Φρύνιχος ὁ Βιθυνός πλόκιον· ἐπὶ ὑποθέσεως πεπλεγμένης οἱ εἰκαῖοι τιθέασι. θαυμάζω οὖν πῶς ὁ πρῶτος δόξας τῶν Ἑλλήνων εἶναι Φαβωρῖνος ἐχρῆτο ἐν συγγράμματι ἐπιγραφομένῳ Περὶ τῆς δημώδους σωφροσύνης.
Φρύνιχος ὁ Βιθυνός διδοῦσιν· ἐν τῷ Περὶ εὐχῆς Φαβωρῖνος οὕτω λέγει, δέον διδόασι· τὸ γὰρ διδοῦσιν ἄλλο τι σημαίνει, τὸ δεῖν.
πολύς τοι μόχθος ἐν μακρῷ χρόνῳ
Ἐρατοσθένης ὁ Κυρηναῖος τῆς ἡλικίας ἔφη τὸ μὲν ἀκμάζον ἔαρ εἶναι, θέρος δὲ καὶ μετόπωρον τὸ μετὰ τὴν ἀκμήν, χειμῶνα δὲ τὸ γῆρας.
τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι τῶν κακῶν· εἰς αὐτὸ γοῦν πάντα καταφεύγειν.
Οὐδὲ γὰρ τοῦτο ἐάσω ἄρρητον, ὅτι καὶ Πλάτωνι καὶ Πυθαγόρᾳ δοκεῖ τὸ γῆρας οὐκ ἐπʼ ἐξόδῳ τοῦ βίου εἶναι, ἀλλʼ ἐπʼ ἀρχῇ μακαρίας ζωῆς.
Ἡδονῆς γὰρ ὁ μὲν ἑκὼν εἰργόμενος σοφός, ὁ δὲ μὴ δεόμενος μακάριος. τὸ δὲ γῆρας πρὸς ἀμφότερα ἐπιτήδειον· καὶ γὰρ φρονιμωτέρους τοὺς ἀνθρώπους ἀπεργάζεται καὶ τῶν ἡδέων ἀμελεστέρους.
Ἄξιον δέ ἐστιν εἰς τὸν περὶ τῆς ἡδονῆς λόγον προελθόντα μηδὲ ἐκείνην ἀμνημόνευτον ἐᾶσαι, τὴν παρὰ πᾶσι τοῖς νοῦν ἔχουσιν εὐδοκιμοῦσαν, ἣν ἡδονὴν ὀνομάζουσι καὶ χαρὰν καὶ τέρψιν· περιγίνεται δʼ ἐκ τῶν καλῶν μαθημάτων καὶ τῶν ἐνδόξων κατορθωμάτων. ἀμφοτέρων δὲ τούτων ὑπάρχει τῷ γέροντι πρὸς ἑαυτὸν ἀναμιμνήσκεσθαι καὶ καθάπερ κτήμασι τέρπεσθαι, λογιζόμενον ὅτι ἡ τύχη, ἡ πάντων κυρία, ταῦτα ἄκυρός ἐστιν ἀφελέσθαι.
Ὁ Βοιωτὸς ἐντυχὼν θησαυρῷ μετὰ ἑβδομήκοντα ἔτη ἐπάρας τὸ σκέλος ἀπεματάισε καὶ παρῆλθεν, ὡς οὐκέτι οὐδὲν ὄντα πρὸς αὐτόν. ὥστε καὶ πολυχρηματίας ἄμα παύει τὸ γῆρας καὶ πολυπραγμοσύνης.
Ὅτι παραπλήσια τοῖς μετοικιζομένοις πάσχομεν. καὶ γὰρ ἐκείνων οἱ μὲν εὐγνώμονες ταχέως ἐξίασιν, οἱ δὲ μὴ βουλόμενοι πρὸς βίαν.
Θεόδωρος μὲν γὰρ ὁ Κυρηναῖος οὐδεμίαν ἱκανὴν πρόφασιν ἔφασκεν εἶναι τῷ σοφῷ πρὸς τὴν τοῦ βίου κατάλυσιν· καὶ τό γε ἀκόλουθον οὕτως ἠρώτα· τὸ γὰρ καταφρονοῦντα τῶν ἀνθρωπείων συμπτωμάτων ἀπωστὸν ὑπʼ αὐτῶν ἐκ τοῦ βίου γίγνεσθαι πῶς οὐχ ὑπεναντίον τῷ μόνον μὲν τὸ καλὸν ἀγαθόν, μόνον δὲ τὸ αἰσχρὸν κακὸν εἰρηκότι;
Πάθος τί μοι προσέπεσε τῇ ψυχῇ, καὶ τί μέν ἐστιν οὐκ οἶδα· ἔρωτα δὲ αὐτὸ λέγουσιν εἶναι οἱ μεμυημένοι. βάσκανε δαῖμον καὶ ἀλόγιστε, ἀσθενεῖ προσελήλυθας σώματι φέρειν σε μὴ δυναμένῳ· ἐξίσταμαί σοι, δαῖμον, παραχωρῶ σοι τῆς μάχης· οὐκ εἰμί σου στρατιώτης.
Ἡ φύσις ἢ ἑστῶσα σῴζεται ἢ φερομένη· ἡ ἑστῶσα μὲν ἐξ ἀθανασίας, φερομένη δὲ ἐξ ἐπιγονῆς. πρὸς ταῦτα γελοῖος ἂν φανείη ὁ Ἀνακρέων καὶ μικρολόγος τῷ παιδὶ μεμφόμενος ὅτι τῆς κόμης ἀπεκείρατο, λέγων ταῦτα· ἀπέκειρας δʼ ἁπαλῆς κόμης ἄμωμον ἄνθος. ἀλλʼ, ὦ Ἀνάκρεον, μικρὸν ἐπίμεινον, καὶ ὄψει πάντα ἀποκεκαρμένα· ἀποκεκαρμένην μὲν τὴν τῶν ὀμμάτων αὐγήν, ἀποκεκαρμένην δὲ τὴν τοῦ μετώπου χάριν ἀτεχνῶς κατὰ τὸν Ὅμηρον· κάρψε μέν οἱ χρόα καλὸν ἐπὶ γναμπτοῖσι μέλεσσιν, ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσεν τρίχας· ἀμφὶ δὲ δέρμα πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος. ταῦτα δʼ Ἀθηνᾶ μὲν διέθηκε τὸν Ὀδυσσέα, ὁ δὲ χρόνος πάντας τοὺς καλούς. εἶτα Ὀδυσσεὺς μὲν ἀναλήψεται καὶ σάρκας καὶ κόμην καὶ χρῶμα· σὺ δέ, ὦ καλὲ παίδων, ἐπειδὰν ἅπαξ ταῦτα ἀποβάλῃς, οὐκ ἔστι σοι πάλιν ἀνηβῆσαι.
Ἔτι καὶ νῦν Σωκράτης καλός· Ἀλκιβιάδην δὲ καὶ ζῶντα ἐπιλελοίπει τὸ κάλλος, καὶ πολλοὶ κατόπιν τῆς ὥρας ἀφιγμένον, ἔνιοι δὲ καὶ τῶν τεθεαμένων αὐτὸν καὶ νέον, ὁρῶντες ἐζήτουν τὸν Ἀλκιβιάδην.
Ἱκανὸν μὲν οὖν ἴσως καὶ τὸ τῆς ὄψεως· ἂν δὲ ὁ καλὸς καὶ αἱμύλος ᾖ καὶ λεκτικός—λέγε, ὦ νεανίσκε· λέγε, Ἀντίλοχε· γλυκερώτερον Νέστορος ἐρεῖς· λέγε, Τηλέμαχε· σφοδρότερον Ὀδυσσέως ἐρεῖς· λέγε, Ἀλκιβιάδη· κἂν μεθύῃς, ἀκουσόμεθα τοῦ μεθύοντος ἡδέως. τοιοῦτόν ἐστι τὸ καλὸν εἶναι· εὐφραίνει μὲν βλεπόμενος, εὐφραίνει δὲ ἀκουόμενος. εἰ δέ τῳ κατὰ Πλάτωνα τὸ θάρρος ἦν, εἶπον ἂν ὅτι καὶ πάσας τὰς αἰσθήσεις ὁ καλὸς εὐφραίνει καὶ οὐκ ἂν ἔδεισα τὴν εὐωχίαν τὴν τῶν καλῶν. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τῷ στόματι ψαύοντες; συνάπτουσι τὰς ψυχάς. εἰ γὰρ θέμις ἦν τὸ σῶμα ὑπερβῆναι· νῦν δὲ ἐοίκασιν περὶ τὸ στόμα λιπαρεῖν ὡς περὶ θύρας.
Φρύνιχος ὁ Βιθυνός σύμπτωμα πολλάκις εὗρον κείμενον παρὰ Φαβωρίνῳ ἐν τῷ Περὶ ἰδεῶν λόγῳ, πόθεν δὲ λαβὼν ἔθηκεν, οὐκ οἷδα. χρὴ οὖν συντυχίαν λέγειν ἢ λύσαντας οὕτω· συνέπεσεν αὐτῷ τόδε γενέσθαι. Δημοσθένης μέντοι ἐν τῷ κατὰ Διονυσοδώρου ἅπαξ εἴρηκε τοὔνομα.
Φιλόστρατος ὁ Ἀθηναῖος τοὺς γὰρ Πυρρωνείους ἐφεκτικοὺς ὄντας οὐκ ἀφαιρεῖται καὶ τὸ δικάζειν δύνασθαι.
Γαληνός περὶ ἀρίστης διδασκαλίας.
Τὴν εἰς ἐκάτερα ἐπιχείρησιν ἀρίστην εἶναι διδασκαλίαν ὁ Φαβωρῖνός φησιν. ὀνομάζουσι δʼ οὕτως οἱ Ἀκαδημαϊκοὶ καθʼ ἣν τοῖς ἀντικειμένοις συναγορεύουσιν. οἱ μὲν οὖν παλαιότεροι τελευτᾶν αὐτὴν εἰς ἐποχὴν ὑπολαμβάνουσιν, ἐποχὴν καλοῦντες τὴν ὡς ἂν εἴποι τις ἀοριστίαν, ὅπερ ἐστὶ περὶ μηδενὸς πράγματος ὁρίσασθαι μηδʼ ἀποφήνασθαι βεβαίως· οἱ νεώτεροι δέ, οὐ γὰρ μόνος ὁ Φαβωρῖνος, ἐνίοτε μὲν εἰς τοσοῦτον προάγουσι τὴν ἐποχήν, ὡς μηδὲ τὸν ἥλιον ὁμολογεῖν εἶναι καταληπτόν, ἐνίοτε δʼ εἰς τοσοῦτον τὴν γνῶσιν, ὡς καὶ τοῖς μαθηταῖς ἐπιτρέπειν αὐτὴν ἄνευ τοῦ διδαχθῆναι πρότερον ἐπιστημονικὸν κριτήριον. οὐδὲ γὰρ ἄλλο τί ἐστιν ὃ Φαβωρῖνος εἴρηκεν ἐν τῷ «Περὶ τῆς Ἀκαδημαϊκῆς διαθέσεως», ὃ «Πλούταρχος» ἐπιγέγραπται. λέγει δὲ ταὐτὸν ἐν τῷ «Πρὸς Ἐπίκτητον», ἐν ᾧ δῆθέν ἐστιν Ὀνήσιμος ὁ Πλουτάρχου δοῦλος Ἐπικτήτῳ διαλεγόμενος. καὶ μέντοι κἀν τῷ μετὰ ταῦτα γραφέντι βιβλίῳ, τῷ «Ἀλκιβιάδῃ», καὶ τοὺς ἄλλους τοὺς Ἀκαδημαϊκοὺς ἐπαινεῖ συναγορεύοντας μὲν ἑκατέρῳ τῶν ἀντικειμένων ἀλλήλοις λόγων, ἐπιτρέποντας δὲ τοῖς μαθηταῖς αἱρεῖσθαι τοὺς ἀληθεστέρους. ἀλλʼ ἐν τούτῳ μὲν εἴρηκε πιθανὸν ἑαυτῷ φαίνεσθαι μηδὲν εἶναι καταληπτόν, ἐν δὲ τῷ Πλουτάρχῳ συγχωρεῖν ἔοικεν εἶναί τι βεβαίως γνωστόν. ἄμεινον γὰρ οὕτως ὀνομάζειν τὸ καταληπτὸν ἀποχωροῦντας ὀνόματος Στωικοῦ. καὶ ἔγωγʼ ἐθαύμαζον νὴ τοὺς θεούς, ὅπως ὁ Φαβωρῖνος εἰς τὴν τῶν Ἀττικῶν φωνὴν εἰωθὼς μεταλαμβάνειν ἕκαστα τῶν ὀνομάτων οὐ παύεται λέγων οὔτε τὸ καταληπτὸν οὔτε τὴν κατάληψιν οὔτε τὴν καταληπτικὴν φαντασίαν οὔτε τὰ τούτοις ἀντικείμενα, οἷον στερητικῶς λεγόμενα, τὴν ἀκατάληπτον φαντασίαν ἢ τὴν ἀκαταληψίαν αὐτήν· ὥστε καὶ τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανόν, ἕτερον δὲ πρὸς Δρύσωνα καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα «Περὶ τῆς καταληπτικῆς φαντασίας» ἐπέγραψε, καὶ καθʼ ὅλα γε αὐτὰ γενναίως ἀγωνίζεται πειρώμενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.
Ἐγὼ δὲ οὔτʼ ἄλλο τι τὸ καταληπτὸν ἡγοῦμαι σημαίνειν παρὰ τὸ βεβαίως γνωστὸν οὔτʼ ἄλλο τι τὸ καταλαμβάνεσθαι τοῦ βεβαίως γιγνώσκειν, ἀνάλογον δʼ αὐτοῖς λέγεσθαι τήν τε κατάληψιν καὶ τὴν καταληπτικὴν φαντασίαν. ἐπειδὴ γὰρ ἔνια μὲν οἰόμεθα βλέπειν ἢ ἀκούειν ἢ ὅλως αἰσθάνεσθαι, καθάπερ ἐν ὀνείροις καὶ μανίαις, ἔνια δʼ οὐκ οἰόμεθα μόνον ἀλλὰ καὶ κατʼ ἀλήθειαν ὁρῶμεν ἢ ὅλως αἰσθανόμεθα, ταυτὶ μὲν τὰ δεύτερα πάντες ἄνθρωποι πλὴν Ἀκαδημαϊκῶν τε καὶ Πυρρωνείων εἰς βεβαίαν γνῶσιν ἥκειν νομίζουσιν, ἃ δʼ ὄναρ ἢ παραπαιόντων ἡ ψυχὴ φαντάζεται, ψευδῆ πάνθʼ ὑπάρχειν. εἰ μὲν δὴ συγχωροῦσιν αὐτὸ τοῦθʼ οὕτως ἔχειν, ἐξαλειψάτωσαν ἐν οἷς γράφουσιν μήτε τοῦ μαινομένου τὸν σωφρονοῦντα μήτε τοῦ νοσοῦντος τὸν ὑγιαίνοντα μήτε τοῦ κοιμωμένου τὸν ἐγρηγορότα πιστότερον ὑπάρχειν εἰς τὴν τῶν πραγμάτων γνῶσιν. εἰ δʼ οὐδὲν μᾶλλον ἐκείνοις ἐστὶν ἢ τοῖς ἐναντίως διακειμένοις γνωστόν, συγκέχυται μὲν δήπου τὰ τῆς ἀληθείας κριτήρια καὶ οὐτʼ αὐτὸς ὁ διδάσκαλος ὁ Ἀκαδημαϊκὸς οὔθʼ ὁ μαθητὴς αὐτοῦ δυνήσεται κρῖναι τοὺς εἰς ἑκάτερα τῶν ἀντικειμένων εἰρημένους λόγους. ἔτι δὲ οὐ δεησόμεθα τὴν ἀρχὴν ἡμεῖς τοιούτων διδασκάλων, δυνάμενοί γε καὶ αὐτοὶ τὰ γεγραμμένα τοῖς ἀπὸ τῶν αἱρέσεων ἀναγιγνώσκειν καὶ οὐδὲν ἧττον τῶν Ἀκαδημαϊκῶν εἰδέναι, κἂν ἀσαφὲς αὐτῶν τι ᾖ, τὸ μὲν παρὰ τῷ Χρυσίππῳ τοῖς Στωικοῖς διδασκάλοις ἀσφαλέστερον ἀναφέρειν ἐστί, τὸ δὲ παρὰ Θεοφράστῳ καὶ Ἀριστοτέλει τοῖς Περιπατητικοῖς. οὕτω δὲ κἀπὶ τῶν ἄλλων, ὥστε οὐδὲν ἄν τι λείποιτο πρὸς διδασκαλίαν τοῖς Ἀκαδημαϊκοῖς, ὅσον ἐπὶ τῷ Φαβωρίνου λόγῳ. τοῖς μὲν γὰρ πρεσβυτέροις αὐτὸ δὴ τοῦτο ἦν δίδαγμα, τὸ μηδὲν εἶναι κριτήριον ἀνθρώπῳ δεδομένον ὑπὸ τῆς φύσεως, ᾧ παραβάλλων ἕκαστον τῶν ὄντων ἀκριβῶς διαγνώσεται· διὸ μηδʼ ἀποφήνασθαι περὶ μηδενὸς ἠξίουν ἀλλὰ περὶ πάντων ἐπέχειν.
Ἀλλʼ εἰ δὴ τοῖς φυσικοῖς κριτηρίοις αἴσθησιν ἱκανῶς συγχωρήσουσιν ἡμῖν, οὐδὲν ἔτι δεησόμεθα τῆς εἰς ἑκάτερα ἐπιχειρήσεως, ἀλλʼ ἑτέρου τινός· ἀπαιτήσεις μᾶλλον μὲν τοὺς τεχνίτας, παρέχοντας τοῖς μαθηταῖς, εὐθέως ἀλλʼ ἑτέρου τὸ λογίζεσθαι, τὸ καλούμενον ὑπὸ τῶν πολλῶν ψηφίζειν. τοῦτο δʼ ἔστι … ἐπιστατεῖ τῷ γυμναζομένῳ καὶ τούτοις προσέχων τὸν νοῦν ἐν οἷς σφάλλεται καὶ ταῦτα ἐπανορθούμενος μόνα. παραπλησίως δὲ καὶ ὁ παιδοτρίβης ἐπανορθοῦται τὰ τῶν παλαιόντων ἁμαρτήματα, καὶ ὁ γραμματικὸς καὶ ὁ ῥήτωρ καὶ ὁ γεωμέτρης καὶ ὁ μουσικὸς οὕτω διδάσκουσιν, οὐ διασείοντες οὐδὲ σαλεύοντες τῶν μαθητῶν ἣν ἔχουσι πίστιν ἐπὶ τοῖς φυσικοῖς κριτηρίοις, ἀλλʼ ἐφεστῶτες αὐτοῖς γυμναζομένοις ἄχρι περ ἂν ἀναμαρτήτους ἀποδείξωσι τὰς κατὰ μέρος ἐνεργείας· ἀλλʼ οὐχ οἱ τὴν ἐποχὴν εἰσάγοντες· οὗτοι γάρ εἰσιν οἱ καὶ ταῖς ἐναργέσιν αἰσθήσεσιν ἀπιστεῖν ἀνατιθέντες ἢ τῶν ὑπό του βεβαίως γιγνωσκομένων καταφρονεῖν. ὁ γοῦν Καρνεάδης οὐδὲ τοῦτο τὸ πάντων ἐναργέστατον συγχωρεῖ πιστεύειν, ὅτι τὰ τῷ αὐτῷ ἴσα μεγέθη καὶ ἀλλήλοις ἴσα γίγνεται. καὶ μὲν οὖν λόγους, οἷς ἐπιχειρεῖ λύειν καὶ ταῦτα καὶ ἄλλα πάμπολλα τῶν ἐναργῶς τι εἶναί σοι φαινομένων τε καὶ πιστευομένων, ἔτι καὶ εἰς τόδε σωζομένους ἔχομεν· ἀπόκεινται γὰρ ἐν γράμμασιν ὑπὸ τῶν μαθητῶν αὐτοῦ θησαυρισθέντες· αἱ λύσεις δʼ οὔθʼ ὑπʼ ἐκείνου οὔθʼ ὑπʼ ἄλλου τινὸς εἴρηνται τῶν μετʼ αὐτὸν Ἀκαδημαϊκῶν. ἆρʼ οὖν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἐδήλωσε μόνον ὅτι σοφίσματά εἰσιν οἱ λόγοι πάντες οὗτοι καὶ ζητητέον τὴν λύσιν αὐτῶν ὑμῖν, ὦ μαθηταί; μοχθηρὸν μὲν γὰρ τοῦτο, μετριώτερον δʼ ὅμως οὗ πεποιήκασιν οἱ γράψαντες μὲν αὐτούς, μὴ δηλώσαντες δʼ ἡμῖν ὁποῖοί τινές εἰσιν.
Ἡδέως δʼ ἂν ἠρόμην, εἰ παρῆν ὁ Φαβωρῖνος, ἆρά γε κελεύει με πείθεσθαι αὐτοῖς ἅπασι τοῖς λόγοις ἢ σκοπεῖσθαι πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς. εἰ γὰρ δὴ σκοπεῖσθαι συνεχώρησεν, ἠρόμην δʼ ἂν ἐπὶ τῷδε πάντως, εἰ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει διακρίνειν ἀληθεῖς λόγους ψευδῶν ἢ μέθοδός ἐστι τῆς ἑκατέρων γνώσεως. εἰ μὲν γὰρ φύσει, πῶς οὐχ ὁμολογοῦμεν ἀλλήλοις ἅπαντες οὐδʼ ὡσαύτως ἀποφαινόμεθα περὶ τῶν αὐτῶν; εἰ δὲ μέθοδός τίς ἐστιν, αὐτὴν μὲν ἂν πρώτην μαθεῖν ἐδεήθην, ἑξῆς δὲ ἐπιστατοῦντος αὐτοῦ γυμνάσασθαι πολυειδῶς ἐπὶ παραδειγμάτων πλειόνων, ὥσπερ οἱ παλαίειν μανθάνοντες ἢ σκυτοτομεῖν ἢ οἰκοδομεῖν ἢ ναυπηγεῖν ἢ ῥητορεύειν ἢ ἀναγιγνώσκειν ἢ γράφειν ἢ ὅλως ὁτιοῦν ἐνεργεῖν κατὰ τέχνην.
Εἰ μὲν οὖν ἔγραψέ τις τῶν Ἀκαδημαϊκῶν, οἷον μέν τι χρῆμά ἐστιν ἀπόδειξις, οἷον δὲ σόφισμα καὶ ὡς χρὴ διαγιγνώσκειν αὐτὰ καὶ ὡς χρὴ γυμνάζεσθαι κατὰ ταῦτα, προσηκόντως ὡς ὁ Φαβωρῖνος ἐπιτρέπει τὴν κρίσιν τῶν εἰς ἑκάτερα ἐπιχειρουμένων τοῖς μαθηταῖς, πλὴν ὅτι περιττόν ἐστι, εἰ διδάσκει ὁ Ἀκαδημαϊκὸς ἕκαστον τῶν εἰρημένων, ἐχόντων γε ἡμῶν τοὺς ἰδίους τῶν δογμάτων διδασκάλους· εἰ δʼ οὔτʼ ἔργαψέ τις ὑπὲρ τῆς διαφορᾶς αὐτῶν οὔτʼ ἐγύμνασεν, ὅμοιόν τι ποιεῖ τέκτονι κελεύοντι τῷ μαθητῇ μετρῆσαί τε καὶ στῆσαι καὶ ἀποτεῖναι καὶ κύκλον γράψαι χωρὶς τοῦ πῆχυν δοῦναι καὶ ζυγὸν καὶ κανόνα καὶ καρκίνον. ἀλλʼ ἴσως φησὶ μηδὲν εἶναι τοιοῦτον ἐν φιλοσοφίᾳ καὶ δόγμασι. μὴ τοίνυν ἔτι προσποιοῦ γιγνώσκειν τι μηδʼ ἀποφάναι μηδʼ ἀποδίδρασκε τὴν ὑπὸ τῶν πρεσβυτέρων Ἀκαδημαϊκῶν εἰσαγομένην ἐποχήν, μηδὲ σεμνύνου γραμματικοῦ ποιῶν ἔργον, ἃ μὲν εἰρήκασιν οἱ πρόσθεν ἐκμεμελετηκώς, ὅ τι δὲ αὐτῶν ὑγιές ἐστιν οὐδʼ ὅλως ἐννοῶν· οὐδὲ γὰρ διδασκάλου τό γε τοιοῦτόν ἐστιν, ἀλλʼ ἀδολεσχία τις ἢ λῆρος.
