δὲ καὶ Εὔπολις, οἵ σʼ ἐτέκοντο,
μύρονται κενεὸν σῆμα περισχόμενοι.
ΔΑΜΑΓΗΤΟΥ
Πρός σε Διὸς Ξενίου γουνούμεθα, πατρὶ Χαρίνῳ
ἄγγειλον Θήβην, ὦνερ, ἐπʼ Αἰολίδα
Μῆνιν καὶ Πολύνικον ὀλωλότε, καὶ τόδε φαίης,
ὡς οὐ τὸν δόλιον κλαίομεν ἄμμι μόρον,
καίπερ ὑπὸ Θρῃκῶν φθίμενοι χερός, ἀλλὰ τὸ κείνου
γῆρας ἐν ἀργαλέῃ κείμενον ὀρφανίῃ.
ΤΟΥ ΑΥΤΟΥ
Ἔστης ἐν προμάχοις, Χαιρωνίδη, ὧδʼ ἀγορεύσας·
«Ἢ μόρον ἢ νίκαν, Ζεῦ, πολέμοιο δίδου»,
ἡνίκα τοι περὶ Τάφρον Ἀχαιίδα τῇ τότε νυκτὶ
δυσμενέες θρασέος δῆριν ἔθεντο πόνου.
ναὶ μὴν ἀλλʼ ἐρατή σε διακριδὸν Ἆλις ἀείδει,
θερμὸν ἀνὰ ξείνην αἷμα χέαντα κόνιν.
ΦΛΑΚΚΟΥ
Ἕβρου χειμερίοις ἀταλὸς κρυμοῖσι δεθέντος
κοῦρος ὀλισθηροῖς ποσσὶν ἔθραυσε πάγον,
τοῦ παρασυρομένοιο περιρραγὲς αὐχένʼ ἔκοψεν
θηγαλέον ποταμοῦ Βιστονίοιο τρύφος.
καὶ τὸ μὲν ἡρπάσθη δίναις μέρος, ἡ δὲ τεκοῦσα
λειφθὲν ὕπερθε τάφῳ μοῦνον ἔθηκε κάρα·
μυρομένη δὲ τάλαινα· «Τέκος, τέκος,» εἶπε, «τὸ μέν σου
πυρκαϊή, τὸ δέ σου πικρὸν ἔδαψεν ὕδωρ.»
ΑΔΕΣΠΟΤΟΝ
Πάντα τις ἀρήσαιτο φυγεῖν πλόον, ὁππότε καὶ σύ,
Θεύγενες, ἐν Λιβυκῷ τύμβον ἔθευ πελάγει,
ἡνίκα σοι κεκμηὸς ἐπέπτατο φορτίδι νηὶ
οὖλον ἀνηρίθμων κεῖνο νέφος γεράνων.
ΑΔΕΣΠΟΤΟΝ
Εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἤν ποθʼ ἵκηαι
καὶ πόλιν ἀρχαίαν, ὦ ξένε, Θαυμακίαν,
ὡς δρυμὸν Μαλεαῖον ἀναστείβων ποτʼ ἔρημον
εἶδες Λάμπωνος τόνδʼ ἐπὶ παιδὶ τάφον
Δερξίᾳ, ὅν ποτε μοῦνον ἕλον δόλῳ οὐδʼ ἀναφανδὸν
κλῶπες ἐπὶ Σπάρταν δῖαν ἐπειγόμενον.
ΗΓΗΣΙΠΠΟΥ
Τὴν ἐπὶ πυρκαϊῆς ἐνδέξιά φασι κέλευθον
Ἑρμῆν τοὺς ἀγαθοὺς εἰς Ῥαδάμανθυν ἄγειν·
ᾗ καὶ Ἀριστόνοος, Χαιρεστράτου οὐκ ἀδάκρυτος
παῖς, ἡγησίλεω δῶμʼ Ἄϊδος κατέβη.
ΑΔΕΣΠΟΤΟΝ
Εἶχε κορωνοβόλον πενίης λιμηρὸν Ἀρίστων
ὄργανον, ᾧ πτηνὰς ἠκροβόλιζε χένας
ἦκα παραστείχων δολίην ὁδόν, οἷος ἐκείνας
ψεύσασθαι λοξοῖς ὄμμασι φερβομένας.
νῦν δʼ ὁ μὲν εἰν Ἀίδῃ· τὸ δέ οἱ βέλος ὀρφανὸν ἤχου
καὶ χερός· ἡ δʼ ἄγρη τύμβον ὑπερπέταται.
ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ
Τὰν στάλαν ἐχάραξε Βιάνωρ οὐκ ἐπὶ ματρὶ
οὐδʼ ἐπὶ τῷ γενέτᾳ, πότμον ὀφειλόμενον,
παρθενικᾷ δʼ ἐπὶ παιδί· κατέστενε δʼ οὐχ Ὑμεναίῳ,
ἀλλʼ Ἀίδᾳ νύμφαν δωδεκέτιν κατάγων.
ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ
Τίς Δάμων Ἀργεῖος ἐπʼ ἠρίῳ; ἆρα σύναιμος
ἐστὶ Δικαιοτέλους; —«Ἐστὶ Δικαιοτέλους.» —
Ἠχὼ τοῦτʼ ἐλάλησε πανύστατον, ἢ τόδʼ ἀληθές,
κεῖνος ὅδʼ ἐστὶν ἀνήρ; —«Κεῖνος ὅδʼ ἐστὶν ἀνήρ.»
ΤΟΥ ΑΥΤΟΥ
Πέτρος ἔτʼ ἐν Σιπύλῳ Νιόβη θρήνοισιν ἐάζει
ἑπτὰ δὶς ὠδίνων μυρομένη θάνατον·
λήξει δʼ οὐδʼ αἰῶνι γόον. τί δʼ ἀλαζόνα μῦθον
φθέγξατο, τὸν ζωῆς ἅρπαγα καὶ τεκέων;
ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ
Ναυηγὸς γλαυκοῖο φυγὼν Τρίτωνος ἀπειλὰς
Ἀνθεὺς Φθειώτην οὐ φύγεν αἰνόλυκον·
Πηνειοῦ παρὰ χεῦμα γὰρ ὤλετο. φεῦ τάλαν, ὅστις
Νηρεΐδων Νύμφας ἔσχες ἀπιστοτέρας.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε
ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,
ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα καὶ παρὰ θῖνα
Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.
οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην,
ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.
χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δʼ ὑμέων
ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ὦ ξένε, τί κλαίεις; —«Διὰ σὸν μόρον.» —Οἶσθα, τίς εἰμι; —
«Οὐ μὰ τόν, ἀλλʼ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.
ἐσσὶ δὲ τίς;» —Περίκλεια. —«Γυνὴ τίνος;» —Ἀνδρὸς ἀρίστου,
ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. —
«Πῶς δέ σε Βοσπορίη κατέχει κόνις;» —Εἴρεο Μοῖραν,
ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. —
«Παῖδα λίπες;» —Τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων
ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. —
«Αἴθε καλῶς ζώοι.» —Ναί, ναί, φίλος, εὔχεο κείνῳ,
ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.
ΔΑΜΑΣΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ
Ζωσίμη, ἡ πρὶν ἐοῦσα μόνῳ τῷ σώματι δούλη,
καὶ τῷ σώματι νῦν ηὗρον ἐλευθερίην.
ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Λατύπος Ἀρχιτέλης Ἀγαθάνορι παιδὶ θανόντι
χερσὶν ὀιζυραῖς ἡρμολόγησε τάφον·
αἰαῖ πέτρον ἐκεῖνον, ὃν οὐκ ἐκόλαψε σίδηρος,
ἀλλʼ ἐτάκη πυκινοῖς δάκρυσι τεγγόμενος.
φεῦ, στήλη, φθιμένῳ κούφη μένε, κεῖνος ἵνʼ εἴπῃ·
«Ὄντως πατρῴη χεὶρ ἐπέθηκε λίθον.»
ΙΩΑΝΝΟΥ ΠΟΙΗΤΟΥ
Ἐς πόσιν ἀθρήσασα παρʼ ἐσχατίης λίνα μοίρης
ᾔνεσα καὶ χθονίους, ᾔνεσα καὶ ζυγίους,
τοὺς μέν, ὅτι ζωὸν λίπον ἀνέρα, τοὺς δʼ, ὅτι τοῖον.
ἀλλὰ πατὴρ μίμνοι παισὶν ἐφʼ ἡμετέροις.
ΤΟΥ ΑΥΤΟΥ
Τοῦτο σαοφροσύνας ἀντάξιον εὕρεο, Νοστώ·
δάκρυά σοι γαμέτας σπεῖσε καταφθιμένᾳ.
ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΑΝΘΥΠΑΤΟΥ
Νηλειὴς Ἀίδης· ἐπὶ σοὶ δʼ ἐγέλασσε θανόντι,
Τίτυρε, καὶ νεκύων θῆκέ σε μιμολόγον.
ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ
Τρεῖς ἐτέων δεκάδες Μαίης χρόνος, ἐς τρία δʼ ἄλλα
ἔτρεχεν· ἀλλʼ Ἀίδης πικρὸν ἔπεμψε βέλος,
θηλυτέρην δʼ ἥρπαξε ῥόδων καλύκεσσιν ὁμοίην,
πάντʼ ἀπομαξαμένην ἔργα τὰ Πηνελόπης.
ΑΔΕΣΠΟΤΟΝ
Ἅιδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην,
κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος.
οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο,
μητρὸς δʼ ἐξ Ἀγάθης, ἀλλὰ μάτην γενόμην.
ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας,
φεῦ, σοφὸς εἰς Ἀίδην καὶ νέος εἰς ἔρεβος.
κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα·
δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ.
ΘΕΟΣΕΒΕΙΑΣ
Εἶδεν Ἀκεστορίη τρία πένθεα· κείρατο χαίτην
πρῶτον ἐφʼ Ἱπποκράτει καὶ δεύτερον ἀμφὶ Γαληνῷ·
καὶ νῦν Ἀβλαβίου γοερῷ περὶ σήματι κεῖται
αἰδομένη μετὰ κεῖνον ἐν ἀνθρώποισι φανῆναι.
ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει,
εἰ καὶ ἐρικλαύτων τῆλε θάνες γονέων,
πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶν
δάκρυα δυστλήτῳ πένθεϊ δαπτομένων.
πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος οἷά τε πάντων
ξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος.
αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα,
μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ
Ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρα τίκτεν
ἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων,
τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα, τὸν καὶ ἀνιγροῖς
κινήσαντα γόῳ δάκρυον ἀντιπάλοις.
εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρης
μέμφεο βουλομένης κόσμον ἄκοσμον ἔχειν.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ
Ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον, εἴ γε καὶ αὐδῆς
ἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις;
ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον· ἐκ δὲ τελευτῆς
ὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα.
οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαι
ὦτα λόγοις, Κρατερῷ δʼ ἓν τέλος ἠδὲ λόγοις.
ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Σιγᾷς, Χρυσεόμαλλε, τὸ χάλκεον, οὐκέτι δʼ ἡμῖν
εἰκόνας ἀρχεγόνων ἐκτελέεις μερόπων
νεύμασιν ἀφθόγγοισι· τεὴ δʼ, ὄλβιστε, σιωπὴ
νῦν στυγερὴ τελέθει, τῇ πρὶν ἐθελγόμεθα.
ΑΔΕΣΠΟΤΟΝ
Τῇδέ ποτʼ ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσα
Λαοδίκην δῄων ὕβριν ἀλευομένην.
σῆμα δʼ ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο
Μάξιμος ἔκδηλον θῆκʼ Ἀσίης ὕπατος,
καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατʼ ἄλλῃ
κείμενον ἀκλειῶς, τῷδʼ ἐπέθηκε κύκλῳ.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ
Αὐτὴν Θειοδότην ὁ ζωγράφος. αἴθε δὲ τέχνης
ἤμβροτε καὶ λήθην δῶκεν ὀδυρομένοις.
ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ
Γαῖα καὶ Εἰλήθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις·
χαίρετον· ἀμφοτέραις ἤνυσα τὸ στάδιον.
εἶμι δὲ μὴ νοέων, πόθι νίσομαι· οὐδὲ γὰρ ὑμέας
ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Κανδαύλου τόδε σῆμα· Δίκη δʼ ἐμὸν οἶτον ἰδοῦσα
οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.
ἤθελε γὰρ δισσοῖσιν ὑπʼ ἀνδράσι μηδὲ φανῆναι,
ἀλλʼ ἢ τὸν πρὶν ἔχειν ἢ τὸν ἐπιστάμενον.
ἦν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη
δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων,
ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν.
ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες οὐδʼ ἐπὶ παστοὺς
ἠγάγετʼ οὐδʼ ἐρατῆς ἔργα τεκνοσπορίης;
οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον
μέλλον ἄγειν, στυγεροῦ δʼ εἰς Ἀχέροντος ἔβην.
ἀλλά, θεοί, λίτομαι, μητρός γε γόους πατέρος τε
παύσατε τηκομένων εἵνεκʼ ἐμεῦ φθιμένης.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ,
εὖτʼ ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην·
«Κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος,
αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος·
ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο,
ὄφρʼ ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.»
ΑΔΕΣΠΟΤΟΝ
Δουλκίτιον μὲν ἄνακτες ἄκρον βιότοιο πρὸς ὄλβον
ἤγαγον ἐξ ἀρετῆς καὶ κλέος ἀνθυπάτων·
ὡς δὲ Φύσις μιν ἔλυσεν ἀπὸ χθονός, ἀθάνατοι μὲν
αὐτὸν ἔχουσι θεοί, σῶμα δὲ σηκὸς ὅδε.
ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ὀρφέος οἰχομένου τάχα τις τότε λείπετο Μοῦσα·
σεῦ δέ, Πλάτων, φθιμένου παύσατο καὶ κιθάρη·
ἦν γὰρ ἔτι προτέρων μελέων ὀλίγη τις ἀπορρὼξ
ἐν σαῖς σῳζομένη καὶ φρεσὶ καὶ παλάμαις.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνὴρ
λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου·
ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους
ἔσκεπεν ἀλλήλοις εἰσέτι μισγομένους.
ξυνὴ δʼ ἀμφοτέρους κατέχει παγίς, εἰν ἑνὶ δʼ ἄμφω
κεῖνται συζυγίης οὐκέτι παυόμενοι.
ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Χειρεδίου τόδε σῆμα, τὸν ἔτρεφεν Ἀτθὶς ἄρουρα
εἰκόνα ῥητήρων τῆς προτέρης δεκάδος,
ῥηιδίως πείθοντα δικασπόλον· ἀλλὰ δικάζων
οὔποτε τῆς ὀρθῆς οὐδʼ ὅσον ἐτράπετο.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ,
Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·
ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων
οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.
οἰκτρὰ δʼ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι
κείμενον οὗ θιάσου κόσμον ὀδυρόμενοι·
ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ,
αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη.
ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς
ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.
ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Σῆμα Ῥόδης· Τυρίη δὲ γυνὴ πέλεν, ἀντὶ δὲ πάτρης
ἵκετο τήνδε πόλιν κηδομένη τεκέων.
αὕτη ἀειμνήστοιο λέχος κόσμησε Γεμέλλου,
ὃς πάρος εὐνομίης ἴδμονα θῆκε πόλιν.
γρηῢς μὲν μόρον εὗρεν, ὄφελλε δὲ μυρία κύκλα
ζώειν· τῶν ἀγαθῶν οὐ δεχόμεσθα κόρον.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ
Κάτθανες, ὦ Πύρρων; —«Ἐπέχω.» —Πυμάτην μετὰ μοῖραν
φὴς ἐπέχειν; —«Ἐπέχω· σκέψιν ἔπαυσε τάφος.»
ΤΟΥ ΑΥΤΟΥ
Ὅστις με τριόδοισι μέσαις τάρχυσε θανόντα,
λυγρὰ παθὼν τύμβου μηδʼ ὀλίγοιο τύχοι,
πάντες ἐπεὶ Τίμωνα νέκυν καλέουσιν ὁδῖται
καὶ μόρος ἄμμι μόνοις ἄμμορος ἡσυχίης.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Τὸν κρατερὸν Πανοπῆα τὸν ἀγρευτῆρα λεόντων,
τὸν λασιοστέρνων κέντορα παρδαλίων,
τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸς
σκορπίος οὐτήσας ταρσὸν ὀρεσσιβάτην.
αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται,
αἰαῖ, θαρσαλέων παίγνια δορκαλίδων.
ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Πέτρου ὁρᾷς ῥητῆρος ἀεὶ γελόωσαν ὀπωπήν,
ἐξόχου εἰν ἀγοραῖς, ἐξόχου ἐν φιλίῃ.
ἐν δὲ Διωνύσου θηεύμενος ὤλετο μοῦνος,
ὑψόθεν ἐκ τέγεος σὺν πλεόνεσσι πεσών,
βαιὸν ἐπιζήσας, ὅσον ἤρκεσε. τοῦτον ἔγωγε
ἄγριον οὐ καλέω, τὸν δὲ φύσει θάνατον.
ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ
Οὔποτέ με κρύψεις ὑπὸ πυθμένα νείατον αἴης
τόσσον, ὅσον κρύψαι πάνσκοπον ὄμμα Δίκης.
ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ
Ἀντὶ φόνου τάφον ἄμμι χαρίζεαι· ἀλλὰ καὶ αὐτὸς
ἴσων ἀντιτύχοις οὐρανόθεν χαρίτων.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Χαῖρέ μοι, ὦ ναυηγέ, καὶ εἰς Ἀίδαο περήσας
μέμφεο μὴ πόντου κύμασιν, ἀλλʼ ἀνέμοις.
κεῖνοι μέν σʼ ἐδάμασσαν, ἁλὸς δέ σε μείλιχον ὕδωρ
ἐς χθόνα καὶ πατέρων ἐξεκύλισε τάφους.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἀβάλε μηδʼ ἐγένοντο γάμοι, μὴ νύμφια λέκτρα·
οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.
νῦν δʼ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται,
γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος·
τρισσὴ δʼ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει
τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.
κούφη σοὶ τελέθει γαστήρ, τέκος, ἀντὶ κονίης·
αὕτη γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.
ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ
Πλώεις ναυηγόν με λαβὼν καὶ σήματι χώσας;
πλῶε Μαλειάων ἄκρα φυλασσόμενος,
αἰεὶ δʼ εὐπλοΐην μεθέποις, φίλος· ἢν δέ τι ῥέξῃ
ἄλλο Τύχη, τούτων ἀντιάσαις χαρίτων.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Μύγδων τέρμα βίοιο λαχὼν αὐτόστολος ἦλθεν
εἰς Ἀίδην, νεκύων πορθμίδος οὐ χατέων.
ἣν γὰρ ἔχε ζώων βιοδώτορα, μάρτυρα μόχθων,
ἄγραις εἰναλίαις πολλάκι βριθομένην,
τήνδε καὶ ἐν θανάτῳ λάχε σύνδρομον, εὖτε τελευτὴν
εὕρετο συλλήξας ὁλκάδι καιομένῃ.
οὕτω πιστὸν ἄνακτι πέλεν σκάφος, οἶκον ἀέξον
Μύγδονι καὶ σύμπλουν ἐς βίον, ἐς θάνατον.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Οὔτι σε πόντος ὄλεσσε καὶ οὐ πνείοντες ἀῆται,
ἀλλʼ ἀκόρητος ἔρως φοιτάδος ἐμπορίης.
εἴη μοι γαίης ὀλίγος βίος· ἐκ δὲ θαλάσσης
ἄλλοισιν μελέτω κέρδος ἀελλομάχον.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ
Χθών σε τέκεν, πόντος δὲ διώλεσε, δέκτο δὲ θῶκος
Πλουτῆος· κεῖθεν δʼ οὐρανὸν εἰσανέβης.
οὐχ ὡς ναυηγὸς δὲ βυθῷ θάνες, ἀλλʼ ἵνα πάντων
κλήροις ἀθανάτων, Πάμφιλε, κόσμον ἄγῃς.
ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Δαμόχαρις Μοίρης πυμάτην ὑπεδύσατο σιγήν.
φεῦ, τὸ καλὸν Μούσης βάρβιτον ἠρεμέει,
ὤλετο γραμματικῆς ἱερὴ βάσις. ἀμφιρύτη Κῶς,
καὶ πάλι πένθος ἔχεις οἷον ἐφʼ Ἱπποκράτει.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα,
μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης,
οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν
θεσμῶν τʼ Αὐσονίων ἐλπίδα μαψιδίην,
ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην
ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη.
καὶ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δʼ ἐκείνου
οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.
ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ
Κλεινὸς Ἰωάννης. —«Θνητὸς λέγε.» —Γαμβρὸς ἀνάσσης.
«Θνητὸς ὅμως.» —Γενεῆς ἄνθος Ἀναστασίου. —
«Θνητοῦ κἀκείνου.» —Βίον ἔνδικος. οὐκέτι τοῦτο
θνητὸν ἔφης· ἀρεταὶ κρείσσονές εἰσι μόρου.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Ὑπατίου τάφος εἰμί· νέκυν δʼ οὔ φημι καλύπτειν
τόσσου τόσσος ἐὼν Αὐσονίων προμάχου·
γαῖα γὰρ αἰδομένη λιτῷ μέγαν ἀνέρα χῶσαι
σήματι τῷ πόντῳ μᾶλλον ἔδωκεν ἔχειν.
ΤΟΥ ΑΥΤΟΥ
Αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοιο θαλάσσης
κύμασιν Ὑπατίου σῶμα καλυψαμένοις·
ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον οἷα θανόντα,
καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν.
ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸν
τίμησεν κενεῷ σήματι τῷδε νέκυν.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαΐᾳ καὶ ἀοιδᾷ,
τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας,
Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δʼ ἐπὶ τύμβῳ
κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη.
ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ
Μνῆμα σόν, ὦ Θεόδωρε, πανατρεκὲς οὐκ ἐπὶ τύμβῳ,
ἀλλʼ ἐνὶ βιβλιακῶν μυριάσιν σελίδων,
αἷσιν ἀνεζώγρησας ἀπολλυμένων ἀπὸ λήθης
ἁρπάξας νοερῶν μόχθον ἀοιδοπόλων.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Κάτθανε μὲν Θεόδωρος· ἀοιδοπόλων δὲ παλαιῶν
πληθὺς οἰχομένη νῦν θάνεν ἀτρεκέως.
πᾶσα γὰρ ἀμπνείοντι συνέπνεε, πᾶσα δʼ ἀπέσβη
σβεννυμένου· κρύφθη δʼ εἰν ἑνὶ πάντα τάφῳ.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ναὶ μὰ τὸν ἐν γαίῃ πύματον δρόμον, οὔτε μʼ ἄκοιτις
ἔστυγεν οὔτʼ αὐτὸς Θεύδοτος Εὐγενίης
ἐχθρὸς ἑκὼν γενόμην· ἀλλὰ φθόνος ἠέ τις ἄτη
ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.
νῦν δʼ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες
ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ
Ἡ γλυκερὸν μέλψασα καὶ ἄλκιμον, ἡ θρόον αὐδῆς
μούνη θηλυτέρης στήθεσι ῥηξαμένη
κεῖται σιγαλέη· τόσον ἔσθενε νήματα Μοίρης,
ὡς λιγυρὰ κλεῖσαι χείλεα Καλλιόπης.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Οὔτι φύσις θήλεια καὶ οὐ πολιοῖο καρήνου
ἀδρανίη φωνῆς σῆς κατέλυσε βίην·
ἀλλὰ μόλις ξυνοῖσι νόμοις εἴξασα τελευτῆς,
φεῦ φεῦ, Καλλιόπη, σὴν κατέλυσας ὄπα.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Οὔνομα μὲν Κάλη, φρεσὶ δὲ πλέον ἠὲ προσώπῳ,
κάτθανε· φεῦ, Χαρίτων ἐξαπόλωλεν ἔαρ.
