ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΩΝ ΥΣΤΕΡΩΝ ΑΝΑΛΥΤΙΚΩΝ.Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.
Ὅτι φύσει πρότερον τὸ εἰ ἔστι τοῦ ὅτι ἔστιν· ὁ γὰρ τὸ ὅτι ὑπάρχει τόδε τῷδε ζητῶν, ὡς ὁμολογούμενον ἤδη εἶναι τὸ ὑποκείμενον περὶ οὗ ζητεῖ, ζητεῖ εἰ ὑπάρχει αὐτῷ τι ἢ μή. τὸ δὲ ὅσαπερ ἐπιστάμεθα ἀντὶ τοῦ «ὅσων ἐπιστήμην λαμβάνομεν» οὐ γὰρ ἃ ἐπιστάμεθα ζητοῦμεν, ἀλλʼ ἃ γνῶναι θέλομεν. Ὅταν μὲν γὰρ πότερον τόδε ἢ τόδε ζητῶμεν εἰς ἀριθμὸν θέντες, οἷον πότερον ἐκλείπει ὁ ἥλιος ἢ οὔ, τὸ ὅτι ζητοῦμεν.
Ὅτι τέτταρα τὰ ζητούμενα, ἃ εὑρόντες γινώσκομεν εἰ ἔστι, τί ἐστιν, ὅτι ἔστι, διότι ἐστίν. ἢ γὰρ τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν ζητοῦμέν τινος ἁπλῶς, εἰ ἔστιν ἢ μή· γνόντες δʼ ὅτι ἔστι τὸ τί ἐστι ζητοῦμεν. ἢ τὸ ὑπάρχον τινὶ καὶ κατηγορούμενον, τουτέστι πότερον τόδε ἢ τόδε, ζητοῦμεν, οἷον πότερον ἐκλείπει ὁ ἥλιος ἢ οὔ· μαθόντες δὲ τὸ ὅτι τὸ διότι τότε ζητοῦμεν καὶ τὴν αἰτίαν. τούτων οὖν τῶν τεσσάρων τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐν τοῖς ἁπλοῖς καὶ ἀσυμπλόκοις ζητοῦμεν, τὸ δὲ ὅτι καὶ τὸ διότι ἐν τοῖς συμπεπλεγμένοις, τουτέστιν ὅτι ὑπάρχει τί τινι ἢ μὴ ὑπάρχει καὶ διότι ὑπάρχει ἢ μὴ ὑπάρχει. ἐν πάσαις δὲ ταύταις ταῖς ζητήσεσι τὸ μέσον ζητεῖται ἤτοι τὸ αἴτιον. ἀλλʼ ἐν μὲν τῇ εἰ ἔστι καὶ ὅτι ἔστι ζητεῖται εἰ ἄρα ἔστι μέσον ἢ οὔ· ἐν δὲ τῇ τί ἐστι καὶ διότι τί τὸ μέσον ζητεῖται. καὶ τὰ διαλεκτικὰ δὲ προβλήματα ζητούμενά τινα ὄντα καὶ αὐτὰ τῇ τῶν ζητουμένων διαιρέσει τῇ νῦν εἰρημένῃ ὑπάγεται· πάντα γάρ, τά τε ἀπὸ τοῦ γένους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος καὶ τοῦ ὁρισμοῦ, ἐν τῷ εἴδει τῶν ζητουμένων τῷ ὅτι ἐστί. δύο γάρ τινα λαβόντες ἐπὶ πάντων αὐτῶν ζητοῦμεν εἰ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει· καὶ γὰρ περὶ τῶν ὁρισμῶν οὕτω ζητοῦμεν, εἰ ἔστιν ὁρισμὸς ὅδε τοῦδε. Ἔνια δʼ ἄλλον τρόπον ζητοῦμεν, οἷον εἰ ἔστιν ἢ μὴ ἔστι κένταυρος ἢ θεός.
Ὁ μὲν γὰρ ζητῶν, εἰ κένταυρος ἔστιν, ἁπλῶς ζητεῖ περὶ τῆς τοῦ κενταύρου ὑπάρξεως, καὶ τοῦτό ἐστι τὸ εἰ ἔστιν· ὁ δὲ ζητῶν, εἰ λευκὸς ὁ κένταυρος, οὐκέτι ἁπλῶς τοῦ πράγματος ποιεῖται τὴν ζήτησιν, ἀλλὰ τὸ ὅτι ζητεῖ ἀριθμόν τινα τῶν ζητουμένων ἔχων. Τὸ δὲ εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω.
Εἰπὼν τὸ εἰ ἔστι τὸ ἁπλῶς προσέθηκε δεικνὺς αὐτοῦ τὴν διαφορὰν τὴν πρὸς τὸ ὅτι ἔστιν, ὃ εἶπεν «ἐν ἀριθμῷ» καὶ «οὐχ ἁπλῶς». Ἆρʼ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν.
Ὅτι τὸ μὲν ὅτι ἔστι καὶ εἰ ἔστι ζητοῦντες εἰ ἔστι μέσον ζητοῦμεν, τὸ δὲ διότι ἐστὶ καὶ τί ἐστι τί τὸ μέσον ζητοῦμεν. Ὅταν δὲ γνόντες ἢ τὸ ὅτι ἢ εἰ ἔστιν.
Πάλιν τὴν διαφορὰν τοῦ ὅτι ἔστι καὶ τοῦ εἰ ἔστιν ἐδήλωσεν τῇ προσθέσει τοῦ ἐπὶ μέρους ἢ ἁπλῶς. ὁ μὲν γὰρ ζητῶν περὶ τῆς οὐσίας τινός, οἷον ἆρα ἔστι κενόν, ἁπλῶς περὶ τοῦ ὑποκειμένου πράγματος ἑνὸς ὄντος τὴν ζήτησιν ποιεῖται· ὁ δὲ τὸ ὅτι ζητῶν μεμερισμένην εἰς πλείω τὴν ζήτησιν ἔχει. ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον, ὃ εἶπεν ἐν ἀρχῇ «εἰς ἀριθμὸν θέντες», ἢ ἐπὶ μέρους φησίν, ὅτι ὁ ζητῶν, εἰ τόδε τῷδε ὑπάρχει, ζητεῖ εἰ τοῦτο τούτου τί ἐστιν. ὁ γὰρ ζητῶν, εἰ ὁ ἄνθρωπος ζῷόν ἐστι, ζητεῖ εἰ τὸ ζῷόν τι τοῦ ἀνθρώπου ἐστί· καὶ γὰρ τὸ γένος τί ἐστιν οὗ ἐστι γένος. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ χιὼν λευκή, ζητεῖ εἰ τῆς χιόνος τι τὸ λευκόν ἐστι· καὶ γὰρ τὸ συμβεβηκὸς ἐκείνου ἐστὶν ᾧ συμβέβηκεν. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ σελήνη ἐκλείπει, ζητεῖ εἴ τι τῆς σελήνης ἡ ἔκλειψις, εἰ γὰρ πάθος ἐστὶν αὐτῆς. Λέγω δὲ τὸ ὅτι ἢ εἰ ἔστιν ἐπὶ μέρους καὶ ἁπλῶς.
