eul_wid: tva-bg

Κατὰ Ἱεροκλέους
Against Hierocles

Eusebius of Caesarea Against Hierocles PDF

369 (t1) [5] ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΠΡΟΣ ΤΑ ΥΠΟ ΦΙΛΟΣΤΡΑΤΟΥ ΕΙΣ ΑΠΟΛΛΩΝΙΟΝ ΤΟΝ ΤΥΑΝΕΑ ΔΙΑ ΤΗΝ ΙΕΡΟΚΛΕΙ ΠΑΡΑΛΗΦΘΕΙΣΑΝ ΑΥΤΟΥ ΤΕ ΚΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ ΣΥΓΚΡΙΣΙΝ. Ἆρ’ οὖν, ὦ φιλότης, κἀκεῖνά σε τοῦ συγγραφέως ἄξιον ἀποθαυμάζειν, ἃ τῷ ἡμετέρῳ σωτῆρί τε καὶ διδασκάλῳ τὸν Τυανέα συγκρίνων παρεδοξολόγει; πρὸς μὲν γὰρ τὰ λοιπὰ τῶν ἐν τῷ Φιλαλήθει, οὕτω γὰρ εὖ ἔχειν αὐτῷ τὸν καθ’ ἡμῶν ἐπιγράφειν ἐδόκει λόγον, οὐδὲν ἂν εἴη σπουδαῖον ἐπὶ τοῦ παρόντος ἵστασθαι μὴ αὐτοῦ ἴδια τυγχάνοντα, σφόδρα δὲ ἀναιδῶς ἐξ ἑτέρων οὐκ αὐτοῖς μονονουχὶ νοήμασιν, ἀλλὰ καὶ ῥήμασι καὶ συλλαβαῖς ἀποσεσυλημένα, (ἃ) τύχοι μὲν ἂν καὶ αὐτὰ τῆς προσηκούσης κατὰ καιρὸν ἀπελέγξεως, δυνάμει δ’ ἤδη καὶ πρὸ τῆς ἰδίας κατ’ αὐτῶν γραφῆς ἀνατέτραπται καὶ προαπελήλεγκται ἐν ὅλοις ὀκτὼ συγγράμμασι τοῖς Ὠριγένει γραφεῖσι πρὸς τὸν ἀλαζονικώτερον τοῦ Φιλαλήθους ἐπιγεγραμμένον Κέλσου Ἀληθῆ λόγον, ᾧ τὰς εὐθύνας ἀπαραλείπτως, ἐν ὅσοις εἰρήκαμεν, ὁ δεδηλωμένος παραγαγὼν συλλήβδην ὅσα εἰς τὴν αὐτὴν ὑπόθεσιν παντί τῳ εἴρηταί τε καὶ εἰρήσεται, προλαβὼν διελύσατο, ἐφ’ ἃ τοὺς ἐπ’ ἀκριβὲς τὰ καθ’ ἡμᾶς διαγνῶναι ἔχοντας φιλαλήθως ἀναπέμψαντες φέρε μόνην ἐπὶ τοῦ παρόντος τὴν κατὰ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῦ Φιλαλήθους τουτουὶ λόγου παράθεσιν ἐπισκεψώμεθα μηδέν τι σπουδαῖον ἡγούμενοι πρὸς τὰ λοιπὰ τῶν ἑτέρωθεν ὑποσεσυλημένων αὐτῷ διαμάχεσθαι.
370 [5] μόνα δὲ εἰκότως νυνὶ τὰ περὶ τὸν Ἀπολλώνιον ἐποψόμεθα, ἐπεὶ καὶ μόνῳ παρὰ τοὺς πώποτε καθ’ ἡμῶν γεγραφότας ἐξαίρετος νῦν τούτῳ γέγονεν ἡ τοῦδε πρὸς τὸν ἡμέτερον σωτῆρα παράθεσίς τε καὶ σύγκρισις. Θαυμάζει γοῦν καὶ ἀποδέχεται θείᾳ τινὶ καὶ ἀρρήτῳ σοφίᾳ, οὐχὶ δὲ γοητείας σοφίσμασι τεθαυματουργηκέναι φάσκων αὐτὸν καὶ ταῦτα ἀληθῶς οὕτως ἔχειν ὡς ἔτυχε, πιστεύων καὶ ἀναποδείκτως ἀπισχυριζόμενος. ἄκουε δ’ οὖν, ἅ φησιν αὐταῖς συλλαβαῖς· „ἄνω δὲ καὶ κάτω θρυλοῦσι σεμνύνοντες τὸν Ἰησοῦν ὡς τυφλοῖς ἀναβλέψαι παρασχόντα καί τινα τοιαῦτα δράσαντα θαυμάσια.“ εἶτά τινα μεταξὺ εἰπὼν ἐπιλέγει· „ἐπισκεψώμεθα γε μήν, ὅσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα καὶ ἣν περὶ τῶν ἐναρέτων ἀνδρῶν ἔχομεν γνώμην.“ καὶ ἐπὶ τούτοις τὸν Προκοννήσιον Ἀριστέαν καὶ Πυθαγόραν ὡς ἂν ἀρχαιοτέρους παρελθὼν ἐπιφέρει λέγων· ἀλλ’ ἐπὶ τῶν προγόνων ἡμῶν κατὰ τὴν Νέρωνος βασιλείαν Ἀπολλώνιος ἤκμασεν ὁ Τυανεύς, ὃς ἐκ παιδὸς κομιδῇ νέου καὶ ἀφ’ οὗπερ ἐν Αἰγαῖς τῆς Κιλικίας ἱεράσατο τῷ φιλανθρώπῳ Ἀσκληπιῷ, πολλὰ καὶ θαυμαστὰ διεπράξατο, ὧν τὰ πλείω παρεὶς ὀλίγων ποιήσομαι μνήμην.“ εἶτα καταλέγει ἀπὸ πρώτου ἀρξάμενος τὰ παράδοξα, μεθ’ ἃ καὶ ἐπιλέγει ταῦτα κατὰ λέξιν· „τίνος οὖν ἕνεκα τούτων ἐμνήσθην; ἵν’ ἐξῇ συγκρῖναι τὴν ἡμετέραν ἀκριβῆ καὶ βεβαίαν ἐφ’ ἑκάστῳ κρίσιν καὶ τὴν τῶν Χριστιανῶν κουφότητα, εἴπερ ἡμεῖς μὲν τὸν τὰ τοιαῦτα πεποιηκότα οὐ θεόν, ἀλλὰ θεοῖς κεχαρισμένον ἄνδρα ἡγούμεθα, οἱ δὲ δι’ ὀλίγας τερατείας τινὰς τὸν Ἰησοῦν θεὸν ἀναγορεύουσι.
371 [30] “ τούτοις ἐπιφέρει μεθ’ ἕτερα φάσκων· „κἀκεῖνο λογίσασθαι ἄξιον, ὅτι τὰ μὲν τοῦ Ἰησοῦ Πέτρος καὶ Παῦλος καί τινες τούτοιν παραπλήσιοι κεκομπάκασιν ἄνθρωποι ψεῦσται καὶ ἀπαίδευτοι καὶ γόητες, τὰ δὲ Ἀπολλωνίου Μάξιμος ὁ Αἰγιεὺς καὶ Δάμις ὁ φιλόσοφος ὁ συνδιατρίψας αὐτῷ καὶ Φιλόστρατος ὁ Ἀθηναῖος παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ’ ἀληθὲς τιμῶντες διὰ φιλανθρωπίαν ἀνδρὸς γενναίου καὶ θεοῖς φίλου πράξεις μὴ βουλόμενοι λαθεῖν.“ ταῦτα ῥήμασιν αὐταῖς Ἱεροκλεῖ τῷ τὸν καθ’ ἡμῶν ἐπιγεγραφότι Φιλαλήθη λόγον εἴρηται. Δάμις μὲν οὖν ὁ τὰ πολλὰ ξυνδιατρίψας τῷ Ἀπολλωνίῳ ἀπὸ τῆς Ἀσσυρίων γῆς ὁρμώμενος αὐτόθι τε πρῶτον ἐπὶ τῆς ἰδίας χώρας αὐτῷ συμμίξας τὴν ἐξ ἐκείνου μετὰ τοῦ ἀνδρὸς αὐτῷ γενομένην συνουσίαν ἱστόρησεν, ὁ δὲ Μάξιμος κομιδῇ βραχέα τῶν κατὰ μέρος αὐτῷ πεπραγμένων ἀνεγράψατο, ὅ γε μὴν Ἀθηναῖος Φιλόστρατος τὰ φερόμενα πάντα ὁμοῦ ἀπό τε τῶν Μαξίμου καὶ αὐτοῦ Δάμιδος καὶ ἄλλων συναγαγεῖν ἑαυτὸν φήσας πάντων μάλιστα ἐντελῆ τὴν ἀπὸ γενέσεως καὶ μέχρι τελευτῆς ἱστορίαν τοῦ κατὰ τὸν ἄνδρα βίου πεποίηται. Εἰ δὴ οὖν ἐξὸν τὴν ἐπικατηγορουμένην ἡμῶν εὐχέρειάν τε καὶ κουφότητα καὶ τὴν τοῦ Φιλαλήθους ἀκριβῆ καὶ βεβαίαν ἐφ’ ἑκάστῳ παραθεῖναι κρίσιν, φέρε διαπυθώμεθα, οὐχ ὅστις θειότερος γεγόνει. οὐδ’ ὁποῖος θαυμασιώτερά τε καὶ πλείω διεπράξατο παράδοξα, οὐδ’ ὡς μόνος παρὰ τοῖς ἀνέκαθεν πρὸ μυρίων ὅσων (ἐτῶν) γενομένοις Ἑβραίων σοφοῖς ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ἥξειν εἰς ἀνθρώπους κατὰ θείαν ἐπίπνοιαν προπεφήτευτο, οὐδ’ ὡς πλείους ἐπὶ τὸν τῆς θείας διδασκαλίας αὐτοῦ λόγον προὐτρέψατο, οὐδ’ ὡς γνησίους καὶ ὄντως ἀληθεῖς ἐκτήσατο φοιτητὰς μονονουχὶ καὶ ὑπεραποθνήσκειν ἑτοίμως τῶν λόγων αὐτοῦ παρεσκευασμένους, οὐδ’ ὡς μόνος σώφρονος βίου διδασκαλεῖον καὶ ἐς τὸν μετέπειτα χρόνον συνεστήσατο, οὐδ’ ὡς τῇ ἰδίᾳ θεότητί τε καὶ ἀρετῇ πᾶσαν ἔσωσε τὴν οἰκουμένην [καὶ] εἰσέτι καὶ νῦν μυρία πλήθη πανταχόθεν ἐπὶ τὴν θείαν ἑαυτοῦ διδασκαλίαν ἐπαγόμενος, οὐδ’ ὡς τῶν πώποτε μόνος πρὸς ἁπάντων σχεδὸν εἰπεῖν ἀνθρώπων ἀρχόντων τε καὶ ἀρχομένων πλείστοις ἔτεσιν ἤδη πολεμούμενος κρείττων καὶ πολὺ δυνατώτερος τῶν πικρῶς ἐλαυνόντων ἀπίστων ἀποδέδεικται θείᾳ καὶ ἀρρήτῳ δυνάμει τοὺς μὲν κατὰ καιρὸν ἐπανισταμένους αὐτοῦ τῇ θείᾳ διδασκαλίᾳ ῥᾳδίως μετιών, τὸν δὲ παγέντα πρὸς αὐτοῦ καὶ παραδοθέντα θεῖον λόγον εἰς ἄπειρον αἰῶνα καθ’ ὅλης κρατύνων τῆς οἰκουμένης, οὐδ’ ὡς εἰσέτι καὶ νῦν τῆς ἐνθέου δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται μοχθηρούς τινας καὶ φαύλους δαίμονας ψυχαῖς ἀνθρώπων καὶ σώμασιν ἐφεδρεύοντας ἀπελαύνων διὰ μόνης τῆς ἀρρήτου προσηγορίας αὐτοῦ, ὡς αὐτῇ πείρᾳ κατειλήφαμεν, ταῦτα γὰρ περὶ τὸν Ἀπολλώνιον ζητεῖν μὴ καὶ τὸ ἐρωτᾶν ἀνόητον· μόνην δὲ ἐπισκεψώμεθα τὴν τοῦ Φιλοστράτου γραφήν, δι’ ἧς εὐθυνοῦμεν, ὡς οὐχ ὅτι γε ἐν φιλοσόφοις, ἀλλ’ οὐδὲ ἐν ἐπιεικέσι καὶ μετρίοις ἀνδράσιν ἄξιον ἐγκρίνειν, οὐχ ὅπως τῷ σωτῆρι ἡμῶν Χριστῷ παρατιθέναι τὸν Ἀπολλώνιον ὅσον ἐπὶ τῇ γραφῇ τοῦ παρὰ τῷ Φιλαλήθει παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντος, τὸ δ’ ἀληθὲς μὴ τιμῶντος συγγραφέως.
373 [30] τοιοῦτος γὰρ ἦν αὐτῷ μετὰ τῶν ἄλλων καὶ ὁ Ἀθηναῖος Φιλόστρατος, ἐξ οὗ ῥᾳδίως ἂν καταμάθοιμεν καὶ τῶν λοιπῶν τῶν κατ’ αὐτὸν παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἡκόντων, αὐτὸ δὲ τὸ ἐξητασμένως μὴ ἀπηκριβωμένων τῆς κατὰ τὸν Ἀπολλώνιον ἱστορίας. τούτων γὰρ ἡμῖν διευκρινηθέντων ὁμοῦ τοῦ τε Φιλαλήθους τὰ ἀνωτάτω τε καὶ καθ’ ὅλων δικαστήρια διειληφότος ἡ κατὰ Χριστιανῶν βεβαία καί, ὡς αὐτὸς ἑαυτῷ δοκεῖ, ἀκριβὴς ἐφ’ ἑκάστῳ κρίσις φανερὰ καταστήσεται ἡμῶν τε αὖ, οἳ μωροὶ καὶ βεβουκολημένοι νενομίσμεθα παρ’ αὐτοῖς, ἡ πρὸς αὐτῶν ἐπικαλουμένη εὐχέρειά τε καὶ κουφότης. Ἄλλος μὲν οὖν ὁμόσε χωρῶν αὐτόθεν διέβαλλεν ἂν βλασφημῶν ὡς ἐχθρὸν αὐτῷ καὶ πολέμιον τὸν καθ’ οὗ τὸν λόγον ἐποιεῖτο, ἐγὼ δέ, ἑταῖρε, σοφόν τινα τὰ ἀνθρώπινα τὸν Τυανέα γεγονέναι ἡγούμην καὶ ἔτι γε (τῆς) αὐτῆς ἔχεσθαι διανοίας ἑκὼν εἶναι βουλοίμην καί σοι τὴν αὐτὸς ἐμαυτοῦ περὶ αὐτοῦ δόξαν ἐκθείην ἂν ἐρωτῶντι· φιλοσόφων μὲν ὅτῳ τις βούλοιτο (συγ)καταλέγειν τὸν ἄνδρα πέρα μηδὲν διενοχλῶν ταῖς περὶ αὐτοῦ μυθολογίαις. μὴ φθονεῖν, εἰ δ’ ὑπερπηδᾶν τοὺς ὅρους καὶ φιλοσοφίας ὑπέρτερα φρονεῖν εἴτε τις Δάμις Ἀσσύριος, εἴτε Φιλόστρατος, εἴτε τις συγγραφεὺς ἢ λογογράφος θρασύνοιτο λόγῳ μὲν ἐκτρεπόμενος γοητείαν, ἔργοις δὲ πλέον ἢ ῥήμασιν ἐπιφορτίζων τὸν ἄνδρα προσωπείου δίκην τὴν Πυθαγόρειον ἐπιμορφαζόμενος ἀγωγήν, οἰχήσεται μὲν ἡμῖν ὁ φιλόσοφος, ὄνος δ’ ἀντὶ τοῦ λέοντος ἐπικρυπτόμενος δέρρει σοφιστής τις ὡς ἀληθῶς ἀγείρων κατὰ τὰς πόλεις αὐτό τε τοῦτο γόης ἀτεχνῶς ἀντὶ φιλοσόφου φωραθήσεται.