καὶ γὰρ ἔην Παφίῃ πανομοίιος, ἀλλὰ συνεύνῳ
μούνῳ, τοῖς δʼ ἑτέροις Παλλὰς ἐρυμνοτάτη.
τίς λίθος οὐκ ἐγόησεν, ὅτʼ ἐξήρπαξεν ἐκείνην
εὐρυβίης Ἀίδης ἀνδρὸς ἀπʼ ἀγκαλίδων;
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Ὥριος εἷλέ σε παστάς, ἀώριος εἷλέ σε τύμβος,
εὐθαλέων Χαρίτων ἄνθος, Ἀναστασίη.
σοὶ γενέτης, σοὶ πικρὰ πόσις κατὰ δάκρυα λείβει,
σοὶ τάχα καὶ πορθμεὺς δάκρυ χέει νεκύων·
οὐ γὰρ ὅλον λυκάβαντα διήνυσας ἄγχι συνεύνου,
ἀλλʼ ἑκκαιδεκέτιν, φεῦ, κατέχει σε τάφος.
ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ
Φεῦ φεῦ, ἀμετρήτων χαρίτων ἔαρ ἡδὺ μαραίνει
ἀμφὶ σοὶ ὠμοφάγων χεῖμα τὸ νερτερίων.
καὶ σὲ μὲν ἥρπασε τύμβος ἀπʼ ἠελιώτιδος αἴγλης
πέμπτον ἐφʼ ἑνδεκάτῳ πικρὸν ἄγουσαν ἔτος,
σὸν δὲ πόσιν γενέτην τε κακαῖς ἀλάωσεν ἀνίαις,
οἷς πλέον ἠελίου λάμπες, Ἀναστασίη.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον, ἀλλά σε κηρὸν
δέρκομαι, οὐδʼ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος
ἕζεται ἐν στομάτεσσι· τεὴ δʼ εὐάνθεμος ἥβη,
αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις.
πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ
τετράκις ἓξ μούνους ἔδρακες ἠελίους·
οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος
ὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος
τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην,
ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ
Ἄγριός ἐστι Χάρων. —«Πλέον ἤπιος.» —Ἥρπασεν ἤδη
τὸν νέον. —«Ἀλλὰ νόῳ τοῖς πολιοῖσιν ἴσον.» —
Τερπωλῆς δʼ ἀπέπαυσεν. —«Ἀπεστυφέλιξε δὲ μόχθων.» —
Οὐκ ἐνόησε γάμους. —«Οὐδὲ γάμων ὀδύνας.»
ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Λέκτρα σοι ἀντὶ γάμων ἐπιτύμβια, παρθένε κούρη,
ἐστόρεσαν παλάμαις πενθαλέαις γενέται.
καὶ σὺ μὲν ἀμπλακίας βιότου καὶ μόχθον Ἐλευθοῦς
ἔκφυγες, οἱ δὲ γόων πικρὸν ἔχουσι νέφος.
δωδεκέτιν γὰρ μοῖρα, Μακηδονίη, σε καλύπτει,
κάλλεσιν ὁπλοτέρην, ἤθεσι γηραλέην.
ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ
Σοὶ σορὸν εὐλάιγγα, Ῥοδοῖ, καὶ τύμβον ἐγείρει
ῥύσιά τε ψυχῆς δῶρα πένησι νέμει
ἀντʼ εὐεργεσίης γλυκερὸς πόσις, ὅττι θανοῦσα
ὠκύμορος κείνῳ δῶκας ἐλευθερίην.
ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Πρηΰς, ἐλευθερίην ἐπιειμένος, ἡδὺς ἰδέσθαι,
ἐν βιότῳ προλιπὼν υἱέα γηροκόμον,
τύμβον ἔχει Θεόδωρος ἐπʼ ἐλπίδι κρέσσονι μοίρης,
ὄλβιος ἐν καμάτοις, ὄλβιος ἐν θανάτῳ.
ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ
Ψυλλὼ πρεσβυγενὴς τοῖς κληρονόμοις φθονέσασα
αὐτὴ κληρονόμος τῶν ἰδίων γέγονεν·
ἁλλομένη δὲ τάχος κατέβη δόμον εἰς Ἀίδαο,
ταῖς δαπάναις τὸ ζῆν σύμμετρον εὑρομένη.
πάντα φαγοῦσα βίον συναπώλετο ταῖς δαπάναισιν·
ἥλατο δʼ εἰς Ἀίδην, ὡς ἀπεκερμάτισεν.
ΕΥΤΟΛΜΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ
Υἱέος ὠκυμόρου θάνατον πενθοῦσα Μενίππη
κωκυτῷ μεγάλῳ πνεῦμα συνεξέχεεν·
οὐδʼ ἔσχεν παλίνορσον ἀναπνεύσασα γοῆσαι,
ἀλλʼ ἅμα καὶ θρήνου παύσατο καὶ βιότου.
ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Ἀττικὸς ἐς ξυνήν με παναγρέος ἐλπίδα Μοίρης
θυμῷ θαρσαλέῳ ζῶν ἐλάχηνε τάφον
παίζων ἐξ ἀρετῆς θανάτου φόβον. ἀλλʼ ἐπὶ δηρὸν
ἠέλιος σοφίης μιμνέτω ἠελίῳ.
ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ
Ἥρπασέ τις νύμφην, καὶ τὸν γάμον ἥρπασε δαίμων
ψυχῶν συλήσας τερπομένην ἀγέλην.
εἷς γάμος εἰκοσιπέντε τάφους ἔπλησε θανόντων,
πάνδημος δὲ νεκρὼν εἷς γέγονεν θάλαμος.
νύμφη Πενθεσίλεια πολύστονε, νυμφίε Πενθεῦ,
ἀμφοτέρων ὁ γάμος πλούσιος ἐν θανάτοις.
ΕΥΤΟΛΜΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ
Παρθενικὴν Ἑλένην μετʼ ἀδελφεὸν ἄρτι θανόντα
δειλαίη μήτηρ κόψατο διπλασίως.
μνηστῆρες δʼ ἐγόησαν ἴσον γόον· ἦν γὰρ ἑκάστῳ
θρηνεῖν τὴν μήπω μηδενὸς ὡς ἰδίην.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Φεῦ φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν
Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.
ὤλετο φορμίγγων τερετίσματα, λῆξαν ἀοιδαί,
ὥσπερ Ἰωάννῃ πάντα συνολλύμενα.
καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι,
τύμβον Ἰωάννης ἀνθʼ Ἑλικῶνος ἔχειν.
ΔΙΟΓΕΝΟΥΣ ΕΠΙΣΚΟΠΟΥ ΑΜΙΣΟΥ
Σοὶ τόδε, Διόγενες, θαλερῆς μνημήιον ἥβης
Πόντῳ ἐν Εὐξείνῳ θήκατο Φρὺξ γενέτης,
φεῦ, πάτρης ἑκὰς ὅσσον· ἄγεν δέ σε νεῦμα Θεοῖο
πατρὸς ἀδελφειῷ πένθος ὀφειλόμενον,
ὅς σε περιστείλας ἱερῇ παλάμῃ τε καὶ εὐχῇ
γείτονα τῆς μακάρων θῆκε χοροστασίης.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις
ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος·
ὅκκα δʼ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε κέλσας
τὰν Μυτιληναίαν γᾶν ἀλάπαξε Πάχης,
τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως
ἔκτανεν ὡς τήνας τῇδε βιησόμενος.
ταὶ δὲ κατʼ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην
καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·
δάμῳ δʼ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος,
μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.
τοῖα μέν, ὦ κούρα, πεπονήκατον· ἂψ δʼ ἐπὶ πάτραν
ἥκετον, ἐν δʼ αὐτᾷ κεῖσθον ἀποφθιμένα·
εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων
εὕδετον ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·
ὑμνεῦσιν δʼ ἔτι πάντες ὁμόφρονας ἡρωίνας,
πάτρας καὶ ποσίων πήματα τισαμένας.
ΑΔΕΣΠΟΤΟΝ
Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας
Μουσαῖον, φθίμενον σῶμʼ ὑπὸ τῷδε τάφῳ.
Ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα,
Μούσης Οὐρανίης υἱὸν ἐυστεφάνου.
Θρήικα χρυσολύρην τῇδʼ Ὀρφέα Μοῦσαι ἔθαψαν,
ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει.
Ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ
ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.
Πλούτου καὶ σοφίας πρύτανιν πατρὶς ἥδε Κόρινθος
κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει.
ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ
Μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ
τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός·
καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,
οὕνεκεν οὐκ ἔτυχεν πρήξιος, ἧς ἔθελεν.
ΑΔΕΣΠΟΤΟΝ
Ἐνθάδʼ ἐγὼ Σοφοκλῆς στυγερὸν δόμον Ἄϊδος ἔσβην
κάμμορος, εἴδατι Σαρδῴῳ σελίνοιο γελάσκων.
ὣς μὲν ἐγών, ἕτεροι δʼ ἄλλως, πάντες δέ τε πάντως.
ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ
Βόρχος ὁ βουποίμην ὅτʼ ἐπὶ γλυκὺ κηρίον εἷρπεν
αἰγίλιπα σχοίνῳ πέτρον ἐπερχόμενος,
εἵπετό οἱ σκυλάκων τις ὁ καὶ βοσίν, ὃς φάγε λεπτὴν
σχοῖνον ἀνελκομένῳ χραινομένην μέλιτι·
κάππεσε δʼ εἰς Ἀίδαο· τὸ δʼ ἀτρυγὲς ἀνδράσιν ἄλλοις
κεῖνο μέλι ψυχῆς ὤνιον εἰρύσατο.
ΑΙΜΙΛΙΑΝΟΥ
Ἕλκε, τάλαν, παρὰ μητρὸς ὃν οὐκέτι μαστὸν ἀμέλξεις,
ἕλκυσον ὑστάτιον νᾶμα καταφθιμένης·
ἤδη γὰρ ξιφέεσσι λιπόπνοος· ἀλλὰ τὰ μητρὸς
φίλτρα καὶ εἰν Ἀίδῃ παιδοκομεῖν ἔμαθεν.
ΔΙΟΔΩΡΟΥ
Ἔρροις, Ἰονίοιο πολυπτοίητε θάλασσα,
νηλὴς Ἀίδεω πορθμὲ κελαινοτάτου,
ἣ τόσσους κατέδεξο. τίς ἂν τεά, κάμμορε, λέξαι
αἴσυλα δυστήνων αἶσαν ὀπιζόμενος;
Αἰγέα καὶ Λαβέωνα σὺν ὠκυμόροισιν ἑταίροις
νηί τε σὺν πάσῃ βρύξας ἁλὶ ῥοθίῃ.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Εἰδότα κἠπʼ Ἄτλαντα τεμεῖν πόρον εἰδότα Κρήτης
κύματα καὶ Πόντου ναυτιλίην Μέλανος,
Καλλιγένευς Διόδωρον Ὀλύνθιον ἴσθι θανόντα
ἐν λιμένι πρῴρης νύκτερον ἐκχύμενον,
δαιτὸς ἐκεῖ τὸ περισσὸν ὅτʼ ἤμεεν. ἆ πόσον ὕδωρ
ὤλεσε τὸν τόσσῳ κεκριμένον πελάγει.