Ὅτι τὸ ὅτι ἢ εἰ ἔστιν ἢ ἐπὶ μέρους ἢ ἁπλῶς. καὶ τὸ μὲν ἐπὶ μέρους τὸ ὅτι ἔστι ζητεῖ, τὸ δὲ ἁπλῶς τὸ εἰ ἔστιν. Συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι.
Ὅτι ἐν ταῖς τέσσαρσι ζητήσεσι τὸ αἴτιον ζητεῖται, ὅπερ μέσον ἐστίν· ἀλλʼ ἐπὶ μὲν τοῦ ὅτι ἔστι καὶ εἰ ἔστι τὸ εἰ ἔστιν αἴτιον ζητεῖται, ἐπὶ δὲ τοῦ τί ἐστι καὶ διὰ τί ἐστι τί τὸ αἴτιον. Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδί.
Ὅτι καὶ ἐπὶ τοῦ τί ἐστιν, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδὶ ἀλλʼ ἁπλῶς τὴν οὐσίαν, καὶ πάλιν ἐπὶ τοῦ διὰ τί ἐστιν, ὃ καὶ αὐτὸ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ τὸ μὴ ἁπλῶς ἀλλά τι τῶν καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός, τὸ τί ἐστι τὸ αἴτιον ζητεῖται ἢ τοῦ εἶναι ἁπλῶς τὸ πρᾶγμα ἢ τοῦ ὑπάρχειν τὸ ἕτερον τῷ ἑτέρῳ. ἁπλῶς δὲ λέγει τὸ ὑποκείμενον, οὐχ ἁπλῶς δὲ ἀλλὰ τινὰ ὄντα τὰ συμβεβηκότα τε καὶ κατηγορούμενα. Ἐν ἅπασι γὰρ τούτοις φανερόν.
Ἐν ἅπασί φησι τούτοις, ἃ ἦν οὐ τῶν καθʼ αὑτὸ ὄντων ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων, φανερὸν εἶναι ὅτι ταὐτόν ἐστιν ἐπʼ αὐτῶν τὸ τί ἐστι καὶ διὰ τί ἐστι. καὶ δείκνυσιν αὐτὸ οὕτως ἔχον τῷ ὁρισμῷ τῷ ἑκάστου αὐτῶν ποτὲ μὲν τὸ τί ἐστι ποτὲ δὲ τὸ διὰ τί ἐστι προστιθεὶς καὶ δεικνὺς ἐφαρμόζον αὐτῷ καὶ τὸ διὰ τί ἐστιν. εἰ δὲ τὸ διὰ τί ἐστιν ἐφαρμόζει τῷ τί ἐστιν, εἴη ἂν καὶ ἡ τοῦ τί ἐστι ζήτησις μέσου ζήτησις, ὅταν εἰς τὴν δεῖξιν τοῦ διὰ τί ἐστι παραλαμβάνηται, ὅταν δὲ αὐτοῦ χάριν λαμβάνηται, αἰτίας μόνον, οὐ διʼ ἣν ἄλλο ἄλλῳ ὑπάρχει, ἀλλὰ διʼ ἣν τοῦτό ἐστι. Ἆρʼ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρʼ ἔστιν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν;
Δείξας ἑκάστου τῶν ἐν ἄλλοις ὑπαρχόντων τὸ τί ἐστι καὶ αἴτιον εἶναι αὐτῷ τοῦ ὑπάρχειν τινὶ καὶ ὅλως τοῦ εἶναι, ἑξῆς παράδειγμα παρατίθεται τοῦ εἰ ἔστι ζητήματος, δεικνὺς ὅτι ὁ τὸ εἰ ἔστι τι ζητῶν ζητεῖ εἰ μέσον ἐστί τι αὐτοῦ ὃ αἴτιόν ἐστιν αὐτῷ τοῦ εἶναι. ὁ δὲ λόγος ὁ αὐτὸς καὶ ἐπὶ τοῦ ὅτι ἔστιν. ὁ γὰρ ζητῶν, ἆρα ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ, ζητεῖ μὲν εἰ ἔστι συμφωνία ὀξέος καὶ βαρέος· ἔστι δʼ ὃ ζητεῖ ἆρʼ ἔστιν ἐν ἀριθμῷ ὁ λόγος, ὃς λόγος καὶ αἴτιος τοῦ συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν τῷ ὅτι ἔστι, τὸ ζητούμενόν ἐστιν εἰ ἔστι τι μέσον καὶ αἴτιον· ἀλλʼ ἐπὶ μὲν τοῦ ὅτι ἔστι ζητοῦμεν εἰ ἔστιν αἴτιον τοῦ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχειν, ἐπὶ δὲ τοῦ εἰ ἔστιν εἰ τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει, καὶ αὐτὸ τῶν ὄντων τί ἐστι καὶ αὐτό ἐστι. Ὅτι δʼ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν.
Τὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι ἐν πᾶσι τοῖς ζητουμένοις — ἐν οἷς μὲν γὰρ ζητοῦμεν, εἰ ἔστι τι μέσον, ἐν οἷς δὲ τί ἐστιν ἢ διὰ τί ἐστιν· εἰς γὰρ ταῦτα πᾶσα ζήτησις ὑπάγεται· καὶ γὰρ τὸ ὅτι ὑπὸ τὸ εἰ ἔστι — πιστοῦται ἀπὸ τούτων ὧν τὸ μέσον αἰσθητόν ἐστιν. ἐπὶ τούτων γὰρ μὴ αἰσθανόμενοι μὲν τοῦ μέσου καὶ τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί ἐστι ζητοῦμεν, ὁμοίως καὶ τὸ τί ἐστιν· αἰσθανόμενοι δὲ οὐδὲν ἔτι ζητοῦμεν· ἐκ γὰρ τῶν πολλάκις τῇ αἰσθήσει φανερῶν ἡ διάνοια κατὰ τὴν ἐν αὐτοῖς ὁμοιότητα ἀθροίζει τὰ καθόλου. Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι.
Ὅτι ταὐτόν ἐστι τὸ τί ἐστιν εἰδέναι καὶ τὸ διὰ τί ἐστι. μνημονεύσας δὲ τοῦ διὰ τί καθόλου καὶ κοινῶς περὶ αὐτοῦ λέγει ὅτι διττὴ ἡ περὶ τοῦ διὰ τί ζήτησις. ἢ γὰρ ἁπλῶς ζητεῖται καὶ οὐκ ἐν ὑπάρξει ἄλλου, ἀλλʼ ὡς ἐπὶ τῆς τοῦ τί ἐστι ζητήσεως, ἢ τῶν ὑπαρχόντων τισὶ τὸ διὰ τί ζητεῖται, ὥσπερ ἐφʼ ὧν παρέθετο παραδειγμάτων, διὰ τί δύο ὀρθαῖς ἴσαι αἱ τοῦ τριγώνου γωνίαι, καὶ διὰ τί ἡ ἶρις οὐ μείζων ἡμικυκλίου. Τοῦτο δʼ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι.