374 [5] πῶς δὲ τοῦτό φημι καὶ πόθεν ὁρμώμενος, ἐρωτᾷς; μάνθανε· ὅροι φύσεως ἀρχὰς καὶ μέσα καὶ τέλη τῆς τῶν ὅλων οὐσίας περιειληφότες μέτρα καὶ θεσμοὶ ἅπασι, δι’ ὧν τόδε τὸ πᾶν μηχάνημά τε καὶ ἀρχιτεκτόνημα τοῦ παντὸς κόσμου τελεσιουργεῖται, διατέθεινται νόμοις ἀλύτοις καὶ δεσμοῖς ἀρρήκτοις τῆς τὰ πάντα οἰκονομούσης προνοίας τὸ πάνσοφον βούλημα διαφυλάττοντες. οὔκουν κινήσειέ τι καὶ μεταθείη (τις ἂν) τῆς τάξεως τῶν ἅπαξ διατεθειμένων. κεκράτηται δ’ οὖν θεσμῷ φύσεως τὸν θεῖον ὑπεραναβαίνειν νόμον πᾶς, ὅτῳ τις θρασύτερος τῶν ἐπέκεινα (ἐπι)βαίνειν ἔνεστι πόθος. οὔτ’ οὖν παρὰ φύσιν ὁ ἔνυδρος ἐπὶ τὴν χέρσον μεταβὰς βιῶναι δυνήσεται ἰχθύς, οὔτε τὸ ἐν χέρσῳ τραφὲν τοῖς ὕδασιν ἐγκαταδύσεται τὴν ἐκεῖσε διηνεκῆ μονὴν ἀσπαζόμενον, οὔτε μέγα πηδήσας μετέωρός τις τῶν ἐπὶ γῆς ἀρθήσεται πρὸς ἀέρα συμπεριπολεῖν ἀετοῖς ἐπιθυμῶν· καὶ μὴν ἐκεῖνοί γε κἂν ἐπὶ γῆς ἔλθοιεν βρίσαντες ἐπὶ τὸ κάτω τὴν δύναμιν καὶ τοῦ πτεροῦ χαλάσαντες καὶ ἀνέντες τὴν φύσιν, ἐπεὶ καὶ τοῦτο θείοις ὥρισται νόμοις, (ἐκ) τοῦ ὕψους τὸ μετέωρον ὑποκαταβαίνειν δύνασθαι, οὐ μὴν καὶ ἔμπαλιν τὸ ταπεινὸν καὶ γεῶδες ἐπὶ τὸ μετέωρον αἴρεσθαι. ταύτῃ δὴ καὶ τὸ θνητὸν ἀνθρώπων γένος ψυχῆς μετέχον καὶ σώματος ὅροις περιγέγραπται θείοις. οὔτ’ οὖν τῷ σώματι δι’ ἀέρος ἔλθοι ποτὲ τῶν ἐπὶ γῆς τις καταφρονήσας διατριβῶν μὴ οὐχὶ τοὐπιτίμιον αὐτίκα τῆς ἀνοίας παρασχών, οὔτε τὴν ψυχὴν ἀρθεὶς φρονήματι καθίξεται τῶν ἀνεφίκτων, ἢ μελαγχολίας νοσήματι ἂν περιπέσοι. σωφρονοῖ δ’ ἂν ἀρτίοις μὲν τὸ σῶμα ποσὶν ἐπὶ γῆς φερόμενος, τὴν δὲ ψυχὴν παιδείᾳ καὶ φιλοσοφίᾳ σκηρίπτων, εὔξαιτο δὲ καί τινα συνεργὸν ἄνωθέν ποθεν ἐκ τῶν κατ’ οὐρανὸν διατριβῶν ἐλθεῖν καὶ τῆς ἐκεῖσε διδάσκαλον αὐτῷ φανῆναι σωτηρίας.
375 [30] ἐρρωμένῳ γάρ τοι παραδείγματι νοσοῦντι μὲν τὸν ἰατρὸν ἐπιφοιτᾶν θέμις, καὶ τὸν διδάσκαλον εἰσαγομένῳ τοῖς μαθήμασι συμφέρεσθαι καὶ τὸν ἄνω που καὶ ἐν ὕψει συγκατιέναι τοῖς ταπεινοῖς, οὐ μὴν καὶ ἀνάπαλιν. ὅθεν δὴ θείαν μὲν φύσιν εὐεργέτιν οὖσαν καὶ σώτειραν καὶ προνοητικὴν τῶν (ἐπι)όντων ἀνθρώποις ποτὲ εἰς ὁμιλίαν ἐλθεῖν οὐδεὶς ἂν ἀπείργοι λόγος ὅρῳ θείας προνοίας καὶ τούτου συγκεχωρημένου, ἀγαθὸς γὰρ ἦν κατὰ τὸν Πλάτωνα, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος· οὔκουν σωμάτων μόνων ἀγαθὸς ὢν ὁ τόδε τὸ πᾶν διακυβερνῶν ἐπιμελήσεται, πολὺ πλέον δὲ ψυχῶν, αἷς τὸ ἀθάνατόν τε καὶ αὐτοκρατορικὸν κεχάρισται γέρας. ταύταις δῆτα οἷα τῆς οἰκονομίας ἁπάσης κύριος ὢν καὶ χαρίτων, ὧν ἂν δωρούμενος αὐτὰς εὐεργετῇ τὴν φύσιν οὔσαις ἀντιληπτικαῖς ἀκτῖνας ὥσπερ τοῦ παρ’ ἑαυτοῦ φωτὸς δωρήσεται ἀφθόνως τῶν ἀμφ’ αὐτόν, ἔστιν ὅτε τοὺς μάλιστα προσεχεῖς εἰς τὴν τῶν ἐπίταδε σωτηρίαν τε καὶ ἀντίληψιν ἐκπέμπων, ὧν εἴ τῳ εὐτυχῆσαι γένοιτο, τὴν διάνοιαν οὗτος ἀποκαθαρθεὶς καὶ τὴν τῆς θνητότητος ἀποσκεδάσας ἀχλὺν θεῖος ἀληθῶς ἀναγραφήσεται μέγαν τινὰ θεὸν ἀγαλματοφορῶν (ἐν) τῇ ψυχῇ. κινήσειε δῆτ’ ἂν οἷα τηλικοῦτος τὸ πάντων ἀνθρώπων γένος καὶ μᾶλλον ἡλίου τὴν οἰκουμένην καταλάμψειε τοὖργον τῆς ἀιδίου θεότητος καὶ εἰς τὸν ἐπιόντα συνορᾶσθαι καταλείπων χρόνον οὐ μεῖον τῶν ἐξ ἀψύχου ὕλης δημιουργημάτων τὸ τῆς ἐνθέου παράδειγμα φύσεως παρεσχημένος.
376 [30] καὶ ταύτῃ μὲν ἀνθρωπεία φύσις τῆς ὑπὲρ ἄνθρωπον κοινωνήσαι ἄν, ἄλλως δ’ οὐ θέμις τοὺς ὅρους ὑπερβαίνειν, οὐδ’ ἄπτερον ἔχοντα τὸ σῶμα τὰ τῶν πτηνῶν ἐπιτηδεύειν, οὐδ’ ἄνθρωπον ὄντα τὰ τῶν δαιμόνων πολυπραγμονεῖν. Τίνα δῆτα ἡμῖν ἐπὶ τούτοις τὸν Ἀπολλώνιον εἰσάγεις, ὦ συγγραφεῦ; εἰ μὲν δὴ θεῖον καὶ φιλοσόφου κρείττονα τήν τε φύσιν ἁπλῶς εἰπεῖν ὑπὲρ ἄνθρωπον, τήρει μοι δι’ ὅλης τῆς ἱστορίας τὴν ὑπόθεσιν καὶ τοὖργον εἰσέτι νῦν ἐπιδείκνυθι τῆς θειότητος. ἦ γὰρ οὐκ ἀτοπώτατον τεκτόνων μὲν καὶ οἰκοδόμων καὶ μετὰ τὴν τῶν δημιουργῶν τελευτὴν ἐπὶ μήκιστον τοὖργον διαρκεῖν ἀθάνατόν που σχεδὸν τῶν συστησαμένων τὴν μνήμην στηλιτεῦον, θείαν δὲ ἄρα φύσιν ἀνθρώποις ἐπιλάμψασαν σκότιόν που καὶ μινυνθάδιον ἀποτελεῖν, οὐχὶ δὲ εἰς αἰῶνα τὴν ἀρετὴν ἐπιδείκνυσθαι, μὴ εἰς ἕνα τινὰ Δάμιν ἢ καὶ ἄλλους βραχεῖς πτωχεύουσαν τῶν ἀνθρώπων, ἀλλ’ εἰς μυρίων ὅσων ὠφελείας οὐ τῶν καθ’ ὃν (χρόνον) ἐγνωρίζετο μόνων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γενησομένων τὴν πάροδον ποιουμένην; ταύτῃ τοι καὶ τοὺς πάλαι σοφοὺς ζηλωτάς τε καὶ διαδόχους ποιήσασθαι τῆς ἀρετῆς ἀθάνατον ὡς ἀληθῶς ἀνθρώποις παρεσχημένους τὸ κατόρθωμα. εἰ δὲ θνητὴν ὑπογράφεις τἀνδρὸς τὴν φύσιν, ὅρα μὴ πλέον, ἢ προσῆκε, ταύτῃ χαριζόμενος δίκην ἀποίσεις παραλογίας. ἀλλὰ μὴν εἰσῆκται αὐτῷ θεῖος ἄνθρωπος καὶ θαλαττίου δαίμονος σχῆμά τε καὶ προσωπεῖον ἀπὸ γενέσεως ἀναλαμβάνων. „κυούσῃ γάρ,“ ὥς φησι, τῇ αὐτοῦ μητρὶ φάσμα ἦλθε θαλαττίου δαίμονος, Πρωτεὺς ὁ παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων. ἡ δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι, ὁ δὲ „ἐμὲ“ εἶπε· „σὺ δὲ τίσ“ εἰπούσης „Πρωτεὺσ“ ἔφη „ὁ Αἰγύπτιος.
377 [30] “ εἶτα δὲ λειμῶνά τινα, καὶ κύκνους τὴν γυναῖκα μαιεύεσθαι γράφει, ὁπόθεν αὐτὸ τοῦτ’ εἴη ληφθέν, μὴ εἰπών· οὐ γὰρ δὴ καὶ τούτου ὑγηγητήν. Δάμιν τὸν Ἀσσύριον ὑπογράψεται. ἀλλὰ καὶ οὐκ ἐς μακρὸν τῆς αὐτῆς ἱστορίας αὐτῷ Δάμιδι οἷα δὴ θείας ὄντα φύσεως τὸν Ἀπολλώνιον εἰσάγει αὐτὰ δὴ ταῦτα λέγοντα· „ἐγώ, ὦ ἑταῖρε, πασῶν τῶν φωνῶν ξυνίημι μαθὼν οὐδεμίαν·“ καὶ „μὴ θαυμάσῃς, οἶδα γὰρ καὶ ἃ σιωπῶσιν οἱ ἄνθρωποι.“ καὶ πάλιν ἐν Ἀσκληπιοῦ τιμώμενον πρὸς τοῦ δαίμονος καὶ πρόγνωσιν φυσικήν τινα καὶ ἀδίδακτον ἔχειν ἐκ παιδὸς κρείττονά τε ἀτεχνῶς ἀνθρώπου φῦναι αὐτὸν ἐξ αὐτῆς γενέσεως καὶ δι’ ὅλης ἡμῖν τῆς ἱστορίας ὑπογράφει. λύσαντος γοῦν ἑαυτόν ποτε ἀπὸ δεσμῶν ἐπιφέρει λέγων· „τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου. μὴ γὰρ θύσαντά τι, πῶς γὰρ ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ.“ ἐπὶ τελευτῇ δὲ τάφον μὲν αὐτοῦ μηδόλως ποι γῆς εὑρίσκεσθαι, χωρῆσαι δὲ εἰς οὐρανὸν αὐτῷ σώματι μεθ’ ὕμνων καὶ χορείας λέγει. εἰκότως δὴ οὖν οἷα ὄντα τοσοῦτον „θειότερον ἢ Πυθαγόρας Ἐμπεδοκλῆς τε καὶ Πλάτων φιλοσοφίᾳ τὸν ἄνδρα προσεληλυθέναι φησίν. οὐκοῦν ἐν θεοῖς ἡμῖν διὰ τούτων ἀναγεγράφθω ὁ ἄνθρωπος καὶ ὁ φθόνος ἀπέστω τῆς τῶν φωνῶν ἁπασῶν αὐτοφυοῦς καὶ αὐτοδιδάκτου συνέσεως. τί δῆτα οὖν ἐς διδασκάλου ἄγει αὐτὸν καὶ τὸν μηδεμίαν φωνὴν μεμαθηκότα διαβάλλει ὡς ἂν ἐξ ἀσκήσεως καὶ μελέτης, ἀλλ’ οὐκ ἐκ φύσεως Ἀττικὸν γενόμενον τὴν γλῶτταν; φησὶ γάρ τοι, ὡς προϊὼν ἐς ἡλικίαν γράμματά τε καὶ μνήμης ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος καὶ ἡ γλῶττα αὐτῷ ἀττικῶς εἶχε.
378 [30] “ καὶ „γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ παρ’ Εὐθύδημον τὸν ἐκ Φοινίκης, ὃς ῥήτωρ τε ἀγαθὸς ἦν καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ διδασκάλου εἴχετο.“ εἶτα „ξυνεφιλοσόφουν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου. διήκουε δὲ καὶ τῶν Ἐπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δὲ Πυθαγορείους ἀρρήτῳ τινὶ σοφίᾳ ξυνελάμβανε.“ τοσαῦτα ὁ μηδεμίαν μαθὼν φωνὴν θείᾳ τε δυνάμει „ἃ καὶ σιωπῶσιν ἄνθρωποι“ προλαβὼν ἐξεπαιδεύετο. ὁ δὲ διαλιπὼν αὖθις αὐτὸν θαυμάζει, ἐς ὅσον συνέσεως τῆς τῶν ζῴων φωνῆς ἦλθε καὶ ἐπιφέρει λέγων „καὶ ἐς ξύνεσιν δὲ τῆς τῶν ζῴων φωνῆς ἦλθε, καὶ ἔμαθε δὲ τοῦτο διὰ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνωσκόντων τε καὶ πραττόντων αὐτό. ἔστι γὰρ τῶν Ἀραβίων κύκνων ἤδη καὶ ὀρνίθων μαντευομένων ἀκούειν, ὁπόσα οἱ χρησμοί. ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.“ ἐνταῦθα πάντως που δρακόντων καρδίας δήπου καὶ ἥπατος τὸν Πυθαγόρειον ἐμψύχων τε τροφῆς ἀπεχόμενον καὶ μηδὲ θύειν δαίμοσιν ἐπιτολμῶντα εἰκὸς ἦν ἀπογεύσασθαι, ὡς ἂν καὶ τῆς παρὰ τούτοις κοινωνήσοι σοφίας. πρὸς γὰρ τοιῶνδε διδασκομένῳ πῶς ἂν ἄλλως μὴ οὐχὶ τὰ ὅμοια τοῖς διδασκάλοις ζηλώσαντι κατωρθοῦτο τὸ ἐπιτήδευμα; ἔχομεν δὴ οὖν πρὸς τοῖς καταλελεγμένοις καὶ τοὺς Ἀραβίων σοφοὺς διδασκάλους τῆς κατὰ τὴν οἰωνιστικὴν τἀνδρὸς ἐπιστήμης, ἐφ’ ἧς εἰκότως ὁρμώμενος ὕστερόν ποτε τὸν στρουθόν, ὅ τι καὶ βούλοιτο συγκαλῶν τοὺς ἑτέρους ἐπὶ τροφήν, προειπὼν θαῦμα μέγιστον παρέχειν ἔδοξε τοῖς παροῦσι.
379 [30] ταύτῃ δὴ καὶ τὴν ἀπεσφαγμένην ὅσον οὔπω λέαιναν ἅμα τοῖς ὀκτὼ σκύμνοις κατὰ τὴν εἰς Ἀσσυρίους ὁδὸν θεασάμενος αὐτίκα τῷ θεάματι συμβαλὼν τῆς ἐσομένης αὐτῷ παρὰ Πέρσαις διατριβῆς τὸν χρόνον ἐμαντεύσατο. ἀκόλουθα δὲ τῇ παρὰ τοῖς Ἀραβίοις φοιτήσει ἐγχειρεῖν αὐτὸν καὶ παρὰ Πέρσαις ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ· τῷ γάρ τοι Δάμιδι, ὃς μόνος φοιτητὴς ἦν αὐτῷ καὶ ἑταῖρος, ἀπαγορεύσας παρὰ τοὺς μάγους ἰέναι μόνος αὐτός, ὡς ἂν μὴ μετ’ ἀγνώμονος δηλαδὴ τὰ τῆς μαγείας μανθάνοι, μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας τὰς μετ’ αὐτῶν ἐποιεῖτο σχολάς. ἔτι δὲ Οὐαρδάνῃ Βαβυλωνίῳ εἰς λόγους ἐλθόντα βασιλεῖ ὧδέ πως λέγειν αὐτὸν παρατίθεται· „σοφία δέ μοι Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διαλέξεις θεῶν.“ τίς δ’ αὐτῷ ταῦτα συγχωρήσειεν, ὅτε Πυθαγόρᾳ μὲν οὐδεμία τις τοιαύτη καταλέλειπται γραφή, οὐδ’ ἀπόρρητα τινα συγγράμματα, ὡς κἂν ὑπονοῆσαι αὐτὸν ἐξ ἐκείνων ὁρμᾶσθαι, ὁ δέ γε διδάσκαλος αὐτῷ τῆς κατὰ Πυθαγόραν φιλοσοφίας οὐδέν τι διαφέρειν τῶν Ἐπικουρείων πρὸς αὐτοῦ μεμαρτύρηται τοῦ Φιλοστράτου ὧδέ πως εἰρηκότος „διδάσκαλος μὲν ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδ’ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε ἥττων καὶ ἀφροδισίων καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο. ἦν δὲ οὗτος Εὔξενος ὁ ἐξ Ἡρακλείας τοῦ Πόντου. τὰς δὲ Πυθαγόρου γνώμας ἐγίγνωσκεν, ὥσπερ οἱ ὄρνιθες ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων. „φεῦ τῆς ἀτοπίας, εἰ παρὰ τούτου λέγοι τις τῆς πρὸς τοὺς θεοὺς διαλέξεως τὴν σύνεσιν αὐτὸν εἰληφέναι.