Πόθεν οὖν ἐλπὶς ὑπολείπεται τῆς τῶν ἀληθῶν εὑρέσεως; ᾧ γὰρ οὐδὲν ὑπάρχει κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀνέλπιστος ἡ γνῶσις αὐτῶν. ἐνεχείρησε δʼ οὗτος διδάξαι μόνον σοφιστὰς μηδὲν ἡμῖν ὑπάρχειν κριτήριον σύμφυτον, ὥστε γε μετὰ τοῦτο τολμηρῶς … ἡμῖν μέντοι ἴσως, φᾶσιν αἴσθησίν τε καὶ νόησιν ἐναργῆ κριτήρια τῆς ἀληθείας εἷναι, συγχωρήσειεν ἄν τις ἐν λογικοῖς καλινδεῖσθαι, βουκολούμενος ἐλπίσι ματαίαις· ὅσοι δʼ ἀνῃρήκασιν ὅλην τὴν ἐλπίδα, καθάπερ οὗτος, μάτην ἐφλυάρουν. εὔδηλος οὖν ἐστιν ὁ Φαβωρῖνος αἰδούμενος μὲν ἀνατρέπειν πάντα καὶ ἀγνοῶν ὑπάρχειν ὁμολογεῖν ὃ μὴ ὑπάρχειν οἱ πρόσθεν ἔλεγον Ἀκαδημαϊκοί τε καὶ Πυρρώνειοι, προσποιούμενος δʼ ἐπιτρέπειν τὴν κρίσιν τοῖς μαθηταῖς, ἣν οὐδʼ ἑαυτοῖς ἐπέτρεψαν οἱ πρὸ αὐτοῦ.
Ὅτι μὲν οὖν ἡ τοιαύτη διδασκαλία τῶν μανθανόντων ὁτιοῦν, οἵαν ἐννοεῖται Φαβωρῖνος, οὐ μόνον οὐκ ἔστιν ἀρίστη τῶν ἄλλων, ἀλλʼ οὐδὲ διδασκαλία, τὴν ἀρχὴν ἐναργῶς οἶμαι δεδιδάχθαι· ἃς δʼ οἱ λοιποὶ πάντες, διδασκαλίαι μέν εἰσιν, εἰ δʼ ἄρισται σκοπῶμεν ἐξ ἀρχῆς, ἀπὸ τῶν αὐτῶν αὖθις ἀρξάμενοι. φαίνεται γὰρ ἡμῖν ἐναργῶς τοῦτο, κἂν ὅτι μάλιστʼ αὑτοῖς ἄπιστον ἐργάσασθαι σπουδάζωσιν οἱ σοφισταί, μηδὲν εἶναι κριτήριον φυσικόν· ὁ μὲν γὰρ καρκίνος γράφει τὸν κύκλον, ὁ δὲ πῆχυς διακρίνει τὰ μήκη καθάπερ ὁ ζυγὸς τὰ βάρη. ταῦτα δʼ αὐτὸς κατεσκεύασεν ἅνθρωπος ἐκ τῶν φυσικῶν ὀργάνων τε καὶ κριτηρίων ὁρμώμενος, ὧν ἀπωτέρω κριτήριον οὔτε πρεσβύτερον οὔτε σεμνότερον ἔχομεν. δεῖ τοίνυν ἐντεῦθεν ἄρχεσθαι. λέγει γὰρ πάλιν ὁ νοῦς ὡς πιστεῦσαι μὲν ἢ ἀπιστῆσαι τῷ φυσικῷ κριτηρίῳ δυνατὸν ἡμῖν ἐστι, κρῖναι δὲ οὐ δυνατὸν αὐτὸ διʼ ἑτέρου τινός· ᾧ γὰρ κρίνεται τἆλλα πάντα, πῶς ἂν τοῦτο πρὸς ἄλλου κριθείη; πιστεύειν βούλει τοῖς ὀφθαλμοῖς ἐναργῶς ὁρῶσι καὶ τῇ γλώττῃ γευομένῃ τουτὶ μὲν μῆλον εἷναι, τουτὶ δὲ σῦκον, ἢ μὴ πιστεύειν; πείσομαι ὃ βούλει ποιεῖν ἐφʼ ἡμῖν. εἰ μέντοι σπεύδεις διαλέγεσθαί μοι, … μὴ πιστεύοντος δὲ ὡς παρὰ φύσιν ἔχοντος ἀφίσταμαι. κείσθω πρότερον ἀπιστεῖν σε, μηδὲν ἔλπιζε μαθήσεσθαι παρʼ ἐμοῦ· τοῦτο γὰρ ἄρτι πέπαυμαι λέγων. ὑποκείσθω δέ σε πιστεύειν, ἔλπιζε μαθήσεσθαι παρʼ ἐμοῦ κρίνειν ἃ λέγω, τὰ μὲν αἰσθητὰ τοῖς ἐναργῶς αἰσθήσει φαινομένοις, τὰ δὲ νοητὰ τοῖς ἐναργῶς νοουμένοις. ἐπεὶ δʼ ἐκ τῶν φυσικῶν κριτηρίων αἱ τέχναι πᾶσαι κατασκευάζουσιν ὄργανά τε καὶ κριτήρια τεχνικά, διʼ ὧν τὰ μὲν αὐτοὶ συντιθέασι, τὰ δʼ ὑφʼ ἑτέρων συγκείμενα κρίνουσι, κἀγὼ διδάξω λόγων ὄργανά τε καὶ κριτήρια, τὰ μὲν οἷς κατασκευάσεις τοὺς ἀληθεῖς, τὰ δʼ οἷς τοὺς ὑφʼ ἑτέρων γεγονότας κρινεῖς. ἔχει γὰρ οὕτω τὸ πᾶν· εἰ μὲν ἐξ αὑτοῦ τι φαίνεται πρὸς αἴσθησιν ἢ νόησιν ἐναργῶς, οὐ χρῄζει τοῦτο ζητήσεως, εἰ δὲ μή τι τοιοῦτον ὑπάρχει, τῆς ἐξ ἑτέρου δὴ προσδεῖται γνώσεως. ἐγὼ μὲν ἐπαγγέλλομαί σοι διδάξειν ἔνια μὲν τοῖς κατὰ τὰς τέχνας ὀργάνοις ἀνάλογα, ἐξ ὧν εὑρήσεις τὸ ζητούμενον, ἔνια δὲ τοῖς κριτηρίοις, ἐξ ὧν τὸ δοκοῦν εὑρῆσθαι κρινεῖς. ἐπειδὰν δὲ μάθῃς ταῦτα, ἐπὶ πολλῶν παραδειγμάτων γυμνάσω σε ταχέως τε ἅμα καὶ ἀκριβῶς εὑρίσκειν καὶ κρίνειν τὸ ζητούμενον, ὥστʼ οὔτε βιβλίου δεήσῃ τινὸς ἔτι ἤδη πρὸς τὴν τῶν ἀληθῶν εὕρεσιν οὔτε διδασκαλίας ἑτέρας, εὐθὺς δὲ δήπου καὶ τοὺς ἄλλο τι λέγοντας ὧν εὗρες ἑτοίμως γνωριεῖς· ὥσπερ γὰρ ὁ τὴν εὐθεῖαν ὁδὸν γιγνώσκων μίαν οὖσαν οὐ δεῖται διδασκαλίας ἑτέρας εἰς ἔλεγχον τῶν πεπλανημένων, οὕτως ὁ τὴν εὐθεῖαν ὁδὸν τῆς ἀποδείξεως ἐκμαθὼν εὐθὺς ἅμα ταύτῃ καὶ τὰς πεπλανημένας γνωρίζει.
Φαβωρῖνος δέ μοι δοκεῖ παραπλήσιόν τι ποιεῖν τῷ φάσκοντι τυφλὸν μὲν εἷναι Δίωνα φύσει, δύνασθαι δὲ κρῖναι πότερος ἡμῶν ἐστι ῥυπαρώτερος ἢ λευκότερος, οὐκ ἐννοῶν ὅτι τῷ μὲν μέλλοντι τὰ τοιαῦτα κρίνειν ὑπάρχειν χρὴ πρότερον ὄψιν. οὐ μὴν οὐδὲ διαφέρει πρὸς τὴν κρίσιν ἢ μηδʼ ὅλως ἔχειν ὄψιν ἢ ἔχοντα μὴ πιστεύειν αὐτῇ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅσα νῷ κρίνομεν, ὁποῖόν ἐστι καὶ τὸ ὅσα τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα ὑπάρχει, καθάπερ τοῖς ὄνοις οὐκ ἄν τις ἐπιτρέψειεν, ὅτι μηδʼ ὅλως ἔχουσι νοῦν, οὕτως οὐδὲ τοῖς ἀνθρώποις, εἰ μηδʼ οὗτοι πιστὸν ἔχουσι τὸν νοῦν· οὐδὲν γὰρ διαφέρει πρὸς τὴν τῶν κρινομένων διδασκαλίαν ἀπιστίαν ἢ μηδʼ ὅλως ἔχειν τι κριτήριον ἢ μὴ πιστεύειν αὐτῷ. γελοῖος οὖν ἐστιν ὁ Φαβωρῖνος ἐπιτρέπων κρίνειν τοῖς μαθηταῖς ἄνευ τοῦ συγχωρῆσαι τὴν πίστιν τοῖς κριτηρίοις. εἰ γὰρ οὐδέν ἐστιν ἐναργὲς τῷ νῷ ἢ πιστὸν ἐξ αὑτοῦ, διέφθαρται πάντων ἡ κρίσις. εἰ δʼ ἔστι μὲν ὥσπερ ὀφθαλμὸς ἐν σώματι τοιοῦτος ἐν ψυχῇ νοῦς, οὐ μὴν ἅπασί γε ὁμοίως ὀξύς, ἐγχωρεῖ, καθάπερ ὁ βλέπων ὀξύτερον ἐπάγει πρὸς τὸ θέαμα τὸν ἀμβλύτερον ὁρῶντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοημάτων ὑπὸ τοῦ φθάσαντος ἰδεῖν ἐναργῶς τὸ νοητὸν ἐπάγεσθαι πρὸς τὴν θέαν αὐτοῦ τὸν ἀμβλύτερον. καὶ τοῦτʼ ἔστιν ὁ διδάσκαλος, ὡς ὁ Πλάτων τέ φησι κἀγὼ πείθομαι. καὶ γέγραπταί γέ μοι περὶ τούτων ἐπὶ πλέον ἐν τῇ τῆς ἀποδείξεως πραγματείᾳ, ὅτι, τοιαύτη τις οὖσα, ἦν πρὸς τὴν νόησιν ἐνεργὴς ἡ διδασκαλία· γέγραπται δὲ καὶ ὅπως ἄν τις ὁρμώμενος ἀπὸ τῶν ἐν ἑκάστῳ στοιχείων καὶ ἀρχῶν ἀποδεικνύοι κάλλιστα πᾶν ὅσον ἀποδειχθῆναι δυνατόν, οὐχ ὡς ὁ θαυμαστὸς Φαβωρῖνος, ὃς ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι μηδὲ τὸν ἥλιον εἶναι καταληπτόν, ὡς ἐπιλήσμοσιν ἡμῖν ἑτέρωθι διαλέγεται συγχωρῶν τι βεβαίως εἶναι γνωστὸν καὶ τοῦτʼ ἐπιτρέπων αἱρεῖσθαι τοῖς μαθηταῖς.
Γαληνός ὥστε καὶ τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανόν, ἕτερον δὲ πρὸς Δρύσωνα καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα Περὶ τῆς καταληπτικῆς φαντασίας ἐπέγραψε, καὶ καθʼ ὅλα γʼ αὐτὰ γενναίως ἀγωνίζεται πειρώμενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.
Γαληνός λέγει δὲ ταὐτὸν ἐν τῷ Πρὸς Ἐπίκτητον, ἐν ᾧ δῆθέν ἐστιν Ὀνήσιμος ὁ Πλουτάρχου δοῦλος Ἐπικτήτῳ διαλεγόμενος.
Γαληνός καὶ μέντοι κἂν τῷ μετὰ ταῦτα γραφέντι βιβλίῳ, τῷ Ἀλκιβιάδῃ, καὶ τοὺς ἄλλους Ἀκαδημαϊκοὺς ἐπαινεῖ συναγορεύοντας μὲν ἑκατέρῳ τῶν ἀντικειμένων ἀλλήλοις λόγων, ἐπιτρέποντας δὲ τοῖς μαθηταῖς αἱρεῖσθαι τοὺς ἀληθεστέρους. ἀλλʼ ἐν τούτῳ μὲν εἴρηκε πιθανὸν ἑαυτῷ φαίνεσθαι μηδὲν εἶναι καταληπτόν, ἐν δὲ τῷ Πλουτάρχῳ συγχωρεῖν ἔοικεν εἶναί τι βεβαίως γνωστόν.
Γαληνός οὐχ ὡς ὁ θαυμαστὸς Φαβωρῖνος, ὃς ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι μηδὲ τὸν ἥλιον εἶναι καταληπτόν, ὡς ἐπιλήσμοσιν ἡμῖν ἑτέρωθι διαλέγεται συγχωρῶν τέ τι βεβαίως εἶναι γνωστὸν καὶ τοῦτʼ ἐπιτρέπων αἱρεῖσθαι τοῖς μαθηταῖς.
Λαέρτιος Διογένης γέγονε δὲ καὶ ἕτερος Πιττακὸς νομοθέτης, ὥς φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ καὶ Δημήτριος ἐν Ὁμωνύμοις, ὃς καὶ μικρὸς προσηγορεύθη.
Λαέρτιος Διογένης Ἴων δὲ ὁ Χῖος καὶ νέον ὄντα εἰς Σάμον σὺν Ἀρχελάῳ ἀποδημῆσαι· καὶ Πυθώδε ἐλθεῖν Ἀριστοτέλης φησίν· ἀλλὰ καὶ εἰς Ἰσθμόν, ὡς Φαβωρῖνος ἐν τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων.
Λαέρτιος Διογένης Φαβωρῖνος δέ φησιν ἐν τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων μὴ εἶναι ἀληθῆ τὸν λόγον τὸν Πολυκράτους κατὰ Σωκράτους· ἐν αὐτῷ γάρ, φησί, μνημονεύει τῶν ὑπὸ Κόνωνος τειχῶν ἀνασταθέντων, ἃ γέγονεν ἔτεσιν ἓξ τῆς τοῦ Σωκράτους τελευτῆς ὕστερον. καὶ ἔστιν οὕτως ἔχον. ἡ δʼ ἀντωμοσία τῆς δίκης τοῦτον εἶχε τὸν τρόπον· ἀνάκειται γὰρ ἔτι καὶ νῦν, φησὶ Φαβωρῖνος, ἐν τῷ Μητρῴῳ· «τάδε ἐγράψατο καὶ ἀντωμόσατο Μέλητος Μελήτου Πιτθεὺς Σωκράτει Σωφρονίσκου Ἀλωπεκῆθεν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσηγούμενος· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων. τίμημα θάνατος».
Λαέρτιος Διογένης τὸν μέντοι Πόλλιν λόγος ὑπό τε Χαβρίου ἡττηθῆναι καὶ μετὰ ταῦτα ἐν Ἡλίκῃ καταποντωθῆναι, τοῦ δαιμονίου μηνίσαντος διὰ τὸν φιλόσοφον, ὡς καὶ Φαβωρῖνός φησιν ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων.
Λαέρτιος Διογένης ἐν δὲ τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων Φαβωρίνου φέρεται ὅτι Μιθριδάτης ὁ Πέρσης ἀνδριάντα Πλάτωνος ἀνέθετο εἰς τὴν Ἀκαδήμειαν καὶ ἐπέγραψε· «Μιθριδάτης ὁ Ῥοδοβάτου Πέρσης Μούσαις εἰκόνα ἀνέθηκε Πλάτωνος, ἣν Σιλανίων ἐποίησε».
Λαέρτιος Διογένης .... οὐκ εὐγενὴς ὤν. ἦν γὰρ ἐκ τῆς Κόνωνος οἰκίας, ὡς Φαβωρῖνος ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων φησίν· ἀλλʼ ἀστῇ καὶ εὐγενεῖ συνῴκει Λαμίᾳ τῇ ἐρωμένῃ, καθάπερ ὁ αὐτὸς ἐν τῷ πρώτῳ φησίν.
Λαέρτιος Διογένης δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ .... καὶ λελύσθαι ὑπὸ τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρεστάδου, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ.
Λαέρτιος Διογένης φησὶ δὲ καὶ Φαβωρῖνος ἐν δευτέρῳ Ἀπομνημονευμάτων ὡς Ἀριστοτέλης αὐτοῦ τὰ βιβλία τριῶν ταλάντων ὠνήσατο.
Λαέρτιος Διογένης φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι· «ᾧ φίλοι, οὐδεὶς φίλος».
Λαέρτιος Διογένης ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστορεῖ.
παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη· «τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι, καθάπερ καὶ τὰ γόνατα;»
Λαέρτιος Διογένης καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον, Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ.
Λαέρτιος Διογένης λέγεται δὲ καὶ πρῶτος κρέασιν ἀσκῆσαι ἀθλητάς, καὶ πρῶτόν γʼ Εὐρυμένην, καθά φησι Φαβωρῖνος ἐν τρίτῳ τῶν Ἀπομνημονευμάτων.
Λαέρτιος Διογένης ὧν τῶν νοθευομένων διαλόγων ἡ Ἀλκυὼν Λέοντός τινος εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.
Λαέρτιος Διογένης καὶ δοκεῖ πρῶτος πεφωρακέναι τὸν αὐτὸν εἶναι Ἕσπερον καὶ Φωσφόρον, ὥς φησι Φαβωρῖνος ἐν πέμπτῳ τῶν Ἀπομνημονευμάτων· οἱ δὲ Πυθαγόραν.
Λαέρτιος Διογένης διαλόγους τοίνυν φασὶ πρῶτον γράψαι Ζήνωνα τὸν Ἐλεάτην· Ἀριστοτέλης δὲ ἐν πρώτῳ Περὶ ποιητῶν Ἀλεξαμενὸν Στυρέα ἢ Τήιον, ὡς καὶ Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν.
Λαέρτιος Διογένης ἐγὼ δὲ εὗρον ἐν τοῖς Ὑπομνήμασι Φαβωρίνου ὅτι καὶ βοῦν ἔθυσε τοῖς θεωροῖς ὁ Ἐμπεδοκλῆς ἐκ μέλιτος καὶ ἀλφίτων· καὶ ἀδελφὸν ἔσχε Καλλικρατίδην.
Λαέρτιος Διογένης αὐτοὺς δὲ τούτους τοὺς Καθαρμοὺς Ὀλυμπίασι ῥαψῳδῆσαι λέγεται Κλεομένη τὸν ῥαψῳδόν, ὡς καὶ Φαβωρῖνος ἐν Ἀπομνημονεύμασι.
Λαέρτιος Διογένης πορφύραν τε ἀναλαβεῖν αὐτὸν καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν, ἔτι τʼ ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. κόμη τε ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι, καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφʼ ἑνὸς σχήματος ἦν. τοιοῦτος δὴ προῄει τῶν πολιτῶν ἐντυχόντων καὶ τοῦτο ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον.
Λαέρτιος Διογένης ὅτε δὲ συνεγένετο ἐν Αἰγύπτῳ Χονούφιδι τῷ Ἡλιουπολίτῃ, ὁ Ἆπις αὐτοῦ θοἰμάτιον περιελιχμήσατο. ἔνδοξον οὖν αὐτόν, ἀλλʼ ὀλιγοχρόνιον, ἔφασαν οἱ ἱερεῖς ἔσεσθαι, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν.
Στέφανος ὁ Βυζάντιος Τετράπολις τῆς Ἀττικῆς ... οἱ οἰκήτορες Τετραπολιεῖς καὶ Τετραπολῖται, ὡς Φαβωρῖνος ἐν πρώτῳ Παντοδαπῆς ὕλης ἱστορικῆς.
Στέφανος ὁ Βυζάντιος ... τὸ ἐθνικὸν Ἀλεξανδρεύς ... Δίδυμος δὲ παρατίθεται χρῆσιν ἐξ Ἐρατοσθένους τὸ Ἀλεξανδρίτης. Φαβωρῖνος δὲ ἐν πρώτῳ Περὶ παντοδαπῆς ὕλης Ἀλεξανδρειώτην φησί.
Λαέρτιος Διογένης ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόρᾳ ἐν τοῖς Ἀντιλογικοῖς φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρῳ.
Καλλισθένης ἐμνήσθη δὲ καὶ Παφώρανος τούτων ἐν τῷ τετάρτῳ τόμῳ ἐν ταῖς Παντοδαπαῖς Χαριέσσαις Ἱστορίαις αὐτοῦ.
Λαέρτιος Διογένης οὗτος πρῶτος ἐν ἐρωτήσει λόγον παρήνεγκεν, ὥς φησι Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας· καὶ πρῶτος τὸν κατὰ τὴν ἀνάλυσιν τῆς ζητήσεως τρόπον εἰσηγήσατο Λεωδάμαντι τῷ Θασίῳ· καὶ πρῶτος ἐν φιλοσοφίᾳ ἀντίποδα ὠνόμασε καὶ στοιχεῖον καὶ διαλεκτικὴν καὶ ποιότητα καὶ τοῦ ἀριθμοῦ τὸν προμήκη καὶ τῶν περάτων τὴν ἐπίπεδον ἐπιφάνειαν καὶ θεοῦ πρόνοιαν.
Λαέρτιος Διογένης λέγεται δὲ καὶ πρῶτος κρέασιν ἀσκῆσαι ἀθλητὰς .... τῶν πρότερον ἰσχάσι ξηραῖς καὶ τυροῖς ὑγροῖς, ἀλλὰ καὶ πυροῖς, σωμασκούντων αὐτούς, καθάπερ ὁ αὐτὸς Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας φησίν.
Λαέρτιος Διογένης Ἐρατοσθένης δέ φησι, καθὸ καὶ Φαβωρῖνος ἐν τῇ ὀγδόῃ Παντοδαπῆς ἱστορίας παρατίθεται, τοῦτον εἶναι τὸν πρῶτον ἐντέχνως πυκτεύσαντα ἐπὶ τῆς ὀγδόης καὶ τετταρακοστῆς Ὀλυμπιάδος, κομήτην καὶ ἁλουργίδα φοροῦντα, ἐκκριθῆναί τʼ ἐκ τῶν παίδων καὶ χλευασθέντα αὐτίκα προσβῆναι τοὺς ἄνδρας καὶ νικῆσαι. δηλοῦν δὲ τοῦτο καὶ τοὐπίγραμμα, ὅπερ ἐποίησε Θεαίτητος. Πυθαγόρην τινά, Πυθαγόρην, ὦ ξεῖνε, κομήτην, ᾀδόμενον πύκτην εἰ κατέχεις Σάμιον, Πυθαγόρης ἐγώ εἰμι. τὰ δʼ ἔργα μου εἴ τινʼ ἔροιο Ἠλείων, φήσεις αὐτὸν ἄπιστα λέγειν.
τοῦτον πρῶτον ὁ Φαβωρῖνός φησιν ὅροις χρήσασθαι διὰ τῆς μαθηματικῆς ὕλης, ἐπὶ πλέον δὲ Σωκράτην καὶ τοὺς ἐκείνῳ πλησιάσαντας, καὶ μετὰ ταῦτʼ Ἀριστοτέλην καὶ τοὺς Στωϊκούς. ἀλλὰ μὴν καὶ τὸν οὐρανὸν πρῶτον ὀνομάσαι κόσμον καὶ τὴν γῆν στρογγύλην· ὡς δὲ Θεόφραστος Παρμενίδην ὡς δὲ Ζήνων, Ἡσίοδον
Λαέρτιος Διογένης εὗρε δὲ καὶ γνώμονα πρῶτος καὶ ἔστησεν ἐπὶ τῶν σκιοθήρων ἐν Λακεδαίμονι, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τροπάς τε καὶ ἰσημερίας σημαίνοντα, καὶ ὡροσκοπεῖα κατεσκεύασε· καὶ γῆς καὶ θαλάσσης περίμετρον πρῶτος ἔργαψεν· ἀλλὰ καὶ σφαῖραν κατεσκεύασε.