Ἔοικε διὰ τούτων λέγειν ὅτι καὶ ἐπὶ τῶν ἁπλῶς τὸ τί ἐστιν αἴτιόν ἐστιν αὐτοῖς τοῦ εἶναι, οἷον τί ἐστι τρίγωνον· τοῦτο γὰρ αἴτιον τοῦ εἶναι τῷ τριγώνῳ. Ἀρχὴ δὲ ἔστω τῶν μελλόντων, ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων.
Μέλλει γὰρ προελθὼν ζητεῖν εἰ τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δείκνυται διὰ συλλογισμοῦ. οἰκεῖον δὲ τούτῳ τὸ περὶ οὗ νῦν ἀπορεῖ, ὅ ἐστιν εἰ οἷόν τε τὸ αὐτό τι ἅμα κατὰ τὸ αὐτὸ καὶ διʼ ὁρισμοῦ καὶ διʼ ἀποδείξεως εἰδέναι, ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον καὶ διὰ τοῦ ἑτέρου γινώσκεσθαι ἅμα δύνασθαι. Ἀπορήσειε γὰρ ἄν τις ἆρʼ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό.
Τὸ κατὰ τὸ αὐτὸ προσέθηκεν, ὅτι ἔνδοξον περί τινος τοῦ αὐτοῦ γνῶσιν ἡμᾶς ἔχειν κατʼ ἄλλο μὲν διʼ ὁρισμοῦ, κατʼ ἄλλο δὲ διʼ ἀποδείξεως· τοῦ γὰρ τριγώνου τί μέν ἐστι διʼ ὁρισμοῦ γνῶσιν ἔχομεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, διʼ ἀποδείξεως. ἀλλʼ οὐ περὶ τούτου ἡ ζήτησις, ἀλλʼ εἰ ἑκάτερον τούτων καὶ διʼ ὁρισμοῦ καὶ διʼ ἀποδείξεως ἔστι γινώσκειν. Ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκεῖ, τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν.
Ὅτι μὴ πᾶν τὸ συλλογισμῷ δεικνύμενον καὶ διʼ ὁρισμοῦ δείκνυται· οἱ μὲν γὰρ ὁρισμοὶ καθόλου καταφατικοί, οἱ δὲ συλλογισμοὶ οἱ μὲν ἐν δευτέρῳ σχήματι στερητικοί, οἱ δὲ ἐν τρίτῳ μερικοί. Οἷον ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει.
Πᾶν τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχει, πᾶν τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχον τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, πᾶν ἄρα τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. Τούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν.
Ὅτι μὴ οἷόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει εἰδέναι μηδʼ ἔστι τούτων, ὧν ἀπόδειξίς ἐστι, διʼ ὁρισμοῦ γνῶσις. Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὗπερ καὶ ἀπόδειξις, δῆλον. τί δέ, οὗ ὁρισμός, ἆρα παντὸς ἀπόδειξίς ἐστιν ἢ οὔ;
Δείξας, ὅτι μὴ ἔστιν οὗ ἀπόδειξίς ἐστι καὶ ὁρισμός, νῦν ἀντιστρέψας δείκνυσιν ὡς οὐ καθόλου δεδειχὼς ὅτι οὗ ἐστιν ἀπόδειξις, τούτου οὐκ ἔστιν ὁρισμός. καίτοι διὰ τοῦ εἰπεῖν ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς· οὐδὲν γὰρ πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθʼ αὑτὸ ὑπαρχόντων οὔτε τῶν συμβεβηκότων καθόλου δοκεῖ πεποιηκέναι τὸν λόγον. ἔστι δὲ ὃ ἀντιστρέψας δείκνυσιν ὅτι μηδὲ παντὸς οὗ ὁρισμός, τούτου καὶ ἀπόδειξις. ἐπὶ δὲ τούτοις δείξει ὅτι μηδʼ ὅλως κατὰ τὸ αὐτό τι ἔστι καὶ διʼ ἀποδείξεως καὶ διʼ ὁρισμοῦ εἰδέναι· ὁ γὰρ ὁρισμὸς οὐδὲν ἄλλο ἄλλῳ ὑπάρχον δείκνυσιν, οὔτε τῶν καθʼ αὑτὸ οὔτε τῶν κατὰ συμβεβηκός, ὧν ὁ συλλογισμὸς δεικτικός.
Ὥστʼ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν ἐστι τὸ τὴν ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνατον.
Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν διʼ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ ἀποδεικτοῦ ἐπιστήμη ἡ διʼ ἀποδείξεως γνῶσις, εἰ εἴη πᾶν τὸ διʼ ὁρισμοῦ γνωστὸν καὶ διʼ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη· ἐνδέχοιτο δʼ ἂν αὐτὸ καὶ χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ διʼ ὁρισμοῦ γνῶσις ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν ἀποδείξεων. Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι.
Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ διʼ ὁρισμοῦ γνῶσις. νῦν δὲ προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι, ἀποδεικνὺς ὅτι μηδʼ ὅλως ἐστὶν ἀποδεικτικὴ ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις ἑτέρων μὲν εἶναι, ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι. Φανερὸν ἄρα ὅτι οὔτε οὗ ὁρισμός, τούτου πάντως ἀπόδειξις, οὔτε οὗ ἀπόδειξις, τούτου πάντως ὁρισμός.
Ὅτι ἀδύνατον ὁρισμοῦ ἀπόδειξιν γενέσθαι, δοκεῖ πως ἤδη διὰ τῶν εἰρημένων δεδεῖχθαι. ὅτι γὰρ μηδενὸς τοῦ αὐτοῦ διʼ ὁρισμοῦ τε καὶ ἀποδείξεως ἡ δεῖξις, προεῖπεν, ὅτι οὐ γάρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δʼ ἀπόδειξις τοῦ ὅτι ἔστιν ἀλλʼ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δʼ ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς ἀποδείξεως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμοῦ ἀπόδειξις· ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλʼ ἄλλο τοῦτο τὸ πρόβλημα ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπʼ ἐκείνων μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ διʼ ἀποδείξεως καὶ διʼ ὁρισμοῦ γίνεσθαι· νῦν δʼ εἰ ἔστι τὸν ὁρισμόν τινος διʼ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ.
Ὁ μὲν γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ μέσου· τὸ δὲ τί ἐστιν.