380 [30] ἀλλὰ δὴ συγκεχωρήσθω καὶ ἑτέρων ὑφηγητῶν αὐτὸν ἀκηκοέναι καίτοι γε τοῦ συγγραφέως τοῦτο μηδαμῶς ἐπισημηναμένου· τίς δὴ οὖν τούτων σύνεσίν τε καὶ φοίτησιν (εἰς διαλέξεις) θεῶν ὁρωμένων καὶ οὐχ ὁρωμένων αὐτός τε ὡς ἀπὸ Πυθαγόρου (μαθὼν) εἰδέναι διδάσκεσθαί τε ἑτέρους ἐπηγγέλλετο; καὶ μὴν οὐδ’ ὁ περιβόητος Πλάτων πάντων γε μᾶλλον τῆς Πυθαγόρου κεκοινωνηκὼς φιλοσοφίας, οὔτ’ Ἀρχύτας, οὔτ’ αὐτὸς ἐκεῖνος ὁ τὰς Πυθαγόρου γραφῇ παραδοὺς ὁμιλίας Φιλόλαος, οὐδ’ εἴ τινες ἄλλοι γνώριμοι τἀνδρὸς γεγονότες, οἳ δόξας τε αὐτοῦ καὶ γνώμας γραφῇ τοῖς μετ’ αὐτὸν παραδεδώκασιν, ἐπὶ τοιαύτῃ τινὶ ἐσεμνύναντο σοφίᾳ. οὐκοῦν ἑτέρωθεν, ἀλλ’ οὐκ ἀπὸ Πυθαγόρου τὰ τοιαδὶ μαθὼν προσχήματι σεμνολογῶν ἐπιγράφεται τὴν τοῦ φιλοσόφου πρόσρησιν, ἵνα δὲ καὶ παραλογώτατα τὸ ψεῦδος ὡς ἀληθές τις γεγονέναι συγχωρήσειεν, οὐκ οἶδ’ ὅπως ἐξ αὐτοῦ λέγων ἐκείνου τοῦ Σαμίου πρὸ μυρίων ὅσων ἐτῶν ἐξ ἀνθρώπων γενομένου τὰ περὶ τούτων αὐτὸν μεμαθηκέναι. οὐκοῦν πρὸς τοῖς Ἀραβίοις καὶ τοῦτον διδάσκαλον αὐτοῦ τῆς δὴ νομιζομένης ἀπορρήτου περὶ θεῶν ἐπιστήμης ἐπιγραπτέον. εἰ δὴ οὖν θείας ἦν φύσεως, κατέψευσται αὐτοῦ τοὺς διδασκάλους ὁ λόγος, εἰ δ’ ἀληθὴς ἦν οὗτος, ψευδὴς ἦν ὁ μῦθος καὶ οὐκ ἀληθὴς ἡ περὶ τοῦ θεῖον γεγονέναι αὐτὸν γραφή. οὔπω μοι τοῦ Πρωτέως τὸ φάσμα πολυπραγμονεῖν ἔπεισι καὶ τὴν περὶ τούτου πίστιν αἰτεῖν, οὐδὲ τῶν παρ’ αὐτῷ κύκνων τὰς ἀποδείξεις, οὓς γελοίως τὴν μητέρα τίκτουσαν αὐτὸν μαιοῦσθαι ἱστορεῖ, ἀλλ’ οὐδὲ τῆς περὶ τοῦ σκηπτοῦ μυθολογίας τὸν μάρτυρα παρέχειν ἀξιῶ, οὐ γὰρ δὴ καὶ τούτων, ὡς ἔφην, Δάμις ἡμῖν συνίστωρ ἀφίξεται, μακρῷ ὕστερον ἐν Νίνῳ τῆς Ἀσσυρίας τἀνδρὶ συνάψας.
381 [5] ἐγὼ μὲν οὖν εὖ μάλα προθύμως τοῖς εἰκόσι τε καὶ ἀληθείας ἐχομένοις πειθόμενος, εἰ καὶ μείζονά τινα καθ’ ὑπερβολὴν ἐς ἔπαινον ἀνδρὸς ἀγαθοῦ λέγοιτ’ ἄν, πιστὰ καὶ παραδεκτέα εἶναί μοι δοκῶ, ὅτι μὴ μόνα τὰ τερατώδη καὶ λήρου πλέα. οὔκουν φθονοίην, εἴ φησιν ὁ συγγραφεὺς γένος τε ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον τῷ ἀνδρὶ γεγονέναι καὶ πλουτῶν εἰ οὕτως ἔτυχεν ὑπὲρ τοὺς ἐγχωρίους ἅπαντας διδασκάλων τε νέον ὄντα οὐ μόνον τῶν δεδηλωμένων τυχεῖν, ἀλλ’, εἰ δοκεῖ, καὶ τούτων αὐτὸν διδάσκαλον καὶ καθηγητὴν γεγονέναι. ἔστω δ’ ἐπὶ τούτοις ἐντρεχὴς καὶ τὰ κοινά, ὡς τὸν εἰς Ἀσκληπιοῦ θεραπείας χάριν ἀφιγμένον διὰ γνώμης ἀρίστης ἀπαλλάξαι τῆς ἀρρωστίας, νοσοῦντι γὰρ δὴ ὑδέρου πάθει κατάλληλον ἐγκρατείας ὑποθέσθαι δίαιταν τῷ κάμνοντι καὶ ταύτῃ αὐτὸν ὑγιᾶ καταστῆσαι καὶ τούτῳ γε τῆς φρονήσεως ἀποδεκτὸν τὸ μειράκιον, καὶ ὡς τὸν πολυτελῶς θύειν παρεσκευασμένον εἶρξεν οἷα εἰκὸς ἐπὶ κακίᾳ διαβεβοημένον, καὶ γὰρ δὴ τῶν ἐγχωρίων ἁπάντων πλουσιώτατόν τε καὶ περιφανέστατον αὐτὸν ὑποτίθεται. καὶ ἐν σώφροσι δ’ αὐτὸν φθόνος οὐδεὶς ἐγγράφειν, ὅτι τε πρὸς τὸν ἐραστὴν πειρώμενον αὐτοῦ τῆς ὥρας διελοιδορήσατο καὶ γυναικείας ὅτι καθαρὸν ἑαυτὸν μίξεως διὰ τέλους, ὡς ὁ λόγος φησίν, ἤγαγε. πιστὰ δ’ ἔστω καὶ τὰ τῆς πενταετοῦς κατὰ Πυθαγόραν σιωπῆς αὐτοῦ, καὶ τά, ὅπως ταύτην διήνυσεν, ἐπαίνου ἄξια. ταῦτα δὴ καὶ ὅσα τοιαῦτα ἀνθρώπινα καὶ ὡς ἀληθῶς φιλοσοφίας καὶ ἀληθείας οὐ πόρρω δεχοίμην ἂν περὶ πολλοῦ τὸ εὔγνωμόν τε καὶ φιλάληθες τιμώμενος, τὸ γέ τοι κρεῖττον ἀνθρώπου τὴν φύσιν ὑποτίθεσθαι καὶ παρὰ πόδας ἐναντιολογεῖν τῆς τε δοθείσης ἀμνημονεῖν ὑποθέσεως, ἔχειν ψόγον ἂν καὶ διαβολὴν αὐτῷ τε τῷ γράφοντι καὶ πολὺ πρότερον τῷ γραφομένῳ περιάψειν ἡγοῦμαι.
382 [5] Καὶ ταῦτα μὲν ἀπὸ τοῦ πρώτου συγγράμματος. ἐπίωμεν δὲ καὶ τὰ ἐκ τοῦ δευτέρου. τὴν ἀπὸ Περσίδος ἐπ’ Ἰνδοὺς πορείαν ἄγει παραλαβὼν αὐτὸν ὁ λόγος. εἶτά τι πεπονθὼς ἀπειρόκαλον, [ὥσπερ τι παράδοξον,] δαιμόνιόν τι, ὃ καὶ ἔμπουσαν ὀνομάζει, κατὰ τὴν ὁδὸν ἰδόντα λοιδορίαις ἅμα τοῖς ἀμφ’ αὐτὸν ἀπελάσαι φησί, καὶ ζῴων δὲ εἰς τροφὴν αὐτοῖς προσαχθέντων εἰρηκέναι αὐτὸν τῷ Δάμιδι, ὡς ἄρα συγχωροίη αὐτῷ τε καὶ τοῖς ἑταίροις σιτεῖσθαι τῶν κρεῶν, τὸ γὰρ ἀπέχεσθαι αὐτῶν αὐτοῖς μὲν εἰς οὐδὲν ὁρᾶν προβαῖνον, ἑαυτῷ δὲ εἰς ἃ ὡμολόγηται πρὸς φιλοσοφίαν ἐκ παιδός. καίτοι τίς οὐκ ἂν ἀπορήσειεν, ὅτι μηδ’ αὐτόν, ὃν μόνον ἐδόκει τοῦ βίου ζηλωτὴν κεκτῆσθαι καὶ προὔτρεπεν ἐπὶ φιλοσοφίαν, εἶργεν οἷα φίλτατον τῆς τῶν ἐμψύχων, ὡς ἂν οὐχ ὁσίας κατὰ Πυθαγόραν τροφῆς, ὁ δ’ οὐκ οἶδ’ ὁποίῳ λόγῳ λέγων μὲν οὐ συνοίσειν ἑαυτῷ, κείνοις δ’ οὐδὲν ὁρᾶν ἀπὸ τῆς ἀποχῆς προβαῖνον ὡμολόγει; ἐπὶ τούτοις ὁ Φιλόστρατος ὁ τἀληθὲς τιμᾶν πρὸς τοῦ Φιλαλήθους μεμαρτυρημένος, ὅρα τῆς ἀληθείας ὁποῖα δείγματα παρίστησι· γενόμενον παρ’ Ἰνδοῖς τὸν Ἀπολλώνιον παραστήσασθαί φησιν ἑρμηνέα καὶ δι’ αὐτοῦ προσδιαλέγεσθαι Φραώτῃ, τοῦτο δ’ εἶναι τῷ βασιλεῖ τῶν Ἰνδῶν ὄνομα, καὶ ὁ μικρῷ πρόσθεν κατ’ αὐτὸν πασῶν γλωσσῶν συνεὶς νῦν αὖ κατὰ τὸν αὐτὸν ἑρμηνέως δεῖται. καὶ πάλιν ὁ (τὰ) κατὰ διάνοιαν ἀνθρώπων εἰδὼς καὶ μόνον οὐχὶ κατὰ τὸν παρ’ αὐτοῖς θεὸν κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων δι’ ἑρμηνέως ἀνερωτᾷ, ὁποία τις εἴη τῷ βασιλεῖ δίαιτα, ἡγεμόνα τε ἀξιοῖ τῆς ἐς Βραχμᾶνας πορείας γενέσθαι τινὰ αὐτῷ.
383 [30] καὶ μεταξὺ ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς καὶ ταῦτα βάρβαρος ὢν τὴν φύσιν τὸν ἑρμηνέα ἐκποδὼν μεταστησάμενος Ἑλλάδι χρῆται πρὸς αὐτὸν τῇ ὁμιλίᾳ παιδείαν καὶ πολυμάθειαν ἐνδεικνύμενος, ὁ δὲ οὐδ’ ὥς, ὅτι δὴ καὶ αὐτὸς τῆς παρ’ αὐτοῖς οὐκ ἀμαθῶς ἔχοι φωνῆς δέον ἐπεφιλοτιμήσατο, ἀλλὰ καὶ λαλοῦντος Ἑλλάδι γλώσσῃ τοῦ Ἰνδοῦ ἐκπλήττεται, ᾗ φησιν ὁ Φιλόστρατος ἀκόλουθα, ὡς ἔοικεν, ἑαυτῷ γράφων. πῶς γὰρ ἂν ἐξεπλάγη μὴ οὐχὶ βάρβαρον οἰηθείς; καὶ τὸν τοιοῦτον θαυμάσας οὔποτ’ ἂν ἑλληνίσαι προσεδόκησεν· εἶθ’, ὥσπερ τι παραδόντα παράδοξον καταπλαγεὶς καὶ τὸ τούτου ἔτ’ ἀγνοῶν αἴτιον „εἰπέ μοι“ ἔφη ὁ Ἀπολλώνιος „ὦ βασιλεῦ, πόθεν οὕτως ἔχεις φωνῆς Ἑλλάδος; φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐδὲ γὰρ ἐς διδασκάλους γε, οἶμαι, ἀναφέρεις, ἐπεὶ μηδὲ εἶναι Ἰνδοῖς (εἰκὸς) διδασκάλους τούτου.“ αὗται αἱ παράδοξοι τοῦ πάντα προγνώσει διειληφότος φωναί, ἃς ὁ βασιλεὺς ἀμειβόμενος, ὅτι τε σχοίη διδασκάλους καὶ οἵτινες οὗτοι ἕκαστά τε πατρόθεν τῶν περὶ αὐτὸν συμβεβηκότων φράζει. εἶτα καί τισι τοῦ Ἰνδοῦ δικάζοντος περὶ θησαυροῦ φωραθέντος ἐν ἀγρῷ, πότερα τῷ πριαμένῳ ἢ τῷ τὸ χωρίον ἀποδομένῳ δέοι νεῖμαι τοῦτον, ὁ πάντα φιλόσοφος καὶ θεοῖς κεχαρισμένος ἐρωτηθεὶς ἐπικρίνει τῷ πριαμένῳ, λογισμὸν δὴ αὐτοῖς ῥήμασιν ἐπειπὼν „ὡς οὐκ ἂν οἱ θεοὶ τὸν μὲν ἀφείλοντο καὶ τὴν γῆν, εἰ μὴ φαῦλος ἦν, τῷ δ’ αὖ καὶ τὰ ὑπὸ γῆν δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.
384 [5] “ ὡς κατ’ αὐτὸν δὴ συνάγεσθαι, τοὺς μὲν εὐπόρους καὶ πλούτῳ διαφέροντας, κἂν αἰσχρότατοι καὶ πανωλέστατοι τυγχάνοιεν, τρισευδαίμονας καὶ θεοφιλεῖς ἡγεῖσθαι, μόνους δ’ ἄρα κακοδαίμονάς τε καὶ ἀθλίους τοὺς πενεστάτους, κἂν Σωκράτης, κἂν Διογένης, κἂν αὐτὸς ἐκεῖνος Πυθαγόρας τυγχάνῃ, κἂν ἄλλος, οἱ πάντων ἀνδρῶν σωφρονέστατοι τε καὶ ἐπιεικέστατοι. εἴποι γὰρ ἄν τις ἑπόμενος τῷ λόγῳ μὴ ἂν κατ’ αὐτὸν τοὺς θεοὺς τοὺς μὲν πένητας, τούτους δὴ αὐτούς, οἳ κατὰ φιλοσοφίαν διήνεγκαν, ἀφελέσθαι καὶ τὰ πρὸς τὴν ἀναγκαίαν τροφὴν μὴ οὐχὶ πάντως φαύλους ὄντας τὸν τρόπον, τοῖς δὲ τὸ ἦθος ἀκολαστοτέροις ἄφθονα καὶ τὰ μὴ ἀναγκαῖα παρασχεῖν, εἰ μὴ βελτίους ἐτύγχανον τῶν προτέρων, ἐξ ὧν παντί τῳ καταφανὴς ἡ τοῦ συμπεράσματος ἀτοπία. Ταῦτα καὶ ἀπὸ τοῦ δευτέρου παραθέμενοι ἴωμεν ἐπὶ τὸ τρίτον τὰ κατὰ τοὺς βεβοημένους ἐποψόμενοι Βραχμᾶνας· ἔνθα δὴ τὰ ὑπὲρ Θούλην ἄπιστα καὶ εἴ τί περ ἄλλο τερατῶδές ποτε μυθολόγοις τισὶν ἀναπέπλασται, εὖ μάλα πιστὰ καὶ ἀληθέστατα, ὡς ἐν παραθέσει τούτων, ἀναφανήσεται, οἷς καὶ τὸν νοῦν ἐπιστῆσαι ἄξιον τῆς τοῦ Φιλαλήθους ἕνεκεν αὐθαδείας ἡμῖν μὲν εὐχέρειαν καὶ κουφότητα τρόπου περιάπτοντος, αὑτῷ δὲ καὶ τοῖς αὐτῷ παραπλησίοις τὴν ἀκριβῆ καὶ βεβαίαν μετὰ συνέσεως κρίσιν. ὅρα γοῦν, ἐφ’ οἷς σεμνύνεται παραδόξοις τῶν ἡμετέρων θείων εὐαγγελιστῶν προκρίνων τὸν Φιλόστρατον, ὡς μὴ μόνον παιδείας ἐπὶ πλεῖστον ἥκοντα, ἀλλὰ καὶ ἀληθείας ἐπιμεμελημένον. πρῶτα μὲν οὖν ἐν τῇ πρὸς τοὺς Βραχμᾶνας πορείᾳ τοῦ Ἀπολλωνίου γυνή τις αὐτῷ τὴν χροιὰν εἰσάγεται ἀπὸ τῆς κεφαλῆς ἐς ὀσφὺν λευκοτάτη, τὸ δὲ ἕτερον μέρος τοῦ σώματος μέλαινα, τὰ δὲ προϊόντων τῆς ἐπὶ τοὺς Βραχμᾶνας ὁδοῦ ὄρη καταπεφυτευμένα τὸ πέπερι καὶ τούτου πίθηκοι γεωργοὶ καὶ παράδοξοί τινες τὸ μέγεθος δράκοντες, ὧν ἀπὸ κεφαλῆς λαμπάδες ἀπορριπτοῦνται πυρός, οὓς εἴ τις ἀνέλοι, εὕροι ἄν, φησι, παραδόξους λίθους ἐν ταῖς κεφαλαῖς τῷ τοῦ Γύγου τοῦ παρὰ τῷ Πλάτωνι παραπλησίους.