ΑΔΕΣΠΟΤΟΝ
Ἐσχατιαὶ Λιβύων Νασαμωνίδες, οὐκέτι θηρῶν
ἔθνεσιν ἠπείρου νῶτα βαρυνόμεναι
ἦχος ἐρημαίαισιν ἔπι πτύρεσθε λεόντων
ὠρυγαῖς ψαμάθους ἄχρις ὑπὲρ Νομάδων,
φῦλον ἐπεὶ νήριθμον ἐν ἰχνοπέδαισιν ἀγρευθὲν
ἐς μίαν αἰχμηταῖς Καῖσαρ ἔθηκεν ὁ παῖς·
αἱ δὲ πρὶν ἀγραύλων ἐγκοιτάδες ἀκρώρειαι
θηρῶν νῦν ἀνδρῶν εἰσὶ βοηλασίαι.
ΔΙΟΔΩΡΟΥ
Ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα,
κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου·
Θύνιον Ἀστακίην δὲ μάλʼ ἤκαχες, ἥ σε μάλιστα
οἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον
Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίας
μοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας.
ΚΡΙΝΑΓΟΡΟΥ
Ἠρνήσαντο καὶ ἄλλαι ἑὸν πάρος οὔνομα νῆσοι
ἀκλεές, ἐς δʼ ἀνδρῶν ἦλθον ὁμωνυμίην·
κληθείητε καὶ ὔμμες Ἐρωτίδες· οὐ νέμεσίς τοι
Ὀξείαις ταύτην κλῆσιν ἀμειψαμέναις.
παιδὶ γάρ, ὃν τύμβῳ Δίης ὑπεθήκατο βώλου,
οὔνομα καὶ μορφὴν αὐτὸς ἔδωκεν Ἔρως.
ὦ χθὼν σηματόεσσα καὶ ἡ παρὰ θινὶ θάλασσα,
παιδὶ σὺ μὲν κούφη κεῖσο, σὺ δʼ ἡσυχίη.
ΑΝΤΙΠΑΤΡΟΥ
Ἦ χθαμαλὴν ὑπέδυς ὁ τόσος κόνιν; εἰς σέ τις ἀθρῶν,
Σώκρατες, Ἑλλήνων μέμψεται ἀκρισίην·
νηλέες, οἳ τὸν ἄριστον ἀπώλεσαν, οὐδὲ ἓν αἰδοῖ
δόντες. τοιοῦτοι πολλάκι Κεκροπίδαι.
ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ
Ἤδη που πάτρης πελάσας σχεδὸν «Αὔριον», εἶπον,
«ἡ μακρὴ κατʼ ἐμοῦ δυσπλοΐη κοπάσει.»
οὔπω χεῖλος ἔμυσε, καὶ ἦν ἴσος Ἄϊδι πόντος,
καί με κατέτρυχεν κεῖνο τὸ κοῦφον ἔπος.
πάντα λόγον πεφύλαξο τὸν αὔριον· οὐδὲ τὰ μικρὰ
λήθει τὴν γλώσσης ἀντίπαλον Νέμεσιν.
ΑΠΟΛΛΩΝΙΔΟΥ
Ἢν ἄρα Μιλήτου Φοιβήιον ᾐόνʼ ἵκησθε,
λέξατε Διογένει πένθιμον ἀγγελίην,
παῖς ὅτι οἱ ναυηγὸς ὑπὸ χθονὶ κεύθεται Ἄνδρου
Δίφιλος Αἰγαίου κῦμα πιὼν πελάγευς.
ΔΙΟΔΩΡΟΥ
Κλίμακος ἐξ ὀλίγης ὀλίγον βρέφος ἐν Διοδώρου
κάππεσεν, ἐκ δʼ ἐάγη καίριον ἀστράγαλον
δινηθεὶς προκάρηνος· ἐπεὶ δʼ ἴδε θεῖον ἄνακτα
ἀντόμενον, παιδνὰς αὐτίκʼ ἔτεινε χέρας.
ἀλλὰ σὺ νηπιάχου δμωός, κόνι, μήποτε βρίθειν
ὀστέα, τοῦ διετοῦς φειδομένη Κόρακος.
ΚΡΙΝΑΓΟΡΟΥ
Καὶ αὐτὴ ἤχλυσεν ἀκρέσπερος ἀντέλλουσα
Μήνη πένθος ἑὸν νυκτὶ καλυψαμένη,
οὕνεκα τὴν χαρίεσσαν ὁμώνυμον εἶδε Σελήνην
ἄπνουν εἰς ζοφερὸν δυομένην Ἀίδην.
κείνῃ γὰρ καὶ κάλλος ἑοῦ κοινώσατο φωτὸς
καὶ θάνατον κείνης μίξεν ἑῷ κνέφεϊ.
ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ
Νεκροδόκον κλιντῆρα Φίλων ὁ πρέσβυς ἀείρων
ἐγκλιδόν, ὄφρα λάβοι μισθὸν ἐφημέριον,
σφάλματος ἐξ ὀλίγοιο πεσὼν θάνεν· ἦν γὰρ ἕτοιμος
εἰς Ἀίδην, ἐκάλει δʼ ἡ πολιὴ πρόφασιν·
ὃν δʼ ἄλλοις ἐφόρει νεκυοστόλον, αὐτὸς ἐφʼ αὑτῷ
ἀσκάντην ὁ γέρων ἀχθοφορῶν ἔλαθεν.
ΤΟΥ ΑΥΤΟΥ
Ναῦν Ἱεροκλείδης ἔσχεν σύγγηρον, ὁμόπλουν
τὴν αὐτὴν ζωῆς καὶ θανάτου σύνοδον,
πιστὴν ἰχθυβολεῦντι συνέμπορον· οὔτις ἐκείνης
πώποτʼ ἐπέπλωσεν κῦμα δικαιοτέρη.
γήραος ἄχρις ἔβοσκε πονευμένη, εἶτα θανόντα
ἐκτέρισεν, συνέπλω δʼ ἄχρι καὶ Ἀίδεω.
ΚΡΙΝΑΓΟΡΟΥ
Ποιμὴν ὦ μάκαρ, εἴθε κατʼ οὔρεος ἐπροβάτευον
κἠγὼ ποιηρὸν τοῦτʼ ἀνὰ λευκόλοφον,
κριοῖς ἁγητῆρσι ποτʼ ἐβληχημένα βάζων,
ἢ πικρῇ βάψαι νήοχα πηδάλια
ἅλμῃ. τοιγὰρ ἔδυν ὑποβένθιος· ἀμφὶ δὲ ταύτην
θῖνά με ῥοιβδήσας Εὖρος ἐφωρμίσατο.
ΑΝΤΙΠΑΤΡΟΥ
Πύρρος ὁ μουνερέτης ὀλίγῃ νεῒ λεπτὰ ματεύων
φυκία καὶ τριχίνης μαινίδας ἐκ καθέτου,
ἠιόνων ἀποτῆλε τυπεὶς κατέδουπε κεραυνῷ·
νηῦς δὲ πρὸς αἰγιαλοὺς ἔδραμεν αὐτομάτη
ἀγγελίην θείῳ καὶ λιγνύϊ μηνύουσα
καὶ φράσαι Ἀργῴην οὐκ ἐπόθησε τρόπιν.
ΚΡΙΝΑΓΟΡΟΥ
Παίδων ἀλλαχθέντι μόρῳ ἔπι τοῦτʼ ἐλεεινὴ
μήτηρ ἀμφοτέρους εἶπε περισχομένη·
«Καὶ νέκυν οὐ σέο, τέκνον, ἐπʼ ἤματι τῷδε γοήσειν
ἤλπισα καὶ ζωοῖς οὐ σὲ μετεσσόμενον
ὄψεσθαι· νῦν δʼ οἱ μὲν ἐς ὑμέας ἠμείφθησαν
δαίμονες, ἄψευστον δʼ ἵκετο πένθος ἐμοί.»
ΑΝΤΙΠΑΤΡΟΥ
Πᾶσα θάλασσα θάλασσα. τί Κυκλάδας ἢ στενὸν Ἕλλης
κῦμα καὶ Ὀξείας ἠλεὰ μεμφόμεθα;
ἄλλως τοὔνομʼ ἔχουσιν. ἐπεὶ τί με, τὸν προφυγόντα
κεῖνα, Σκαρφαιεὺς ἀμφεκάλυψε λιμήν;
νόστιμον εὐπλοΐην ἀρῷτό τις· ὡς τά γε πόντου
πόντος, ὁ τυμβευθεὶς οἶδεν Ἀρισταγόρης.
ΤΟΥ ΑΥΤΟΥ
Ῥιγηλὴ ναύταις Ἐρίφων δύσις, ἀλλὰ Πύρωνι
πουλὺ γαληναίη χείματος ἐχθροτέρη·
νῆα γὰρ ἀπλοΐῃ πεπεδημένου ἔφθασε ναύταις
ληιστέων ταχινὴ δίκροτος ἐσσυμένη,
χεῖμα δέ μιν προφυγόντα γαληναίῳ ὑπʼ ὀλέθρῳ
ἔκτανον· ἆ λυγρῆς δειλὲ καχορμισίης.
ΑΝΤΙΦΙΛΟΥ
Σῆμα δυωδεκάμοιρον ἀφεγγέος ἠελίοιο,
τοσσάκις ἀγλώσσῳ φθεγγόμενον στόματι,
εὖτʼ ἂν θλιβομένοιο ποτὶ στενὸν ὕδατος ἀὴρ
αὐλὸν ἀποστείλῃ πνεῦμα διωλύγιον,
θῆκεν Ἀθήναιος δήμῳ χάριν, ὡς ἂν ἐναργὴς
εἴη κἠν φθονεραῖς ἠέλιος νεφέλαις.
ΑΠΟΛΛΩΝΙΔΟΥ
Σύρου καὶ Δήλοιο κλύδων μέσος υἷα Μενοίτην
σὺν φόρτῳ Σαμίου κρύψε Διαφανέος
εἰς ὅσιον σπεύδοντα πλόου τάχος· ἀλλὰ θάλασσα
ἐχθρὴ καὶ νούσῳ πατρὸς ἐπειγομένοις.
ΚΡΙΝΑΓΟΡΟΥ
Ὑμνίδα τὴν Εὐάνδρου ἐράσμιον αἰὲν ἄθυρμα
οἰκογενὲς κούρην αἱμύλον εἰναέτιν,
ἥρπασας, ὦ ἄλλιστʼ Ἀίδη, τί πρόωρον ἐφιεὶς
μοῖραν τῇ πάντως σεῖό ποτʼ ἐσσομένῃ;
ΒΙΑΝΟΡΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ
Ὕστατον ἐθρήνησε τὸν ὠκύμορον Κλεαρίστη
παῖδα καὶ ἀμφὶ τάφῳ πικρὸν ἔπαυσε βίον·
κωκύσασα γὰρ ὅσσον ἐχάνδανε μητρὸς ἀνίη,
οὐκέτʼ ἐπιστρέψαι πνεύματος ἔσχε τόνους.
θηλύτεραι, τί τοσοῦτον ἐμετρήσασθε τάλαιναι
θρῆνον, ἵνα κλαύσητʼ ἄχρι καὶ Ἀίδεω;
ΚΡΙΝΑΓΟΡΟΥ
Ὦ δύστηνʼ ὄλβοιο Φιλόστρατε, ποῦ σοι ἐκεῖνα
σκῆπτρα καὶ αἱ βασιλέων ἄφθονοι εὐτυχίαι,
αἷσιν ἐπῃώρησας ἀεὶ βίον ἢ ἐπὶ Νείλῳ
ἢ ἐν Ἰουδαίοις ὢν περίοπτος ὅροις;
ὀθνεῖοι καμάτους τοὺς σοὺς διεμοιρήσαντο,
σὸς δὲ νέκυς ψαφαρῇ κείσετʼ ἐν Ὀστρακίνῃ.
ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ
Λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα
εἶπʼ Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα·
«Ὦ πάτερ, οὔ τοι ἔτʼ εἰμί, μέλας δʼ ἐμὸν ὄμμα καλύπτει
ἤδη ἀποφθιμένης κυάνεον θάνατος.»