Ὅτι τοῦ τί ἐστιν οὐκ ἔστι συλλογισμὸς καὶ ἀπόδειξις, ὅτι ὁ ὁρισμὸς ἴδιόν ἐστιν ἐν τῷ τί ἐστι κατηγορούμενον· τὸ γὰρ ἄλλως ἴδιον συμβεβηκὸς καὶ οὐκ ἐν τῷ τί ἐστι κατηγορούμενον. Τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἕξει· ἔσται ἄρα καὶ τὸ Β κατὰ τοῦ Γ, τὸ τί ἐστιν.
Δείξας ὅτι δεῖ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν εἶναι τὸ τί ἐστι, τουτέστι τὸν ὁρισμόν, ἐπήνεγκε τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἔχει, τῷ «δέ» ἀντὶ τοῦ «δή» χρησάμενος. ἔστιν οὖν τὸ λεγόμενον· τὸ δὴ τί ἐστιν ἄμφω ταῦτα ἕξει, τό τε ΑΒ καὶ τὸ ΒΓ δηλονότι· οὐ γὰρ μόνη ἡ ΑΒ πρότασις ἀλλὰ καὶ ἡ ΒΓ ἕξει τὸ τί ἐστι. δείξας δὲ ταῦτα τὸ ἑπόμενον αὐτοῖς ἄτοπον ἐπιφέρει λέγων Εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἄμφω ἔχει, ἐπὶ τοῦ μέσου ἔσται πρότερον.
Ὅτι μὲν τὸ τί ἐστιν ἀντὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὁρισμοῦ ἔλαβεν, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τῷ τί ἐστι τὸ τί ἦν εἶναι· τὸ γὰρ οὕτως ἐν τῷ τί ἐστιν ὡς τὸ τί ἦν εἶναι κατηγορούμενον δεῖ ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν. ἀλλʼ εἰ τοῦτο, τὸ Α πρῶτον ὁρισμὸς τοῦ Β, εἰ διὰ τούτου δεικνύοιτο τοῦ Γ ὁρισμὸς ὄν. καὶ τοῦτο μὲν οὖν ἄτοπον. εἰ μὲν γὰρ τὸ Β ἄλλο τοῦ Γ, τὸ Α πλειόνων ὁρισμὸς ἂν εἴη, ὅπερ ἀδύνατον. εἰ δὲ ταὐτὸν εἴη τὸ Β τῷ Γ τὸ ἐν ἀρχῇ λήψεται· βουλόμενος γὰρ δεῖξαι τὸ Α ὂν ὁρισμὸν τοῦ Γ λαμβάνει αὐτὸ ὁρισμὸν εἶναι τοῦ Β, ὅ ἐστι ταὐτὸν τῷ Γ, ἢ ὡς ἐρεῖ ἔτι σαφέστερον, βουλόμενος δεῖξαι, ὅτι ὁρισμοῦ ἀπόδειξις ἔστιν, ἔλαβε χωρὶς ἀποδείξεως τὸ Α τοῦ Β ὁρισμὸν εἶναι. ἕπεται μὲν οὖν καὶ ταῦτα. ὃ δὲ δείκνυσίν ἐστιν ὅτι ὁ οὕτως ἀποδεικνὺς οὗ βούλεται διʼ ἀποδείξεως τὸν ὁρισμὸν λαβεῖν, τούτου χωρὶς ἀποδείξεως εἶναί τινα ὁρισμὸν λαμβάνει. εἰ γὰρ λήψεται τὸ Α κατὰ τοῦ Β ὡς ὁρισμὸν καὶ ἐν τῷ τί ἦν εἶναι καὶ τὸ Β ὁμοίως τοῦ Γ ὁρισμόν, δῆλον ὅτι καὶ τὸ Β ὁρισμόν τινα καὶ λόγον λήψεται· οὕτω γὰρ ἔσται τὸ Β τοῦ Γ τί ἦν εἶναι. τοῦτο δʼ ἐβούλετο δεῖξαι τὸ τί ἦν εἶναι τοῦ Γ διʼ ἀποδείξεως δεικνύμενον. ὃ οὖν βούλεται δεῖξαι, ἔλαβε· λαμβάνει γὰρ τὸ Β τοῦ Γ ὁρισμὸν εἶναι. Τούτου δʼ ἔσται ἄλλος λόγος.
Ἢ τούτου, τοῦ Α, ἔσται ἄλλος λόγος ἤτοι ὁρισμός, τὸ Β, ἢ τούτου, τοῦ ΓΒ, πάλιν ἔσται ἄλλος λόγος μέσος ὁ δυνάμενος δεῖξαι ὅτι τὸ Β τοῦ Γ ὁρισμός ἐστιν, ἢ τούτου δʼ ἔσται ἄλλος λόγος, τουτέστι τοῦ ΒΑ ἔσται ἄλλος ὁρισμός, ὃς καὶ τοῦ Γ ἔσται ὁρισμός. Δεῖ δʼ ἐν ταῖς δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ ἀμέσοις σκοπεῖν.
Ὅτι δεῖ ἐκθεμένους καὶ λαβόντας δύο προτάσεις ἀμέσους ἐπισκοπεῖν τὸ δεδειγμένον ἐπὶ τῶν στοιχείων αὐτῶν· οὕτως γὰρ μάλιστα φανερὸν γένοιτο τὸ λεγόμενον ἐξεταζόμενον ἐπὶ τῶν προτάσεων καὶ τῆς ὕλης, ὅτι δεῖ ἄμφω τὰς προτάσεις ἐν τῷ τί ἦν εἶναι κατηγορεῖσθαι. Ἀλλὰ μὴν οὐδʼ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται.
Ὅτι οὐδὲ διὰ τῆς διαιρετικῆς μεθόδου διὰ συλλογισμοῦ δείκνυται ὁ ὁρισμός, ὅτι μηδὲ συλλογίζεται ὁ διαιρέσει χρώμενος. ἐν μὲν γὰρ τῷ συλλογισμῷ τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπεται τὸ διʼ ἐκείνων δεικνύμενον· ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι δεικνὺς λαμβάνει μέν τινα διʼ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ ἀνάγκης τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεικνύμενον συμπέρασμα ἐρωτᾶσθαι καὶ τῷ συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπέρασμα ἐξ ἀνάγκης δεῖ ἕπεσθαι. Καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο.
Οὐ γάρ, εἰ ἰδίᾳ ἑκάτερον ἀληθὲς περὶ τοῦ ἀνθρώπου, ἤδη καὶ ἅμα ἀνάγκη, ὡς ἐπὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, καὶ αὐτὸς δὲ αὐτοῦ προϊὼν μνημονεύσει.
Διαφέρει δʼ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν.