385 [10] καὶ ταῦτα μὲν τὰ πρὸ τοῦ τῶν Βραχμάνων λόφου. ὡς δὲ καὶ εἰς αὐτὸν ἀφίκοντο, σανδαράκινον ἐνταῦθα φρέαρ ὕδατος ἰδεῖν παραδόξου καὶ κρατῆρα πλησίον πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολιβδώδη, δύο τε πίθους λίθου μέλανος τὸν μὲν ὄμβρων, τὸν δὲ ἀνέμων, ἀφ’ ὧν τοὺς Βραχμᾶνας, οἷς ἂν εἶεν τῆς χώρας ἵλεῳ, χορηγεῖν. ἀλλά γε καὶ ἀγάλματα παρ’ αὐτοῖς Ἀθηνᾶς Πολιάδος καὶ Ἀπόλλωνος Πυθίου καὶ Διονύσου Λιμναίου, καὶ ἄλλων τινῶν Ἑλληνικῶν θεῶν, Ἰάρχαν δὲ τὸν ἐπὶ πάντων διδάσκαλον καλεῖσθαι, ὃν καὶ ἰδεῖν καθεζόμενον πολλοῦ γε δεῖ φιλοσοφικῷ, σατραπικῷ δ’ ἂν μᾶλλον σχήματι ἐφ’ ὑψηλοτάτου δίφρου, χαλκοῦ δὲ μέλανος οὗτος ἦν καὶ πεποίκιλτο χρυσέοις ἀγάλμασιν, οἷα δὴ εἰκὸς τεχνουργῶν βαναύσων τρόπον πυρὶ καὶ σιδήρῳ μοχθοῦντας τοὺς φιλοσόφους τεχνουργεῖν, ἡ καὶ θαυματοποιῶν δίκην αὐτόματον ἀποτελεῖν τὸ δημιούργημα, οἱ δὲ τῶν ἄλλων τῶν μετ’ αὐτὸν διδασκάλων δίφροι χαλκοῖ μέν, φησιν, ἄσημοι δ’ ἦσαν καὶ ἧττον ὑψηλοί. ἔδει γάρ που πάντως τυράννου σχήματι προνομίας τῆς ἐν ἀγάλμασι καὶ χρυσῷ τὸν τῆς θείας φιλοσοφίας ἀξιοῦσθαι διδάσκαλον. πρῶτον δὲ τὸν Ἰάρχαν ἰδόντα φησὶ τὸν Ἀπολλώνιον ἐξ ὀνόματός τε προσειπεῖν Ἑλλάδι τῇ φωνῇ καὶ ἣν αὐτῷ παρὰ Φραώτου κομίζοι, ἐπιστολὴν αἰτῆσαι κατὰ πρόγνωσιν ἤδη τοῦτο προειληφότα ἐνδείξασθαί τε τὸ ἔνθεον τῆς προγνώσεως προειρηκότα, ὡς ἄρα ἑνὶ γράμματι τῷ δέλτα λείποι ἡ ἐπιστολὴ ἄρξασθαί τε ἀπειροκάλως εὐθὺς ἀπὸ πρώτης ὁμιλίας ἀπειροπλούτου δίκην ἐνεπιδείκνυσθαι τὸ τῆς προγνώσεως πλεονέκτημα πατέρα καὶ μητέρα καταλέγοντα τοῦ Ἀπολλωνίου γένος τε καὶ τροφὴν καὶ παιδείαν καὶ τὰς κατὰ χρόνους ἀποδημίας καὶ τὴν εἰς αὐτὸν πορείαν καὶ τὰ κατ’ αὐτὴν πεπραγμένα τε αὐτῷ καὶ ὡμιλημένα.
386 [5] εἶτα δέ φησιν αὐτὸς οὗτος ὁ θαυμάσιος συγγραφεὺς τοὺς Βραχμᾶνας ἅμα τῷ Ἀπολλωνίῳ χρισαμένους ἠλεκτρίνῳ φαρμάκῳ λούσασθαι καὶ περιστάντας ὡς ἐν χορῷ τὴν γῆν τύψαι ταῖς ῥάβδοις, τὴν δὲ κυρτωθεῖσαν ἀναπέμψαι αὐτοὺς εἰς δίπηχυ τοῦ ἀέρος, ἑστάναι τε αὐτοὺς μετεώρους ἐν αὐτῷ ἀέρι ἐπί τι χρόνου διάστημα, ἕλκειν δὲ καὶ πῦρ ἀπὸ τοῦ ἡλίου, ὅτε βούλοιντο, αὐτομάτως. τούτοις δ’ ἐπιφέρει παράδοξον ὁ θαυματολόγος, ὡς ἄρα τρίποδες Πυθικοὶ τέτταρες ἐξεκυκλήθησαν αὐτόματοι φοιτῶντες, καὶ εἰκάζει δὴ οὖν αὐτοὺς τοῖς Ὁμηρείοις οἰνοχόους τε ἐπὶ τούτοις ἐκ χαλκοῦ διακόνους τὴν ὕλην ἵστησι τέτταρας, ἐπιλέγει δέ, ὡς ἄρα καὶ ἡ γῆ αὐτομάτως ὑπεστόρνυτο αὐτοῖς πόας. τῶν δὲ τριπόδων οἱ μὲν δύο, φησίν, οἴνου ἀπέρρεον, οἱ δὲ ἕτεροι δύο ὁ μὲν ὕδατος θερμοῦ κρᾶσιν παρεῖχεν, ὁ δ’ αὖ ψυχροῦ. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι εὐμέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος, περιελαύνειν τε κύκλῳ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις. ταῦτα Ἱεροκλεῖ τὰ ἀνωτάτω καὶ καθόλου δικαστήρια πεπιστευμένῳ μετὰ πολλῆς ἀνετάσεως ἀληθῆ καὶ πιστὰ εἶναι δοκεῖ καὶ ἡμῶν μὲν εὐχέρεια καὶ κουφότης πλείστη ὅση κατέγνωσται παρ’ αὐτῷ, αὐτὸς δὲ τοιαῦτα Φιλοστράτῳ πιστεύων αὐτοῖς δὴ ῥήμασι σεμνύνεται λέγων „ἐπισκεψώμεθά γε μήν, ὅσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα, καὶ ἣν περὶ τῶν ἐναρέτων ἀνδρῶν ἔχομεν γνώμην.
387 [30] “ ἐπὶ τοιούτῳ δὴ τῷ συμποσίῳ κατὰ τὸν αὐτὸν Φιλόστρατον βασιλεὺς ἐγχωριάζων Ἰνδοῖς εἰσάγεται συμπίνων τοῖς φιλοσόφοις, τοῦτον δὲ ἐνυβρίζειν καὶ ἐμπαροινεῖν φιλοσοφίᾳ μεθύσκεσθαί τε παρ’ αὐτοῖς καὶ ἀντιπαρεξάγειν Ἡλίῳ καὶ ἀλαζονεύεσθαι ἱστορεῖ, καὶ πάλιν τὸν Ἀπολλώνιον δι’ ἑρμηνέως τὰ παρὰ τούτου μανθάνειν καὶ αὖ πάλιν πρὸς αὐτὸν διαλέγεσθαι ὑφερμηνεύοντος τοῦ Ἰάρχα· καὶ πῶς οὐ θαυμάζειν ἄξιον, ὅπως τὸν οὕτως ὑβριστὴν καὶ ἀτοπώτατον παροινεῖν καὶ μεθύσκεσθαι παρὰ τηλικούτοις εἰκὸς ἦν, ὃν οὐδὲ παρεῖναι ἄξιον ἐν φιλοσόφων μή τί γε καὶ ἰσοθέων ἑστίᾳ; τί δέ μοι ἰσοθέους τούτους καλεῖν καὶ τῆς ἀξίας ἐνυβρίζειν τοὺς ἄνδρας; ὁπότε πυθομένου τοῦ Ἀπολλωνίου, τίνας ἑαυτοὺς ἡγοῦνται, θεοὺς ἔφη ὁ Ἰάρχας, ὃς καὶ τοῖς συμπόταις, οἷα δὴ θεὸς φιλοσόφου μὲν ἥκιστα τρόπῳ, πολλοῦ γε δεῖ, μή τί γε μᾶλλον, οὗ ἔφησε, θεοῦ ἀξίως, (ἐς) τὴν φιάλην ἐπικύπτων ἐξῆρχεν, ἡ δέ, φησιν ὁ συγγραφεύς, ὡς ἄρα ἐπότιζεν ἱκανῶς πάντας, (καὶ) ἐπεδίδου, καθάπερ αἱ ἀπόρρητοι πηγαὶ τοῖς ἀνιμωμένοις. μετὰ ταῦτα κοιναὶ λόγων ὁμιλίαι καὶ σπουδαιολογίαι τῶν φιλοσόφων τοῦ μὲν Ἰάρχα διδάσκοντος, ὡς ἄρα ποτὲ αὐτῷ ἡ ψυχὴ ἐν ἑτέρῳ ἀνθρώπου βασιλέως γένοιτο σώματι καὶ τοιαδί τινα αὐτῷ πεπραγμένα εἴη, τοῦ δὲ Ἀπολλωνίου, ὡς νηὸς Αἰγυπτίας ποτὲ γένοιτο κυβερνήτης, καὶ τὰ τοιαῦτα διαπράξαιτο, πεύσεις τε καὶ ἀποκρίσεις [ἑκάστου], ὧν καὶ τῆς σοφίας ἄξιον μηδαμῶς παρεκθέσθαι τὴν μνήμην.
388 [30] ἐρέσθαι δέ φησι τὸν Ἀπολλώνιον, εἰ ἔστι παρ’ αὐτοῖς χρύσεον ὕδωρ —ὢ τοῦ σοφοῦ καὶ παραδόξου πύσματος—καὶ περὶ ἀνθρώπων δὲ ὑπὸ γῆν οἰκούντων καὶ Πυγμαίων ἄλλων καὶ σκιαπόδων ἀνερωτᾶν, καὶ εἰ γίγνοιτο παρ’ αὐτοῖς ζῷον τετράπουν, ὃ λέγεται μαρτιχόρα, ὃ τὴν κεφαλὴν ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν ἐκφέρειν πηχυαίας καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύματα ἐς τοὺς θηρῶντας, καὶ τοιαῦτα μὲν τὸν Ἀπολλώνιον ἀνερωτᾶν, τὸν δὲ Ἰάρχαν διδάσκειν αὐτὸν περὶ μὲν τῶν Πυγμαίων, ὡς ἄρα εἶεν οἰκοῦντες μὲν ὑπόγειοι, διατρίβοντες δὲ ὑπὲρ τὸν Γάγγην ποταμὸν ζῶντες, περὶ δὲ τῶν ἄλλων, ὡς ἀνύπαρκτα εἴη. ἔριον ἐπὶ τούτοις φυόμενον αὐτοῖς ἀπὸ γῆς ἐς ἐσθῆτος ὕλην ὁ Φιλόστρατος ἀναγράφει, πάντως δήπου τῶν φιλοσόφων ἱστὸν ἐποιχομένων καὶ ταλασιουργίαις ἐς ἐσθῆτος κατεργασίαν ἐκπονουμένων—οὐδὲ γὰρ εἰσῆκται παρ’ αὐτοῖς γυναικεῖον φῦλον—εἰ μὴ καὶ τοῦτο φήσειεν αὐτόματον αὐτοῖς παραδόξως δὴ ἱερὰν ἐς ἐσθῆτα μεταφύεσθαι. φέρειν δ’ ἕκαστον αὐτῶν ῥάβδον καὶ δακτύλιον ἀπόρρητον ἔχοντα ἰσχύν. εἶτα παραδοξοποιίαι τοῦ Βραχμᾶνος, ὡς δαιμονῶντα δι’ ἐπιστολῆς ἀνακαλέσαιτο, ὡς χωλεύοντα καταψήσας τὸν γλουτὸν θεραπεύσειεν, ὡς τυφλῷ τὸ βλέπειν καὶ ἀδρανεῖ τινι τὴν χεῖρα σῴαν χαρίζοιτο. πολλὰ κἀγαθὰ γένοιτο πραγμάτων ἡμᾶς ἀπολύσαντι τῷ συγγραφεῖ· δῆλα γάρ, ὡς ἀληθῆ καὶ ταῦτα, ὅτε βροντὰς καὶ ἀνέμους ἐν πίθοις τρίποδάς τε ἐκ λίθου φοιτῶντας αὐτομάτως καὶ οἰνοχόους ἀπὸ χαλκοῦ περιελαύνειν ἐν κύκλῳ τὰς κύλικας προιστορήσας διὰ τῆς περὶ τούτων ὡς ἀληθῶν ἀφηγήσεως καὶ τῶν λοιπῶν ἁπάντων ἐξέφηνέ τε καὶ διήλεγξε τὴν μυθολογίαν.
389 [30] εἰρηκέναι δέ φησιν ὁ Φιλόστρατος τὸν Δάμιν δίχα τῆς αὐτοῦ παρουσίας καὶ τῷ Ἰάρχᾳ συμφιλοσοφῆσαι τὸν Ἀπολλώνιον εἰληφέναι τε παρ’ αὐτοῦ δακτυλίους ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς καὶ φορεῖν αὐτὸν καθ’ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν. ταῦτα δὲ νῦν εἰπὼν ὁ τἀληθὲς τιμᾶν παρὰ τῷ Φιλαλήθει νενομισμένος μεθ’ ἕτερα τῆς γραφῆς, ὡς ἂν δὴ γοητείαν τῶν Βραχμάνων καταγνοὺς καὶ ταύτης ἐλεύθερον καταστῆσαι τὸν Ἀπολλώνιον φροντίσας ἐπιφέρει φάσκων κατὰ λέξιν· „ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ’, ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ’ ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.“ καὶ πῶς, ὦ οὗτος, οὐκ ἠξίου; ὁ δίχα τοῦ Δάμιδος σπουδὴν ποιούμενος συμφιλοσοφεῖν αὐτοῖς καὶ τὸν μόνον ἑταῖρον, ὅ τι καὶ πράττοι, λανθάνειν δέον ἡγούμενος, πῶς δὲ οὐκ ἠξίου ζηλοῦν ὁ τοὺς τῶν ἀστέρων ἐπωνύμους καταδεχόμενος δακτυλίους καὶ τούτους ἀναγκαῖον τιθέμενος διὰ παντὸς τοῦ βίου φέρειν πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν καίτοι γε ἀπόρρητον, ὡς φῂς αὐτός, ἔχοντας ἰσχύν; εἰ δὲ καὶ δοθείη τὸ μὴ ζηλοῦν ἠξιωκέναι αὐτὸν ὡς μὴ εὖ πράττοντα, οὐκ ἐζήλου δηλονότι. πῶς οὖν ἐπῄνει, ἐφ’ οἷς μὴ ἠξίου ζηλοῦν; εἰ δ’ ὡς θείως ἐνεργοῦντας ἐπῄνει, πῶς οὐκ ἐζήλου τὰ ἐπαίνων ἄξια; ἀλλὰ γὰρ μετὰ τὴν παρὰ τούτοις διατριβὴν παλινοστοῦντα αὐτὸν ἅμα τοῖς ἑταίροις ἐληλυθέναι φησὶν ἐς τὴν τῶν Ὠρειτῶν χώραν, ἔνθα χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦ δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. Καὶ τοσαῦτα μὲν τὰ κατὰ τὸ τρίτον σύγγραμμα, ἐπίωμεν δ’ ἤδη καὶ τὰ ἑξῆς.