Λαέρτιος Διογένης δοκεῖ δὲ πρῶτος, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τὴν Ὁμήρου ποίησιν ἀποφήνασθαι εἶναι περὶ ἀρετῆς καὶ δικαιοσύνης· ἐπὶ πλεῖον δὲ προστῆναι τοῦ λόγου Μητρόδωρον τὸν Λαμψακηνόν γνώριμον ὄντα αὐτοῦ, ὃν καὶ πρῶτον σπουδάσαι τοῦ ποιητοῦ περὶ τὴν φυσικὴν πραγματείαν.
Λαέρτιος Διογένης καὶ γὰρ πρῶτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητορεύειν ἐδίδαξε· λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τῷ περὶ τῶν Σωκρατικῶν· καὶ πρῶτος περὶ βίου διελέχθη καὶ πρῶτος φιλοσόφων καταδικασθεὶς ἐτελεύτα.
Λαέρτιος Διογένης οὐ φέρων τὸν ὑπὸ Σωκράτους χλευασμὸν πρῶτον μὲν ἐπήλειψεν αὐτῷ τοὺς περὶ Ἀριστοφάνην, ἔπειτα καὶ Μέλητον συνέπεισεν ἀπενέγκασθαι κατʼ αὐτοῦ γραφὴν ἀσεβείας καὶ τῶν νέων διαφθορᾶς. ἀπηνέγκατο μὲν οὖν τὴν γραφὴν ὁ Μέλητος, εἶπε δὲ τὴν δίκην Πολύευκτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ .... προητοίμασε δὲ πάντα Λύκων ὁ δημαγωγός.
Λαέρτιος Διογένης καὶ ἐγεννήθη κατά τινας ἐν Αἰγίνῃ, ἐν τῇ Φειδιάδου οἰκίᾳ τοῦ Θάλητος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἄλλων πεμφθέντος κληρούχου καὶ ἐπανελθόντος εἰς Ἀθήνας, ὁπόθʼ ὑπὸ Λακεδαιμονίων ἐξεβλήθησαν βοηθούντων Αἰγινήταις.
Λαέρτιος Διογένης παρέδωκε δʼ αὐτὸν Πόλλιδι τῷ Λακεδαιμονίῳ κατὰ καιρὸν διὰ πρεσβείαν ἀφιγμένῳ, ὥστε ἀποδόσθαι. κἀκεῖνος ἀγαγὼν αὐτὸν εἰς Αἴγιναν ἐπίπρασκεν, ὅτε καὶ Χάρμανδρος Χαρμανδρίδου ἐγράψατο αὐτῷ δίκην θανάτου κατὰ τὸν παρʼ αὐτοῖς τεθέντα νόμον, τὸν πρῶτον ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνῄσκειν. ἦν δʼ αὐτὸς ὁ θεὶς τὸν νόμον, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. εἰπόντος δέ τινος, ἀλλὰ κατὰ παιδιάν, φιλόσοφον εἶναι τὸν ἐπιβάντα, ἀπέλυσαν.
Λαέρτιος Διογένης καὶ ὕστερόν ποτε ἐμπεσὼν εἰς νόσον, ὡς ἔφασκον οἱ ἐν Χαλκίδι—αὐτόθι γὰρ καὶ κατέστρεψε—, περίαπτα λαβεῖν ἐπείσθη καὶ μεταγινώσκειν ἐφʼ οἷς ἐπλημμέλησεν εἰς τὸ θεῖον. ἀπορίᾳ δὲ καὶ τῶν νοσοκομούντων δεινῶς διετίθετο, ἕως Ἀντίγονος αὐτῷ δύο θεράποντας ἀπέστειλε, καὶ ἠκολούθει γε αὐτῷ ἐν φορείῳ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ.
Λαέρτιος Διογένης οὗτός ποτε, Μέντορος τοῦ Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρʼ αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν, ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν ὁ Μέντωρ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν· πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής, Μέντορι εἰδόμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· τοῦτον σχολῆς τῆσδʼ ἐκκεκηρῦχθαι λέγω. Καὶ ὃς ἀναστάς· οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μαλʼ ὦκα.
Λαέρτιος Διογένης ὁ δʼ οὖν Ἀριστοτέλης .... ὑπεξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου δίκην ἀσεβείας γραψαμένου, ἢ Δημοφίλου, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, ἐπειδήπερ τὸν ὕμνον ἐποίησεν εἰς τὸν προειρημένον Ἑρμίαν.
Λαέρτιος Διογένης τοῦτον πρῶτον Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ λόγον δικανικὸν ὑπὲρ ἑαυτοῦ συγγράψαι φησὶν ἐπʼ αὐτῇ ταύτῃ τῇ δίκῃ καὶ λέγειν ὡς Ἀθήνησιν ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, σῦκον δʼ ἐπὶ σύκῳ.
Λαέρτιος Διογένης Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ τοῦτο ποιῆσαι κατασπάσαι τὰς Δ. εἰκό-
νας τοὺς Ἀθηναίους Δημητρίου κελεύσαντος τοῦ βασιλέως. ἀλλὰ καὶ τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας, ὡς Φαβωρῖνος.
Λαέρτιος Διογένης καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ κατανοήσας ἐλάας ὀψώμενον, «τί, φησίν, ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις;». Καὶ ὅς· «ἀλλὰ νὴ τοὺς θεούς, φησί, Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην». Ὁ δέ· «τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας;» Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ Ἀρίστιππον εἰπεῖν τοῦτο.
Λαέρτιος Διογένης .... εἴ γʼ αὐτοῦ αἱ τραγῳδίαι καὶ μὴ Φιλίσκου τοῦ Αἰγινήτου, ἐκείνου γνωρίμου, ἢ Πασιφῶντος τοῦ Λουκιανοῦ, ὅν φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ μετὰ τὴν τελευτὴν αὐτοῦ συγγράψαι.
Λαέρτιος Διογένης Μεταποντῖνοί γε μὴν τὴν μὲν οἰκίαν αὐτοῦ Δήμητρος ἱερὸν ἐκάλουν, τὸν στενωπὸν δὲ Μουσεῖον, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπαῖς ἱστορίαις.
Λαέρτιος Διογένης δοκεῖ δὲ πρῶτος φυσικὸν λόγον συγγεγραφέναι, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, καὶ τὴν σελήνην καθόλου τε τὰ ὑπὲρ ταύτην ἔχειν ἀίδιον φύσιν.
Λαέρτιος Διογένης καὶ λέγεται πρῶτος ἐρωτῆσαι τὸν Ἀχιλλέα λόγον, ὡς Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ.
Λαέρτιος Διογένης οὗτος καὶ τὸν Ἀχιλλέα πρῶτος λόγον ἠρώτησε—Φαβωρῖνος δέ φησι Παρμενίδην—καὶ ἄλλους συχνούς.
Λαέρτιος Διογένης Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλʼ ἀρχαῖαι· τὸν δὲ ὑφῃρῆσθαι· διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν.
Λαέρτιος Διογένης διήκουσε δʼ ὁ Πρωταγόρας Δημοκρίτου—ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ—καὶ πρῶτος ἔφη....
σητάνειος σῖτος
Ἄργιλος ἡ πρὸς τῷ Στρυμόνι ποταμῷ πόλις. ὠνομάσθη δὲ ἐπειδὴ ὑπὸ Θρᾳκῶν ὁ μῦς ἄργιλος καλεῖται, σκαπτόντων δὲ εἰς τὸ θεμελίους καταβαλέσθαι πρῶτος μῦς ὤφθη.
Στέφανος ὁ Βυζάντιος καὶ Φαβωρῖνος ἐν Παντοδαπαῖς καὶ Ἐρατοσθένης.
Στέφανος ὁ Βυζάντιος Χελιδόνιοι· ἔθνος Ἰλλυρικόν· ... εἰσὶ καὶ Χελιδόνιαι πέτραι ... δύο δέ εἰσι κεκλημέναι ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν ταῖς Παντοδαπαῖς.
Προσαγορεύουσι δὲ τὴν Ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες Μεγάλην θάλατταν, οἱ δʼ Ἕλληνες Ἀτλαντικὸν πέλαγος.
Στέφανος ὁ Βυζάντιος Αἰθίοψ· ... πρῶτοι καὶ θεοὺς ἐτίμησαν καὶ νόμοις ἐχρήσαντο. ὀνομάζουσι δὲ τοὺς αἰτίους τούτων Μίθραν καὶ Φλεγύαν, ἄνδρας Αἰθίοπας τὸ γένος, ὡς Φαβωρῖνος.
Στέφανος ὁ Βυζάντιος Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ καὶ ἀφʼ ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς.
Στέφανος ὁ Βυζάντιος Ἀραχωτοί· πόλις Ἰνδικῆς, ἀπὸ Ἀραχώτου ποταμοῦ ῥέοντος ἀπὸ τοῦ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων ἑνδεκάτῃ.
Στέφανος ὁ Βυζάντιος Βισαλτία· πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ Φαβωρῖνος.
Βυζαντίων λιμὴν Βόσπορος καλεῖται.
Στέφανος ὁ Βυζάντιος Κρεμμυών· κώμη Κορίνθου· ... «ἐν ᾗ μυθεύουσι τὰ περὶ τὴν Κρεμμυωνίαν ὗν, ἣν μητέρα τοῦ Καλυδωνίου κάπρου φασὶ καὶ τῶν Θησέως ἄθλων ἕνα». Φαβωρῖνος δὲ ὅτι τοῦ Ἐρυμανθίου καὶ τοῦ Καλυδωνίου μήτηρ ἦν.
Στέφανος ὁ Βυζάντιος Σφακτηρία· ... ἔστι καὶ νῆσος Σφακτηρία, ἧς μνημονεύει Παυσανίας ἐν τρίτῳ Περιηγήσεως Ἑλλάδος. ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φαβωρῖνος.
Στέφανος ὁ Βυζάντιος Ῥοπεῖς· ἔθνος, οὗ μέμνηται Φαβωρῖνος … ἐν Ἐπιτομῇ δʼ τῆς Παμφίλης.
Λαέρτιος Διογένης τοῦτον μόνον παραμεῖναι Πλάτωνι Φαβωρῖνός πού φησιν ἀναγινώσκοντι τὸν Περὶ ψυχῆς, τοὺς δʼ ἄλλους ἀναστῆναι πάντας.
Λαέρτιος Διογένης Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον.
Ἀρχύτας Ταραντῖνος τὰ ἄλλα καὶ μηχανικὸς ὢν ἐποίησεν περιστερὰν ξυλίνην πετομένην· ὁπότε καθίσειεν, οὐκέτι ἀνίστατο. μέχρι γὰρ τούτου ....
ΠΕΡΙ ΦΥΓΗΣ
Ἀνὴρ δὲ ἐν μεγαλοψυχίᾳ ἀληθινῇ καὶ φιλοσοφίᾳ τεθραμμένος πρὸ τῶν ξυμφορῶν τὴν εὐθυμίαν ἐν τῇ γνώμῃ ἀπόθετον ἔχει· τὸ δὲ ἐπὶ τοῖς δεινοῖς τῆς ἐξ ἑτέρου παρηγορίας χρῄζειν τὸν καιρὸν τῆς εὐθυμίας ὑπερβαίνει.
οιμην κἄν τις ὑποπτεύσῃ τὴν … τοῦδε τοῦ λόγου ὡς ἐπʼ ἀλαζονείᾳ … περιασ … τινι ἀκαίρῳ ἐπὶ … ι … ξυγκειμένου. εἰ γὰρ αὐτὸς μὲν παρακελεύομαι, αὐτὸς δὲ ὁ πειθόμενος ταῦτα δράσω, ἐγὼ οὕτως ἔχω ὡς φέρω … τὰ παρόντα. ἀλλʼ ὡς ἴσως τις καὶ π … ελ … αι βούλεται, ὅδε ὁ λόγος … ται ἡ γνώμη βεβαι … ἡγοῦμαι ἐμαυτὸν … ἐπιδεῖξαι ὅτι ἂν … τῷ λόγῳ ὁρμὴν … καταφρονήσειε … ἀμέλει τῷ λόγῳ … θρασύτατοι ου … μᾶλλον ἡ φρόνησις … ησιν, ἀλλὰ οὓς … τῇ ἀρετῆς ἀσκήσει … τοιαύτης … ενγ … απ … ἄλλης αἰκίας … οὐκ ἐπὶ ταῖς … α … εφ … στ … Ἐμπεδοκλῆς τε καὶ Ἡρακλῆς καὶ ὁ Ῥωμαίων στρατηγὸς Μούκιος; Ἐμπεδοκλῆς μὲν γὰρ ἀρετῆς, Ἡρακλῆς δὲ ἀθανασίας, Μούκιος δὲ ἀνδρείας ἕνεκεν ἐπαινούμενοι.
Φυγῆς δʼ ἂν καὶ ἕτεροι διʼ ἄλλας αἰτίας καταφρονήσαιεν, ἀλλʼ ὁ Σινωπεὺς Διογένης καὶ Κράτης ὁ Θηβαῖος καὶ … ιππος καὶ … καὶ ὁ Τυρρηνὸς Μουσώνιος κατεφρόνησαν οὔτοι δὴ μίσει τῶν πατρίδων οὐδὲ ἔχθρᾳ τῶν σφετέρων πολιτῶν, ἀλλὰ τὰ παρόντα πταίσματα πάντα ὡς ἀνθρώπινα ἀσπαζόμενοι. καὶ ἵνα μὴ πλέον διεξίω παραβάλλων ὁμοίων παθημάτων ἀνομοίους τὰς αἰτίας, βραχεῖ μὲν λόγῳ μεγάλῳ δὲ ἔργῳ ἔστω διακεκριμένον ᾧ τὸ εὔθυμον ἀπὸ τοῦ ἀκολάστου διακέκριται. ὅστις δʼ ἀρετῆς ἐφιέμενος ἐν τοῖς τοιούτοις εὐθυμεῖται, αὐτὸς μὲν ἱκανὸς προσδέξασθαι, εὐφυέστατος δὲ καὶ ἄλλῳ ξυμβουλεῦσαι οὐ λόγῳ μόνον, ἀλλὰ καὶ τῷ οἰκείῳ παραδείγματι προτρέπων, τοὺς μὲν λόγους τῶν ἔργων διδασκάλους ποιούμενος, τὰ δὲ ἔργα ἀκόλουθα τοῖς λόγοις παρεχόμενος. ἀνακείσεται δὲ ἥδε ἡ γραφὴ κτῆμα καὶ ἄλλῳ ποτὲ αὖθις, ὅστις ὁμοίᾳ τύχῃ περιπεσὼν οὐχ ἱκανὸς αὐτὸς αὑτῷ πορίζειν τὰ τοιαῦτα, τοῦ μή τινας ἴσα τῶν ἰδιωτῶν τοῖς ἀφρονεστάτοις τὰς τῶν πάλαι γενομένων ἀνδρῶν ἢ τῶν νῦν ὄντων ξυμφορὰς παρηγορίαν τῶν ἰδίων κακῶν νομίζειν καὶ τἀνθρώπεια τοῖς ἀλλοτρίοις πταίσμασιν ἐπικουφίζειν, ἀλλὰ τοὐναντίον ἐκεῖνα ὁρῶντας ἐξιδιάζεσθαι ἅπερ οἱ πάλαι ἀξιέπαινοι ἄνδρες ὅμοια παθόντες διελέχθησάν τε περὶ τούτων καὶ ἔδρασαν, καὶ εἰ μὲν Ἀλκιβιάδης καὶ Θεμιστοκλῆς καὶ ὁ Κοριολανὸς ἐπὶ τῇ πατρίδι ἀλγήσαντες τῇ πατρίδι ἐπεβούλευον, μήτʼ ἐπιδέχεσθαι μήτε μιμεῖσθαι, μηδὲ εἰ ἄλλος ἀνάνδρως ἢ πάλιν αὖ μανικῶς φυγὴν ἢ θάνατον ἤνεγκεν, ἐκεῖνα δὲ θαυμάζειν καὶ παραμυθίαν οἴεσθαι ἃ Σωκράτης … ος εἶπέν ποτε καὶ ἔδρασεν ἐν τῷ δεσμωτηρίῳ. ἐξὸν μὲν αὐτῷ διὰ τῶν φίλων … τοῖς δὲ καταψηφισαμένοις μέμψασθαι, οἰόμενος τὸν θεὸν ἄρχειν τῆς πόλεως μηδὲν δʼ εἶναι ἄδικον ὃ τῷ θεῷ φίλον, οὐδὲν μὲν ἐκείνοις ἀπεμέμψατο, ἐδήλωσε δὲ οὐκ ἀποφυγών, ἀλλʼ ἀποθνῄσκων εὐθύμως ὅτι τῷ θεῷ πειστέον.
Ὁ δʼ αὐτὸς Σωκράτης αἰεὶ μ … ἐνόμιζεν τοὺς μὲν τῶν τραγῳδιῶν ὑποκριτὰς πείθεσθαι τῷ ποιητῇ διαπεμπομένους ὅποι ἂν ἐκείνῳ φίλον ᾖ καὶ ποτὲ μὲν Ἀγαμέμνονα βασιλεύοντα, ποτὲ δὲ Τήλεφον πτωχεύοντα καὶ Τυδέα φεύγοντα καὶ Φιλοκτήτην χωλεύοντα ὑποκρινομένους, ποτὲ δὲ τὸν πρότερον μὲν ἦσαν γοῦν ννῦν δὲ τη … αστων … νο … ει … ν … αι … καὶ τῷ σχήματι καὶ τῇ φωνῇ πρὸς τὸ ξυμφέρον τῷ δράματι τετραμμένοι καὶ οὐ καταπλαγέντες ὅτι ἄρτι μὲν τοὺς βασιλείους δόμους ᾤκουν Μυκηνῶν καὶ τὸ μὲν Πέλοπος σκῆπτρον ἐκ προγόνων διεδέχοντο τὸ δὲ χρυσοῦν κῴδιον ἐκέκτηντο καὶ Πελοποννήσου ἁπάσης ἐβασίλευον, ἐν δὲ τῷ αὐτῷ θεάτρῳ τῆς αὐτῆς ἡμέρας ῥάκιʼ ἀμπισχόμενοι ἐπʼ ἀλλοτρίαις θύραις πτωχεύουσιν, οὐδὲν φροντίζοντες ἄρα ὅτι ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ, εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν. ἐπίστανται γάρ, οἶμαι, ὅτι οὐδὲν τούτων ἴδιόν ἐστιν αὐτῶν, οὔτε αἱ βασιλεῖαι οὔτε ὁ πλοῦτος οὔτε οἱ Ἀλεοῦ «τοῦ πολυχρύσου δόμοι», οὔτε μὴν τὸ Ταντάλου ἢ Λαβδάκου γένος οὔτε ἡ πενία καὶ φυγή, ἀλλὰ τοῦ μύθου καὶ τοῦ ποιητοῦ, αὐτοὺς δὲ ἀναγκαῖον ἄλλοτε ἄλλας τύχας ὑποκρίνασθαι, μέχρις ἂν τὸ δρᾶμα διεξέλθωσι. ἡμεῖς δὲ ἀγανακτήσομεν ἐν τῷ τοῦ βίου δράματι πειθόμενοι τῷ ἅπαντος τοῦδε τοῦ κόσμου ποιητῇ θεῷ, ἐὰν ποτὲ μὲν ἄρχοντας ποτὲ δὲ φυγάδας, ποτὲ δὲ πλουσίους αὖθις δὲ πένητας κελεύῃ ἡμᾶς ὑποκρίνασθαι; καὶ ἐν μὲν ἀρχαῖς τε καὶ δυναστείαις ὄντες οἱ ὑποκριταὶ λαμπροὶ καὶ εὐδαίμονες εἶναι νομιοῦσιν βέβαια τὰ παρόντα ἡγούμενοι, ἐν δὲ δυσπραγίαις καὶ φυγαῖς κακοδαίμονες ὡς πάντων ἀπεστερημένοι, ἀλλʼ οὐ σχήματος μὲν σκευὴν καὶ προσωπεῖον μεταβεβλῆσθαι, οἱ δὲ αὐτοὶ εἶναι ἔνδοθεν, ὥσπερ σωμάτια, οὓς ἐξ ἐμβρύων καίσαρας καὶ ἄρχοντας ἀνέστησαν ἔνδοθεν, κατὰ τὰς ὑποκρίσεις παντοῖα σχήματα μεταβαλλόμενοι; οὐδὲ γὰρ ἐν τοῖς ἀγῶσιν ἐπὶ τῆς σκηνῆς οἱ τοὺς Οἰνομάους καὶ Πανδίονας ὑποκρινόμενοι ὄντως νικῶσιν, ἀλλὰ καὶ οἱ πτωχοὺς καὶ φυγάδας, ἐὰν ἄμεινον τοὺς δυστυχοῦντας ἢ ἐκεῖνοι τοὺς εὐτυχοῦντας εἰσάγωσιν, ὥστε εἶναι … ἐπαινούμενοι … αι ἐκ τῶν …
εσθαι, ἐὰν … τὰς συμφερομένας δυσπραγίας μὴ χαλεπώτερον ἢ τὰς εὐπραγίας φέρῃς, ἀποβλέπων εἰς τῶν παλαιῶν ἀνδρῶν τοὺς σοφωτάτους οὐκ ἐλάττω δόξαν ἐκ τῶν συμφορῶν ἢ ἐκ τῶν εὐπραγιῶν περιποιησαμένους. τοῦτο μὲν γὰρ Διογένης, οὗ μικρῷ πρόσθεν ἐπεμνήσθην, οἴκοι μὲν οὐδὲ ἀργυρογνώμων ἀγαθὸς ἐδόκει, φυγὰς δὲ ἐν τῇ νέᾳ μονῇ τῶν ἐν Σινώπῃ καὶ … οὐ μόνων, ἀλλὰ καὶ τῶν ἁπανταχοῦ γῆς εὐκλεέστερος ἐγένετο ἐν πενίᾳ καὶ φυγῇ πάντων ἐνδεόμενος· τοῦτο δὲ Ἡρακλῆς οἴκοι μὲν ἄνθρωπος καὶ Ἀμφιτρύωνος υἱὸς ἐνομίζετο, ἐπεὶ δὲ ἐλαυνόμενος ὑπʼ Εὐρυσθέως παντοίοις μὲν θηρίοις συνεπλέκετο παντοίοις δʼ ἀνθρώποις ὡμίλει τὰ δὲ ἔσχατα τῷ σώματι ὑπέμενεν, τηνικαῦτα υἱὸς Διὸς ἐνομίσθη καὶ ἀθάνατον τὸ κλέος ἐκτήσατο. ἀλλὰ μὴν καὶ Ὀδυσσεύς, ὑπὲρ οὗ καὶ Ὅμηρος ὡς ἀνδρὸς σοφοῦ γενομένου τὸν ἥμισυν λόγον πεποίηται, τῆς μὲν Ἰθάκης καὶ Κεφαλλήνων καὶ τῶν πέριξ νήσων βασιλεύων καὶ τὴν Πηνελόπην ἔχων καὶ τὸν οἶκον ὁλόκληρον οὐδενὸς κρείττων τῶν νησιωτῶν ἐδόκει, ἀλλὰ καὶ δειλίας δόξαν ἐν τοῖς Ἀχαιοῖς ἔλαβεν ὀκνῶν ἐπὶ Τροίαν αὐτοῖς ξυστρατεύσασθαι· καὶ μὴν καὶ ἐν ταύτῃ τῇ παρατάξει οὐκ ἀγαθὸς τὰ πολέμια ἐνομίσθη, τότε δʼ οὖν ἀνεφάνη διαφέρων τὴν ἀρετὴν ἀνήρ, ὅτε ναυαγίαις μὲν ἐχρῆτο, λιμῷ δὲ διεφθείρετο τοὺς δʼ ἑταίρους ἀπώλλυεν, ἐς λυπρὰ δὲ καὶ αἰσχρὰ ῥάκια κατεκέκλιτο, καὶ τοῦτο ὑπελέλειπτο, μιᾶς γυναικὸς νόμωι πειθόμενος. τίς ἄρʼ οὕτως, εὐδρομούσης αὐτῷ τῆς νεώς, Φοῖνιξ ἢ Φαίαξ ἔμπορος εὐρώστως γνώμης ἔχει ὡς Ὀδυσσεὺς ἐν τῷ ναυαγίῳ; τίς δὲ Συβαρίτης ἢ Ἴων ἢ Σικελιώτης ἀνὴρ παντοίων ὄψων αὐτῷ πληθούσης τῆς τραπέζης οὕτως εὐθυμεῖται ὡς ἐκεῖνος ἐν τῷ λιμῷ; τίς δὲ φίλων πλήθει τε καὶ δυνάμει τοσοῦτον ἴσχυσεν ὅσον ἐκεῖνος τοὺς ἑταίρους ἀποβαλών; τίς δʼ ἐν ἀρχῇ καὶ δυναστείᾳ οὕτως τῶν ἐχθρῶν ἐκράτησεν ὡς ἐκεῖνος πτωχεύων ἐν τῇ αὑτοῦ οἰκίᾳ; ποῖός τις οὕτως ἀγαθὸς ἑτέρῳ ξύμβουλος ὡς ἐκεῖνος αὐτὸς αὑτῷ ἔν τε τοῖς ἄλλοις καὶ ἐν τούτῳ· «τέτλαθι δή, κραδίη, φησί, καὶ κύντερον ἄλλο ποτʼ ἔτλης»; ὅτι … λ … ψυ … α … υστωνα … ρ … εφθάρη του … ου … υτου … τωι οἰκείω … μιγνυμενος.