Ὅτι οὐ μόνον οὐ δεικνύουσι διὰ συλλογισμοῦ τὸν ὁρισμόν, ὃν οὐδʼ ἄλλως οἷόν τε δεῖξαι διὰ συλλογισμοῦ, ὡς προείρηται, ἀλλʼ οὐδὲ τὰ δυνατὰ μὲν διὰ συλλογισμοῦ δείκνυσθαι ὑπάρχειν τῷ ἀνθρώπῳ διὰ συλλογισμοῦ δεικνύουσιν ὑπάρχειν, ἀλλὰ λαμβάνουσιν ἀσυλλογίστως. ἀσυλλογίστως γὰρ λαμβάνοντες τὰ ἐξ ὧν ὁ ὁρισμὸς χρῶνται αὐτοῖς πρὸς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ δυναμένοις διὰ συλλογισμοῦ λαμβάνεσθαι· ἕκαστον γοῦν τῶν ἐν τῷ ὁριστικῷ λόγῳ τοῦ ἀνθρώπου διὰ συλλογισμοῦ ἔστι δεῖξαι ὑπάρχον τῷ ἀνθρώπῳ. ἐπὶ τούτοις ὅτι τὸ λαμβανόμενον καὶ συντιθέμενον ἐκ τῶν κατὰ τὴν διαίρεσιν δοθέντων μὴ δείκνυται ὁρισμὸς εἶναι. λέγει γὰρ τί κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι τὸ πᾶν, τουτέστι τί κωλύει ταῦτα, ὧν ἕκαστον κατʼ ἰδίαν ἐλήφθη τῷ ἀνθρώπῳ ὑπάρχον, καὶ ἅμα ἀληθεύεσθαι κατὰ τοῦ ἀνθρώπου, μὴ μέντοι τὴν σύνθεσιν αὐτῶν ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου;
Προσθεῖναι τὸ ἐν τῇ τοῦ ζῴου διαιρέσει τὸ ἄρρεν καὶ τὸ θῆλυ λαβεῖν ἢ ἄλλην τινὰ ἐναντίωσιν κατὰ τὴν ὕλην ἢ κατά τι συμβεβηκὸς οὖσαν ἀλλʼ οὐ κατʼ εἶδος. ἀφεῖναι, εἰ τὸ ζῷον εἰς πεζόν τε καὶ ἔνυδρον τέμοι· οὗτος γὰρ τὸ πτηνὸν παρέλιπεν. ὑπερβεβηκέναι δέ, εἰ τὸ ζῷον εἰς δίπουν καὶ πολύπουν ὑπερβῇ τὸ πεζόν. Τοῦτο δʼ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπίπτει.
Ἔστι δὲ μὴ ἐμπίπτοντα εἰς πᾶσαν τὴν διαίρεσιν τὰ γένη, ὅσῳ ἀνωτέρω ἦν. τὰ δʼ ἄτομα εἴδη εἰς πᾶσαν ἐμπίπτει τὴν διαίρεσιν, οἷον ὁ ἄνθρωπος. Ἀλλὰ συλλογισμὸς ὅμως οὐκ ἔστιν, ἀλλʼ εἴπερ, ἄλλον τρόπον γνωρίζειν ποιεῖ.
Ὅτι εἰ καὶ μὴ συλλογίζεται ἡ διαιρετικὴ μέθοδος, ἀλλὰ κατὰ ἄλλον τρόπον γνωρίζειν ποιεῖ, ὡς καὶ ἡ ἐπαγωγή, εἰ καὶ μὴ ἀποδείκνυσιν, ἀλλʼ ὅμως δηλοῖ τι. Συλλογισμὸν δʼ οὐ λέγει ὁ ἐκ τῆς διαιρέσεως λέγων τὸν ὁρισμόν.
Ὅτι ὁ ἐκ τῆς διαιρέσεως συντιθεὶς τὸν ὁρισμὸν καὶ λαμβάνων οὐ συλλογίζεται ἀλλὰ διὰ παραβολῆς δείκνυσιν.
Ἀλλʼ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατʼ οὐσίαν.
Ζητεῖ εἰ οἷόν τε τὸν ὁρισμὸν ἐξ ὑποθέσεως συλλογίσασθαί τε καὶ δεῖξαι. τὸν δὲ ὁρισμὸν τὸ τί ἐστι κατʼ οὐσίαν εἶπε. τὸ γὰρ πρὸς τῷ ἐν τῷ τί ἐστι κατηγορεῖσθαί τινος καὶ τὴν οὐσίαν σημαῖνον αὐτοῦ ὁρισμός ἐστιν ἐκείνου· ὁ γὰρ ὁρισμὸς ἡ ἑκάστου οὐσία καὶ τὸ εἶναι. ἐξ ὑποθέσεως δὲ εἶπεν οὐ τὸ διʼ ὑποθετικοῦ συλλογισμοῦ, ἀλλὰ διὰ τοῦ ὑποθέσθαι τινὰ καὶ τούτοις πρὸς τὴν δεῖξιν χρήσασθαι. ἔστι δʼ ὃ λαμβάνει καὶ ὑποτίθεται τὸ τὸν ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων λόγον ὁρισμὸν εἶναι, τουτέστι τὸν ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἰδίων λόγον τούτου ὁρισμὸν εἶναι. ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν. ᾧ εἰ προσληφθείη «ὅδε τοῦδε ἴδιός ἐστι λόγος ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων», συνάγοιτʼ ἂν «τόδε τοῦδε ἄρα ὁρισμός ἐστιν». ἀλλὰ πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γὰρ λαμβάνει τὸν μέσον τῷ μείζονι· οὐδὲν γὰρ διαφέρει εἰπεῖν «τόδε τοῦδε ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἴδιόν ἐστι» τοῦ εἰπεῖν «τόδε τοῦδε ὁρισμός ἐστι». δείκνυσι δέ τι καὶ ἄλλο ἄτοπον τῇ τοιαύτῃ δείξει ἑπόμενον, ὅτι γὰρ μὴ ὑπόθεσις ἐν τῷ συλλογισμῷ δεόντως λαμβάνεται. Ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν.
Τὰ γὰρ αὐτάρκη πρὸς τὸ ἴδιον ποιῆσαι τὸ ἐξ αὐτῶν τῶν καθʼ αὑτὰ κατηγορουμένων ἱκανὰ πρὸς ὁρισμόν. τὸ δὲ τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνῳ ἴσον ἐστὶ τῷ «ἐν γὰρ τούτῳ ἐστὶ τὸ εἶναι τῷ πράγματι οὗ τὸν ὁρισμὸν δείκνυμεν, καὶ τοῦτο ὁρισμὸς αὐτοῦ». Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τῷ κακῷ ἐστι τὸ διαιρετῷ εἶναι.