390 [30] ἐπανελθόντα φησὶν ἀπὸ τῆς Ἰνδῶν χώρας ἐπὶ τὴν Ἑλλάδα κοινωνὸν τῶν θεῶν πρὸς αὐτῶν τῶν θεῶν ἀνακεκηρῦχθαι, οἳ καὶ τοὺς κάμνοντας ὡς αὐτὸν ἐφ’ ὑγείᾳ παρέπεμπον, καὶ δῆτα ὡς ἐξ Ἀράβων καὶ μάγων καὶ Ἰνδῶν παράδοξόν τινα καὶ θεῖον ἡμῖν αὐτὸν ἀγαγὼν παραδόξων ἐντεῦθεν ἀφηγημάτων κατάρχεται. καίτοι ἄν τις εἴποι εὐλόγως, ὅτι δὴ εἰ θειοτέρας ἢ κατ’ ἄνθρωπον φύσεως ἦν, πάλαι, ἀλλ’ οὐ νῦν ἔδει, πρὸ τῆς δὲ ἑτέρων μεταλήψεως τῶν θαυμασίων κατάρχεσθαι, περιττὴ δ’ ἂν καὶ ἡ ἐξ Ἀράβων αὐτῷ μάγων τε καὶ Ἰνδῶν διὰ σπουδῆς ἐπεχειρεῖτο πολυμάθεια, εἰ δή τις κατὰ τὴν δοθεῖσαν ὑπῆρξεν ὑπόθεσιν· ἀλλ’ οὗτός γε κατὰ τὸν φιλαλήθη συγγραφέα νῦν δὴ πάρεστι μετὰ τοσούτους διδασκάλους τὴν σοφίαν ἐνεπιδεικνύμενος, καὶ πρῶτα μὲν οἷα ἐξ Ἀράβων καὶ τῆς παρ’ αὐτοῖς οἰωνιστικῆς ὁρμώμενος τὸν στρουθόν, ὅ τι καὶ βούλοιτο τοὺς ἑτέρους ἐπὶ τροφὴν παρακαλῶν ἐφερμηνεύει τοῖς παροῦσιν, εἶτα δὲ λοιμοῦ (ἐν Ἐφέσῳ) προαισθόμενος προμαντεύεται τοῖς πολίταις. τὴν δ’ αἰτίαν καὶ τούτου ἐν τῇ πρὸς Δομετιανὸν ἀπολογίᾳ αὐτὸς παρατίθεται. ἐρομένου γάρ τοι αὐτόν, ὁπόθεν ὁρμώμενος τοῦτο προείποι, „λεπτοτέρᾳ“ ἔφη „χρώμενος, ὦ βασιλεῦ, διαίτῃ πρῶτος τοῦ δεινοῦ ᾐσθόμην.“ καὶ τρίτον δ’ αὐτοῦ θαῦμα γεγονὸς ἱστορεῖ, ὡς δὴ ἀλεξήσαντος τὸν λοιμόν, ὅπερ εἰ καὶ τὰ μάλιστα ἐν ταῖς ἐπὶ τέλει κατ’ αὐτοῦ κατηγορίαις οὐ τέθεικεν ὁ συγγραφεύς, ὅτι μὴ παρῆν, ὡς εἰκός, αὐτῷ δι’ ἀπολογίας ἀπολύσασθαι τὸ ἔγκλημα, φέρε δ’ οὖν ὅμως αὐτοὶ τὴν ἱστορίαν ἐς φανερὸν ὑποθώμεθα, οὕτω δὴ καὶ ταύτην εὐθύνοντες. εἴ τινι γὰρ οὐκ [ἂν] εἴη σαφές, ὅτι δὴ πολὺ τὸ πλάσμα καὶ ἀπατηλὸν γοητείας τε ὡς ἀληθῶς ἔμπλεων, αὐτὸς ὁ τρόπος ἀπελέγχει τῆς ἱστορίας.
391 [30] τὸν γάρ τοι λοιμὸν ὑποτίθεται ἐν εἴδει πτωχεύοντος καὶ ῥάκεσιν ἠμφιεσμένου πρεσβύτου ἀνδρὸς ἑωρᾶσθαι, ὃν καταλεύειν ἐπικελευσαμένου τοῦ Ἀπολλωνίου πρότερον μὲν πῦρ βάλλειν τῶν ὀφθαλμῶν, εἶθ’ ὕστερον βληθέντα λίθοις κύνα συντετριμμένον καὶ παραπτύοντα ἀφρόν, ὡς οἱ λυττῶντες, φανῆναι, εἰρηκέναι δ’ αὐτὸν περὶ τούτου καὶ ἐν τῇ πρὸς τὸν αὐτοκράτορα Δομετιανὸν ἀπολογίᾳ ταῦτα γράφει· „τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον οὐ παύσας νόσον, ἀλλ’ ἐξελών.“ τίς δὴ οὖν ἐπὶ τούτοις οὐ μέγα τὴν τοῦ θαυματοποιοῦ γελάσεται παραδοξοποιίαν ζῷον ὀφθαλμοῖς καὶ λίθων ὑποπῖπτον βολαῖς συντριβόμενόν τε πρὸς ἀνθρώπων καὶ ἀφρὸν παραπτῦον τὴν τοῦ λοιμοῦ φύσιν ἀκούων, ὃς οὐδ’ ἄλλ’ ὁτιοῦν τυγχάνει ἢ φθορὰ καὶ κάκωσις ἀέρος ἐπὶ τὸ νοσῶδες τρεπομένου τοῦ περιέχοντος ἐκ πονηρῶν τε καὶ φαύλων ἀναθυμιάσεων, ᾗ λόγος ἰατρικὸς παραδίδωσι, συνισταμένου; καὶ ἄλλως δ’ ἂν τὸ φάσμα διευθυνθείη, ἐπείπερ μόνῃ τῇ τῶν Ἐφεσίων πόλει, ἀλλ’ οὐχὶ καὶ τοῖς ὁμόροις τὸν λοιμὸν ἐπισκῆψαί φησιν ὁ λόγος, ὅπερ πῶς οὐκ ἂν γεγόνει κάκωσιν τοῦ περιέχοντος πεπονθότος; οὐ γὰρ δὴ κατακλεισθὲν μόνῳ ἂν ἐφήδρευσε τῷ περὶ τὴν Ἔφεσον ἀέρι τὸ νόσημα. τέταρτον αὐτῷ παράδοξον Ἀχιλλέως ἦν ψυχὴ πρότερον μὲν ἐν χλαμύδι πεντάπηχυς, εἶτα δωδεκάπηχυς τὸ μέγεθος παρὰ τῷ ἰδίῳ αὐτοῦ μνήματι φαινομένη Θετταλούς τε καταιτιωμένη, ὅτι δὴ τὰ ἐναγίσματα αὐτῷ, ὡς ἔθος ἦν, οὐκ ἐπετέλουν, μηνιῶσά τε εἰσέτι Τρωσὶ τῶν ἐς αὐτὸν πεπλημμελημένων καὶ προστάττουσα τῷ Ἀπολλωνίῳ πέντε λόγους, οὓς ἂν αὐτός τε βούλοιτο καὶ αἱ Μοῖραι συγχωροῖεν, ἀνερέσθαι.
392 [30] εἶθ’ ὁ πάντα εἰδὼς καὶ τῶν μελλόντων πρόγνωσιν αὐχῶν ἔτι ἀγνοεῖ, εἰ τάφου τύχοι Ἀχιλλεὺς καὶ εἰ Μουσῶν θρῆνοι καὶ Νηρηίδων ἐπ’ αὐτῷ γεγόνασι, καὶ περὶ τούτων αὐτὸν ἀνερωτᾷ καὶ διαπυνθάνεται, εἰ Πολυξένη ἐπισφαγείη αὐτῷ καὶ εἰ Ἑλένη ἐς Τροίαν ἐληλύθοι, ὡς σεμνά γε καὶ κατεπείγοντα εἰς τὸν φιλόσοφον βίον τοῦ ἥρωος καὶ σπουδῆς ἄξια ἐρωτήματα. θαυμάζει δ’ ἐπὶ τούτοις, εἰ τοσοῦτοι ἥρωες παρὰ τοῖς Ἕλλησιν ἑνὶ χρόνῳ γεγόνασι καὶ εἰ ἀφίκετο ἐς Τροίαν Παλαμήδης. τὸν δὴ θεῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων ὁμιλητὴν τοιαῦτα ἀγνοεῖν, καὶ περὶ τοιούτων ἀνερωτᾶν, ποίας οὐχὶ γένοιτ’ ἂν αἰσχύνης; εἰ μὴ ἄρα, ἐπειδὴ νεκροῖς ὁμιλῶν εἰσῆκται, ἐπὶ τὸ ψυχρότερον μεταποιεῖ τὰς πεύσεις ὁ συγγραφεύς, ὡς ἂν ὑπεκλύσειε τὴν ὑπόνοιαν τοῦ πέρα τῶν προσηκόντων αὐτὸν περιειργάσθαι δοκεῖν, καὶ γὰρ δὴ καὶ ἀπολογούμενον αὐτὸν ὑπογράφει, ὅτι μὴ κατὰ νεκρομαντείαν ὁ τρόπος αὐτῷ τῆς φανείσης ὄψεως γένοιτο, „οὔτε γὰρ βόθρον“ εἶπεν „Ὀδυσσέως ὀρυξάμενος, οὐδ’ ἀρνῶν αἵμασι ψυχαγωγήσας, ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ’ εὐξάμενος ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασι δεῖν εὔξασθαι.“ καὶ ταῦτα νῦν πρὸς τὸν ἑταῖρον ἀποσεμνύνεται ὁ μηδὲν μαθεῖν παρ’ Ἰνδῶν, μηδὲ ζηλῶσαι τὴν παρ’ αὐτοῖς σοφίαν πρὸς τοῦ συγγραφέως μεμαρτυρημένος. τί δῆτα οὖν, ὦ οὗτος, εἰ μή τις ἦν κακοήθης περιεργία, μηδὲ τὸν ἕνα σοι καὶ γνήσιον καὶ μόνον ἑταῖρον Δάμιν κοινωνὸν ἐποιοῦ τῆς θαυμαστῆς ταύτης ὄψεώς τε καὶ ὁμιλίας; τί δ’ οὐχὶ καὶ δι’ ἡμέρας τοῦτο ποιεῖν ἐξῆν, ἀλλὰ τῶν νυκτῶν ἀωρὶ καὶ μόνον; τί δὲ καὶ ἤλαυνον τὴν τοῦ ἥρωος ψυχὴν ἀλεκτρυόνων βοαί; „ἀπῆλθε γάρ“ φησι „ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.
393 [30] “ δαίμοσι μὲν οὖν πονηροῖς γένοιτ’ ἂν ἴσως ὁ τῆς ὥρας ἐπιτήδειος εἰς περιέργους ὁμιλίας καιρός, ἀλλ’ οὐχ ἡρωίδι ψυχῇ, ἣν τῆς παχείας τοῦ σώματος ἐλευθερωθεῖσαν ὕλης ἀγαθὴν καὶ πανάρετον εἶναι χρεών. ὅ γε μὴν εἰσηγμένος ἐνταῦθα δαίμων βάσκανος καὶ φθονερὸς τὸν τρόπον ὀργίλος τε καὶ ταπεινὸς τὴν διάθεσιν ὑποτετύπωται. ἢ οὐχὶ τοιοῦτος ὁ τὸν Ἀντισθένην μειράκιόν τι σπουδαῖον ὡς ἂν δὴ φιλοσόφῳ συνέπεσθαι τῷ Ἀπολλωνίῳ πειρώμενον ἀπείργων; προστάττει γὰρ τὸ μὴ ποιεῖσθαι αὐτὸν συνέμπορον τῆς ἑαυτοῦ φιλοσοφίας ἐπιλέγων τὴν αἰτίαν· „Πριαμίδης τε γάρ“ φησιν „ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.“ πῶς δὲ οὐκ ὀργίλος καὶ ταπεινὸς ὁ Θετταλοῖς, ὅτι μὴ θύοιεν αὐτῷ, θυμούμενος καὶ Τρωσίν, ὅτι δὴ πρὸ μυρίων ὅσων ἐτῶν εἰς αὐτὸν διημαρτήκασι, μὴ καταλλασσόμενος καὶ ταῦτα θύουσι καὶ συνεχῶς σπενδομένοις, ἀλλὰ καὶ τὸν Παλαμήδους τάφον αὐτῷ ἀγάλματι φαύλως ἐρριμμένῳ ἀναλαβεῖν ἐγκελευόμενος; τὸ μέντοι πέμπτον καὶ ἕκτον θαῦμα οὐ πολλῆς (ἂν) δέοιτο τοῦ λόγου διατριβῆς εἰς ἔνδειξιν τῆς τοῦ γράφοντος εὐχερείας· δαίμονας γὰρ ἀπελαύνει ἄλλῳ ἄλλον, ᾗ φασι, δαίμονι, τὸν μὲν γὰρ ἐξ ἀκολάστου μειρακίου, τὸν δὲ ἐπιπλάστως εἰς γυναικείαν μορφὴν σχηματιζόμενον, τουτονὶ δὲ τὸν δαίμονα ἔμπουσαν καὶ λάμιαν αὐτοῖς ὀνόμασιν ὁ σοφώτατος ἀποκαλεῖ. τό γε μὴν ἐπὶ τῆς Ῥωμαίων πόλεως μετὰ ταῦτα κόριον, ὅ τι δὴ μετὰ θάνατον ἐπὶ δευτέραν ζῳὴν ἤγαγεν, ἀπιστότατον καὶ αὐτῷ δόξαν τῷ Φιλοστράτῳ παραιτητέον. ἐν δισταγμῷ μέντοι ἀμφιβάλλει, μὴ ἄρα σπινθήρ τις ψυχῆς ἐνυπάρχων τῇ παιδὶ τοὺς θεραπεύοντας ἐλελήθει.
394 [5] λέγεσθαι γάρ φησιν, „ὡς ψακάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου.“ καὶ γὰρ δὴ εἰ ἀληθῶς αὐτῷ τοιόνδε ἐπ’ αὐτῆς Ῥώμης ἐπέπρακτο, οὐκ ἂν ἐλελήθει βασιλέα τε πρῶτον καὶ τοὺς μετ’ αὐτὸν ὑπάρχους ἅπαντας, μάλιστα δὲ τὸν φιλόσοφον Εὐφράτην ἐγχωριάζοντα κατ’ ἐκεῖνο καιροῦ καὶ ἐπὶ τῆς Ῥώμης διατρίβοντα, ὃς δὴ εἰς ὕστερον τὴν κατ’ αὐτοῦ κατηγορίαν, ὡς δὴ κατὰ γόητος, ὑποβάλλειν ἱστόρηται. πάντως γὰρ ἂν καὶ τοῦτο, εἰ δὴ τοῦτο γεγονὸς ἦν, ταῖς ἄλλαις κατ’ αὐτοῦ διαβολαῖς πρὸς τοῦ κατηγόρου συγκατείλεκτο. καὶ τὰ μὲν ἐν μέρει καὶ κατ’ εἶδος αὐτῷ πεπραγμένα τοσαῦτα, μυρία δὲ καὶ ἄλλα κατὰ πρόγνωσιν αὐτὸν λέγων προμαντεύσασθαί τε καὶ προειρηκέναι γράφει καὶ ὡς Ἀθήνησι βουληθέντα μυηθῆναι τὰ Ἐλευσίνια ὁ τῇδε εἶρξεν ἱερεὺς μὴ ἄν ποτε φήσας μυήσεσθαι γόητα, μηδὲ τὰ Ἐλευσίνια ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ἀλλὰ καὶ τῷ ἀσελγῶς ἀγείροντι κατὰ τὴν Ῥώμην καὶ τὰς Νέρωνος μετὰ κιθάρας ἐπὶ μισθῷ διεξιόντι ᾠδὰς μισθὸν ἐπιδοῦναι τοῖς ἑταίροις τῆς σοφῆς ταύτης ἐπιτηδεύσεως ὁ φιλοσοφώτατος διὰ τὸν Νέρωνος φόβον προστάττει. Ἐν τούτοις καὶ τοῦ τετάρτου περιγραφέντος ἐν τῷ πέμπτῳ τῆς περὶ αὐτοῦ γραφῆς εἰπών τινα περὶ προγνώσεως αὐτοῦ καὶ ἀποθαυμάσας ὁ συγγραφεὺς ἐπιλέγει ταῦτα κατὰ λέξιν „ὅτι μὲν δὴ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προέλεγε καὶ ὅτι τοῖς γόητα ἡγουμένοις τὸν ἄνδρα οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δὲ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ’ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν καὶ προέλεγεν, ὡς ἀνάγκη ἔσεσθαι αὐτά, προέλεγε δὲ οὐ γοητεύων, ἀλλ’ ἐξ ὧν οἱ θεοὶ ἔφαινον, ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ’ ὅπως σοφίζοιντο αὐτὰ ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ’ ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.
395 [30] “ ταῦτα δὲ λέγων δῆλός ἐστι τοὺς περιβοήτους Ἰνδῶν φιλοσόφους γόητας ἀποφαίνων. περὶ γάρ τοι γοήτων ποιούμενος τὸν λόγον μνημονεύει καὶ τούτων σοφίζεσθαι δὴ τὰ παράδοξα λέγων αὐτοὺς καὶ τόν, περὶ οὗ ὁ λόγος, τῆς τοιασδὶ αὐτῶν σοφιστείας ὡς ἂν μὴ ἀστείας ἀλλότριον ὑποτιθέμενος. οὐκοῦν εἰ φαίνοιτο τούτους θεοὺς ἀποκαλῶν καὶ διδασκάλους ἐπιγραφόμενος αὐτοὺς ὁ Ἀπολλώνιος, ὥρα ταῖς κατὰ τῶν διδασκάλων καὶ αὐτὸν ὑπάγειν διαβολαῖς. εἰσῆκται δὴ οὖν παρ’ οἷς φησι γυμνοῖς Αἰγυπτίων, ῥήμασιν αὐτοῖς ταῦτα φάσκων· „οὐκ ἀπεικός τε παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ’ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν. ὡς δὴ ἐν δίκῃ μὲν ἠγάσθην, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν.“ καὶ μετὰ βραχέα φησίν· „οὗτοι μὲν γὰρ θεοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν.“ καὶ Δομετιανῷ δὲ εἰσῆκται λέγων „καὶ τίς πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς; οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;“ καὶ ἐν ἄλλοις δὲ ὁμοίως θεούς τε καὶ διδασκάλους τἀνδρὸς ἐπιγράψας ὁ λόγος τοὺς δεδηλωμένους δακτυλίους τε παρ’ αὐτῶν εἰληφέναι ὁμολογήσας αὐτὸν ἐπιλέλησται νῦν καὶ συνδιαβάλλων τοῖς διδασκάλοις τὸν μαθητὴν οὐκ ἐπαίει.
