ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Εἰς τὴν πόλιν ἐλθὼν Τηλέμαχος διηγεῖται τῇ μητρὶ Πηνελόπῃ τῆς ἀποδημίας τὰ κεφάλαια, ὕστερον δὲ Ὀδυσσεὺς ἀχθεὶς ὑπὸ τοῦ Εὐμαίου εἰς Ἰθάκην ἀπὸ τῶν ἀγρῶν εἰς τὸ συμπόσιον τῶν μνηστήρων εἰσέρχεται. ὁ δὲ ποιητὴς ἀπαγγέλλει, πῶς ὁ κύων ἀναγνωρίζει τὸν δεσπότην, καὶ ὡς Εὔμαιος μὲν εἰς τοὺς ἀγροὺς ὑποστρέφει, Ὀδυσσεὺς δὲ ἐν αὐτοῖς μένει.
ΟΔΥΣΣΕΙΑΣ Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.
Ὅτι πολλὰ μὲν ἡ ῥαψῳδία λαλεῖ, ἐπιγράφεται δʼ ὅμως ἐκ τοῦ κατʼ ἀρχὴν εὐθὺς πράγματος· ἐπάνοδος δηλαδὴ Τηλεμάχου εἰς Ἰθάκην. Ὅτι ἄττα καὶ ἐνταῦθα Τηλέμαχος προσφωνεῖ τὸν Εὔμαιον, περὶ οὗ ἱκανῶς προείρηται. Ὅτι μητρικὴν ὁ Τηλέμαχος ἀγάπην δηλοῖ περὶ αὐτὸν ἐν τῷ, εἶμʼ ἐς πόλιν ὄφρα με μήτηρ ὄψεται. οὐ γάρ μιν πρόσθεν παύσασθαι ὀΐω κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, πρίν γʼ αὐτόν μʼ ἐσίδηται. τοῦτο δὲ καὶ ἄλλως εἶχε φράσαι, πρίν γʼ αὐτόν μʼ ἐσιδέσθαι. Ὅτι προεκτιθέμενος τὰ ἐφεξῆς ὁ Τηλέμαχος ἐπιτέλλει τῷ Εὐμαίῳ τὸν ξεῖνον δύστηνον ἄγειν ἐς πόλιν, ὄφρα, φησὶν, ἐκεῖθι δαῖτα πτωχεύῃ, τουτέστι, ζητῇ πτωχικῶς, ὡς καὶ προεδηλώθη· ὃ ἑρμηνεύων φησί· δώσει δέ οἱ ἐπαιτοῦντι ὅς κʼ ἐθέλῃσι πύρνον, περὶ οὗ προεγράφη, καὶ κοτύλην, οἴνου δηλαδή· ἐλλιπῶς γὰρ εἴρηται· ἐγράφη δὲ πρὸ ὀλίγων καὶ περὶ κοτύλης. εἶτα βεβαιῶν ξεῖνον εἶναι τὸν παρόντα φησίν· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας ἀνθρώπους ἀνέχεσθαι ἔχοντά περ ἄλγεα θυμῷ. ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ ἔσσεται. ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι. τοιαῦτα δὲ λέγοι ἂν ὁ ἀξιούμενος μὲν πολλὰ εὐεργετεῖν, μὴ δυνάμενος δὲ, εἰ καὶ γογγύζει ὁ ζητῶν. Ἔνθα ὅρα καὶ ὅτι, καθὰ πρὸ τούτων ἐῤῥέθη, μὴ χρῆναι τῷ ξεινοδόκῳ ἔριδα προφαίνειν, ἵνα μὴ ἑαυτοῦ πάντα κολούη, οὕτω κἀνταῦθα οὐκ ἀγαθὸν εἶναι λέγεται τὸν ξεῖνον μηνίειν τῷ ξεινοδόκῳ· ἄλγιον γὰρ αὐτῷ ἔσται οὕτω ποιοῦντι. δῆλον δʼ ἐκ τούτου, ὅτι ὁπηνίκα ἔφη μόνον τὸ ἄλγιον, ἐνέλιπεν ἐκεῖ ῥῆμα ὑπαρκτικὸν, ὡς καὶ προδεδήλωται. Τὸ δὲ τὸν ξεῖνον δύστηνον, παρατεθειμένον ἀσυνήθως ἔχει τὸ ἄρθρον. τὸ γὰρ σύνηθες, τὸν δύστηνον ξεῖνον. Τὸ δὲ ἅπαντας ἀνθρώπους ἀνέχεσθαι, εἴρηται μὲν ἀληθῶς· οὐ γὰρ ἄν τις δύνηται δεόντως ξενίζειν ἅπαντας, ὡς ἐκεῖνοι ζητοῦσιν. ἔχει δὲ τὸ ἀνέχεσθαι ἢ ἀντὶ τοῦ τιμᾶν ἢ ἀντὶ τοῦ ἀνέχειν ἤτοι ἀναβαστάζειν, ὡς ἐκ μεταφορᾶς τινὸς ὑπερείσματος. Τὸ δὲ φίλʼ ἀληθέα μυθήσασθαι, ἢ Ἀττικῶς ἀντὶ τοῦ φίλον ἐστὶ τἀληθῆ εἰπεῖν, ἢ φίλα τὰ ἀληθῆ, ὥστε εἰπεῖν αὐτά. Ὅτι καὶ νῦν αἰτιολογῶν Ὀδυσσεὺς τὸ ἐθέλειν εἰς Ἰθάκην ἀπελθεῖν φησίν· ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω, ἐν τῷ ἀγρῷ δηλαδή· πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἢ κατʼ ἀγροὺς δαῖτα πτωχεύειν· ὃ καὶ ἀνωτέρω κεῖται· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσι, κατὰ τὸν τοῦ Τηλεμάχου λόγον. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμὶ, ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι· ἤγουν οὐκ εἰμὶ τοιαύτης ἡλικίας, ὥστε εἰς πᾶν ἔργον πείθεσθαι τῷ κελεύοντί μοι κατʼ ἀγροὺς, ὡς οἷα δηλαδὴ γέρων ὢν καὶ μὴ ἐξισχύων πονεῖν. σημάντορα δὲ συνήθως λέγει τὸν ἐπιτάσσοντα. Ὅτι πτωχοῦ γέροντος γυμνίτου τὸ, ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε τὸν σὺ κελεύεις αὐτίκα. εἰπεί κε πυρὸς θερέω, ἤγουν διὰ πυρὸς θερμανθῶ, ἀλέη τε γένηται, ἡ ἐκ τοῦ ἡλίου δηλονότι, αἰνῶς γὰρ τάδε εἵματα ἔχω κακὰ, μή με δαμάσσῃ στίβη ὑπηοίη ἤγουν ἡ ἑωθινὴ πάχνη, ὡς προγέγραπται. δῆλον δὲ καὶ ἐντεῦθεν, ὡς ψυχεινὸς ὁ τῆς ἐπανόδου τῷ Ὀδυσσεῖ καιρός. Ὅτι κἀνταῦθα κακὰ φυτεύειν, ὡς καὶ ἀλλαχοῦ, τὸ βουλεύεσθαι κατά τινων. ᾧ σύμφωνον καὶ τὸ ὑπορύττειν κακά. τῆς δὲ αὐτῆς ἐννοίας καθʼ ἕτερον λόγον καὶ τὸ ῥάπτειν κακά· Ὅτι κώεα καταστορνῦσα θρόνοις ἐνὶ δαιδαλέοισι τοῖς τῶν μνηστήρων ἡ τοῦ Τηλεμάχου τροφὸς Εὐρύκλεια εἶδεν αὐτὸν πολὺ πρώτη ἐρχόμενον, καθά που καὶ Τηλέμαχος τὸν Μέντην πολὺ πρῶτος εἶδεν ἐλθόντα διὰ τὸ μεριμνᾶν καὶ διατοῦτο πρὸς ταῖς εἰσόδοις τοῦ οἴκου ἔχειν τὴν θέαν. Ὅρα δὲ ὡς εὐτελῶς κώεα ἐν τοῖς ῥηθεῖσι θρόνοις τίθενται. Τὸ δὲ στορνῦσα καθʼ ὁμοιότητα παράγεται τοῦ ὄρνυσθαι καὶ τῶν ὁμοίων. ὡς γὰρ ὄρω ὄρνω ὀρνύω ὄρνυμι, οὕτω στορῶ στόρνω στορνύω στόρνυμι· ἐξ οὗ ὁ στορνύς· οὗ θηλυκὸν ἡ στορνῦσα. δῆλον δʼ ὅτι ταυτόν ἐστι στορέσαι καὶ στόρνυσθαι. παρὰ δὲ τοῖς ὕστερον καὶ στρῶσαι, συγκοπὲν ἐκ τοῦ στορῶ καὶ μεταπεσὸν ἐκ πρώτης συζυγίας τῶν περισπωμένων εἰς τρίτην. ὅθεν καὶ τὸ στρῶμα καὶ τὸ τῆς νηὸς κατάστρωμα. Ὅτι δακρύσασα, ὡς εἰκὸς, ἡ μαῖα ἰθὺς ἦλθε τοῦ Τηλεμάχου. ἀμφὶ δʼ ἂρ ἄλλαι δμωαὶ Ὀδυσσῆος ἠγερέθεντο καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. καὶ ἔστι δουλικὸν τὸ φίλημα τοῦτο. Πηνελόπη δὲ ἔκυσέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά. καὶ Εὔμαιος δὲ πρὸ ταύτης ὁμοίως ὡς οἷά τις ἀδελφὸς, καθὰ δηλοῖ τὸ ἄττα προσφώνημα, ᾧ δεξιοῦται αὐτὸν ὁ Τηλέμαχος. στόμα μέντοι οὐδεὶς ἐφίλει. καὶ ἴσως ὁρμηθείς τις ἐντεῦθεν εἴποι ἂν κυρίως φιλεῖν τὸ ἐμφῦναι ἴλλοις, εἴ γε καὶ ἄμφω φάεα καλὰ ἐφιλοῦντο. ἡ Πηνελόπη δὲ καὶ ἀμφὶ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα καὶ ὀλοφυρομένη δὲ λαλεῖ. ἔργα δὲ ταῦτα γινόμενα ἐπὶ φίλοις ἐξ ἀποδημίας ἥκουσιν, ὥς περ καὶ λόγος πρέπων τοιούτῳ καιρῷ τό· ἦλθες Τηλέμαχε γλυκερὸν φάος καὶ ἑξῆς, καθὰ προεγράφη. ἐπαινῶν δὲ ὁ ποιητὴς κἀνταῦθα ὡς ἑτέρωθι τὴν Πηνελόπην, φησὶν ὡς ἦλθεν ἐκ θαλάμοιο Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ· τοῦτο μὲν, ὡς καλή· ἐκεῖνο δὲ, ὡς περίφρων καὶ σώφρων. Τὸ δὲ ἀμφὶ παιδὶ βάλε πήχεε, ἀντὶ τοῦ ἀμφέβαλε τὸν υἱὸν τοῖς πήχεσι. καλῶς δὲ τὸ, πήχεε· βραχίονες γὰρ οὐκ ἔχουσι περιπλέκεσθαι. Ἰστέον δὲ ὅτι τοῦ κυνεῖν, ὅ ἐστι φιλεῖν, πρωτότυπόν ἐστι τὸ κύειν. διὸ ἀμφοῖν ἐνταῦθα χρῆται ὁ ποιητὴς, ὡς προέκκειται. ἐκ τούτων δὲ κατά τινα σχέσιν καὶ κυνεῖν τὸ προσκυνεῖν καὶ κύειν τὸ γεννᾶν. ἐν τούτοις δὲ κεῖται καὶ ὁ κίων ἀρσενικῶς ἐν τῷ, ἔγχος μὲν στῆσε πρὸς κίονα μακρὸν ἐρείσας, κοινότερον· ἄλλως μέντοι θηλυκῶς προήχθη, ἐν τῷ, ἔγχος ἔστησε φέρων πρὸς κίονα μακρήν. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ, ἀμφὶ παιδὶ φίλῳ βάλε πήχεε, δύναται τὸ φίλῳ, καὶ τῷ παιδὶ προσκεῖσθαι καὶ δυϊκῶς λέγεσθαι πρὸς τὸ πήχεε, καθότι καὶ φίλαι που χεῖρες καὶ φίλη χεὶρ λέγεται. Ὅτι ὄκνον δηλοῖ ἐπὶ σκυθρωπῷ λόγῳ τὸ, μή τοι γόον ὄρνυθι, μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον. Τηλέμαχος δὲ τῇ μητρὶ τοῦτο φησίν· ἣν καὶ παραινεῖ ὑδρηναμένην καθαρὰ χροῒ εἵματα ἑλοῦσαν εὔχεσθαι, εἴ ποθι θεὸς ἄντιτα ἔργα τελέσσει· ὃ καὶ πρὸ τούτων ἡ μαῖα παρῄνεσε. καὶ αὐτὸς μὲν οὕτω λαλεῖ. τῇ δέ φησιν ἄπτερος ἔπλετο μῦθος. καὶ ἐποίησεν ἡ γυνὴ οὕτω. κεῖται δὲ τὸ, ἄπτερος ἔπλετο μῦθος εἰς ἶσον τῷ, ταχέως προσήκατό, φασι, τὸν λόγον. ἄπτερος δὲ ὁ παράμονος καὶ μὴ πτερόεις κατὰ τὸ κοινὸν τοῦ λόγου ἐπίθετον, ἤγουν ὁ μὴ ἀποπτὰς, ἀλλʼ ἐπιμείνας τῇ γυναικί. τινὲς δὲ καὶ ἀντὶ τοῦ ταχὺ καὶ ἰσόπτερος νοοῦσι τὴν λέξιν, ἵνα λέγῃ, ὅτι ταχὺ ἐς ψυχὴν εἰσέδυ τῇ Πηνελόπῃ. Ὅτι περίφρασις τοῦ, τί εἶδες, τὸ, ὅπως ἤντησας ὀπωπῆς. ἔστι δὲ ἀντῆσαι μὲν τὸ τυχεῖν, ὀπωπὴ δὲ ἡ θέα, ὡς καὶ ἀλλαχοῦ. Ὅτι καὶ νῦν, ὥς που καὶ ἐν καταρχαῖς τοῦ βιβλίου, ὁ Τηλέμαχος εἰς ἀγορὰν ἄπεισι κατὰ ὅμοιον σχῆμα· ἔγχος τε γὰρ ἔχει, καὶ κύνες πόδας ἀργοὶ ἕπονται αὐτῷ, καὶ θεσπεσία χάρις αὐτῷ θεόθεν καταχεύεται. καὶ πάντες λαοὶ ἐπερχόμενον αὐτὸν θηεῦντο. ἀγείρονται δὲ ἀμφʼ αὐτὸν καὶ οἱ μνηστῆρες ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον· ὅ περ δολίοις προσφωνεῖσθαι πρέπει ἀνδράσιν. ἐν δὲ τῷ βυσσοδόμευον ἐξαλλαγὴν σχήματος ἔχει. ἦν γὰρ κοινότερον βυσσοδομεύοντες εἰπεῖν πρὸς τὸ ἀγορεύοντες. Ἐνταῦθα δὲ κεῖται καὶ βιωτικὴ παραίνεσις τὸ δεῖν εἶναι προτιμᾶσθαι τοὺς φίλους τῶν μὴ τοιούτων. Τηλέμαχος γὰρ τὸν τῶν μνηστήρων ἀλευάμενος ὅμιλον καθέξεται ἰὼν εἰς ἀγορὰν, ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος καὶ Ἀλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι. Ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ δυνάμενος ὁ ποιητὴς πολυλογῆσαι παραιτεῖται αὐτὸ διὰ τὸ μὴ καίριον. ὡς μὲν γὰρ οἱ φίλοι ἐξερέεινον ἕκαστα, λέγει· τί δὲ πρὸς αὐτοὺς ὁ Τηλέμαχος ἔφη, οὐ λέγει. Ὅτι τοῦ προῤῥηθέντος Πειραίου ἀποκαθιστῶντος τῷ Τηλεμάχῳ τόν τε ξένον Θεοκλύμενον καὶ τὰ ἐκ Μενελάου δῶρα τὰ φθάσαντα παρατεθῆναι αὐτῷ Τηλέμαχος πάντων ἀκουόντων φησὶν ἀνεμεσήτως πρὸς Πείραιον ἀρξάμενος ἀπὸ τοῦ γαρ συνδέσμου συνήθως· Πείραιε, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα· εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσονται, αὐτὸν ἔχοντά σε βούλομαι ἐπαυρέμεν ἤτοι ἐπαπολαύειν κληρονομικῷ δικαίῳ, ἤ τινα τῶνδε. εἰ δὲ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων. ὡς νῦν γε οὔτε σὺ χαίρεις οὔτʼ ἐγώ. Καὶ ὅρα τὸ, λάθρη κτείναντες, ὡς μὴ ὂν ἐξ ἐμφανοῦς τοῦτο γενέσθαι. οὕτω καὶ παῤῥησιάζεται καὶ θαῤῥεῖ ὁ νεανίας τὸν πατέρα ἰδών· ὃς καὶ τὴν ἀγορὰν παρʼ ἐλπίδα ποιεῖ, καταπλήττων τοὺς μνηστῆρας διὰ τὸ ἐμφαινόμενον αὐτῷ ἄτρεστον. κεῖται δʼ ἐν τούτοις καὶ φίλου τιμὴ, ἔνθα τὸν Πείραιον ἰδὼν ἐγγύθεν ἐλθόντα ὁ Τηλέμαχος οὐκέτι ἐκάθητο βασιλικῶς, ἀλλὰ παρέστη φιλικῶς. Σημείωσαι δὲ καὶ ὅτι ὁ τοῦ Τηλεμάχου πρὸς τὸν Πείραιον λόγος παῤῥησίαν τε, ὡς ἐῤῥέθη, ἔχει, καὶ φιλίας ἀμοιβὴν, καὶ ἀπάτην δὲ μνηστήρων, διὰ τὸν ῥηθέντα δισταγμόν· καὶ ὅτι δῶμα μὲν οἰκονομικῶς οὐ προσήκατο, ἀλλʼ ἀφῆκε παρὰ τῷ Πειραίῳ αὐτὰ εἶναι, τὸν δὲ ξεῖνον Θεοκλύμενον ἦγεν ἐς οἶκον χρησιμεύοντά τι καὶ αὐτὸν ἐν τοῖς ἑξῆς. Ὅτι φθάσασα Πηνελόπη ἀξιῶσαι τὸν υἱὸν καταλέξαι αὐτῇ τὰ τῆς ὁδοῦ καὶ εὑροῦσα μὴ πεισθέντα ἐν τῷ εἰπεῖν μὴ θέλειν γόον αὐτῷ ἀνεγεῖραι, καὶ ὑποθέσθαι δὲ αὐτῇ τὴν προῤῥηθεῖσαν εὐχὴν, φανερῶς μὲν οὐ δυσχεραίνει κατὰ τοῦ παιδὸς, ἄλλως δὲ ὀνειδίζει ὅτι ὤκνησε τὸν λόγον. καὶ ὁ Τηλέμαχος τὸ ἐντεῦθεν δυσωπηθεὶς λαλεῖ τὰ δηλωθησόμενα. τέως γε μὴν τὰ τῆς Πηνελόπης φράζει οὕτω πως ὁ ποιητής· μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο, κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα. καὶ οἱ μὲν περὶ τὸν παῖδα ἤσθιον· αὐτὴ δὲ περιπαθῶς λαλήσασα, ἤτοι ἐγὼν, ἔφη, ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνὴν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσιν ἐμοῖς πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο εἰς Ἴλιον. οὐ δέ μοι ἔτλης πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, νόστον σοῦ πατρὸς σάφα εἰπέμεν εἴ που ἄκουσας. καὶ ὁ Τηλέμαχος οὐκέτι ἔχων μὴ λαλεῖν ἐρεῖ τῇ μητρὶ περὶ ὧν ζητεῖται. ἐν τούτοις δὲ τὸ, κλισμῷ κεκλιμένη, ἐτυμολογικοῦ τρόπου ἐστί. τοῦ δὲ αἰεὶ δάκρυσι πεφυρμένη ἑρμηνεία τὸ, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο. οὐ γὰρ διὰ βίου ἔκλαιεν ἡ Πηνελόπη, ἀλλʼ ἐξ οὗ ἐστερήθη τοῦ ἀνδρός. Ὅτι κεφαλαιούμενος πρὸς τὴν μητέρα τὰ φθάσαντα τεχνικῶς ὁ Τηλέμαχος ἐκ τῶν πρώτων μέχρι καὶ τῶν ὑστάτων φησίν· ᾠχόμεθα ἔς τε Πύλον καὶ Νέστορα. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν ἐνδυκέως ἐφίλει. ὡσεί τε πατὴρ ἑὸν υἷα ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος ἐνδυκέως ἐκόμιζε. καὶ εἰκότως. εἰ γὰρ ὁ φίλος ἄλλος αὐτὸς, φίλος δὲ τῷ Ὀδυσσεῖ ὁ Νέστωρ, ἄλλος ἄρα ἐκεῖνος ἐστί· διὸ καὶ ὡς οἰκείῳ υἱῷ τῷ τοῦ φίλου Ὀδυσσέως παιδὶ προσφέρεται. φιλόφρονος δὲ ὑποδοχῆς φράσις ἐνταῦθα τὸ, δεξάμενος δέ με κεῖνος καὶ τὰ ἑξῆς. εἶτα λέγει ὁ νεανίας καὶ ὡς ὁ Νέστωρ μὲν οὔ ποτε ἔφη Ὀδυσσέως ζωοῦ οὐδὲ θανόντος ποθὲν ἀκοῦσαι, ἀλλά με ἐς Μενέλαον ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν, ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. εἴρετο δέ με ὁ Μενέλαος ὅ του χρῄζων ἱκόμην εἰς Λακεδαίμονα. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα, καθὰ δηλαδὴ καὶ τῷ Νέστορι, πάνυ ἐπελευστικῶς ἐνταῦθα συντεμὼν τὴν διήγησιν. καὶ τότε δή, φησιν, ἀμειβόμενος προσεῖπεν ὁ Μενέλαος· ὦ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι, οἱ μνηστῆρες δηλαδὴ, ἀνάλκιδες αὐτοὶ ἐόντες, καὶ ἑξῆς ἀπαραλλάκτως τὰ γραφέντα κατὰ τὴν δέλτα ῥαψῳδίαν ἐν στίχοις ὀκτὼ καὶ δέκα συναπτῶς ἕως τοῦ, τῶν οὐδέν τι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. ἐν οἷς κεῖται ἥ τε τοῦ λέοντος παραβολὴ, ὃς ὦκα διὰ τὸ φιλότεκνον εἰς τὴν ἑαυτοῦ εὐνὴν ἐλθὼν ἀεικέα πότμον ἐφῆκε τοῖς νεβροῖς καὶ τὰ κατὰ τὸν Λέσβιον Φιλομηλείδην, ὃν καταπαλαίσας Ὀδυσσεὺς χαίρειν δέδωκε τοῖς Ἀχαιοῖς. καὶ ὡς ὠκύμοροι ἂν πικρόγαμοί τε γένοιντο οἱ μνηστῆρες ἐπανελθόντος τοῦ Ὀδυσσέως, καὶ ὡς ὑπέσχετο εἰπεῖν ὁ Πρωτεὺς αὐτῷ περὶ Ὀδυσσέως τἀληθές. εἶτα ὑπερπηδήσας, ὅσα ἐφεξῆς ὁ Μενέλαος ὡς ἐκ τοῦ Πρωτέως ἀφηγήσατο, συγκολλᾷ τῇ ἀνακεφαλαιώσει μόνον ἐκ τῶν ἑξῆς τὸ τοῦ Ὀδυσσέως, εἰπών· φῆ μιν ὅ γε ἤγουν ἔφη αὐτὸν ὁ Πρωτεὺς, ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεα πάσχοντα ἢ θαλερὸν κατὰ δάκρυ χέοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, καὶ τὰ ἐφεξῆς τρία ἔπη· ὧν ἔννοια τὸ μὴ δύνασθαι τὸν Ὀδυσσέα οἴκαδε ἱκέσθαι διὰ τὸ μὴ ἔχειν νῆάς τε καὶ ἑταίρους. κἀνταῦθα στήσας τὴν ἀνακεφαλαίωσιν, ὅτι μηδὲ ἐχρῆν περαιτέρω προβῆναι, μὴ καὶ μαθοῦσά τι περὶ τοῦ Ὀδυσσέως ἀγαθὸν ἡ γυνὴ βλάψῃ τὰ ἐφεξῆς, ὡς καὶ προδεδήλωται, ἐπάγει συμπληρωτικῶς· ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς ἀθάνατος, ὅς με ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψε. καὶ οὕτω μὲν αὐτῇ οὐδὲν εἶπε σαφὲς ἀγαθὸν περὶ τοῦ πατρὸς, ἀλλʼ ἢ μόνον ὅτι ζῇ, ἀδύνατον ἔχων τὴν ἐπάνοδον. ὁ μέντοι Θεοκλύμενος ἀναπληρῶν τὸ τοῦ παιδὸς ἔλλειμα ἀγαθὰ τῇ Πηνελόπῃ μαντεύσεται, ὡς ἐφεξῆς εἰρήσεται. Σημείωσαι δὲ, ὅτι πολλῶν παρὰ Μενελάῳ λαληθέντων περὶ Ὀδυσσέως εἰς ἔπαινον τὰ ἀνθηρότερα ὁ νεανίας ῥήτωρ ἐν τῇ ἀνακεφαλαιώσει ἐκλεξάμενος εἶπε, τήν τε ῥηθεῖσαν δηλαδὴ παραβολὴν καὶ τὸ κατὰ τὸν Φιλομηλείδην, περὶ ὧν ἤδη προγέγραπται ἱκανῶς. Ὅρα δὲ ὅτι τε καὶ πρὸς τὴν Ἑλένην φιλοφρόνως ἔσχε διὰ τὴν ξενίαν ὁ Τηλέμαχος· διὸ οὐδενὸς ἄλλου τῶν ἐν τῇ ἀποδημίᾳ γνωσθέντων προσώπων κατʼ ἐξαίρετον ἐμνήσθη, ἀλλὰ μόνης αὐτῆς ὡς μέγιστόν τι ἰδών· καὶ οὐδὲ φορτικόν τι περὶ αὐτῆς εἶπεν, ἀλλὰ καὶ μᾶλλον ὑπεραπελογήσατο ἐν τῷ εἰπεῖν, θεῶν ἰότητι γενέσθαι τὰ κατʼ αὐτὴν, ὅ περ ἔθος ἦν τοῖς παλαιοῖς νοεῖν, εἰωθόσιν ἀνατιθέναι τῷ θείῳ καὶ τὰς τῶν τοιούτων αἰτίας, ὡς καὶ Ὀδυσσεὺς πρὸ τούτων ἔφη τὸ, οὐδέ τις ἄλλος αἴτιος, ἀλλὰ Ζεὺς Δαναὸν στρατὸν ἤχθηρεν. ἐπορίσατο δὲ τὴν τοιαύτην ἔννοιαν ὁ Τηλέμαχος ἐξ αὐτῆς Ἑλένης, ἥ τις ἐν τῇ δέλτα ῥαψῳδίᾳ τὴν Ἀφροδίτην αἰτιᾶται τῆς κατʼ αὐτὴν ἁρπαγῆς. Ὅρα δὲ καὶ ὅτι δόμους ὑψηλοὺς τοὺς τοῦ Νέστορος λέγει, ὡς εἰκὸς ὂν, καὶ ὑπερῷα εἶναι τινὰ ἐν αὐτοῖς. Τὸ δὲ ἐνδυκέως λέξις φίλη ποιηταῖς, διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη διὰ τὸ ὡς ἐν ποιήσει καίριον. Τὸ δὲ ἐφίλει καὶ ἐκόμιζε ταυτά εἰσιν, ὡς δηλοῖ τὸ, ἐνδυκέως ἐκόμιζε, καὶ τὸ, ἐνδυκέως ἐφίλει, τουτέστιν ἐφιλοφρονεῖτο. Τὸ δὲ ἐμόγησαν σεμνῶς ἔφη ὁ Τηλέμαχος διὰ τὴν Ἑλένην. εἰπεῖν γὰρ ἧς εἵνεκα ὤλοντο ἤ τι τοιοῦτον ὀκνεῖ διὰ τὸ δυσφημότερον. εἰ γὰρ καὶ ἐκείνη ἕνεκα αὐτῆς κυνώπιδος τὰ ἐν Ἰλίῳ κακὰ γενέσθαι φησὶν, ἀλλʼ ὁ Τηλέμαχος ὥς περ αὐτὸ φεισάμενος εἰπεῖν ἔφη θεῶν ἰότητι προβῆναι αὐτὰ, οὕτως οὐδʼ ἄλλο τι ἐθέλει φάναι δύσφημον ἀκολούθως τῷ πατρὶ εἰπόντι που, Ἑλένης μὲν ἀπολόμεθα εἵνεκα πολλοί. Ὅρα δὲ ἐν τῇ ῥηθείσῃ ἀνακεφαλαιώσει καὶ ὡς ὤκνησεν ὁ ποιητὴς παραφράσαι τι· διὸ ξηρὰ ἔπη ἐκ τῶν προφρασθέντων ἔθετο, καθάπερ αὐτὸς ἐπέκρινε. Ἔτι ὅρα καὶ ὅτι οὐκ ἐξ ἀνάγκης ὅτε τις εἴπῃ ὡς οὐ τόδε οὐδὲ τόδε, διάφορά τινα δηλοῖ. ἐνταῦθα γὰρ εἰπὼν, ὡς οὐδέν τι κρύψω ἔπος οὐδʼ ἐπικεύσω, οὐδὲν ἔφη διάφορον. ταυτὸν γὰρ κρύψαι καὶ κεῦσαι. Ὅτι πλάσας ὁ ποιητὴς τὸν Τηλέμαχον ἃ μὲν παρὰ Νέστορος καὶ Μενελάου ἤκουσεν, εἰπόντα, σιγῶντα δὲ ἅ περ αὐτὸς οἶδεν ἀκούσας περὶ τοῦ νόστου, ποιεῖ τὸν Θεοκλύμενον εὐθὺς εἰπόντα οὕτως· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἤτοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδʼ ἐπικεύσω. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, ἱστίη τʼ Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, οὓς δὴ στίχους καὶ πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς τὸν Εὔμαιον ἔφη, ὡς ἤτοι Ὀδυσσεὺς ἤδη ἐν πατρίδι γαίῃ ἥμενος ἢ ἕρπων, τουτέστι κρύφα καὶ οὐ κατʼ ὀρθὸν βαδίζων, τάδε πευθόμενος κακὰ ἔργα ἐστίν. ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. καὶ λέγει μὲν οἰωνὸν φράσασθαι τὸν ταῦτα δηλοῦντα, ὡς προδεδήλωται. οὐκ ἔστι δὲ πιστὸς αὐτὸς οὕτως εἰπὼν, ὡς ἐὰν ὁ Τηλέμαχος τοιοῦτόν τι ἀπήγγειλε. καὶ ἰδοὺ εὐμεθόδως ὁ ποιητὴς ἐδήλωσε μὲν τῇ γυναικὶ, ὡς ἐν Ἰθάκῃ ἐστὶν Ὀδυσσεὺς, οὐκ ἐπληροφόρησε δέ. Ἱστίην δὲ καὶ νῦν τὴν ἐσχάραν λέγει, τὴν καὶ ἑστίαν λεγομένην, τοῦτο μὲν ἐκ τοῦ ἑστάναι, ἐκεῖνο δὲ ἐκ τοῦ ἵστασθαι. αἰτία γὰρ αὕτη τοῦ τὸν οἶκον συνεστάναι καὶ ἵστασθαι διὰ τὰς ἐν αὐτῇ ὁσημέραι θυσίας. ὅθεν καὶ Ζεὺς ἐφέστιος καὶ ἑστιοῦχος, καὶ Ἑστία θεὰ παρʼ Ἀττικοῖς, καὶ ὁ ὅλος δὲ οἶκος ἀπʼ αὐτῆς ἑστία ὡς καιρίου μέρους, καθὰ καὶ βωμὸς ὁ ναὸς ἀπὸ τοῦ ἐν αὐτῷ βωμοῦ. Ὅτι ἐν τῷ, ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν ἀντὶ τοῦ ἐγεγώνεον, δηλοῦται περισπώμενον ῥῆμα εἶναι τὸ γεγωνῶ· ἐξ οὗ γεγωνὼς μετοχὴ, συγκεκομμένη ἐκ τοῦ γεγωνηκὼς, ὁμοία τῷ, εἰδηκὼς καὶ ἐν συγκοπῇ εἰδώς. Ὅτι ὑποσχετικὸν ἐπὶ ἀγαθῇ ἀγγελίᾳ τὸ, αἲ γὰρ, ἀντὶ τοῦ εἴθε, τοῦτο ἔπος τετελεσμένον εἴη, τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. λέγει δὲ φιλότητα καὶ νῦν τὴν φιλίαν. Ὅτι δὲ τοῦ συναντόμενος τὸ θέμα ἄντω ἐστὶ, καὶ πρὸ ὀλίγων εἴρηται. Ὅτι καὶ ἐνταῦθα ὡς καὶ πρὸ τούτων οἱ μνηστῆρες ὕβριν ἔχοντες οὐ μὴν εὐτάκτως γυμναζόμενοι δίσκοισι τέρπονται καὶ αἰγανέῃσιν ἐν τυκτῷ δαπέδῳ. ἀέθλων δὲ σχῆμα τὰ τοιαῦτα ἦσαν, ὡς ὁ Μέδων κολακεύων ἐρεῖ. ἐνταῦθα δὲ ἐφιστῶσιν οἱ παλαιοὶ, ὡς ἰδοὺ καὶ οἱ ἀκρατέστατοι μνηστῆρες ἐπὶ μελέτην ἀθλητικὴν τρεπόμενοι δίσκοις ἐτέρποντο καὶ αἰγανέαις, τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες. βούλεται δὲ ἡ τοιαύτη ἐπιστασία παιδεύειν, μὴ χρῆναι ἄνεσιν ἀεὶ ἔχειν τὸν ἄνθρωπον, ἀλλὰ καὶ ἐντείνεσθαι ὁπωσοῦν εἰς ἔργα σπουδαιότερα. Ὅτι ἐν τῷ, ἀλλʼ ὅτε δὴ δειπνηστὸς ἢ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα πάντοθεν ἐξ ἀγρῶν, μῆλα πάντα τετράποδα λέγει ὡς ἀπὸ μέρους. οὐ γὰρ πρόβατα μόνον ἱέρευον, ἀλλὰ καὶ σύας σιάλους καὶ αἶγας καὶ βοῦς ἀγελαίας, ὡς εὐθὺς δηλοῖ τὰ ἐφεξῆς. δοκεῖ δὲ κρεῖττον εἶναι δειπνητὸς γράφειν ὁμοίως τῷ ἀμητός. ἔστι δὲ δειπνηστὸς ἢ δείπνηστος ὁ τοῦ δείπνου καιρός· ἄλλως δὲ σαφέστερον εἰπεῖν, δειπνητὸς ὀξυτόνως αὐτό φασι τὸ δεῖπνον, βαρυτόνως δὲ ἡ ὥρα τοῦ δείπνου· ὃ δὴ καὶ ἐπὶ τοῦ ἀμητὸς καὶ ἄμητος παρατετήρηται. Ὅτι συνετὸς ὁ κῆρυξ Μέδων πλάττεται καὶ ὡς εἰπεῖν ἀμφοτεροδέξιος καὶ οἷόν τις κόθορνος, εἴ γε μὴ μόνον τοῖς τοῦ Ὀδυσσέως εὔνους ἦν, ἀλλὰ καὶ μνηστῆρσι μάλιστα ἥνδανε κηρύκων, καί σφιν παρεγίνετο δαιτὶ, ὡς ὁμοτράπεζος, ὃ μέγα ἐδόκει εἶναι κατά τι ἐξαίρετον. Ὅρα δὲ τὸ, μάλιστα κηρύκων· ὡς γὰρ Ἀμφίνομος ἥνδανε τῇ Πηνελόπῃ οὐχʼ ἁπλῶς ἀλλὰ πλέον τῶν ἄλλων μνηστήρων, οὕτω καὶ ὁ Μέδων φιλεῖται τοῖς μνηστῆρσιν οὐ κυρίως οὐδʼ ἀπολύτως, ἀλλʼ ὑπὲρ τοὺς ἄλλους κήρυκας ὡς δεξιώτερος. Ὅτι τρυφώντων ἀεθλευτῶν εἴτε καὶ θεατῶν τὸ, ἐπειδὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, ἔρχεσθε πρὸς δώματα ἵνα ἐντυνώμεθα, τουτέστιν ὁπλίσωμεν, δαῖτα. Παίδευσις δὲ γνωμικὴ περὶ δαιτὸς τὸ, οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ, τουτέστι κατὰ καιρὸν, δεῖπνον ἑλέσθαι. Εὐπειθείας δὲ παραστατικὸν τὸ, ὣς ἔφαθʼ· οἱ δʼ ἀναστάντες ἔβαν πείθοντό τε μύθῳ. Ἑτοιμασία δὲ πρὸς ἔργον μάλιστα δαιτὸς τὸ, χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δʼ ἱέρευον τὰ ῥηθέντα μῆλα, ἤγουν ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, δαῖτα ἐντυνόμενοι. Καὶ ὅρα ὅτι τοῦ ἱερεύειν οὐκ ἔχει λέξιν καιριωτέραν ἐν τοῖς τοιούτοις ὁ ποιητής. Ὅτι φιλῶν τὸν ξένον Ὀδυσσέα ὁ Εὔμαιος φησίν· ὡς ἐγὼ μὲν αὐτοῦ, τουτέστιν ἐνταῦθα, βουλοίμην σταθμῶν ῥητῆρά σε γενέσθαι, ὅ ἐστι φύλακα. ἀλλὰ τὸν, ἤγουν τὸν δεσπότην Τηλέμαχον, αἰδέομαι καὶ δείδια μή με ὀπίσσω νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί· τοῦτο δὲ καὶ γνωμικῶς ἐῤῥέθη· καὶ οὕτως εἰπὼν συναπέρχεται τῷ Ὀδυσσεῖ εἰς τὴν πόλιν. ἦν δὲ οὐκέτι πρωῒ, ὡς δηλοῖ τὸ, δὴ γὰρ μέμβλωκε μάλιστα ἦμαρ, ὅ περ ἐφερμηνεύων φησίν· ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται, ἤγουν ταχὺ πρὸς ἑσπέραν ῥιγώσεις ἐκ τοῦ ψύχους, ὥστε μέμβλωκεν οὕτω τὸ ἦμαρ, εἰ ταχὺ ἑσπέρα ἔσται. εἰ δὲ τοῦτο, οὐκ ἄρα ἐνταῦθα δεῖπνος τὸ πρωϊνὸν ἔμβρωμα κατὰ κυριολεξίαν, ἀλλʼ ἢ μόνον καθʼ ὃ πρὸ δείλης καὶ τοῦ προδόρπου ἦν. Τὸ δὲ μέμβλωκεν ἀντὶ τοῦ μεμόληκε, παρῆλθεν, οὗ ἡ σκευωρία ἐν Ἰλιάδι κεῖται, ὡς ἐκ τοῦ μολῶ μολήσω μεμόληκα, καθὰ ἐῤῥέθη ἐκεῖ. εἰ δὲ πρὸς τῇ ἑσπέρᾳ ῥίγιον ἔσται, χειμέριος ἄρα καὶ νῦν δηλοῦται ἢ ἐγγὺς χειμῶνος καιρός. Ἰστέον δὲ καὶ ὅτι τὸ ἕσπερα συγκέκοπται μὲν ἐκ τοῦ ἑσπέρια, δηλοῖ δὲ ἐλλειπτικῶς ἕσπερα μέρη ἢ καταστήματα ἢ τοιοῦτόν τι. Καὶ ὅτι τὸ, ῥίγιόν σοι ἔσται, ἀλλαχοῦ ἀντὶ τοῦ φοβηθήσει κεῖται καὶ φρίξεις, μεταφορικῶς ἐκεῖ λεχθέν. Ὅτι συσκευὴ πτωχικὴ εἰς ὁδὸν τὸ, ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε, ὡς προεύοδος δηλαδή. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστὶ, σκηρίπτεσθαι, ὅ ἐστιν ἐπερείδεσθαι· ἐπειδή φατε ἀρισφαλέα ἔμμεναι οὐδόν. καὶ ὅρα τὸ οὐδὸν ἀντὶ τοῦ ὁδὸν ἐπενθέσει Αἰολικῇ τοῦ υ. ἅπαξ δέ, φασιν, ἐνταῦθα εἶπε τὴν λέξιν καὶ δέδωκεν ἀφορμὴν ἐτυμολογίας τῷ οὐδῷ· καὶ ἐκεῖνος γὰρ ὁδὸς εἰς οἶκον ἐστίν. Ἡρακλείδης δʼ ἐν οἷς περὶ δυσκλίτων ῥημάτων γράφει, ἀρισφαλὲς ἔμμεναι οὖδας φησὶ γράφεσθαι οὐκ ἄλλως ὑπό τινων. Τὸ δὲ ῥόπαλον μετʼ ὀλίγα καὶ σκῆπτρον ἐρεῖ θυμῆρες τῷ Ὀδυσσεῖ, ὡς ἀπὸ τοῦ σκηρίπτω ἢ σκήπτω, ἐφʼ οὗ ὁδεύει σκηριπτόμενος. ἀπὸ τοῦ ῥέπω δὲ γίνεται τὸ ῥόπαλον ὡς οἷα ῥέπον εἰς μέρος καὶ μὴ ὀρθὸν, κατὰ τὸν τῆς Ἑκάβης παρʼ Εὐριπίδῃ σκολιὸν σκίπωνα. ὅμοιον δέ τι καὶ ἡ καλαῦροψ. κάλον ἐκείνη, τουτέστι ξύλον αὖ ῥέπον κατὰ ὁμοίαν ἐτυμολογίαν. καὶ τὸ παρὰ Θεοκρίτῳ δὲ ῥοικὸν λαγώβολον τοιοῦτόν τι δοκεῖ τοῖς πλείοσιν εἶναι καὶ ἀπὸ τοῦ ῥέπειν γίνεσθαι καὶ αὐτό. Ἀρισφαλὴς δὲ ὁδὸς ἡ τραχεῖα καὶ πάνυ σφάλλουσα ὡς κινδυνεύειν πίπτειν τὸν ὁδεύοντα. Ἀμάρτυρον δὲ τὸ, φατὲ ἀρισφαλέα ὁδὸν εἶναι. οὐδεὶς γὰρ τῷ Ὀδυσσεῖ τοῦτο εἰπὼν φαίνεται, ἀλλʼ αὐτὸς εὖ πάλαι εἰδὼς λέγει. ψεύδεται ἄρα κἀνταῦθα οὐκ ἐπιψόγως ὁ Ὀδυσσεύς. εὐμεθόδως δὲ καὶ ἡ τοῦ ῥοπάλου χρῆσις διά τε τὸ ἀναγκαίως πτωχικώτερον τῆς σκευῆς καὶ ἵνα πιθανῶς μετʼ ὀλίγα βουλεύσηται Ὀδυσσεὺς ῥοπάλῳ τούτῳ ἀνελεῖν τὸν κακὸν Μελάνθιον. δῆλον δὲ ὅτι τὸ μὲν ῥόπαλον καὶ σκῆπτρον εἴη ἂν, οὐ μὴν καὶ πᾶν σκῆπτρον ῥόπαλον. οὐ γὰρ δή που καὶ τὸ βασιλικὸν καὶ τὸ δικαστικόν. Ὅτι πτωχικῶς ὁ Ὀδυσσεὺς σκευαζόμενος ἐν τῷ ἀγρῷ εἰς Ἰθάκην ἰέναι ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, τὴν ἐξ ἀρχῆς ἐκείνην, πυκνὰ ῥωγαλέην. ἐν δὲ στρόφος ἦεν ἀορτὴρ, ὡς καὶ πρὸ τούτων ἐγράφη. ἔστι δὲ ἀμφʼ ὤμοις βάλλεσθαι πήραν τὸ ἐνάψασθαι· οὐ γὰρ φορεῖται ἄλλως ἡ πήρα. Ὅτι οὐκ ἀπαθῶς λέγων ὁ ποιητής φησι κατά τινα οἶκτον, ὅτι ὁ Εὔμαιος ἐς πόλιν ἦγεν ἄνακτα πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. σκηπτόμενον, ὅ ἐστι σκηριπτόμενον, ὡς ἀνωτέρω ἐῤῥέθη, ἢ προφασιζόμενον καὶ φαινόμενον, οὐ γὰρ ἀληθῶς τοιοῦτος ἦν. τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο, καθὰ καὶ αὐτὸς Ὀδυσσεὺς φθάσας εἶπεν, αἰνῶς γὰρ τάδε εἵματα ἔχω κακά. Ὅρα δὲ ὅτι ἐν τῷ, τὰ δὲ λυγρὰ εἵματα, περιττῶς κεῖται τὸ ἄρθρον· ἤρκει γὰρ εἰπεῖν λυγρὰ δὲ εἵματα ἕστο. ἐνθυμητέον δʼ ἐν τούτοις καὶ ὡς τοιαύτη τις εἰδέχθεια καὶ κακοειμοσύνη καὶ ἐν Τροίᾳ τὸν Ὀδυσσέα ὤνησε δολιευσάμενον. Ὅτι κρήνη τις ἦν ἐν Ἰθάκῃ τυκτὴ, τουτέστι χειροποίητος, καλλίροος, ὅθεν ὑδρεύοντο πολῖται. ἀξία δὲ λόγου αὕτη τρεῖς ἔχουσα ἐπισκευαστάς· φησὶ γάρ· τὴν ποίησεν Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· ὧν ἐξ Ἰθάκου μὲν ἡ Ἰθάκη, ἀπὸ δὲ Νηρίτου Νήριτον ὄρος ἐκεῖ, ἀπὸ δὲ Πολύκτορος τόπος αὐτόθι Πολυκτόριον. Πτερελάου δὲ παῖδες οὗτοι. καὶ τοῦτο μὲν οὕτως. ἀμφὶ δὲ τήνδε τὴν κρήνην αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος πάντοσε κυκλοτερὲς διὰ τὸ τίμιον τοῦ τοιούτου σχήματος, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης. βωμὸς δʼ ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρέζεσκον ὁδῖται. φανεῖται δὲ μετʼ ὀλίγα καὶ Ὀδυσσεὺς καίων ἦν ὅτε καὶ αὐτὸς μηρία ἀρνῶν καὶ ἐρίφων ταῖς τοιαύταις νύμφαις. αἴθριος δὲ, ὡς εἰκὸς, ὁ ὑπὲρ τῆς πέτρας οὗτος βωμὸς, ὁποῖοι καὶ ἕτεροι ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι σύνηθες ἦν καὶ τοῖς μεθʼ Ὅμηρον βωμοὺς ἱδρύειν ταῖς νύμφαις καὶ μάλιστα, ὡς εἰκὸς, ταῖς Νηΐσι. λέγεται οὖν Ἀμφικτύων, βασιλεὺς Ἀθηναίων, βωμὸν ἀναστήσας Διονύσῳ καὶ ἕτερον βωμὸν δείμασθαι ταῖς νύμφαις ἐγγὺς αὐτοῦ, ὑπόμνημά, φασι, θέμενος τοῖς χρωμένοις κράσεως οἴνου πρὸς ὕδωρ. ἣν κατά τινας μὲν Μελάμπους πρῶτος ἐξεῦρε, καθʼ ἑτέρους δὲ ὁ ῥηθεὶς Ἀμφικτύων, ὃς καὶ ὀρθουμένων τῶν οὕτω πινόντων, πρότερον γάρ, φασιν, ὑπὸ ἀκράτου ἐκάμπτοντο, βωμὸν ὀρθοῦ Διονύσου ἤγειρεν ἐν τῷ τῶν Ὡρῶν ἱερῷ, αἳ δὴ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. λέγονται δέ, φασι, καὶ Μοῦσαι Διονύσου τροφοὶ, νύμφαι τινὲς οὖσαι καὶ αὐταὶ, ὡς καὶ παρὰ Λυκόφρονι εὕρηται. τοῦτο δέ, φασιν, αἴνιγμα ἦν εἰς τὸ ἔμμουσον καὶ ἐναρμόνιον τῶν μὴ ἀκρατοποτούντων, ἀλλὰ μετριαζόντων τῷ κεράσματι. δῆλον δὲ ὅτι ἄλλοι τινὲς ὄμβρῳ τυχαίῳ ἀνατιθέασι τὸ τοῦ κεράσματος αἴτιον, ὃς ἀμέτρως πινόντων τινῶν ἐπὶ ἀκτῆς καταῤῥαγεὶς τὸ μὲν συμπόσιον διέλυσε, τὸν δὲ κρατῆρα μίξας παρέσχε προσηνῆ μετὰ αἰθρίαν καὶ ἄλυπον. διό, φασιν, ἀκράτῳ μὲν τῷ ἐν δείπνοις ἀγαθὸς ἐπιφωνεῖται δαίμων ἐπὶ Διονύσῳ τῷ εὑρηκότι, τῷ δὲ μετὰ δεῖπνον πρώτῳ κράματι σωτὴρ Ζεὺς ἐπιλέγεται διὰ τὸν ὄμβριον Δία. τὸ δὲ κατὰ Λυκοῦργον κρᾶμα καὶ τὸν περιᾳδόμενον τεθαλαττωμένον οἶνον ζητητέον ἀλλαχοῦ. Τὸ δὲ πάντοσε κυκλοτερὲς πρὸς διαστολὴν ἡμικυκλίου εἴρηται. Τὸ δὲ ὑδατοτρεφεῖς τὰς αἰγείρους εἶναι, ἱστορία ἐστὶ φυτική. Σημείωσαι δʼ ἐνταῦθα εἰς τὸ, πάντοσε κυκλοτερὲς, ὅπως τίμιον ἐδόκει χρῆμα τοῖς παλαιοῖς ὁ κύκλος διὰ τὸ κατὰ κόσμον σφαιροειδές. οὗ φαντασίαν ἐναργῆ, φασὶ, λαβόντες ἐκ τοῦ τῆς σελήνης καὶ τοῦ ἡλίου σχήματος θέατρά τε κυκλοτερέσιν ἐσέμνυνον σχήμασι, καὶ τὸν τῆς ἀγορᾶς δὲ τόπον κύκλῳ περιέγραφον κατὰ τὸ, κυκλόεντʼ ἀγορᾶς θρόνον, καὶ βωμοὺς δὲ ἱεροὺς πάντοσε κυκλοτερεῖς ἀνίστων, καὶ κατὰ περιστροφὴν δέ, φασι, καθὰ καὶ ἄλλα τινὰ τῶν κάτω τοῖς ἄνω ἤθελον ἀφομοιοῦν. διὸ καὶ ἡ τράπεζα κυκλοειδὴς ἦν αὐτοῖς. κυκλοτερεῖς δὲ καὶ οἱ καθαγιζόμενοι τρίποδες, ἔχοντες αὐτοὶ καὶ ἀστέρας, οὕς, φασι, καὶ ἐκάλουν σελήνας. προσθετέον δὲ τούτοις, φασὶ, καὶ τὴν ἅλω, διαγεγραμμένην εἰς κύκλον. καὶ τὸν ἄρτον δέ, φασιν, οὕτως ἐκάλεσαν διὰ τὸ κατʼ αὐτὸν στρογγύλον· ἐπειδὴ τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος· οὗ περ ἴσως ἐμφαντικὸν τὸ, οὖλον ἄρτον ἑλὼν, ὅ πέρ ἐστιν ὅλον, ἤγουν τέλειον. καὶ τὸ ποτήριον οὖν, φασὶ, τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμησιν τοῦ κόσμου. ἐνταῦθα δὲ παραπηγνύει ὁ παλαιὸς καὶ τὸ Νεστόρεον ποτήριον καὶ τοὺς περὶ αὐτὸ ἀστέρας, οὓς ὁ ποιητὴς ἥλους, φησὶν, ὀνομάζει διὰ τὸ καὶ περιφερῶς ἔχειν κατὰ τοὺς ἥλους καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, αἰὲν κατὰ τὴν Ἀράτου σοφίαν ἀρηρότας ἀγάλματα νυκτὸς ἰούσης. ὡς ἐοικέναι οὐρανὸν μὲν ἀργύρῳ τῷ κατὰ τὴν κύλικα τοῦ γέροντος, ἀστέρας δὲ τούτους χρυσῷ, διὰ τὸ πυρῶδες. ὅσοις δὲ καὶ ἄλλοις λόγοις τὸ κατὰ κύκλον σχῆμα πολλῷ δὲ πλέον τὸ κατὰ τὴν σφαῖραν σεμνύνεται, λαλοῦσιν οἱ περὶ ταῦτα ποιησάμενοι, πολλὴν ὅτι μάλα εὐπορίαν ἐκεῖνοι ἐξευρηκότες ἐνταῦθα. Ὅτι Μελάνθιος αἰπόλος δοῦλος ὁ καὶ Μελανθεὺς Δουλίου υἱὸς, Εὐρυμάχῳ πεποιθὼς, ᾧ εἴχετο Μελανθὼ ἡ αὐτοῦ ἀδελφὴ, ἀναιδέστατος ἦν. καὶ νῦν Ὀδυσσέα σκώπτει καὶ Εὔμαιον καθʼ ὁδὸν αὐτοῖς ἐντυχών. φησὶ γοῦν ὁ ποιητὴς, ὡς ἦγε μὲν αἶγας, αἳ πᾶσι μετέτρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύο δʼ ἅμʼ ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσε. καὶ ἑρμηνεύων Ὅμηρος τὸ νείκεσσεν ἐπάγει· ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικὲς, ὅ πέρ ἐστι προθεωρία Ὁμηρικὴ, δηλοῦσα οἷα πλάσει λέγοντα τὸν ἀπαίδευτον Μελάνθιον· ὃς εἰπὼν, ἃ εἶπεν, ὤρινε κῆρ Ὀδυσῆος διὰ τὸ τοῦ λόγου θυμοδακὲς καὶ ἀεικὲς καὶ τὸ κατʼ αὐτὸν κωμῳδικὸν, ταυτὸν δʼ εἰπεῖν, ψογερὸν καὶ περισύρον· ἐπεί τοι τὴν κωμῳδίαν ψόγον καὶ περίσυρμα ὡρίζοντο οἱ παλαιοί. ᾧ δὴ περισύρματι καὶ τὸ διασύρειν συστοιχεῖ, ἔτι δὲ καὶ τὸ περισυρίττειν. αἰσχύνη γοῦν ἦν, καθὰ τὸ περισύρεσθαι, οὕτω καὶ τὸ περισυρίττεσθαι καὶ περικλώζεσθαι. ἔστι δὲ τὸ ἔκπαγλον ἔπος τοιοῦτον· νῦν μὲν δὴ πάγχυ κακὸς κακὸν ἠγηλάζει. εἰς ὃ καὶ γνωματευόμενος πιθανῶς λέγει· ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον, ἤγουν εἰς τὸν ὅμοιον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις ἀμέγαρτε συβῶτα, πτωχὸν ἀνιηρὸν, δαιτῶν ἀπολυμαντῆρα; ὃς πολλῇσι φλιῇσι παραστὰς φλίψεται ὤμους, αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας. τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα λιπέσθαι ἢ γενέσθαι, σηκοκόρον τʼ ἔμεναι, θαλλόν τʼ ἐρίφοισι φορῆναι. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον βούλεται, ἀντὶ τοῦ βουλήσεται, αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσῆος θείοιο, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. ἐπεὶ δὲ τὸν οὐ σεμνὸν ἄνδρα ἐχρῆν μὴ ἐν λόγοις μόνοις ὕβριν ἔχειν, ἀλλὰ καὶ ἐν ἔργοις ἐνασχημονεῖν, ποιεῖ ὁ Μελανθεὺς οὕτω· καὶ ἅμα τῷ λόγῳ παριὼν ἔνθορεν ἀφραδίῃσιν ἰσχίῳ, οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, ἀλλʼ ἔμενʼ ἀσφαλέως, εἰ καὶ ἄλλως ἀρισφαλὴς ὡς εἴρηται ἡ ὁδός. καὶ μερμήριξε μὲν Ὀδυσσεὺς οἷα ὀρινθεὶς τὴν ψυχὴν, ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, ἢ πρὸς γῆν ἐλάσειε κάρη ἀμφ' οὖδας ἀείρας, ἢ ἀμφουδεὶς ἀείρας, εἴτε ἐρείσας. ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο. καὶ ὁ ξεῖνος μὲν Ὀδυσσεὺς οὕτω ποιεῖ. ὁ δὲ Εὔμαιος τὸν κακὸν ἀραῖς ἀμύνεται, ὡς εἰρήσεται. ἃ μέντοι πείσεται ὁ τὴν κορωνίδα τῆς ἀναιδίας ἐπιθεὶς Μελάνθιος, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται, ὅπου διὰ Εὐμαίου καὶ Τηλεμάχου ἀκρωτηριασθήσεται. Σημείωσαι δὲ ὅπως καιροῦ λαβόμενος ὁ ποιητὴς, ὁποῖοι τινὲς αὐτῷ καὶ ἐν τοῖς ἑξῆς χορηγηθήσονται, κωμικεύεται διὰ μέσου τοῦ ἀναιδοῦς δούλου. καὶ ἀλλάξας ἑαυτὸν ποικιλίας χάριν οὐκέτι οὔτε σεμνὰ λαλεῖ οὔτε πρὸς σαφήνειαν, ἀλλʼ ἐκτραχύνει θυμικῶς τὴν φράσιν. διὸ καὶ κατὰ κόμματα λαλεῖ, καὶ ἐννοίας ἐπινοεῖται δριμείας καὶ σκωπτικὰς, ἐπίτηδες κατά τινα διαστήματα καὶ τοιούτοις ἀρτύων τὴν ποίησιν αὐτοῦ. Ἰστέον δὲ ὅτι ἀγλαΐα τις ἦν τῷ Μελανθίῳ καὶ τὸ μὴ αὐτὸν ἄγειν τὰς αἶγας, ἀλλὰ δύο ἕπεσθαι νομῆας αὐτῷ. Ὅτι δὲ ἔχαιρεν ἀγλαΐαις ὁ Μελάνθιος, ἐν τοῖς ἐφεξῆς φανεῖται. Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς ὕστερον Μελάνθιός τις ἱστόρηται ἀνὴρ ὀψοφάγος ἐπίῤῥητος, οὗ μέμνηται Ἀθήναιος, εἰπὼν ὅτι τὸν αὐτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισσότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. ἔνθα ὅρα τὸ κνισσότερος δοκοῦν ἐκ τοῦ κνισσὸς παρῆχθαι, ὃν ἡ κοινὴ φράσις οἶδεν. εἰ δέ τις αἱροῖτο ἐκ τοῦ κνίσσος οὐδετέρου εἶναι αὐτὸ ἀναλογίας ἔξω, ἔστω οὕτω· δόξοι δʼ ἂν καὶ ὡς προηγεῖται ὁ κάπρος τοῦ κάπριος, οὕτω καὶ ὁ μέλανθος τοῦ Μελάνθιος. ἐπίθετον δὲ Ποσειδῶνος ὁ μέλανθος· ὅ περ σύμβολον ἴσως ἦν τῶν κατὰ θάλατταν ἐπιθέτων ἀναπτυχθὲν, ἵνα ᾖ τὸ μὲν μέλανα διὰ τὸν μέλαντα πόντον, τὸ δὲ ἄνθος διὰ τὴν πολιὰν θάλασσαν. Τὸ δὲ ἔκ τʼ ὀνόμαζεν, ὅτι ταυτόν ἐστι τῷ ἔφατο, ἀριδηλότατα καὶ ἐνταῦθα δηλοῦται ἐν τῷ, ἔπος ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, ἔκπαγλον. εἰ δὲ ἦν ἐξονομάζειν τὸ καλεῖν ἐξ ὀνόματος, ἐπήγετο ἂν εἰ καὶ μὴ κλητικὴ, ἀλλʼ οὖν ἑτέρα τις πτῶσις ἐπὶ τῷ φαινομένῳ πτωχῷ. νῦν δὲ μετὰ τὸ ἔκ τʼ ὀνόμαζε, κεῖται τὸ, κακὸς κακὸν ἠγηλάζει. Τὸ δὲ μάλα πάγχυ, Ἀττικόν ἐστιν, ὡς καὶ τὸ λίαν πάνυ, καὶ τὸ τυχὸν ἴσως, καὶ παρʼ Ἡσιόδῳ τὸ, νόσφιν ἄτερ κακῶν. Τὸ δὲ κακὸς γενικῶς ἐνταῦθα κεῖται, δηλοῦν καὶ τὸν ἀγεννῆ καὶ τὸν δειλὸν καὶ τὸν μὴ ἀρετῶντα καὶ ὅλως τὸν οὐδὲν ὑγιὲς ἔχοντα. ἐκ τούτου δὲ Κάκκος βαρυτόνως πρὸς διαστολὴν λῃστὴς παλαιὸς, ὃς Ἡρακλεῖ κατὰ τῶν Γηρυόνου βοῶν ἐπιβουλεύσας ἐκακώθη πρὸς θάνατον. Τὸ δὲ ἡγηλάζει δασυνόμενον μέν, καθά που καὶ πρὸ τούτων ἐγράφη, τὸ προηγεῖσθαι δηλοῖ· ψιλούμενον δὲ ἀντὶ τοῦ ἄγει κεῖται, ἵνα λέγῃ, ὅτι ὁ κακὸς Εὔμαιος τὸν κακὸν ξένον ἄγει· ὅ περ ἔοικε πρὸς τὸ, τὸν ὁμοῖον ἄγει θεὸς, καὶ τὸ, τόνδε τὸν μολοβρὸν ἄγεις. ὁ δὲ ὁμοῖος ἀναλόγως προπερισπᾶται ἐκ τοῦ ὁμὸς, κατὰ τὸ, παντὸς παντοῖος, ἄλλος ἀλλοῖος καὶ τὰ ὅμοια· τὸ μέντοι ὅμοιος ὕστερον οἱ Ἀττικοὶ παρώξυναν. Μολοβρὸς δὲ ὁ ἀγύρτης καὶ μολῶν αὐτὸς εἰς βοράν· ὁποῖος καὶ ὁ γαστέρι μάργῃ διαπρέπων ἐν τοῖς ἑξῆς, οὗ περ οὐκ ἀπέοικε κείμενον παρὰ τῷ δειπνοσοφιστῇ τὸ, Ἡρακλῆς καὶ τὰ κάλα καὶ τοὺς ἄνθρακας κατέπινεν. Ἰστέον δὲ ὅτι μολοβρὸς καὶ παράγωγον αὐτοῦ μολοβρίτης δοκεῖ καὶ ἐπὶ συὸς λέγεσθαι. Ἀριστοφάνης γοῦν ὁ γραμματικὸς ἐν τῷ περὶ ὀνομασίας ἡλικιῶν εἰπὼν ὅτι τῶν ἀγρίων ὑῶν τὰ νέα οἱ μὲν κολόβρια, οἱ δὲ μολόβρια καλοῦσιν, ἐπάγει ὡς καὶ Ἱππώναξ τὸν ἴδιον υἱὸν μολοβρίτην που λέγει ἐν τῷ, κρέας ἐκ μολοβρίτου συός. τάχα δʼ ἄν, φησιν, ἐγγίζοι τούτῳ καὶ ὁ ἐν τῇ Ὀδυσσείᾳ εἴτε μολοβρὸς εἴτε μολαβρὸς, ὅν, φησι, Νεοπτόλεμος ἀναπτύσσων μολοβρὸν εἶπε τὸν ἐπὶ τὴν βορὰν ἐρχόμενον, ὃς εἴη ἂν πάντως καὶ ἀσυνθέτως βορὸς, ὁποίους πολλοὺς παραδιδοῦσα ἡ παλαιὰ ἱστορία συντάττει ἐκείνοις καὶ τοὺς κυνικοὺς, λέγουσα ὡς κακολόγοι εἰσὶ καὶ βοροὶ καὶ ἄνοικοι καὶ ἀνέστιοι. ἔνθα ὅρα τὸ ἄνοικοι ῥηθὲν σὺν τῷ ν καθʼ ὁμοιότητα τοῦ ἀνέστιοι. εἶεν δʼ ἂν βοροί τινες καὶ οἱ ὀψοφάγοι· ὧν προλάμπει Φιλόξενος ὁ κατʼ εὐχὴν δουλιχόδειρος, οὐ γεράνου τράχηλον ἁπλῶς εὐξάμενος εὐτυχῆσαι, ἀλλὰ τριῶν λάρυγγα πήχεων, ὅπως φησὶ καταπίνω πλεῖστον ὅτι χρόνον. Ἰστέον δὲ καὶ ὅτι μολοβρὸς παρά τισιν ὁ μονοβρὸς, ὅ πέρ ἐστι μονοφάγος, τροπῇ συνήθει τοῦ ν εἰς λ. ἡ βορὰ δὲ τοῦτον παράγει, οὐ μὴν τὸ βρῶ βρώσω κατὰ τὸ, θηγάνη σιδηροβρώς. Ἀμέγαρτος δὲ συβώτης ὁ εὐτελὴς καὶ ἄζηλος, ᾧ οὐκ ἄν τίς, φασι, φθονήσοι τοῦ συβωτεῖν. διὸ προϊὼν ἐρεῖ· ὦ ἀρίγνωτε συβῶτα, ἤγουν ὃν πάντες συβώτην οἴδασιν, ἢ, οὗ τὸ σεμνὸν γνώρισμα, τὸ συβώτην εἶναι, ἢ καὶ ἄλλως, ἀμέγαρτος συβώτης ὁ ἀχρεῖος καὶ διὰ τὴν ἀτεχνίαν ἀφθόνητος. Τὸ δὲ ἀνιηρὸν ἐπίτασις κακίας, εἴ περ πτωχὸς ὢν μὴ ἐλεεῖται, ἀλλὰ καὶ ἀνιᾷ. Δαιτῶν δὲ ἀπολυμαντὴρ ὁ τὰς δαῖτας διὰ λαιμαργίαν λυμαινόμενος, ἢ τὰ τῶν δαιτῶν λύματα, ὅ ἐστι καθάρματα, οἷον ψιχία καὶ εἴ τι τοιοῦτον, ἀποφερόμενος· ὁποῖος καὶ ὁ ἀκόλους αἰτίζων, ὡς μετʼ ὀλίγα ῥηθήσεται. καὶ ἄλλως δὲ εἰπεῖν, δαιτῶν ἀπολυμαντὴρ ὁ τὰ λύματα τῶν δαιτῶν διὰ σπόγγου αἴρων, ἢ δίκην σπόγγου. εἰς δὲ τὸν τοιοῦτον Ὁμηρικὸν τόπον παρασημαντέον εἰς ἔνδειξιν ἀπαραμίλλου Ὁμηρικῆς δεξιότητος τῶν Ἀθηναίου ταῦτα, ῥηθέντα κατά τινων πρὸς ὁμοιότητα τῶν ἐκ Μελανθίου πρὸς Ὀδυσσέα, οἷον, χωλὸς στιγματίας πολυγήραος ἶσος ἀλήτῃ ἦλθε κνισσοκόλαξ ἄκλητος, ζωμοῦ κεχρημένος. καὶ πάλιν· ἡδέως ἂν χόνδρου φάγοι τῶν ὀστρακίδων καὶ τῶν κοκάλων ἅλις ἔχοντας. ταῦτα καὶ ὅσα τοιαῦτα καλὰ μὲν κατὰ ὀψοφάγων, οὐ καλλίω δὲ τῶν Ὁμήρου, ὥς περ οὐδὲ τὸ, ὀψοφάγος εἶ καὶ κλισσολοιχός· ὃ πρὸς ὁμοιότητα εἴρηταί τινα τοῦ παρὰ τῷ Ἀριστοφάνει ματιολοιχοῦ. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ κοκάλων, κοινὸν μὲν ὂν τῇ χρήσει, κείμενον δὲ ἰδοὺ καὶ παρὰ σοφοῖς παλαιοῖς. ζήτει δὲ πῶς ἡ τῆς λέξεως ταύτης ἄρχουσα οὐκ ἐκ τείνεται κατὰ τὴν τοῦ Κρητὸς Κωκάλου, οὗ περ αἱ θυγατέρες τὸν περιᾳδόμενον Δαίδαλον ὤλεσαν. Τὸ δὲ φλιῇσι παραστὰς φλίψεται ὤμους ἢ θλίψεται, διχῶς γὰρ ἡ γραφὴ, περίφρασίς ἐστι τοῦ θλιβήσεται, ἐπεί περ οἱ πτωχοὶ προστριβόμενοι φλιαῖς καὶ προσκλινόμενοι ἢ καὶ ἐπʼ αὐτῶν βιαίως ἑλκόμενοι θλίβονται τοὺς ὤμους· ὁποῖόν τι δηλοῖ καὶ τὸ θύρας ἐκτρίβειν. ἴσως δὲ καὶ παρετυμολογεῖ τὴν φλιὰν, εἰπὼν φλιαῖς φλίψεται. ἡ δὲ λέξις Αἰολικὴ, ὡς τὸ φηρσὶ, καὶ τὸ φλᾶν· αὐτὸ μέντοι καὶ Ἀττικόν ἐστιν. Ἄκολοι δὲ οἱ σμικρότατοι καὶ ψιχιώδεις ψωμοὶ, εἴτουν πύρνα· ταυτὸν γὰρ πύρνον εἰπεῖν καὶ ψωμὸν κατὰ τὸν παραφράσαντα· οὓς οὐκ ἄν τις ἔχοι κολούειν ἤτοι κολοβοῦν, σμικροτάτους ὄντας. παλαιὸς δέ τις καὶ οὕτω φράζει· ἄκολος, μικρὸς ψωμὸς, μηκέτι κολούεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι. τοιαῦτα δέ τινα καὶ τὰ παρὰ τῷ Παυσανίᾳ ψώθια, ἅ περ ὑπερόπτων ἄρτων εἰσὶ θραύσματα ἢ τὰ ὑποκάτω τοῦ ἄρτου. τὰ δὲ τοιαῦτα ψώθια καὶ ἀτταράγους ἐκάλουν τινές. τούτων δὲ ἁδρότερον ὁ βλωμός. ἴσως δὲ ἀκολέῳ ἔοικε καὶ ὁ ἔγκαφος, ὃν ψωμὸν ἤγουν ἄρτου κόμματα οἱ παλαιοὶ ἑρμηνεύουσιν ἀπὸ τοῦ ἐγκάψαι, ὡς Εὔπολις· οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδʼ ἔγκαφος. χρῆσις δὲ τοῦ ἐγκάψαι, ὅ ἐστι φαγεῖν, καὶ ἰδιωτικῶς εἰπεῖν, χάψαι, καὶ παρὰ τῷ κωμικῷ. ἡ δὲ λέξις, ἀφʼ ἧς οἱ ἄκολοι γίνονται, παράγει καὶ τὸ κολόκυμα τὸ κωφὸν κῦμα, ὃ καὶ κόλον κῦμα διαλελυμένως λέγεται. ἐκεῖθεν δὲ καὶ κόλαφος παρὰ Ἐπιχάρμῳ. καὶ τὸ ἐκολάφισαν ἐντεῦθεν Παυσανίας φησίν. Ἀττικοὶ δὲ τὸν κόλαφον κόνδυλον φασὶ διὰ τοῦ δ, κόντυλος μέντοι εἶδος ὀρνέου. εἰ δὲ καὶ κόλον τροφὴν οἱ παλαιοί φασιν, ὅθεν ὁ βουκόλος, καὶ κοιλίαν τὴν τῆς τροφῆς δεκτικὴν, εἴη ἂν ἐντεῦθεν καὶ ἄκολος ψωμὸς ὁ ὀλιγοτρόφος. Ἰστέον δὲ πρὸς τοῖς εἰρημένοις καὶ ὡς εἰ μὲν στερητικόν ἐστι τὸ α ἐν τῷ ἀκόλους ἤγουν μὴ κολουομένους, ὡς προσεχῶς ἐγράφη, εἴη ἂν ἴσως μεῖζόν τι ὁ κόλλαβος, βλωμίδιόν τι κολούεσθαι δυνάμενον αὐτὸς ὢν, καθὰ δῆλον καὶ ἐκ τοῦ ἐνεκολάβισεν, ἤγουν δίκην κολλάβου κατέπιεν. εἰ δʼ ἴσως πλεονασμῷ τοῦ α γίνεται ἄκολοι, ἔχει τις εἰπεῖν, ὡς ταυτὸν δύνανται αὐτοῖς καὶ οἱ κόλλαβοι, περὶ ὧν ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται, ὅτι δοκοῦσιν οἱ Κίλικες, ἴσως μὲν οἱ Ὁμηρικοὶ, ἴσως δὲ ἕτεροι, οὐκ ἀγαθοῖς ἄρτοις χρῆσθαι. διὸ καὶ οἱ Κιλίκιοι ἄρτοι οὐκ ἔπαινον εἶχον, οἱ αὐτοὶ τοῖς κολλάβοις ὄντες. Πλάτων γοῦν ὁ κωμικὸς τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς καὶ, ὡς Ἄλεξις λέγει, φαιοὺς, Κιλικίους ὀνομάζει, λέγων· ἄρτους ἧκε πριάμενος μὴ τῶν καθαρύλλων ἀλλὰ μεγάλους Κιλικίους. ἐν τούτοις δὲ ὅρα τὸ καθαρύλλων ὑποκορισθὲν καὶ ῥηθὲν ἀντὶ τοῦ καθαρῶν. ἔτι δὲ καὶ τὸ μεγάλους, ὃ κωλύει ψωμίσκους τοὺς κολλάβους νοεῖν. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη κόλον ἡ τροφὴ, βούλονταί τινες καὶ τὸν κόλακα εἶναι· οὗ σύνθετον ψωμοκόλαξ, ὡς καὶ ψωμοκόλαφος δραπέτης. ἐκεῖθεν δέ, φασι, καὶ δύσκολος ὁ δυσάρεστος καὶ σικχός. εὕρηται δὲ καὶ ἡ ἁπλῶς τροφὴ ἄκολος λεγομένη, ὡς δηλοῖ Ἀθήναιος, ἔνθα λέγει, ὅτι σκώπτοντες οἱ παλαιοὶ τοὺς ἀλλαχόθι δηλωθέντας δεικηλιστὰς ὡς τὰ πολλὰ ἰδίως ὀνομάζοντας, προφέρουσι λέξεις ἐκείνων τοιαύτας· τὴν σηπίαν ὀπισθοτίλαν λέγουσι, τὸν ἀλεκτρύονα ὀρτάλιχον, τὸν ἰατρὸν σάκταν, βλέφυραν τὴν γέφυραν, τῦκα τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δὲ ἄκολον· ἔστι δʼ ἐν τούτοις ἔνθεσις μὲν ἡ τροφή· κωτιλὰς δὲ ἡ ὡς εἰπεῖν στωμύλη, καὶ καθʼ Ἡσίοδον εἰπεῖν αἱμύλη κωτίλλειν, σάκτας δὲ ὁ ὡς οἷον φορτωτὴς παρὰ τὸ σάττω· καὶ ἔστι χρῆσις σάκτου καὶ παρὰ τῷ κωμικῷ· ὀπισθοτίλα δὲ ἡ ὀπίσω τιλῶσα τὸν παρʼ αὐτῇ θολόν. ἄορας δὲ τὰς γυναῖκας λέγει παρὰ τὸ ἀείρω τὸ συζευγνύω, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, ἀμυνέμεν ὤρεσι, τουτέστι ταῖς γυναιξίν. ἄορ γὰρ, ἐκ τοῦ ἀείρω τὸ συζευγνύω, γενικὴ, ἄορος, καὶ πληθυντικὴ αἰτιατικὴ ἄορας, μετατεθεῖσα δὲ ἡ ἄορ ἐποίησε τὸ, ὄαρ ὄαρος, ὅθεν ὀαρίζειν καὶ ὀαριστής. ἕτεροι δὲ ἄορα γράφουσι χωρὶς τοῦ σίγμα, ἤγουν ξίφη, ὡς ἂν λέγῃ κατὰ μὲν τὴν πρώτην γραφὴν, ὅτι αἰτῶν οὐ μεγάλα τινὰ, οἷον γυναῖκας δμωὰς ἢ λέβητας, ὁποῖα τοῖς μεγάλοις ἀξίοις δίδονται, ἀλλὰ ἀκόλους τοὺς ῥηθέντας. κατὰ δὲ τὴν δευτέραν γραφὴν αἰτῶν οὐ ξίφη καὶ τάδε τινὰ τιμῆς ἄξια, ψωμοὺς δὲ βραχεῖς τινάς. καὶ ἔστι κἀνταῦθα προσφυὲς Ἐρετριέως Ἀχαιοῦ τὸ, πινῶντι δʼ ἀνδρὶ μάζα τιμιωτέρα χρυσοῦ τε καὶ ἐλέφαντος. Σηκοκόρος δὲ, ὡς νεωκόρος. σηκὸς δὲ ἡ μάνδρα τὸ παλαιὸν, παρὰ τὸ στήκω στηκὸς καὶ σηκός· ὅθεν καὶ σταθμοὶ αἱ τῶν ζῴων ἐπαύλεις. οἱ δὲ ὕστερον καὶ ἐπὶ ναοῦ ἔθεντο τὴν λέξιν, μὴ ἀπαξιώσαντες τοὔνομα, διὰ τὸ ἐν βωμῷ τοιαῦτα ζῷα ἐπὶ θυσίᾳ ἵστασθαι. Θαλλὸς δὲ ἢ πᾶν, φασὶ, τὸ ἐκ γῆς φυόμενον, ἢ φυλλὰς, ἢ κλάδος δένδρου. Ἀττικοὶ δὲ, ὥς που καὶ προεγράφη, ἐπὶ μόνης ἐλαίας τὴν λέξιν ἰδιάζουσιν. ἐρίφοις δὲ μάλιστα δοκεῖ δρέπεσθαι ὁ θαλλὸς, φίλος ὢν καὶ ταῖς τελείαις αἰξίν· ἐξ οὗ θαλλοῦ ἡ παλαιὰ λογιότης ὡρμημένη ἔσκωψε τοιοῦτόν τι. ἑταίρα, φασὶν, ἐπιφανὴς Νικὼ ἐπεκαλεῖτο αἲξ, διότι τὸν μέγαν ἐραστήν ποτε κατέφαγε Θαλλὸν τὸν κάπηλον. ἐκείνης δὲ καὶ λόγος ἀστεῖος φέρεται οὗτος. Πύθωνός τινος αὐτὴν μὲν ἀπολιπόντος, ἑτέραν δὲ παχεῖαν ἀναλαβόντος, εἶτα μεταπεμπομένου αὐτὴν, ἔφη, ὡς ὁ Πύθων, ἐπεὶ ἤδη τῶν ὑῶν ἐγένετο διάμεστος, ἐπὶ τὴν αἶγʼ οἷος ἐστὶν ἀνακάμπτειν πάλιν. Ὅτι δὲ ὁ Ἀττικὸς θαλλὸς ἐξαίρετος ἦν, ἀφʼ οὗ στέφανος Ἀθήνῃσι τοῖς νικηταῖς ἦν, ἡ ἱστορία καὶ αὐτὸ δηλοῖ. ἐκ δὲ τοῦ θαλλοῦ καὶ θαλλοφόρος παροιμιακῶς ὁ μηδὲν χρήσιμος ἀλλʼ ἢ βοσκήμασι θαλλὸν παραβάλλειν. Τοῦ δὲ φορῆναι, ὅ ἐστι φορεῖν ἤτοι φέρειν, φοραίνω τὸ θέμα, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ φόρημι, ὁμοίως τῷ κίχημι κιχῆναι, περὶ οὗ πρὸ ὀλίγων εἴρηται. Ὀρὸς δὲ καὶ νῦν τὸ ὑπολειπόμενον ὑδατῶδες ἐν τῇ πήξει τοῦ γάλατος. καὶ ἄλλως δὲ εἰπεῖν κατὰ τοὺς παλαιοὺς, ὑδατώδης καὶ ἐφθαρμένη ὑποστάθμη γάλατος· διʼ ἑνὸς δὲ ρ καὶ νῦν γράφεται. ὀροῦ δὲ ἀξιοῖ τὸν Ὀδυσσέα ὁ Μελάνθιος, ὡς μὴ δικαιῶν αὐτὸν πίνειν γάλατος. καὶ ἄλλως δὲ ἀγροτικὸν τὸ πόμα, ὡς καὶ ὁ Κύκλωψ ἐδήλωσεν. Ἐπιγουνὶς δὲ ὁ ἀνωτέρω τοῦ γόνατος τόπος, ὃν καὶ μύλην φασί τινες. χρῆσις δὲ ταύτης καὶ ἐν τῷ, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει, τουτέστιν εὐσαρκίαν, εὐεξίαν, ὡς ἐκ μέρους τὸ πᾶν δηλοῦσθαι. Τὸ δὲ ἔργα κάκʼ ἔμαθε, διπλάζει τὸ μῦ ἐν τῷ ἔμμαθε κατὰ τοὺς παλαιούς. δηλοῖ δὲ ἡ ἐνταῦθα ἔννοια, ὡς καθὰ ὁ ἀγαθὸς οὐ ῥᾷον ἀλλοιοῦται, ἐπεὶ μάθεν ἔμμεναι ἐσθλὸς, οὕτως οὐδὲ ὁ φαῦλος, ἐπεὶ ἔργα κάκʼ ἔμαθε. δυσαπόβλητοι γὰρ, ἔστι δʼ ὅτε καὶ ἀναπόβλητοι, ὥς περ αἱ ἀγαθαὶ ἕξεις, οὕτω δὴ καὶ αἱ φαῦλαι. Ὅρα δὲ ὅτι ἔργον ἐποίχεσθαι λέγει ἁπλῶς, τὸ ἀγαθὸν δηλαδή. ὡς τό γε μὴ τοιοῦτον οὐκ ἂν δίχα προσθήκης ἔργον λέγοιτʼ ἂν, ἀλλὰ δηλονότι κακὸν ἔργον. διὸ καὶ παρʼ Ἡσιόδῳ τὸ, ἔργον δʼ οὐδὲν ὄνειδος, ἐπʼ ἀγαθοῦ νοητέον, ἀκολούθως τῷ σοφῷ Σωκράτῃ, ὃς ἔχαιρε τῇ τοιαύτῃ τοῦ Ἡσιόδου γνώμῃ καὶ θαμὰ ἐξελάλει αὐτήν· εἰ καὶ οἱ κατήγοροι πονηροδιδάσκαλον ἐντεῦθεν αὐτὸν ἔσκωψαν, ὡς μηδενὸς ἔργου ἀπείργοντα τοὺς μαθητὰς, μήτε ἀγαθοῦ, φασὶ, μήτε κακοῦ. Ἰστέον δὲ ὅτι καὶ διʼ ἑνὸς μῦ γραφὲν τὸ ἔμαθεν ἐκτείνοι ἂν τὴν ἄρχουσαν διὰ τῆς ὀξείας κατὰ λόγον κοινῆς συλλαβῆς. Τὸ δὲ πτώσσων ἑρμηνεύων εὐθὺς αἰτίζων ἔφη. ἔστι δὲ πτώσσειν τὸ, ὡς πρὸ ὀλίγων ἔφη, πτωχεύειν. Τὸ δὲ βώσκειν ὡς ἐπὶ ἀλόγου ζῴου ἔφη, σκώπτων καὶ οὕτως. Γαστὴρ δὲ ἄναλτος ἡ ἀπλήρωτος καὶ μηδέ ποτε ἅλις ἔχουσα, ἢ ἀεὶ ἐν ταπεινώσει οὖσα καὶ μὴ ἀλδαινομένη, ὅ ἐστιν αὐξομένη ἐν τῷ κορέννυσθαι. Θεῖον δὲ τὸν Ὀδυσσέα ὁ Μελανθεὺς κατὰ συναρπαγὴν ἔοικε λέγειν. ἄλλως γὰρ σεμνὸν αὐτὸς οὐδὲν ὡς εἰς θεῖον ἄνδρα ἐκεῖνον ποιεῖ, μισῶν τοὺς τῷ υἱῷ Τηλεμάχῳ εὐνοοῦντας δούλους. ἴσως δὲ καὶ χρηστολογεῖ πρὸς δεῖξιν τοῦ μὴ λοίδορος εἰς τὸ πᾶν εἶναι. Σφέλα δὲ ἢ βελῶν ἐντινάγματα δυνάμενα σφῆλαι, ὅ ἐστιν ἐμποδίσαι καὶ μετακινῆσαι, ἢ τὰ ἁπλῶς ὑποπόδια, παρὰ τὸ ἐσφηνῶσθαι, ὥς φασιν οἱ παλαιοί. καὶ τοῦτο οὕτω νοοῦντες φασὶ τὸ, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι βαλλόμενοι, δηλοῦν, ὅτι πολλὰ σφέλα κατὰ σκοπὸν μὲν ἀμφὶ τὸ τοῦ Ὀδυσσέως κάρη πεμπόμενα, τῇ δὲ τοῦ Ὀδυσσέως παρεκκλίσει ἐνσκήπτοντα ταῖς αὐτοῦ πλευραῖς, ἀποτρίψουσιν αἱ οὕτω πληττόμεναι πλευραί. ἀστείως δὲ ἔφρασεν ὡς τὰ σφέλα αἱ πλευραὶ ἀποτρίψουσι καὶ οὐχὶ αὐτὰ τὰς πλευρὰς, διὰ τὸ δῆθεν στερεωτέρας εἶναι τὰς πλευράς. ὡς εἴ τίς, φασιν, εἴπῃ, πολλὰς μάστιγας ὁ νῶτος κατέτριψεν. ἔτι δὲ καὶ ἄλλως ἑρμηνεύουσιν, ὅτι πολλὰ σφέλα, τουτέστιν ὑποπόδια ἢ καὶ ἁπλῶς βέλη τὰ διʼ ὀστῶν ἢ ξύλων ἢ τοιούτων τινῶν, ἀμφὶ κάρη αἰρόμενα, τὸ τῶν βαλλόντων δηλαδὴ, ἀποτρίψουσιν αἱ τοῦ ξένου πλευραὶ, ὡς τῶν βαλλόντων ὑπὲρ κεφαλῆς αἴρειν εἰωθότων τὰς χεῖρας διὰ τὸ τῆς βολῆς ὑψόθεν γενναιότερον ὅτε πέμπειν εἰσβολὴν αὐτὰ μέλλοιεν. ἕτεροι δὲ ἀμφικαρῆ γράφουσιν ἐν ἑνὶ μέρει λόγου καὶ περισπωμένως, ἵνα ᾖ σφέλα, τουτέστιν ὑποπόδια ἀμφικαρῆ, τὰ ἀμφικέφαλα, ὡς οἷον κεφαλὰς ἀμφοτέρωθεν ἔχοντα τὰς ἐν αὐτοῖς ἐξοχὰς καὶ λαβάς. οἱ δʼ αὐτοὶ γράφουσι καὶ πλευρὰς ἀποτρίψουσι, σαφέστερον μὲν οὕτω ποιοῦντες κατὰ πᾶσαν σύνταξιν, πλὴν ταπεινότερον καὶ μὴ ἐμφαντικῶς, ἵνα νοῇ ἡ τοιαύτη γραφὴ, ὅτι πολλὰ σφέλα ἀμφικαρῆ τρίψουσι τὰς τοῦ πτωχοῦ πλευράς. Ἰστέον δὲ ὅτι σφέλας καὶ ἐπὶ νηὸς λέγεται. φησὶ γοῦν Παυσανίας, ὅτι ἐπισφελίτης ὁ θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δέ, φησιν οὗτος, τὴν ἄνω ἕδραν, τὴν δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος, ὃ καὶ θαλάμαξ παρὰ τῷ κωμικῷ. Τὸ δὲ βαλλομένοιο ἀντὶ δοτικῆς κεῖται, ὀρθότερον βαλλομένῳ εἶναι πρὸς τὸ, πολλά οἱ σφέλα πλευρὰς ἀποτρίψουσι. πέφρασται δὲ οὕτως διά τε τὴν τῆς γενικῆς καὶ δοτικῆς συγγένειαν, καὶ διότι, ὡς καὶ ἐν ἄλλοις φαίνεται, οὐκ οἶδε σολοικισμὸν ποιεῖν γενική. Τὸ δὲ λὰξ ἔνθορεν ἰσχίῳ, ἀντὶ τοῦ τῷ λήγοντι τοῦ ποδὸς μέρει τῷ πρὸς τοῖς δακτύλοις ἔκρουσε τὸ ἰσχίον πρὸς τῷ γλουτῷ, ἵνα ἡ ποιητικὴ πλάσις ἄκραν ἀπαιδευσίαν οὕτω καὶ ὡς αὐτή φησιν ἀφραδίαν κατηγορήσῃ τοῦ Μελανθέως. τὸ δὲ τοιοῦτον καὶ ῥαθαπυγίζειν λέγεται παρὰ τῷ κωμικῷ. ἔστι γάρ, φασι, ῥαθαπυγίζειν τὸ πλατεῖ ποδὶ εἰς τὴν ἰσχία ῥαπίζειν, ἴσως δὲ καὶ τὸ, ποτὶ πυγὰν ἅλλεσθαι, τοιοῦτόν τι δηλοῖ, κείμενον παρὰ τῷ κωμικῷ· εἰ καὶ ἄλλως ὡς γυμνάσματος εἶδός τι ἐκεῖνο αὐτὸ παραλαλεῖ. Τὸ δὲ ἐκ θυμὸν ἕλοιτο, περίφρασίς ἐστι τοῦ φονεύσοι. Τὸ δὲ ἀμφουδὶς, οὐδὲν διαφέρει τοῦ, ἄμφʼ οὖδας, πλὴν ὡς αὐτὸ ἐπίῤῥημά ἐστιν ἐκεῖθεν παραχθέν. λέγει δὲ ἀμφουδὶς ἐρεῖσαι τὸ πρὸς τῇ γῇ ῥῖψαι, καὶ ἔστι ταυτὸν τῷ πρὸς γῆν ἐλάσαι. εἰ δὲ γράφεται ἀείρας, εἴη ἂν ὁ νοῦς τοιοῦτος, ὡς ἐβουλεύσατο Ὀδυσσεὺς ἢ ἀνέλοι τὸν κακὸν, ἢ ἀείρας ἀμφουδὶς, τουτέστιν ἐκ γῆς, πρὸς γῆν αὖθις ἐλάσειε τὴν ἐκείνου κεφαλὴν, ἢ καὶ ἄλλως· ἀείρας βάλῃ τὴν κεφαλὴν πρὸς γῆν ἀμφουδὶς, κατὰ μίαν ἀμφοῖν τῶν λέξεων ἐκ παραλλήλου ἔννοιαν. Τοῦ δὲ ἐπετόλμησεν ἑρμηνεία τὸ, φρεσὶ δʼ ἔσχετο. καὶ ἔστι ταυτὸν τῷ, ἔτλη καὶ ἔμεινεν. Ὅτι Ὀδυσσεὺς μὲν καὶ παιχθεὶς καὶ λὰξ ἐμποδηθεὶς, ὡς ἐῤῥέθη, τὸ ἰσχίον ἔτλη, μηδὲν μηδὲ εἰπὼν, οἷα διόλου τλήμων, ὁ δὲ συβώτης ὑπερπαθῶν τοῦ ξένου νείκεσσεν ἐσάντα ἰδὼν, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών· νύμφαι κρηναῖαι, κοῦραι Διὸς, περὶ ὧν καὶ ἐν ἄλλοις λέλεκται, εἴ ποτʼ Ὀδυσσεὺς ὑμῖν ἐπὶ μηρία ἔκηε καλύψας πίονι δημῷ, τουτέστι λίπει, ὅ περ ὅμοιον ἔχει νοῦν τῷ, κατά σε κνίσσῃ ἐκάλυψε, δημῷ δὲ ἀρνῶν ἠδʼ ἐρίφων, τοιαῦτα γὰρ νύμφαις ἐθύοντο ὡς θαλεραῖς νεαρὰ, ἔλθοι μὲν κεῖνος ἀνὴρ, ὃ κατʼ ἐξοχὴν ἄρτι τὸν Ὀδυσσέα δηλοῖ, ἀγάγοι δέ ἑ θεὸς, τῷ κέ τοι, τουτέστιν οὕτως ἄν σοι, ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, ἃς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ κατὰ ἄστυ. αὐτὰρ μῆλα, τουτέστι τὰ ὑπὸ σὲ θρέμματα, τὰς αἶγας δηλαδὴ, κακοὶ φθείρουσι νομῆες. Καὶ ὅρα ὅπως ὁ εὔνους Εὔμαιος αἰτιᾶται Μελανθίου τὸ αἰπόλον ὄντα, ἀγλαΐας φέρειν καὶ θέλειν ἀστικὸν εἶναι ἀεὶ, ὥς περ ἄν τις ἐξ ἀντιστρόφου ποτὲ καὶ τὸν ἀστικὸν αἰτιάσηται ἀεὶ πλανώμενον κατʼ ἀγροὺς, πλάνης ἐνταῦθα νοουμένης τῆς ἔξω τῶν οἰκείων ἔργων διατριβῆς. ἡ δὲ ῥηθεῖσα τοῦ Εὐμαίου εὐχὴ ἔσται ποτὲ οἰκεία ῥηθῆναι ἐπὶ ὑπηρέτου, ὃς ἀφραίνει τοῦ δεσπότου ἀπόντος. καὶ οὕτω μὲν ὁ Εὔμαιος, πορισάμενος τὴν εὐχὴν εὐφυῶς ἀπὸ τοῦ ἱεροῦ ἄλσους, ἔνθα Μελάνθιος ἠφρονεύσατο. ὁ δὲ Μελάνθιος οὐκέτι ὡς μόνον ἀγλαὸς, ἀλλʼ ὡς καὶ δεσπότης προσενεχθεὶς τῷ Εὐμαίῳ καὶ σκώψας πρῶτον, εἶτα καὶ ἀπειλησάμενος, εὔχεται καὶ αὐτὸς ὡς αὐτῷ ἐδόκει. φησὶ γοῦν· ὦ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδὼς, ὅν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἄξω τῆλε Ἰθάκης, ἵνα μοι, ὡς οἷα δοῦλος, ἀλλὰ μὴ σύνδουλος, βίοτον πολὺν ἄλφοι, τουτέστιν εὑρήσοι. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ὡς Ὀδυσσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. Καὶ ὅρα ὡς ταχὺ ὁ κακὸς Μελάνθιος τοῦ θείου Ὀδυσσέως ἐπελάθετο. ἴσως γὰρ ὡς ἤδη τεθνεῶτι ἥρωϊ ἐκείνῳ ἐπιλέγει τὸ θεῖον. εἰ γὰρ ἐπίστατο ζῆν, ἠρᾶτο ἂν καὶ κατʼ ἐκείνου. Ἰστέον δὲ ὅτι ἔστι τὸν σοφὸν Ὀδυσσέα ἐν τῇ τοῦ Μελανθίου εὐχῇ χαρῆναι, πορισάμενον μαντικῶς φήμην ὑπὲρ ἑαυτοῦ ἀγαθὴν ἐν τῷ, αἲ γὰρ Τηλέμαχον βάλοι Ἀπόλλων σήμερον, ὡς Ὀδυσσεὺς τηλοῦ ὤλετο. ἐρεῖ γὰρ ἀκούων δεξιῶς, ὡς ἀλλὰ μὴν οὐκ ὤλετο Ὀδυσσεὺς, οὐδʼ ἄρα ἡ τοῦ Μελανθίου κατὰ τοῦ Τηλεμάχου εὐχὴ ἐντελὴς ἔσται. Κύνα δὲ τὸν Εὔμαιον καλεῖ ὁ Μελάνθιος, οἷα δυσανασχετῶν εἰ τολμᾷ τὸν οὕτως ἀγλαὸν ὑβρίζειν. Τὸ δὲ βίοτον πολὺν ἄλφοι, ταυτόν ἐστι τῷ, ὦνον μυρίον ἄλφοι, ὃ πρὸ ὀλίγων ἐῤῥέθη διὰ τὸν μικρὸν Εὔμαιον. Ἡ δὲ τοῦ Ἀπόλλωνος βολὴ κατὰ τοῦ Τηλεμάχου αἰφνίδιον δηλοῖ θάνατον, ὡς δῆλον καὶ ἐκ τοῦ σήμερον. Ἰστέον δὲ ὅτι τὴν τοῦ Μελανθίου ἀγλαΐαν αὐτίκα δηλώσει εὐθὺς, καὶ τὸ μετὰ μνηστῆρσι καθίζειν αὐτὸν ἀντίον Εὐρυμάχου, τὸν γὰρ φιλέεσκε μάλιστα, καὶ μοῖραν δὲ αὐτῷ ἐξαίρετον τίθεσθαι. ὡς δὲ καὶ ὁρμητίας ἦν, δῆλον ἐκ τοῦ τὸν μὲν Εὔμαιον καὶ τὸν ξένον ἡσυχῇ προϊέναι, τὸν δὲ μάλα ὦκα βαίνοντα δόμους ἱκάνειν ἄνακτος. Ὅτι ἐγγίσας Ὀδυσσεὺς τοῖς αὐτοῦ δώμασι γνωρίζει μὲν, ἄλλως αὐτὰ ὡς ἤδη πάλαι πεπειραμένος, πρὸς μέντοι τὸν Εὔμαιον γινώσκειν αὐτά φησιν ἐκ τοῦ πολλοὺς ἐκεῖ δαίνυσθαι, ὅ περ ἡ ἀναδιδομένη κνίσσα δηλοῖ, καὶ ἐκ τῆς τῶν δόμων δὲ καλλονῆς, καὶ ἐκ τῆς φόρμιγγος δέ. φησὶ γὰρ ὁ ποιητὴς οὕτω· περὶ δὲ σφέας ἤλυθεν ἰωὴ φόρμιγγος γλαφυρῆς, τουτέστιν ἠκούσθη ἡ φόρμιγξ· τοῦτο γὰρ δηλοῖ τὸ περιελθεῖν αὐτοὺς τῆς φόρμιγγος βοήν. ἀνὰ δὲ σφίσι βάλλετʼ ἀείδειν Φήμιος. τί δέ ἐστι τὸ ἀναβάλλεσθαι, προγέγραπται. Ὀδυσσεὺς δὲ χειρὸς ἑλὼν συβώτην προσέειπεν· Εὔμαιε, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος, ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. ἐξ ἑτέρων ἕτερά ἐστιν· ὅ ἐστιν, οὐ μονόστεγα, ἀλλʼ ὑπερῷα, ὁποῖοι καὶ οἱ πρὸ βραχέων ὑψηλοὶ δόμοι τοῦ Νέστορος· ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι. θύραι δʼ εὐεργέες ἢ εὐερκέες εἰσὶ, δικλίδες, ὅ ἐστι δύο. οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο, τουτέστιν οὐδεὶς τὸν τοῖχον ὑπερηφανήσῃ, ὡς οἱ παλαιοί φασιν, ἢ διʼ ὑπεροπλίαν βλάψῃ. ἔπαινος δὲ ταῦτα οἴκου ὡς ἐν ἐκφράσει. Δύναται δὲ τὸ μιν ἐνταῦθα καὶ ἐπὶ τοῦ οἴκου συνήθως νοηθῆναι, καὶ ἐπὶ τῶν θυρῶν δὲ, εἰ καὶ μὴ πάνυ συνήθως. εἰσὶ γὰρ καὶ τοιαῦται πληθυντικαὶ χρήσεις, καὶ μάλιστα τῆς νιν ἀντωνυμίας. εἶτα ἐπάγει πιθανῶς Ὀδυσσεὺς, ὅτι γινώσκω δὲ, διότι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται ἄνδρες. ἐπεὶ κνίσση μὲν ἀνήνοθεν ἢ ἐνήνοθε, τουτέστιν ἀναβαίνει, ἀνέρχεται. ἐν δέ τε φόρμιγξ ἠπύει, ἣν ἄρα δαιτὶ θεὸς ποίησεν ἑταίρην. καὶ τοῦτο μὲν ἐνταῦθα. ἐν δὲ ἑτέροις συνήορον λέγει αὐτὴν τῇ δαιτὶ, ὅ ἐστιν συνεζευγμένην. ἀλλαχοῦ δὲ τὴν μολπὴν καὶ τὴν φόρμιγγα δαιτὸς ἀναθήματα φησίν. Ὁ δὲ τοῖχος καὶ ἕρκος λέγεται. Περὶ δὲ θριγκῶν προείρηται, οὓς ἐνταῦθα πληθύνει διὰ τὸ τοῦ τοίχου μέγεθος. Περὶ δὲ δικλίδων δηλοῖ σαφῶς ἡ Ἰλιάς. Ἡ δὲ κνίσσα κοινότερον μὲν διὰ δύο σίγμα γράφεται· Ἡρῳδιανὸς δὲ ἐθέλει ἀπὸ μέλλοντος αὐτὴν γενομένην τοῦ κνίζω κνίσω, διʼ ἑνός τε γράφεσθαι σ καὶ ἔκτασιν λαβεῖν τοῦ ι. δηλοῖ δέ, φησιν, ἡ κνῖσα τὴν κατʼ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, προσίζουσαν. προσηγόρευται δὲ καὶ ἐπίπλους, εὖ μάλα, φησὶ, καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Τοῦ δὲ ἀνενήνοθεν ἡ παραγωγὴ ἐν τῇ Ἰλιάδι κεῖται ἐν τῷ, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη. Ὅτι φρονίμῳ ἀνδρὶ ἐπιλεχθήσεται καὶ ἀγχίνῳ τὸ, ῥεῖ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσι ἀνοήμων. βουλῆς δὲ ἴδιον τὸ, ἀλλʼ ἄγε δὴ φραζώμεθα, ὅπως ἔσται τάδε ἔργα. Εὐμαίου δὲ τοῦτο λόγος, ἐθέλοντος βουλὴν θέσθαι τοῦ ποιητοῦ ὡς ἐν λόγῳ προκατασκευῆς, ἢ πρῶτος Ὀδυσσεὺς εἰσελθὼν δύσεται μνηστῆρας κατὰ τὸ, ἀνδρῶν δυσμενέων δύσετο πόλιν, αὐτὸς δὲ ὑπολείψεται αὐτοῦ, ἢ Ὀδυσσεὺς μὲν ἐπιμενεῖ, αὐτὸς δὲ εἶσι προπάροιθεν, ὃ καὶ ποιήσει ὁ Εὔμαιος, εἰπὼν μὴ χρῆναι βραδύνειν μηδὲ τὸν Ὀδυσσέα. ἐρεῖ γάρ· μηδὲ σὺ δηθύνειν, ὅ ἐστι βράδυνε, μή τίς σε ἔκτοσθε νοήσας ἢ βάλῃ ἢ ἐλάσῃ· τάδε σε φράζεσθαι ἄνωγα. καὶ Ὀδυσσεὺς εἰπὼν, ὡς καὶ ἀλλαχοῦ κεῖται, γινώσκω, φρονέω, τάδε δὴ νοέοντι κελεύεις, καὶ ἐπικρίνας τὸν Εὔμαιον προεισελθεῖν, αὐτὸς ὑπολείψεσθαί φησιν αὐτοῦ. Ἰστέον δὲ ὅτι τὸ, ἠὲ σὺ πρῶτος εἴσελθε δόμους εὖ ναιετάοντας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ, εἰ δʼ ἐθέλεις ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθεν, οἰκεῖον ὅτε τινὲς μὴ ὁμοῦ κρίνοιεν εἰσελθεῖν που, ὡς δέον ὂν καθʼ ἕνα τοῦτο γενέσθαι. Τὸ δὲ ἢ βάλῃ ἢ ἐλάσῃ, τουτέστιν ἐγγὺς τύψῃ, διαφορὰν συνήθη δηλοῦσι· δῆλον δὲ ὅτι τὸ βαλεῖν οὐ μόνον τοῦ ἐλάσαι διαφέρει, ἀλλὰ καὶ τοῦ τύψαι καὶ τρῶσαι καὶ οὐτάσαι καὶ πλῆξαι. διὸ καὶ Ὀδυσσεὺς ὡς ἶσον τιθεὶς τὴν πληγὴν τῇ ἐλάσει ἐπάγει εὐθὺς, ὅ περ ἄν τις εἴπῃ ἀνὴρ πολυπαθὴς, εἰπών· οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων. τολμήεις μοι θυμὸς, ἐπεὶ κακὰ πολλὰ πέπονθα κύμασι καὶ πολέμῳ. μετὰ καὶ τόδε τοῖσι γενέσθω. διὸ καὶ τλήμων καὶ ταλασίφρων καὶ πολύτλας λέγεται. εἶτα, ὡς πτωχῷ πρέπον, λαλεῖ γνωμικῶς περὶ γαστρὸς οὕτω· γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, τουτέστιν, οὐκ ἔστιν ἀνεξέλεγκτον σχεῖν, ἐκφαίνει γὰρ ἑαυτὴν, οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν, ὁποία δή τις καὶ ἐν Ἰλιάδι ἑρμηνεία τοῦ, μῆνιν οὐλομένην, ἣ μυρία ἔθηκεν ἄλγεα. εἶτα καὶ ὡρισμένον μέγα κακὸν τῆς γαστρὸς ἐπάγων φησί· τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται πόντον ἐπʼ ἀτρύγετον κακὰ δυσμενέεσσι φέρουσαι, πειρατικαὶ δηλαδὴ αὗται, κακὸν μέγα γαστρὸς ἕνεκα ἐπινοηθέν. τὸ γὰρ ἑτέρως ναυτίλλεσθαι οὐκ ἂν εἴη ψεκτέον κατὰ κοινωνίαν ἀνθρωπίνην ἐπινοηθέν. δυσμενεῖς δὲ οὐ μόνον τοὺς πολεμουμένους δηλοῖ, ἀλλὰ καὶ τοὺς πειρατὰς, οἳ τὰς ψυχὰς, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον φάγοιεν. λέγει δὲ καὶ μετʼ ὀλίγα· γαστρὸς ἕνεκα λυγρῆς, οὐλομένης, ἣ πολλὰ κακὰ ἀνθρώποις δίδωσι. καὶ ἐν ἄλλοις· οὕνεκα οὐλομένης γαστρὸς ἄλγεʼ ἔχουσι. καί· ἀλλά με γαστὴρ ὀτρύνει κακοεργός. καὶ ἐν τῇ η ῥαψῳδίᾳ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον καὶ τὰ ἑξῆς. Ὅτι ποικιλίαν τινὰ γλαφυρὰν Ὅμηρος ἐνταῦθα καὶ διὰ τοῦ Ἄργου κυνὸς ἐπινοεῖται. ἀνομοειδής τε γὰρ τοῖς φθάσασιν ἡ περὶ αὐτοῦ γραφὴ, καί τινα ζωϊκὴν ἱστορίαν ἔχει, καὶ κυνὸς ἔπαινον, καὶ σημείου δὲ ἀγαθοῦ τῷ Ὀδυσσεῖ ἔμφασιν. εἰ δέ τι καὶ πάθους ἔχει πρὸς τῇ γλυκύτητι, αὐτὸ δηλώσει, ἔνθα Ὀδυσσεὺς εἰς δάκρυον προκληθήσεται διὰ τὸν κύνα· οὗ περ καθά τι κύριον τὸ Ἄργος, ὁμωνύμως τῷ παλαιῷ ἥρωϊ, λεχθὲν παρὰ τὸ ἀργὸν ἐν διαφορᾷ τόνου διὰ τὴν διάφορον σημασίαν, ἵνα ἢ κατʼ εὐφημισμὸν Ἄργος κληθείη ὁ ἄλλως ταχὺς, ἢ διὰ χρῶμα λευκὸν, ἐφʼ ὧν τὸ ὀξύτονον ὁ ἀργὸς λαμβάνεται. φράζει δὲ ὁ ποιητὴς οὕτως· ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, ἤγουν ἀνέσχεν, ἀνήγειρεν, ὤρθωσεν, Ἄργος Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς θρέψε μὲν οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον, τουτέστιν ἦγον, νέοι ἄνδρες, αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς. δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες. ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραϊστέων. δὴ τότε γʼ ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐκ ἐκ τῆς θέας ὡς εἰκὸς, ἠλλοίωτο γὰρ τὴν μορφὴν, ἀλλʼ ὡς ἰχνευτὴς ὀξύτητι ὀσφρήσεως, ᾗ, φασὶ, καὶ ἐν νυκτὶ διακρίνει τὸ οἰκεῖον τοῦ ἀλλοτρίου· ἢ καὶ ἄλλως, ἐπεὶ ἀνθρώποις Ἀθηνᾶ τὸν Ὀδυσσέα ἐπέκρυψεν, ἀλλοιώσασα οὐ μὴν καὶ ἀλόγοις ζῴοις· ἄγε γάρ, φησιν, ἄγνωστόν σε τεύξω πᾶσι βροτοῖς· οὕτω δὲ ἡ αὐτὴ Ἀθηνᾶ Τηλεμάχῳ μὲν ἐπικρύπτει ἐν τοῖς ἀγροῖς αὐτὴν, οἱ δὲ κύνες εἶδον. ὡς τοίνυν ὁ κύων ἔγνω τὸν Ὀδυσσέα, οὐρῇ μὲν ἔσῃνε καὶ οὔατα κάββαλεν ἄμφω· ὃ δὴ χαρακτὴρ τοῖς τοιούτοις φιλίας ἐστίν· ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν, αὐτὰρ ὃ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον· ἄφαρ δʼ ἐρεείνετο μῦθον, ἢ μύθῳ, ὡς οἷον δῆθεν ἀγνοῶν· Εὔμαιε, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ. καλὸς μὲν δέμας ἐστὶν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα, εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, ἢ αὕτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν γίνονται, ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες. ὁ δὲ συβώτης, εἰ τοιόσδε, φησὶν, εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεὺς, αἶψά κεν θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅ,ττι ἴδοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο· τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι, διὸ καὶ ἀπόθεστος ἐῤῥέθη. εἶτα ἐπιπλέκων γνωμικὸν περὶ δούλων φησί· δμῶες δʼ, εὖτʼ ἂν μηκέτι ἐπικρατέωσιν ἄνακτες, οὐκέτʼ ἔπειτα ἐθέλουσιν αἰνέσιμα ἐργάζεσθαι· ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται θεὸς ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν, ἀρετὴν λέγων ἄρτι τὴν εἰς τὰ ἔργα σπουδὴν μετὰ προαιρέσεως, ἧς δοῦλοι στέρονται ἀφαιρουμένου αὐτὴν θεοῦ τοῦ δουλώσαντος, οἵ τε ἄλλοι κοινῶς καὶ μάλιστα ὧν οὐκ ἐπικρατέουσιν ἄνακτες· ὃ καὶ ἐπὶ Τηλεμάχου γίνεται, ὃς οὔτε ἀνδρῶν ἐπικρατεῖ διὰ νεότητα, οὔτε γυναικῶν ἄρχει, ἐπεί περ ἡ μήτηρ οὐκ εἴα σημαίνειν αὐτὸν γυναιξίν. ἐν οἷς συλλογιστέον, ὅση καὶ οἵα ἡ τῶν δούλων ἀμέλεια, ὅτε μὴ καλῶς ἐπικρατοῦνται. εἰ γὰρ τῷ ἁπλῶς δούλῳ τὸ ἥμισυ τῆς ἀρετῆς ἀφαιρεῖται, πολὺ πλέον ἀφαιρεῖται τοῦ μὴ ἔχοντος ἄρχοντα καλῶς ἐπιστατοῦντα. καὶ οὕτω μὲν ὁ Εὔμαιος εἰπὼν εἰσῆλθεν. Ἄργον δʼ αὖ κατὰ μοῖρα ἔλαβε μέλανος θανάτοιο αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ. Καὶ ὅρα τὴν ἱστορίαν ἐπὶ πόσον ὁ Ἄργος ἐξήρκεσε ζῶν. ὑπὲρ εἴκοσι γὰρ ἔτη, ὡς ὁ ποιητὴς ἐπίτηδες παρεσημῄνατο. Ὅτι δὲ καὶ εἰκοσιτέσσαρα ζῶσιν ἔτη κύνες, ἱστόρησαν οἱ μεθʼ Ὅμηρον. φασὶ δὲ οἱ παλαιοὶ ὡς τέθνηκεν οὕτω ταχὺ ὁ Ἄργος ὑφʼ ἡδονῆς τῆς ἐπὶ τῷ ἀναγνωρισμῷ, σμικρὰ γάρ τοι ῥοπὴ εὐνάζει κατὰ Σοφοκλῆν τὰ παλαιὰ σώματα, ὅπου γε καὶ τῶν ἰσχυρῶν πολλάκις περιγίνονται ὥς περ σφοδραὶ λῦπαι, οὕτω καὶ ἡδοναί. τὸ δὲ πρᾶγμα καὶ σύμβολον ἦν, ὡς ἐῤῥέθη, αἴσιον τῷ Ὀδυσσεῖ. λευκὸς μὲν γὰρ ἴσως ἦν ὁ κύων, ὡς καὶ προεγράφη. πᾶν δὲ λευκὸν χρηστὸν σύμβολον. ὡς δὲ καὶ κύων καὶ ἀσθενὴς διὰ γῆρας καὶ ἅμα τῇ τοῦ Ὀδυσσέως θέᾳ θανὼν, τὸ τῶν μνηστήρων ἐδήλου ἀναιδὲς καὶ ἀσθενὲς καὶ ὠκύμορον, εἰ καὶ ἄλλως χρησταῖς ἐλπίσιν ἔσαινον ἑαυτούς. τρεῖς δέ ποτε ἀρεταὶ κυνὸς εἶναι δηλοῦνται τῷ Ἄργῳ, ταχυτὴς καὶ ἀλκὴ καὶ τὸ ἴχνεσι περιειδέναι. Δακρύειν δὲ τὸν Ὀδυσσέα πλάττει οὐκ ἀπιθάνως ὁ ποιητὴς ἐν τοιούτῳ τόπῳ τῆς κατὰ τὸν Ἄργον διηγήσεως, ἐπεὶ καὶ ἄλλως ἑτοιμόδακρυ τὸ ἡρωϊκὸν φῦλον. καὶ ἡ παροιμία δὲ, ἀγαθοὶ δʼ ἀριδάκρυες ἄνδρες, φησίν. Ἰστέον δὲ ὅτι κύων Ὀδυσσέως κοινότερον ὁ Ἄργος λέγεται, ὡς εἰ καὶ κτῆμά τι, οἷον, ἂν δὲ κύων Ἄργος Ὀδυσσῆος· καὶ μετʼ ὀλίγα, καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. οὕτω καὶ βόες Γηρυόνου λέγονται καὶ Ἀχιλλέως ἵπποι καὶ ὅσα τοιαῦτα. ὅθεν λαβόντες οἱ πολλοὶ καὶ ἄνθρωπόν τινα τοῦ δεῖνος φασί. Τὸ δὲ ἀνέσχε κεφαλὴν ἐγρηγόρσεως σημεῖον, ὥς περ αὖ πάλιν ἀνέσεως φιλικῆς τὸ οὔατα καββαλεῖν ἄμφω, καθὰ εἴρηται. Τὸ δὲ ἀπόνητο, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀρχαῖον ἐστὶν Ἀττικόν. τὸ γὰρ ἀπώνατο ὕστερον. Αἶγας δὲ ἀγροτέρας πρὸς διαστολὴν τῶν ἡμέρων φησὶν, ἵνα εἶεν, ὡς ἐκ τοῦ ἀγρὸς ὁ ἄγριος κατὰ τὸ Αἰτωλὸς Αἰτώλιος, οὕτω καὶ ἀγρότεραι ἀγριώτεραι. οὐκ ἄδηλον δὲ ὅτι καὶ ἐλάφους ἀγροτέρας οἶδεν ὁ ποιητὴς, καὶ ἡμιόνους δὲ, ὡς ἡ Ἰλιὰς δηλοῖ. ἡ δὲ Ἀττικὴ ἱστορία καὶ Ἄρτεμιν ἀγροτέραν παραδίδωσιν, ὡς καὶ ἡ κωμῳδία δεδήλωκε. Πρόκες δέ, φασι, δορκάδων εἶδος, ἢ ἐλάφων ἔκγονα νεογνὰ παρὰ τὸ προκίειν, ἢ παρὰ τὸ προΐξεσθαι. ὅθεν ἡ πρόξ· ταχεῖα γάρ. ὁ δὲ λαγωὸς εἰ μὲν ἐκ τοῦ λαγὼς ἐκτεταμένου δισυλλάβου γίνεται, πλεονασμὸν ἔχει τοῦ ο μικροῦ· εἰ δʼ ἐκ τοῦ ἑτέρου τοῦ συστέλλοντος τὴν λήγουσαν, ἐπεντεθῆναι δοκεῖ τὸ μέγα ω πρὸς ἀναλογίαν τοῦ κολωὸς καὶ τῶν ὁμοίων. φασὶ δὲ Ἰωνικὸν εἶναι τὸ λαγὼς δισύλλαβον μακροκατάληκτον, οἱ δʼ ἄλλοι λαγὸν, δηλαδὴ διὰ τοῦ ο μικροῦ, ὡς ἀπὸ τοῦ λάω τὸ βλέπω. καὶ εἰσὶ καὶ πληθυντικὰ τούτου, ὡς δηλοῖ Ἀθήναιος. ἐκ δὲ τοῦ τοιούτου καὶ Λάγος τὸ κύριον, ὁμοίως τῷ, ἀργὸς Ἄργος. Ὅμηρος δέ, φασι, λαγωὸν λέγει ἴσως διὰ τὸ μέτρον. ἔστι δὲ καὶ θαλάσσιος λαγώς. λέγεται δὲ καὶ κρέα λαγῷα μὲν παρὰ τὸν ἐκτεταμένον λαγὼν, λάγεια δὲ παρὰ τὸν ἕτερον. οὐ γίνεσθαι δέ φασιν ἐν Ἰθάκῃ λαγωόν. διὸ καὶ τὴν ῥηθεῖσαν θήραν αἰγῶν καὶ προκῶν καὶ λαγωῶν κατὰ τὴν ἀντικρὺ ἤπειρον ἐθέλουσι γίνεσθαι οἱ παλαιοί. συντρέχει δὲ τῷ τοιούτῳ λόγῳ καὶ Ἀριστοτέλης ἱστορήσας, ὡς ἐν Ἰθάκῃ οἱ δασύποδες κομισθέντες καὶ ἀφέντες οὐ δύνανται ζῆν, ἀλλὰ φαίνονται τεθνεῶτες πρὸς τῇ θαλάσσῃ, ἐστραμμένοι ὅπου ἂν εἰσαχθῶσι. καὶ εἴη ἂν ἡ τῆς Ἰθάκης γῆ ἄλλως ἔχουσα ἤ περ ἡ κατὰ τὴν Κάρπαθον. ἐκείνη γὰρ λαγωτροφεῖ, ὡς δηλοῖ καὶ παροιμία ἡ λέγουσα, ὁ Καρπάθιος τὸν λαγωὸν, ἐλλιπῶς αὐτὴ προηγμένη· βούλεται γὰρ εἰπεῖν, ὅτι ὁ Καρπάθιος ἐπὶ κακῷ οἰκείῳ λαγωοὺς τῇ κατʼ αὐτὸν ἐπεισήγαγε νήσῳ, καθάπερ ἡ ἱστορία λέγει. Ὅτι δὲ ὁ λαγὼς οὐ μόνον καὶ πτὼξ καὶ δασύπους λέγεται κοινῶς, ἀλλὰ καὶ ταχίνας εὕρηται παρὰ Λακεδαιμονίοις ἀπὸ τοῦ φυσικοῦ, οἱ παλαιοὶ γράφουσι. παρʼ οἷς καὶ ὡς οἷον πατρωνυμικὸν ὁ λαγιδὴς, ὡς καὶ πελαργιδὴς ὁ τοῦ πελαργοῦ γόνος, καὶ λυκιδὴς ὁ τοῦ λύκου. οὕτω δὲ καὶ ἀλεκτοριδής, φασι, καὶ χηνιδὴς, καὶ περδικιδὴς, καὶ ἄλλα. εἰς λαγὸν δὲ μέγαν ἑψημένον ἔπαιξέ, φασι, Σιμωνίδης τὸ, οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο· οἷα μὴ φθάσαντα παρατεθῆναι αὐτῷ ἐν τῷ δειπνεῖν παρὰ Ἱέρωνι. ἦν δὲ ἡ παρῳδία ἐξ Ὁμήρου, εἰπόντος τὸ, οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν, ὁ αἰγιαλὸς δηλαδὴ, πάσας ἐχώρησε τὰς νῆας. Ἀπόθεστος δὲ ὁ ἀφίλητος καὶ ἀτημέλητος, ἐκ τοῦ ποθῶ ποθέσω, περὶ οὗ προδεδήλωται. Κόπρος δὲ ἐπὶ ἄλλων ζῴων δίχα συῶν; ὡς δηλοῖ ὁ γράψας· ὑπέλεθρος, ὑὸς ἀπόπατος. Τὸ δὲ, ὄφρʼ ἂν ἄγοιεν ἀντὶ τοῦ φέροιεν. Τέμενος δὲ ἀνθρώπινον συνήθως κἀνταῦθα. οὐ γὰρ δή που θεῖον τὸ κοπρούμενον διὰ καρποτρόφον πιότητα. ἡ δὲ τῆς κόπρου ἀπόθεσις τῆς τε τῶν ἡμιόνων καὶ τῶν βοῶν, ἤδη δέ που καὶ ἑτέρων ζῴων, ὡς διʼ αὐτῆς κοπρῆσαι, ὅ ἐστι κοπρεῦσαι ἤτοι κόπρον ἐπιβαλεῖν τοῖς τοῦ Ὀδυσσέως χωρίοις, κατὰ βιωτικὴν οἰκονομίαν παρέῤῥιπται, εἰωθότος τοῦ ποιητοῦ πολλαχοῦ καὶ τοιαῦτα ποιεῖν. Κυνοραισταὶ δὲ διʼ ἑνὸς ῥῶ κατά τε φύσιν καὶ διὰ μέτρον οἳ τοὺς κύνας ῥαίοντες· ἐξ οὗ κατὰ διάλυσιν καὶ παραγωγὴν τὸ ῥαΐζειν γίνεται· ἀφʼ οὗ καὶ θυμοραϊστὴς ἀναλόγως τῷ κυνοραϊστής. λέγονται δὲ οὗτοι καὶ κρότωνες παρὰ τοῖς ὕστερον. ὅθεν καὶ παροιμία κατά τινας τὸ, ὑγιέστερος κρότωνος· περὶ ἧς ἀκριβέστερον ἐν τοῖς τοῦ περιηγητοῦ κεῖται. Τὸ δὲ σαίνειν καιρία λέξις ἐπὶ κυνῶν, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. Σημείωσαι δὲ καὶ ὅτι ὁ ποιητὴς ἐπίτηδες πλάττει μὴ ἔχειν τὸν Ἄργον ἐγγὺς τοῦ Ὀδυσσέως ἐλθεῖν, ἵνα μὴ ἐπιγνωσθῇ παρὰ καιρὸν τῷ Εὐμαίῳ. τὸ μὲν γὰρ σαίνειν καὶ τὰ ὦτα καταβάλλειν οἰηθείη ἂν Εὔμαιος διʼ αὐτὸν γίνεσθαι· εἰ δὲ καὶ ἐγερθεὶς ἐγγίσει τῷ Ὀδυσσεῖ, ἀνακαλύπτεται ἡ κατὰ τὸν Ὀδυσσέα σκηνή. Ὅτι δὲ ἐκ τοῦ, οὐρῇ σαίνειν, τὸ σαίνουρον συντέθειται ζῷον πρὸς ἀναλογίαν τοῦ, λόφουρον, δῆλον ἐστί. παλαιὰ δὲ χρῆσις οὐρὰν παίζει καὶ τὸ ἀνδρεῖον αἰδοῖον· ὅθεν καὶ γυνὴ μύζουρις ἡ αἰσχροποιὸς παρὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν. ὡς δὲ καὶ κύων ἐπὶ μορίου θήλεος κεῖται, ἡ εἰρησομένη κύνειρα δηλοῖ. Εἰς δὲ τὸ οὔατα σημείωσαι, ὅτι καὶ εἶδος ὀστρέου τροφιμώτατον ἐλέγετο οὖς, κατὰ τὸν εἰπόντα, ὅτι τὸ ὠτάριον ὄστρεον, ὃ καλεῖται παρʼ Αἰολέων οὖς Ἀφροδίτης, ἐν τῇ κατʼ Ἀλεξάνδριαν Φάρῳ γίνεται. Τὸ δὲ ἐρεείνετο ἐνεργητικῶς τὰ πλείω ἐρέεινε λέγεται. Τὸ δὲ, οὐ σάφα οἶδα, μέσως εἶπεν ὁ ῥήτωρ ξένος· ἢ γὰρ φαινομένως ὅτι ὁ μὲν τοῦ εἴδους χαρακτὴρ σημαίνει καὶ ταχὺν εἶναι τοῦτον, ἐγὼ δὲ οὐκ οἶδα σαφῶς, ἢ καὶ ἀληθῶς ὅτι οὐ μέμνημαι σαφῶς, εἴ περ ἀγαθὸς ἦν θηρεύειν· φθάσας γὰρ ἀπῆλθον εἰς Ἴλιον μηδὲν τοῦ Ἄργου ἀπονάμενος. Τὸ δὲ ἐπὶ εἴδεϊ τῷδε, δηλοῖ καλὸν εἶναι τῷ ἀγαθῷ εἴδει παρεῖναι καὶ ἐνέργειαν. διὸ καὶ ἐν τοῖς ἑξῆς σκώπτεται ἀνὴρ, ᾧ ἐπʼ εἴδεϊ μὴ καὶ φρένες εἰσί. Τραπεζεὺς δὲ κύων καὶ νῦν ὁ μὴ ἐκ τοῦ ἀγρεύειν ζῶν, ἀλλʼ ἐκ τῶν περὶ τράπεζαν. ἔθος δὲ τοῖς εὐπόροις καὶ τοιούτους τρέφειν ἀγλαΐης φησὶν ἕνεκα κατά τι καὶ αὐτὸ μεγαλοπρεπές. τοιοῦτοι δὲ ἴσως καὶ τῷ Τηλεμάχῳ ἦσαν ἀκολουθοῦντες ἐν τοῖς πρὸ τούτων. Τὸ δὲ κομέουσι καὶ ὅλως τὸ κομεῖν πολλαχοῦ φαίνεται ὅτι καὶ κομίζειν λέγεται· ὅθεν καὶ κομιδὴ ἡ ἐπιμέλεια. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, δέμας ἠδὲ καὶ ἔργα, ἐπὶ κυνὸς ἔφη ἔργα, οὐ συνήθως εἰπών. κυρίως γὰρ ἐπὶ ἀνθρώπων τὸ ἔργον ὥς περ καὶ ἡ πρᾶξις· διὸ καὶ ἐπὶ γυναικὸς κεῖται ἐν τῷ, οὐ δέμας οὐδὲ φυὴν οὔτʼ ἂρ φρένας οὔτε τι ἔργα. Τὸ δὲ ταχυτῆτα καὶ ἀλκὴν, ἀρετὴν προσμαρτύρεται τῷ Ἄργῳ, ἣν οὐκ ἂν ἔχοι τραπεζεὺς, οὐδὲ μὴν ἅπας εὐγενὴς κύων· ὧν οἱ μὲν ταχεῖς μόνον, οἱ δὲ μόνον ἄλκιμοι, αὐτὸς δὲ καὶ ἄμφω. τρίτον δὲ αὐτῷ καὶ τέταρτον ἐπικόσμημα ἴχνη τε ἐρευνᾶν εἰδέναι, καὶ εἶδος ἔχειν καλόν. οὐκ ἂν δὲ τούτων μεμνημένος κλαύσοι Ὀδυσσεὺς, παιδαριῶδες γὰρ τοῦτό γε, ἀλλʼ ἐπῆλθεν αὐτῷ δακρῦσαι, ἀγαπήσαντι, ὡς εἰκὸς, εἴ περ ὁ μὲν Ἄργος μνήμην τοῦ δεσπότου ἔσωζεν ἀγαθὴν, τοῦ δʼ ὑπʼ αὐτὸν λαοῦ οἱ πλείους ἄλλως διέκειντο. Σημείωσαι δὲ, ὡς εἰ καὶ ἐπίσημα κυνῶν παραδέδονται γένη, Ἰνδοὶ, Ὑρκανοὶ, Μολοσσοὶ, πρὸς δὲ ἄλλοις καὶ Λακωνικοὶ, ὡς Πίνδαρος οἶδεν, εἰπὼν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέφειν πυκινώτατον ἑρπετὸν, ὅμως ἡ φύσις καὶ ἐν τοῖς ἄλλοις ἅπασι τόποις διασπείρει κύνας ἀγαθοὺς, ὁποῖός τις καὶ ὁ Ἄργος. Ὅτι δὲ φιλάνθρωπον φύσει ζῷον ὁ κύων, διὸ καὶ τὴν κλῆσιν ἔσχεν ἀπὸ τοῦ κύειν, ὅ ἐστι φιλεῖν, δῆλον ἐστίν. εἰ δὲ καὶ οὕτω φιλητικὸν τὸ γένος μεμαρτύρηται, ἀλλὰ διὰ τὸ κατʼ αὐτοὺς ἀναιδὲς διαβάλλεσθαι δίδωσι τοὺς αὐθάδεις. ἐντεῦθεν γὰρ ἐπʼ ἀνθρώπων κύνεον ἦθος λέγεται· καὶ κυνάμυια σκώπτεται ἡ θρασεῖα γυνή· καὶ κύων ἀδεὴς ἡ αὐτὴ λέγεται. τρόπον δὲ ἄλλον ἄμφω ταῦτα τὸν κυνικὸν φιλόσοφον ἐμεθώδευσαν, ὃς ἐφίλει τε τοὺς ὀρθὰ πεπαιδευμένους ὑποσαίνων καὶ οἷον κνυζώμενος εὐνοϊκώτερον, καὶ αὖ πάλιν καθυλάκτει τῶν ἑτέρως διακειμένων. ἐκεῖθεν κύων τροπικῶς καὶ ὁ κατὰ θάλασσαν ἄγριος ὢν, ὡσεὶ καὶ κύνες Εὐμαίου, οἳ μικροῦ τὸν ἀλήτην Ὀδυσσέα κατεσπάραξαν. τοιαύτη δέ τις τροπὴ καὶ ἡ κατὰ τὸν οὐράνιον κύνα, ὃν τολμήσοι ἄν τις καὶ λυσσητῆρα σκῶψαι διὰ τὸ ἐν τῇ κατʼ αὐτὸν ἐπιτολῇ πολὺ Ὁμηρικῶς εἰπεῖν φλέγμα, ἔτι δὲ ὁμοίως φάναι, πυρετόν. ὡς δὲ κύων καὶ τῇ κωμῳδίᾳ ἐνέτηξε σκῶμμα γυναικεῖον, τὴν εἰρημένην κύνειραν ἤγουν τὴν τὸν κύνα εἰρύουσαν, ὅ πέρ ἐστιν ἐφελκομένην, ὃν δὴ κύνα χοῖρον ἄλλη κωμῳδία φησὶ, παλαιὰ χρῆσις δηλοῖ, ἐμφαίνουσα πρὸς ὁμοιότητα τοῦ κυνόσουρα εἰρῆσθαι καὶ τὸ κύνειρα. ἔτι ἀπὸ κυνὸς λέγεται συντεθεῖσθαι παρὰ Σοφοκλεῖ καὶ ἡ κύναρος ἄκανθα, ἡ καὶ κυνάρα, διὰ τοῦ υ ψιλοῦ, ἣν ἡ κοινὴ γλῶσσα κυνόσβατον ἐν λέξει μιᾷ ἢ κυνὸς βάτον ἐν παραθέσει ὀνομάζειν οἶδεν. αἰνιττόμενος δέ τις εἶπεν αὐτὴν, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, ξυλίνην κύνα διὰ τὸ ἀκανθῶδες τοῦ φυτοῦ καὶ τραχύ. ὁ δʼ αὐτὸς προσιστορεῖ καὶ ὅτι χρησμὸν λαβών τις οἰκίζειν πόλιν, ἔνθα ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισεν ἐκεῖ πόλιν. δῆλον δʼ ὅτι βάτου εἶδος καὶ ἡ κυνόσβατος αὕτη. ἧς ἡ βραχυτέρα σμίλαξ ὑπὸ τῶν κοινολεκτούντων λέγεται, ἄλλη αὐτὴ οὖσα παρὰ τὴν δίχα τοῦ σίγμα παρὰ τῷ κωμικῷ μίλακα· ἐκείνη γὰρ βοτάνη ἐστὶν, ᾗ κατὰ τὸν τεχνικὸν τὸ μίλινον χρῶμα παρονομάζεται· καὶ τοιαύτη μὲν ἡ διὰ τοῦ υ κυνάρα ἢ κύναρος, ἡ κατὰ τὸ ἔτυμον τοῦ ὀνόματος κυνὸς ἀρὰν, ὅ πέρ ἐστι βλάβην, ἐνιεῖσα· ἡ δὲ διὰ τοῦ ἰῶτα κινάρα ἑτεροίως ἔχει· τοιαύτην γάρ φασι κάκτον λεγομένην ὑπὸ Ῥωμαίων μὲν καλεῖσθαι κάρδον, ὑπὸ Ἑλλήνων δὲ κινάραν. Ὅτι δὲ ἐδώδιμος αὕτη, δηλοῖ, φασὶ, βασιλεὺς Πτολεμαῖος ὁ εὐεργέτης, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, λέγων ὡς περὶ Βερενίκην πόλιν Λιβύης, περὶ ἣν καὶ ποταμὸς ῥέει Λήθων καλούμενος, πολλῆς κινάρας φυομένης, οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι συνεχρῶντο, καὶ ἡμῖν προσέφερον ψιλοῦντες τῶν ἀκάνθων. Καὶ ὅρα τὸ, ψιλοῦντες τῶν ἀκάνθων, ἐξ οὗ φαίνεται μὴ αὐτόχρημα κάκτον εἶναι τὴν ἐν τοῖς ἄρτι λεγομένην κινάραν· αὕτη γὰρ οὐχʼ οὕτω τραχύνεται πάνυ ἀκάνθαις· εἰκὸς δὲ καὶ τὴν διὰ τοῦ ἰῶτα κινάραν ἐκ τῆς διὰ τοῦ υ ψιλοῦ γραφομένης τετράφθαι πρὸς ἀποφυγὴν συνεμπτώσεως, ὃ δὴ καὶ ἐπὶ σικυοῦ γίνεται. εἰ γὰρ ὥς περ ἡ συκῆ παρὰ τὸ σύειν καὶ κίειν, ὅ πέρ ἐστιν ὁρμᾶσθαι, οὕτω κατὰ τοὺς παλαιοὺς καὶ ὁ σικυὸς ἐτράπη καὶ ἐπʼ αὐτοῦ τὸ υ εἰς ἰῶτα, διὰ τὸ ἀσυνέμπτωτον, ἵνα μὴ καὶ τῷ σικυῷ σύκου ἐμφαίνηταί τι. Τὸ δὲ ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες, ἤγουν οἱ ἁπλῶς οἰκοδεσπόται, μὴ φειδόμενοι σίτου, εἰπεῖν καθʼ Ἡσίοδον, δηλοῖ ὡς οὐ μόνον κύνες θηρατικοὶ ἐσπουδάζοντο καὶ ἄλλως δὲ οἴκου δραστήριοι φύλακες, ἀλλὰ καὶ οἵους ὁ Ὀδυσσεὺς λαλεῖ. παρὰ δέ γε τοῖς ὕστερον κατὰ τὸν τοῦ Ἀθηναίου λόγον καὶ κυνάρια μελιταῖα ἐν λόγῳ γεγόνασιν. οἱ δὲ νῦν χαίρουσιν, εἴ περ εἶεν αὐτοῖς κυνίδια καὶ μυαρίων βραχύτερα. Τὸ δὲ βαθείης βένθεσιν ὕλης, δοκεῖ παρηνέχθαι ἀπὸ τοῦ, βαθείης βένθεσι λίμνης, ὡς μὴ μόνον ἐπὶ ὕδατος τὸ βένθος λέγεσθαι καὶ τὸ βάθος, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ ξυλόχου καὶ πολλοῦ δάσους. ἔστι δὲ καὶ ἐπὶ στρατηγικῆς ἐκτάξεως βάθος. ὑπονοεῖται δὲ καὶ ἐπὶ μεγέθους πόλεως, ὡς δηλοῖ τὸ, κατέδυ Τρώων πόλιν εὐρυάγυιαν. ἐπὶ βάθους γὰρ τὸ καταδῦναι. Κνώδαλον δὲ νῦν τὸ χερσαῖον παρὰ τὸ ὑπὸ κυνῶν ἁλίσκεσθαι. ὅτε δὲ καὶ ἐπὶ θαλασσίου θηρίου κνώσσοντος ἐν τῇ ἁλῒ λέγεται ἡ λέξις, κοινὸν τότε τὸ βένθεσιν· ἐν βένθεσι γὰρ τὰ κνώδαλα. Τὸ δὲ ὅ,ττι ἴδοιτο, κρεῖττον φασὶ γράφειν δίοιτο, ἵνα λέγῃ, ὡς οὐκ ἐξέφευγεν αὐτὸν θηρίον, ὅ περ ἂν δίοιτο, τουτέστι διώκοι· οὗ καὶ ἀπαρέμφατον ἐν τοῖς ἑξῆς τὸ δίεσθαι. τὸ γὰρ ἴδοιτο περιαιρεῖ κυνὸς τὴν ἰχνευτικήν, φασιν, αἴσθησιν· ὁ γὰρ τοιοῦτος ῥινηλατῶν ἐνεργεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου ῥινηλατεῖν τοῦ ἀπορθοῦντος τοὺς κύνας δοκεῖ ῥινᾶν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, λέγεσθαι τὸ ἐξαπατᾶν, ὅτε δηλαδὴ αἱ ῥῖνες ἀπατήσουσι κύνα. φέρει δὲ χρῆσιν τῆς λέξεως ταύτης ἐκ Μενάνδρου Αἴλιος Διονύσιος, τὸ, ἔγω γʼ ἐπίσταμαι ῥινᾶν. Γυναῖκες δὲ ἀκηδέες αἱ ἀφρόντιδες, ἢ καὶ δυσφρόντιδες, κατὰ τὸ, ἀκηδέα νύκτα φυλάξω. Τὸ δὲ ἥμισυ ἀρετῆς ἁπλοϊκῶς ἐῤῥέθη. οὐ γὰρ ἂν μετροῖτο κατʼ αἴσθησιν ἀκριβῶς ἀρετή. τοιοῦτον δέ τι ἴσως καὶ τὸ, ὅσῳ πλέον ἥμισυ παντὸς, παρʼ Ἡσιόδῳ. Δούλιον δὲ ἦμαρ ἡ δουλεία περιφραστικῶς. οὗ πρὸς ὁμοιότητα καὶ ἦμαρ ἐλεύθερον, ὡς τὸ, ἐλεύθερον ἦμαρ ἀπούρας. περίφρασις δὲ ἄμφω, τὸ μὲν δουλείας, τὸ δὲ ἐλευθερίας. Σημείωσαι δὲ, ὅτι τὸ μὴ ἐργάζεσθαι τοὺς δούλους ἐναίσιμα ὅτε μὴ ἐπικρατέουσιν ἄνακτες, πιθανῶς ἐῤῥέθη ἐκ τοῦ ὡσεπιπολύ. Εὔμαιος γὰρ οὐ δήπουθεν τοιοῦτος, ἀλλʼ οἱ σύνδουλοι, οὐ προσλογιζόμενοι δεσπόταις τὴν δέσποιναν καὶ τὸν υἱὸν διὰ τὸ ἀπεῖναι τὸν μέγαν ἄνακτα. πιθανὸν δὲ καὶ τὸ ἐφεξῆς διὰ τὸ πολλοὺς δουλωθέντας τελεωτάτην ἀρετὴν ἐπὶ τοῖς δεσπόταις ἐνδείκνυσθαι. Ὅτι τὸ, νεῦσεν ἐπὶ οἷ καλέσας, ἀντὶ τοῦ προσεκαλέσατο νεύματι· μετʼ ὀλίγα δὲ τὸ, ἐπὶ οἷ καλέσας προσέειπεν, ἑτεροῖον ἐστίν. Ὅτι δίφρος ἐνταῦθα εὐτελὴς, περὶ ὃν δηλαδὴ δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ δαιόμενος· ὅ περ ἐτυμολογία ἐστὶ τοῦ δαιτροῦ. Τὸ δὲ ἐφεξῆς, ἤγουν τὸ, μνηστῆρσι δαινυμένοις, παρήχησίν τινα ἔχει τὸ δαίεσθαι καὶ τὸ δαιτρός. Ὅτι, καθάπερ ὁ προῤῥηθεὶς δοῦλος Μελάνθιος καθῖζεν ἀντίος Εὐρυμάχῳ, τὸν γὰρ φιλέεσκε μάλιστα, οὕτω καὶ νῦν Εὔμαιος τὸν προσεχῶς δηλωθέντα δίφρον τοῦ δαιτροῦ κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν ἀντίον, νεύσαντος καὶ καλέσαντος Τηλεμάχου, ἔνθα ἐφέζετο Εὔμαιος. τῷ δὲ καὶ αὐτῷ κῆρυξ μοῖραν ἑλὼν ἐτίθει, κανέου τʼ ἐκ σῖτον ἀείρας· καθὰ καὶ τῷ Μελανθίῳ κρειῶν μὲν μοῖραν ἔθεσαν οἳ πονέοντο, σῖτον δὲ ἡ ταμία παρέθηκεν. ἐνδοξότερον οὖν τὸ τοῦ Εὐμαίου, ὃς ὑπουργεῖτο κήρυκι. ζηλοῖ γὰρ ἴσως ὁ Τηλέμαχος, εἰ δευτερεῖα τοῦ Μελανθίου Εὔμαιος φέρει, ὃν αὐτὸς φιλέεσκε μάλιστα. Ὅτι ἐνδεικνυμένη ἡ ποιητικὴ Μοῦσα πιθανότητα μέχρι καὶ τῶν σμικροτάτων καὶ ἀκριβῶς ἐμφαίνουσα εἰδέναι περὶ ὧν λέγει, μέλινον οὐδὸν λέγει, ἐν ᾧ ἷζεν Ὀδυσσεύς· τὸν δὲ σταθμὸν εἴτουν τὴν παραστάδα τῶν θυρῶν, ᾧ ἐκλίνατο, κυπαρίσσινον ἱστορεῖ. φησὶ γάρ· ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε, περὶ ἧς προγέγραπται. Μελία δὲ εἶδος δένδρου, ἐξ οὗ νῦν μὲν οὐδὸς μέλινος ἀπαθῶς, ἀλλαχοῦ δὲ κατὰ πάθος ἐπενθέσεως μείλινον δόρυ. Ὁ δὲ σταθμὸς μετὰ τῆς στάθμης παρηχοῦσι, καθὰ καὶ τὸ ἐπισταμένως καὶ ἐπὶ στάθμην. ἀφελείας δὲ ἡρωϊκῆς ὁ ἐκ μελίας οὐδὸς καὶ ὁ κυπαρίσσινος σταθμός. τὰ δέ γε τοῦ Μενελάου διὰ τὴν Ἑλένην ὄζει Φρυγίας τρυφῆς. καὶ οἰκονομικῶς δὲ παραῤῥιπτεῖ Ὅμηρος, οἵας ὕλης εἶναι χρὴ οὐδὸν οἴκου καὶ σταθμόν. ἐπιστῆσαι δὲ χρὴ, ὡς ἀπὸ τῆς ἄρτι ὁ ξένος φλιαῖς θλίβεται ὤμους, φλιῶν δηλαδὴ νοουμένων τῶν κατὰ τὰς παραστάδας. Ὅτι φιλόφρονος ξενοδόχου κέλευσμα τὸ, ἄρτον οὖλον ἑλεῖν περικαλλέος ἐκ κανέοιό τινα, καὶ κρέας ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλεῖν καὶ δοῦναι τῷ ξείνῳ φέροντα. Οὖλον δὲ ἄρτον λέγει τὸν ὅλον καὶ ἀκέραιον. Περικαλλὲς δὲ κάνεον εἰπὼν σιγᾷ τὴν ὕλην, ὡς μὴ ἀναγκαῖον ὂν δηλωθῆναι καὶ αὐτήν. Ἀμφιβαλεῖν δὲ τὸ περιλαβεῖν ἤτοι περισχεῖν. Τὸ δὲ χανδάνει χαριστέον μὲν τῇ ποιήσει. Ἰστέον δὲ ὅτι ἐκ τοῦ χῶ, τὸ χωρῶ, γίνεται χάζω· οὗ δεύτερος ἀόριστος ἔχαδον· ἐξ οὗ μέλλων δεύτερος αὐθυπότακτος χάδω· ὅθεν καὶ κατὰ ἀναδρομὴν συνήθη χάδω ἐνεστώς· καὶ παράγωγον χαδάνω, καὶ πλεονασμῷ τοῦ ν διὰ κρείττονα φωνὴν χανδάνω, κατὰ τὸ ἁνδάνω καὶ ὅσα τοιαῦτα. Ὅτι ἐρεθισμὸς εἰς τὸ ἐπαιτεῖν τὸ, κέλευε αἰτίζειν μάλα πάντας ἐποιχόμενον. ἐπεὶ δὲ τὸ τοιοῦτον ἔχει τι αἰδοῦς, ἐπιφέρει ὁ ταῦτα πρὸς Εὔμαιον εἰπὼν Τηλέμαχος περὶ Ὀδυσσέως· αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ, τοῦτο δὲ γνωμικῶς ἔφη, ὡς οἷα λέγων, ὅτι ἑτέρῳ μέν τινι ἀγαθὸν ἂν εἴη ποτὲ ἡ τοῦ ἐπαιτεῖν αἰδὼς, πτωχῷ δὲ οὐκ ἄν. καὶ μετʼ ὀλίγα δὲ παραφραστικῶς κατὰ λόγον ῥητορικῆς χρείας ἐρεῖ πρὸς Ὀδυσσέα Εὔμαιος τὸν τοῦ Τηλεμάχου λόγον, εἰπών· αἰδῶ δʼ οὐκ ἀγαθήν φησιν εἶναι ἀνδρὶ προΐκτῃ, καὶ πάλιν· κακὸν δʼ αἰδοῖος ἀλήτης. οἷα δὲ καὶ Ἡσίοδος γνωμολογεῖ περὶ αἰδοῦς, ἔστι παρʼ ἐκείνῳ εὑρεῖν. Προΐκτης δὲ ἀνὴρ, ἢ ὁ προϊκετεύων ὑπὲρ τοῦ λαβεῖν, ἢ ὁ προῖκα ζητῶν λαμβάνει, παρὰ τὸ προΐκω, προΐξω, ὅθεν συναιρεῖται ἡ προῖξ, τουτέστι τὸ δῶρον· οὕτω γὰρ οἱ παλαιοὶ ἐχρῶντο, εἰ καὶ ὕστερον ἐπὶ γαμηλίου μερικεύεται δωρεᾶς. ἐκ δὲ τοῦ τοιούτου προΐκειν καὶ καταπροΐξεσθαι τὸ δοῦναί τι δωρεάν. Ὅτι Ἀττικὸν σχῆμα εὐχῆς τὸ, θεὲ ἄνα, τὸν δεῖνά μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι. λείπει γὰρ κἀνταῦθα τὸ δὸς ἢ ποίησον ἢ εὔχομαι ἢ τοιοῦτόν τι. τὸ μέντοι ἐφεξῆς ἐντελῶς ἔχει· καί οἱ πάντα γένοιτο ὅσα φρεσὶν ᾗσι μενοινᾷ. Ὅτι πτωχικῶς Ὀδυσσεὺς ἑαυτὸν χρώζων χερσὶν ἀμφοτέραις ἐδέξατο τὸν δοθέντα οὖλον ἄρτον καὶ τὸ χειροπληθὲς κρέας, καὶ κατέθηκεν αὖθι ποδῶν προπάροιθεν ἀεικελίας ἐπὶ πήρης ὡς οἷα τραπέζης. ἤσθιε δὲ ὡς ὅτʼ ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν. ὡς δὲ ὁ θεῖος ἀοιδὸς ἐπαύσατο, τότε δὴ ὡμάδησαν μὲν οἱ μνηστῆρες, Ὀδυσσεὺς δὲ περιϊὼν αὐτοὺς ἐπτώχευσεν, ὡς ὁ τοῦ οἴκου δῆθεν δεσπότης Τηλέμαχος ἐκέλευσε πρὸς ἀπόπειραν τῶν μνηστήρων. οὐ γὰρ μόνον ἀνέξεται κακῶς πάσχοντος τοῦ πατρὸς, καθὰ παρήγγελται, ἀλλʼ ἰδοὺ καὶ ἐρεθίζει αὐτὸν εἰς προάγωνας τοῦ παθεῖν δεινῶς, ἵνα τάχιον ἡ τῶν μνηστήρων πανωλεθρία πραγματευθείη. Ὅρα δὲ καὶ ἐνταῦθα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων, ὅτι ᾄδοντος μὲν τοῦ Φημίου, γέγονέ τις βραχεῖα ἡσυχία τῶν μνηστήρων, ὅτε καὶ ἔφαγεν Ὀδυσσεύς· ἴσως δὲ καὶ ἁρπαλέως, διὰ τὸ ἐπείγεσθαι· παυσαμένου δὲ τοῦ ἀοιδοῦ ὁ συνήθης βροντᾷ ὅμαδος. Ἀεικελίαν δὲ πήραν λέγει τὴν ὡς προϊστορήθη πυκνὰ ῥωγαλέην, καὶ φέρειν μέν τι ἀχρείαν καὶ τηρεῖν ἐντὸς, εὐφυῆ δὲ ὑπεστορέσθαι κατὰ γῆς ὡς εἰς τράπεζαν. Τὸ δὲ ὡς ὅτʼ ἀοιδὸς ἄειδεν ἀντὶ τοῦ ἕως ὅτου, καὶ δοκεῖ τὸ ως τοῦτο πρωτότυπον εἶναι τοῦ ἕως, προλαβόντος Ἀττικῶς τὸ ε. τοιοῦτον δέ που ἐν Ἰλιάδι καὶ τὸ εἵως ἀντὶ τοῦ ὅπως, κἀκεῖνο γὰρ προτεθέντος μὲν τοῦ ε γέγονεν ἕως, εἶτα καὶ εἵως κατὰ διχρόνου ἐπένθεσιν. Ὅτι τῶν μνηστήρων μετὰ τὴν ἀοιδὴν ὁμαδησάντων, ὡς ἐῤῥέθη, Ἀθήνη ἄγχι παρισταμένη τὸν Ὀδυσσέα ὤτρυνεν ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, ἤγουν ψωμοὺς, γνοίη τε οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι. ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος. προαναφώνησις δὲ καὶ τοῦτο, ὡς μηδενὸς ἐκφευξομένου μηδὲ τῶν δοκούντων ἀγαθῶν, ὁποῖός τις ἐφάνη πρὸ ὀλίγων καὶ ὁ Ἀμφίνομος. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δʼ ἐλεαίροντες δίδοσαν καὶ ἐθάμβεον αὐτὸν, ἀλλήλους τʼ εἴροντο, τίς εἴη καὶ πόθεν ἔλθοι. οὐ γὰρ ἦν πτωχὸς τοῦ δήμου. καὶ μανθάνουσιν αὐτοὶ ἀκριβὲς οὐδὲν, ὅτι μὴ μόνον ἐκ Μελανθίου τὸ ἡγεμονεῦσαι τὸν συβώτην αὐτῷ, ἤγουν ἡγεμόνα γενέσθαι ὁδοῦ τῆς εἰς τὴν Ἰθάκην. καὶ τὸ ἐντεῦθεν λυττᾷ ὁ κακὸς Ἀντίνοος καὶ διδάσκει τὸν Ὀδυσσέα, ὡς αὐτὸς ὁ χείρων πάντων ἐστί. καὶ προκατάρξας καὶ νῦν ἀναιδείας προηγήσεται καὶ τῆς τῶν μνηστήρων πτώσεως. Ἰστέον δὲ ὡς καὶ νῦν Ἀθηνᾶ ἡ τὸν Ὀδυσσέα ὀτρύνασα ἐπαιτεῖν ἡ παρʼ αὐτῷ ἐστὶ φρόνησις, ἣ στοχασαμένη καιρὸν εἶναι ἄρτι τοῦ τοιούτου ἔργου ἐγχειρεῖ τῇ πράξει. Πύρνα δὲ ὅτι πύρινά ἐστι σιτία, τουτέστι κατὰ τοὺς παλαιοὺς σιτώδεις τροφαὶ, προδεδήλωται. Τὸ δὲ ἀγείρειν πύρνα, δέδωκεν ἀφορμὴν τοῖς ὕστερον ἀγύρτας εἰπεῖν τοὺς πτωχοὺς, καὶ ἀγυρτάζειν τὸ πτωχεύειν, καὶ μητραγυρτεῖν δὲ τὸ μετὰ τυμπάνων καί τινων τοιούτων περιϊέναι καὶ ἐπὶ τῇ μητρὶ ἀγείρειν τροφὰς δηλαδὴ, ὅ ἐστιν ἐπὶ τῇ Ῥέᾳ, ὡς δῆλον ἐκ τοῦ, Διονύσιος μητραγυρτῶν καὶ τυμπανιζόμενος, ἢ τύμπανον κρούων, οἰκτρῶς τὸν βίον κατέστρεψεν. ἐνθυμητέον δὲ ὡς καὶ Μενέλαος κατὰ τοιαύτην ἔννοιαν πολὺν βίοτον ἀγείρειν προϊστόρηται. Ἐναίσιμον δὲ τὸν δίκαιον λέγει καὶ κατὰ θέμιν ζῶντα. τοῖς δὲ τοιούτοις ἀντίκεινται οἱ ἀθέμιστοι. Τὸ δὲ ἀπαλεξήσειν κακότητος ἐξεῦρε συντεθῆναι τὸν παρὰ τοῖς ὕστερον ἀλεξίκακον. Τὸ δὲ ἐνδέξια, ἢ ἀντὶ τοῦ ἐκ τοῦ δεξιοῦ καθίσματος ἐπὶ ἀγαθῷ συμβόλῳ, ἢ ἀντὶ τοῦ ἐπιδεξίως. οὗ πρὸς σαφήνειαν ἐπῆκται τὸ, ὡς εἴτε πτωχὸς πάλαι εἴη. καὶ ἰδοὺ ὁ πολυμήχανος Ὀδυσσεὺς καὶ τοῦ ἐπαιτεῖν τεχνίτης ἐστί. Τὸ δὲ πάντοσε χεῖρα ὀρέγειν καὶ αἰτεῖν φῶτα ἕκαστον, γίνεται μὲν ὡς ὁ Τηλέμαχος δῆθεν ἐκέλευσεν. ἄλλως δέ γε Ὀδυσσεὺς τοῦτο τεχνᾶται, ἵνα πάντων οὕτω πειράσηται. Τὸ δὲ τίς εἴη καὶ πόθεν ἔλθοι, ἐπιτομή ἐστι τοῦ, τίς πόθεν εἶς ἀνδρῶν καὶ ἑξῆς, ὃ ἐν ἄλλοις κεῖται. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ πρόσθεν ἀντὶ τοῦ πρὸ ὀλίγου καὶ ὡς εἰπεῖν ἐγγὺς, κατὰ δύναμιν τῆς προς προθέσεως. φησὶ γὰρ Μελάνθιος πρόσθεν τὸν Ὀδυσσέα ἰδεῖν, ἤγουν ὀλίγον τι πρὸ τοῦ αὐτὸν καὶ τὸν συβώτην ἐλθεῖν. Ὅτι μεμφόμενος Ἀντίνοος τὸν Εὔμαιον, οἷς ἤγαγεν εἰς Ἰθάκην τὸν φαινόμενον πτωχὸν, φησίν· ὦ ʼρίγνωτε συβῶτα, τουτέστιν, ὡς καὶ προεῤῥέθη, ἄγαν γνώριμε ἐπὶ ἀχρείᾳ τέχνῃ, ὡς καὶ εἴ τις εἴπῃ πρός τινα, ὦ ἀρίγνωτε πτωχὲ, ἤ τι τοιοῦτον. βούλεται γὰρ εἰπεῖν τὸν Εὔμαιον γνωστικὸν ἐπὶ εὐτελείᾳ καὶ οὐ δαμινότητι. καὶ ἄλλως δὲ, καθὰ καὶ ὁ παρὰ Θεοκρίτῳ αἰπόλος γνωστὸς φαίνεται, ἀφʼ ὧν ἐκεῖνος λέγει αἰπολικῶν σημείων, οὕτω κἀνταῦθα συβώτης ἀρίγνωτος ὁ τοιούτῳ ἐοικὼς καὶ ἐκ μόνης τυχὸν ὄψεως, καὶ μὴ ἀμφίβολος εἰς τὸ συβώτης εἶναι, ὅ περ ὁ Μελάνθιος μὴ ἔχων ἀγλαΐας φέρειν ὀνειδίζεται, ὡς μὴ αἰπόλῳ ἐοικώς. ἔστιν οὖν ἀστειότερον τὸ τοῦ Ἀντινόου· ὦ ἀρίγνωτε συβῶτα, ἤ περ τὸ τοῦ Μελάνθεως· ἀμέγαρτε συβῶτα. εἰ δέ τις ἀμέγαρτον ἐπιστατικῶς ἐκεῖ νοήσοι τὸν πολυφθόνητον, εἴη ἂν καὶ ἐκεῖνο ὅμοιον τούτῳ. Ἀττικὴ δὲ συναλοιφὴ τὸ, ὦ ʼρίγνωτε, ὁμοία τῷ, ὦ ʼγαθέ. Ὦ τοίνυν ἀρίγνωτε συβῶτα, τιήδε σὺ τόνδε πόλινδε ἤγαγες; ἢ οὐχʼ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι πτωχοὶ ἀνιηροὶ δαιτῶν ἀπολυμαντῆρες; ἢ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδʼ ἀγειρόμενοι; σὺ δὲ καί ποθι τόνδʼ ἐκάλεσας; Ὅρα δʼ ἐν τούτοις, ὡς εἰς τὴν αὐτὴν ἔννοιαν ὁ κακὸς Ἀντίνοος τῷ κακῷ Μελανθίῳ ἐνέπεσεν. ἐκεῖνός τε πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα τὸν Ὀδυσσέα ἔφη, καὶ οὗτος ἐπλήθυνε τὰ τοιαῦτα ὀνόματα. Ἐν δὲ τῷ, ἧμιν ἀλήμονές εἰσιν, ἀλήμονας μὲν τοὺς ἀλήτας λέγει. τοῦ δὲ ἧμιν συστέλλει μὲν τὴν λήγουσαν, περισπᾷ δὲ τὴν ἄρχουσαν, λόγῳ ἐγκλιτικῷ, καθά που καὶ ἀλλαχοῦ ἐποίησε. Τὸ δὲ ἢ ὄνοσαι, ἀστείως ἔφη ἀντὶ τοῦ, ἢ μέμφῃ ἡμῖν δηλαδὴ ἢ τοῖς ἀλήταις ὡς μὴ βοροῖς οὖσι μηδὲ δαπανᾶν εὖ δυναμένοις τὰ τοῦ οἴκου τῶν σῶν δεσποτῶν, καὶ διατοῦτο καὶ ἑτέρους ἄγεις τοὺς ἀξιολογώτερον καταφαγομένους ἐκεῖνα. καὶ ἔστιν ἔννοια ὁμοία πρὸς τὸ, ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσεσθαι κακότητος. ὅ περ ἐν τῇ ε ῥαψῳδίᾳ ὁ Ποσειδῶν πρὸς τὸν Ὀδυσσέα φησί. καὶ οὕτω μὲν καλῶς ἔχει τὸ ὄνοσαι. τὸ μέντοι εἰπεῖν τὸ, ἢ ὄνοσαι ἀντὶ τοῦ ὠφέλειαν ἔχεις ἐκκενουμένου τοῦ δεσποτικοῦ οἴκου, σαφέστερον μὲν, οὐκ ἔχει δὲ καὶ ἐμμάρτυρον τὸ ὄνοσαι κείμενον ἐπὶ σημασίας τοιαύτης. ὄνησαι γὰρ μᾶλλον ὤφειλεν εἶναι, ὡς δηλοῖ τὸ, ὀνήμενος. καὶ τὸ, οὐδʼ ἀπόνητο. Τὸ δὲ καί ποθι τόνδʼ ἐκάλεσας, προκλητικόν ἐστι τοῦ ἐφεξῆς νοήματος. ἐντεῦθεν γὰρ λαβὼν ὁ Εὔμαιος ἀφορμὴν ἀντιλαλήσει πρὸς Ἀντίνοον, ἀρξάμενος ἀπὸ τοῦ, τίς ἂν ξεῖνον καλέσῃ ἄλλοθεν καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ καὶ ὡς, εἰ καὶ ἐν τοῖς ἑξῆς Ἶρός τις ἱστορηθήσεται πτωχὸς πανδήμιος, ἀλλʼ οὐ μόνον ἐκεῖνον Ἰθάκη ἔχει, ἀλλὰ καὶ ἑτέρους τοιούτους, ὡς δηλοῖ τὸ, πτωχοὶ ἀνιηροὶ καὶ ἑξῆς. καὶ ὅμως δοκεῖ προέχειν ὁ Ἶρος τῶν λοιπῶν. Ὅτι Εὔμαιος αἰτιώμενος τὸν Ἀντίνοον ἐφʼ οἷς αὐτὸν ἐσυκοφάντησεν ὡς καλέσαντά ποθι τὸν πτωχοοδυσσέα εἰς τὴν Ἰθάκην, φησίν· Ἀντίνοε, οὐ μὴν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν ἄλλον γε, εἰ μὴ τῶν, οἳ δημιουργοὶ ἔασι, τουτέστι δημουργοὶ κατὰ κρᾶσιν, τεχνίται δημοσίᾳ ἐργαζόμενοι· οὓς καὶ πρὸς ὄνομα λέγων φησίν· μάντιν, ἢ ἰητῆρα κακῶν, ἢ τέκτονα δούρων, ἢ καὶ θέσπιν ἀοιδὸν, ὃς ἂν τέρπῃσιν ἀείδων. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν. πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἑαυτόν. αὐτοὶ δὲ δηλαδὴ κἂν ἀποσοβῶνται, κατὰ τὰς μυίας ἐφίπτανται ταῖς τραπέζαις αὐτόματοι. εἶτα καὶ ὡς χαλεπὸν τοῖς τε ἄλλοις καὶ αὐτῷ μάλιστα σκώπτων τὸν Ἀντίνοον φησίν· ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοὶ, τουτέστι περισσότερον δὲ τῶν ἄλλων ἐμοί. αὐτὰρ ἔγωγε οὐκ ἀλέγω, ἕως μοι ζῶσιν οἱ δεσπόται. Ἰστέον δὲ, ὅτι τε τὸ οὐ καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις, σκῶμμα ἐστὶ πρὸς τὸν μὴ εὖ λαλοῦντα, καὶ ὅτι τὸ, οὐ καλὰ, οὐ μόνον ὀνοματικῶς νοεῖται, ἀλλὰ δύναται καὶ ἐπίῤῥημα εἶναι ἶσον τῷ οὐ καλῶς, κατὰ τό· ἦ μευ καλὰ κήδεαι, ἀντὶ τοῦ, ὄντως καλῶς ἐμοῦ κήδῃ ὡς οἰκείου υἱοῦ. εἰ δὲ καὶ ὄνομά ἐστι τὸ καλὰ, οὐκ ἀπεικὸς ἀντὶ ἑνικοῦ εἰλῆφθαι, ἵνα εἴπῃ, ὡς οὐ καλὸν πρᾶγμα λέγεις. καὶ γέμουσι καὶ τοιούτου σχήματος οἱ παλαιοὶ λόγοι, καὶ αἱ τοῦ δήμου δὲ γλῶσσαι. οὕτω ἐν Ἰλιάδι ἐγράφη τὸ, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην· ταυτὸν γάρ ἐστι τὰ πρῶτα καὶ τὸ πρῶτον εἰπεῖν. οὕτω καί τις ὕστερον ἔφη τὸ, δυοῖν τὸ ἕτερα πεπονθὼς, ὃ κοινῶς δυοῖν θάτερον λέγεται. ὁ δὲ περὶ τῶν δημιουργῶν λόγος διδάσκει, ποῖαι τέχναι μάλιστα προσκλητέαι εἰς τὸ κοινὸν, ὅτε μὴ κατὰ χώραν εὑρίσκονται. δημιουργοὶ δὲ, ὡς ἐλέχθη, οἱ κατὰ τὸ δημόσιον χειροτέχναι, οἳ καὶ κλητοί εἰσι, διότι καλοῦνται ποτὲ ἄλλοθεν, ὡς ἐτυμολογεῖ ὁ ποιητής. Αἴλιος δὲ Διονύσιος φησὶν, ὅτι δημιουργὸν Ἀττικοὶ λέγουσιν οὔτε τὸν δημοσίᾳ μισθαρνοῦντα, ὡς Ὅμηρος, οὔτε τὸν δήμου προεστῶτα, ὡς οἱ Δωριεῖς, ἀλλὰ γυναῖκα πέττουσαν πέμματα. Παυσανίας δὲ λέγει, ὅτι δημιουργοὶ οἱ δημοσίᾳ ἐργαζόμενοι ἀρχιτέκτονες, καὶ ἅπαξ πάντες οἱ χειροτέχναι, οἳ γεωργοὺς καὶ πολιτικοὺς ὠφέλουν. ὅθεν δημιουργοί, φησι, καὶ αἱ τοῖς γάμοις τὰ σύμφορα πράττουσαι, αἳ καὶ νυμφίους, φησὶ, ἔλουον καὶ ἱερουργίας ἐν γάμοις ἐποίουν καὶ πόπανα παντοδαπὰ καὶ ἄρτους ἔπεττον καὶ τὰς κόμας εὐθέτιζον. Ὅτι δὲ καὶ Ἀττικὴ λέξις ὁ δημιουργὸς, δηλοῖ καὶ Ἡρῳδιανὸς, ἱστορῶν ὅτι Ἰκτῖνος παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργὸς ὁμώνυμος τῷ ὄρνιθι, οὗ καὶ τὴν περισπωμένην φυλάσσει ἐν τῇ παραληγούσῃ. Ἰστέον δὲ ὅτι τοὺς δηλωθέντας χειροτέχνας ἔστιν εἰπεῖν εἶναι τοὺς τοῦ μύθου ἐγχειρογάστορας, ὡς ἀπὸ χειρῶν βιοτεύοντας, καθὰ καὶ ἐγγλωττογάστορες παρὰ Αἰλίῳ Διονυσίῳ οἱ ἀπὸ γλώττης ζῶντες. Τὸ δὲ, ἰητῆρα κακῶν, ἐντελῶς ἐφράσθη, καθὰ καὶ τὸ, τέκτονα δούρων. τὸ μέντοι ἰητὴρ καὶ τὸ τέκτων ἐλλειπτικῶς λέγονται. τέκτων δὲ δούρων οἰκοδόμος τε καὶ ναυπηγὸς, καὶ ἁπλῶς ἅπας ὁ ὁπωσοῦν διακείμενος περὶ ἐπισκευὴν ξύλου. Ἐν δὲ τῷ, θέσπιν ἀοιδὸν, ἀρσενικοῦ μὲν γένους τὸ θέσπις, σύγκειται δὲ ἐκ τούτων τὸ θεσπιωδεῖν. Τοῦ δὲ τρύξοντα θέμα μὲν τὸ τρύχω, αὐτὸ δὲ παράγεται ἐκ τοῦ τρύω, τοῦτο δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τορῶ, ὃ δηλοῖ τὸ τρυπᾶν. Ὅτι παῦσις πολυλογίας τὸ, σίγα, μή μοι τοῦτον ἀμείβεο πόλλʼ ἐπέεσσιν· φιλονείκου δὲ ἀνδρὸς ἔνδειξις τὸ, οὗτος εἴωθε κακῶς ἐρεθιζέμεν ἀεὶ μύθοισι χαλεποῖσιν, ἐποτρύνειν δὲ καὶ ἄλλους. Ἰστέον δὲ ὅτι τὸ μὲν σίγα γράφεται καὶ ἄττα. Τὸ δὲ, ἐρεθίζειν μύθοις χαλεποῖς, πρὸς διαστολὴν εἴρηται χρηστοτέρων ἐρεθισμῶν. ἢ καὶ ἄλλως, τὸ ἐρεθίζειν κακολογίαν δηλοῖ παρὰ τῷ ποιητῇ, ὥς περ καὶ τὸ ἐρέθειν, ὅθεν πᾶς ἐρεθισμὸς ἐν χαλεποῖς μύθοις γίνεσθαι δοκεῖ. Ὅτι Ἀντινόου δοκοῦντος ἐθέλειν διωχθῆναι τὸν πτωχὸν Ὀδυσσέα, ἵνα δῆθεν μὴ τρύχηται ὁ τοῦ Τηλεμάχου οἶκος, εἰρωνευόμενος ὁ Τηλέμαχος παντοῖος γίνεται. καὶ πρῶτα μὲν εἰσποιεῖται αὐτὸν ὡς εἰς πατέρα οἷα τὴν μητέρα μνηστευόμενον, εἶτα μέμφεται ὡς οὐ καλῶς λέγοντα, καὶ ἐπιτρέπει ἐλεῆσαι τὸν ξένον, ἐλέγχων αὐτὸν ὡς φειδωλόν. φησὶ γοῦν· Ἀντίνοε, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, ἤγουν καλῶς μου φροντίζεις ὡς πατὴρ υἱοῦ, ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι, ὅ ἐστι διώκειν, μύθῳ ἀναγκαίῳ, ἤγουν ἀναγκαστικῷ. μὴ τοῦτο θεὸς τελέσειεν, ὁ ξένιος δηλαδή. δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἔγωγε. καὶ ὅρα τρεῖς ἐννοίας κομματικὰς ἐν τῷ στίχῳ τούτῳ. εἶτα λέγει, μήτε τὴν μητέρα εἰς τοῦτό γε ἅζεσθαι, μήτε τινʼ ἄλλον δμώων· κωλύει γὰρ οὐδείς. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ· ὅ περ αἰσχροκερδοῦς ἴδιον. ταῦτα ὁ Τηλέμαχος. ἐφʼ οἷς παροξυνθεὶς ὁ Ἀντίνοος ἐντύνεται κατὰ τοῦ Ὀδυσσέως εἰς τὴν μετʼ ὀλίγα βολήν. καὶ τέως ὑψαγόρην συνήθως καὶ μένος ἄσχετον τὸν Τηλέμαχον προσειπὼν, λέγει πρὸς τὸ, δός οἱ ἑλὼν, ὡς εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι, τουτέστιν, ἐὰν οἱ μνηστῆρες πάντες τοσοῦτον δοῖεν τῷ πτωχῷ, πολὺν ἂν καιρὸν διαγάγοι μὴ ἐλθὼν εἰς τὸν οἶκον. ὃ δηλοῖ φαινομένως μὲν πολλὴν ἐλεημοσύνην τοῦ πτωχοῦ ἐξ αὐτοῦ, ἀληθῶς δὲ πληγὴν μεγάλην καὶ τραῦμα δεινὸν, διʼ οὗ πολὺν χρόνον οὐκ ἂν ἰσχύσῃ ἐλθεῖν εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ὁ πληγεὶς πτωχὸς, ἵνα λέγῃ ὅτι δώσω μὲν, ἀλλὰ δεινὴν πληγήν. ἐφʼ οἷς καὶ θρῆνυν ἑλὼν ὑπέφῃνε τραπέζῃ κείμενον, ᾧ ἔπεχε λιπαροὺς πόδας εἰλαπινάζων. καὶ τέως μὲν ἀφίησι κεῖσθαι τὸν θρῆνυν, μετʼ ὀλίγα δὲ βάλλει δεξιὸν ὦμον τὸν τοῦ Ὀδυσσέως, ὡς ῥηθήσεται. Σημείωσαι δὲ, ὡς νῦν μὲν οὕτως ὁ Ἀντίνοος ἐσχημάτισε, μετʼ οὐ πολλὰ δὲ καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς φιλοτιμήσεται εἰπεῖν κατὰ σχηματισμὸν, ὃν Τηλέμαχος μὲν συμβαλεῖται ἂν τότε, οὐ μὴν δὲ καὶ οἱ μνηστῆρες διὰ τὸ ἀσφαλὲς τοῦ σχηματισμοῦ. ἔνθα ἐρεῖ, μὴ πένθιμον εἶναι, ὁπότε τις περὶ τοῖς ἑαυτοῦ μαχόμενος βληθείη καὶ τὰ ἑξῆς. Ὅρα δὲ ὅτι ἀρσενικῶς εἶπε τὸν θρῆνυν, ὡς δηλοῖ τὸ, ᾧ ἔπεχε πόδας, ἤγουν ἐφʼ ᾧ εἶχε τοὺς πόδας. ὃν κείμενον ἐν τῇ τραπέζῃ καὶ ὑποκείμενον τοῖς ποσὶν ὑπέφῃνεν ἤγουν ὑποκάτω ἔφῃνεν ὑπεξαγαγὼν τῶν ποδῶν, ὡς ἂν ἔχοι ῥᾷον αὐτοῦ ἐπικύψας ἅψασθαι, ὅτε θελήσει κατὰ τοῦ Ὀδυσσέως βαλεῖν. Ὅτι δὲ τὸ ἐπέχειν ἔστιν ὅτε καὶ ἔχθραν δηλοῖ, ἐν τοῖς ἑξῆς που δηλώσει ὁ ποιητής. Τὸ δὲ, τρεῖς μῆνας, ἁπλοϊκῶς παρεῤῥίφη καὶ οὐ σπουδαίως ὥρισται. Ὅτι ἔλεον πτωχοῦ δηλοῖ τὸ, οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην σίτου καὶ κρειῶν. τάχα δὴ καὶ ἔμελλεν ὁ λαβὼν πτωχὸς, αὖτις ἐπʼ οὐδὸν ἰὼν, προικὸς γεύσεσθαι Ἀχαιῶν, ἤγουν δωρεᾶς, ὡς καὶ προγέγραπται. Ὅτι ὁ δεόμενος τῶν τινὸς μεγιστάνων ἐπὶ δώρῳ εἴποι ἂν τὸ, δὸς φίλος, οὐ μέντοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. τῷ σε χρὴ δόμεναι καὶ λώϊον, ἠέ περ ἄλλοι, σίτου ἢ τοῦδε τινός. ἐγὼ δʼ ἄν σε κλείω κατʼ ἀπείρονα γαῖαν. Ὀδυσσέως δὲ καὶ τοῦτο λόγος, ὃς οἷα πολλὴν γῆν ὡς ἀλήτης περιϊὼν ὑπισχνεῖται, τὸν Ἀντίνοον παρὰ πολλοῖς εὐκλεῶς φημίσαι. εἰ δὲ καὶ ἐκ πλουσίων ποτὲ εἴη ὁ δεόμενος, πρέπει προσθεῖναι καὶ τὰ ἑξῆς· καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, τοίῳ ὁποῖος ἔοι, ἤγουν ὑπάρχοι, καὶ ὅτευ κεχρημένος ἔλθοι, ἤγουν καὶ οὗ ἂν χρῄζοι, μὴ ἀνακρίνων μήτε προσώπου μήτε δώρου ποιότητα. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ, οἷσιν εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται, οἱ ἄνθρωποι δηλαδή. ἀλλὰ θεὸς ἀλάπαξεν· ἤθελε γάρ που. Καὶ ὅρα τὸ, εὖ ζώουσιν· ἐξ οὗ ζωὴ πρὸ τούτων ἡ τοῦ ζῆν ἐλέχθη περιουσία. οἱ μέντοι μεθʼ Ὅμηρον σοφοὶ ἐκ τούτου συνθέντες εὐζωΐαν τὴν εὐδαιμονίαν φασίν. Ὅρα δὲ τὸ, οὐ κάκιστος ἀλλʼ ὤριστος, ἐντελῶς ῥηθὲν σαφηνείας χάριν. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐν τῷ, οὐ γάρ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν, χρὴ προσεπεννοεῖν τὸ, ἀλλʼ ὁ ἀνδρειότατος. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων. ἄλλως γὰρ ὁ οὐ κάκιστος καὶ ὁ οὐκ ἀφαυρότατος οὐκ αὐτόθεν ἁπλῶς νοοῦσι τὸν ἄριστον καὶ τὸν ἀνδρειότατον. Τὸ δὲ, κλείω κατʼ ἀπείρονα γαῖαν, χρόνον καὶ αὐτὸ ἀντὶ χρόνου λαμβάνει· ἀντὶ τοῦ δοξάσω γὰρ μέλλοντος εἴρηται. Τὸ δὲ, ἤθελε γάρ που θεὸς, εὐσεβοῦς ἤθους ἐστὶν, ἀνατιθέντος τῷ κρείττονι τὰ συγκυροῦντα. Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς καὶ τὰ τοιαῦτα πρὸς τὸν Ἀντίνοον λέγει παρὰ κοφῷ ᾄδων, ὅ φασιν. ἐφʼ οἷς καὶ συγκαλύπτων τὴν περὶ αὐτοῦ ὑπόνοιαν ἐπιπλέκει μέρος τι τῆς πρὸς τὸν Εὔμαιον ἐκείνης ψευδολογίας, ἵνα μὴ ἄλλο τι πλάσας ὑποπτευθείη παρὰ τοῦ Εὐμαίου παρόντος καὶ ἀκροωμένου, ὡς πρὸς ἐκεῖνον ψευσάμενος. καὶ λέγει πάλιν, ὅπως ἐν Αἰγύπτῳ ποταμῷ στήσας νέας ἀμφιελίσσας καὶ ὀπτῆρας ὀτρύνας νέεσθαι κατὰ σκοπιὰς ἐδυστύχησεν ἐκ τῶν ἑταίρων, καὶ τέλος μετὰ πολὺν κίνδυνον ἁλοὺς καὶ αὐτὸς ἀπεδόθη ἐς Κύπρον τῷ ἐκεῖ ἀνάσσοντι Δμήτορι Ἰασίδῃ. ἐκεῖθεν δέ, φησι, δεῦρο τόδʼ ἵκω πήματα πάσχων. τούτοις δὲ προστίθησί τι καὶ ἀνήκουστον τῷ Εὐμαίῳ τὸ εἰς τὴν Κύπρον πραθῆναι, οἷα ὑπονοῶν, ὡς εἰκὸς, ὅτι οὐκ ἂν παρὼν καὶ ἀκούων ἄρτι ὁ Εὔμαιος ἐλέγξῃ τοῦτον, ὡς ἢ μὴ μεμνημένος ἢ μὴ βουλόμενος. Ἰστέον δὲ καὶ ὅτι καθʼ ὁμοιότητα τοῦ, οὐ γάρ μιν, ὡς εἴρηται, ἀφαυρότατος βάλεν Ἀχαιῶν, εἴρηται καὶ ὧδε τὸ, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν εἶναι. πλὴν ἐκεῖνο μὲν ἀφῆκεν οὕτως ἐν ἀσαφεῖ κεῖσθαι διὰ τὸ πρὸς φρονοῦντας λαλεῖν. νῦν δὲ, ἵνα μὴ ὁ Ἀντίνοος, περὶ οἷ ὁ λόγος οὗτος, ὕβριν ὑποπτεύσῃ, διεσάφησεν ἐπαγαγὼν τὸ, ἀλλʼ ὁ ἄριστος. ἐν δὲ τῷ τόπῳ τούτῳ καὶ ληϊστῆρας πολυπλάγκτους λέγει συνήθως τοὺς κατὰ θάλασσαν πειρατὰς, ἐπεὶ μὴ ἔστιν αὐτοῖς εἷς σκοπὸς τοῦ πλοῦ. λέγει δὲ καὶ τὸν Νεῖλον Αἴγυπτον ποταμὸν, ὡς καὶ πρὸ τούτων, καὶ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς διὰ τὴν κατʼ Αἴγυπτον πιότητα τῆς γῆς. εἰ δὲ Κινύρας ἐν Ἰλιάδι Κύπρου ἦν βασιλεὺς, ἀλλʼ ἐκείνου μηκέτʼ ὄντος ὁ ῥηθεὶς Δμήτωρ βασιλεῦσαι δοκεῖ. Ἐν δὲ τούτοις κεῖται καὶ ἡ ἀνάγκη ἐπὶ βίας ἐν τῷ, ἐργάζεσθαι ἀνάγκῃ, ἤγουν βιαίως· ὅθεν καὶ μῦθος ἀναγκαῖος πρὸ βραχέων ὁ ἀναγκαστικός. Ὅτι αὐξάνων ὁ ποιητὴς τὴν κατὰ τὸν Ἀντίνοον περιπέτειαν, ἵνα πάνυ φανεὶς θρασὺς καὶ βίαιος ἀξίαν ὕστερον τίσῃ δίκην, καὶ μὴ μάτην Ὀδυσσεὺς κατʼ αὐτοῦ πρώτου τοξάσηται, ἀλλʼ ὡς ἀξίου ὄντος πρὸ τῶν ἄλλων πεσεῖν, πλάττει ἐκεῖνον ἐφʼ οἷς οὐδέν τι φορτικὸν εἶπεν Ὀδυσσεὺς, ἀλλʼ ἢ μόνον ὅτι ὄλβιός ποτε ὢν καὶ φιλόξενος, εἶτα ὕστερον ἀθλίως πέπραγε καὶ ἐξ Αἰγύπτου αἰχμάλωτος ἀπαχθεὶς, ἀπεδόθη ἐς Κύπρον, κἀκεῖθεν τόδε ἵκει, ἤγουν ἐνταῦθα καὶ κατὰ τόδε τὸ δῶμα, ὡς καὶ ἀλλαχοῦ ἐγράφη. ἐπὶ τοίνυν τούτοις πλάττει ἐκεῖνον λέγοντα οὕτω· τίς δαίμων τόδε πῆμα προσήγαγε δαιτὸς ἀνίην; στῆθʼ οὕτως ἐς μέσον ἐμῆς ἀπάνευθε τραπέζης, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ἢ καὶ ἴδηαι· ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι μαψιδίως· ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. καὶ οὕτω μὲν ὁ Ἀντίνοος. Ὀδυσσεὺς δὲ ἀναχωρήσας, ἤγουν ἀνὰ πόδα χωρήσας, ἔφη· ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπʼ εἴδεϊ καὶ φρένες ἦσαν· οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος, οὔ τί μοι ἔτλης σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν. ἐπὶ τούτοις χολώσατο κηρόθι μᾶλλον Ἀντίνοος, καί μιν ὑπόδρα ἰδὼν ἔφη· νῦν δή σε οὐκέτι καλὰ, ἤγουν καλῶς, διʼ ἐκ μεγάροιό γʼ ὀΐω ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις. ὣς ἂρ ἔφη. καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλε βέλος Ἀντινόοιο· ἀλλʼ ἀκέων κίνησε κάρη βυσσοδομεύων· ἂψ δʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἂρ ἕζετο, κὰδ δʼ ἄρα πήρην θῆκεν ἐϋπλείην. καὶ εἰπὼν τοῖς μνηστῆρσι, κέκλυτέ μευ ὄφρʼ εἴπω, καὶ ἑξῆς, ἐπάγει· οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι βλήεται ἢ περὶ βουσὶν ἢ ἀργεννῇσιν ὀΐεσσιν. αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς οὐλομένης. εἶτα ἑρμηνεύων τὸ οὐλομένης φησίν· ἣ πολλὰ κάκʼ ἀνθρώποις δίδωσιν. ἀλλʼ εἴ που πτωχῶν γε θεὸς καὶ Ἐριννύες εἰσὶν, Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. καὶ ὁ Ἀντίνοος ἀπειλησάμενος ἔπαυσε τέως τὴν ὀργήν. Ἰστέον δὲ ὅτι τὸ, τίς δαίμων τόδε πῆμα προσήγαγε δαιτὸς ἀνίην, λύπην δηλοῖ ἐπὶ κακῷ δαιτυμόνι. Τὸ δὲ ἀνίη δαιτὸς, εἴληπται ἀπὸ τοῦ, πτωχὸν ἀνιηρὸν, ὃ πρὸ ὀλίγων κεῖται. Τὸ δὲ, στῆθι ἐς μέσον, ἐπίτηδες Ἀντίνοος ἐθέλει, ὡς ἂν ἐκ διαστήματος ἀξιόλογος γένηται ἡ κατὰ τοῦ Ὀδυσσέως βολή. Ἐν δὲ τῷ, πικρὴν Αἴγυπτον καὶ Κύπρον, ὅρα μή ποτε ἡ παλαιὰ παρατήρησις διαπίπτῃ, ὡς θηλυκῶς ἐνταῦθα τῆς Αἰγύπτου λεχθείσης, ἵνα μὴ κατὰ τοὺς ἀφερεπόνως σημειωσαμένους ἀρσενικῶς μόνον εἰδείη ὁ ποιητὴς Αἴγυπτον τὸν Νεῖλον, ἀλλὰ καὶ χώραν ὁμωνύμως ἢ καὶ πόλιν. καὶ ἔχει λόγον τοῦτο οὐχήκιστα, ἵνα δύο στίχων ἐφεξῆς κειμένων, ἐν οἷς ὁ μὲν ἔχει τὸ, Αἴγυπτόνδε ἰέναι δολιχὴν ὁδὸν, ὁ δὲ τὸ, στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας, Αἴγυπτος μὲν ἁπλῶς ἡ χώρα ἢ καὶ ἡ πόλις εἴη, ὁ δὲ μετὰ προσθήκης Αἴγυπτος ποταμὸς τὸν Νεῖλον δηλοῖ. Αὐτὸ δὲ τὸ, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ἢ ἴδηαι θυμικῶς ῥηθὲν, οὐκ εὐδιανόητον μὲν ἁπλῶς οὕτως ἐστὶ, δηλοῖ δὲ, ὡς ἐπὶ κακῷ τοῦ ξένου ἔσται τὸ περὶ Αἰγύπτου καὶ Κύπρου ἀφηγεῖσθαι, ὡς ἵκετο ἐκεῖ καὶ εἶδε τὰ ἐκεῖ. Τὸ δὲ ὥς τις θαρσαλέος ἐσσὶ, ἀντὶ τοῦ λίαν θαρσαλέος· γραφῆναι γὰρ αὐτὸ διὰ μικροῦ ο ἀσύνηθες τοῖς Ὁμηρικῶς λαμβάνουσιν ἐπὶ ἀορίστων τὸ ὅς τις. Τὸ δὲ πάντεσσι παρίστασαι, ματαία αἰτίασις, ὁποῖα τὰ τοῦ θυμοῦ. τί γὰρ ἂν ἄλλο καὶ ποιήσῃ ὁ πτωχεύων; Τὸ δὲ, οἱ δὲ διδοῦσι μαψιδίως, εὐλογοφανὴς δῆθεν μέμψις αἰτιωμένη τὸ μάτην δαπανᾶν. Τὸ δὲ, ἐπεὶ οὔ τις ἐπίσχεσις, ὀνειδισμός ἐστιν, ὡς μὴ φειδομένων τῶν μνηστήρων ἐπὶ τοῖς ἀλλοτρίοις. τούτῳ δʼ ἀκόλουθον καὶ τὸ, οὐδʼ ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἤγουν οὐδεμία φειδὼ δωρεῖσθαι τὰ ἀλλότρια, ὅ περ αὐτὸς μὴ ποιῶν ἀγαθόν τι δῆθεν ποιεῖν ἔοικε. πρὸς ὃ καλῶς ἀκούει ὡς ἐκ περιτροπῆς καὶ στροφῆς τοῦ τοιούτου ἐπιχειρήματος τὸ, οὐ σύ γʼ ἂν ἐξ οἴκου δοίης τι, ὃς ἐκ τῶν ἀλλοτρίων οὐδὲν δίδως. Τὸ δὲ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, φθόνον ἔχει καὶ φειδωλίαν ὕπουλον, ὡς οἷα μεμφομένου τοῦ Ἀντινόου, εἰ πολλὰ ἑκάστῳ πάρεισιν. οἱονεὶ γάρ, φησιν, ὡς εἴ περ ὀλίγα παρέκειντο, οὐκ ἂν διεδίδοντο. Τὸ δὲ, οὐκ ἄρα σοί γʼ ἐπʼ εἴδεϊ καὶ φρένες ἦσαν, λέγοιτο μὲν ἂν πρὸς πάντα λαμπρὸν μὲν ἰδεῖν, μεμπτὸν δὲ φρονεῖν. ἐναντιοῦται δὲ πρὸς τὸ, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν εἶναι, ἀλλʼ ὁ ἄριστος, ὅ περ εἶπεν Ὀδυσσεὺς ῥητορικῶς, ὅτε μή πω δεδοκίμακε τὸν Ἀντίνοον, οὐκ εἰπὼν ὅτι ἄριστος εἶ, ἀλλʼ ἐνδοιαστικῶς, ὅτι δοκεῖς μοι τοιοῦτος. μέρος δὲ ἀφροσύνης ἐν αὐτῷ καὶ τὸ ἀναιδῆ προΐκτην τὸν ξένον εἰπεῖν, ὡς πᾶσι παριστάμενον καὶ αἰτοῦντα, ὅ περ ἄλλως ἡ περίφρων Πηνελόπη κρίνει, ἐν οἷς ἐρεῖ, ὅτι κακὸν αἰδοῖος ἀλήτης, ὡς τοιούτου τοῦ Ὀδυσσέως φαινομένου αὐτῇ. οὕτως ἐναντίαις δόξαις οἱ ἄνθρωποι ἐν πολλοῖς μεριζόμεθα. Ἐπιστάτην δὲ τὸν ἐπαίτην λέγει νῦν παρὰ τὸ ἐφίστασθαι. οἱ δὲ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ παιδαγωγοῦ καὶ παιδοτρίβου οἴδασι τεθεῖσθαι. ὁ δὲ τοιοῦτος καὶ ἐπιτιμητὴς ἂν