Ἐγὼ νῦν ὑπεῖξαι οὐ θέλω ἢ ἀποκάμνειν μʼ ἐποτρύνων οὐκ ἐν εὐπραγίαις μόνον οὐδὲ ἄλλαις, ὥσπερ τινές, τύχαις, ἀλλὰ καὶ ἐν τούτοις πολὺ μᾶλλον εἶναι σοφὸς καὶ ἐνεπιδείξασθαι. ὅπερ γὰρ τοῖς ἀθληταῖς ἐσιοῦσιν εἰς τὸ στάδιον οἵ τε φίλοι καὶ ξυνήθεις τά τε ἄλλα ἐποτρύνοντες καὶ δὴ τοῦτο ἅμα ἐπιλέγουσιν, ὅτι ταῦτα τὰ ἐν Πίσῃ τὰ ἐπώνυμα τοῦ μεγάλου Διός, διʼ ἃ τοσοῦτον μὲν πόνον τοσοῦτον δὲ χρόνον τοσοῦτον δὲ ἱδρῶτα ἐξανάλωσαν, ὧν χρῆν ἀγωνίζεσθαι μεμνημένους μὴ μάτην σφίσιν ἀνηλωμένα ᾖ, τοῦτό μοι δοκῶ καὶ αὐτὸς πρὸς ἐμαυτὸν ἐν τῷ παρόντι ὥσπερ ἕτερος ἑτέρῳ παρακελεύσασθαί τε καὶ ὑπομνῆσαι, ὅτι αὗταί τοι πάρεισιν αἱ συμφοραὶ καὶ αἱ τῆς τύχης μεταβολαί, πρὸς ἃς ἐκ παίδων ἤσκεις τὴν σεαυτοῦ ψυχὴν καὶ ἐπαιδοτρίβεις, τοῦτο μὲν παλαιῶν ἔργων τε καὶ λόγων ἐς ἀρετὴν φερόντων μαθήσει, τοῦτο δὲ τῶν καθʼ ἡμᾶς ἀξίων λόγου ἀνδρῶν ξυνουσίᾳ, καὶ μὴν καὶ χώρας ἐπὶ πλεῖστον Ἑλλάδος τε καὶ βαρβάρου ἐφόδῳ, ὄψει τε καὶ ἀκοῇ καὶ μνήμῃ τῶν ἐν ἑκάστῃ καὶ ὑπὲρ ἑκάστης χώρας γενομένων, ἐς μίαν ταύτην μελέτην ἀρετῆς ξυντελούντων. ἰδοὺ τοίνυν πάρεστιν ἡ κυρία προθεσμία, οὐ «πεντήκοντα μηνῶν» κατὰ τὸν Πίνδαρον «ἁμέρα ἑκκαιδεκάτα», Πέλοπος ἤ τινος Ἰδαίου Δακτύλου νόμῳ, πρὸς πάντων, οὐδʼ ἀνδρὸς ἀλλʼ … ὑπὸ θεοῦ τε καὶ Χρόνου· ἐν τῇ δʼ ἐκεῖ διατεθειμένῃ ὥρᾳ μόνον ἀποδύντα διαγωνίζεσθαί σε δεῖ μὴ ὑποστελλόμενον, εἴ τί σοι· καὶ σ … νουσι … τῇ τῶν πάλαι πόνων ὠφελίᾳ μεγάλαυχοι ἀνταγωνισταὶ καὶ πολλοὶ καὶ γνώριμοι. καὶ οὐ χρὴ καταφρονεῖν αὐτῶν, ἀλλὰ τοὐναντίον πειρᾶσθαι ὑπερβαλέσθαι τῷ φρονήματι, ὥσπερ ἀντὶ πασῶν τῶν ἀνθρωπείων δοξῶν τε καὶ ἐπιθυμιῶν καὶ … μων καὶ ὁρμῶν καὶ ὀρέξεων, αἳ δὴ τάς τε ἄλλας ἁπάσας ξυντυχίας ἐπιφορτίζουσι καὶ νῦν τὴν φυγὴν αὐτὴν χαλεπωτέραν ἐθέλουσιν ἀποδεικνύειν.
Οὐκ ἄκαιρον δὲ ἐν τῷ παρόντι καταλέξαι τε αὐτὰς καὶ οἶον ὀνόματι κατακηρύξαι. πρώτη μὲν οὖν ἡ … δευτέρα δέ ἐστιν ἡ ἰσχυρὰ τῶν ξυγγενῶν τε καὶ φίλων στοργὴ καὶ ξύντροφος ξυνουσία· τρίτη δʼ ἂν εἴη τάχα ἡ τοῖς πλείοσιν οὐκ ἐατέα εἶναι δοκοῦσα πλούτου τε καὶ οἴκου καὶ οἰκείας κτήσεως ἀπόλαυσις· σὺν δὲ ταύτηι, ἧς πολλοὶ μὲν καταφρονεῖν προσποιοῦνται, ἐρῶσιν δὲ ἔργῳ, ἡ τιμῶν τε καὶ δόξης ἐπιχωρίου ὄρεξις καὶ ταύτης ξύντροφος ἡ ἀδοξίας καὶ δυσφημίας δημοποιήτου ἀποστροφή· ἐπὶ δὲ ἁπάσαις ὥσπερ ἐφεδρεύουσα μεγίστη τε καὶ ἡδίστη ἀδείας τε καὶ αὐτεξουσίου νομῆς περιπόθητος ἐλευθερία. αὖται γὰρ ἅπασαι πρὸς μίαν τὴν τοῦ παθόντος ψυχὴν ἀνθιστάμεναι ταπεινοῦν ἐθέλουσιν καὶ καταβάλλειν αὐτὴν καὶ ὑποσκελίζειν, ἀνίας τινὶ ξυνάγχῃ δέουσαι καθʼ ἑκάστην τε καὶ ξύμπασαι διαλαμβάνουσαι· οὐ γὰρ ἐθέλουσιν ἀγώνων νόμῳ πρὸς ἀλλήλας διαλαγχάνειν, ἀλλὰ κατὰ μιᾶς ψυχῆς ξυνιστάμεναι ἐπιβουλεύουσιν. καὶ ὁ πολὺς ὄχλος οὖτος τῶν θεατῶν αὐταῖς συλλαμβάνει, ἄνωθεν ἐπικροτῶν τε καὶ παρακελεύων, ἅτε δὴ ξυντρόφοις τισὶν καὶ ξυνήθεσιν οὔσαις. ἀλλʼ οὐδέν τι χρὴ ταῖς ἐκείνων σπουδαῖς τε καὶ θορύβοις καταπλαγέντα ὑπεῖξαι· οὐ γὰρ ἐπὶ σκηνῆς οὐδʼ ἐν Διονύσου ὁ ἀγών, ἔνθα ὁ πλείστους δυνάμενος κλαίοντας ἢ γελῶντας ἀποδεῖξαι τῇ ἐκείνων σπουδῇ ἐπιβατεύων εἰς τὴν νίκην ἔρχεται, ἀλλʼ ἐν Ἡρακλέους, ἐν τῷ τῆς ἀρετῆς σταδίῳ· ἔργων οὐ λόγων ὁ ἀγών. κρότου δὲ καὶ συριγμοῦ καὶ ἐπαίνων καὶ σκωμμάτων καὶ τοιούτου τινὸς παντοίου θροῦ καταφρονήσαντα ἐφʼ ἑαυτῷ μόνῳ χρὴ τὰς ἐλπίδας ἔχοντα γυμνῇ τῇ ψυχῇ ὑφʼ ἡλίῳ λαμπρῷ καὶ κόνει αὐχμηρᾷ ἐγκαρτερῆσαι. μεγάλα γὰρ τὰ ἆθλα πρόκειται εὐδαιμονίας, εἰ μηδὲ ἐπὶ τούτοις ἀνιασόμεθα.
Καὶ πρώτην τοι καλῶ τὴν τῆς πατρίδος ἐπιθυμίαν· αὕτη γὰρ εὖ οἶδα ὅτι ἡμῖν καλλωπιεῖται πολλοῖς καὶ εὐπρεπεστάτοις σχήμασιν προβαλλομένη πατρῷόν τε ἔδαφος καὶ γῆν, ἵνʼ οἱ πρόγονοι ἡμῶν ἐξέτι παλαιτάτου νομῶι ἐπεχέαντο καὶ οἰκεῖοι καταστάντες τέλος ἐγχώριοι ἐγένοντο, καὶ βωμοὺς θεῶν γυμνάσια θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ, ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον. ταῦτα ὁ τοῦ Εὐριπίδου Πολυνείκης λέγει πρὸς μητέρα. ἀλλά, ὦ Πολύνεικες, πρός σέ τοι ἤδη ποιήσομαι τοὺς λόγους· ᾧ τὴν πατρίδα τὴν ἑαυτοῦ φιλεῖν παρέχει καὶ οἰκεῖν ἀλύπως, μένειν χρὴ καὶ ἐπαμύνειν αὐτῇ καὶ μήποτʼ ἑκόντα ἐκλιπεῖν· ἀπελασθέντα δὲ καὶ διωχθέντα, ὥσπερ ὁ σὸς πολίτης Πίνδαρός φησιν, «ἐν δίκᾳ τε καὶ παρὰ δίκαν», μήτε κλαίειν ἐν τοῖς τῆς μητρὸς κόλποις ὥσπερ τὰ παιδία, μηδʼ οὖν λάθρα φοβούμενον ἐντὸς τειχῶν παρεῖναι «ὥστε ξιφήρη χεῖρα ἔχειν διʼ ἄστεως», μηδὲ μὴν στρατιᾷ ἐλάσαι ἐπὶ τὴν πατρίδα, ἣν αὐτὸς φῂς φιλτάτην εἶναι βροτοῖς, μηδὲ τῷ ἀδελφῷ μονομαχεῖν βωμῶν τε ἕνεκα καὶ ὕδατος καὶ γυμνασίων, ἀλλὰ καρτερεῖν τῇ ἀνάγκῃ καὶ ἀσπάσασθαι τὰ παρόντα. καὶ γὰρ ἐν Ἄργει βωμοὶ θεῶν καί, ὃ τῶν βωμῶν ἱερώτατόν ἐστιν, οἱ θεοὶ αὐτοὶ καὶ ἡ τῶν θεῶν φύσις καὶ πρόνοια καὶ ὁ αὐτὸς Ἀργείοις Ἡρακλῆς πατρῷος· καλὰ δὲ καὶ τὰ ἐκεῖ γυμνάσια, καὶ τὸ Λέρνης ὕδωρ, ἐὰν μὲν ὡς ἐλεύθερος πίνῃς, οὐδέν σοι φανεῖται τοῦ ἐν Θήβαις καταδεέστερον, ἐὰν δὲ λυπούμενος πίνῃς, πικρόν σοι φανεῖται, ὥσπερ οὐδέ σοι φυγόντι ἱκανὸν τὸ Χοάσπου σοι ἀκολουθοῦν· εἰ γάρ τι καὶ «πολυδίψιον» τὸ Ἄργος εἴρηται, πῶς δήπου ἅπασιν μὲν Ἀργείοις εἰς τὸ νῦν διψῶσιν ἤρκει πιεῖν, ἑνὶ δὲ Θηβαίῳ φυγάδι οὐκ ἀρκεῖ;
Καθόλου δὲ περὶ μὲν θεῶν οὕτω χρὴ διανοεῖσθαι, ὡς ἀνδρὶ μὲν πονηρῷ καὶ ἀδίκῳ οὐδαμοῦ ὑπακουσομένων, ἐάν τε ἐν τῇ πατρίδι αὐτοῖς εὔχηται ἐάν τε, ὡς ἀνυστόν, ἐγγυτάτω πέλας τοῦ οὐρανοῦ, ἢ ἐὰν ἐν Τροίᾳ, ἔνθα μάλιστα, ὡς Ὅμηρος λέγει, θεοὶ ἀνθρώποις ὡμίλησαν· καὶ γὰρ ἐκεῖ ἡ μὲν Ἀθηνᾶ τὸν μὲν Αἴαντα ἀπεστράφη, ταῖς δὲ Τρῳάσιν εὐχομέναις «ἀνένευσε δὲ Παλλὰς Ἀθήνη» λέγει Ὅμηρος, λέγει δὲ καὶ ἐφʼ ἑτέρου «λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων»· τὸν δὲ Σάμιον Πολυκράτην ἡ Τύχη προὔδωκεν· ἀνδρὶ δʼ ἀγαθῷ καὶ ὁσίῳ τοὺς θεοὺς ἁπανταχοῦ ὑπακουσομένους ἐάν τʼ ἐν … Ἀθηναίων Ἀρείῳ πάγῳ αὐτοὺς καλῇ ὅπου Ἀπόλλων Ὀρέστῃ διελέγετο, ἐάν τε ἐν … καλῇ ὅπου Παλλὰς Ὀδυσσεῖ διελέγετο, ἐάν τε ἐν τῷ Σκοπαδῶν συμποσίῳ ὡς Σιμωνίδης ὁ ποιητής, ἐάν τε ἐξ Ἄιδου ὅπου Πρωτεσιλάου καλέσαντος τοὺς οὐρανίους ὑπακοῦσαι λέγουσιν ἢ ἐὰν ἐν θαλάσσῃ εὔξηται, τοῦτο δὴ τοῦ λόγου, ἐπὶ ῥιπὸς πλέων, ὥσπερ Ὀδυσσεὺς ἐπὶ τῆς σχεδίας ἢ Ἀρίων ὁ Μηθυμναῖος ἐπὶ δελφῖνος ὀχούμενος. καὶ Ἀρίονα μὲν ἰχθὺς εἷς ἔσωσεν, τῷ δέ γε Αἴαντι οὐδʼ ἡ πέτρα ἀσφαλὲς ὄχημα ἦν. εἰ γὰρ Ἀθηνᾶν μὲν Ἀθηναίοις μόνοις, Ἥραν δὲ Ἀργείοις μόνοις, τὸν δὲ Δία Ἠλείοις, καὶ ἄλλον ἄλλῃ πόλει θεῶν συγχωρήσομεν, «πολλαί κεν πόλιες» κατὰ τὸν Ὅμηρον «δευοίατο», οὐκ οἰνοχόου, ἀλλὰ θεοῦ. ὅπου δὲ οὐδὲ συμπόσιον ἄνευ οἰνοχόου οἷόν τε διοικηθῆναι, ἦ πού γε πόλις καὶ χώρα καὶ ἔθνος ἅπαν δύναιντʼ ἂν ἄνευ θεοῦ περιγενέσθαι; ὅπερ μοι δοκεῖ καὶ ὁ Ἄμμων δηλῶσαι μάλιστα, ὃς Ἀφυταίοις ἀπὸ Θρᾴκης χρωμένοις ποτὲ ἀνεῖλεν μηκέτι πέμπειν εἰς Λιβύην ἐπερωτήσοντας αὐτόν, ἀλλʼ ἐκεῖ ἐν τῇ Θρᾴκῃ πυνθάνεσθαι ὡς κἀκεῖ ὑπακουσομένου, καὶ ὑπήκουεν. φοιτᾷ γὰρ ἐπʼ οἶδμά τε πόντου γᾶν τε καὶ λειμῶνας εὐ-φύλλους διʼ ἀπείρατον οιον ὕδωρ Ζεὺς ὁ πάντʼ ἐποπτεύων.
Περὶ δὲ τῶν τεθνεώτων εἰ μὲν ὡς οὐκ ὄντων τις διανοεῖται, ἀκόλουθον αὐτῷ μηδαμοῦ αὐτοὺς εἶναι νομίζειν· εἰ δὲ Πλάτωνός τε καὶ Ὁμήρου λόγοις πειθόμενος ἀθανάτους εἶναι τὰς ψυχὰς ἡγεῖται, ἄξιον αὐτῷ καὶ ἐνταῦθα Ὁμήρῳ πιστεύειν, ὃς τῷ Ὀδυσσεῖ ἐν Κιμμερίοις τὸν βόθρον ὀρύξαντι, καὶ τοῦτον οὐ βαθύν, καὶ τὰ πρόβατα καταθύσαντί φησιν ἅπαντας τοὺς νεκροὺς αὐτόθι ὑπακοῦσαι, ὡς παρʼ ἐκείνῳ τῷ βόθρῳ κατορωρυγμένους, καὶ τὴν μητέρα τὴν ἐν Ἰθάκῃ ἀποθανοῦσαν καὶ Ἀχιλλέα τὸν ἐν Τροία τεθαμμένον Ἐλπήνορά τε τὸν οὐδέπω ταφέντα καὶ Αἴαντα οὔτε γνώμῃ οὔτε γένει προσήκοντα, προσέτι δὲ Τυρὼ τὴν Σαλμωνέως καὶ Χλῶριν τὴν Ἀμφίονος, καὶ ἄλλας πολλὰς γυναῖκας, ἃς οὐδʼ ἐπιστάμεθα οὔτε ὅπου οὔτε ὅπως ἀπέθανον. οὐ μὴν ἀλλὰ τὸ μὲν οἴκοι ταφῆναι περὶ πολλοῦ ἐποιήσαντο οἱ Ἀθηναῖοι· τεκμαίρομαι δʼ ἐκ τοῦ τε πολυανδρείου καὶ ὅτι Θησέα ζῶντα ἐκ τῆς πατρίδος ἐξελάσαντες τετρακοσίοις ὕστερον ἔτεσιν νεκρὸν ἐκ Σκύρου κατήγαγον, καὶ τὰς μὲν ἐν Δήλῳ αὖ ταφὰς ἐκάθαιρον, ὡς οὐχ ὅσιον οὔτε τὸ ἐνθάπτειν οὔτε τὸ ἐναποθνῄσκειν τῇ νήσῳ· αὐτοὶ δὲ Κέκροπα μὲν ἐν ἀκροπόλει ἔθαπτον, τὰς δὲ Ἐρεχθέως θυγατέρας παρʼ αὐτῇ σχεδὸν τῇ Πολιάδι. ἐγὼ δὲ καὶ τοῦ Αἰγυπτίου ὄρνιθος τοῦ φοίνικος καταγελῶ, ὃς πολλαῖς γενεαῖς τῆς πατρίδος ἀποδημήσας μιᾶς ἕνεκα ἡμέρας ἐπάνεισιν ἐν Αἰγύπτῳ ἀποθανεῖν, ὥσπερ τῆς ἄλλης ἁπάσης γῆς οὐχ ἱκανῆς οὔσης ἑνὶ ὄρνιθι ἐνταφῆναι· Ἐγκελάδῳ δὲ καὶ Τυφῶνι βραχὺ μέρος Σικελίας ἐξήρκεσεν.
Τὴν δὲ πατρίδα φιλῶ μὲν καὶ αὐτὸς οὐδενὸς δεύτερος καὶ ἑκὼν αὐτῆς οὐκ ἄν ποτε ἀπελείφθην· λογιζόμενος δὲ εὑρίσκω οὐδὲν ἕτερον οὖσαν ἢ ἐν ᾗ οἱ πρόγονοι ἡμῶν κατῴκησαν ἢ διέτριψαν. ὅτι γὰρ οὐκ ἐν ᾗ αὐτοὶ ἐγενόμεθα, δῆλον ἐκ τούτου· πολλοὶ γὰρ ἑτέρωθι γεννηθέντες ἑτέραν πατρίδα νομίζουσιν. εἰ δὲ τοῦτό ἐστιν πατρίς, τὸ σύνηθες τοῖς προγόνοις χωρίον, τί δὴ οὐχὶ τῇ αὐτῇ γνώμῃ καὶ ταύτην φιλητέον, ἐν ᾗ τὰ νῦν διατρίβομεν; πολὺ γὰρ ἑκάστῳ ἐγγυτέρω ἐν ᾗ αὐτός τις οἰκεῖ ἒν ᾗ οἱ πρόγονοι αὐτοῦ ᾤκησαν, τοῖς δὲ ἐξ ἐμοῦ γενησομένοις ἡ αὐτὴ αἰτία καὶ πολὺ δικαιοτέρα τὴν ἐμὴν ἀναγκαίαν ἐνδιαίτησιν πατρίδα ποιεῖν … αδ … ς ὑπεδέξατο φεύγοντα. τοῦτο ὁ Λέσβιος Ἀλκαῖος λέγει, ἀνὴρ περί γε τὴν πατρίδα φιλοστοργότατος. καίτοι αἰεὶ ἐς τοὺς ἀρχαίους τὸ αὑτοῦ γένος ἀναφέρων καὶ ὅλης τῆς πατρίδος τῆς ἑαυτοῦ ἢ ἀποικήσαντας ἐπʼ ἄλλης γῆς ἂν εὕροις, ὡς Αἰγινήτας ἐς Θυραίαν, ἢ ἐσοικισθέντας ἑτέρωθεν, ὥσπερ Ἴωνάς τε καὶ Αἰολέας καὶ τὸ Δώριον ἅπαν, τοὺς δὲ καὶ φυγῇ τῆς οἰκείας ἐξελασθέντας, Ἕλληνάς τε εἰς βαρβάρων, ὥσπερ Ἀργείους ἐν Ἀμφιλόχοις καὶ Ἀρκάδας τοὺς ξὺν Δαρδάνῳ ἐς Φρυγίαν καὶ Ἐρετριεῖς τοὺς ἐξ Εὐβοίας ἐν Σούσοις τοῖς Περσικοῖς, βαρβάρους τε ἐς Ἑλλήνων, οἷα δὴ Θρᾷκας τοὺς μετʼ Εὐμόλπου ἐν τῇ Ἀττικῇ Φοίνικάς τε καὶ Ἄραβας τοὺς σὺν Κάδμῳ ἐν Θήβαις ταῖς Βοιωτίαις. ὥστʼ ἐὰν τὰ τοιαῦτα εἰς τὸ παλαίτατον ἀρχαιολογῇς, ἅπαντας ἁπανταχοῦ ξένους τε καὶ φυγάδας εὑρήσεις· αἰτία γάρ που, ἣ μεγίστη δήποτʼ ἔκτιζεν τὰς πόλεις, ἐγένετο ἡ τηνικαῦτα στάσις τε καὶ ἔρις. εἰ δέ τινες ὀλίγοι αὐτόχθονες εἶναι ἡγούμενοι ἐπὶ τούτῳ μέγα φρονοῦσιν, οὗτοι ὄντως ἀλαζονεύονται· ἦν γάρ τοι καὶ μυῶν καὶ ἄλλων εὐτελεστέρων ζῴων χθονογένεια, ἀνθρώπῳ δὲ ὄντι οὐ καλὸν μὴ ἐξ ἀνθρώπου γενέσθαι. εἰ δʼ αὖ διὰ τοῦτο πρὸς τὴν γῆν οἰκειότερον ἑτέρων ἁπάντων ὁμοιοῦνται, ἀλλʼ οὐχ ὥσπερ ἐκ τρυμαλιᾶς ἐξαναδύντα χρὴ … ἐκεῖνο τὸ καθʼ αὑτὸν μέρος μόνον περιέπειν, ἀλλὰ πᾶσαν τὴν γῆν οἰκεῖν ὡς πάντων μητέρα καὶ τροφὸν τὴν αὐτὴν οὖσαν.