396 [10] ὑποβὰς δ’ ἐν τῇ γραφῇ αὐλητὴν ὑποτίθεται καὶ τὸν Ἀπολλώνιον ὥσπερ τινὸς οὔσης μεγίστης καὶ σοφωτάτης ἐπιστήμης τρόπους αὐλήσεως μάλα σπουδαίως μακροῖς τοῖς διεξηγήμασιν εἴροντα διεξέρχεται, καὶ αὐτοκράτορα Οὐεσπασιανὸν οἷα δὴ θεῷ προσεύξασθαι αὐτῷ ἱστορεῖ, καὶ τὸν μὲν ὡς εὐχῇ εἰρηκέναι τὸν Οὐεσπασιανόν· „ποίησόν με βασιλέα,“ τὸν δὲ ἀποκρίνασθαι· „ἐποίησα.“ καὶ τίς οὐκ ἂν μισήσειεν εὐλόγως τῆς ἀλαζονείας τὴν φωνὴν μανίας τὸ μηθὲν ἀποδέουσαν, ὅτε γε ἤδη αὐτὸς θεὸς καὶ βασιλέων ποιητὴς εἶναι φρυάττεται ὁ τῆς Αἰγυπτίας κυβερνήτης νεώς; τοῦτο γὰρ αὐτὸς ἑαυτὸν ὁ Ἀπολλώνιος γεγονέναι τὴν ψυχὴν ἐν ταῖς πρὸς τὸν Ἰνδὸν ὁμιλίαις μικρῷ πρόσθεν ἡμῖν δεδήλωκε. τῷ δ’ αὐτῷ βασιλεῖ, οὓς ἂν αὐτὸς δοκιμάζοι τῶν φιλοσόφων συμβούλους τῶν πρακτέων, γνωρίσαι αὐτῷ ἀξιοῦντι κατὰ λέξιν φησίν· „ἀγαθοὶ δὲ τούτων σύμβουλοι καὶ οἵδε οἱ ἄνδρες, τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα.“ καὶ αὖθις, „ὦ βασιλεῦ, εἶπεν, Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν. κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε.“ πρὸς ἃ Οὐεσπασιανὸς „ἀκλείτουσ“ ἔφη „θύρας παρέχω σοφοῖς ἀνδράσιν.“ εὖγε τῆς προγνώσεως τοῦ ἥρωος· Εὐφράτης νῦν ἀγαθός τε καὶ σοφός, ἐπεὶ μὴ ἐς διαφοράν πω αὐτῷ ἐληλύθει, εἰ δ’ ἔλθοι—ὅσον οὔπω δὲ τοῦτ’ ἔσται—ὅρα οἷα περὶ αὐτοῦ ὁ αὐτὸς πρὸς Δομετιανὸν γράφει· „καὶ μὴν ὁπόσα γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατοὺς δηλοῖ τὰ Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν, τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα, ἐντετύπωται δὲ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ τῶν θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρί ποτε προέμενος ἐπιτειχίζει νῦν τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπ’ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι.
397 [30] Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω ἢ ἑρμηνεύω.“ ὁ δὴ πρὸς τὸν πατέρα τὸν Οὐεσπασιανὸν σοφὸν καὶ ἀγαθὸν τὸν Εὐφράτην μαρτυρόμενος, πρὸς δὲ τὸν υἱὸν ταῦτα περὶ αὐτοῦ διεξιὼν δῆλος ἂν εἴη τὸν αὐτὸν ἐπαινῶν τε καὶ ψέγων. ἆρ’ οὖν ὁ τὴν τῶν μελλόντων προειληφὼς γνῶσιν ἠγνόει, ὃς ἦν τε καὶ ἔσται τὸν τρόπον ὁ Εὐφράτης; καὶ γὰρ οὐ νῦν πρῶτον, ἀλλὰ καὶ ἐπ’ αὐτοῦ Οὐεσπασιανοῦ διαβάλλειν αὐτὸν ὡς δὴ τὸ ἦθος μοχθηρότατον βούλεται. πῶς δὴ οὖν τὸν τοιόνδε συνίστη βασιλεῖ, ὡς καὶ ἀκλείτους αὐτῷ διὰ τὰς παρ’ αὐτοῦ συστάσεις τῶν βασιλείων ἀναπεπετάσθαι τὰς πύλας; ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆλον, ὡς ἄρα πρόγνωσιν μὲν συκοφαντεῖται πρὸς τοῦ συγγραφέως ὁ ἄνθρωπος, εἴη δ’ ἂν ἄλλως γενναῖος, πάλαι μὲν πρὸ πείρας ἀφθόνως ἑταίροις, ἀτὰρ καὶ τῷ Εὐφράτῃ τῆς εἰς τὰ βασίλεια παρόδου κοινωνῶν, ὕστερον δὲ τῆς διαφορᾶς ἕνεκα τοιαῦτα περὶ αὐτοῦ λέγων. οὔπω μοι διαβάλλειν ὁ λόγος βούλεται τὸν ἄνδρα, ὡς ἂν τὸν Εὐφράτην συκοφαντοῦντα φιλοσόφων γενόμενον τῶν καθ’ ἑαυτὸν ἐπιδοξότατον, ὡς καὶ ἐς δεῦρ’, οἷς μέτεστι φιλοσοφίας, ᾄδεσθαι, ὃ καὶ μέγιστον λάβοι ἄν τις, εἰ βούλοιτο, παράδειγμα [τῆς] κατὰ τοῦ Ἀπολλωνίου διαβολῆς.
398 [30] εἰ γὰρ οὖν ὁ Εὐφράτης παρ’ αὐτοῖς πάσῃ φιλοσοφίᾳ διαπρέψαι ὁμολογηθείη, ὥρα μισοπονηρίαν μὲν ἐκείνου κατηγορεῖν ἐπεξιόντος τοῖς ἀτόπως ὑπὸ τοῦδε δρωμένοις, τουτονὶ δὲ πρὸς ἐκείνου κατηγορούμενον φαύλην περιβάλλεσθαι δόξαν, ὅτι δὴ μὴ τὸν ἀρέσκοντα τῷ φιλοσόφῳ μετῄει βίον. Πάλιν ἐν τῷ ἕκτῳ παραδοξολογῶν ὁ μυθολόγος ἄγει μὲν αὐτὸν ἅμα τοῖς ἑταίροις καμήλῳ ὀχούμενον ἐφ’ οὕς φησιν Αἰγυπτίων γυμνοὺς φιλοσόφους, ἔνθα δὴ προστάξαντος τοῦ γυμνοῦ πτελέα, φησί, τὸ δένδρον προσαγορεύει τὸν Ἀπολλώνιον ἐνάρθρῳ καὶ θήλει τῇ φωνῇ, καὶ τούτοις γε ἡμᾶς ὁ Φιλαλήθης πιστεύειν ἀξιοῖ. εἶτα Πυγμαίους ἄνδρας ὑπὲρ τὴν τούτων ἱστορεῖ χώραν καὶ Ἀνθρωποφάγους καὶ Σκιάποδας σάτυρόν τε πρὸς τοῦ Ἀπολλωνίου μεθυσκόμενον. ἐξ ἐκείνων δ’ αὖθις ἐπάνεισιν ἐπὶ τὴν Ἑλλάδα, ὁμιλίαι τε πάλιν αὐτῷ καὶ προγνώσεις ἀνακοινοῦνται πρὸς Τίτον, καὶ δηχθέντα ἔφηβον ὑπὸ λυττῶντος κυνός, ὃν δὴ καὶ ἐμαντεύσατο, ὅς τις εἴη τὴν ψυχήν, ὅτι ὁ τῆς Αἰγύπτου ποτὲ βασιλεὺς Ἄμασις, τῆς συμφορᾶς ἀπαλλάττει, μέχρι καὶ τοῦ κυνὸς ἐπιτείνας τὸ φιλάνθρωπον. ταυτὶ μὲν οὖν τὰ πρὸ τῆς κατηγορίας αὐτῷ πεπραγμένα, ἐπιστῆσαι δ’ ἄξιον δι’ ὅλης τῆς πραγματείας, ὡς ὅτι κἂν ἀληθεύειν δοθῇ τῷ συγγραφεῖ τὰ παράδοξα, συνεργείᾳ δαίμονος ἕκαστον αὐτῷ διαπεπρᾶχθαι τούτων σαφῶς δείκνυται. τό τε γὰρ τοῦ λοιμοῦ προαισθέσθαι ἴσως μὲν οὐδὲ περίεργον ἂν δόξειεν, εἰ [καθὼς αὐτὸς] ἀπὸ λεπτοτάτης καὶ καθαρᾶς διαίτης κατείληπτο, ὡς αὐτὸς ἔφησεν, ἴσως δὲ καὶ αὐτὸ ἐξ ὁμιλίας δαίμονος αὐτῷ προμεμήνυτο.
399 [30] καὶ γὰρ δὴ καὶ τὰ λοιπά, ὅσα κατὰ πρόγνωσιν διειληφώς τε καὶ προειρηκὼς εἰσῆκται, εἰ καὶ μυρίοις ἐλέγχοις ἐξ αὐτῆς πάρεστι τῆς τοῦ Φιλοστράτου γραφῆς εὐθύνειν, ὅμως ἵνα συγχωρηθείη καὶ τοῦτ’ εἶναι ἀληθές, κατὰ περίεργον μηχανὴν εἴποιμ’ ἂν πρὸς δαίμονος αὐτῷ παρέδρου τινὰ τῶν μελλόντων, οὐδὲ γὰρ πάντα, κατειλῆφθαι. τοῦτο δὲ παρίστησι σαφὲς τὸ μὴ δι’ ὅλου καὶ περὶ πάντων τὴν πρόγνωσιν αὐτὸν ἀποσώζειν, ἀπορεῖν δὲ ἐν πλείστοις καὶ πυνθάνεσθαι δι’ ἄγνοιαν, ὅπερ οὐκ ἄν, εἰ θείας ἀρετῆς μετῆν αὐτῷ, πεπόνθει. καὶ αὐτὸ δὲ τὸ παῦσαι τὸν λοιμόν, ὁποῖον εἴληχε τὸ δρᾶμα, ὅτι φάσμα καὶ οὐδέν τι πλέον ἦν, προδεδήλωται. ἀλλὰ καὶ ἡ ψυχὴ Ἀχιλλέως παρὰ τῷ αὐτοῦ μνήματι τί ἂν διατρίβοι τὰς ἐν μακάρων νήσοις, ὡς ἂν φήσειέ τις, ἀπολείπουσα διαγωγάς, εἰ μὴ καὶ τοῦτο δαίμονος ἦν ἐπιφανείας παρουσία; καὶ τοῦ ἀσελγοῦς δὲ μειρακίου σαφῶς ἔνοικον δαίμονα, καὶ πάλιν, ἣν ἔφησεν ἔμπουσάν τε καὶ λάμιαν ἐμπεπαρῳνηκέναι τῷ Μενίππῳ, μείζονι τάχ’ ἴσως ἐξελήλακε δαίμονι, ὁμοίως τε αὖ καὶ τὸν τὰς φρένας παρατραπέντα νεανίαν ὑπὸ τοῦ λυττῶντος κυνὸς αὐτόν τε τὸν δαιμονῶντα κύνα τῇ αὐτῇ μετήλλαξε μεθόδῳ. ὅρα δὴ οὖν, ὡς ἔφην, τὴν πᾶσαν αὐτῷ παραδοξοποιίαν, ὡς διὰ δαιμονικῆς ἀπετελεῖτο ὑπουργίας. τὸ γὰρ τῆς ἀναβιωσάσης κόρης, εἴγ’ ἔμπνους ὑπῆρχε σπινθῆρα ψυχῆς κατὰ τὸν συγγραφέα καὶ ἰκμάδα ἐπὶ τοῦ προσώπου φέρουσα, περιαιρετέον τῆς θαυματοποιίας, οὐ γὰρ ἄν, ὡς καὶ πρόσθεν ἔφην, σιωπῇ τὸ τηλικοῦτο παρεδόθη ἐπ’ αὐτῆς Ῥώμης βασιλέως ἐπιπαρόντος γεγενημένον.
400 [30] μυρία μὲν οὖν καὶ ἄλλα πάρεστιν ἐκ τῶν αὐτῶν ἀναλέξασθαι συγγραμμάτων τό τε ἐν αὐτοῖς εὐέλεγκτον καὶ ἀσύστατον μυθῶδές τε καὶ τερατῶδες ἀπευθύνειν. ὅμως, ἐπεί γε οὐδὲ πολλῆς τὰ κατὰ τὸν ἄνδρα δεῖται σπουδαιολογίας, οὐχ ὅτι γε ἐν θείοις καὶ παραδόξοις καὶ θαυμασίοις, ἀλλ’ οὐδ’ ἐν φιλοσόφοις παρά τισι τῶν νῦν μνήμης ὑπαρχούσης αὐτοῦ τοῖς εἰρημένοις ἀρκεσθέντες μετίωμεν καὶ ἐπὶ τὸ ἕβδομον περὶ αὐτοῦ σύγγραμμα. Κατηγορεῖται δῆτα γοητείαν ὁ ἀνήρ. εἶτα Δημητρίῳ φιλοσόφῳ ἀποτρέποντι αὐτὸν τῆς ἐπὶ τὴν Ῥώμην παρόδου μὴ πειθόμενος ἐπαχθῆ τινα καὶ φορτικὰ περὶ ἑαυτοῦ ὧδέ πως λέγει· „ἐγὼ δὲ γιγνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὧν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ, τὰ δὲ θεοῖς.“ καὶ δὴ ὁ ἐν τούτοις πάντ’ εἰδέναι μεγαλαυχούμενος προϊὼν ἄγνοιάν τινων πρὸς τοῦ λόγου κατηγορεῖται. εἶτα Δάμις αὐτῷ μεταπλάττεται διὰ θανάτου φόβον τὸν φιλόσοφον ἐπικρυπτόμενος. ἄκουε δ’ οὖν τοῦ συγγραφέως, ἃ περὶ αὐτοῦ φησιν ἀπολογούμενος· „αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν Δάμιν τὸ τῶν Πυθαγορείων σχῆμα,“ οὐ γὰρ κακίᾳ γε αὐτὸ μεθεῖναί φησιν, „οὐδὲ μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ συμφέρον τοῦ καιροῦ.“ ἐπὶ τούτοις ὁ Φιλόστρατος τέσσαρας αἰτίας τὰς δὴ εὐχερεῖς αὐτῷ πρὸς ἀπολογίαν νομισθείσας ἐκτίθησιν ἀπὸ πλείστων καὶ ἄλλων αὐτὰς ὁμολογῶν ἀνειλέχθαι, ὧν ἡ μέν τις ἦν, τί δῆτα μαθὼν οὐ τὴν αὐτὴν ἅπασιν ἔχοι στολήν, ἡ δέ, τοῦ χάριν οἱ ἄνθρωποι θεὸν αὐτὸν νενομίκασι, τρίτην, πόθεν προείποι Ἐφεσίοις τὸν λοιμόν, ἐπὶ ταύταις, τίνι βαδίσας εἰς ἀγρὸν ἀνατέμοι τὸν παῖδα τὸν Ἀρκάδα.
401 [5] πρὸς ταύτας δέ φησι καὶ τὴν ἀπολογίαν αὐτὸν γεγραφέναι. πρότερον δ’ ἱστορεῖ δεσμοῖς αὐτὸν παραδοθῆναι καί τι θαυμαστὸν ἐνταῦθα κατεργάσασθαι· τῷ γάρ τοι Δάμιδι μάλα λυπηρῶς, ὡς ἂν ἐπὶ συμφορᾷ τοῦ διδασκάλου, διακειμένῳ αὐτόματον ἐπιδεῖξαι λελυμένον τοῦ δεσμοῦ τὸ σκέλος, εἶτα πάλιν ἀναλαβόντ’ αὐτὸν τῆς λύπης ἐνθεῖναι εἰς τὸ πρότερον σχῆμα τὸν πόδα. μετὰ τοῦτο κρινόμενον αὐτὸν ἐπὶ βασιλέως Δομετιανοῦ γράφει [εἶτα] δὴ τῶν ἐγκλημάτων ἀπολυθῆναι καὶ μετὰ τὴν τῶν ἐγκλημάτων λύσιν οὐκ οἶδ’ ὅπως ἀκαίρως, μοι δοκεῖν, ἐν τῷ δικαστηρίῳ αὐτὰ δὴ ταῦτα ἀναφωνῆσαι „δός, εἰ βούλει, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον. μᾶλλον δὲ οὐδ’ ἂν τὸ σῶμα τοὐμὸν λάβοις· οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι, “ καὶ δὴ ἐπὶ τούτῳ τῷ περιβοήτῳ ῥήματι ἀφανισθῆναι τοῦ δικαστηρίου φησὶν αὐτόν, καὶ ἐν τούτοις τὸ περὶ αὐτοῦ καταστρέφει δρᾶμα. Ὁ μὲν οὖν συγγραφεὺς ἐπὶ τοῦ κατὰ τὸ δεσμωτήριον θαύματος κατὰ φαντασίαν, ὡς ἔοικεν, ὑπὸ τοῦ παρέδρου δαίμονος τῷ Δάμιδι ἑωραμένου ἐπιφέρει λέγων „τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντά τι, πῶς γὰρ ἂν ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὐτῷ τὸ σκέλος τὰ τοῦ δεδεμένου πράττειν.“ ἐγὼ δὲ οὔποτ’ ἂν καταγνοίην βραδυτῆτα τοῦ φοιτητοῦ, εἰ τὸν πάντα βίον συνὼν αὐτῷ καὶ διά τινων περιέργων ὁρῶν αὐτὸν ἀποτελοῦντα τὰ παράδοξα οὐδέν τι διαφέρειν αὐτὸν ἡγεῖτο τῆς θνητῆς φύσεως, ἀλλ’ ἔτι καὶ νῦν μετὰ τοσαύτην θαυματουργίαν τὰ κατ’ αὐτὸν ἀγνοεῖ, εἰκότως δ’ ἀγωνιᾷ καὶ δέδιε ὡς ὑπὲρ ἀνθρώπου, μή τι πάθοι παρὰ προαίρεσιν.