Ὅτι μηδὲ ὁ ὑποθετικῶς δεικνύναι καὶ συλλογίζεσθαι πειρώμενος ὁρισμὸν ὃ βούλεται ποιεῖ· τὸ γὰρ ἐξ ὑποθέσεως νῦν τὸ ὑποθετικῶς λέγει. καὶ γὰρ ἡ τοιαύτη δεῖξις τὸ ἐν ἀρχῇ λήψεται. θέλων γάρ τις δεῖξαι, ὅτι διʼ ἀποδείξεως ὁρισμὸς δείκνυται, εἰς τὴν αὐτοῦ τούτου δεῖξιν ὁρισμόν τινος λαμβάνει ἄνευ ἀποδείξεως· ὃν εἰ βούλοιτο πάλιν δεῖξαι διὰ συλλογισμοῦ, οὐκ ἄλλως δείξει ἢ διὰ τοῦ πάλιν ὁρισμόν τινος αἰτήσασθαι καὶ λαβεῖν, καὶ τούτου γε οὗ τὸν ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι. λαβὼν γὰρ ὅτι τοῦ ἀγαθοῦ ὁρισμός ἐστι τὸ ἀδιαίρετον, οὕτω πάλιν δείξει τοῦ κακοῦ λόγον ὄντα τὸ διαιρετόν· διʼ ἀλλήλων ἄρα. Λαμβάνειν δʼ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι ἕτερον μέν τι ἔστω.
Τουτέστιν εἰς τὴν δεῖξιν τοῦ τί ἦν εἶναι καὶ τοῦ ὁρισμοῦ ἕτερόν τι λαμβάνει ὃ οὐ κεχώρισται· διὰ γάρ τινος ληφθέντος μέσου ἑτέρου τῶν ἐξ ὧν τὸ συμπέρασμα ὅρων ὁ συλλογισμὸς καὶ ἐκ προτάσεών τινων. ὃ ἐδήλωσεν εἰπὼν καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε λαμβάνεται, τουτέστι πρότασις, οὐ μὴν αὐτὸ ὃ δεῖ δεῖξαι ἢ ὃ τὸ αὐτό ἐστι τῷ δεικνυμένῳ ἢ ἀντιστρέφει αὐτῷ. ὁ γὰρ τοιοῦτόν τι λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖται λαμβάνων πρὸς ἄλλο, ἄλλως τε ἐπεὶ καὶ ἀμφότερα ὁμοίως δεῖται δείξεως. Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί ἐστιν;
Ὅτι οὐχ οἷόν τέ ἐστι τὸν ὁρισμὸν δεῖξαι, οὔτε διʼ ἀποδείξεως καὶ συλλογισμοῦ οὔτε διʼ ἐπαγωγῆς οὔτε διʼ αἰσθήσεως. ὁ μὲν γὰρ ἀποδεικνύς τι καὶ συλλογιζόμενος ἐξ ὁμολογουμένων τινῶν δῆλον ποιεῖ τὸ διʼ αὐτῶν ἐξ ἀνάγκης δεικνύμενον· ὁ δὲ ὁριζόμενος οὐ λαβών τινα διʼ αὐτῶν δείκνυσιν ἐξ ἀνάγκης ὄντα τὸν δεικνύμενον ὁρισμόν. καὶ ἔτι δέδεικται ὅτι οὐκ ἔστιν ὁρισμοῦ ἀπόδειξις. ἀλλʼ οὐδὲ διʼ ἐπαγωγῆς. ἡ γὰρ ἐπαγωγὴ διὰ τῶν καθʼ ἕκαστα φανερῶν ὄντων τὸ καθόλου πιστοῦται· ὁ δὲ ὁριζόμενος οὐχ οὕτως δείκνυσιν ὁρισμόν. καὶ ὁ μὲν ἐπαγωγῇ χρώμενος δείκνυσι τὸ ὅτι ἔστιν ἢ ὅτι οὐκ ἔστιν ἐκ τῶν ληφθέντων· ὁ δὲ ὁριζόμενος οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν ἀλλὰ τί ἐστι προτίθεται δεῖξαι. ὅτι δὲ μηδὲ διʼ αἰσθήσεως ἔστι δεῖξαι ὁρισμόν, πρόδηλον· οὐδὲ γὰρ αἰσθητὸν ὅλως οὔτε ὁ ὁρισμὸς οὔτε τὸ ὁριστόν, εἴ γε καθόλου, ὡς δείξει ἅμα τῷ δακτύλῳ εἰπεῖν «τοῦτό ἐστιν ὁρισμός», ὡς «τοῦτό ἐστι γλυκύ» ἤ τι ἄλλο τῶν αἰσθητῶν. Ἔτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι.
Καθόλου ἐπαπορεῖ πῶς ὅλως ἔστι τὸ τί ἐστι δεῖξαι. εἰ γὰρ δεῖ μὲν τὴν τοῦ τί ἐστι δεῖξιν τῇ τοῦ ὅτι ἔστι συμπεπλέχθαι, ταῦτα δὲ ἕτερα ἀλλήλων, οὔτε δʼ ἡ ὁριστικὴ οὔτε ἡ ἀποδεικτικὴ μία πλειόνων ἐστίν, οὐκ ἂν εἴη τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν δεῖξαι. ταῦτα δʼ ἐδήλωσεν εἰπὼν ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς τῷ αὐτῷ λόγῳ δείξει; εἰπὼν γὰρ ἄμφω δεῖν γνωρίζεσθαι μετὰ ταῦτα ζητεῖ, πῶς διʼ ἑνὸς λόγου ἀμφότερα δειχθείη διαφέροντα. Ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς καὶ τὰ ἑξῆς.
Τὸ γὰρ ἄλλο ἄλλῳ ὑπάρχον διὰ συλλογισμοῦ δείκνυται. ἐπεὶ δὲ καὶ ὁ ὁρισμὸς καὶ ἡ οὐσία ἑκάστου ὑπάρχει ἐκείνῳ οὗ ἐστι καὶ δύναταί τις καὶ ἐπὶ τοῦ ὁρισμοῦ ἀκούειν τὸ ὅτι ἔστι, διὰ τοῦτο προσέθηκε τὸ εἰ μὴ οὐσία εἴη, τουτέστιν εἰ μὴ ὁρισμὸς εἴη. μόνον γὰρ τῷ ὅτι ὑπάρχει ὁ ὁρισμὸς ὑπάρχων οὐ δείκνυται διʼ ἀποδείξεως· τὸ γὰρ εἶναί τινι καὶ ὑπάρχειν οὐκ ἔστιν ὁρισμός τινος, οὐδʼ ὁ εἶναί τι ἀποδεικνὺς τὸν ὁρισμὸν αὐτοῦ δείκνυσιν· οὐδενὸς γὰρ ὁρισμὸς τὸ εἶναι. οὐδὲ γὰρ γένος ὅλως τὸ ὂν καὶ τὸ εἶναι καὶ μία φύσις ὡς δύνασθαι καὶ μέρος ὁρισμοῦ εἶναι· τοιοῦτον δὲ τὸ γένος· ὁ γὰρ ὁρισμὸς μιᾶς φύσεώς ἐστι δηλωτικός. καὶ τοῦ εἶναί τι ἄρα ἀπόδειξις ἔσται. οὐκ ἄρα ὁ ὁριζόμενος τὸ εἶναι τοῦτο ὃ ὁρίζεται δείξει διὰ τοῦ ὁρισμοῦ· ἀπόδειξις γὰρ δεικτικὴ τούτου. Τί μὲν γὰρ σημαίνει τὸ τρίγωνον, ἔλαβεν ὁ γεωμέτρης, ὅτι δʼ ἔστι δείκνυσι.