λεχθείη ποτὲ κατὰ τὸ, ὡς ὁὐπιτιμητής γε τῶν ἔργων βαρύς. καὶ γυμνασίου δέ, φασιν, ἐπιστάτης ὁ ἐπιμελητής. ἐνταῦθα δὲ μνηστέον τοῦ γραμματικοῦ Ἀριστοφάνους, εἰπόντος οὕτω ῥητῶς· ἐπιστάτης ἐπὶ μόνου τοῦ χυτρόποδος δοκεῖ τοῖς πολλοῖς τάττεσθαι καὶ τοῦ μεταιτητοῦ, ὡς παρʼ Ὁμήρῳ. ἀγνοοῦσι δὲ ὅτι καὶ ὁ παιδοτρίβης οὕτω καλεῖται. τὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων καθηγητῶν τάττειν οὔ φημι πάντως τὴν χρῆσιν δεικνύναι. προσενθυμητέον δὲ καὶ Τηλέφου τοῦ, ὡς ἱστορεῖται, Περγαμηνοῦ, ὅτι κατὰ τὴν ἐκείνου παράδοσιν νομική τις ἦν λέξις ἢ τεχνικὴ ἐν τοῖς μεθʼ Ὅμηρον ὁ ἐπιστάτης. γίνεται γάρ, φησιν, ἐπιστάτης Ἀθήνῃσιν ἐκ τῶν πρυτανέων εἷς, ὃς ἐπιστατεῖ νύκτα καὶ ἡμέραν μίαν, καὶ πλείω χρόνον οὐκ ἔξεστιν οὐδὲ δὶς τὸν αὐτὸν γενέσθαι, τάς τε κλεῖς, ἐν οἷς τὰ χρήματά εἰσι, φυλάττει καὶ τὰ γράμματα τῆς πόλεως καὶ τὴν δημοσίαν σφραγῖδα. κληροῖ δὲ καὶ προέδρους ἐξ ἑκάστης φυλῆς ἕνα, πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα. καὶ τοιαῦτα μὲν ταῦτα. ἕτεροι δὲ ἐπιστάτην φασὶ ξύλινόν τι πολλοὺς παττάλους ἔχον, ἐξ οὗ οἱ μάγειροι ἀπεκρέμων, φασὶ, τὰ κρέατα καὶ τὰ ἐργαλεῖα. ἄλλοι δὲ ἐπιστάτην οἴδασί τινα πήλινον πλαττόμενον παρὰ ταῖς ἐσχάραις, ὥς περ παρὰ ταῖς καμίνοις Ἡφαίστους πλάττουσι. τινὲς δὲ λέγουσι καὶ ἐπίστατόν τι, ὡς δηλοῖ ὁ εἰπὼν, ὅτι ἐπίστατος ὁ καὶ πυρίστατος καλούμενος, ὃν δηλαδὴ πυροστάτην οἱ ἀγροικότεροι λέγουσι. Καλλίστρατος δὲ τὸν ἐσχάρᾳ ἐπιτεθειμένον οὕτω λέγει. Τὸ δὲ, οὐδʼ ἅλα δοίης, ἀντὶ τοῦ, οὐδὲ τὸ ἅλας τὸ ἐπὶ ξενίᾳ διδόμενον, ἵνα λέγῃ παροιμιωδῶς, ὅτι οὐδὲ τὸ εὐτελέστατον ἂν δοίης. Ὅτι δὲ τὸν ξένιον ἅλα θεῖον ὁ ποιητὴς οἶδεν, ἐδήλωσεν ἐν ταῖς λιταῖς, ἔνθα ἐγράφη καί τινα συντεθειμένα ἐκ τοῦ ἁλός. νῦν δὲ μνηστέον καὶ ὅτι, καθὰ κρέας ἁλίπαστον καὶ ἰχθὺς, οὕτω καὶ χωρίον ἁλίπαστον. αὐτὸ μέντοι ἐξ ἐπιβουλῆς ποτὲ πρὸς τὸ μὴ φύειν καρπόν. ὅθεν, φασὶ, καὶ οἱ δεινῶς δυσθεράπευτοι τὰ σώματα ἁλίσπαρτοι κωμικώτερον ἐκαλοῦντο. λέγουσι δέ τινες παρὰ τὸν ἅλα καὶ νεαλὲς τὸ ἁλσὶ νεωστὶ πεπασμένον. οἱ δέ γε περὶ προσφάτου καὶ νεαροῦ καὶ νεαλοῦς γράψαντες καὶ ἑτεροῖόν τι τὸ νεαλὲς οἴδασι, πρόσφατον μὲν κρέας φάμενοι, παρὰ τὸ φάσαι ἤγουν φονεῦσαι, ὅθεν καὶ φάσγανον. νεαρὸν δὲ ὕδωρ, τοῦ ἀρύειν ἐγκειμένου τῇ λέξει· νεαλὲς δὲ, τὸ νεωστὶ ἑαλωκός. μνηστέον δʼ ἐνταῦθα καὶ ἀνδραπόδων ἁλωνήτων, ἅ περ ἁλὸς ὠνοῦντο τινὲς, οἳ ὡς εἰκὸς κατὰ τὸν ποιητὴν οὐκ ἤδεισαν θάλασσαν, καὶ διατοῦτο πολλοῦ ἠξίουν τὸν ἅλα, ὡς καὶ τὸ τιμιώτατον τὸν ἄνθρωπον ἅλμης οὕτω πεπηγυίας ἀντιδιδόναι. καὶ τοιοῦτον μὲν τὸ, οὐδʼ ἅλα δοίης, ὡς γράφει Ἀρίσταρχος. Καλλίστρατος δὲ οὔδαλα ψιλῶς, φασὶν, ἐκδέχεται καὶ προπαροξυτόνως ἀντὶ τοῦ κόπρια, ἢ ἄλλως λύματα, παρὰ τὸν οὐδὸν ἤτοι τὸν βατῆρα κείμενα. πρόσκειται δὲ τὸ ψιλῶς ἐν τῷ λόγῳ τῶν παλαιῶν, διότι καὶ τὸ οὔδαλα ἐπνευμάτιζε τὸ φωνῆεν ἐν τῇ παραληγούσῃ διὰ ψιλῆς, οὐ μὴν διὰ δασείας, ἥ πέρ ἐστιν ἐν τῷ, οὐδʼ ἅλα δοίης, διὰ τοὺς δασυνομένους ἅλας. λεχθείη δʼ ἂν ὁ ὡς ἐῤῥέθη τῷ ἐπαιτοῦντι, μηδὲ ἅλα διδοὺς, οὐ μόνον φειδωλὸς καὶ κίμβιξ καὶ γλίσχρος καὶ τὸ κύμινον πρίων καὶ συνθέτως κυμινοπρίστης, ἔτι δὲ καὶ λιμὸς, καὶ εἴ τι τοιοῦτον, ἀλλὰ καὶ Μυκόνιος ἀνὴρ παροιμιακῶς. δοκοῦσι γὰρ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν ἔχειν νῆσον τὴν Μύκονον γλίσχροι καὶ πλεονέκται εἶναι. Κρατῖνος οὖν, ὥς φησιν Ἀθήναιος, τὸν γλίσχρον Ἰσχόμαχον Μυκόνιον εἶπεν. ἐνταῦθα δὲ χρήσιμα ἐκ τῶν παλαιῶν καὶ τὸ, κίμβιξ ὁ ῥυπαρὸς ἀπὸ κιβδήλου, φασὶ, χρυσίου καὶ ἀργυρίου. καὶ λιμοκίμβιξ δὲ ὁ αὐτὸς, καὶ κυμινοκίμβιξ διὰ σμικρότητα, καὶ ῥυποκόνδυλος, καὶ συκοτραγίδης παρὰ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ, διὰ τὸ εὐτελές, φασι, τοῦ βρώματος, καὶ γλίσχρος, διὰ τὸ γλίχεσθαι πολλῶν, καὶ φειδὸς ἤγουν φειδωλὸς, διὰ τὸ φείδεσθαι πολλῶν, καὶ τρυσίβιος παρὰ τῷ κωμικῷ καὶ θυμβρεπίδειπνος, ὧν ὁ μὲν δηλοῖ τὸν τρύοντα ἤτοι κακοπαθοῦντα περὶ βίον, ὁ δὲ τὸν εὐτελῶς δειπνοῦντα ὡς θύμβροις ἀρκεῖσθαι, ἅ περ ἴσως ἡ χυδαία γλῶσσα θρύμβους λέγει. τοιούτου δὲ σκώμματος καὶ ὁ μυσάλμης, γενόμενός, φασιν, ἐκ τοῦ μυστιλᾶσθαι ἅλμην, ἤγουν ἐκ τῶν εὐτελεστάτων ζῆν. ἦν γάρ, φησι, σκεύασμά τι εὐτελὲς, ὃ θαλασσίαν ἅλμην ἐκάλουν. αὐτὸ δὲ κατὰ τοὺς παλαιοὺς δύναται δηλοῦν καὶ τὸ ἐπιπόνως βιοῦν. παροιμίαν γάρ, φασι, τὴν, μῦς ἐν πίσσῃ, ἔνιοι μῦς ἐν ἅλμῃ μεταγράφουσι. Τὸ δὲ ἀποπροελὼν ταυτόν ἐστι τῷ ἀποπροταμὼν, ὃ ἀλλαχοῦ κεῖται. Τὸ δὲ, τὰ δὲ πολλὰ πάρεστι, σαφέστερον μέν ἐστι τοῦ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. περιτρέπεται δὲ καὶ αὐτὸ κατὰ τοῦ Ἀντινόου. ὁ μὲν γὰρ φειδοῦς ἢ φθόνου λόγῳ ἔφη τὸ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, Ὀδυσσεὺς δὲ διʼ αὐτό φησι τοῦτο τὸ πολλὰ παρεῖναι χρὴ σίτου ἀποπροταμόντα δοῦναι. Τὸ δὲ, διʼ ἐκ μεγάρου ἂψ ἀναχωρήσειν, πρὸς διαστολὴν ἐῤῥέθη τοῦ, ἀναχωρήσας προσέφη Ὀδυσσεύς. ἐκεῖνο μὲν γὰρ ἐκ τραπέζης ἦν ἀναχώρησις, νῦν δὲ ἐκ μεγάρου ἀναχωρήσει. Ὁ δὲ βληθεὶς θρῆνυς εἴη ἂν καὶ σφέλας, ὡς προδεδήλωται, διὰ τὸ ῥᾷον σφάλλεσθαι, ἤγουν ἀνατρέπεσθαι διὰ σμικρότητα, ἢ καὶ διὰ τὸ δύνασθαι σφῆλαι, εἰ καὶ μὴ ἔσφηλε τὸ τοιοῦτον βέλος τὸν Ὀδυσσέα. εἰ δὲ σφέλας τὸ τοιοῦτον νοηθείη, ἰδοὺ παρὰ βραχὺ καὶ ἀμφὶ κάρη βάλλεται ὁ ξένος, εἴ γε βάλλεται πρυμνότατον κατὰ νῶτον, ὅ ἐστιν ἔσχατον πρὸς τῇ κεφαλῇ δηλαδή· ὁποῖον καὶ μετʼ ὀλίγα τὸ, θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. Σημείωσαι δὲ κἀνταῦθα ὡς κατὰ παλαιὰν γνώμην ἅπαν τὸ παρατυχὸν ἀχορηγήτου θυμοῦ ὅπλον γίνεται. Ἀντίνοός τε γὰρ σφέλας ῥίψας βάλλει τὸν Ἰθαγενῆ τοῦτον ξένον, καί τις ἕτερος πόδα βόειον ἐπαφείς. καὶ Ὅμηρος μὲν οὕτως ἐλλόγως γράφει. Αἰσχύλος δὲ οὐκ εὐπρεπῶς παράγει Ἕλληνά τινα ἐν μέθῃ λέγοντα· ὅδʼ ἔστιν, ὅς ποτʼ ἀμφʼ ἐμοὶ βέλος γελωτοποιὸν τὴν κάκοσμον οὐράνην ἤτοι ἀμίδα ἔῤῥιψεν οὐδʼ ἥμαρτε, περὶ δʼ ἐμῷ κάρᾳ πληγεῖ σʼ ἐναυάγησεν ὀστρακουμένη χωρὶς μυρηρῶν τευχέων πνέουσʼ ἐμοί. καὶ Σοφοκλῆς δέ που, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, φησίν· ἀλλʼ ἀμφὶ θυμῷ τὴν κακόκοσμον οὐράνην ἔῤῥιψεν οὐδʼ ἥμαρτε, περὶ δʼ ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος, οὐ μύρου πλέον, ἐδειματούμην δʼ οὐ φίλης ὀδμῆς ὕπο. ἀποθραύσματα δέ πως αὐτὰ Δημοσθενικοῦ τοῦ, ἐνεούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατεῤῥήγνυον. καὶ οὕτω μὲν ταῦτα. Ἰστέον δὲ ὅτι λέγεται πρυμνὸν καὶ ἐπὶ τῷ κάτω, οἷον τυχὸν ῥίζης ἢ τοιούτου τινός. ὅλως δὲ εἰπεῖν, πρυμνὸν τὸ ἔσχατον, ὡς ἀπὸ τοῦ περῶ, περύω, τὸ περατῶ, ἐξ οὗ καὶ ἡ τῆς νηὸς πρύμνη, καὶ πρυμνόθεν τομὴ ἡ πρόῤῥιζος. Τοῦ δὲ, ἐστάθη ἠΰτε πέτρη, ἑρμηνεία ἐστὶ τὸ, οὐδʼ ἄρα μιν σφῆλε βέλος. τὸ γὰρ σταθὲν οὐκ ἔσφαλται. σφάλλεσθαι γὰρ τὸ καταπίπτειν, καὶ σφάλλειν τὸ καταῤῥίπτειν, οἷς τὸ ἐναντίον ἀνασφάλλειν. καὶ τὸ ἔμπεδον δὲ ἑρμηνευτικόν ἐστι τοῦ, ἐστάθη καθὰ πέτρα, ὃ ταχυτάτη ἐστὶ παραβολὴ τῷ καιρῷ πρέπουσα. οὐ γάρ ἐστιν ἐν τοιούτοις πανηγυρίζειν παραβολικῶς. Τὸ δὲ σφῆλεν ἔοικεν ἡ ἐτυμολογία εἶναι τοῦ προειρημένου σφέλαος. Βέλος δὲ τὸν ῥηθέντα θρῆνυν εἶπε. Τὸ δὲ, ἀλλʼ ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων, ὀργὴν κρυφαίαν δηλοῖ. Τὸ δὲ, κέκλυτέ μευ, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει, προσοχὴν ἀκροάσεως ποιεῖ. Τὸ δὲ, οὐ μὰν οὔτʼ ἄχος ἐστὶ καὶ ἑξῆς, ὡς προγέγραπται, ἐσχημάτισται, ὡς προδεδήλωται. διὸ καὶ κλύειν χρὴ προσεχόντως, ὡς καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς βούλεται. ἀληθῶς γὰρ Ὀδυσσεὺς περὶ τοῖς ἑαυτοῦ μαχειόμενος κτήμασι βέβληται. ἵνα δὲ μὴ ἐξ ὑποψίας περιέργου ὁ σχηματισμὸς νοηθείη, ἀφανίζει αὐτὸν διὰ τοῦ ἐπαγομένου, εἰπών· γαστρὸς ἕνεκα πάσχειν. ἔστι δὲ ὅμως καὶ τοῦτο ἀστεῖον καὶ σύμφωνον τῷ σχηματισμῷ, ἵνα εἴη τὸ ὅλον τοιοῦτον. εἰ μὲν περὶ τῶν ἐμῶν κτημάτων ἦν αὐτίκα νῦν ἡ μάχη, οὐκ ἦν ἂν ἄχος. νῦν δὲ τέως χάριν γαστέρος βέβλημαι, ἤγουν τῆς πρὸς χάριν τροφῆς. τῷ γὰρ δοχείῳ συνεννοεῖται τὸ ἐντιθέμενον. ἐπεὶ ἀληθῶς ὁ ἀλήτης ἐπαίτης οὐ περιουσιασμοῦ χάριν πτωχεύει, ἀλλὰ τοῦ τὴν γαστέρα ἐμπλῆσαι. Τὸ δὲ, μαχειόμενος, ποιητικὴ λέξις, ὡς ἐκ τοῦ μαχῶ, μαχείω. οὕτω δὲ καὶ τὸ, πήραν ἐϋπλείην, ἀντὶ τοῦ εὖ πεπληρωμένην, καὶ τὸ βλήεται. καὶ οὐκ ἄν τις μὴ μετρικῶς γράφων αὐτοῖς χρήσηται. καινῶς δὲ καὶ νῦν ἡ περι πρόθεσις μετὰ δοτικῆς λέγεται ἐν τῷ, περὶ κτήμασι καὶ περὶ βουσίν. ἐκ δὲ τῶν ὀΐων καὶ ὄα κατὰ Αἴλιον Διονύσιον ἐπὶ ἱματίου διὰ τοῦ ο μικροῦ. καὶ τοῦτο μὲν ἐκεῖνος ἐν τῷ ο στοιχείῳ τῷ μικρῷ. ἐν δὲ τῷ ω μεγάλῳ φησὶν ὁ αὐτός· ᾦα, μηλωτή· διφθέρα. οἶς γὰρ τὸ πρόβατον. ἐν ἑτέρῳ δὲ ῥητορικῷ λεξικῷ γράφεται, ὅτι ᾦαι ἔσχαται ἄκραι. ἐν ἄλλῳ δὲ, ὅτι ᾦα ἡ μηλωτὴ κατὰ ἔκτασιν. καὶ δῆλον ἐκ τῶν ῥηθέντων, ὅτι τὸ μὲν πρῶτον, ἤγουν τὸ διὰ τοῦ ο μικροῦ, φυσικόν ἐστιν ἐκ τοῦ ὄϊς· τὸ δὲ δεύτερον ἐξετάθη. ἔνθα προσεκτέον τῷ γράψαντι, ὅτι ὄϊαι διφθέραι, μηλωταί· οὗ ἐκτάσει καὶ συναιρέσει ᾦαι. ὁμοίως δῆλον καὶ ὅτι οὐ πολυτελεῖς κατὰ τὴν ἐν τοῖς μετὰ ταῦτα τοῦ Ὀδυσσέως χρυσῆν ᾦαν αἱ λοιπαὶ κυρίως ᾦαι, ἀλλὰ μηλωταί τινες, ὁποῖαι πολλαὶ καὶ μέχρι νῦν παρὰ τοῖς ἀγροίκοις. ἐν δὲ ἀνωνύμῳ ῥητορικῷ λεξικῷ γράφεται καὶ ὅτι ὀξυτόνως καὶ συνεσταλμένως ὀαὶ ἱματίων. φέρει δὲ καὶ χρῆσιν τοῦ κωμικοῦ τὸ, ὅτε τὰς ὀὰς ἐποιήσατο. οἱ γὰρ παλαιοί, φησι, καὶ ταύταις ὀϊὸς δέρμα προσέῤῥαπτον, ἵνα ἥκιστα τρίβοιντο τὰ κάτω τῶν ἱματίων. ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· μῆλα ὁ ποιητὴς καλεῖ καὶ τὰς αἶγας, οἷον, μῆλʼ ὄϊές τε καὶ αἶγες ἰαύεσκον. καὶ ἡμεῖς δὲ δήπου μηλωτὴν καλοῦμεν καὶ τὴν αἰγείαν δοράν. τὴν δὲ τῶν προβάτων ἔνιοι οἰέην. τῶν δὲ ἀρχαίων Ἀττικῶν τινὲς συναλιφὴν ποιούμενοι ὦαν ἐκάλουν. καὶ φέρει καὶ χρῆσιν Ἑρμίππου ταύτην· Ὥρα μάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ὦαν περιδεῖσθαι περὶ τὴν ὀσφύν. Τὸ δὲ, τὸν δεῖνα πρὸ γάμοιο τέλος θανάτοιο κιχείη, εἰ δή που πτωχῶν γε θεὸς, λυπουμένου πτωχοῦ λόγος ἐστίν. Ὅτι ἀπειλὴ κατὰ πτωχοῦ ἀναιδοῦς τὸ, ἔσθιε ἕκηλος ξεῖνε καθήμενος ἢ ἄπιθʼ ἄλλῃ, μή σε νέοι διὰ δώματʼ ἐρύσωσιν οἷʼ ἀγορεύεις ἢ ποδὸς ἢ καὶ χειρὸς, ἀποδρύψωσι δὲ πάντα, σὲ δηλαδὴ ὅλον, ἢ πάντα τὰ τοῦ σώματος. Τί δέ ἐστι τὸ ἀποδρύψωσι, προδεδήλωται. Τὸ δὲ, οἷʼ ἀγορεύεις, ὡς οἷον μυστικῶς ἐῤῥέθη τῇ σιωπῇ καὶ ἐμφαίνει ῥητορικῶς μεγάλας δῆθεν ἀτοπίας ῥημάτων. Ἰστέον δὲ, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ὁ Ἶρος ἀπειλήσεται μὲν τῷ Ὀδυσσεῖ, μὴ τάχα καὶ ποδὸς ἕλκῃ, πείσεται δὲ ἐκεῖνος τὸν τοιοῦτον ἑλκυσμόν. Ὅρα δʼ ἐν τούτοις τὸ τοῦ Ὀδυσσέως ὑπομενετικὸν, ὃ φανεῖται οὐχήκιστα καὶ ἐν τοῖς ἑξῆς. ἀφίησι γὰρ οἷα σπουδαῖος ἐναλύειν τοὺς ἄφρονας οἷς βούλονται. τοιούτου δὲ ἤθους καὶ ἄλλοι μὲν ζηλωταὶ οὐκ ὀλίγοι, ὅσοι λεόντων δίκην ἐξουθενοῦσι, καθὰ καὶ ἀφελῆ τινὰ κνώδαλα, τοὺς βραχέος λόγου ἀξίους, ἀφιέντες τοιούτους ἕνα καὶ δύο καὶ πλείονας. περίπυστοι δὲ καὶ οἱ εὐγενεῖς Σπαρτιάται, παρʼ οἷς Κλαζομένιοι μὲν πρεσβεύοντες τοὺς θρόνους, ἔνθα οἱ ἔφοροι καθήμενοι τὰ πολιτικὰ ἐχρημάτιζον, διαπραττόμενοι κατέχρισαν ἀσβόλῳ· οἱ δὲ μαθόντες οὐκ ἠγανάκτησαν ἀλλʼ ἐκήρυξαν δημοσίᾳ τὸ θαυμαζόμενον· ἐξέστω Κλαζομενίοις ἀσχημονεῖν. Ὅτι ἐν τῷ, ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, οὐ ψεκτὸν τὸ ὑπερφιάλως, ἀλλʼ ἀντὶ τοῦ μεγάλως κεῖται. οὕτω καὶ ἐν τοῖς ἑξῆς γυμνωθέντα τὸν Ὀδυσσέα θαυμάζουσιν ὑπερφιάλως, ἤγουν ὑπερφυῶς. εἶτα δηλῶν τοὺς ἐπὶ τῇ κατὰ τοῦ Ἀντινόου νεμέσει λόγους φησίν. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων, Ἀντίνοε, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην. καὶ ὅρα τὸ ὑπερηνορεόντων, ὡς δεινὸν ὂν ἔργον, ἐφʼ ᾧ καὶ οἱ ὑπερηνορέοντες δυσχεραίνουσιν. εἶτα ἐκφαίνων ὁ ποιητὴς, οἵαν οἱ τότε δόξαν εἶχον περὶ θείας ἐναργείας, ποιεῖ τοὺς μνηστῆρας ἐπαγαγόντας οὕτως· οὐλόμενε, εἰ δή πού τις ἐπουράνιος θεός ἐστι, καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσιν, ἤτοι περιέρχονται, πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. καὶ ὅρα ὡς ἀντιτίθησι τὴν ὕβριν τῇ εὐνομίᾳ, καθὰ καὶ τῇ δίκῃ ἀλλαχοῦ, ὡς δηλοῖ τὸ, ὑβρισταὶ οὐδὲ δίκαιοι. Σημείωσαι δὲ ὅτι τὸ, εἰ δή πού τις θεός ἐστιν, ἐλλειπτικῶς ἔχει. λείπει γὰρ ἴσως τὸ, τί ἂν γένηται; ἢ τί ἂν ἐρεῖς; ἵνα λέγῃ ὅτι, οὐλόμενε, τί γενήσεται, εἰ θεός ἐστιν ὁ ἐμπαροινούμενος; Σημείωσαι δὲ ὅτι ὁ σπουδαῖος ἀνὴρ, ὡς ἐκ τῶν ὑποκειμένων φαίνεται, φιλεῖται καὶ τοῖς ὑπερφιάλοις, καὶ ἔχει μὲν συγκρότησιν καὶ ἀπὸ φίλων. καὶ δῆλον αὐτὸ ἔκ τε μυρίων ἄλλων καὶ ἀπό τινος δὲ Ἡγήμονος, ὃς δίκην γραφεὶς ἄφυκτον καὶ προσελθὼν Ἀλκιβιάδῃ ἐπὶ βοηθείᾳ εὐστόχησεν· ἐλθὼν γὰρ ἐκεῖνος, ἔνθα ἦσαν τῶν δικῶν αἱ γραφαὶ, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος, ὥς φησιν ὁ γλυκὺς Ἀθήναιος, διήλειψε, ἤγουν ἀπήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. καὶ ὁ γραμματεὺς καὶ ὁ ἄρχων ἠγανάκτουν μὲν, ἡσυχίαν δὲ ἦγον Ἀλκιβιάδου χάριν. ὁ δὲ τὴν δίκην γραψάμενος εὐλαβηθεὶς ἔφυγε. καὶ οὕτω μὲν βοηθεῖταί τις ὑπὸ φίλων ὡς μάλιστα. ὅτι δὲ διὰ σπουδῆς ἔστι καὶ τοῖς ἐχθροῖς, δηλοῖ καὶ τὰ κατὰ τὸν Ὀδυσσέα, οὗ ὑπερλαλοῦσιν οἱ κακοὶ μνηστῆρες. σώζει δὲ αὐτὸν καί τις ἔχθιστος μνηστὴρ, καταφυγόντα εἰς αὐτὸν, ὡς εἴ που καὶ εἴς τι ἄσυλον ἄψυχον, ἢ καὶ ὡς εἰ ζῷον φεῦγον θῆραν εἴς τι ἄλλο ἐχθρὸν προσφύγῃ, ὁποῖα πολλὰ γίνονται. διάφοροι γοῦν εἰς ἐχθροὺς φυγαὶ περιᾴδονται εἴτουν καταφυγαὶ καὶ σωτηρίαι ὑπʼ ἐκείνων. Σημείωσαι δὲ ὡς εἰς τὴν ἐνταῦθα ἐπιτραπέζιον χολὴν τῶν μνηστήρων χρησιμεύει προσφυῶς Διφίλου τοῦ κωμικοῦ τὸ, ἀλλʼ ἀλείψας τῇ χολῇ ἀπογαλακτίζει τὸν δεῖνα ὥς περ τὰ παιδία. καὶ αὐτοὶ γὰρ κατὰ Ὀδυσσέως χολῶντες ἐθέλουσιν ἀπότροφον αὐτὸν ποιεῖν. Τὸ δὲ παντοῖοι, ἀπορίαν λύει τινὰ, ἵνα μὴ τυχὸν ὁ Ἀντίνοος εἴπῃ μὴ ἂν ἐν οὕτω πτωχικῷ σχήματι τὸ θεῖον φαντασθήσεσθαι; οἱ γὰρ παντοῖοι τελέθοντες καὶ πτωχοὶ ἂν ἐπιφανοῦνται. καὶ οὕτω μὲν χρηστολογοῦσιν οἱ μνηστῆρες μεμφόμενοι τὸν Ἀντίνοον. Ὀδυσσεὺς δὲ οὐκ ἐμπάζετο μύθων, οὔτε τῶν τοῦ Ἀντινόου δηλαδὴ, οὔτε οὓς ἔλεγον οἱ λοιποί· πάντας γὰρ μισεῖ. διὸ καὶ πάντας ἀνελεῖ. ἴσως δὲ καὶ ὁ Ἀντίνοος οὐκ ἐμπάζετο τῶν κατʼ αὐτοῦ νεμεσητικῶν μύθων. Ὅτι τλήμονος ἀνδρὸς τὸ, ὁ δεῖνα ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν· οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, ἀλλʼ ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων· ὃ καὶ προεγράφη. ὁ Τηλέμαχος δὲ νῦν οὕτω διάκειται. δείκνυσι δὲ ὁ ποιητὴς ἐνταῦθα καὶ ὅτι δακρύων ἄξιον ἔπαθεν Ὀδυσσεύς. ἔχει δὲ τὸ τλησικάρδιον ὁ νεανίας, ἐξ ὧν ὁ πατὴρ παρῄνεσε τοιοῦτον εἶναι, εἰ καὶ κατὰ δῶμα ποδῶν ἕλκεται, ἢ βέλεσι βάλλεται. Ἐν δὲ τῷ, κίνησε κάρη, νοητέον ἐκ τῆς κεφαλῆς, τὸ κατʼ αὐτὴν λογιστικὸν, καθʼ ὃ βουλευόμενος ὥρμαινεν. ἄλλως γὰρ οὐκ ἂν ἐλάνθανε κινῶν κάρη. ἴσως δὲ καὶ οὕτω ποιῶν ἠρέμα καὶ βλεπόμενος οὐδὲν ἂν ἐδόκει ποιεῖν βαρύ. Ὅτι Ἀντινόῳ βαλόντι τὸν ξένον ἐπαρᾶται ἡ Πηνελόπη ἔνδοθεν ἐνδιαθέτως κατὰ θυμὸν, ὡς εἰ καὶ ἠκροᾶτο ἐκεῖνος, αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων. πρὸς ὅ περ ἡ ταμία Εὐρυνόμη ἔφη· εἰ γὰρ ἐπʼ ἀρῇσι τέλος ἡμετέρῃσι γένοιτο, οὐκ ἄν τις τούτων γε εὔθρονον Ἠῶ ἵκοιτο. δηλοῖ δὲ ὁ τῆς γραὸς λόγος τὸ πάντας ἀξίους εἶναι θανάτου καὶ μὴ μόνον τὸν Ἀντίνοον. λεχθείη δʼ ἄν ποτε τοῦτο καὶ ἁπλῶς, ὅτε τις ἀτελέστατα εὔχεται. ἡ δέ γε Πηνελόπη καταθεμένη κακοὺς εἶναι πάντας διὰ τὸ κακοποιεῖν, ὑπερκεῖσθαι δʼ ὅμως ἁπάντων δηλοῖ τὸν Ἀντίνοον, εἰποῦσα· μαῖα, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· Ἀντίνοος δὲ μάλιστα μελαίνῃ Κηρὶ ἔοικεν, ὃ κατὰ ἀνθρώπου ἔστι λέγεσθαι κακίστου ὄντος ἐν κακοῖς. τιμᾷ δὲ τὴν Εὐρυνόμην μαῖαν εἰποῦσα ἡ δέσποινα, ἧς ὁ κατὰ μνηστήρων συλλογισμὸς ἐνταῦθα τοιοῦτός τις· οἱ μνηστῆρες κακὰ μηχανῶνται· οἱ κακὰ μηχανώμενοι ἐχθροί εἰσιν· οἱ μνηστῆρες ἄρα ἐχθροί εἰσι. Τὸ δὲ, κακὰ μηχανόωνται, ἀτάσθαλα μηχανόωνται μετʼ ὀλίγα φησί. Τὸ δὲ τέλος γράφεται καὶ τέκος, ἵνα λέγῃ ἡ γραῦς οὕτως· ὦ τέκνον, εἰ γὰρ ἐπʼ ἀραῖς ἡμετέραις ἤγουν ὑπὲρ ἡμῶν ὁ Ἀπόλλων γένοιτο, πάντες ἂν ἀπόλοιντο. Ὅρα δὲ ὡς εὔμορφος ἡ πρὸς τὸν Ὀδυσσέα ἐντυχία ἐντεῦθεν τῇ δεσποίνῃ προκαταβάλλεται. οἰκτισαμένη γὰρ μετακαλέσεται. καὶ οὕτως εὔοδα ἔσται τὰ ἐφεξῆς. Τὸ δὲ, Κηρὶ μελαίνῃ ἔοικεν, ἐπίτασίς ἐστι τοῦ κακὰ μηχανόωνται. κακοὶ μὲν γάρ, φησι, πάντες, Ἀντίνοος δὲ οὐκ ἀπέοικε θανάτου. Ὅτι ἀνακεφαλαιούμενος διὰ τῆς Πηνελόπης ὁ ποιητὴς τὰ διὰ πλειόνων προσεχῶς περὶ Ὀδυσσέως λεχθέντα φησὶν ἀσυνδέτως οὕτω κατὰ ἀπόστασιν· ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα ἀνέρας αἰτίζων, ἀχρημοσύνη γὰρ ἀνώγει, τουτέστιν ἔνδεια χρημάτων. ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε, οὗτος δὲ θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. ἔστι δὲ τὸ ἐνέπλησαν ἀκόλουθον τῷ, πήρην κατέθηκεν ἐϋπλείην. πρωθυστέρως δὲ κεῖται τὸ, ἔπλησαν καὶ ἔδοσαν· πρῶτον γὰρ δόσις, εἶτα τὸ ἐμπίπλασθαι. Ὅτι δῖον ἐνταῦθα τὸν Εὔμαιον καὶ ὁ ποιητὴς λέγει καὶ ἡ Πηνελόπη, πρὸ δὲ αὐτῶν καὶ ὁ Τηλέμαχος· ὃ καὶ σύμφωνόν ἐστι πρὸς τὸ, ὄρχαμος ἀνδρῶν. οὕτω καὶ κρείων Ἐτεωνεὺς, Μενελάου θεράπων, οὐ μέντοι δοῦλος ἐκεῖνος. Ὅτι τὸ προσπτύξομαι τὸν ξένον ἀντὶ τοῦ, προσείπω. διὸ ἐπάγει πρὸς ἑρμηνείαν τὸ, ἠδʼ ἐρέωμαι, πρὸς δεῖξιν τοῦ ταυτὰ ἐνταῦθα εἶναι τὸ προσπτύξομαι καὶ τὸ ἐρέωμαι. Ὅτι συνιστῶν τῇ δεσποίνῃ τὸν ξένον δεσπότην ὁ Εὔμαιος φησίν· εἰ γάρ τοι βασίλεια σιωπήσειαν Ἀχαιοὶ, οἷʼ ὅ γε μυθεῖται, θέλγοιτο κέ τοι φίλον ἦτορ. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα ἐν κλισίῃ. πρῶτον γὰρ ἔμʼ ἵκετο, τουτέστιν ἱκέτευσε, νηὸς ἀποδράς. ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. Ὅτι δὲ τὸ ἵκετο ἐνταῦθα τὸ ἱκέτευσε δηλοῖ, Ὀδυσσεὺς ἑρμηνεύσει μετὰ βραχέα ἐν τῷ, ἐπεί σε πρῶτον ἱκέτευσα. Καὶ σημείωσαι ὅτι κατὰ τὸ σιωπώμενον ἔοικεν Ὀδυσσεὺς πολλά τινα ἔξω τοῦ Ὁμήρου ἀφηγήσασθαι τῷ Εὐμαίῳ· ἃ γάρ τοι πρὸς ἐκεῖνον εἶπεν, οὐδὲ ὡρῶν ὀλίγων τινῶν ἐδέοντο. εἰκὸς δὲ καὶ ῥητορικῶς τὸν Εὔμαιον ψεύδεσθαι, ὡς ἂν μεγαλύνῃ παρʼ αὐτῇ τὸν φίλον πτωχόν. Τὸ δὲ οἷα ὅ γε μυθεῖται, ὅμοιόν ἐστι τῷ, οἷʼ ἀγορεύεις, ὃ πρὸ ὀλίγων εἶπεν ὁ Ἀντίνοος. Σημείωσαι δὲ καὶ τὸ, θέλγοιτο ἦτορ, οὔτε ἀπάτην ἐνταῦθα δηλοῦν, οὔτε ἄλλο τι κακὸν, ἀλλʼ ἡδονὴν ἀβλαβῆ, ὑπερβάλλουσαν μέντοι καὶ ἐκπληκτικὴν καὶ ὡς οἷον ἐκστατικήν τινα καὶ αὐτήν. εἶτα δεικνὺς παραβολικῶς ὁ Εὔμαιος τὸ ἐν λόγοις μελιχρὸν τοῦ ξένου φησίν· ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι, τοῦδʼ ἄμοτον μεμάασιν ἀκουέμεν ὁπποτʼ ἀείδει, ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι. Καὶ ὅρα καὶ τοῦτο τὸ ἔθελγεν, ὅμοιον ὂν τῷ ἀνωτέρω ῥηθέντι. Τὸ δὲ ποτιδέρκεται ἀοιδὸν, συννοούμενον ἔχει καὶ τὸ ἀκούειν. οὐ γὰρ χρεία τοῦ ἀοιδοῦ ὡς μόνον προσδέρκεσθαι, ἀλλὰ μᾶλλον ἀκούειν, ἐπεὶ καὶ οὕτω θέλγει, ἀκουόμενος δηλαδή. Τὸ δὲ θεῶν ἒξ δεδαὼς, θεομαθῆ καὶ θεόσοφον εἶναι δηλοῖ τὸν ἀοιδόν. κρουστικῶς δὲ ἐκπεφώνηται τὸ, θεῶν ἒξ, καθὰ καὶ τὸ, Ἀρτέμιδι ξὺν, καὶ τὸ, Ἰλιόθι πρός. Ὅτι καὶ ὁ Εὔμαιος ἀνακεφαλαιούμενος τὰ τοῦ Ὀδυσσέως ἐν ἐπιτομῇ, ὅσα γε αὐτὸς ἐξ ἐκείνου ἔγνω, λέγει τῇ δεσποίνῃ ὅτι, φησὶν, Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. ἔνθεν ἵκετο πήματα πάσχων προπροκυλινδόμενος, ἤγουν ἱκετεύων, ἢ καὶ ἱκετευτικῶς ἀπὸ τόπου εἰς τόπον ἥκων. στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ζῳοῦ. πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε, ὁ Ὀδυσσεὺς δηλαδή· εἰ καὶ ὁ Εὔμαιος διὰ τὸ τῆς ἀνακεφαλαιώσεως σύντομον οὐ διεσάφησε. Τὸ δὲ ὅθι Μίνωος γένος ἐστὶν, ἱστορικῶς ἔφη διὰ πολυπειρίαν ὁ Εὔμαιος, ὥς περ καὶ τὸ ἀγχοῦ Ἰθάκης εἶναι τοὺς Θεσπρωτοὺς καὶ πίονα δῆμον ἔχειν. τοῦτο δὲ ἢ διὰ τὸ ἐκεῖσε λιπαρόγεων, ἢ διὰ τὸ ἄλλως εὐδαιμονεῖν τὰ ἐκεῖ. περιᾴδεται δὲ ἐν ταῖς ἱστορίαις ὁ Μίνως ὡς καὶ εὐγενὴς καὶ λόγιος καὶ ἀνακαθαίρων τοὺς πειρατάς. ἕτεροι δὲ καὶ αὐτὸν λῃστρικὸν ἱστόρησαν. Ἰστέον δὲ, ὡς Ὅμηρος μὲν ἀναλόγως καθὰ ἥρως ἥρωος, οὕτω καὶ Μίνως Μίνωος ἔκλινεν. οἱ δὲ ὕστερον καὶ ἰσοσυλλάβως ὡς Μενέλεως Μενέλεω, οὕτω καὶ Μίνως Μίνω. ἄλλοι δὲ καὶ ἄλλως ἔφασαν καινότερον, ὅτι ὥς περ Ἀττικῶς Πετεὼς Πετεὼ καὶ πλεονασμῷ Πετεῶο ἐν Ἰλιάδι, καὶ Ἀνδρόγεως Ἀνδρόγεω καὶ Ἀνδρογέωο, οὕτω καὶ Μίνως Μίνω καὶ Μίνωο. ἦν δὲ ἄν, φασι, καὶ Ἄθως Ἄθωο, εἰ μὴ ἐκώλυε τὸ μέτρον ἐν τῷ, ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐδύσατο κυμαίνοντα. Αἱ δὲ δύο προθέσεις ἐν τῷ προπροκυλινδόμενος τὸ ἄγαν ὑποπτωτικὸν τοῦ ξένου δηλοῦσιν ἐν τῷ ἱκετεύειν. Τὸ δὲ στεῦται καὶ νῦν ἀντὶ τοῦ διαβεβαιοῦται, ὑφίσταται. ἀλλαχοῦ μέντοι καὶ τὸ ὑπισχνεῖσθαι ἡ λέξις δηλοῖ. Τὸ δὲ ἄγειν καὶ νῦν ἐπὶ ἀψύχων κεῖται τῶν κειμηλίων. Ὅτι ἄνεσιν δηλοῖ εὐφρόσυνον τὸ, οὗτοι δὲ ἠὲ θύρῃσι καθήμενοι, τουτέστι πρὸ θυρῶν, ἑψιαάσθων, ἢ αὐτοῦ κατὰ δώματα ἐπεὶ σφίσι θυμὸς ἐΰφρων, ἤγουν γλυκὺς, ἄπονος. τῆς παλαιᾶς δέ, φασιν, Ἀτθίδος ἑψιάσθων εἰπεῖν δυϊκῶς ἀντὶ τοῦ ἑψιάσθωσαν. ποιητικὴ δὲ λέξις τὸ ἑψιᾶσθαι ἤτοι λόγον παίζειν· καὶ δασύνεται, ὡς δῆλον ἐν τοῖς ἐφεξῆς ἐκ τοῦ, ἐφεψιόωνται γυναῖκες, καὶ ἐκ τοῦ, ἀφεψιασάμην ἤτοι ἀφωμίλησα, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐκ τούτου δὲ ἴσως εἴρηται καὶ Φιλέψιος, τὸ κείμενον παρὰ τῷ κωμικῷ. οἱ δὲ παλαιοὶ ἑρμηνεύοντες τὴν λέξιν φασὶν οὕτως· ἑψιᾶται ἀντὶ τοῦ, γελᾷ, παίζει, διαλέγεται· καὶ ἑψία παιδία, γέλως, χλεύη· καὶ ἑψίαι ἑορταί. εἴτε δὲ ἀπὸ τοῦ ἕπεσθαι γίνεται εἴτε παρὰ τὸ ἕπω τὸ λέγω κατὰ πνευματισμὸν Ἀττικὸν, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι. Ἰστέον δὲ καὶ, ὡς εἴ περ οἱ, ὡς ἐῤῥέθη, ἑψιώμενοι ἔχουσι καὶ πλοῦτον, ἁρμόσει αὐτοῖς καὶ τὰ ἐφεξῆς. αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐν οἴκῳ, σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσι, καὶ τὰ ἑξῆς, ὡς ἀλλαχοῦ προγέγραπται, ὅπου δυσφημοῦνται οἱ μνηστῆρες, ὡς ἀπὸ ἀλλοτρίων εἰλαπινάζοντες, διὰ τὸ μὴ ἄνδρα εἶναι οἷος Ὀδυσσεὺς ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. Καὶ ὅρα ὅτι ἀκήρατα φησὶ κτήματα οὐ τὰ ἀκέραια· ἔδονται γάρ· ἀλλὰ τὰ μὴ κειρόμενα πρὸς βίαν καὶ λῃστρικῶς. Τὸ δὲ σῖτος καὶ οἶνος, ἑρμηνεία ἐστὶ τῶν ῥηθέντων κτημάτων. Οἰκῆας δὲ κἀνταῦθα πάντας τοὺς ἐν τῷ οἴκῳ λέγει, ὁποίας ἂν καὶ εἶεν τύχης. οὐ γὰρ δή που τὰ τῶν μνηστήρων δοῦλοι μόνοι ἔδουσιν, ἀλλὰ πάντες οἱ αὐτοῖς οἰκειακοί. κρίνει δʼ ἐν τούτοις ἡ Πηνελόπη καὶ εἰλαπίνην εἶναι τὴν τῶν μνηστήρων ἐν τῷ τοῦ Ὀδυσσέως οἴκῳ δαῖτα, ἔνθα ἤματά, φησι, πάντα εἰλαπινάζουσι πίνουσί τε οἶνον. Καὶ ὅρα δαπάνην ἄμετρον, εἴ περ ὁσημέραι γίνεται ὑπὸ τοσούτων ἀνδρῶν. Τὸ δὲ πίνουσί τε, συννοεῖται μὲν καὶ τῇ εἰλαπίνῃ γινομένῃ ἐκ τοῦ λάπτειν καὶ πίνειν, ἢ κατὰ εἴλας πίνειν, ἐξεφωνήθη δὲ ὅμως καὶ ἰδίᾳ πρὸς τὸ σαφέστερον. Ὅτι Πηνελόπης εἰπούσης ἔνδον τῷ Εὐμαίῳ πρὸς τοῖς ἄλλοις, καὶ ὡς εἴ περ Ὀδυσσεὺς ἔλθοι, αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν, Τηλέμαχος μέγʼ ἔπταρεν· ἀμφὶ δὲ δῶμα σμερδαλέον κονάβησε· γέλασε δὲ Πηνελόπεια, καὶ ἐπισπεύδει ἐλθεῖν τὸν ξένον εἰς αὐτὴν, εἴ πως μάθοι τι ἐξ αὐτοῦ ἀγαθὸν περὶ τοῦ ἀνδρὸς, ὡς οἷα τεκμηραμένη τῷ πταρμῷ, ταχὺ τὸν Ὀδυσσέα σὺν τῷ τέκνῳ τὰς τῶν μνηστήρων βίας ἀποτίσεσθαι. ὄρνις γάρ ποτε ἦν τοῖς παλαιοῖς καὶ ὁ πταρμὸς, ἐπεὶ καὶ ἡ κεφαλὴ τιμία, ἐξ ἧς τὸ τοιοῦτον σύμβολον. διὸ καὶ προσεκυνεῖτο ὁ πταίρων· καὶ τὴν αἰτίαν λέγουσιν οἱ σοφοὶ, ἐν οἷς καὶ Ἀριστοτέλης. ἔστι δὲ ὃ λέγει στοχαστικῶς ἐνταῦθα ἡ Πηνελόπη τόδε· οὐχʼ ὁράας, ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; τῷ καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο πᾶσι μάλα, οὐδέ κέ τις θάνατον καὶ Κῆρας ἀλύξοι. σημειοῦται δὲ τοῦτο ἡ γυνὴ, ἐξ ὧν ἐπέπταρεν ὁ υἱὸς πᾶσιν οἷς εἶπεν αὐτή. ὡς εἴ γε μὴ οὕτω γέγονεν ἤγουν μὴ ἐπὶ πᾶσιν ἔπταρεν, ἀλλʼ ἐν μέσῳ τῶν αὐτῆς λόγων, οὐκ ἂν ἐδήλου πάντας μάλα θανεῖν. Ἰστέον δὲ ὅτι εὕρηται καὶ παρὰ Ἡροδότῳ σημειώδης πταρμὸς, εἰπόντι, ὡς Ἱππίας ὁ Πεισιστράτου ἔπταρε καὶ ἔβηξε μεῖζον τοῦ συνήθους καὶ ὡς πρεσβύτῃ σεισθέντων τῶν ὀδόντων εἷς ἔπεσε καὶ ἦν σημεῖον. Ἰστέον δὲ καὶ ὅτι τὸ πταίρειν καὶ πτάρνυσθαι λέγεται κατὰ παραγωγὴν ὁμοίως τῷ ἄρνυσθαι καὶ τοῖς τοιούτοις, καὶ ὅτι ἐκ τοῦ πτῶ παράγεται τὸ πταίρω κατὰ ὀνοματοποιΐαν, ὥς περ καὶ τὸ πτύρω ἐπὶ ἵππων, ἐξ οὗ ὁ πτυρμός. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι πάρισα, τὸ ἔπταρε, κονάβησε, γέλασε· διʼ ὧν γελᾷ οἷον ὁ τοῦ λόγου ῥυθμὸς ἀναλόγως τῇ τοῦ συμβόλου χάριτι. Τὸ δὲ οὐχʼ ὁράας, ἢ ἀντὶ τοῦ νοεῖς· ἐπεὶ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει· ἢ καὶ ἀντὶ τοῦ ἀκούεις, ὡς ἂν εἴη αἴσθησις ἀντὶ αἰσθήσεως, οὗ τὸ ἀνάπαλιν ὁ Ἶρος ἐρεῖ ἐν τῷ, οὐκ ἀΐεις ὅτι μοι ἐπιλλίζουσι μνηστῆρες; ἔδει γὰρ ἐκεῖνον εἰπεῖν ὁρᾷς. Ἰστέον δὲ ὅτι τὸ, μέγα ἔπταρε, πρὸς πιθανότητα κεῖται, ἵνα καὶ ἔνδον ἀκουσθῇ ὁ μέγας πταρμός. ἑρμηνεία δὲ τοῦ μέγα τὸ, δῶμα σμερδαλέον κανάχησεν ἢ κονάβησεν. ἐγέλασε δὲ ἡ Πηνελόπη, ἢ φαινομένως καθʼ ὁμοιότητα τοῦ ἐξεγέλασεν, ἢ καὶ κατὰ ψυχὴν, ὡς τὸ, ἐγέλασε νόος παρὰ τῷ Ὀππιανῷ. Τὸ δὲ, οὐκ ἀτελὴς θάνατος μνηστῆρσι πᾶσι, καὶ τὸ, οὐδεὶς θάνατον ἀλύξοι, ταυτὸν δηλοῦσιν, ἐπίτηδες τῆς Πηνελόπης ἐμμενούσης τῇ φράσει διὰ τὸ χαίρειν τῷ πράγματι. Ὅτι καὶ ἐνταῦθα κεῖται σχῆμα καινὸν ἤτοι σολοικοφανὲς ἐν τῷ, μεταλλῆσαί τί ἑ θυμὸς κέλεται καὶ κήδεά περ πεπαθυίῃ. τὸ μὲν γὰρ ὀρθὸν, ὅτι κέλεται αὐτὴν ὁ θυμὸς μεταλλῆσαί τι καὶ κήδεά περ παθοῦσαν. Ὁ δὲ συβώτης ἢ ὡς δοῦλος βαρβαρίζων ἢ καὶ τὴν ε ἀντωνυμίαν ἀντὶ τῆς οι λαβὼν ὡς εἴ περ εἶπεν ὅτι ὁ θυμὸς αὐτῇ βούλεται μεταλλῆσαι, ἐπάγει τὸ πεπαθυίῃ ἀντιπτωτικῶς. ὡς ἐὰν εἶπεν, αὐτῇ παθούσῃ. τὸ δὲ πεπαθυίῃ, ἀσύνηθες εἰς χρῆσιν. διὸ οὐδὲ περιλαληθήσεται, εἰ μὴ μόνον ὅτι ἐκ τοῦ πήθω ἀχρείου ἐνεστῶτος γίνεται, ὃς τὸ παθεῖν δηλοῖ· ὅθεν τὸ πάθω· ἐξ οὗ τὸ παθήσω ὡς τυχήσω· οὗ παρακείμενος πεπαθηκὼς, καὶ κατὰ πάθος πεπαθώς· ὅθεν ἡ πεπαθυῖα, ὡς Ἡρακλείδης ἐμπλατύνεται, καθὰ καὶ προδεδήλωται. Ὅτι ἐσθλὸς ἄγγελος ὢν καὶ ὁ Εὔμαιος καὶ αἴσιμα εἰδὼς, ὡς ἀλλαχοῦ διορίζεται ὁ ποιητὴς, λαλεῖ τι πλέον τῷ ξένῳ Ὀδυσσεῖ, ὧν ἐκ τῆς δεσποίνης ἤκουσεν. ἡ μὲν γὰρ ἔφη ἐνδῦσαι τὸν Ὀδυσσέα χλαῖνάν τε χιτῶνά τε εἵματα καλὰ, ὁ δὲ προστίθησι καὶ τὸ, ὧν σὺ μάλιστα χρηΐζεις. σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον γαστέρα βοσκήσεις, δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι. Καὶ ὅρα καὶ νῦν τὸ βοσκήσει ὡς ἐπὶ ἀλόγων λεχθὲν ἀπὸ περισπωμένου ῥήματος τοῦ βοσκῶ, βοσκήσω, ἀφʼ οὗ καὶ τὸ βόσκημα καὶ ὁ βοσκηματώδης ἄνθρωπος. μικροπρεπὴς δὲ ἡ τῆς δεσποίνης ὑπόσχεσις καὶ οὐ βασιλικὴ, διὸ καὶ ἐδέησε τῷ Εὐμαίῳ εἰπεῖν ἃ εἶπεν. ἀναγκαίως δὲ ἐσχημάτισται τὸ βοσκήσεις· ἄλλως γὰρ οὐκ ἔστι μέλλων τοῦ βόσκειν. Ὅτι ἐν τῷ, Εὔμαιε, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι τῇ Πηνελόπῃ, διʼ ἑνὸς ν κατὰ φύσιν εἴρηται τὸ ἐνέποιμι, ὡς δηλοῖ ὁ κατὰ δάκτυλον ποδισμὸς τῆς λέξεως. ἐσχημάτισται δὲ ὁ λόγος τῷ Ὀδυσσεῖ. λέγει γὰρ, ὡς ταχὺ ἂν τῇ Πηνελόπῃ νημερτέα εἴποι πάντα, ἐσαύριον δηλαδὴ μετὰ τὴν μνηστηροφονίαν. ὡς νῦν γε ψεύσεται καὶ πρὸς αὐτήν. Ὅτι τὸ, ὁμὴν δʼ ἀνεδέγμεθα ὀϊζὺν, ὅμοιόν ἐστι παροιμίᾳ τῇ λεγούσῃ, τὴν ἐμὴν κάμνεις νόσον. ὁ ψευδόξενος δὲ Ὀδυσσεὺς καὶ τοῦτο φησὶν, ἐσχηματισμένως εἰπὼν, ὅτι οἶδα εὖ περὶ ἐκείνου, ἤγουν τοῦ Ὀδυσσέως· ὁμοίαν γὰρ ἀνεδέγμεθα κακοπάθειαν. ὅ περ ἀληθῶς οὕτως ἔχει. δῆλον γὰρ ὅτι τε μάλιστα οἶδεν ἑαυτὸν, καὶ ὅτι πονῶν οὐκ ἂν ἦν ἀμέτοχος τοῦ πονεῖν. Ὅτι ὁ μετὰ παῤῥησίαν βλαβερὰν προκαλούμενος εἰς ὅμοιόν τι εἴποι ἂν τὸ, ἀλλʼ ἀνδρῶν χαλεπῶν ὑποδείδια ὅμιλον, τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει· ὅ περ ἐπὶ μεγίστου πολέμου λέγεται, ὡς καὶ προείρηται. καὶ γὰρ νῦν ὅτε με ὁ δεῖνα κατὰ δῶμα κιόντα οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, οὐδεὶς ἐπήρκεσε. Καὶ ὅρα τὸ, ὀδύνῃσιν ἔδωκεν, ἀντὶ τοῦ, ὠδύνησε, ῥηθὲν κατὰ ἀστείαν περίφρασιν. Ὅτι ἀξιοῖ διʼ Εὐμαίου ὁ ξένος, ἵνα εἴ περ βούλοιτο ἡ δέσποινα περὶ τοῦ ἀνδρὸς ἔρεσθαι, ποιήσῃ οὕτως, ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοί, φησι, λύγρʼ ἔχω· οἶσθα καὶ αὐτὸς, ἐπεί σε πρῶθʼ ἱκέτευσα. δέεται ἄρα μάλιστα ἱματίων ὁ Ὀδυσσεὺς οὕτω ῥιγῶν πρός τε ἑσπέραν καὶ πρωῒ δὲ, ὡς προδέδεικται. δῆλον δὲ καὶ ἐντεῦθεν, οἷος ἦν καιρὸς τῆς τοῦ Ὀδυσσέως οἴκοι ἐπανελεύσεως. Ὅτι ὁ διʼ ἀγγελίας προκαλεσάμενος πτωχόν τινα, ἰδὼν δὲ τὸν ἄγγελον κενὸν ἐλθόντα, εἴπῃ ἄν· οὐ σύ γε ἄγεις; τί τοῦτʼ ἐνόησεν ἀλήτης; ἤ τινά που δείσας ἐξαίσιον; ἠὲ καὶ ἄλλως αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης. τοῦτο δὲ γνωμικόν ἐστιν, ὡς καὶ προδεδήλωται. Τὸ δὲ ἀλήτης, κάλλος ἐνταῦθα ποιεῖ κείμενον ἐν δυσὶ στίχοις πρὸς τῷ τέλει. Τὸ δὲ ἐξαίσιον, δηλοῖ μὲν τὸ ἔξω τοῦ αἰσίου. ἔστι δὲ ἢ αἰτιατικῆς πτώσεως, ἵνα δηλοῖ δείσας τινὰ ἄνδρα ἐξαίσιον, ἢ ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ ἔξω τοῦ δέοντος. οὕτω καὶ ἐν Ἰλιάδι ἐξαίσιον Θέτιδος ἀρὰν λέγει τὴν ἄδικον. τινὲς δὲ τὸ δείσας ἐξαίσιον καὶ ἀντὶ τοῦ μέγα φοβηθεὶς εἶπον. Τὸ δὲ ἢ καὶ ἄλλως αἰδεῖται, ἑτεροιοῦται κατὰ σχῆμα πρὸς τὸ φθάσαν. ἦν γὰρ ὀρθὸν εἰπεῖν ἤ τινά που δείσας ἢ καὶ ἄλλως αἰδούμενος. Ὅτι ἐπί τινος εὐλόγως προβαλλομένου φόβον βίας καλὸν εἰπεῖν τό· μυθεῖται κατὰ μοῖραν, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων. ὁμοίως δὲ καὶ τὸ, οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται, ὅς περ ἂν εἴη· οὐ γάρ πού τινες ὧδε κατὰ θνητῶν ἀνθρώπων ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. Καὶ ἄλλως δὲ τὰ τοιαῦτα οἰκεῖα ἐπί τινος λαλοῦντος εὔλογα. Ὅρα δὲ τὸ, οὐκ ἄφρων ὀΐεται, ἀντὶ τοῦ φαίνεται, νομίζεται. τὸ μέντοι, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος, ἐνεργητικῶς κεῖται κατὰ κοινὴν συνήθειαν ἀντὶ τοῦ νομίζοι. καιρικὴν δὲ ἀναμονὴν δηλοῖ τὸ, ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα, ἤγουν ἄχρις ἑσπέρας. Ὅτι ποιμενικὸς λόγος τὸ, ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι σύας καὶ κεῖνα φυλάξων, σὸν καὶ ἐμὸν βίοτον. Καὶ ὅρα τὸ κεῖνα, τὰ πράγματα δηλαδή· οὗ ἑρμηνεία τὸ, σὸν καὶ ἐμὸν βίοτον. ἀόριστον δὲ καὶ τοῦτο, καθὰ καὶ ἐκεῖνο, διὰ τὸ πρὸς εἰδότα λέγεσθαι. δῆλον δʼ, ὅτι φιλικῶς καὶ ἀδελφικῶς εἶπεν ὁ εὔνους δοῦλος πρὸς τὸν δεσπότην τὸ, σὸν καὶ ἐμὸν βίοτον. Ὅτι φιλοφρονικὸν τὸ, σοὶ δʼ ἐνθάδε πάντα μελόντων, ἤτοι μελέτωσαν. αὐτὸν μέν σε πρῶτα σάω, τουτέστι σῶζε, ὡς καὶ ἐν ἄλλοις κεῖται, καὶ φράζεο θυμῷ, μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, οὓς θεὸς ἐξολέσειε, πρὶν ἡμῖν πῆμα γενέσθαι. Ὅτι τὸ, σὺ δʼ ἔρχεο δειελιήσας, ἀντὶ τοῦ ἕως δείλης διατρίψας ἐνταῦθα. διὸ περὶ δείελον ἦμαρ ὁ παραγγελθεὶς Εὔμαιος ἄπεισι. τὸ μέντοι εἰπεῖν δειελιήσας ἀντὶ τοῦ βρωματισάμενος τροφὴν δειλινὴν, οὐκ ἀρέσκει τοῖς παλαιοῖς. τὸ πολὺ γὰρ τρεῖς ἦσαν τροφαί· ἄριστα δεῖπνα δόρπα τε κατʼ Αἰσχύλον, ὃν καὶ αὐτὸν ψέγειν δοκεῖ ὁ αἰτιασάμενός τινας, οἳ δὶς ἑκάστης ἡμέρας ἐμπιπλάμενοι ζῶσι· καὶ ἄλλως δὲ δειελιήσας ἀντὶ τοῦ πρὸς δειλινὴν ὥραν γενόμενος κατὰ τοὺς παλαιοὺς, ἤγουν βαθεῖαν μεσημβρίαν ἰδών. οἱ δὲ ἐπὶ τροφῆς δειλινῆς τὴν λέξιν νοοῦντες προφέρουσι Καλλιμάχου τὸ, δειελίην αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπʼ ἔργου, τὴν πρὸς δείλην δηλαδὴ τροφὴν αἰτοῦντες. ἔνθα σκεπτέον, ὡς εἰ ψεκτέον τὸ ἄλλως εἰς κόρον γαστρίζεσθαι ἀριστῶντα τινὰ καὶ δορποῦντα καί που καὶ δειπνοῦντα, πῶς οὐ μάλιστα ψεκτέον τὸ καὶ δειλινὴν τροφὴν προσίεσθαι τά τε ἄλλα, καὶ ὡς ἀεργίας αἴτιον; οὐκοῦν τὴν τοιαύτην τροφὴν ἀποῤῥιπτέον ἐκ τῆς καθʼ Ὅμηρον ἱστορίας, ἵνα μὴ νοῆται ὁ ποιητὴς ἱστορῶν τροφὰς ἑκάστης ἡμέρας λαμβάνεσθαι τέσσαρας. οὕτω δὲ κατά τινας καὶ τὰς τοῦ Αἰσχύλου, εἰπόντος, ἄριστα δεῖπνα δόρπαθʼ αἱρεῖσθαι. οὐδεὶς γάρ, φασι, δείξει ὡς παρὰ τῷ ποιητῇ τρεῖς τροφαὶ λαμβάνονται. εἰ δὲ μέμνηται ἀρίστου καὶ δείπνου καὶ δόρπου, ἀλλʼ αὐτὰ δύο εἰσὶν, οἷα συνωνυμούντων τοῦ δείπνου καὶ τοῦ ἀρίστου καὶ τοῦ αὐτοῦ ποτὲ μὲν ἀρίστου, ποτὲ δὲ δείπνου ὀνομαζομένου. δῆλον δὲ, ὡς οὐκ ἄν τινα θορυβήσῃ ὡς ἐπὶ τρισὶ τροφαῖς τὸ παρὰ Μενελάῳ συμπόσιον, ἐν ᾧ ἰδιάζον τι κεῖται παρὰ τὰ κοινά. δειπνήσαντες γὰρ ὁμιλοῦσιν· εἶτʼ ἀπονιψάμενοι πάλιν δειπνοῦσιν, ὡς παρετήρησαν οἱ παλαιοί. Ὅτι ἀγαθῆς ἐλπίδος προβολὴ τὸ, αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ θεῷ μελήσει. Ὅτι βρῶσιν ἀρκοῦσαν δηλοῖ τὸ, πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος. οὐ μακρὰν δὲ τοῦ κορεσάμενος ἐστὶ τὸ πλησάμενος· ὅθεν καὶ πλείη γαστὴρ ἡ εἰς κόρον πεπληρωμένη. Ὅτι τρυφώντων ἔνδειξις τὸ, μέγαρον πλεῖον δαιτυμόνων, τοὶ δὲ ὀρχηστύϊ καὶ ἀοιδῇ τέρποντο. εἰ δὲ καὶ πολύωρος ἡ δαὶς, ἔστιν ἐπαγαγεῖν καὶ τὸ, ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ, ἤγουν δείλη. ὡς γὰρ μέσον ἦμαρ ἡ μεσημβρία, οὕτω καὶ δείελον ἦμαρ ἡ δείλη.