402 [30] εἰ δὲ δὴ πρῶτον ἄρτι μετὰ τὴν τοσαύτην διατριβήν, ὅτι δὴ θεῖος εἴη καὶ κρείττονος ἀνθρώπου φύσεως, συνίησι, τὴν τούτου συνιδεῖν ἄξιον αἰτίαν, ἣν αὐτὸς ὁ συγγραφεὺς δηλοῖ λέγων „μὴ γὰρ θύσαντά τι, μηδὲ ἐπευξάμενον, μηδέ τι τῶν ἀπορρήτων εἰρηκότα“ τὸ παράδοξον ἰδεῖν αὐτὸν πεποιηκότα. οὐκοῦν τὰ πρότερον διὰ περιέργου μηχανῆς ἐτελεῖτο τῷ ἀνδρί, διὸ μηδὲ καταπλήττεσθαι αὐτά, μηδὲ θαυμάζειν τὸν Δάμιν, εἰκότως δὲ νῦν τοῦτο πρῶτον πέπονθεν, ὡς ξένου τινὸς ὑπ’ αὐτοῦ παρὰ τὰ συνήθη διαπεπραγμένου. πρὸς τὸ δειχθὲν δὲ τοῦ δεσμοῦ φάσμα καὶ τὴν ἀπὸ τοῦ δικαστηρίου ἀναχώρησιν τὰς πρὸς Δομετιανὸν αὐτοῦ τοῦ Ἀπολλωνίου φωνὰς παραθείμην ἄν· δεσμοῖς γάρ τοι αὐτὸν παραδοθῆναι προστάξαντος βασιλέως πάνυ γε ἀκολούθως ὁ Ἀπολλώνιος συνελογίσατο ὡδί πως· „εἰ μὲν γόητά με ἡγῇ, πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις;“ ἀντικρούσει γοῦν αὐτῷ τις ὡδί πως ἐκ τούτων ὁρμώμενος· εἰ μὲν οὐ γόης, πῶς λέλυταί σου τὸ σκέλος; εἰ δὲ λέλυται, πῶς οὐ γόης; καὶ εἰ τῷ ὑπομεῖναι τὸν δεσμὸν οὐ γόης, τῷ μὴ ὑπομεῖναι καὶ κατ’ αὐτὸν ὡμολόγηται γόης. καὶ αὖ πάλιν, εἰ ὑπομείνας τὸ δικαστήριον οὐ γόης, τῷ δὲ διαδρᾶναι τοῦτο καὶ τοὺς ἀμφ’ αὐτὸν βασιλέα, λέγω καὶ τοὺς ἐν κύκλῳ δορυφόρους, σαφῶς ἀναπέφανται γόης. ὃ δή μοι δοκῶ, συνῃσθημένος ὁ λόγος θεραπεύει τὸ γεγονὸς ὡς δὴ ἄνευ θυσιῶν καὶ ἐπῳδῶν ἀρρήτῳ τινὶ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τοῦ παραδόξου πεφηνότος.
403 [30] ἀλλὰ γὰρ οὐκ ἐς μακρὰν αὖθις ὁ τῆς φύσεως παραστήσεται ἔλεγχος· αὐτίκα γάρ τινος ἐπιστάντος αὐτῷ καὶ φήσαντος „ἀφίησί σε, ὦ Ἀπολλώνιε, τουτωνὶ τῶν δεσμῶν ὁ βασιλεὺς καὶ ἐλευθέριον δεσμωτήριον συγχωρεῖ οἰκεῖν“ ὁ κρείττων ἢ ἄνθρωπος καὶ τῶν μελλόντων προγνώστης κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων ὑπὸ τῆς ἄγαν, ὡς εἰκός, περιχαρείας ἀποπεσὼν τῆς προγνώσεως πυνθάνεται λέγων „τίς οὖν ὁ μετασκευάσων με ἐντεῦθεν;“ ὁ δὲ „ἐγώ,“ ἔφη „καὶ ἕπου.“ εἶτα καὶ λόγον ἀπολογίας ὁ θειότατος μάλα γε πεφροντισμένως συντάττει, ἀγνοῶν, ὅτι δῆτα εἰς μάτην αὐτῷ σπουδασθήσεται ἡ γραφή. οἴεται μὲν γὰρ ἀκούσεσθαι αὐτοῦ ἀπολογουμένου βασιλέα, καὶ ὡς ἀκουσομένου γε σφόδρα πιθανῶς παρασκευάζεται τὴν ἀπολογίαν, ὁ δὲ ταύτην μὴ ἀναμείνας εἰς οὐ δέον αὐτοῦ τὴν σπουδὴν κατεστήσατο. ἄκουε δὴ οὖν καὶ περὶ τούτων, οἷά φησιν ὁ ἔλεγχος· „ἐπεὶ δὲ καὶ λόγος αὐτῷ συνεγράφη τις ὡς πρὸς ὕδωρ τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ ὁ λόγος.“ ὅρα δή, πῶς τοῦ μέλλοντος πορρωτάτω τυγχάνων ὁ πάντα θειότατος μετὰ πλείστης ὅσης φροντίδος ὡς πρὸς ὕδωρ τὴν ἀπολογίαν ποιησόμενος ἐσπούδαζεν. Ἀλλὰ γὰρ διεξιτητέον καὶ τὴν εἰς μάτην αὐτῷ πεποιημένην ἀπολογίαν, ἅ, ὡς πολλὰ καὶ ἄλλα ἐν ταύτῃ, Δομετιανῷ προσφωνῶν ἀπαυθαδίζεται λέγων, ὡς ἄρα Οὐεσπασιανὸς „σὲ μὲν βασιλέα ἐποίησεν, ὑπ’ ἐμοῦ δὲ ἐγένετο.“ βαβαὶ τῆς ἀλαζονείας, ἣν οὔτι γε ὁ τυχών, ἀλλ’ οὐδὲ εἰ φιλόσοφός τις ἀληθῶς καὶ τὴν ἀνθρωπείαν ὑπεραίρων ἐγεγόνει φύσιν, ἐτερατεύσατο ἂν μὴ οὐχὶ δίκην ἀνοίας παρὰ τοῖς ἔμφροσιν ὑποσχών.
404 [30] εἶτα δὲ τῆς κατ’ αὐτὸν ὑποψίας ἑαυτὸν ἀπολυόμενος ταῦτα περὶ γοήτων φησίν· „ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί, τὰ γὰρ οὐκ ὄντα εἶναι παρ’ αὐτοῖς, καὶ τὰ ὄντα ἄπιστα εἶναι.“ καταμάθοι δ’ οὖν τις ἔκ τε τῆς ὅλης πραγματείας καὶ τῶν ἐν μέρει δεδηλωμένων, πότερα ἐν θείοις καὶ φιλοσόφοις ἢ ἐν γόησιν αὐτὸν κατατακτέον, ἐπιστήσας οἷς τε αὐτὸς περὶ γοήτων καὶ ψευδοσόφων εἴρηκε καὶ οἷς δεδήλωκεν ἡ κατ’ αὐτὸν ἱστορία· δρύες τε γὰρ καὶ πτελέαι ἐνάρθρῳ καὶ θήλει φωνῇ λαλοῦσαι καὶ τρίποδες αὐτόματοι φοιτῶντες καὶ χάλκεοι θεράποντες διακονούμενοι πίθοι τε ὄμβρων καὶ ἀνέμων καὶ σανδαράκινον ὕδωρ καὶ ὅσα ἄλλα τοιαῦτα εἰσῆκται, παρ’ οἷς ἡγεῖτο θεοῖς, οὓς καὶ οὐκ ὤκνει διδασκάλους ἐπιγράφεσθαι, τίνος ἂν εἶεν παραστατικὰ ἢ τῶν „τὰ οὐκ ὄντα εἶναι καὶ τὰ ὄντα ἄπιστα εἶναι“ παραδεικνύντων; οὓς αὐτὸς γόητας ὀνομάζων ψευδοσόφους ὑπάρχειν ἀποφαίνεται. ἤτοι οὖν ἐπὶ τούτοις ὁ θεῖος καὶ ἐνάρετος καὶ θεοῖς κεχαρισμένος τὸ σοφίας ἀναδησάμενος βραβεῖον αὐτοῦ Πυθαγόρου καὶ τῶν, ὅσοι μετ’ ἐκεῖνον, θειότερος ἀληθῶς καὶ μακρῷ εὐδαιμονέστερος ἂν κριθείη, ἢ ἔμπαλιν ψευδοσοφίας ἁλοὺς κακοδαιμόνων ἀποίσεται τὰ πρωτεῖα. Πάλιν δ’ ἐν τῇ γραφῇ περὶ Μοιρῶν ἰσχύος φιλοσοφῆσαι αὐτὸν ἐν Ἰωνίᾳ φησὶ διδάσκοντα οὕτως ἄτρεπτα εἶναι, ἃ κλώθουσιν, ὡς εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ ἤδη ὑπάρχουσαν, οὐδ’ ἂν ἀποκτείνειέ τις τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ’ αὐτοῦ τὸ ἄρχειν, καὶ ἂν ἀναβιῴη ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις.
405 [30] καὶ τούτοις ἐπιλέγει αὐταῖς συλλαβαῖς „ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοπῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος [δ’], οὐδ’ εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξικῇ κράτος, οὗτος, οὐδ’ εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ εὐσκόπου.“ τούτοις τὸν ἄρχοντα κολακεύων ἐπιφέρει λέγων „τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαΐους Ἀστυάγην τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ τοιαῦτα δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐγγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν ὑπ’ αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐπ’ αὐτοὺς ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ, καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τάδε ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελλίου, κατεπίμπρατο δὲ ὁ ναὸς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δ’ εὖ κείσεσθαι τὰ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν—καίτοι μειράκιον ἱκανῶς ἦσθα, καὶ οὔπω οὗτος—ἀλλ’ ὅμως, ἐπεὶ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τὰ ἐκείνου νῦν ἔχεις. ἐπεὶ δὲ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τετμήσθω μοι ἥδε ἡ νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με.“ διὰ τούτων δὲ ὁμοῦ τὸν ἄνδρα κόλακα καὶ ψεύστην καὶ πάντα μᾶλλον ἢ φιλόσοφον ὁ ὑπὲρ τῆς ἀληθείας παρίστησι λόγος, τοσαῦτα γὰρ πρότερον εἰπὼν κατὰ τοῦ Δομετιανοῦ κολακεύει νῦν ὁ γεννάδας καὶ καθυποκρίνεται ὡς οὐδέν τι κατ’ αὐτοῦ, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ τῶν περὶ Μοιρῶν αὐτῷ καὶ ἀνάγκης ἐν Ἰωνίᾳ κεκινημένων.
406 [5] ἀνάλαβε δῆτα τὴν ἱστορίαν, ὦ συγγραφεῦ, καὶ τῆς μέθης διανήψας τὰ πρότερόν σοι γραφέντα λαμπρᾷ καὶ φιλαλήθει δίελθε τῇ φωνῇ, μηδὲν ὑποστειλάμενος, ὡς ἐν Ἐφέσῳ διατρίβων „ἀφίστη Δομετιανοῦ τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐρρώννυε σωτηρίας καὶ τὰς μὲν ἐπιστολιμαίους ὁμιλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, τῶν δὲ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων „διάκονον“ ἔλεγε „ποιοῦμαί σε ἀπορρήτου λαμπροῦ, βαδίσαι δέ σε χρὴ ἐς Ῥώμην παρὰ τὸν δεῖνα καὶ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ,“ καὶ (ὡς) „διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης καὶ τὸν λόγον διῄει, ὅτι μηδὲ οἱ τύραννοι τὰ Μοιρῶν οἷοι βιάζεσθαι,“ καὶ ὡς „χαλκῆς εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας „ἀνόητε“ εἶπεν „ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον καὶ εἰ ἀποκτείνειας, ἀναβιώσεται.“ ὁ δὴ μετὰ τοὺς τοιουσδὶ λόγους κολακεύων τὸν τύραννον καὶ μηδέν τι τούτων ὡς πρὸς αὐτὸν εἰρῆσθαι αὑτῷ κατειρωνευόμενος πῶς οὐ μοχθηρίας ἁπάσης (ἂν) καὶ ἀνελευθερίας κριθείη, εἰ μὴ ἄρα ψευδηγόρους τινὰς καὶ κατηγόρους τοῦ ἀνδρός, οὐχὶ δὲ ἀληθεῖς συγγραφέας θείη τις τοὺς ταῦτα μνήμῃ παραδεδωκότας; καὶ ποῦ τοῦ Φιλαλήθους „οἱ παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ’ ἀληθὲς τιμῶντες συγγραφεῖς Δάμις τε ὁ φιλόσοφος ὁ καὶ συνδιατρίψας τῷ δηλουμένῳ καὶ Φιλόστρατος ὁ Ἀθηναῖος,“ ἀφ’ ὧν ταῦτα παρατίθεται, οὓς σαφῶς οὕτως ἐναντιολογοῦντας κομπάζοντάς τε ἀληθῶς καὶ τοῖς μαχομένοις παρισταμένους ψεύστας ἐναργῶς καὶ ἀπαιδεύτους καὶ γόητας τῆς ἀληθείας τὸ φέγγος διήλεγξεν; ἐπὶ πᾶσι τὸν Ἀπολλώνιον ἀπαλλαγέντα τοῦ δικαστηρίου ἐν Λεβαδείᾳ [ἐλθεῖν] ἱστορεῖ βουλόμενον εἰς Τροφωνίου κατελθεῖν μὴ ἐπιτρέπεσθαι πρὸς τῶν ἐπιχωρίων γόητα καὶ τούτων ἡγουμένων αὐτόν.
407 [5] καίτοι ἄξιον ἀπορῆσαι παραθέμενον τὰς ἐν ἀρχῇ τοῦ Φιλοστράτου λέξεις, ἐν αἷς ἀπορῶν, ὅτι δὴ γόητα αὐτὸν ὑπειλήφασιν αὐτὰ δὴ ταῦτα θαυμάζει λέγων Ἐμπεδοκλέα μὲν καὶ Πυθαγόραν καὶ Δημόκριτον τοῖς αὐτοῖς μάγοις ὡμιληκότας οὔπω ὑπῆχθαι τέχνῃ, Πλάτωνά τε παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων τε καὶ προφητῶν πολλὰ παρειληφότα καὶ ταῦτα τοῖς ἰδίοις ἀναμίξαντα λόγοις οὐδαμῶς δόξαι τισὶ μαγεύειν, τουτονὶ δὲ οὔπω γιγνώσκεσθαι παρ’ ἀνθρώποις, ὅτι δὴ ἀπὸ τῆς ἀληθινῆς ὁρμῷτο σοφίας, μάγον δὲ αὐτὸν πάλαι τε καὶ εἰσέτι νῦν νενομίσθαι τῷ μάγοις Βαβυλωνίων Ἰνδῶν τε Βραχμᾶσι καὶ τοῖς Αἰγυπτίων Γυμνοῖς ὡμιληκέναι. τί δῆτα οὖν εἰρήσεται πρὸς αὐτόν; ὦ οὗτος, τῷδε τῷ ἀνδρὶ τί τοιοῦτο ἐπεχειρεῖτο, ὡς μόνον γόητα πάλαι τε καὶ εἰσέτι νῦν νενομίσθαι παρὰ τοὺς τηλικούτους ἄνδρας, οἳ τῶν αὐτῶν αὐτῷ, ὡς φῄς, διδασκάλων πεπειραμένοι διέπρεψαν μὲν καὶ καθ’ οὓς ἐγνωρίζοντο χρόνους καὶ εἰς τοὺς μετέπειτα δὲ τῆς σφῶν φιλοσοφίας ἀοίδιμον καταλελοίπασι τὴν ἀρετήν, εἰ μὴ ἄρα πέρα τῶν προσηκόντων ἐγχειρῶν τοῖς εὖ φρονοῦσι φανερὸς καθειστήκει, αὐτίκα τῶν νῦν εἰσιν, οἳ περιέργους μηχανὰς τῇ τοῦ ἀνδρὸς ἀνακειμένας προσηγορίᾳ κατειληφέναι λέγουσιν. ἀλλ’ οὐκ ἔμοιγε τούτοις φίλον προσέχειν τὸν νοῦν. ἀλλὰ γὰρ καὶ περὶ τῆς τελευτῆς τἀνδρὸς ἀκόλουθα τοῖς προτέροις συντάττων οὐδὲν ἀληθὲς ἐξέφηνεν εἰδέναι, τοὺς μὲν γὰρ ἐν Ἐφέσῳ τελευτῆσαι αὐτὸν ἱστορεῖν, τοὺς δὲ ἐν Λίνδῳ (παρελθόντα) ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ἄλλους δὲ ἐν Κρήτῃ, καὶ τοσαύτην ἄγνοιαν τοῦ περὶ αὐτὸν τέλους κατασκεδάσας βούλεται αὐτὸν ἐς οὐρανὸν αὐτῷ σώματι χωρῆσαι.
