eul_wid: ajg-aad
DOI 10.5281/zenodo.20335421

Anthology, Volume V: Book IV by Greek Anthology

ΠΡΟΟΙΜΙΑ
ΜΕΛΕΑΓΡΟΥ ΣΤΕΦΑΝΟΣ
Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδὰν
ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;
ἄνυσε μὲν Μελέαγρος· ἀριζάλῳ δὲ Διοκλεῖ
μναμόσυνον ταύταν ἐξεπόνησε χάριν·
πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς
λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα,
ναρκίσσων τε χορὸν Μελανιππίδου ἔγκυον ὕμνων,
καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω·
σὺν δʼ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν
Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως·
τῇ δʼ ἅμα καὶ σάμψυχον ἀφʼ ἡδυπνόοιο Ῥιανοῦ,
καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,
Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,
καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον·
ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,
Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος·
βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης,
σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,
Τύμνεώ τʼ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον
Νικίου, Εὐφήμου τʼ ἀμμότροφον πάραλον·
ἐν δʼ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον
Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,
λυχνίδα τʼ Εὐφορίωνος ἰδʼ ἐν Μούσῃσιν ἄμωμον,
ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.
τῇσι δʼ ἅμʼ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν,
Πέρσου τʼ εὐώδη σχοῖνον ἀμησάμενος,
σὺν δʼ ἅμα καὶ γλυκύμηλον ἀπʼ ἀκρεμόνων Διοτίμου,
καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,
σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου
τέρμινθον, βλωθρήν τʼ ἀχράδα Σιμίεω·
ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σέλινα,
βαιὰ διακνίζων ἄνθεα, Παρθενίδος,
λείψανά τʼ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,
ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας·
ἐν δʼ ἄρʼ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα
νέκταρος, ἐν δʼ ἐλέγους ἄσπορον ἀνθέμιον·
ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης
Ἀρχιλόχου, μικρὰς στράγγας ἀπʼ ὠκεανοῦ·
τοῖς δʼ ἅμʼ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης
ἠδὲ Πολυκλείτου πορφύρεον κύαμον.
ἐν δʼ ἄρʼ ἀμάρακον ἧκε Πολύστρατον, ἄνθος ἀοιδῶν,
φοίνισσάν τε νέην κύπρον ἀπʼ Ἀντιπάτρου·
ναὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον
ὑμνοθέταν Ἑρμοῦ δῶρον ἀειδόμενον.
ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγριʼ ἀρούρης,
Σικελίδεώ τʼ ἀνέμοις ἄνθεα φυόμενα·
ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος
κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον.
ἄστρων τʼ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκευς
φοίνικος κείρας πρωτογόνους ἕλικας,
λωτόν τʼ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας
Φαιδίμου, Ἀνταγόρου τʼ εὔστροφον ὄμμα βοός,
τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ
ἕρπυλλον, κυάνων τʼ ἄνθεα Φανίεω,
ἄλλων τʼ ἔρνεα πολλὰ νεόγραφα· τοῖς δʼ ἅμα Μούσης
καὶ σφετέρης ἔτι που πρώιμα λευκόια. —
ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν· ἔστι δὲ μύσταις
κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.
ΦΙΛΙΠΠΟΥ ΣΤΕΦΑΝΟΣ
Ἄνθεά σοι δρέψας Ἑλικώνια καὶ κλυτοδένδρου
Πιερίης κείρας πρωτοφύτους κάλυκας
καὶ σελίδος νεαρῆς θερίσας στάχυν ἀντανέπλεξα
τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.
ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε,
γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.
Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς· ὡς δὲ κόρυμβος
Κριναγόρας, λάμψει δʼ ὡς βότρυς Ἀντίφιλος,
Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος·
μύρτα δʼ ὁ Παρμενίων, ὡς ῥόδον Ἀντιφάνης·
κισσὸς δʼ Αὐτομέδων, Ζωνᾶς κρίνα, δρῦς δὲ Βιάνωρ,
Ἀντίγονος δʼ ἐλάη καὶ Διόδωρος ἴον·
Εὐήνῳ δάφνην συνεπίπλεκε· τοὺς δὲ περισσοὺς
εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΑΣΙΑΝΟΥ ΜΥΡΙΝΑΙΟΥ
Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους
ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,
ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν·
καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι.
λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων
πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,
περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.
τί δὲ νῦν ποιήσομεν; τὰ προὐξειργασμένα
οὕτως ἐάσω συντετῆχθαι κείμενα,
ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ
παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;
καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;
τίς δʼ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,
εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;
Ἀλλʼ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων
ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως.
ἔθος γὰρ ἡμῖν τῇ προθυμίᾳ μόνῃ
τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία.
καὶ πρός γε τοῦτο δεῖπνον ἠρανισμένον
ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.
ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου
ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς,
πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου
καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον.
καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι,
ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως
ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.
τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ,
ἴσως ἐρεῖ πρὸς ἄλλον· «Ἀρτίως ἐμοῦ
μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,
οὗτος παρέθηκεν τὴν ὑπʼ ἐμοῦ μεμαγμένην.»
ταυτὶ μὲν οὖν ἐρεῖ τις, οἶδα, τῶν σοφῶν
τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος
εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.
θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος
καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς
ξένος τις εἶναι τῶν ὑπʼ ἐμοῦ συνηγμένων.
ἀλλʼ ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος,
ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοι
τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον,
ἴστω γε ταῦτα κατʼ ἀγορὰν ζητητέα.
Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι,
ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι·
ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.
καί μοι μεγίστων πραγμάτων ὑμνουμένων
εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.
ΤΟΥ ΑΥΤΟΥ
Μή τις ἐπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου
βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ·
μηδʼ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην
ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίῃ
καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων
Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.
Ἑσπερίη θεράπαινα, σὺ δʼ ἐς κρηπῖδα Γαδείρων
καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην
ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων
κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,
θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην.
Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,
ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ
σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,
σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην
Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,
καὶ καμάτους μέλψειε πολυσκήπτρου Βασιλῆος,
μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.
μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,
ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου
οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,
εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.
κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν ἢ διὰ τέχνης
οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα
παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην·
ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος
Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.
οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλʼ ἐνὶ πόντῳ
Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα
Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.
Ἀλλʼ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,
Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲ
ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων
Ἰνδῴης ἐπίβηθι κατʼ ὀργάδος· ἐν δὲ κελεύθοις
εἴ ποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην.
ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων
κύρβιας Ἀλκείδαο μετέρχεο, θαρσαλέως δὲ
ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,
ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,
δίζυγος ἠπείροιο συναντήσασα κεραίη
ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.
ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων
ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις
ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος
καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλῳ
ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.
οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,
ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,
ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον
κοιρανίῃ· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων
ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.
Τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,
ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ
ἐλπίδες ἐθραύσθησαν ὑφʼ ἡμετέρῳ Βασιλῆι,
δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα
παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.
σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δὲ μύθων
ἐργασίην ἤσκησα, μιῇ δʼ ὑπὸ σύζυγι βίβλῳ
ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης·
καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,
στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,
ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,
ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,
ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.
οἶδα γάρ, ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης
εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.
Πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,
ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς
ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐῴκει
γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.
ἀλλὰ πάλιν μετʼ ἐκεῖνα παλαίτερον εὖχος ἀείρει,
ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,
εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης
τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.
καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου,
ὅσσα θέμις τύμβοισι· τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ
ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.
ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις
γράψαμεν ἀσταθέος τε τύχης σφαλεροῖσι ταλάντοις,
δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.
ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,
ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς
γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη
εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην
καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ
εὐφροσύνας Βάκχοιο φιλακρήτους τε χορείας
καὶ μέθυ καὶ κρητῆρα καὶ ὄλβια δεῖπνα νοήσεις.
ΤΟΥ ΑΥΤΟΥ
Στῆλαι καὶ γραφίδες καὶ κύρβιες εὐφροσύνης μὲν
αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης,
ἀλλʼ ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶν
ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται.
ἡ δʼ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,
κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη.
οὕτως οὔτε Πλάτων βρενθύεται οὔτʼ ἄρʼ Ὅμηρος
χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίῃ.
ὄλβιοι, ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,
ἀλλʼ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.