Λαβὼν ὅτι ἀπόδειξίς ἐστι τοῦ ὅτι ἔστι δεικτική, ἔχων δὲ ὅτι καὶ ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ἑκάτερον αὐτῶν τίνος ἐστίν, ἐπὶ τούτοις λέγει τί οὖν δείξει ὁ ὁριζόμενος τί ἐστίν; ἢ τὸ τρίγωνον; ὃ ἴσον ἐστὶ τῷ «τί οὖν δείκνυσιν ὁ ὁριζόμενος καὶ τὸ τί ἐστιν ἀποδιδούς τινος; ἢ τὸ τί ἐστιν ἐκεῖνο ὃ ὁρίζεται; ὁ γὰρ τὸ τρίγωνον ὁριζόμενος τί ἐστι τὸ τρίγωνον λέγει, ἀλλʼ οὐχ ὅτι ἔστιν· ἄλλο γὰρ ἐκεῖνο καὶ διʼ ἀποδείξεως δεικνύμενον». καὶ τὸ ἀκολουθοῦν ἄτοπον ἐπιφέρει· ὃ ἄρα τις ὁρισμῷ οἶδεν, ὅτι ἔστι τοῦτο, οὐκ εἴσεται· ἄλλη γὰρ ἡ τοῦτο δεικνύουσα· τοῦτο δʼ ἀδύνατον, ὃ μὴ οἶδέ τις εἰ ἔστι, τοῦτο τί ἐστιν εἰδέναι. Φανερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅρων.
Ὅτι μὴ τοῦ ὅτι ἔστι τὸ ὁριστὸν ὁ ὁρισμός ἐστι δεικτικός. εἰ γὰρ καὶ ἐν ὑπάρξει ἐστὶν οὗ ὁ ὁρισμὸς ἀποδέδοται, ἀλλʼ ὅ γε ὁρισμὸς τὸ εἶναι αὐτοῦ οὐ δείκνυσιν. ὁ γὰρ τοῦ κύκλου ὁρισμὸς οὔτε εἶναι τὸν κύκλον δείκνυσι — τοῦτο γὰρ δηλοῖ αὐτῷ τὸ διὰ τί ἐστιν· οὐδὲ γὰρ ἐνσημαίνεται ἐν τῷ ὁρισμῷ αἰτία διʼ ἣν ἔστι τοῦτο οὗ ὁρισμόν τις ἀποδέδωκεν· ἀλλʼ οὐδὲ τοῦ διὰ τί ἐστι τοῦτο κύκλος. Ἀλλʼ ἀεὶ ἔξεστι λέγειν τὸ διὰ τί. εἰ ἄρα ὁ ὁριζόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τοὔνομα καὶ τὰ ἑξῆς.
Δείξας, ὅτι οὐκ ἔστιν ὁ ὁρισμὸς τοῦ εἶναι τὸ πρᾶγμα τὸ ὁριστὸν δεικτικός τε καὶ γνωστικός, λαμβάνει ὡς ἑπόμενον τούτῳ τὸ μὴ εἶναι τὸν ὁρισμὸν πράγματός τινος δηλωτικὸν ἀλλὰ τοῦ λαμβανομένου τί σημαίνει τὸ λεγόμενον, ὡς εἶναι αὐτὸν λόγον ὀνόματι ταὐτὸν σημαίνοντα. εἰ γὰρ δεῖ μὲν τὸν ὁριζόμενον ἢ τί ἐστι τὸ πρᾶγμα δεικνύναι ἢ τί σημαίνει τοὔνομα λέγειν, οὐ δείκνυσι δὲ τί ἐστι τὸ πρᾶγμα τῷ τὴν ἀρχὴν μὴ εἶναι διʼ ὁρισμοῦ εἰδέναι ὅτι ἔστι, τὸ καταλειπόμενον ἂν εἴη μηνυτικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ὅπερ ἄτοπον δείκνυσιν. Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἂν εἶεν καὶ τὰ ἑξῆς.
Εἰ ὁ ὁρισμὸς λόγος ὀνόματι ταὐτὸν σημαίνων, μὴ οἷόν τε δʼ ἀποδεῖξαι ὅτι τοῦτο τὸ ὄνομα τοῦτο δηλοῖ — θέσει γὰρ καὶ συνθήκῃ τὰ ὀνόματα, οὐκ ἀνάγκῃ τινί —, οὐδʼ ἂν τοῦ τοῦτο τὸ ὄνομα τοῦτο σημαίνειν πίστιν τινὰ ἔχοιμεν. οὐδʼ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσι, τὸ εἶναι ἕκαστον αὐτῶν δηλωτικὸν τοῦ σημαινομένου ὑπὸ τοῦδε τοῦ ὀνόματος. Ἐκ μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καὶ συλλογισμὸς φαίνεται ταὐτὸν ὄν καὶ τὰ ἑξῆς.
Τὰ δεδειγμένα ἀνακεφαλαιοῦται, ὅτι τε μὴ ταὐτὸν συλλογισμὸς καὶ ὁρισμός — ὃ γὰρ ἂν ἐναργὲς ἔλαβεν· ἄλλος γὰρ ἑκατέρου αὐτῶν λόγος — καὶ ὅτι μὴ τοῦ αὐτοῦ συλλογισμὸς καὶ ὁρισμός, εἴ γε ὁ μὲν τοῦ τί ἐστιν, ὁ δὲ τοῦ ὅτι ἔστιν. ἃ πρῶτα ἔδειξε διὰ τοῦ μήτε τὸ διὰ συλλογισμοῦ δεικνύμενον διʼ ὁρισμοῦ δείκνυσθαι μήτε, οὗ ἐστιν ὁρισμός, τοῦτο καὶ διὰ συλλογισμοῦ δείκνυσθαι. ἀλλὰ καὶ ὅτι μήτε ὁ ὁρισμὸς αὐτὸς ἢ ἀποδείκνυσί τι ἢ ὅλως δείκνυσιν· οὔτε γὰρ εἶναι τὸ πρᾶγμα ἀποδείκνυσιν, οὔθʼ ὅτι ἐκείνου ἐστὶν οὗ ἀποδίδοται δείκνυσι. διὸ οὔτε ὁρισμῷ ἔστι γνῶναι ὅτι τόδε τοῦδε ὁρισμός — οὐδὲν γὰρ δείκνυσιν ὁ ὁρισμός — οὔτε ἀποδείξει, ἐπεὶ μή ἐστιν ἀπόδειξις τοῦ τί ἐστιν, ὡς δέδεικται· πᾶσα γὰρ τοῦ ὅτι ἔστι. Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ καλῶς.