408 [25] ἐσδραμόντος γὰρ ἐς ἱερόν φησι κλεισθῆναι τὰς πύλας καὶ τινὰ ᾠδὴν ἀδόκητον παρθένων ἐκπεσεῖν, τὸ δὲ ᾆσμα εἶναι· „στεῖχε, στεῖχε ἐς οὐρανόν, στεῖχε.“ λέγει δέ, ὡς μήτε τάφῳ μήτε κενοταφίῳ τοῦ ἀνδρός πω περιτύχοι, καίτοι τῆς γῆς, ὁπόση ἐστίν, (φήσας) ἐπελθεῖν (πλείστην), καὶ βούλεται αὐτῷ ἡ διάνοια μηδὲ ὅλως θανάτου τὸν ἄνδρα θιγεῖν, πρότερον μὲν γὰρ ἀμφιβάλλων περὶ τοῦ τρόπου, καθ’ ὃν ἐτελεύτα, φησὶν „εἴγε ἐτελεύτα,“ ὕστερον δὲ διαρρήδην καὶ ἐς οὐρανὸν αὐτὸν χωρῆσαι φάσκει. ὅθεν ὡς δὴ τοιοῦτον ὄντα καὶ κατὰ τὸ προοίμιον τῆς [ὅλης] γραφῆς καὶ καθ’ ὅλην τὴν γραφὴν Πυθαγόρου καὶ Ἐμπεδοκλέους θειότερόν φησι προσεληλυθέναι φιλοσοφίᾳ. Ἀλλὰ γὰρ ἐν τούτοις περιγραφομένου τοῦ λόγου βραχέ’ ἄττα περὶ Μοιρῶν καὶ εἱμαρμένης φέρε διαλάβωμεν, ὅ τι καὶ βούλοιτο δι’ ὅλης αὐτῷ τῆς ὑποθέσεως ὁ λόγος τὸ μὲν ἐφ’ ἡμῖν ἀναιρῶν, ἀνάγκην δὲ εἰσάγων καὶ εἱμαρμένην καὶ Μοίρας, διαθροῦντες, ταύτῃ γὰρ ἡμῖν ἐντελῶς καὶ ἡ ἐν δόγμασι ψευδοδοξία τἀνδρὸς διευθυνθήσεται. εἰ δὴ οὖν κατὰ τὸν τῆς ἀληθοῦς φιλοσοφίας λόγον ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀθάνατον, τὸ δ’ ἄλλο κινοῦν καὶ ὑφ’ ἑτέρου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζῳῆς, καὶ αἰτία ἑλομένου, θεὸς ἀναίτιος, τίς αἱρεῖ λόγος, ἄκουσαν, οὐχὶ δὲ κατὰ προαίρεσιν, ἀψύχου δίκην σώματος ἔξωθέν ποθεν κινουμένην καὶ ὡσπερεὶ νευροσπαστουμένην ὧδε κἀκεῖσε τὴν ἀεικίνητον ἄγεσθαι φύσιν μηδὲν μηδαμῶς ἐξ ἰδίας ὁρμῆς καὶ κινήσεως ἐνεργοῦσαν, μηδὲ εἰς ἑαυτὴν τὴν τῶν δρωμένων ἀναφέρουσαν αἰτίαν ταύτῃ τε μήτε φιλοσοφοῦσαν ἐπαινετέαν τυγχάνειν μήτ’ αὖ ψεκτὴν κακίας ἔμπλεων καὶ πονηρίας; τί δῆτα οὖν Εὐφράτῃ λοιδορούμενος καταμέμφῃ, ὦ τᾶν, εἰ μὴ παρ’ ἑαυτοῦ, ἀλλ’ ἐξ εἱμαρμένης ἐπὶ τὸ κέρδος ἐκδούς, ὡς αὐτὸς ἀξιοῖς, ὠλιγώρει φιλοσοφίας; τί δὲ καὶ γόησιν ἐνυβρίζεις ψευδοσόφους ἀποκαλῶν ὑπὸ Μοιρῶν, ὡς ἡγῇ, καθελκομένους ἐπὶ τὸν κακοδαίμονα βίον; τί δὲ κακίαν ἁπλῶς ὀνομάζεις, καὶ πονηρός τις ἀνθρώπων οὐκ ἐν δίκῃ κρίνεται παρὰ σοὶ τὸν ἐξ ἀνάγκης εἱμαρμένον ἀποπληρῶν ὅρον; καὶ ἔμπαλιν τίνι λόγῳ Πυθαγόραν σεμνολογῶν θαυμαστὸν ἐπιγράφῃ διδάσκαλον, καὶ Μοιρῶν παίγνιον, ἀλλ’ οὐκ ἐραστὴν ὄντα φιλοσοφίας οὐκ ἀπολείπεις ἐπαινῶν, Φραώτης δὲ καὶ Ἰάρχας (οἱ) Ἰνδῶν φιλόσοφοι τί μᾶλλον παρὰ σοὶ θεῶν ἀπηνέγκαντο δόξαν μηδέν τι παιδείας ἴδιον, μηδ’ ἀρετῆς ἀπενεγκάμενοι κλέος; Νέρωνος δ’ ὡσαύτως καὶ Δομετιανοῦ τί οὐχὶ Μοίραις καὶ ἀνάγκῃ τὴν ἀκόλαστον περιάπτεις ἀγερωχίαν πάσης αἰτίας καὶ παντὸς ἐγκλήματος ἐλευθερῶν τοὺς ἄνδρας; ἀλλὰ καὶ εἴ τῳ πέπρωται, ὡς φῄς, δρομικῷ καὶ τοξικῷ καὶ τεκτονικῷ, οὕτω δὴ καὶ εἰ γόητι τὸν τρόπον ὄντι μάγῳ ἀναφανῆναι μιαιφόνῳ τε καὶ πονηρῷ καὶ ἀκολάστῳ, πάντως που ἐξ ἀνάγκης τοιόσδε τις ἀποβήσεται.
409 [30] τί δῆτα οὖν περινοστῶν τοῖς μὴ οἵοις τε τυχεῖν διορθώσεως ἀρετὴν προκηρύττεις; ἢ τί καταμέμφῃ τοῖς τὴν μοῖραν, ἀλλ’ οὐ τὴν προαίρεσιν ἀτοπωτάτοις; τί δὲ καί, εἰ αὐτῷ σοι πέπρωτο θείῳ ὄντι τὴν φύσιν ὑπερᾶραι βασιλέων δόξης, εἰς διδασκάλων ἐφοίτας καὶ φιλοσόφων Ἀραβίους τε καὶ Βαβυλωνίων μάγους καὶ σοφοὺς Ἰνδῶν ἐπολυπραγμόνεις; πάντως γάρ που καὶ τῆς τούτων δίχα κοινωνίας τὰ ἐκ Μοιρῶν ἐτελεῖτό σοι.
410 [30] τί δὲ καὶ οἷς νομίζεις θεοῖς τὰ μελιττοῦτα καὶ τὸν λιβανωτὸν εἰς μάτην ῥιπτεῖς, εὐσέβειάν τε ἐπιμορφαζόμενος ἐπ’ εὐχὰς τρέπεσθαι τοὺς ἑταίρους παρορμᾷς; αὐτός τε εὐχόμενος τί παρὰ θεῶν αἰτεῖς, ὁπότε καὶ τούτων ὁμολογεῖς τὴν εἱμαρμένην κρατεῖν; καὶ μὴν ἔδει τοὺς ἄλλους θεοὺς παραμειψάμενον Ἀνάγκῃ μόνον καὶ Μοίραις θύειν καὶ τοῦ Διὸς αὐτοῦ μᾶλλον τὴν εἱμαρμένην προτιμᾶν. οὕτω δ’ ἄν σοι θεοὶ μὲν οὐκέτ’ ἂν ἦσαν καὶ εἰκότως, ἅτε μηδὲ ἀνθρώπους οἷοί τε ὠφελεῖν. ἀλλὰ καὶ (εἰ) πέπρωτο τοὺς Ἐφεσίους ἁλῶναι λοιμῷ πολίτας, τί τἀναντία νομοθετῶν παρακρούῃ τὴν εἱμαρμένην; μᾶλλον δὲ πῶς ὑπερῆρας τὴν Μοῖραν, τρόπαιον ὥσπερ κατ’ αὐτῆς ἀράμενος; εἰ δὲ καὶ τῆς Κλωθοῦς ἐπὶ τῇ κόρῃ τὸ νῆμα πέρας εἰλήχει, πόθεν ἐξ ὑπαρχῆς μετὰ θάνατον ἀναδησάμενος τῷ μίτῳ τὸν ἄτρακτον, ζωοποιὸς αὐτῇ παραπέφηνας; ἀλλ’ ἴσως Μοῖραι καὶ σὲ αὐτὸν ἐπὶ ταῦτ’ ἦγον. οὔτι πω φήσεις κατ’ ἀξίαν, πολλοῦ γε καὶ δεῖ, ὃς πρὸ τῆς εἰς τοῦτο τὸ σῶμα παρόδου τῶν ἐν θαλάττῃ καὶ κύμασι διατριβόντων γεγονέναι σεαυτὸν λέγεις, ἀλλ’ ἐξ ἀνάγκης, ὡς εἰκὸς καὶ τοῦτο. οὔκουν θαυμάσιος οὔτε τῆς πρώτης γενέσεως καὶ τροφῆς, οὔτε τῆς ἐγκυκλίου παιδείας, οὔτε τῆς ἐν ἀκμῇ σώφρονος ἀγωγῆς, οὔτ’ ἀσκήσεως τῆς ἐν φιλοσοφίᾳ, ἦν δ’ ἄρα τις Μοιρῶν ἀνάγκη καὶ εἰς Βαβυλωνίους ἐλαύνουσα, ὠθούμενος δ’ ὥσπερ καὶ τοῖς Ἰνδῶν ὡμίλεις σοφοῖς, καὶ ἐπὶ τοὺς Αἰγυπτίων δὲ Γυμνοὺς οὐχ ἡ προαίρεσις, οὐδ’ ὁ φιλοσοφίας πόθος, Μοῖρα δὲ ἦγεν ἄγχουσα καὶ ἐπὶ τὰ Γάδειρα καὶ τὰς Ἡρακλείους στήλας ἑῷόν τε καὶ ἑσπέριον Ὠκεανὸν ἀλᾶσθαι καὶ αὐταῖς ἀτράκτοις εἰς μάτην ἐξεβιάζετο περιστρέφεσθαι.
411 [5] εἰ δὲ δὴ μετειληφέναι τι σοφίας αὐτὸν ἐκ τούτων εἴποι τις, Μοῖρα καὶ τούτων αἰτία καὶ οὐκέτ’ ἂν ἐν φιλομαθέσιν ὁ ἀνὴρ καταλεχθείη, οὐδ’ ἂν εὐλόγως θαυμασθείη τῆς οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ ἀνάγκην αὐτῷ πορισθείσης φιλοσοφίας. ἐν ἴσῳ δ’ ἂν συγκρινόμενος εἴη κατ’ αὐτὸν Πυθαγόρας αὐτὸς καί τι τερατῶδες καὶ ἀπερριμμένον ἀνδράποδον, Σωκράτης αὐτὸς φιλοσοφίας ὑπεραποθνήσκων καὶ οἱ τοῦτον θανάτου ἄξιον γραψάμενοι, Διογένης τε καὶ τὰ Ἀθηναίων μειράκια, καὶ ἁπλῶς εἰπεῖν ὁ σοφώτατος οὐκ ἂν διαφέροι τοῦ ἀφρονεστάτου καὶ ὁ ἀδικώτατος τοῦ δικαιοτάτου ὅ τε ἀκολαστότατος τοῦ σωφρονεστάτου καὶ ὁ δειλότατος τοῦ ἀνδρειοτάτου εἱμαρμένης καὶ Μοιρῶν παιγνίων τούτων ἁπάντων ἀποδεδειγμένων. ἀλλὰ γὰρ πρὸς ταῦτα τῆς ἀληθείας ὁ κῆρυξ ἀναβοήσεται λέγων· ὦ ἄνθρωποι, θνητὸν καὶ ἐπίκηρον γένος, ποῖ δὴ φέρεσθε τὸν τῆς ἀγνωσίας ἄκρατον ἐμπιόντες; λήξατε ποτὲ καὶ διανήψατε τῆς μέθης καὶ διανοίας ὀρθοῖς ὄμμασι τὸ σεμνὸν τῆς ἀληθείας ἐνοπτρίσασθε πρόσωπον. οὐ θέμις ἀλήθειαν πολεμεῖν ἑαυτῇ καὶ μάχεσθαι, οὐδὲ δυοῖν ἐναντιωτάτοιν μίαν ὑφεστάναι καὶ τὴν αὐτὴν αἰτίαν. τῆς τοῦ θεοῦ προνοίας τὰ πάντα κρατούσης θείοις νόμοις διατέτακται τὸ πᾶν, ἀνθρώπων τε ψυχῆς ὅρος αὐτοκράτορά τε καὶ κριτὴν ἡγεμόνα τε καὶ κύριον αὐτὸν ἑαυτοῦ καθίστησι φυσικοῖς νόμοις καὶ φιλοσόφων δόγμασιν ἐκδιδάσκων, ὡς ἄρα τῶν ὄντων τὰ μέν ἐστιν ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν, καὶ ἐφ’ ἡμῖν μέν, ὅσα γένοιτ’ ἂν κατὰ προαίρεσίν τε καὶ πρᾶξιν, ἃ καὶ φύσει ἐλεύθερα ἀκώλυτα ἀπαρεμπόδιστα τυγχάνει, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν ἀσθενῆ δοῦλα κωλυτὰ ἀλλότρια, ἃ καὶ περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἄψυχά τε ὄντα καὶ ἄλογα καὶ πάντῃ τῆς ἰδίας τοῦ λογικοῦ ζῴου φύσεως ἀλλοτρίαν τὴν ὑπόστασιν ἔχει.
412 [10] τῶν δ’ ἐφ’ ἡμῖν τὴν ἐπὶ θάτερα ὁρμὴν ἀρετῆς τε καὶ κακίας ἕκαστος ἐν αὐτῇ κέκτηται προαιρέσει, καὶ τὸ μὲν τῶν ὅλων δεσπόζον τε καὶ ἡγεμονοῦν εὐθέως περαίνει κατὰ φύσιν περιπορευόμενον, τῷ δ’ αἰεὶ συνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, τῶν δ’ ἐπὶ τὰς πράξεις ὁρμῶν οὐ Μοίρας, οὐδὲ εἱμαρμένης, οὐδ’ ἀνάγκης αἰτία· αἰτία ἑλομένου, θεὸς ἀναίτιος. εἰ δὴ θρασύνοιτό τις τῷ ἐφ’ ἡμῖν ἀντιπολεμῶν, μὴ παρακαλυπτέσθω οὗτος· ἀθεότητα ἀναφανδὸν διεξαγορευέτω μὴ πρόνοιαν, μὴ θεόν, μηδέ τι ἄλλο πλὴν Μοιρῶν καὶ ἀνάγκης ὁμολογῶν, καὶ τὰ ἀκόλουθα τούτοις γυμνῇ προσκαταλεγέτω κεφαλῇ, μὴ σοφόν, μὴ ἄφρονα, μὴ δίκαιον, μὴ ἄδικον, μὴ ἐνάρετον, μὴ φαῦλον, μὴ γόητα, μὴ θεῖον ἐν ἀνθρώπων γίνεσθαι φύσει, μὴ φιλοσοφίαν εἶναι, μὴ παιδείαν, μηδ’ ὅλως τέχνην τινά, μηδὲ ἐπιστήμην, μή τινα ἄλλον τὴν φύσιν ἀγαθὸν ἢ πονηρὸν ἀποκαλείτω, πάντα δὲ συλλήβδην ἀνάγκῃ καὶ Μοιρῶν ἀτράκτοις περιδινεῖσθαι. ἄθεος δῆτα καὶ δυσσεβὴς οὗτος ἐν εὐσεβῶν καὶ ἐν φιλοσόφων ἀπογεγράφθω κριτηρίῳ, εἰ δ’ ἐπικαλυπτόμενος ἕτερα δοξάζειν ἐπιχειροῖ πρόνοιαν καὶ θεούς, Μοῖραν δ’ ἐπὶ τούτοις καὶ εἱμαρμένην τις ἀνακηρύττοι μαχομένοις καὶ ἐναντίοις παριστάμενος δόγμασιν, ἐν ἄφροσι δίκην ἀνοίας παρασχὼν καταγεγράφθω. ταυτὶ μὲν οὖν ταύτῃ. εἰ δ’ ἐπὶ τούτοις ἐν φιλοσόφων διατριβαῖς ἀξιοῖεν ἔτι καταλέγειν τινὲς τὸν ἄνδρα, λελέξεται, ὡς ἄρα εἰ ἀποκαθήρειαν τῆς ἔξωθεν λύμης, ἀτὰρ καὶ τῆς ἀπὸ τῆσδε τῆς γραφῆς ἐπεισκυκλουμένης αὐτῷ σκευῆς, φθόνος πᾶς αὐτοῖς ἐκποδὼν ἂν εἴη, ὅρους δ’ εἰ ἀληθείας προϊών τις ’πὲρ φιλοσόφους ἐκθειάζειν αὐτὸν πειρῷτο, λάθοι ἂν αὐτῷ γόητος ἀτεχνῶς διαβολὴν ἐπεντρίβων, ὡς ταυτὶ τὰ συγγράμματα σοφιστικῶς ἀναπεπλασμένα οὐδὲν πλὴν ἐλέγχου καὶ δεινῆς τἀνδρὸς διαβολῆς παρὰ τοῖς νοῦν ἔχουσιν ἔμοιγε δοκεῖ περιέχειν.