ΣΙΜΩΝΙΔΟΥ, οἱ δὲ ΣΙΜΙΟΥ
Ὕστατα δὴ τάδʼ ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ
δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·
«Αὖθι μένοις παρὰ πατρί, τέκοις δʼ ἐπὶ λῴονι μοίρᾳ
ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.»
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Ἐσθλὸς Ἀριστοκράτης, ὅτʼ ἀπέπλεεν εἰς Ἀχέροντα,
εἶπʼ ὀλιγοχρονίης ἁψάμενος κεφαλῆς·
«Παίδων τις μνήσαιτο καὶ ἑδνώσαιτο γυναῖκα,
εἰ καί μιν δάκνοι δυσβίοτος πενίη·
ζωὴν στυλώσαιτο· κακὸς δʼ ἄστυλος ἰδέσθαι
οἶκος. ὁ δʼ ἂν λῷστος τἀνέρος ἐσχαρεὼν
εὐκίων φαίνοιτο καὶ ἐν πολυκαέι ὄγκῳ
ἐνστῇ αὐγάζων δαλὸν ἐπεσχάριον.»
ᾔδει Ἀριστοκράτης τὸ κρήγυον· ἀλλὰ γυναικῶν,
ὤνθρωπʼ, ἤχθαιρεν τὴν ἀλιτοφροσύνην.
ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ
Ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θʼ ὑμεναίων
μάτηρ στῆσε τάφῳ τῷδʼ ἐπὶ μαρμαρίνῳ
παρθενικὰν μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν,
Θερσί· ποτιφθεγκτὰ δʼ ἔπλεο καὶ φθιμένα.
ΦΛΑΚΚΟΥ ἢ ΦΑΛΑΙΚΟΥ
Φεῦγε θαλάσσια ἔργα, βοῶν δʼ ἐπιβάλλευ ἐχέτλῃ,
εἴ τί τοι ἡδὺ μακρῆς πείρατʼ ἰδεῖν βιοτῆς·
ἠπείρῳ γὰρ ἔνεστι μακρὸς βίος· εἰν ἁλὶ δʼ οὔ πως
εὐμαρὲς εἰς πολιὴν ἀνδρὸς ἰδεῖν κεφαλήν.
ΣΙΜΩΝΙΔΟΥ
Τούσδʼ ἀπὸ Τυρρηνῶν ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία ναῦς, εἷς τάφος ἐκτέρισεν.
ΕΥΦΟΡΙΩΝΟΣ
Οὐχ ὁ τρηχὺς ἔλαιος ἐπʼ ὀστέα κεῖνα καλύπτει
οὐδʼ ἡ κυάνεον γράμμα λαβοῦσα πέτρη·
ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο
Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·
ἀντὶ δʼ ἐγὼ ξενίης Πολυμήδεος ἡ κεινὴ χθὼν
ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Ἠχήεσσα θάλασσα, τί τὸν Τιμάρεος οὕτως
πλώοντʼ οὐ πολλῇ νηὶ Τελευταγόρην
ἄγρια χειμήνασα καταπρηνώσαο πόντῳ
σὺν φόρτῳ, λάβρον κῦμʼ ἐπιχευαμένη;
χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιν
τεθρήνητʼ ἄπνους εὐρεῖ ἐν αἰγιαλῷ·
Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶν
τύμβον δακρύει παῖδα Τελευταγόρην.
ΠΑΓΚΡΑΤΟΥΣ
Ὤλεσεν Αἰγαίου διὰ κύματος ἄγριος ἀρθεὶς
Λὶψ Ἐπιηρείδην Ὑάσι δυομέναις
αὐτὸν ἑῇ σὺν νηὶ καὶ ἀνδράσιν· ᾧ τόδε σῆμα
δακρύσας κενεὸν παιδὶ πατὴρ ἔκαμεν.
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Αἰεὶ ληισταὶ καὶ ἁλιφθόροι οὐδὲ δίκαιοι
Κρῆτες. τίς Κρητῶν οἶδε δικαιοσύνην;
ὡς καὶ ἐμὲ πλώοντα σὺν οὐκ εὐπίονι φόρτῳ
Κρηταιεῖς ὦσαν Τιμόλυτον καθʼ ἁλὸς
δείλαιον. κἠγὼ μὲν ἁλιζώοις λαρίδεσσι
κέκλαυμαι, τύμβῳ δʼ οὐχ ὕπο Τιμόλυτος.
ΤΟΥ ΑΥΤΟΥ
Ἀρκεῖ μοι γαίης μικρὴ κόνις· ἡ δὲ περισσὴ
ἄλλον ἐπιθλίβοι πλούσια κεκλιμένον
στήλη, τὸ σκληρὸν νεκρῶν βάρος. εἴ με θανόντα
γνώσοντʼ, Ἀλκάνδρῳ τοῦτο τί Καλλιτέλευς;
ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ
Τὴν ὀλίγην βῶλον καὶ τοῦτʼ ὀλιγήριον, ὦνερ,
σῆμα ποτίφθεγξαι τλάμονος Ἀλκιμένευς,
εἰ καὶ πᾶν κέκρυπται ὑπʼ ὀξείης παλιούρου.
καὶ βάτου ἦν ποτʼ ἐγὼ δήιος Ἀλκιμένης.
ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ
Ποιμένες, οἳ ταύτην ὄρεος ῥάχιν οἰοπολεῖτε
αἶγας κεὐείρους ἐμβοτέοντες ὄις,
Κλειταγόρῃ, πρὸς Γῆς, ὀλίγην χάριν, ἀλλὰ προσηνῆ
τίνοιτε χθονίης εἵνεκα Φερσεφόνης.
βληχήσαιντʼ ὄιές μοι, ἐπʼ ἀξέστοιο δὲ ποιμὴν
πέτρης συρίζοι πρηέα βοσκομέναις·
εἴαρι δὲ πρώτῳ λειμώνιον ἄνθος ἀμέρξας
χωρίτης στεφέτω τύμβον ἐμὸν στεφάνῳ,
καί τις ἀπʼ εὐάρνοιο καταχραίνοιτο γάλακτι
οἰός, ἀμολγαῖον μαστὸν ἀνασχόμενος,
κρηπῖδʼ ὑγραίνων ἐπιτύμβιον. εἰσὶ θανόντων,
εἰσὶν ἀμοιβαῖαι κἀν φθιμένοις χάριτες.
ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ
Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλὸς
ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρʼ, ἔχει.
«Χαιρέτω οὗτος ὁ τύμβος», ἐρεῖς, «ἐπεὶ Εὐρυμέδοντος
κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.»
ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ
Νήπιον υἱὸν ἔλειπες, ἐν ἡλικίῃ δὲ καὶ αὐτός,
Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες.
σοὶ μὲν ἕδρη θείοισι παρʼ ἀνδράσι, τὸν δὲ πολῖται
τιμησεῦντι πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.
ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ
Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων·
«Χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις·
καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω μόρον, ἀντὶ δὲ πολλῆς
πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.»
ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ
Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής,
δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα,
χὐμνοθέτης αὐτῷ δαιμονίως φίλος ἦν.
πάντων, ὧν ἐπέοικεν, ἔχει τεθνεὼς ὁ σοφιστής·
καίπερ ἄκικυς ἐὼν εἶχʼ ἄρα κηδεμόνας.
ΛΕΩΝΙΔΟΥ
Ἡ παῖς ᾤχετʼ ἄωρος ἐν ἑβδόμῳ ἥδʼ ἐνιαυτῷ
εἰς Ἀίδην πολλῆς ἡλικίης προτέρη,
δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφὸν
νήπιον ἀστόργου γευσάμενον θανάτου.
αἰαῖ, λυγρὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳ
ἀνθρώποις δαίμων θῆκε τὰ δεινότατα.
ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ
Ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ Θραΐσσᾳ
Μήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε «Κλείτας».
ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντʼ ἐκείνων
ὧν τὸν κῶρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα τελευτᾷ.
ΛΕΩΝΙΔΟΥ
Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν
τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος
διῆλθε κἠπὶ νύκτα καὶ ποτʼ ἀῶ.
ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,
ὡς ἐμμελής τʼ ἐγένετο κἠπιδέξιος
ἔπεά τε ποιεῖν πρὸς λύραν τʼ ἀείδειν.
ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ
Μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ
νηί· κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος.
ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δὲ ναύτας
ἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα.
οὐ μήν οἱ δαίμων πάντῃ κακός· ἀλλʼ ἐνὶ γαίῃ
πατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχεν
κηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσα
νεκρὸν πεπταμένους θῆκεν ἐπʼ αἰγιαλούς.
ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Οὗτος ὁ Λειάνδροιο διάπλοος, οὗτος ὁ πόντου
πορθμὸς ὁ μὴ μούνῳ τῷ φιλέοντι βαρύς·
ταῦθʼ Ἡροῦς τὰ πάροιθεν ἐπαύλια, τοῦτο τὸ πύργου
λείψανον· ὁ προδότης ὧδʼ ἐπέκειτο λύχνος.
κοινὸς δʼ ἀμφοτέρους ὅδʼ ἔχει τάφος, εἰσέτι καὶ νῦν
κείνῳ τῷ φθονερῷ μεμφομένους ἀνέμῳ.
ΑΔΕΣΠΟΤΟΝ
Τίπτε μάτην γοόωντες ἐμῷ παραμίμνετε τύμβῳ;
οὐδὲν ἔχω θρήνων ἄξιον ἐν φθιμένοις.
λῆγε γόων καὶ παῦε, πόσις, καί, παῖδες ἐμεῖο,
χαίρετε καὶ μνήμην σῴζετʼ Ἀμαζονίης.
ΛΕΩΝΙΔΟΥ
Οὐδʼ εἴ μοι γελόωσα καταστορέσειε Γαλήνη
κύματα καὶ μαλακὴν φρῖκα φέροι Ζέφυρος,
νηοβάτην ὄψεσθε· δέδοικα γὰρ οὓς πάρος ἔτλην
κινδύνους ἀνέμοις ἀντικορυσσόμενος.
ΠΛΑΤΩΝΟΣ
Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.
ΤΟΥ ΑΥΤΟΥ
Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος·
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.
ΑΔΗΛΟΝ, οἱ δὲ ΒΙΑΝΟΡΟΣ
Πάντα Χάρων ἄπληστε, τί τὸν νέον ἥρπασας αὔτως
Ἄτταλον; οὐ σὸς ἔην, κἂν θάνε γηραλέος;
ΑΔΕΣΠΟΤΟΝ
Χθὼν μὲν ἔχει δέμας ἐσθλόν, ἔχει κλυτὸν οὐρανὸς ἦτορ
Ἀνδρέω, ὃς Δαναοῖσι καὶ Ἰλλυριοῖσι δικάσσας
οὐχ ὁσίων κτεάνων καθαρὰς ἐφυλάξατο χεῖρας.
ΑΔΗΛΟΝ
Εἰ γένος εὐσεβέων ζώει μετὰ τέρμα βίοιο
ναιετάον κατὰ θεσμὸν ἀνὰ στόμα φωτὸς ἑκάστου,
Ἀνδρέα, σὺ ζώεις, οὐ κάτθανες, ἀλλά σε χῶρος
ἄμβροτος ἀθανάτων ἁγίων ὑπέδεκτο καμόντα.
ΑΔΡΙΑΝΟΥ
Ἀρχιλόχου τόδε σῆμα, τὸν ἐς λυσσῶντας ἰάμβους
ἤγαγε Μαιονίδῃ Μοῦσα χαριζομένη.
ΛΕΩΝΙΔΟΥ
Ἄτρομος ἐκ τύμβου λύε πείσματα ναυηγοῖο·
χἠμῶν ὀλλυμένων ἄλλος ἐνηοπόρει.
ΑΔΗΛΟΝ
Δοῦλος Ἐπίκτητος γενόμην καὶ σῶμʼ ἀνάπηρος
καὶ πενίην Ἶρος καὶ φίλος ἀθανάτοις.
ΣΙΜΩΝΙΔΟΥ
Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι
Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς
οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.