«Ἓν φῦλον ἀνθρώπων, μίʼ ἔδειξε πατρὸς καὶ ματρὸς ἡμᾶς ἁμέρα». «εἷς μοῦνος ἀνθρώποις θεὸς εἵσατο κοι-νὰν ἁλίου μοῖραν φυλάττων τάνδε» ἐν ᾗ ἄν τις τραφῇ γλῶσσαν παραλλάξαι. καὶ γάρ τοι ὁ θεὸς μίαν μὲν τοῖς νηκτοῖς πατρίδα ἀπέδειξε τὴν θάλατταν, ἕνα δὲ τοῖς πτηνοῖς τὸν οὐρανόν, τοῖς δὲ ἃ χερσαίαν φύσιν ἔχει τὴν γῆν, ἀσφαλὲς ὄχημα ὑποθεὶς οὐρανῷ τε ὀροφώσας καὶ ὠκεανῷ τειχίσας, ἀπένειμεν. οἱ μὲν οὖν ὄρνεις καὶ ἰχθύες φυλάττουσι τὴν παρὰ τοῦ Διὸς παραδοθεῖσαν κληρουχίαν, καὶ τὰ ἄλλα δὲ τὰ χερσαῖα ἅπαντα ζῷα· ἄνθρωποι δὲ ὑπὸ πλεονεξίας τὴν γῆν διανέμονται, κατακερματίζοντες τὴν τοῦ θεοῦ δωρεὰν καὶ διορίζοντες πρὸς ἀλλήλους, πρὸς μὲν Ἀσίαν τε καὶ Εὐρώπην καὶ Λιβύην ποταμοῖς, πρὸς δὲ τοὺς πλησιοχώρους ὅροις, πρὸς δὲ τοὺς ἐμφυλίους τείχεσιν, πρός γε μὴν τοὺς ὁμοπατρίους οἰκίαις, πρὸς δὲ τοὺς ξυνοίκους θύραις, ἤδη δὲ καὶ τοὺς ὁμωροφίους λάρναξίν τε καὶ κιβωτίοις διακρίνουσιν. ἐξ ὧν οἵ τε πόλεμοι καὶ πολιορκίαι καὶ «κατασκαφαὶ δόμων» καὶ δῃώσεις, ὡς ἐπʼ ἀλλοτρίαν τὴν γείτονα γῆν στρατευομένων, πολλάκις δὲ καὶ ἐν τῇ αὐτῇ χώρᾳ, τῶν μὲν Ἐρεχθεῖ τῶν δὲ Εὐμόλπῳ ξυστρατευσαμένων, ἐστὶν δʼ ὅτε καὶ εἰς τρία διῃρημένων καὶ τῶν παράλων Μεγακλεῖ τῷ Ἀλκμαίωνος, τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργῳ τῷ Ἀριστολαΐδου, τῶν δὲ ὑπερακρίων Πεισιστράτῳ τῷ Ἱππίου ἑπομένων· καὶ μὴν καὶ τῶν ἐν τῇ αὐτῇ πόλει στάσεις, τῶν μὲν ἐξ ἄστεως τῶν δὲ ἀπὸ Φυλῆς μαχομένων, ἄλλα τε ὅσα τὸ Ἰωνικὸν ἅπαν καὶ Δώριον καὶ Πελασγικὸν γένος καὶ πολλὰ ἄλλα ἔθνη Ἑλλήνων τε καὶ βαρβάρων διώκισάν τε καὶ ξυνέχεαν, Ἐτεοκλέους τε πρὸς Πολυνείκην διαφοραὶ καὶ τῶν Ἡρακλέους παίδων καὶ νὴ Δία γε ἑτέρων ἀδελφῶν οὐ τυραννίδα ἀλλὰ μίαν οἰκίαν διανεμομένων.
Αἱ δὲ γέρανοι ἡμῶν μεγαλοφρονέστεραι· ἐκ γὰρ Θρᾳκῶν εἰς Αἴγυπτον ἀπιοῦσαι οὔτε Θρᾴκην ἡγοῦνται πατρίδα οὔτε Αἴγυπτον φυγήν, πρὸς δὲ τόπον ἀλληλίσματα σφίσιν εἶναι ταῦτα, χειμῶνός τε καὶ θέρους ἐνδιαιτήματα. τὸ δὲ τῶν Πυγμαίων ποιητικὸς ἄρα μῦθος ἦν. ἀλλὰ γὰρ κἀκείνας ὁ χειμὼν ἐκ Θρᾴκης ἐλαύνει, ὥσπερ ἡμᾶς ἡ τύχη ἄλλον ἀλλαχόθεν. ὄρνις δὲ οὔτε Πυγμαίοις οὔτε ἄλλῳ ὄρνιθι ὑπὲρ μέρους ἀέρος διαφέρεται, οὐδὲ μὴν ἰχθὺς ἰχθύι αἰγιαλοῦ ἕνεκα ἢ πέτρας ἐπιβουλεύει, ἀλλʼ ἔνθα ἂν διατρίβῃ τῆς θαλάττης, ἐν τῇ αὑτοῦ πατρίδι διοικεῖν οἴεται. ἀλλὰ μὴν καὶ ἀνθρώπων, οἳ τοιοῦτον ἐμιμήσαντο, τὴν ἀρετὴν οὐκ ἀφαιρήσομαι. Ἀθηναῖοι μέν γε οὐ τὴν Ἀττικὴν μόνον, ἀλλὰ καὶ τὴν γῆν ἐκλιπόντες εἰς τὰς ναῦς ἐνέβησαν τὴν ἐλευθερίαν τῶν τειχῶν καὶ λίθων προτιμήσαντες, ἐκεῖ δὲ ἡγούμενοι σφίσιν εἶναι τὰ πάντα ἔνθα ἂν μετὰ ἀρετῆς καλῶς ἀγωνίζωνται. Φωκαιῆς δὲ τῇ οἰκουμένῃ οὐκ ἀρεσκόμενοι μύδρους καθέντες εἰς τὴν θάλατταν ὤμοσαν μὴ πρότερον οἴκαδε ἐπανελεύσεσθαι ἢ τοὺς μύδρους ἀναπλεῦσαι· καὶ νῦν ἔτι Φωκαιῆς Μασσαλίαν οἰκοῦσιν πόρρω τῆς ἑαυτῶν πρὸς τῷ Τυρρηνικῷ πελάγει ᾠκισμένοι. Ἀμαζόνες δὲ Ἄρεως θυγατέρες ἐνομίσθησαν, ὅτι Θερμώδοντα ποταμὸν ἐκλιποῦσαι ἐπὶ πᾶσαν γῆν ἐπʼ οἰκίαν ᾔεσαν· εἶτα Ἀμαζόνες μὲν γυναῖκες οὖσαι καὶ Σκύθαι καὶ Σαυρομάται λῃστείας καὶ ἁρπαγῆς ἕνεκεν μίαν πόλιν οὐ ποθοῦσιν, ἡμᾶς δὲ τοῦ μὴ κακοδαιμόνως ζῆν χάριν μηδὲ ὀδυρομένως οὐκ ἄξιον, οὐ μὰ Δία μισῆσαι τὴν πατρίδα — τοῦτο γὰρ οὐδὲ εἰπεῖν ὅσιον —, ἀλλὰ μὴ ἀκαίρως ποθοῦντας ἀνοήτους ἀχθηδόνας τῇ ψυχῇ ἐπιφέρειν, τὴν δὲ τῆς πατρίδος μνήμην χαρᾶς μᾶλλον ἢ λύπης αἰτίαν ποιεῖσθαι;
Εἰσὶν δὲ οἳ οὐ φυγὴν μόνην, ἀλλὰ ἀποδημίαν τὸ ἔσχατον κακῶν ἡγούμενοι ὑπὸ φιλοχωρίας αὐτοὶ σφᾶς αὐτοὺς ἐς τὰς πατρίδας τῇ γνώμῃ φυγαδεύουσιν ἑκόντες οὐ κατὰ ἀνάγχην προστιθέμενοι. «μῶρος δʼ ὅστις ἀνθρώπων πόλιν» ᾗ ἂν ἐμμένῃ «θεὸν κείναν σεβίζειν μοῦνον ἐλπίζει καλοῖς. εἰσὶν γάρ, εἰσὶν ἀξιοπάμονες ἄλλαι, καὶ μέλονται πρός τινος, ἢ Διὸς ἢ γλαυκᾶς Ἀθάνας.» ἐμοὶ δέ, ᾧ καὶ πρὸ τῆς ἀναγκαίας φυγῆς τὸ πλεῖστον τοῦ βίου ἀνὰ πολλὰ μέρη γῆς τε καὶ θαλάσσης ἀνδρῶν τε ἀλλοθρόων ἐκδήμοις ἐπιμειξίαις ἀνάλωται, ἔργον δέ μοι οὐ φίλον ἦεν οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα, ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐύξεστοι καὶ ὀιστοί, οὐ καιρὸς ὀδύρεσθαι τὴν παροῦσαν ἀποδημίαν, ὡς ὑπεράνω τοῦ τῆς πατρίδος πόθου τυγχάνοντι, ὡς οἶδά γʼ αὐτὸς ὡς ἐπαιδεύθην ξένος, ὥσπερ ὁ τοῦ Σοφοκλέους Θησεύς, χὤς τις πλεῖστʼ ἀνὴρ ἐπὶ ξένης ἤθλησα κινδυνεύματʼ ἐν τὠμῷ κάρᾳ. ἢ τότε μὲν καὶ γονέων μοι ζώντων, ἔτι δὲ τῆς φιλτάτης μοι πάντων ἀδελφῆς αὐτῆς οὔσης, ἧττον τὰ οἴκοι φίλα ἐποιούμην ὅτι μοι νέῳ ὄντι καὶ ἐπʼ ἀξιώματος δῆθεν λαμπρότητι ὁ στόλος ἐγίγνετο, «νῦν δὲ» δή, «ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι» καὶ οἱ μὲν τεθνᾶσι ἐγὼ δὲ σὺν τῇ λοιπῇ οἰκίᾳ ἀποδημῶ καὶ τὸ τῆς ἀνάγκης ἅμα ἰσχυρὸν προσγέγονεν, ἧττον εὐθυμήσομαι; ἢ λαμπρυνοῦμαι ἐκείνοις μᾶλλον ὅτι ἑτέρων ἦρχον ἢ τοῖς νῦν, ἐάν γʼ ἐμαυτοῦ ἄρξαι δυνηθεὶς — ἥπερ μεγίστη ἀρχὴ ἦν — ὑπεράνω γένωμαι τῶν δεινῶν; ἀρχὰς μὲν γὰρ καὶ τιμὰς ἐξ ἀνθρώπων καὶ τοῖς οὐδενὸς ἀξίοις πολλάκις ἔδωκεν ὁ θεός, οὐδὲν μέγα διδόναι νομίζων, ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ ἀφαιρετὰς ὥσπερ τὰ χρήματα· γνώμην δὲ δυναμένην ἀρχαῖς τε μὴ ἐπαίρεσθαι καὶ ξυμφοραῖς μὴ ταπεινοῦσθαι οὔτε πολλοῖς ἔδωκεν οὔτε δοὺς ἀφείλατό πω λαβόντας.
Εἰ δʼ ἐμὲ ξένον καὶ ἀλλότριόν τινες τῶν ἐπιχωρίων νομιοῦσιν, ἀλλʼ ἐγὼ πολίτας ἐκείνους καὶ πατρίδα τήνδε τὴν γῆν λόγῳ τε καὶ ἔργῳ τίθεμαι — κρείττων γὰρ ὁ θεὸς οἰκιστής, ὅς με εἰσῴκισεν ὅπῃ τε καὶ ὅπως ἐκείνῳ φίλον, πολὺ μᾶλλον ἢ Κάπυς τε καὶ Ἶλος καὶ Ἀλέξανδρος καὶ εἴ τις ἄλλος μικρὰν μοῖραν γῆς τείχεσιν περιγράψας ἐπώνυμον ἑαυτοῦ ἐποιήσατο — ἄνδρα τε εὔνουν πολὺ οἰκειότερον καὶ πόλει καὶ ἰδίᾳ ἐκάστῳ νομίζω ἢ ὅστις φυλῆς τε καὶ φρατρίας καὶ ξυγγενείας ὀνόματι ἐπαιρόμενος τοῖς ἔργοις ἀλλότριον αὑτὸν ἀποφαίνει· οὐ γὰρ οἱ νόμοι οὐδὲ τὸ μετοίκιον πολίτας ἢ ξένους, ἀλλʼ ἡ γνώμη ποιεῖ. ᾖ καὶ αὐτὸς θαρρῶν ἐμαυτὸν οὐ γράμμασιν ἀλλὰ εὐνοίᾳ τῇδε τῇ πόλει ἐγγράφω, Δία τε πατρῷον τὸν αὐτὸν καὶ ξένιον καὶ φίλιον προστάτην ποιούμενος καὶ Ἑστίαν κοινὴν θεῶν τε καὶ ἀνθρώπων μητέρα παρεχόμενος ξενίαν τε τράπεζαν πολὺ τῆς ἰδίας ἑκάστῳ αἰδοιεστέραν, εἴ τις ὁσίως αὐτῆς προσάπτοιτο. ἢ γὰρ οὐκ αὐτὴ ἡ ξενία τράπεζα καὶ Πρίαμον Ἀχιλλεῖ ξυνέστιον, ἡ δέ γε Ἀτρέως πατρῴα τις νομιζομένη ἐχθρότατον τὸν ἀδελφὸν ἀπέδειξε κἀπέπεμψεν τοιαύτης θοίνης ἐμπλήσασα; πρὸς μὲν δὴ τοὺς ἐπιχωρίους ταῦτα ἂν εἴη μοι οὐ τὰ τυχόντα «δέραια καὶ γνωρίσματα», πολὺ δʼ ἔτι πλείω γένοιτʼ ἂν καὶ μείζω. ὁ γάρ τοι χρόνος προϊὼν ἅπαντας ξυνηθεστέρους ποεῖ, τέως δὲ χρῆν ἀνθρώπους ὄντας τὸν μὲν οἰκεῖον εὐνοίᾳ, τὸν δὲ ξένον φιλοφροσύνῃ δεξιοῦσθαι· κυνῶν γὰρ τοιαύτη φύσις, πρὶν καὶ εἰδέναι εἴτε τινὶ χρηστῷ ἑτέρῳ κυνὶ εἴτε καὶ πονηρῷ ἐνέτυχεν, πρὸς τὴν πρώτην ἔντευξιν τοῦ ἀήθους ἀγριαίνειν. διόπερ τῷ Ὁμήρῳ οἱ Ἕλληνες πεποίηνται τῶν ξένων τοὺς ἐντυγχάνοντας πρότερον ἐφʼ ἑστίασιν παρακαλοῦντες, μετὰ δὲ τὸ δεῖπνον τίνες τε καὶ πόθεν εἶεν ἐξετάζοντες, ὡς μὴ αἱ πύστεις ἔσθʼ ὅπῃ ἐναντίαι οὖσαι ἐμπόδιον γένοιντο τῆς ὑποδοχῆς τῇ φιλανθρωπίᾳ.
Ἡ δὲ τῶν οἰκείων φίλων τε καὶ ξυγγενῶν ἐπιπόθησις τοῦ τῆς πατρίδος ἔρωτος ἐξηρτημένη δεύτερον ἐπʼ ἐκείνῳ ἀγώνισμα προτέθειται, γενέσεώς τε καὶ τῆς ἐκ παίδων κοινῆς ἀνατροφῆς ἀναγκαιότητας ἀναμιμνῄσκουσα, διδασκαλείων τε ξυμφοιτήσεις καὶ γυμνασίων ὁμοήθεις διατριβάς, ἡλικιωτῶν τε καὶ ξυνεφήβων τερπνὰς ὁμιλίας, ὥσπερ φίλτρα ταῦτα καὶ δελέατα τῇ ψυχῇ προσβάλλουσα. πρὸς ἣν ἐγὼ ἐλάττονος ἡγοῦμαι δεήσεσθαι πόνου τε καὶ ἱδρῶτος. τὸ μὲν γὰρ τῆς πατρίδος ἐξ ἀκινήτων τε καὶ ἀψύχων ξυγκείμενον τὸ ἐμὸν τῆς αὐτόθι διατριβῆς ὑπὸ ἀνάγκης ἐνδεὲς ἀναπληροῦν οὐχ οἷόν τε ἦν· ἐν γὰρ τῇ ἐμῇ ἐπιδημίᾳ τε καὶ ἀποδημίᾳ τὸ ἅπαν ἀπέκειτο· τὴν δὲ δὴ πατρίδα μὲν εἶναι ἔνθα ἵδρυται ὑπὸ φύσεως πᾶσʼ ἦν ἀνάγκη ἐμέ τε ἐνταῦθα τὸ τοῦ νόμου ἰσχυρὸν κατεῖχεν — χαλεπὸν δὲ δυοῖν ἀνάγκαιν, φύσεώς τε καὶ νόμου, μιᾷ καρτερίᾳ ἀντιτάξασθαι· ἄνθρωπος δέ, ᾧ πολυκίνητον φύσιν ἔδωκεν ὁ θεός, «ἐπὶ τραφερήν τε καὶ ὑγρήν» πωλουμένῳ, τοῦτο μὲν τοῖς ποσὶ βαδίζειν τοῦτο δὲ ἐπὶ παντοίων πεζῶν τε καὶ θαλαττίων ὀχημάτων φέρεσθαι, κέρδους μὲν καὶ ἐμπορίας ἕνεκεν καὶ γάμων ἀλλοτρίων γῆν ἐκ γῆς καὶ θάλατταν ἐκ θαλάττης ἀμείβων, «ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέα» διαφθείρων, ἢν δέῃ, ἔκ τε δυσμῶν ἐπʼ ἀνατολὰς περαιώσεται καὶ ἐξ ἀνατολῶν ἐπὶ δύσεις ἴσον τῷ ἡλίῳ δρόμον δολιχεύων ἀπό τε μεσημβρίας ἐπὶ ἑσπέραν καὶ πάλιν αὖ τὸν ἐναντίον δίαυλον περαιούμενος, οὔτε ὀρῶν ὑπερβολὰς οὔτε ὁδῶν δυσπόρευτα οὔτε καύματος μέγεθος καὶ χειμῶνος κρύος ὑποτιμώμενος, ἀλλὰ κἂν ναυαγήσας ἐκκολυμβήσῃ, ἑτέρας νεὼς ἐπιβήσεται, πάντα δὲ ἐμβατὰ καὶ πορευτὰ τῇ ἑαυτοῦ τόλμῃ νομιεῖ· φίλος δὲ ὃς θέλει εἶναι, ἐὰν ὡς ἀληθῶς φίλος ᾖ καὶ τὸ τῆς φιλίας ἐπίστηται μυστήριον, ἐπὶ πάσης δόξης καὶ ἐπιτηδεύσεως καὶ τύχης κοινωνίᾳ παρειλημμένος, ὀκνήσει ὀλίγων ἡμερῶν ὁδὸν ἀποδημήσας αὐτός τε ἑαυτῷ τὴν καλλίστην πανηγύρεων καὶ θεαμάτων φίλου ὄψιν παρασχεῖν κἀκείνῳ τὸ καθʼ αὑτὸν μέρος τὴν συμφορὰν ἀποκουφίσαι;
Οὐ μὴν οὕτως γε διενοοῦντο οἱ τοῦ Ἰάσονος φίλοι, ἀλλʼ ἄσμενοι ἄλλος ἄλλοθεν εἰς Κόλχους αὐτῷ ἀποδημοῦντι συνηκολούθουν, οὔτε ὅποι πλεῖ οὔτε καθόλου πλεῖν ἐπιστάμενοι — ἔτι γὰρ ἄπλους ἦν ἡ θάλασσα —, οὔτε μὴν τὴν αἰτίαν τοῦ στόλου ἐξετάζοντες, ἀλλὰ τὴν ἐκείνου τύχην ἱκανὴν σφίσιν πρόφασιν τῆς ἀποδημίας ἡγούμενοι. αὕτη γὰρ ἡ πρώτη ἐν ἀνθρώποις κατασκευασθεῖσα ναῦς φίλων ἀλλʼ οὐκ ἐμμίσθων ναυτῶν ἐνεπλήσθη, ὧν οἱ πλεῖστοι καὶ βασιλῆς, εἰσὶν δὲ οἳ καὶ θεῶν παῖδες ὄντες αὐθαίρετοι πλεῖν οὐκ ἠσχύνοντο. ἀλλὰ μίʼ ἦν αὕτη ἡ ναῦς. τί δέ; αἱ χίλιαι νῆες τῶν Ἀχαιῶν οὐ τοιούτου φόρτου γέμουσαι ἐπὶ Τροίαν ἐστάλησαν, τῶν ἐξ ἁπάσης τῆς Ἑλλάδος ἀρίστων ἀκολουθούντων ἑνὶ φίλῳ ἠδικημένῳ; παρέμενον δὲ οὐ μόνον αὐτόμισθοι καὶ αὐτότροφοι, ἀλλὰ καὶ τῶν φιλτάτων καὶ οἴκοι καὶ ἐπὶ στρατείας καταφρονοῦντες, Πρωτεσίλαος μέντοι καὶ Ὀδυσσεὺς τῶν γυναικῶν, Νέστωρ δὲ τῶν παίδων, Τεῦκρος δὲ τοῦ ἀδελφοῦ, Ἀχιλλεὺς δὲ τοῦ ἐρωμένου τελευταῖον δὲ καὶ αὐτὸς αὑτοῦ, ὅς, τῆς μητρὸς αὐτῷ προειπούσης ὅτι οἴκοι μὲν διατρίβων ἀθάνατος ἔσται, πλεύσας δὲ ἐπὶ Τροίαν νεώτατος ἀποθανεῖται, εἵλατο παραμείνας αὐτοῦ ἀποθανεῖν, καὶ ταῦτα οὐ χρηστοῦ τοῦ φίλου πειρώμενος. τί δέ; οὐ Πυλάδης μὲν ὑπὸ Ἐρινύων ἐλαυνομένῳ καὶ μαινομένῳ τῷ φίλῳ ἠκολούθει, Θησεὺς δὲ Πειριθόῳ εἰς Ἅιδου ἀπιόντι ξυναπεδήμει; ὧν ὁ μὲν οὔτε θεῶν μήνιμα οὔτε ἀνθρώπων μίασμα πρὸ τοῦ φίλου ἐφυλάξατο, ἀνδρὶ μητροκτόνῳ ξυνέστιός τε καὶ ὁμωρόφιος εἶναι θέλων· Θησεὺς δʼ ἂν ὀκνῆσαί σοι δοκεῖ ἐπὶ Χίου ἐκ Μίμαντος μικρὰν θάλασσαν περαιώσασθαι, ὃς καὶ τὸν Ἀχέροντα τῷ φίλῳ ἑκὼν ξυνέπλει καὶ ἐπὶ τῆς Ληθαίας πέτρας ξυνεκάθητο, ἐντεῦθεν δὲ ἄκων ὑπὸ τῆς Ἡρακλέους βίας ἐξανέστη; οὗτοι μὲν οὖν καὶ τοιοῦτοι φίλοι· ὁ δὲ ἐμὸς φίλος ἐμὲ μὲν ἀξιώσει τὸ ἐφʼ ἑαυτῷ λυπούμενον ζῆν ὀδυνηρὸν οὕτω καὶ ἐλεεινὸν βίον, ὥς πού τις καὶ ἄλλος ἐρημίᾳ φίλων πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων, αὐτὸς δέ, ἐξὸν αὐτῷ ἀπὸ τῆς φύσεως καὶ τῶν νόμων, ἑκὼν τῆς ἐμῆς συνουσίας αὑτὸν ἀποστερήσει, εἶτα ἐμὲ οἰκτιεῖ ὡς οὐκ αὐτὸς ὢν οἰκτρότερος; τί γὰρ μᾶλλον ἐγὼ ἐκείνῳ φυγὰς ὅτι ἐκεῖνον οὐχ ὁρῶ, ἢ ἐκεῖνος ἐμοὶ ὅτι ἐμὲ οὐχ ὁρᾷ; πλὴν ὅτι ἐγὼ μὲν οὐ δύναμαι, ἐκεῖνος δὲ οὐ βούλεται. εἰ μὲν οὖν ἐθελήσει, ἀφίξεται καὶ οὐκ ἀνιάσομαι … ἴθι· ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶς οὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα. πῶς γὰρ τὸν τοιοῦτον φίλον χρὴ νομίζειν, ὃς καὶ τῶν χελιδόνων καὶ τῶν τροχίλων τῆς εὐνοίας λείπεται; οὗτοι γὰρ οἱ ὄρνεις, ἐπειδὴ ἅπαξ φιλίαν συνέθεντο, αἱ μὲν χελιδόνες πρὸς τὸν ἄνθρωπον οἱ δὲ τροχίλοι πρὸς τοὺς κορκοδίλους, καίτοι ἑτερογενῆ ὄντα, οὐκ ἄν ποτε ἀπολειφθεῖεν ἀλλήλων, ἀλλʼ ἔνθα ἂν ὁ ἄνθρωπος οἰκῇ ἐκεῖ καὶ χελιδόνα εὑρήσεις, καὶ ἔνθα ἂν κορκόδιλος ᾖ ἐνταῦθα καὶ τροχίλον εὑρήσεις· τῷ δὲ οὐδὲν μέλει ποῖ γῆς ἢ θαλάττης ἐγώ.
Τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία, ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον. χρυσὸν μὲν γὰρ καὶ ἄργυρον τὸ πῦρ δοκιμάζειν πέφυκεν, τὰς δʼ εὔπλους τῶν νεῶν ὁ χειμών, τοὺς δὲ φίλους αἱ τῆς τύχης μεταβολαί. ἀνδρὶ μὲν εὐπραγεῖν δοκοῦντι πάντες ἐθέλουσιν εἶναι φίλοι, ἄλλος ἀλλαχόθεν συρρέοντες, καὶ οὔτε θύραι ἱκαναὶ ἀποκωλῦσαι οὔτε αἰδὼς ἐμποδὼν ἵσταται τῇ θεραπείᾳ· μέχρι μὲν δὴ οὔρια μένει τὰ τοῦ δρόμου, τοῦτο δὴ τοῦ λόγου, πάντες ἀγαθοὶ ναῦται, πάντα ὅμοια καὶ δυσδιάκριτα· καὶ γάρ τοι τὰ τῆς κολακείας ταύτῃ πανουργότατα, ᾗ τὴν ἀληθῆ φιλίαν μιμεῖσθαι ἐπιτηδεύει· ἐπειδὰν δὲ ὁ τύχης χειμὼν ἐμπέσῃ, τότε δὴ τοὺς μὲν κούφους τε καὶ ἐπιπλάστους τῶν φίλων δοκούντων ὥσπερ ἄνεμος ἐξ ἀχυρμιᾶς ἐξεφύσησέν τε καὶ διερρίπισεν, ὀλίγοι δὲ οἱ ἀληθεῖς φίλοι πυρῶν δίκην ὑπομένουσιν. νῦν γὰρ εἶ χρεῖος φίλων· θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων· ἅλις γὰρ ὁ θεὸς ὠφελῶν ὃν ἂν θέλῃ. ἢ οὐκ οἴει καὶ Πειριθόῳ ἐν Θετταλίᾳ πολλοὺς καὶ Ὀρέστῃ ἐν Μυκήναις ἔτι πλείους ἑταίρους δοκεῖν; ἀλλά, ἐπειδὴ τύχῃ ἐχρήσαντο οἵᾳ δή, τῷ μὲν Θετταλῷ Ἀθηναῖος εἷς, Φωκεὺς δὲ εἷς τῷ Μυκηναίῳ μόνοι ἑταίρων ἀπελείφθησαν, τοὺς δὲ ἄλλους Θετταλῶν τε καὶ Μυκηναίων ἡ ἐναντία τύχη ἀπερρίπισεν. ὅπερ γὰρ τὸν Μῶμον τῷ Προμηθεῖ μέμψασθαι λέγουσιν, ὡς τὰ μὲν ἄλλα μέρη τοῦ ἀνθρώπου ὀρθῶς ἔχοντα, τὰς δὲ φρένας οὐ δεόντως ὑπὸ τῷ στέρνῳ κατακρύψαντι — χρῆναι γὰρ ἐπιθεῖναί τινα ὀπὴν διʼ ἧς τὴν γνώμην τοῦ προσιόντος κατοπτεύσομεν, πρὶν καί τινα πρὸς αὐτὸν κοινωνίαν ξυνθέσθαι —, τοῦτο δὴ οὐκ ὀρθῶς μέμψασθαί μοι δοκεῖ· ἱκανὴ γὰρ ἡ τῆς συμφορᾶς ὀπὴ αὐτόν τέ τινα δεῖξαι ὅστις ἐστὶν καὶ τοὺς προσιόντας ὅπως γνώμης ἔχουσιν. βεβαιότατος γὰρ καὶ φίλος καὶ θεράπων ὁ τὸν δυστυχοῦντα θεραπεύων· δῆλον γὰρ ὡς εὐτυχοῦντος οὐκ ἀποστήσεται.
Ὅστις δὲ ἐν δυστυχίᾳ, πρότερον οὐκ ὢν φίλος, φιλίας ἀρχὴν ἐποιήσατο, οὗτος δὴ τῶν πρότερον ἔτι βεβαιότερος, οὐ χρείαν τὴν ἑαυτοῦ, ἀλλʼ ἀρετήν, φιλίας πρόσχημα ποιούμενος. ὧν ἐγὼ πολλὰ μὲν καὶ ἐπʼ ἐμαυτοῦ, πολλὰ δὲ καὶ ἔτι παλαίτερα παραδείγματα εἰπεῖν ἔχων, μιᾶς τῆς Ἀδράστου οἰκίας ἐπιμνήσομαι. ἢ γὰρ οὐχ οὗτος Θυέστην μὲν ὑπὸ τοῦ ἀδελφοῦ ἐλαυνόμενον, ἄνδρα διὰ τὸ μέγεθος τῶν κακῶν οὐδὲ οἰκίᾳ δεκτόν, ἐδέξατό τε καὶ ἐκάθηρεν, δύο δʼ ἑτέρους φυγάδας μιᾷ ἡμέρᾳ, τὸν μὲν ἐξ Ἄργους τὸν δὲ ἐκ Θηβῶν, οὐ ξένους μόνον ἀλλὰ καὶ γαμβροὺς ἐποιήσατο, τῷ δὲ ἑτέρῳ αὐτῶν ἐπαμύνων ἐστράτευεν; ἆρά σοι οὐ δοκεῖ ὁ τοιοῦτος τῷ ἔργῳ καὶ μεταγράψαι τόδε τοῦ Εὐριπίδου ἔπος, ὃ ἐκεῖνος ἐς τοὺς φίλους ἐποίησεν εἰπὼν «εὖ πρᾶττε· τὰ φίλων δʼ οὐδέν, ἤν τις δυστυχῇ»; ἄμεινον γὰρ ἂν οὕτως ἔχοι εἰς τὸ Ἀδράστου· «εὖ πρᾶττε, τὰ δὲ τῶν ἀληθινῶν φίλων ἰσχυρά, ἤν τις δυστυχῆ», οὓς ὁ αὐτός που ποιητὴς λέγει «καὶ φίλους αἰεὶ φίλους». καὶ πάλιν ἀκούομεν ἐν τῇ παροιμίᾳ «οὐδεὶς φίλος οὐδὲν ἔχοντος», τὸ δὲ τοῦ Λακεδαιμονίου Χίλωνος «οὕτως φιλεῖν ὡς μισήσοντα», ἃ ἔγωγε ἂν μεταγράψαιμι ἐπὶ τὸ ἀληθέστερον, τὸ μὲν ὅτι «βέβαιοι φίλοι οὐδὲν ἔχοντος», τὸ δὲ ὅτι «οὕτως χρὴ φιλεῖν ὡς δυστυχήσοντα». εἰ γάρ τις μετὰ ταύτης τῆς ξυνθήκης φιλίᾳ πρόσεισιν, οὔτε φυγὴ αὐτὸν τοῦ φίλου μετατρέψει οὔτε δεσμὰ ἀπερύξει οὔτε μὴν ὁ πάντων ἰσχυρότατος θάνατος ἐπιλήξει· τοὐναντίον δὲ ταῦτα καὶ τὰ τοιαῦτα ἐπιτενεῖ τὴν φιλίαν καὶ προσαυξήσει, τῷ μὲν εὐτυχοῦντι ἐν καιρῷ τῆς τοῦ φίλου εὐνοίας ἀφορμὴν παρασχόμενα, τῷ δὲ δυστυχοῦντι ἐς τὸ δέον τὴν τῆς γνώμης βεβαιότητα ἐνδειξάμενα.
Πλούτου δὲ καὶ τιμῶν ἐν ἀνθρώποις καὶ γένους καὶ ἀξιώματος καὶ τῆς τῶν πολλῶν δόξης πολὺ ἔτι ἐλάττων ἀνδρὶ ἀγαθῷ λόγος. ἀλλότρια μὲν γὰρ καὶ τὰ προειρημένα, ἥ τε πατρὶς καὶ τὰ τέκνα καὶ συγγένεια καὶ φίλοι, καὶ τὰ ἄλλα πάντα οὐκ ἐμὰ ὅσα μὴ ἐπʼ ἐμοί· τὸ δὲ μὴ ἐφίεσθαι τούτων — ἐπʼ ἐμοὶ γάρ ἐστιν — εἰκότως ἐμαυτοῦ τίθεμαι καὶ καλῶ. πάντων δὲ ὅσα μὴ ἐφʼ ἡμῖν ἀλλοτρίων ὄντων, τὰ κατὰ τιμάς τε καὶ δόξας καὶ πλοῦτον ἀλλοτριώτατα πάντων ἐστίν. τεκμήριον δέ· πρὸς μὲν γὰρ τὰ τέκνα καὶ τοὺς τόπους καὶ τοὺς φίλους φυσικήν τινα κέκτηται διάθεσιν ἔσθʼ ὅπη καὶ τὰ θηρία, τόπους τε ξυνήθεις καὶ θῆρας συννόμους πάντων τε μάλιστα τέκνα καὶ γονέας ἀσπαζόμενα, πλούτου δὲ πέρι καὶ τιμῆς οὐδὲν ἄλλο ζῷον ἔξω ἀνθρώπου περιεργάζεται, ἀλλὰ πλοῦτον αὑτοῖς ἱκανὸν οἴεται τὴν ἀναγκαίαν τῆς τροφῆς εὐπορίαν· ταῦτα δὴ οὐδεμία ζῴου φύσις πένης ἂν γένοιτο· ἀρχὰς δὲ οὐ τῇ δόξῃ τῶν ἄλλων ζῴων περικτᾶται, ἀλλὰ τῇ ὑπεροχῇ τῆς ἀρετῆς ἐν ᾧ ἕκαστον κρεῖττόν ἐστιν. οὔτε γὰρ ἵππος ποτὲ ἐφρόντισεν τῆς παρὰ τῶν λοιπῶν ζῴων τιμῆς ἢ καὶ ἀτιμασίας, ἀλλὰ ἡγεῖται τῶν ἄλλων τάχει διαφέρων φυσικήν τινα ἀρχὴν ἄρχειν κατὰ τὸν δρόμον, οὔτε λέων ποτὲ περὶ πολλοῦ ἐποιήσατο τί δὴ περὶ αὐτοῦ τὰ ἄλλα ζῷα φρονεῖ τε καὶ λέγει, ἀλλʼ ἡγεῖται τῇ ἰσχύι ὑπερέχων ταύτην ἑαυτῷ ἐν τοῖς ἀσθενεστέροις ἀληθεστάτην εἶναι ἀρχήν τε καὶ τιμήν. ἄνθρωποι δέ, ὥσπερ τὸν λογισμὸν διὰ ταῦτα κεκτημένοι, ἀλλʼ οὐ διὰ τὴν τούτων καταφρόνησιν, … τὸν μὲν γὰρ πλοῦτον τῆς ἀναγκαίας τροφῆς ὑπερβιβάσαντες, τὸ μετὰ τοῦτο ἀπέραντόν τε καὶ ἀόριστον ἐποιήσαντο. οὐδεὶς γοῦν οὕτως πλουτεῖ ὃς οὐκ ἐλάττω ἔχει ὧν βούλεται, εἰ δὲ καὶ ἐπʼ ἐκεῖνα ἀφίκοιτο, πάλιν αὖ τοὺς ὅρους τῆς ἐπιθυμίας προσωτέρω μετατίθησιν. τό γε μὴν ἔντιμον οὐ πρὸς τὸ ἀρετῆς ὑπερέχον, ἀλλὰ πρὸς τὸ δόξης πλῆθος κρατοῦν κρίνεται, τὸν μὲν ἀγαθὸν ἔσθʼ ὅτε ἄτιμον τὸν δὲ πονηρὸν ἔντιμον, ἐὰν οὕτως τοῖς πολλοῖς δοκῇς, νομιζόντων, οἵτινες οὐκ ἐν τῇ ψυχῇ τὸ ἀξιόλογον, ἀλλʼ ἐν τῷ στεφάνῳ καὶ τῇ πορφύρᾳ καὶ τῇ τιάρᾳ τιθέμενοι, τὰς τούτων πάλιν αὖ ἀφαιρέσεις αὑτοῖς τε εὐκαταφρονήτους καὶ τοῖς ἀφαιρεθεῖσιν ἐπονειδίστους νομίζουσιν. ἐμοὶ δὲ ἀρκεῖ κατὰ τὴν τοῦ Σοφοκλέους Ἠλέκτραν τοὐμὲ μὴ λυποῦν μόνον βόσκημα, τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν.
Καίτοι δὲ οὕτως τούτων ἐχόντων, ὅμως οὐκ αἰσχύνονται μεγάλα ἐπʼ αὐτοῖς φρονοῦντες, ἐπειδὰν αὐτοῖς οἱ πολλοὶ ἕδρας τε ἐξανιστῶνται καὶ ὁδῶν ἐκτρέπωνται· εἰ δέ τις οὐκ ἐθελήσαι, τοιαῦτα κηρύττουσιν ὁποῖα ὁ τοῦ Εὐριπίδου Λάιος ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο, οὐκ εἰδότες ὅτι ὁ ξένος αὐτὸς αὐτὸν ὀλίγον ὕστερον τῆς τε τυραννίδος καὶ τῆς γυναικὸς ἀφαιρήσεται, ἀφελόμενος δὲ καὶ αὐτὸς ἁπάντων «ἀθλιώτατος βροτῶν» γενήσεται, ἀθλιώτεροι δʼ ἔτι οἱ ἐξ ἐκείνου γενόμενοι. φασὶν δὲ Αἰθιόπων τῶν πρὸς ἀνατολὰς τὸν βασιλέα, εἴ τινα ἐν τοῖς ἐπιχωρίοις τιμᾶσθαι ἐθέλοι, ἀφελόντα διδόναι τῶν ζωμάτων ἓν τῶν ἑαυτοῦ· αὕτη γὰρ Αἰθιόπων στολή. μέχρι δʼ ἂν τοῦτο ἐζωσμένος περινοστῇ, ἅπαντες τοῦτον οἱ ἐντυγχάνοντες προσκυνοῦσίν τε καὶ περιέπουσιν· ἐπειδὰν δὲ τῷ βασιλεῖ δοκῆσαν πάλιν ἀποθῆται τὸ ζῶμα, οὐδεὶς αὐτὸν Αἰθιόπων ὑπαντιάζων οὐδὲ τὸ κοινότερον προσαγορεῦσαι ἀξιώσει. πρὸς δὲ τοὺς ἐπὶ τοῖς τοιούτοις φυσωμένους εἴποι τις ἂν ἅπερ ἡ μήτηρ πρὸς τὸν Πολυνείκην λέγει νουθετοῦσα· τί τῆς κακίστης δαιμόνων ἐφίεσαι, φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός· πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας εἰσῆλθε ἐπʼ ὀλέθρῳ τῶν χρωμένων· ἐφʼ ᾗ σὺ μαίνῃ. ἐγὼ δὲ ταῦτα τῇ Ἰοκάστῃ προσ … τί δὲ κομπάζεις, ὦ δύστηνε, καὶ ἐπὶ σαυτῷ φρονεῖς μέγα; μὴ γὰρ μεταπεσοῦνται οἱ πολλοὶ οὗτοι· μὴ γάρ σε τήμερον μὲν ἀγλαΐζουσιν τῇ πορφύρᾳ, μεθιστάντες δέ πως ἃ τιμῶσιν αὔριόν γε αὖ, ἐάν τις ἕτερος ταῦτα καὶ πολὺ χείρων σοῦ μεταλάβῃ, … ἐκείνῳ σὺν τοῖς ἄλλοις λατρεύσουσι. πρὸς τῶν θεῶν, οὐκ αἰσχύνει ἐπʼ ἀμφιέσμασιν καὶ βάμμασιν ἀλλοτρίοις μεγαλαυχούμενος καὶ χαλκῆν μὲν τοῦ σώματος εἰκόνα καλὴν καὶ μεγάλην ἔχων ἐν πρυτανείῳ, αἰσχρὰν δὲ καὶ μικροπρεπῆ τὴν τῆς ψυχῆς ἐν σαυτῷ περιφέρων, τοῖς δὲ τῶν προγόνων ὀνόμασιν ἐπαιρόμενος, ὥσπερ αὐτὸς ὄνομα οὐκ ἔχων, ἐπὶ δὲ τῷ γένει μεγάλα κομπάζων; ἢ οὐκ οἶσθα ὅτι ἐς πάσας τὰς παλαιὰς ἐκείνας εὐγενείας ἀναφέρων ἀνοίσεις ἢ εἰς τὸν Προμηθέως πηλὸν ἢ εἰς τοὺς Δευκαλίωνος λίθους; οὐκ ἀποθέμενος καὶ ἀποδυσάμενος ταῦτα τὰ ξύμβολα γυμνὸν ἡμῖν ἐπιδείξεις σεαυτὸν ὁποῖος εἶ, μᾶλλον δὲ οὐδὲ γυμνόν, ἀλλὰ ἀντὶ μὲν πορφύρας πενίαν ἠμφιεσμένον, ἀντὶ δὲ ἀρχῆς καὶ στροφίων ἀναρχίᾳ ἐστεφανωμένον; κἂν τότε σέ τις ἀνὴρ ἀγαθὸς θαυμάσῃ ἢ τιμήσῃ, προσιὼν τὸ γένος ἀπὸ σαυτοῦ ἀνάγραφε. φρονήσῃς μὲν οὖν μηδέποτε ἐπὶ σαυτῷ μέγα, ἀλλὰ μηδὲ καταφρονήσῃς σεαυτοῦ, τιμὴν ἀληθῆ ταύτην νομίσας ἀθάνατον καὶ ἀναφαίρετον.