ΑΔΕΣΠΟΤΟΝ
Πληρώσας στρατιὴν Σωτήριχος ἐνθάδε κεῖμαι,
ὄλβον ἐμῶν καμάτων γλυκεροῖς τεκέεσσιν ἐάσας.
ἦρξα δʼ ἐν ἱππήεσσι, Γερήνιος οἷά τε Νέστωρ,
ἐξ ἀδίκων τε πόνων κειμήλιον οὐδὲν ἔτευξα.
τοὔνεκα καὶ μετὰ πότμον ὁρῶ φάος Οὐλύμποιο.
ΤΟΥ ΑΓΙΟΥ ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ
Τύμβε, τίς ἢ πόθεν, ἦν δʼ ἔτι παῖς τίνος; ἔργα καὶ ὄλβον
νεκροῦ, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον. —
«Οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη
εὐγενέος Στεφάνου· ἦν δὲ νομεὺς Φαρίης.
κτήμασι μὲν πολύολβος ὅλων πλέον, ὧν τρέφε Κύπρος,
ἐκ πατέρος πατέρων ἐξ ὁσίων τε πόνων·
ἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν,
οὐδʼ ἐμοῦ ἐστι νόου οὐδʼ ἑτέρων στομάτων·
πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσι
δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων.
τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,
εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης.»
ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ
Ἀρχὸς Ἰωάννης Φαρίης ἀρετῶν ἱερήων
ἐνθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται·
θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἕξει
ἀθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους.
ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ
Οὐκ ἀπεδήμησας τιμῆς χάριν, ἀλλὰ τελευτῆς,
καὶ χωλός περ ἐὼν ἔδραμες εἰς Ἀίδην,
Γέσσιε Μοιράων τροχαλώτερε· ἐκ προκοπῆς γάρ,
ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου.
ΤΟΥ ΑΥΤΟΥ
Γέσσιος οὐ τέθνηκεν ἐπειγόμενος παρὰ Μοίρης·
αὐτὸς τὴν Μοῖραν προὔλαβεν εἰς Ἀίδην.
ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ
«Μηδὲν ἄγαν» τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν·
ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτʼ ἔπαθες·
καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος
ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου.
οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην
βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας·
ἀλλʼ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης,
Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων.
ΤΟΥ ΑΥΤΟΥ
Μηδεὶς ζητήσῃ μερόπων ποτὲ καὶ θεὸς εἶναι
μηδʼ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον.
Γέσσιος αὐτὸς ἔδειξε· κατηνέχθη γὰρ ἐπαρθεὶς
θνητῆς εὐτυχίης μηκέτʼ ἀνασχόμενος.
ΤΟΥ ΑΥΤΟΥ
Ζητῶν ἐξεῦρες βιότου τέλος εὐτυχίης τε
ἀρχὴν ζητήσας πρὸς τέλος ἐρχομένην.
ἀλλʼ ἔτυχες τιμῆς, ὦ Γέσσιε, καὶ μετὰ μοῖραν
σύμβολα τῆς ἀρχῆς ὕστατα δεξάμενος.
ΤΟΥ ΑΥΤΟΥ
Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόντα
χωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος·
«Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσω
γυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ;»
τὸν δὲ μέγʼ ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς·
«Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει.»
ΤΟΥ ΑΥΤΟΥ
Τὴν Ἀμμωνιακὴν ἀπάτην ὅτε Γέσσιος ἔγνω
τοῦ ξενικοῦ θανάτου ἐγγύθεν ἐρχόμενος,
τὴν ἰδίην γνώμην κατεμέμψατο καὶ τὸ μάθημα
καὶ τοὺς πειθομένους ἀστρολόγοις ἀλόγοις.
ΤΟΥ ΑΥΤΟΥ
Οἱ δύο Κάλχαντες τὸν Γέσσιον ὤλεσαν ὅρκοις
τῶν μεγάλων ὑπάτων θῶκον ὑποσχόμενοι.
ὦ γένος ἀνθρώπων ἀνεμώλιον, αὐτοχόλωτον,
ἄχρι τέλους βιότου μηδὲν ἐπιστάμενον.
ΑΔΗΛΟΝ
Ἐνθάδε σῶμα λέλοιπεν Ἀπελλιανὸς μέγʼ ἄριστος·
ψυχὴν δʼ ἐν χείρεσσιν ἑὴν παρακάτθετο Χριστῷ.
ΑΔΗΛΟΝ
Οὐδὲ θανὼν κλέος ἐσθλὸν ἀπώλεσας ἐς χθόνα πᾶσαν,
ἀλλʼ ἔτι σῆς ψυχῆς ἀγλαὰ πάντα μένει,
ὅσσʼ ἔλαχές τʼ ἔμαθές τε φύσει, μῆτιν πανάριστε·
τῷ ῥα καὶ ἐς μακάρων νῆσον ἔβης, Πυθέα.
ΑΔΕΣΠΟΤΟΝ
Ἄλκηστις νέη εἰμί· θάνον δʼ ὑπὲρ ἀνέρος ἐσθλοῦ
Ζήνωνος, τὸν μοῦνον ἐνὶ στέρνοισιν ἐδέγμην,
ὃν φωτὸς γλυκερῶν τε τέκνων προὔκρινʼ ἐμὸν ἦτορ,
οὔνομα Καλλικράτεια, βροτοῖς πάντεσσιν ἀγαστή.
ΑΝΤΙΠΑΤΡΟΥ οἱ δὲ ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ
Γλύκων, τὸ Περγαμηνὸν Ἀσίδι κλέος,
ὁ παμμάχων κεραυνός, ὁ πλατὺς πόδας,
ὁ καινὸς Ἄτλας αἵ τʼ ἀνίκατοι χέρες
ἔρροντι· τὸν δὲ πρόσθεν οὔτʼ ἐν Ἰταλοῖς
οὔθʼ Ἑλλάδι τροπωτὸν οὔτʼ ἐν Ἀσίδι
ὁ πάντα νικῶν Ἀίδης ἀνέτραπεν.
ΑΠΟΛΛΩΝΙΔΟΥ
Γλῆνιν παρῃονῖτις ἀμφέχω χερμὰς
πικρῇ κατασπασθέντα κύματος δίνῃ,
ὅτʼ ἰχθυάζετʼ ἐξ ἄκρης ἀπορρῶγος·
χῶσαν δέ μʼ, ὅσσος λαὸς ἦν συνεργήτης·
Πόσειδον, οὓς σὺ σῷζε καὶ γαληναίην
αἰὲν διδοίης ὁρμιηβόλοις θῖνα.
ΑΔΑΙΟΥ
Ἢν παρίῃς ἥρωα—Φιλοπρήγμων δὲ καλεῖται—
πρόσθε Ποτειδαίης κείμενον ἐν τριόδῳ,
εἰπεῖν, οἷον ἐπʼ ἔργον ἄγεις πόδας· εὐθὺς ἐκεῖνος
εὑρήσει σὺν σοὶ πρήξιος εὐκολίην.
ΑΔΕΣΠΟΤΟΝ
Ὁρᾷς πρόσωπον Κασσίας τῆς σώφρονος.
εἰ καὶ τέθνηκε, ταῖς ἀρεταῖς γνωρίζεται
ψυχῆς τὸ κάλλος μᾶλλον ἢ τοῦ σώματος.
ΑΡΧΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ
Αἰωρῇ θήρειον ἱμασσόμενος δέμας αὔραις,
τλᾶμον, ἀορτηθεὶς ἐκ λασίας πίτυος,
αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης
πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε.
σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι,
ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεθα.
ΧΡΙΣΤΟΔΩΡΟΥ
Οὗτος Ἰωάννην κρύπτει τάφος, ὅς ῥʼ Ἐπιδάμνου
ἄστρον ἔην, ἣν πρὶν παῖδες ἀριπρεπέες
ἔκτισαν Ἡρακλῆος· ὅθεν καὶ μέρμερος ἥρως
αἰεὶ τῶν ἀδίκων σκληρὸν ἔκοπτε μένος.
εἶχε δʼ ἀπʼ εὐσεβέων προγόνων ἐρικυδέα πάτρην
Λυχνιδόν, ἣν Φοῖνιξ Κάδμος ἔδειμε πόλιν·
ἔνθεν λύχνος ἔην Ἑλικώνιος, οὕνεκα Κάδμος
στοιχείων Δαναοῖς πρῶτος ἔδειξε τύπον.
εἰς ὑπάτους δʼ ἀνέλαμψε καὶ Ἰλλυριοῖσι δικάζων
Μούσας καὶ καθαρὴν ἐστεφάνωσε Δίκην.
ΤΟΥ ΑΥΤΟΥ ΧΡΙΣΤΟΔΩΡΟΥ
Αὐτὸς Ἰωάννης Ἐπιδάμνιος ἐνθάδε κεῖται,
τηλεφανὴς ὑπάτων κόσμος ἀειφανέων,
ὁ γλυκύ μοι Μουσέων πετάσας φάος, ὁ πλέον ἄλλων
εὐρύνας ξενίου δαίμονος ἐργασίην
παμφόρβην παλάμην κεκτημένος, ἥντινα μούνην
οὐκ ἴδε δωτίνῃς μέτρον ὁριζόμενον.
αἰπυτάτην δʼ ηὔξησε νόμοις πατρίοισιν ἀπήνην
φαιδρύνας καθαρῆς ἔργα Δικαιοσύνης.
ὦ πόποι, οὐκ ἔζησε πολὺν χρόνον, ἀλλʼ ἐνιαυτοὺς
μοῦνον ἀναπλήσας τεσσαράκοντα δύο
ᾤχετο μουσοπόλοισι ποθὴν πάντεσσιν ἐάσας,
οὓς ἐπόθει πατέρων φέρτερα γειναμένων.
ΑΔΕΣΠΟΤΟΝ
Ἰκάρου ὦ νεόφοιτον ἐς ἠέρα πωτηθέντος
Ἰκαρίη πικρῆς τύμβε κακοδρομίης,
ἀβάλε μήτε σε κεῖνος ἰδεῖν μήτʼ αὐτὸς ἀνεῖναι
Τρίτων Αἰγαίου νῶτον ὑπὲρ πελάγευς.
οὐ γάρ σοι σκεπανή τις ὑφόρμισις οὔτε βόρειον
ἐς κλίτος οὔτʼ ἀγὴν κύματος ἐς νοτίην.
ἔρροις, ὦ δύσπλωτε, κακόξενε· σεῖο δὲ τηλοῦ
πλώοιμι, στυγεροῦ ὅσσον ἀπʼ Ἀίδεω.
ΔΙΟΔΩΡΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ
Ἴστω νυκτὸς ἐμῆς, ἥ μʼ ἔκρυφεν, οἰκία ταῦτα
λάινα Κωκυτοῦ τʼ ἀμφιγόητον ὕδωρ,
οὔτι μʼ ἀνήρ, ὃ λέγουσι, κατέκτανεν ἐς γάμον ἄλλης
παπταίνων. τί μάτην οὔνομα Ῥουφιανός;
ἀλλά με Κῆρες ἄγουσι μεμορμέναι. οὐ μία δήπου
Παῦλα Ταραντίνη κάτθανεν ὠκύμορος.
ΤΟΥ ΑΥΤΟΥ ΔΙΟΔΩΡΟΥ
Ἰφθίμῳ τόδʼ ἐπʼ ἀνδρὶ φίλη πόλις ἤνεσʼ Ἀχαιῷ
γράμμα παρʼ εὐύδρου νάμασιν Ἀσκανίης·
κλαῦσε δέ μιν Νίκαια· πατὴρ δʼ ἐπί οἱ Διομήδης
λάινον ὑψιφαῆ τόνδʼ ἀνέτεινε τάφον,
δύσμορος, αἰάζων ὀλοὸν κακόν. ἦ γὰρ ἐῴκει
υἱέα οἱ τίνειν ταῦτα κατοιχομένῳ.