Οὐχ ὁρᾷς οἷος ἦν Ὀδυσσεὺς ῥάκια κακʼ ἀμφὶ σώματι ἔχων, ὥστε καὶ τὰ ἄλλα οἱ μνηστῆρες ἐθαύμαζον αὐτοῦ, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει; ἐκεῖνοι μὲν οὖν τὴν ἐπιγουνίδα, ἐγὼ δὲ ἕτερόν τι θαυμάζω, οἵην ἐκ ῥακέων ὁ γέρων, καὶ προσέτι γε καὶ ἀλήτης Ἴρου πτωχότερος, τὴν εὐψυχίαν καὶ θάρσος ἐνδείκνυται, οὐ τῷ θεῷ μεμφόμενος ἐν ταῖς ξυμφοραῖς οὐδὲ τῇ τύχῃ διοργιζόμενος ἐν ταῖς δυσπραγίαις, ἀλλʼ εὐγνωμόνως ἔχων πρὸς ἅπαντα καὶ πράως ὅσα ἐκεῖνος ἐπιτάττει. καί μοι δοκεῖ ὧδε ἐν ταύταις τῆς τύχης μεταβολαῖς γενόμενος πρὸς τὸν θεὸν αἰεὶ λέγειν· «εἰ βασιλέα με, ὦ Ζεῦ, Ἰθακησίων εἶναι θέλεις, κἀγὼ βούλομαι· βασιλεύσω δὲ οὐχ ὡς Ἔχετος οὐδʼ ὡς Σαρδανάπαλλος οὐδʼ ὡς Ἀρβάκης. θέλεις με εἶναι ναυαγόν; κἀγὼ βούλομαι· ναυαγὸς δὲ ἔσομαι Αἴαντος ὁσιώτερος. θέλεις με λιμὸν ὑπομεῖναι; οἴσω καὶ τοῦτον, ἀλλὰ τῶν ἐμῶν ἑταίρων ἐγκρατέστερον. πτωχεῦσαί με θέλεις; οὐκ ἀναίνομαι· πτωχεύσω δὲ Ἴρου μετριώτερον. καὶ τυπτόμενος κάκιστα καὶ βαλλόμενος ὑπὸ τῶν ἐμῶν ἐχθρῶν ἀνέξομαι πράως, ἐὰν σὺ ἐθέλῃς. εἶτα βασιλεύσω πάλιν, ἐὰν σύ με κελεύῃς, καὶ πλεύσω πάλιν, ἐάν σοι δοκῇ, εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσσασι θάλασσαν ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν». ὁ μὲν οὖν Ἰθακήσιος οὕτως· ἠπίστατο γάρ, οἶμαι, καίτοι ἐν νήσῳ τραφεὶς τί ἴδιον καὶ τί οὐκ ἴδιον, καὶ ὅτι θεῷ ὄντι πείθεσθαι δεῖ μὴ λυπούμενον καὶ ἐφʼ αἷς ξυνθήκαις εἰς τὸν βίον παρελήλυθεν· ἡμεῖς δὲ οἱ τῶν νησιωτῶν «ἡγήτορες ἠδὲ μέδοντες» πῶς τὰ μὲν ἄλλα ζῷα ἅπαντα ἠξιοῦμεν αὑτοῖς ὑπείκειν καὶ βιοῦν ὅπως ἂν θέλωμεν καὶ ἡμῖν ξυμφέρῃ — τὰ μὲν οὖν τρυφῶντα τὰ δὲ ἀλλήλοις ἐπιχειροῦντα τὰ δὲ ἀγωνιζόμενα τὰ δὲ θυόμενα, νῦν μὲν ἀροτριᾶν ἀναγκάζομεν, αὔριον δὲ «ὑπʼ ἀμάξῃ μεν», αὖθις δὲ καταθύομεν, καὶ νὴ Δία γε τὸν αὐτὸν ἵππον ποτὲ μὲν ἐς πομπὴν κοσμοῦμεν, ποτὲ δὲ εἰς Ὀλυμπίαν πέμπομεν ἀγωνιούμενον, ποτὲ δὲ ἄχθη φέρειν καὶ ὀρειβατεῖν, ἐσθʼ ὅπῃ δὲ καὶ ἀλεῖν προσαναγκάζομεν —, αὐτοὶ δὲ τῷ θεῷ οὐκ ἄσμενοι ἀκολουθήσομεν ἐς τὸ ἅπαντος τοῦ κόσμου ζύμφορον ἐξηγουμένῳ; ἀλλὰ Σόλωνι μὲν πεισόμεθα καὶ Δράκοντι καὶ Χαρόνδᾳ καὶ Λυκούργῳ. καί, ἐάν τις μαστιγοῦσθαι κελεύῃ, μαστιγωσόμεθα ἐπὶ τῷ βωμῷ τῶν Ἑλλήνων ὁρώντων μηδὲν ἐξῶλες δοκοῦντες, πιστεύοντες αὐτὸν εἰς τὸ κοινῇ συμέφρον καὶ λυσιτελοῦν νομοθετῆσαι τάσδε τὰς πληγὰς — Περσῶν δὲ οἱ γενναιότατοι κάρδαμον ἐπὶ τῷ σίτῳ ἐσθίοντες καὶ χαμαὶ καθεύδοντες ἀνέχονται, Ἀριμασποὶ δὲ εὐθὺς ἐκ παίδων τοῦ ἑτέρου τῶν ὀφθαλμῶν ἀφαιρούμενοι τῷ νόμῳ πείθονται, Ἀμαζόνες δὲ τοῦ μαστοῦ —, τοὺς δὲ θεοὺς οὐ πιστεύομεν ἐς τὸ δέον ἡμῶν προστατεῖν; καίτοι οὐ τοσοῦτον τῶν ἄλλων ζῴων διαφέρομεν ὅσον οἱ θεοὶ ἡμῶν, οὐδὲ τοσούτων αὐτοῖς ἀγαθῶν αἴτιοί ἐσμεν ὅσων οἱ θεοὶ ἡμῖν. ἐνίοις μέν γε τῶν ζῴων οὐδὲ τροφὴν παρέχομεν, μόλις δὲ καὶ ἐῶμεν αὐτὰ ἑαυτοῖς ἐκ τῆς γῆς λαμβάνειν· παρὰ δὲ θεῶν τὰ μὲν μέγιστα τῶν ἀγαθῶν δωρεὰν εἰληφότες, τόν τε νοῦν καὶ ξύνεσιν καὶ λόγον καὶ λογισμὸν καὶ τὰς ἀρετὰς ἀναφαιρέτους καὶ τὴν ὀρθὴν χρῆσιν τῶν φαντασιῶν, περὶ μὲν τούτων αὐτοῖς χάριν οὐκ ἔχομεν;
Εἰ δέ τινα καὶ δανείσαντες ἡμῖν πρὸς καιρὸν δόντες, οἷον τὰς τιμάς τε καὶ δόξας καὶ ἀρχὰς καὶ πλοῦτον καὶ σῶμα αὐτό, πάλιν αὖ ἐξήκοντος τοῦ χρόνου ἀπαιτήσαιεν, ἀγανακτήσομεν καὶ πρὸς τὸν δανειστὴν ἀγνωμονήσομεν, ὅτι ἄρα, τοσούτῳ χρόνῳ ἡμῖν παρασχὼν τοῖς αὑτοῦ ἐναπολαῦσαι ὅσῳ πεπρωμένον ἦν, καὶ ἄλλοις βούλεται μεταδοῦναι καὶ δανεῖσαι; ἀλλʼ οὐ πᾶν τοὐναντίον εὐγνώμονας καὶ πιστοὺς ἑαυτοὺς παρέξομεν χρήστας καὶ τῶν κακῶν χρήστων ταύτῃ διαφέροντας, ᾗ οἱ μὲν ἄκοντες καὶ στένοντες καὶ ἀναγκαζόμενοι οὐδὲν ἧττον ὥσπερ βίᾳ τἀλλότρια ἐξεμέσαντες, ἡμεῖς δὲ φαιδροὶ καὶ χαίροντες, οἰόμενοι χρέως ἐλευθεροῦσθαι; ἂν μὲν γὰρ ἀρχὰς ἀποθώμεθα καὶ τιμὰς καὶ πλοῦτον, μέτριον· ἂν δὲ καὶ τὸ σῶμα καὶ τὸ ζῆν αὐτῷ ἀποδῶμεν, τότε δὴ παντάπασιν ἐλεύθεροι εἶναι πᾶν τὸ ἀλλότριον ἀπαριθμήσαντες. τῶν γε μὴν δυσκόλως καὶ ἀγνωμόνως ἐκτινόντων ἡγεῖσθαι χρὴ καὶ τοὺς θεοὺς αὐτοὺς κατεγνωκέναι, τοιαῦτα περὶ αὐτῶν ἐνθυμουμένους οἷα περὶ τῶν ἀχαρίστων οἱ δανεισταί, ὡς, ὅτε μὲν αὐτῶν ἔχρῃζον, συνεχὲς ἐπί τε ἱερῶν θύρας ᾔεσαν καὶ βωμοὺς θυσιῶν καὶ ἑορτὰς εὐχῶν ἐνεπίμπλασαν, σπονδάς τε σπένδοντες μεγαλοπρεπεῖς καὶ ἱερομηνίας καὶ παννυχίδας ἐπιτελοῦντες, καὶ αὐτοὶ καὶ οἱ παῖδες χοροὺς ἱστάντες, ἔν τε λόγοις καὶ ᾠδαῖς αὐτοῖς χάριν δημοσίαν ὁμολογοῦντες· ἐπεὶ δὲ ἀποδιδόναι δεῖ, τηνικαῦτα σχετλιάζουσιν καὶ τοῖς διδοῦσιν αὐτὰ θεοῖς λοιδοροῦντες, ὅτι μὴ ἀποστερεῖν αὐτοῖς ἔξεστιν τὰ ἀλλότρια. καὶ εἰ μέν τις ἄνθρωπος παρʼ ἀνθρώπου παρακαταθήκην λαβὼν ἔξαρνος γένοιτο, ἀνόσιος οὗτος, εἰ δὲ ξυνθήκην μὴ φυλάξαι, παράσπονδος οὗτος· οἱ δὲ ἐπὶ ταύταις ταῖς ξυνθήκαις παραληφθέντες, ὡς ὅ τι ἂν δοκῇ τῷ ποιήσαντι ἡμᾶς θεῷ πάσχειν τε καὶ ποιεῖν, ἂν μὴ ταύτην φυλάττωμεν, οὐχ ἡγησόμεθα ἄδικοί τε τὴν μεγίστην ἀδικίαν πρὸς τοὺς θεοὺς αὐτούς, καθὼς καὶ τοὺς ἄλλους περὶ τῶν δικαίων ὧν ὄμνυμεν, καὶ ἄπιστοι ἅμα καὶ ἀνόσιοι καὶ παράσπονδοι εἶναι; οὐδὲ τοὐναντίον εὐγνωμόνως καὶ ἀσμένως ἀποδιδόντες καὶ τὰς ξυνθήκας φυλάττοντες, δίκαιοί τε καὶ ὅσιοι καὶ ἀξιόπιστοι, εἴ ποτε καὶ αὖθις τοῦ δανειστοῦ χρῄζοιεν, λαβεῖν ῥᾳδίως ὅτου ἂν παρʼ ἐκείνου δέωνται; τοιαῦτα διανοούμενος ἀπέδωκεν Μούκιος μὲν τὴν ἀρχήν, τὴν δὲ χεῖρα Κυνέγειρος, Φίλιππος δὲ τὸν ὀφθαλμὸν καὶ Πολύζηλος ἀμφοτέρους, Ἡρακλῆς δὲ τὸ σῶμα ἅπαν ὥσπερ ἀλλότριον χιτωνίσκον ἀποδυσάμενος οὕτως ἀπεδίδου οὔτε οἰμώζων οὔτε λυπούμενος, Περικλῆς μὲν τὴν ζημίαν, Κράτης δὲ τὴν οὐσίαν, Θεμιστοκλῆς δὲ τὴν ἀρχὴν τῆς θαλάττης, Ἀριστείδης δὲ τὴν πατρίδα ἀπεδίδου ἑκὼν τοῖς θεοῖς, καὶ Ξενοφῶν τὸν υἱόν, Δημοσθένης τὴν θυγατέρα, Ὁράτιος ὁ Ῥωμαῖος τρεῖς μὲν συγγενεῖς, δύο δὲ υἱοὺς καὶ … θυγατέρα ὑπʼ ἀλλήλων ἀναιρεθέντας, ἀποβαλὼν ὡς ἄν τις οἴκτιστα, ἀπεδίδου καὶ ὅμως ἔθυέν τε καὶ τοὺς φίλους τὰ ἐπινίκια εἱστία ἐστεφανωμένος.
Τὰς δὴ τούτων καὶ τῶν τοιούτων ξυμφορὰς εἰκότως ἄν τις μακαριωτέρας νομίσειεν τῆς ἑτέρων δοκούσης εὐπραγίας. πῶς γὰρ ἂν οὐχ ἕλοιτο ἀνὴρ ἀγαθὸς ἀποβαλεῖν οὕτω τοὺς ὀφθαλμοὺς ὡς Πολύζηλος ἢ βλέπειν ὡς Ἀθάμας ἔβλεπεν ἐλάφους μὲν ἡγούμενος ὁρᾶν, τὰ δὲ ἑαυτοῦ τέκνα τοξεύων; τίς δὲ οὐκ ἂν τὰς χεῖρας ἀποκεκόφθαι μᾶλλον ἐθελήσαι ὡς Κυνέγειρος ἢ κεκτῆσθαι ὁποίας Αὐτόλυκος ἐκτήσατο; τίς δὲ οὐκ ἂν ἀποθανεῖν μᾶλλον εὔξαιτο ὡς Σωκράτης ἢ ζῆν ὡς Ἄνυτος καὶ Μέλητος; τίς δὲ οὐκ ἐζημιῶσθαι μᾶλλον ὡς Περικλῆς ἢ κρατεῖν ὡς Κλέων; τίς δὲ οὐ πένεσθαι μᾶλλον ὡς Ἀριστείδης ἢ πλουτεῖν ὡς Καλλίας, καὶ ἠτιμῶσθαι ὡς Θρασύβουλος ἢ ἄρχειν ὡς Κριτίας, καὶ φεύγειν ὡς Μουσώνιος ἢ βασιλεύειν ὡς Νέρων; πολλῷ δʼ ἂν μᾶλλον, ὡς ἐμοὶ δοκεῖ, καὶ Λάιος καὶ Ἰοκάστη ἐτιμήσαντο ἀποβαλεῖν τὸν υἱὸν ὡς Ξενοφῶν ἢ τοιούτου αὐτοῦ ζῶντος πεπειρᾶσθαι. καὶ μὴν καὶ πόλεις ὅλαι παρέχοιεν ἂν τοιούτου παραδείγματα. πῶς γὰρ ἂν οὐκ ἐθελήσαι δῆμος εὖ φρονῶν ἐκλιπεῖν τὴν πατρίδα καὶ προσέτι γε αὐτοχειρίᾳ κατασκάψαι ὡς Ἀθηναῖοι μᾶλλον ἢ μένειν ὡς Θηβαῖοι προδιδόντες τὴν κοινὴν τῶν Ἑλλήνων ἐλευθερίαν ὀρθοῖς τοῖς τείχεσιν; οὐ γὰρ χρὴ τὸ ὄνομα τοῦ ὀνείδους αἰσχυνομένους αἰσχροτέρους τῷ ἔργῳ φανῆναι· οὔτε γὰρ οἱ μένοντες πάντως ἀγαθοί, οὔτε οἱ φεύγοντες πονηροί, ἐπεὶ οὐκ ἐντὸς τειχῶν ἡ ἀρετὴ οὐδὲ ἐκτὸς ὅρων ἡ κακία, οὐδὲ ἐν ἐκκλησίᾳ ἢ ἐν δικαστηρίῳ τὰ τοιαῦτα διακρίνεται.
Πολλοῦ γάρ τοι ἄξιον ἦν τὸ δικάζειν, εἰ οἱ δικασταὶ τῇ τετρυπημένῃ τε καὶ ἀτρυπήτῳ κακίαν καὶ ἀρετὴν διένεμον· ἀλλὰ γὰρ τοῦτό γε ἐξευρεῖν Ῥαδάμανθυς μὲν ἴσως ἐν Ἅιδου δύναται, οἱ δʼ ἐν Ἀρείῳ πάγῳ δικασταὶ οὐ δύνανται οὐδʼ ἐν Λακεδαίμονι οἱ ἔφοροι … τὰ δοκοῦντα εἶναι ἀκριβέστατα τῆς Ἑλλάδος δικαστήρια. οὗτοι γάρ εἰσιν οἱ τοὺς ὀκτὼ στρατηγοὺς τοὺς τὴν ἐν Ἀργινούσαις ναυμαχίαν νικήσαντας, πολλούς τε καὶ ἀγαθοὺς ἄνδρας, μιᾷ ψήφῳ ἀποκτείναντες, τὸν δὲ κατηγορήσαντα αὐτῶν μικρὸν ὕστερον μισήσαντες ὡς συκοφάντην, Περικλεῖ δὲ τὴν ζημίαν ἐπιβαλόντες, Κλέωνα δὲ καὶ Λύσανδρον ἀφέντες, Παυσανίαν δὲ ἀπογνόντες μὴ ἀδικεῖν τὸν δὲ αὐτὸν ὀλίγον ὕστερον ἐν τῷ τῆς Χαλκιοίκου ἱερῷ λιμῷ ἀποκτείναντες· καὶ μὴν καὶ Ἀλκιβιάδην ὡς περὶ τοὺς θεοὺς ἀσεβῆ καὶ περὶ ἀνθρώπους ἀσελγῆ διώξαντες ἔπειτα ὀλίγον ὕστερον ὡς εὐεργέτην ἐστεφάνωσαν καὶ στρατηγὸν εἵλαντο, οὐ πολὺ δὲ μετὰ τοῦτο πάλιν αὖ ἀπὸ στρατοπέδου ἐφυγάδευσαν· ὥστʼ ἐναντία τις περὶ τοῦδε τοῦ ἀνδρὸς ξυλλογίζοιτʼ ἂν εἰς τὴν ἐκείνων ἀφορῶν ψῆφον. ἀλλὰ χρηστὸν μὲν εἶναι ὅτε ἐστρατήγει, πονηρὸν δὲ ἡνίκα ἔφευγεν οὐκ ἔξεστιν εἰπεῖν· οὐ γὰρ κινεῖται ἡ αὑτὴ φύσις ἐναλλὰξ κατὰ τοὺς δικαστάς. διόπερ χρὴ πάντων δὴ τῶν κριθέντων οὐδὲν τούτου γε ἕνεκεν ἐξῶλες ἡγεῖσθαι· οὐ γὰρ ἡ κρίσις τὸν καταγνωσθέντα δίκαιον ἢ ἄδικον, ἀλλʼ ὁ καταγνωσθεὶς τὴν κρίσιν ποιεῖ, εἰ μὲν χρηστὸς φαίνοιτο, ἄδικον, εἰ δὲ πονηρός, δικαίαν ἔργῳ ἀποφαίνων. τεκμήριον δέ· οὔτε γὰρ Σωκράτην οἱ δικασταὶ πονηρὸν κἄδικον τῇ αὑτῶν ψήφῳ παρεσκεύασαν, ἀλλὰ Σωκράτης ἐκείνους ἀδίκους καὶ παρανόμους, οὔτε αὗ Ἀριστείδην Ἀθηναῖοι, ἀλλά τοι καὶ οἱ φυγαδεύοντες α … ε δίκαιον ἀπεκάλουν· ὁ δὲ Ἀπόλλων Λάμπον … τὸν Μεγαρέα φυγάδα ὄντα οὕτως προσηγόρευσεν· κλεινὸς ἀνὴρ ἥκει γενεὰν ἕδραν τε ματεύων, Σωκράτην μὴν καὶ μὴ παρόντα «πάντων σοφώτατον» εἶναι ἀπεφήνατο. ἀλλʼ εἰ καὶ Ἀθηναίοις οὐκ ἐξήρκεσεν τοιοῦτος μάρτυς πρὸς τὴν Ἀνύτου καὶ Μελήτου συκοφαντίαν, ἆρʼ ἔστιν ὅστις ἔτι χρηστὰ συνειδὼς αὑτῷ καταδίκης ὄνομα αἰσχύνεται, ὁπότε τὸν μὲν θανάτῳ ζημιωθέντα σοφώτατον εἶναι ὁ θεὸς ἀπέφηνεν, τὸν δὲ φυγῇ κλεινότατον, δικαιότατον δὲ Ἀριστείδην αὐτοὶ οἱ καταψηφισάμενοι ἐμαρτύρησαν; ὥστε οὔτε φυγὴ οὔτε πάλιν αὖ μονή, οὔτε ἀτιμία οὔτε τιμή, οὔτε ἀδικία οὔτε—, οὔτε ἐλευθερία οὔτε δουλεία, οὔτε πλοῦτος ἢ πενία ἀγαθὰ ἢ κακά, ἀλλὰ ἡ μὲν τούτων εἰς τὸ δέον χρῆσις ἀγαθή, ἡ δὲ εἰς τὸ μὴ δέον κακή· καὶ πάλιν αὖ ἡ μὲν μετʼ εὐγνωμοσύνης … αἰσχρά τε καὶ λυπηρά.
Οὐ γὰρ τότε χρὴ πρῶτον εἰδέναι ἀνθρώπους ὄντας καὶ ἐπὶ πολὺ ταύταις ταῖς ξυμφοραῖς τραφέντας, ὅταν τις ἐπιγένηται τῆς τύχης μεταβολή· ὀψὲ γάρ τοι σωφρονήσομεν· ἀλλὰ καὶ ἡνίκα εὐπραγοῦμεν, ἐκ πολλοῦ χρὴ τὰ δεινὰ προβλέπειν καὶ προσδοκᾶν πρός τε τὴν ἔφοδον αὐτῶν παρεσκευάσθαι, οἷα τοὺς ἀγαθοὺς κυβερνήτας πρὸ τοῦ χειμῶνος συσκευαζομένους, καὶ τὴν … ων δίκην … παλινδρομίαν ἐγὼ … πριντε. … τῇ νηῒ οὐριοδρομούσῃ ἡ τῶν κακῶν τρικυμία ἄφνω προσπεσοῦσα εὐθὺ πρῴραν βαλεῖν ἢ καὶ πλάγιον ἀνατρέψαι τὸ σκάφος. ἀλλὰ κἂν ἕτερόν τινα ἴδῃς συμφορᾷ περιπεπτωκότα, ὥσπερ ἑτέραν ναῦν ἐκ πολλοῦ χειμαζομένην προϊδών, καὶ πρὸς αὑτὸν ἥξειν τὸν ἐκεῖ χειμῶνα προσδόκα· εἰ δὲ καὶ καταδυθεῖσαν ἴδοις, τότε δή, τότε παρεῖχε τὸ σαυτοῦ ἀναγκαῖον ὁρᾶν ἐν τῷ τοῦ πέλας παραδείγματι. καὶ γὰρ ἡ σὴ ναῦς φθαρτὴ καὶ «φορητὴ κύμασιν παντοδαπῶν ἀνέμων ῥιπαῖσι» καὶ ἐξ ὁμοίων ξύλων συμπεπηγυῖα· τῇ δὲ προνοίᾳ καὶ ἀσφαλείᾳ καὶ καρτερίᾳ διαφέρει ἄνθρωπος ἀνθρώπου. ἀλλʼ ἐὰν παλινδρομοῦντά τινα ἴδῃς, ἔχεις παράδειγμα ἀσφαλείας, κἂν εἰς λιμένα καταφυγόντα, μίμησαι καὶ τοῦτο· ἂν δʼ εὐπλοοῦσαν καὶ πλησίστιον ἴδῃς «ἀγαλλομένην Διὸς οὔρῳ», ε … ε … ινη καὶ τὴν σαυτοῦ τύχην μὴ καταφρονήσῃς μέχρι ἄν τοι ἐν τῇ τοῦ βίου θαλάττῃ τυγχάνῃς ὤν· ἀλλοία γὰρ γίνεται καὶ μεταβάλλει. καὶ γάρ τοι οὐρίῳ ποτὲ πνεύματι θέοντας ἔσθʼ ὅτε δὴ τὸ σκάφος ὑπέραντλον γενόμενον συγκατέδυσεν ἢ ἀφειδῶς τοῖς ἱστίοις χρησαμένους τὸ πνεῦμα κατὰ πρύμναν λάβρον ἐμπεσὸν «αὐτάνδρους» κατὰ τὸν Μένανδρον «ἐξήραξε καὶ ἀνεχαίτισεν». ἔνθα δὴ τὰ μεγάλα καὶ τὰ ἀνήκεστα γίγνεται σφάλματα. ἐν μὲν γὰρ χειμῶνι καὶ φόβῳ ἢ τὸν ἱστὸν ἐξέτεμεν ἢ τοῦ φόρτου τὸ πλέον ἀπορρίψας ἐπεκούφισεν ἢ καὶ ἐς τέναγος προσχὼν ἐπώκειλεν τὸ σκάφος ἢ τὸ τελευταῖον σανίδος τινὸς ἢ ἀμφορέως ἐφρόντισεν, ᾧ προσαναπαυόμενος ἐς αἰγιαλὸν ἐκκολυμβήσαι· ἐν δʼ εὐπραγίαις καὶ εὐτυχίαις οἱ ἄνθρωποι, ὑπὸ ἀμεριμνίας πολλάκις ἄνανδροι, ὥσπερ τὰ μεγάλα δένδρα πρόρριζα ἀνατρέπονται.
Τὸν μὲν δὴ εὐθυμεῖσθαι ἐθέλοντα χρὴ ἐν μὲν τοῖς ἀγαθοῖς ἀφορᾶν ἐς τοὺς ἐλάττω ἀγαθὰ κεκτημένους, ἐν δὲ τοῖς κακοῖς ἐς τοὺς μᾶλλον δυστυχοῦντας· ἐὰν δὲ πάλιν ἐν τοῖς ἀγαθοῖς ἐς τὸ ὑπερέχον ἢ ἐν τοῖς κακοῖς ἐς τὸ ἐνδεέστερον ἀποβλέπῃς, αἰεὶ λυπήσει καὶ φθονήσεις ἐστὶ δὲ λύπη μὲν ἀνία ἐπὶ τοῖς οἰκείοις κακοῖς, φθόνος δὲ ὀδύνη ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς. καὶ οὐ τοῦτο λέγω ὡς χρὴ τοῖς ἀλλήλων κακοῖς ἐφήδεσθαι, ἀνήμερον γάρ, ἀλλʼ ὅτι τὰς ἀνθρωπείας τύχας κοινὰς χρὴ νομίζοντας τῷ ἴσῳ τοῦ ἀναγκαίου ἐπικουφίζεσθαι· οὐδεὶς γὰρ οὕτως δυστυχὴς ἂν γένοιτο ὃς οὐ ζητῶν ἐν ἀνθρώποις δυστυχέστερον ἂν εὕροι, ἐπεὶ πᾶσά τοι κακῶν ὑπερβολή, κἂν πάνυ ἕκαστος τὰ αὑτοῦ δεινὰ οἴηται, ἐν τῷ μακρῷ βίῳ ε … ων … ἐποίησε καν. … ἄνδρα, οὐ μόνον τυφλὸν γενόμενον, ἀλλὰ μιάναντα τὸ μητρῷον λέχος. ἔτι δʼ ἂν λέγοιθʼ ὁ Τηρεὺς οἰκτρότερος τὸ ἑαυτοῦ … τέκνα καταφαγών, ἀλλὰ καὶ αἰσχύνας τὴν αὑτοῦ λοιπὴν καὶ ἀγαπητὴν θυγατέρα. ὡς ἄμεινον ἦν κἀκείνην σὺν τοῖς ἀδελφοῖς ἐπὶ τῆς αὐτῆς τραπέζης παραθεμένῳ καταφαγεῖν ἢ ἐκ τοιούτων γάμων τέκνα ποιήσασθαι, ὥσπερ τὰ πρῶτα εὐτυχῶς παιδοτροφήσαντι. τί δέ; εἰ μὴ τοὺς τραγῳδοὺς εἴχομεν, τίς οὕτως ἀπείρατος τῶν ἀνθρωπείων μεταβολῶν ἐστιν ὃς οὐ πολλοῖς τοιούτοις συνέτυχεν; οὐ μόνον εἴ τις καθʼ Ἡσίοδον ἐγένετο. οὐ γάρ, ὦ Ἡσίοδε, ὡς σὺ φῇς, μόνον τὸ σιδηροῦν γένος ξυμφορῶν ἔμπλεων, ἀλλὰ καὶ τὸ τέταρτον καὶ τρίτον καὶ δεύτερον καὶ αὐτὸ τὸ πρῶτον γένος, ἵνα μὴ μόνος ὀδύρῃ, ἀγχιστρόφοις τύχαις ἐχρήσαντο. καὶ γὰρ οὗτοι, ὧν μικρῷ πρόσθεν ἐπεμνήσθην, θεῶν παῖδες ἦσαν, οἱ δʼ ἔγγονοι· ὁ Τάνταλος ἐκεῖνος — εἴ τινά που ἀκούεις ἢ καὶ ἐν Ἅιδου εἶδες διψῶντα — θεῶν ξύσσιτος ἢ ὁ Τιτυὸς ἢ ὁ Σίσυφος· ὁ Πηλεὺς αὐτὸς τρίτος ἀπὸ Διὸς ἦν καὶ γυναῖκα ἐκ τῶν ἐναλίων ἠγάγετο, ἀλλὰ τὸν υἱὸν πρὸ ὥρας ἀπώλεσεν καὶ ἐν γήρᾳ καὶ ἐν πενίᾳ τῆς πατρίδος ὑπὸ τῶν ἐχθρῶν ἠλαύνετο· ἀλλὰ μὴν οὐδὲ ὁ υἱωνὸς αὐτῷ ἐπαρκεῖν ἐδύνατο· ἔφευγεν γὰρ καὶ οὗτος. ἀλλά σοι βούλει τοῦ δευτέρου ἢ τρίτου γένους ἐπιμνησθῶ; ὁ Σαρπηδὼν Διὸς ἦν καὶ ἀπέθνῃσκεν νέος, ἕτεροι δʼ ἐγήρων· Αἰνείας ἐκεῖνος ὁ ἀνέστιος καὶ ἄπολις Ἀφροδίτης υἱὸς ἦν, καὶ ἔφυγεν τὸν πατέρα ἐπὶ τῶν ὤμων ἔχων τὸν τῆς Ἀφροδίτης ἐρώμενον καὶ υἱὸν ἅμα ἐφελκόμενος. σὺ δὲ Ἀσκραῖος ὢν πολίτης πόλεως ἣν αὐτὸς λέγεις «χεῖμα κακῆς, θέρει ἀργαλέης, οὐδέ ποτʼ ἐσθλῆς», Δίου δὲ καὶ Πυκιμήδης υἱὸς ὤν, οὓς οὐδὲ εἷς οἶδεν οὐδὲ εἰ ἐλεύθεροι τὴν ἀρχὴν ἐγένοντο, τοιαῦτα, Ἡσίοδε, ὀδύρῃ καὶ ἀγανακτεῖς, καὶ τῶν θεῶν καταλέγεις ὅτι σε ἐκ μὲν ποιμένος ποιητὴν ἀπέδειξαν, ἐκ δὲ ἀδόξου ἀείμνηστον ἔθηκαν; καί τοι τῶν ἐκ τοῦ χρυσοῦ γένους ποιητῶν οὐδεὶς μνημονεύεται· ἐν δὲ τούτῳ τῷ γένει γενόμενος ἀδοξεῖς, ἐν ᾧ αἱ Μοῦσαι σὲ μὲν ἐδίδαξαν, «Θάμυριν» δὲ «τὸν Θρήικα παῦσαν ἀοιδῆς»; ἀλλὰ γὰρ ἐκεῖναί σε ἴσως τὰ μὲν τῶν θεῶν γένη ἐδίδαξαν, τῆς δὲ θείας διανοίας οὐκ ἀξιόχρεων ἐνόμισαν εἶναι μαθητήν, καθʼ ὃν ἐκεῖνος τὸ πᾶν κυβερνᾷ πρὸς τὸ σοὶ ἡδὺ ἢ πρὸς τὸ σοὶ δίκαιον φαινόμενον ἀποβλέπων.
Ἀλλὰ καὶ τὸ ὡς ἀληθῶς δίκαιον καὶ τὸ τῷ κόσμῳ παντὶ ξύμφορον, ὥσπερ ἀγαθὸς κυβερνήτης πρὸς τὸ τῇ νηῒ καὶ πᾶσι τοῖς πλέουσι σωτήριον ἀποβλέπει, μ … αδ … δ … κ … η … δ. … α … α … εκειν … χεσθαι … ολω … θικ … μενειν … προσεν … δόλιχον ἀποκλίνειν, μετάστηθι τοῦ ταῦτα … μένους ἀπορρῖψαι τῆς νεὼς ἔξω κατὰ τῶν τοῦ Ταρτάρου βυθῶν, ὡς τῇ κοινῇ σωτηρίᾳ … ιωμένους σου. ἐὰν δὲ πειθόμενος εὐγνωμόνως ἔχῃς, καλῶς καὶ ἀπταίστως τὸν τοῦ βίου δρόμον ἐξανύσας τῇ ἐκείνου προνοίᾳ ἐπιβήσει ἐς τὸν λιμένα ἄκλυστον εὐδαιμονίας, ᾗ εκβήσει καὶ τὰ πάλαι θρυλούμενα Ἠλυσίων πεδίων ἀγαθὰ ὄψει, κἀκεῖ μένων οὐκ ἐμφοβήσει μὴ τὸ σκάφος ἀπὸ τοῦ μεγίστου κυβερνήτου … ε … ει σωζόμενόν τε καὶ πορθμευόμενον ἄλλους ἐξ ἄλλων ἐπιβάτας ἀναλήψεται.
Ὁ δʼ ἄλλος καὶ μέγιστος κλῆρος λείπεται ὥσπερ ἐφεδρεύων περὶ τοῦδε τοῦ τῆς εὐθυμίας στεφάνου, ἐλευθερία, κατὰ πιθανότητα προβεβλημένος ὡς ἄρα οὔτʼ ἄνετον εἴη μοι τὸ τῆς φυγῆς οὔτʼ αὐτεξούσιον, ἀλλʼ ἐν μιᾷ νήσῳ κατακεκλεισμένῳ πᾶσάν τοι … δίαιταν καὶ ἐλευθέριον νομὴν ἀφῃρημένῳ, οἷα τὰ ἐν τῷ Μηδικῷ παραδείσῳ τρεφόμενα θηρία, ἅ φησιν ὁ Κῦρος λεπτὰ εἶναι καὶ ψωραλέα καὶ ἰσχὺν ἀφῃρῆσθαι, τὰ δʼ ἐν τοῖς πεδίοις λιπαρὰ διότι ἄφετα καὶ ἐλεύθερα. τῷ μὲν οὖν Κύρῳ Πέρσῃ ὄντι καὶ τὰ φεύγοντα καὶ λιπαρώτερα διώκειν ποθοῦντι ὑπʼ ἀγερωχίας καλὸς ὁ μῦθος καὶ ἁρμόζων λέγεσθαι, ὑπὲρ δὲ ἀνδρὸς ἐλευθερίας ἐξετάζοντι, ᾧ ἡ ἐλευθέριος δίαιτα οὐκ ἐν τῷ ὀνόματι, ἀλλʼ ἐν τῇ γνώμῃ, εἰδέναι προσήκει ὅτι ἀνδρὸς ἀγαθοῦ ψυχὴ οὔτε θαλάττῃ εἵργεται οὔτε δεσμωτηρίῳ οὔτε τοῖς Ἄρεως δεσμοῖς οὔτε τῷ Ἀκρισίου χαλκῷ θαλάμῳ οὔτε τῷ Ἡφαίστου σιδήρῳ οὔτε τῷ πάντα περιέχοντι Ὠκεανῷ, ἀλλʼ ἔνθα ἂν αὐτὴν δήσῃς καὶ καθείρξῃς, ἐξελθεῖν μὲν οὐ θελήσασα — οὐ γὰρ θέμις αὐτῇ φεύγειν οὐδὲ τοὺς νόμους παραβαίνειν οὔτε τοῦ θεοῦ τὰς φωνὰς οὔτε τοῦ Σωκράτους τοὺς τηροῦντας νόμους —, ἀλλʼ αὐτόθι ἔνειμε νομὴν ἐλευθέραν ἀπόλυτος καὶ ἀτείχιστος καὶ ἄδεσμος ἀεί. τὸν δὲ ἄνδρα ἐξελθεῖν ἐθέλοντα τοῦ βίου … μ … γαρ … ουλ … λυ … ιτομη … υλ … σεται οὔτε … λυθήσεται … σει αὐτὸς ὢν κ … σεται οὔτε … λυθήσεται … ας ὁ νόμος ταῦτα τὰ πα … της.
Οὐ γὰρ ἡ νομὴ ἁρμόζει … ἡ τῶν νομάδων, ἀλλὰ τὰ τῆς ὑπαρχούσης ἀληθοῦς ἐλευθερίας. ἐὰν δή σε τινῶν ἐλευθέριος κωλύῃς, αὐτὸ τοῦτό σοι ἐλευθερία, ἀλλὰ τοῦτό σοι δουλεία, ἐὰν τῶν μὴ ὁσίων ἀδυνάτων τε ἐρᾷς αἰεί· ἀτυχήσεις δʼ ἀεί ἐν τούτῳ. ἡμεῖς δὲ ἀπὸ μὲν τῆς νήσου τὴν ἤπειρον ὁρῶντες ἀνιασόμεθα ὅτι μὴ ἐξελθθεῖν ἐξ αὐτῆς ἡμῖν ἔξεστιν, ἀπὸ δὲ τῆς γῆς τὸν οὐρανὸν ὁρῶντες οὐκ ἀνιώμεθα ὅτι μὴ ἀναβῆναι ἄνθρωπον ἐς αὐτὸν οἷόν τε; καίτοι πολὺ ἀτυχέστερον τοῦτο. ἀλλὰ τὰ μὲν δυνατὰ ἐξ αὐτοῦ καὶ ἐν … ομεν, περὶ δὲ τῶν ἀδυνάτων οὔτε πονοῦμεν οὔτʼ ἐγχειροῦμεν μάτην ὥσπερ Ὦτος καὶ Ἐφιάλτης οἱ τὰ ὄρη τοῖς ὄρεσιν ἐπιθεῖναι ἐγχειροῦντες ἵνʼ οὐρανὸν ἐσαναβαῖεν. ἀλλὰ τόπους πολλοὺς καὶ αὐτόθεν ἔξεστιν ἡμῖν ὁρᾶν. εἰ δὲ ἐμὲ μὲν ἐν νήσῳ … ρο … τοι βούλονται πε … ρο … ἐκείνου οὐδὲ ἐν το … ωλ. ω … ν … ηπαρ … υτισ … ιποτα … οὐρανο … δ … δων … θυιησ … ε … ι … ταιμ … υδιουχ … τας … αφ … ειδ … — — — — — —
πολλάκις ἐξ ἡλίου εἰς ἥλιον εἱστήκει ἀστραβέστερος τῶν πρέμνων.
Φιλόστρατος ὁ Ἀθηναῖος ἐν Κορίνθῳ δὲ φιλοσοφῶν ἐτύγχανε τότε Δημήτριος, ἀνὴρ ξυνειληφὼς ἅπαν τὸ ἐν Κυνικῇ κράτος, οὗ Φαβωρῖνος ὕστερον ἐν πολλοῖς τῶν ἑαυτοῦ λόγων οὐκ ἀγεννῶς ἐπεμνήσθη.
Ζάμολξις οἰκέτης ἦν Πυθαγόρου, καὶ προσεκύνησαν αὐτὸν οἱ Γέται.
ἡ καλουμένη χάρις παρὰ τοῖς ἀνθρώποις, τοῦτό ἐστιν ὕφεσις ἀκριβείας ἐν δέοντι.
ἔστι δὲ οὐκ ἀξιόπιστος ἔπαινος, ὃν ἐπαινεῖ τις ἕτερον διὰ τὸ ἑαυτοῦ συμφέρον.
ὥσπερ ὁ Ἀκταίων ὑπὸ τῶν τρεφομένων ὑπʼ αὐτοῦ κυνῶν ἀπέθανεν, οὕτως οἱ κόλακες τοὺς τρέφοντας κατεσθίουσιν.
ὥσπερ γὰρ τὰ θηρία τὴν σαγήνην ὑποχωροῦντα ἀεὶ εἰς ἐλάττω τόπον συνάγεται, οὕτω δὴ καὶ τοὺς τυράννους ἔστιν ἰδεῖν ἐπαναχωροῦντας ἐκ μὲν τῆς Ἑλλάδος εἰς τὴν πόλιν, ἐκ δὲ τῆς πόλεως εἰς τὴν ἀκρόπολιν, εἶτʼ εἰς τὴν οἰκίαν, ἔπειτʼ εἰς τὸ δωμάτιον. εἶτα δύναται καταφυγεῖν ἄνθρωπος θεὸν φεύγων; ὅπου γὰρ ἂν καταφύγῃ, ἡ Δίκη αὐτὸν εὑρήσει.
ἀλλʼ ἐγὼ βούλομαι ἡδονήν τινα τῷ τυράννῳ μηνῦσαι. εἰ μὲν ἀνθρωπίνην θέλεις, ὦ Διονύσιε, πείνησον ἵνα φάγῃς, δίψησον ἵνα πίῃς· εἰ δὲ δεξιάν τινα καὶ ὑπέρσπουδον καὶ τηλικαύτην ἡλίκην οὐδεὶς πρὸ σοῦ, ἀπόθου τὴν τυραννίδα. τὸν γὰρ μυρίων καὶ πεντακισχιλίων χλαμύδων δεόμενον οὐκ ἔστι μὴ πλειόνων δεῖσθαι· οἷς γὰρ ἔχω προσδεόμενος, ἀφελὼν ὧν ἔχω, ἀρκοῦμαι οἷς ἔχω.
πενίας διττὸν εἶδος· ἢ γὰρ διὰ τὴν γνώμην ἄνθρωποι πένονται ἢ διὰ τὴν τύχην. ἀλλὰ τὴν μὲν τύχην ἔστι θεραπεῦσαι καὶ δόσει καὶ εὑρέσει καὶ ἐργασίᾳ καὶ αὐταρκείᾳ, τὴν δὲ γνώμην οὐκ ἔστιν· οὐ γὰρ ὁμοίων δέονται οὗτός τοι κἀκεῖνος· ἀλλʼ ὁ μὲν περιέρχεται «αἰτίζων ἀκόλους», ὁ δὲ οὐκ ἀκόλους οὐδὲ ψωμόν.
γραῦν τινά φασι μόσχον μικρὸν ἀραμένην καὶ τοῦτο καθʼ ἡμέραν ποιοῦσαν λαθεῖν βοῦν φέρουσαν.
Φασὶ δὲ καὶ ἑταιρικόν τινα ἀναγκαζόμενον ὑπὸ τοῦ πατρὸς γεωργεῖν ἀπάγξασθαι, γράψαντα ἐν γραμματειδίῳ ὅτι ἀπέραντόν τι καὶ ἀκατάστροφον ἡ γεωργία ἦν· σπείρειν ὅπως θερίσωμεν, εἶτα θερίζειν ὅπως σπείρωμεν· ἄτοπόν τι τὸ χρῆμα τῆς περιόδου.
Φαβωρῖνος εἶπε τοὺς ἀνθρώπους πῇ μὲν εἶναι γελοίους, πῇ δὲ μισητούς, πῇ δὲ ἐλεεινούς· γελοίους μὲν θρασύτητι μειζόνων ὀρεγομένους, μισητοὺς δὲ ἐπιτυχόντας, ἐλεεινοὺς δὲ ἁμαρτάνοντας, ζηλωτοὺς δὲ οὐδέποτε.
ἄνθρωπος ἐὼν μήποτε φάσῃς ὅ τι γίνεται αὔριον,
μηδʼ ἄνδρα ἰδὼν ὄλβιον ὅσσον χρόνον ἔσσεται. ἀλλὰ μηδὲ οἶκον· ὥσπερ ἀμέλει ὁ ποιητὴς διεξέρχεται τὴν τῶν Σκωπαδῶν ἀθρόαν ἀπώλειαν. ἤδη δὲ καὶ πόλεις παρʼ ὃ προσεδόκησαν ἀνάστατοι γεγόνασιν αἰφνίδιον, αἱ μὲν ὑπὸ πυρός, αἱ δʼ ὑπὸ σεισμοῦ, αἱ δὲ τῆς θαλάττης ἐπελθούσης. ποῦ μοι Ἑλίκη; κατεπόθη. ποῦ Βοῦρα; καὶ αὐτὴ κατεπόθη. δύο πόλεις Ἑλληνίδες ἀπώλοντο ὥσπερ πλέουσαι.
εὐτυχῶν μὴ ἔσο ὑπερήφανος, ἀπορήσας μὴ ταπεινοῦ· τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.
Κλεόβουλος ὁ Λίνδιος ἐρωτηθεὶς ὑπό τινος τίνα δεῖ μάλιστα φυλάττεσθαι, εἶπε· «τῶν μὲν φίλων τὸν φθόνον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν».
Διογένης ὁ κυνικὸς φιλόσοφος, θεασάμενος ἑταίρας υἱὸν λίθον εἰς ὄχλον βάλλοντα, «οὐκ εὐλαβῇ, ἔφη, μή σου τὸν πατέρα πλήξῃς;»
Ἀριστείδης ὁ δίκαιος ὀνειδιζόμενός ποτε εἰς πενίαν εἶπεν· «ἀλλʼ ἐμοὶ μὲν ἡ πενία οὐδὲν συνιστορεῖ κακόν, σοὶ δὲ ὁ πλοῦτος πολλά».
ἐρωτηθεὶς πόσον ἔστι χρόνον ἄνθρωπον καλῶς ζῆν, ἔφη· «ἕως ἂν ὑπολάβῃ τὸ τεθνάναι τοῦ ζῆν κρεῖττον εἶναι».
Βίων ὁ περιπατητικός «τὰ χρήματα, ἔφη, τοῖς πλουσίοις οὐ δεδώρηται, ἀλλὰ δεδάνεισται.»
Ἄμασις, ὁ τῶν Αἰγυπτίων βασιλεύς, φίλῳ ἀποβαλόντι υἱὸν γράφων παραμυθητικῶς εἶπεν· «ὅτε οὐδέπω ἦν, οὐκ ἐλυποῦ, μηδὲ νῦν, ὅτε οὐκέτι ἔστι, λυπηθῇς».
Ἀρίστιππος ὁ Κυρηναϊκὸς φιλόσοφος παρεκελεύετο τοῖς νέοις τοιαῦτα ἐφόδια κτᾶσθαι, ἅτινα αὐτοῖς καὶ ναυαγήσασι συνεκκολυμβήσει.
Τίμων ὁ μισάνθρωπος ἐρωτηθεὶς «διὰ τί πάντας ἀνθρώπους μισεῖς» εἶπε· «διότι τοὺς μὲν πονηροὺς εὐλόγως μισῶ· τοὺς δὲ λοιποὺς ὅτι οὐ μισοῦσι τοὺς πονηρούς».
Σόλων ὁ σοφὸς ἐκείνην εἶπεν ἄριστα οἰκεῖσθαι τὴν πόλιν, ἐν ᾗ τοὺς ἀγαθοὺς συμβαίνει τιμᾶσθαι, κάκιστα δὲ οἰκεῖσθαι ἐν ᾗ τοὺς κακούς.
τοῦ αὐτοῦ Διονυσίου προσπτύσαντος αὐτῷ ἠνέσχετο· μεμψαμένου δέ τινος αὐτόν, «εἶτα οἱ μὲν ἁλιεῖς, εἶπεν, ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάσσῃ, ἵνα κωβιὸν θεράσωσιν, ἐγὼ δὲ μὴ ἀνάσχωμαι τὸ αὐτὸ παθεῖν, ἵνα ἄνθρωπον ἁλιεύσω;»
ὀνειδιζόμενος δέ ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα, «καὶ γάρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μάγειρον μισθοῦμαι».
ἐρωτηθεὶς ὑπό τινος εἰ γήμαι, ἔφη· «ἐὰν μὲν αἰσχρὰν γήμῃς, ἕξεις ποινήν· ἐὰν δʼ ὡραίαν, ἕξεις κοινήν».
τοσούτῳ διαφέρειν τὴν φρόνησιν τῶν λοιπῶν ἀρετῶν ἔλεγεν ὅσῳ ὅρασιν τῶν ἄλλων αἰσθήσεων.
ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείᾳ ἰσχύειν ἔλεγε λόγον εὖ ἔχοντα.
ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυρότερον εἶναι.
εἰσαγαγόντος τινὸς αὐτὸν εἰς πολυτελῆ οἶκον καὶ κωλύοντος πτύσαι, ἐπειδὴ ἀνεχρέμψατο, εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυσεν εἰπὼν χείρονα τούτου τόπον μὴ εἶναι αὐτόθι.
Ἀλεξάνδρου ποτὲ πέμψαντος ἐπιστολὴν πρὸς Ἀντίπατρον εἰς Ἀθήνας διά τινος Ἀθλία, ἔφη· «ἄθλια παρʼ ἀθλίου διʼ ἀθλίου πρὸς ἄθλιον».
Ἐπαμεινώνδας γὰρ ὁ Θηβαῖος Ἑλλήνων ταύτην ἔφη μεγίστην
Φρύνιχος ὁ Βιθυνός ἀπηρτισμένον, ἀπήρτικα καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα. ἀποτετέλεσται δὲ καὶ ἀποτετελεσμένον χρὴ λέγειν· ἄμεινον γάρ. ἐκτὸς εἰ μή ποθεν τοῦτο εἰς Φαβωρῖνον ἦλθεν, ὅθεν οὐδεὶς οἶδεν. ἀρχαῖοι μὲν γὰρ οὕτως οὐ λέγουσιν, ἐκεῖνος δέ· πλὴν εἰ εἷς. ἡμεῖς οὖν ὡς οἱ ἀρχαῖοι, ἀλλὰ μὴ ὡς Φαβωρῖνος.
Φρύνιχος ὁ Βιθυνός ἀφιερῶσαι· καὶ τοῦτο Φαβωρῖνος· σὺ δὲ καθιερῶσαι λέγε.
Φρύνιχος ὁ Βιθυνός βρώσομαι, κακῶς ὁ Φαβωρῖνος· οἱ γὰρ Ἀττικοὶ ἀντʼ αὐτοῦ ἔδομαι χρῶνται καὶ κατέδομαι.
Φρύνιχος ὁ Βιθυνός ἔδει καὶ ἔδομαι καὶ ἔδεται καὶ ἔδονται. οἱ μὲν ἀμαθεῖς φάγῃ λέγουσιν ἐπὶ τοῦ μέλλοντος· ὁ δὲ Φαβωρῖνος τῷ βρώσομαι ἐχρήσατο.
Φρύνιχος ὁ Βιθυνός ἐξιδιάζονται· καὶ τοῦτο Φαβωρῖνος λέγει κακῶς· ἰδιοῦσθαι γὰρ τὸ τοιοῦτον λέγουσιν οἱ ἀρχαῖοι.
Θωμᾶς ὁ Μάγιστρος ἐξιδιάζονται· Φαβωρῖνος λέγει· σὺ δὲ ἐξιδιοῦνται.
Φρύνιχος ὁ Βιθυνός ἐπεξελευσόμενος· ἄλλος οὗτος Ἡρακλῆς. τοῦτο οὖν ἔσυρεν ἐκ τριόδου Φαβωρῖνος· χρὴ γὰρ ἐπεξιὼν εἰπεῖν· καὶ γὰρ ἐπέξειμι λέγεται, ἀλλʼ οὐκ ἐπεξελεύσομαι.
Φρύνιχος ὁ Βιθυνός κορυφαιότατος· ἐνεκαλυψάμην εὑρὼν παρὰ Φαβωρίνῳ. λέγε οὖν κορυφαῖον.
Φρύνιχος ὁ Βιθυνός αἱ νῆες ἐρεῖς, οὐχ αἱ ναῦς· σόλοικον γάρ· ἥμαρτον μέντοι Φαβωρῖνος, Πολέμων καὶ Σύλλας, αἱ ναῦς εἰπόντες.
Φρύνιχος ὁ Βιθυνός … ενιτεῦσαι· ἰδεῖν δεῖ εἰ Φαβωρῖνος χρώμενος οὐκ ὀρθῶς χρῆται.
Φρύνιχος ὁ Βιθυνός προαλῶς· τοῦτο δοκεῖ μοι γυναικῶν εἶναι τοὔνομα. ἀνιῶμαι δὲ ὅτι ἀνὴρ λόγου ἄξιος κέχρηται αὐτῷ Φαβωρῖνος. τοῦτο μὲν οὖν ἀποδιαπεμπώμεθα, ἀντʼ αὐτοῦ δὲ λέγωμεν προπετῶς.
Θωμᾶς ὁ Μάγιστρος προπετῶς δόκιμον· προαλῶς δὲ μόνος Φαβωρῖνος λέγει καὶ Συνέσιος ἀδοκίμως.
Φρύνιχος ὁ Βιθυνός προσδεῖσθαι λέγε, ἀλλὰ μὴ προσδέεσθαι διαιρῶν, ὡς Φαβωρῖνος λέγων ἁμαρτάνει.
Φρύνιχος ὁ Βιθυνός σταθερὸς ἄνθρωπος· οὕτως οὐ χρῶνται οἱ ἀρχαῖοι, ἀλλὰ σταθερὰ μὲν μεσημβρία λέγουσι καὶ σταθερὰ γαλήνη, σταθερὸς δὲ ἄνθρωπος οὐδαμῶς, ἀλλʼ ἐμβριθής. οὐ καλῶς οὖν Φαβωρῖνος σταθερὸς ἄνθρωπος εἶπεν.
Φρύνιχος ὁ Βιθυνός στατὸς ὁ τῶν αὐλητῶν χιτὼν οὐ λέγεται, ὡς Φαβωρῖνος, ἀλλʼ ὀρθοστάδιος χιτών.
Φρύνιχος ὁ Βιθυνός ὑστερίζειν τῷ καιρῷ οὐ λέγεται, ἀλλʼ ὑστερίζειν τοῦ καιροῦ. Φαβωρῖνος δὲ οὐχ ὑγιῶς κατὰ δοτικὴν συντάττει.