ΑΠΟΛΛΩΝΙΔΟΥ
Ἰχθυοθηρητῆρα Μενέστρατον ὤλεσεν ἄγρη
δούνακος ἑξαμίτης ἐκ τριχὸς ἑλκομένη,
εἶδαρ ὅτʼ ἀγκίστρου φόνιον πλάνον ἀμφιχανοῦσα
ὀξείην ἐρυθρὴ φυκὶς ἔφριξε πάγην,
ἀγνυμένη δʼ ὑπʼ ὀδόντι κατέκτανεν ἅλματι λάβρῳ
ἐντὸς ὀλισθηρῶν δυσαμένη φαρύγων.
ΜΥΡΙΝΟΥ
Θύρσις ὁ κωμήτης, ὁ τὰ νυμφικὰ μῆλα νομεύων,
Θύρσις ὁ συρίζων Πανὸς ἴσον δόνακι,
ἔνδιος οἰνοπότης σκιερὰν ὑπὸ τὰν πίτυν εὕδει·
φρουρεῖ δʼ αὐτὸς ἑλὼν ποίμνια βάκτρον Ἔρως.
ἆ Νύμφαι, Νύμφαι, διεγείρατε τὸν λυκοθαρσῆ
βοσκόν, μὴ θηρῶν κύρμα γένηται Ἔρως.
Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί.
οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.
ΑΝΤΙΠΑΤΡΟΥ
Στρυμόνι καὶ μεγάλῳ πεπολισμένον Ἑλλησπόντῳ
ἠρίον Ἠδωνῆς Φυλλίδος, Ἀμφίπολι,
λοιπά τοι Αἰθοπίης Βραυρωνίδος ἴχνια νηοῦ
μίμνει καὶ ποταμοῦ τἀμφιμάχητον ὕδωρ·
τὴν δέ ποτʼ Αἰγείδαις μεγάλην ἔριν ὡς ἁλιανθὲς
τρῦχος ἐπʼ ἀμφοτέραις δερκόμεθʼ ἠιόσιν.
ΔΙΟΓΕΝΟΥΣ
Ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν
Χρύσιππος, οὐδʼ ἐφείσατο
οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς,
ἀλλʼ ἦλθε δῶμʼ ἐς Ἀίδεω.
ΔΙΟΣΚΟΡΙΔΟΥ
Κἠγὼ Σωσιθέου κομέω νέκυν, ὅσσον ἐν ἄστει
ἄλλος ἀπʼ αὐθαίμων ἡμετέρων Σοφοκλῆν,
Σκίρτος ὁ πυρρογένειος. ἐκισσοφόρησε γὰρ ὡνὴρ
ἄξια Φλιασίων, ναὶ μὰ χορούς, Σατύρων
κἠμὲ τὸν ἐν καινοῖς τεθραμμένον ἤθεσιν ἤδη
ἤγαγεν εἰς μνήμην πατρίδʼ ἀναρχαΐσας,
καὶ πάλιν εἰσώρμησα τὸν ἄρσενα Δωρίδι Μούσῃ
ῥυθμόν, πρός τʼ αὐδὴν ἑλκόμενος μεγάλην
εὔαδέ μοι θύρσων τύπος αὖ χερὶ καινοτομηθεὶς
τῇ φιλοκινδύνῳ φροντίδι Σωσιθέου.
ΤΟΥ ΑΥΤΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ
Τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα
κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις·
οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλά τι τέχνης
ἄξιον ἀρχαίης λείψανον ἠμφίεσας.
τοῦτο δʼ ὁ πρέσβυς ἐρεῖ· «Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ
ἔστιν ὅτʼ ἐν Μούσαις δριμὺ πέφυκε θύμον.»
ΑΛΕΞΑΝΔΡΟΥ
Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν
ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ μακελᾶς
χρυσοφόρος ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν
οὔνομα καὶ Σπάρτας εἰμὶ πολυτρίποδος
καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων
θῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω.
ΗΡΙΝΝΗΣ ΜΙΤΥΛΗΝΑΙΑΣ
Στᾶλαι καὶ Σειρῆνες ἐμαὶ καὶ πένθιμε κρωσσέ,
ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν,
τοῖς ἐμὸν ἐρχομένοισι παρʼ ἠρίον εἴπατε χαίρειν,
αἴτʼ ἀστοὶ τελέθωντʼ αἴθʼ ἑτεροπτόλιες·
χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό·
χὤτι πατήρ μʼ ἐκάλει Βαυκίδα, χὤτι γένος
Τηλία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς
Ἤριννʼ ἐν τύμβῳ γράμμʼ ἐχάραξε τόδε.
ΑΝΤΙΠΑΤΡΟΥ
Ἤδη μὲν κροκόεις Πιτανάτιδι πίτνατο νύμφᾳ
Κλειναρέτᾳ χρυσέων παστὸς ἔσω θαλάμων,
καδεμόνες δʼ ἤλποντο διωλένιον φλόγα πεύκας
ἅψειν ἀμφοτέραις ἀνσχόμενοι παλάμαις,
Δημὼ καὶ Νίκιππος· ἀφαρπάξασα δὲ νοῦσος
παρθενικὰν Λάθας ἄγαγεν ἐς πέλαγος·
ἀλγειναὶ δʼ ἐκάμοντο συνάλικες, οὐχὶ θυρέτρων
ἀλλὰ τὸν Ἀίδεω στερνοτυπῆ πάταγον.
ΗΡΙΝΝΗΣ
Νύμφας Βαυκίδος εἰμί· πολυκλαύταν δὲ παρέρπων
στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ·
«Βάσκανός ἐσσʼ, Ἀίδα.» τὰ δέ τοι καλὰ σάμαθʼ ὁρῶντι
ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,
ὡς τὰν παῖδʼ, ὑμέναιος ἐφʼ αἷς ἀείδετο πεύκαις,
ταῖσδʼ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ·
καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν
ἐς θρήνων γοερὸν φθέγμα μεθαρμόσαο.
ΑΝΤΙΠΑΤΡΟΥ
Παυροεπὴς Ἤριννα καὶ οὐ πολύμυθος ἀοιδαῖς,
ἀλλʼ ἔλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος.
τοιγάρτοι μνήμης οὐκ ἤμβροτεν οὐδὲ μελαίνης
Νυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι,
αἱ δʼ ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶν
μυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα.
λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν
κρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις.
ΑΔΕΣΠΟΤΟΝ
Ῥήγιον, Ἰταλίης τεναγώδεος ἄκρον, ἀείδω
αἰεὶ Θρινακίου γευομένην ὕδατος,
οὕνεκα τὸν φιλέοντα λύρην, φιλέοντα δὲ παῖδας
Ἴβυκον εὐφύλλῳ θῆκεν ὑπὸ πτελέῃ,
ἡδέα πολλὰ παθόντα· πολὺν δʼ ἐπὶ σήματι κισσὸν
χεύατο καὶ λευκοῦ φυταλιὴν καλάμου.
ΛΕΩΝΙΔΟΥ
Πολλὸν ἀπʼ Ἰταλίης κεῖμαι χθονὸς ἔκ τε Τάραντος
πάτρης· τοῦτο δέ μοι πικρότερον θανάτου.
τοιοῦτος πλανίων ἄβιος βίος· ἀλλά με Μοῦσαι
ἔστερξαν, λυγρῶν δʼ ἀντὶ μελιχρὸν ἔχω.
οὔνομα δʼ οὐκ ἤμυσε Λεωνίδου· αὐτά με δῶρα
κηρύσσει Μουσέων πάντας ἐπʼ ἠελίους.
ΔΙΟΝΥΣΙΟΥ ΡΟΔΙΟΥ
Πρώιος, ἀλλὰ ποθεινός, ὅσοι πόλιν Ἰαλύσοιο
ναίομεν, εἰς Λήθης πικρὸν ἔδυς πέλαγος
δρεψάμενος σοφίην ὀλίγον χρόνον· ἀμφὶ δὲ τύμβῳ
σεῖο καὶ ἄκλαυτοι γλαῦκες ἔθεντο γόον,
Φαινόκριτʼ· οὐδὲν ὅμοιον ἐπεσσομένοισιν ἀοιδὸς
φθέγξεται, ἀνθρώπους ἄχρι φέρωσι πόδες.
ΑΔΕΣΠΟΤΟΝ
Νηιάδες καὶ ψυχρὰ βοαύλια, ταῦτα μελίσσαις
οἶμον ἐπʼ εἰαρινὴν λέξατε νισσομέναις,
ὡς ὁ γέρων Λεύκιππος ἐπʼ ἀρσιπόδεσσι λαγωοῖς
ἔφθιτο χειμερίῃ νυκτὶ λοχησάμενος,
σμήνεα δʼ οὐκέτι οἱ κομέειν φίλον· αἱ δὲ τὸν ἄκρης
γείτονα ποιμένιαι πολλὰ ποθοῦσι νάπαι.
ΝΟΣΣΙΔΟΣ
Ὦ ξεῖνʼ, εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μιτυλάναν
τᾶν Σαπφοῦς χαρίτων ἄνθος ἐναυσόμενος,
εἰπεῖν, ὡς Μούσαισι φίλαν τήνᾳ τε Λοκρὶς γᾶ
τίκτε μʼ ἴσαν χὤς μοι τοὔνομα Νοσσίς, ἴθι.
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Τέλληνος ὅδε τύμβος· ἔχω δʼ ὑπὸ βώλακι πρέσβυν
τῆνον τὸν πρᾶτον γνόντα γελοιομελεῖν.
ΧΑΙΡΗΜΟΝΟΣ
Κλεύας Οὑτυμοκλεῖος ὑπὲρ Θυρεᾶν δόρυ τείνας
κάτθανες ἀμφίλογον γᾶν ἀποτεμνόμενος.
ΤΟΥ ΑΥΤΟΥ
Τοῖς Ἄργει Σπάρτῃ τʼ ἶσαι χέρες, ἶσα δὲ τεύχη
συμβάλομεν· Θυρέαι δʼ ἦσαν ἄεθλα δορός.
ἄμφω δʼ ἀπροφάσιστα τὸν οἴκαδε νόστον ἀφέντες
οἰωνοῖς θανάτου λείπομεν ἀγγελίαν.
ΘΕΟΔΩΡΙΔΑ
Δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ,
ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον.
ΑΔΕΣΠΟΤΟΝ
Ἁ πάρος ἄδμητος καὶ ἀνέμβατος, ὦ Λακεδαῖμον,
καπνὸν ἐπʼ Εὐρώτᾳ δέρκεαι Ὠλένιον
ἄσκιος· οἰωνοὶ δὲ κατὰ χθονὸς οἰκία θέντες
μύρονται· μήλων δʼ οὐκ ἀίουσι λύκοι.
ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ
Ἥβᾳ μέν σε, Πρόαρχʼ, ἔνεσαν, πάι, δῶμά τε πατρὸς
Φειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος·
ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει,
ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος.
ΚΑΛΛΙΜΑΧΟΥ
Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκέτι πουλὺς
ἦσθα. τί σε, ξείνων λῷστε, κατειργάσατο;
ἦ ῥα τὸ καὶ Κένταυρον; —«Ὅ μοι πεπρωμένος ὕπνος
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.»
ΛΕΩΝΙΔΑ
Ἑσπέριον κἠῷον ἀπώσατο πολλάκις ὕπνον
ἡ γρηῢς πενίην Πλατθὶς ἀμυνομένη·
καί τι πρὸς ἠλακάτην καὶ τὸν συνέριθον ἄτρακτον
ἤεισεν πολιοῦ γήραος ἀγχίθυρος
καί τι παριστίδιος δινευμένη ἄχρις ἐπʼ ἠοῦς
κεῖνον Ἀθηναίης σὺν Χάρισιν δόλιχον,
ἢ ῥικνῇ ῥικνοῦ περὶ γούνατος ἄρκιον ἱστῷ
χειρὶ στρογγύλλουσʼ ἱμερόεσσα κρόκην.
ὀγδωκονταέτις δʼ Ἀχερούσιον ηὔγασεν ὕδωρ
ἡ καλὴ καλῶς Πλατθὶς ὑφηναμένη.
ΘΕΑΙΤΗΤΟΥ
Τὰν γνώμαν ἐδόκει Φιλέας οὐ δεύτερος ἄλλου
εἶμεν, ὁ δὲ φθονερὸς κλαιέτω, ἔστε θάνῃ.
ἀλλʼ ἔμπας δόξας κενεὰ χάρις· εἰν Ἀίδᾳ γὰρ
Μίνω Θερσίτας οὐδὲν ἀτιμότερος.
ΚΑΛΛΙΜΑΧΟΥ
Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡ νο...
πολλῶν προστασίη νέων γυναικῶν.
καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσα κείνων
εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων.
ΤΥΜΝΕΩ
Εὐήθη Τρύτωνος ἐπʼ οὐκ ἀγαθαῖς ἐλοχεύθη
κλῃδόσιν· οὐ γὰρ ἂν ὧδʼ ὤλετο δαιμονίη
ἀρτιτόκος· τὰ δὲ πολλὰ κατήγαγεν ἓν βρέφος Ἅιδην
σὺν κείνῃ· δεκάτην δʼ οὐχ ὑπερῆρεν ἕω.
ΠΕΡΣΟΥ
Δειλαία Μνάσυλλα, τί τοι καὶ ἐπʼ ἠρίῳ οὗτος
μυρομένᾳ κούραν γραπτὸς ἔπεστι τύπος
Νευτίμας, ἇς δή ποκʼ ἀπὸ ψυχὰν ἐρύσαντο
ὠδῖνες; κεῖται δʼ οἷα κατὰ βλεφάρων
ἀχλύι πλημύρουσα φίλας ὑπὸ ματρὸς ἀγοστῷ,
αἰαῖ, Ἀριστοτέλης δʼ οὐκ ἀπάνευθε πατὴρ
δεξιτερᾷ κεφαλὰν ἐπεμάσσατο. κὦ μέγα δειλοί,
οὐδὲ θανόντες ἑῶν ἐξελάθεσθʼ ἀχέων.
ΛΕΩΝΙΔΑ
«Ἄμπελος ὣς ἤδη κάμακι στηρίζομαι αὐτῷ
σκηπανίῳ· καλέει μʼ εἰς Ἀίδην Θάνατος.
δυσκώφει μή, Γόργε. τί τοι χαριέστερον ἢ τρεῖς
ἢ πίσυρας ποίας θάλψαι ὑπʼ ἠελίῳ;»
ὧδʼ εἴπας οὐ κόμπῳ ἀπὸ ζωὴν ὁ παλαιὸς
ὤσατο κἠς πλεόνων ἦλθε μετοικεσίην.
ΘΕΟΔΩΡΙΔΑ
Ὤιχευ ἔτʼ ἀσκίπων, Κινησία, Ἑρμόλα υἱέ,
ἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον
γήρᾳ ἔτʼ ἄρτια πάντα φέρων· χρήστην δὲ δίκαιον
εὑρών σε στέργει παντοβίης Ἀχέρων.
ΔΙΟΤΙΜΟΥ
Αἱ νόμιμοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ
καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος,
Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δʼ Ἀναξὼ
ἐν ζωῇ προπολεῦσʼ· ἐννέα δʼ ἠελίων
ὀγδωκονταέτεις ἐπιλείπομεν ἐς τόδʼ ἱκέσθαι
τῆς μοίρης· ἐτέων δʼ οὐ φθόνος, οἷς ὁσίη.
καὶ πόσιας καὶ τέκνα φιλήσαμεν· αἱ δὲ παλαιαὶ
πρῶθʼ ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα.
ΑΔΗΛΟΝ
Ἆ ξένʼ, ὅρα, τεῖδʼ ἐστί ... —«Τί γάρ;» —Νέκυς, ᾧ ποτὶ παίδων
τῶν ἀγαθῶν ... —«Τὺ τίς;» —Ἦν Ἀρχιγέρων ὁ γέρων. —
«Ἀλλά, φίλος γʼ ὦ πρέσβυ, γένοιτό τευ ὄλβια τέκνα
ἐλθεῖν καὶ λευκᾶς ἐς δρόμον ἁλικίας.»
ΔΑΜΑΓΗΤΟΥ
Ὑστάτιον, Φώκαια, κλυτὴ πόλι, τοῦτο Θεανὼ
εἶπεν ἐς ἀτρύγετον νύκτα κατερχομένη·
«Οἴμοι ἐγὼ δύστηνος· Ἀπέλλιχε, ποῖον, ὅμευνε,
ποῖον ἐπʼ ὠκείῃ νηὶ περᾷς πέλαγος;
αὐτὰρ ἐμεῦ σχεδόθεν μόρος ἵσταται. ὡς ὄφελόν γε
χειρὶ φίλην τὴν σὴν χεῖρα λαβοῦσα θανεῖν.»
ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Μὴ φθείρευ, ὤνθρωπε, περιπλάνιον βίον ἕλκων,
ἄλλην ἐξ ἄλλης εἰς χθόνʼ ἀλινδόμενος,
μὴ φθείρευ· κενεή σε περιστέψαιτο καλιή,
ἣν θάλποι μικκὸν πῦρ ἀνακαιόμενον,
εἰ καί σοι λειτή γε καὶ οὐκ εὐάλφιτος εἴη
φυστὴ ἐνὶ γρώνῃ μασσομένη παλάμαις,
ἢ καί σοι γλήχων ἢ καὶ θύμον ἢ καὶ ὁ πικρὸς
ἁδυμιγὴς εἴη χόνδρος ἐποψίδιος.
ΑΔΕΣΠΟΤΟΝ
Ἐνθάδʼ ἐγὼ λῃστῆρος ὁ τρισδείλαιος ἄρηι
ἐδμήθην· κεῖμαι δʼ οὐδενὶ κλαιόμενος.
ΘΕΟΔΩΡΙΔΑ
Κληῖδες πόντου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος,
Τίμαρχʼ, ὑβριστής τʼ ὤλεσε Λὶψ ἄνεμος
νηί τε σὺν φόρτῳ τε· κόνιν δέ σου ἀμφιμέλαιναν
δέξαντʼ οἰζυροί, σχέτλιε, κηδεμόνες.
ΦΑΙΔΙΜΟΥ
Αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων,
νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη
δεξαμένη σποδιήν τε καὶ ὀστέα—τὸν δὲ δυσαὲς
ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον—,
δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες,
ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα.
ΛΕΩΝΙΔΑ
Αὐτὰ ἐπὶ Κρήθωνος ἐγὼ λίθος, οὔνομα κείνου
δηλοῦσα· Κρήθων δʼ ἐγχθόνιος σποδιά.
ὁ πρὶν καὶ Γύγῃ παρισεύμενος ὄλβον, ὁ τὸ πρὶν
βουπάμων, ὁ πρὶν πλούσιος αἰπολίοις,
ὁ πρίν—τί πλείω μυθεῦμʼ ἔτι; πᾶσι μακαρτός,
φεῦ, γαίης ὅσσης ὅσσον ἔχει μόριον.
ΚΡΙΝΑΓΟΡΟΥ
Ὀθρυάδην, Σπάρτης τὸ μέγα κλέος, ἢ Κυνέγειρον
ναύμαχον ἢ πάντων ἔργα κάλει πολέμων·
Ἄρεος αἰχμητὴς Ἰταλὸς παρὰ χεύμασι Ῥήνου
κλινθεὶς ἐκ πολλῶν ἡμιθανὴς βελέων
αἰετὸν ἁρπασθέντα φίλου στρατοῦ ὡς ἴδʼ ὑπʼ ἐχθροῖς,
αὖτις ἀρηιφάτων ἄνθορεν ἐκ νεκύων·
κτείνας δʼ, ὅς σφʼ ἐκόμιζεν, ἑοῖς ἀνεσώσατο ταγοῖς,
μοῦνος ἀήττητον δεξάμενος θάνατον.
ΑΠΟΛΛΩΝΙΔΟΥ
Οὐκέτι, Τιμόκλεια, τεῶν φάος ὤλεσας ὄσσων
κούρους δοιοτόκῳ νηδύι γειναμένη·
ὄμμασι δʼ ἐν πλεόνεσσιν ἀθρεῖς πυριθαλπὲς ὄχημα
ἠελίου προτέρης οὖσα τελειοτέρη.
ΑΝΤΙΠΑΤΡΟΥ
Εἴκοσιν Ἑρμοκράτεια καὶ ἐννέα τέκνα τεκοῦσα
οὔθʼ ἑνὸς οὔτε μιῆς αὐγασάμην θάνατον.
οὐ γὰρ ἀπωίστευσεν ἐμοὺς υἱῆας Ἀπόλλων,
οὐ βαρυπενθήτους Ἄρτεμις εἷλε κόρας·
ἔμπαλι δʼ ἁ μὲν ἔλυσεν ἐμῶν ὠδῖνα μολοῦσα,
Φοῖβος δʼ εἰς ἥβαν ἄρσενας ἀγάγετο
ἀβλαβέας νούσοισιν. ἴδʼ, ὡς νίκημι δικαίως
παισί τε καὶ γλώσσῃ σώφρονι Τανταλίδα.
ΔΙΟΓΕΝΟΥΣ
Ἐν Μέμφει λόγος ἐστὶ προμαθεῖν τὴν ἰδίην
Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλίκερω
ταύρου· κοὐδὲν ἔλεξεν. βοῒ γὰρ πόθεν λόγος;
φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.
παρὰ δʼ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολὴν
προφανῶς τοῦτο διδάσκων· «Ἀποδύσῃ βιοτὴν
ὅσον οὔπω.» διὸ καί οἱ ταχέως ἦλθε μόρος
δεκάκις πέντε τε καὶ τρεῖς ἐσιδόντι Πλειάδας.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Ἴβυκε, ληισταί σε κατέκτανον ἔκ ποτε νήσου
βάντʼ ἐς ἐρημαίην ἄστιβον ἠιόνα,
ἀλλʼ ἐπιβωσάμενον γεράνων νέφος, αἵ τοι ἵκοντο
μάρτυρες ἄλγιστον ὀλλυμένῳ θάνατον·
οὐδὲ μάτην ἰάχησας, ἐπεὶ ποινῆτις Ἐρινὺς
τῶνδε διὰ κλαγγὴν τίσατο σεῖο φόνον
Σισυφίην κατὰ γαῖαν. ἰὼ φιλοκερδέα φῦλα
ληιστέων, τί θεῶν οὐ πεφόβησθε χόλον;
οὐδὲ γὰρ ὁ προπάροιθε κανὼν Αἴγισθος ἀοιδὸν
ὄμμα μελαμπέπλων ἔκφυγεν Εὐμενίδων.
ΠΥΘΑΓΟΡΟΥ
Ὧδε μέγας κεῖται Ζάν, ὃν Δία κικλήσκουσιν.
ΛΙΒΑΝΙΟΥ
Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται,
ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής.
ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ
Τίς τόδε μουνόγληνος ἅπαν δωμήσατο Κύκλωψ
λάινον Ἀσσυρίης χῶμα Σεμιράμιος;
ἢ ποῖοι χθονὸς υἷες ἀνυψώσαντο Γίγαντες
κείμενον ἑπταπόρων ἀγχόθι Πληιάδων
ἀκλινές, ἀστυφέλικτον Ἀθωέος ἶσον ἐρίπνᾳ
φυρηθὲν γαίης εὐρυπέδοιο βάρος;
δᾶμος ἀεὶ μακαριστός, ὃς ἄνστασιν Ἡρακλείης
οὐρανίων νεφέων τεῦξεν ἐπʼ εὐρυάλων.