Οὔτε γὰρ τὸ μὴ δύνασθαι τὸ αὐτὸ διʼ ὁρισμοῦ καὶ διʼ ἀποδείξεως γινώσκεσθαι πάντῃ καλῶς εἴρηται, οὔτε τὸ μὴ ὅλως εἶναί τινα δεῖξιν ὁρισμοῦ, ὡς ἐρεῖ. Ἐπεὶ δʼ ἐστίν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ τί ἐστιν.
Ἐπιχειρεῖ πρῶτον δεῖξαι ὅτι ἔστιν ὁρισμὸν ἀποδεῖξαι διʼ ὁρισμοῦ. συγχρῆται δʼ εἰς τὴν ἀπόδειξιν τοῖς προδεδειγμένοις αὐτῷ· δέδειχε γὰρ πρὸ ὀλίγου διʼ ὧν εἶπεν «ἐν ἅπασι γὰρ τούτοις φανερόν ἐστιν ὅτι ταὐτά ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν». ἔδειξε γὰρ διὰ τούτων ὅτι ὁ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ζητῶν αἴτιον ζητεῖ· ὁ γὰρ ὁρισμὸς ἑκάστου καὶ αἴτιον. τούτῳ δὴ προσχρῆται. εἰ γὰρ ὁ ὁρισμὸς αἴτιον, ὁ ὁρισμόν τινος εἰδὼς καὶ αἴτιον οἶδε. τὸ δὲ τὸν ὁρισμόν τινος εἰδότα εἰδέναι τὸ αἴτιον αὐτῷ τοῦ εἶναι — τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ αἴτιον τοῦ τί ἐστι — δέδεικται· ταὐτὸ γὰρ ἔκειτο ἡ τοῦ τί ἐστι ζήτησις καὶ αἰτίας ζήτησις.
Δύναται τῷ λόγος δὲ τούτου εἰρηκέναι αἴτιον τοῦ δύνασθαι ὁρισμὸν δειχθῆναι διὰ συλλογισμοῦ. καὶ εἴη ἂν ἡ πρὸ αὐτοῦ οὐχ ὁλόκληρος ἀλλʼ ἐλλιπῶς εἰρημένη· ἐπεὶ δʼ ἔστιν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ τί ἐστι· λείποι γὰρ ἂν αὐτῇ τὸ «οἷόν τε διὰ συλλογισμοῦ τὸ τί ἦν εἶναι δείκνυσθαι». ἐπεὶ τοίνυν ὁ ὁρισμὸς αἴτιον, ἢ ταὐτὸν ἔσται τούτῳ οὗ αἴτιον ἢ ἄλλο αὐτοῦ. τῶν γὰρ αἰτίων τὰ μὲν ταὐτά ἐστιν ἐκείνοις, ὧν ἐστιν αἴτια, ὁλόκληρον αὐτῶν δηλοῦντα τὴν οὐσίαν· τοῦ γὰρ τὸν ἄνθρωπον ζῷον πεζὸν δίπουν εἶναι οὐκ ἄλλο τὸ αἴτιον παρʼ αὐτὸ τοῦτο, καὶ ὅλως ὁ ἑκάστου οἰκεῖος ὅρος.
Λόγος δὲ τούτου, ὅτι ἔστι τι τὸ αἴτιον· καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλο.
Δύναται τὸ καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλο εἰρηκέναι οὐχ ὡς συγχωρῶν εἶναι τὸ αὐτὸ αὑτοῦ αἴτιον — δοκεῖ γὰρ ἄλλο εἶναι τὸ αἴτιον καὶ τὸ οὗ ἐστιν αἴτιον ἐν πᾶσιν — ἀλλʼ ὑπὲρ τοῦ ὁλοκλήρῳ χρῆσθαι διαιρέσει. καὶ εἴη ἂν τὸ εἰ τοίνυν ἐστὶν ἄλλο ἐπενηνεγμένον σημαντικὸν τοῦ ὀφείλειν τὸ αἴτιον ἄλλο εἶναι. Ἀλλʼ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστιν.
Λογικὸν συλλογισμὸν τὸν μὴ ἀποδεικτικὸν ἀλλὰ διαλεκτικόν τε καὶ διʼ ἐνδόξων συνάγοντα εἴωθε λέγειν. εἰπὼν δὲ τὴν τοιαύτην δεῖξιν λογικὴν εἶναι ἀλλʼ οὐκ ἀποδεικτικὴν ἑξῆς προτίθεται ζητῆσαι, εἰ ὅλως ἐνδέχεται, πῶς καὶ τίνα τρόπον. καὶ ὑπομνήσας ἡμᾶς τῶν κατʼ ἀρχὰς εἰρημένων ἀποδείξει κατὰ τὴν πρὸς αὐτὰ ἀκολουθίαν, ὅτι ἀπόδειξιν μὲν οὐχ οἷόν τε ὁρισμοῦ γενέσθαι, ἔστι μέντοι διʼ ἀποδείξεως τρόπον τινὰ ὁρισμὸν εὑρεῖν. καὶ τοῦτο δʼ ἦν ἠπορημένον, πῶς οἷόν τε δείκνυσθαι τὸ τί ἦν εἶναι· ἐδόκει γὰρ ἄτοπον εἶναι τοῦτο. μέλλων δὲ περὶ τούτου ζητεῖν τε καὶ λέγειν πρῶτον ἡμᾶς τῶν κατʼ ἀρχὰς εἰρημένων ὑπομιμνήσκει χρησίμων αὐτῷ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν ἐσομένων· διὸ καὶ προσέθηκε τὸ εἰπόντες πάλιν ἐξ ἀρχῆς. Ὥσπερ γὰρ τὸ διότι ζητοῦμεν.
Ὅτι ὥσπερ τὸ ὅτι τοῦ διότι προγινώσκεται, οὕτως καὶ τὸ εἰ ἔστι τοῦ τί ἐστιν, ἐνίοτε δὲ καὶ ἅμα δῆλα γίνεται, οὐ μὴν ἔμπαλιν. Τὸ δʼ εἰ ἔστιν ὁτὲ μὲν κατὰ συμβεβηκὸς ἔχομεν, ὁτὲ δʼ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος.
Λαβὼν τὸ ἕπεσθαι τὴν τοῦ τί ἐστι γνῶσιν τῇ γνώσει τοῦ εἶναι τὸ πρᾶγμα μετὰ ταῦτα, πῶς τῇ τοῦ εἶναι τὸ πρᾶγμα γνώσει ἕπεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις πολλάκις, ὥσπερ καὶ ἡ τοῦ διὰ τί ἐστι τῇ τοῦ ὅτι ἔστι γνώσει, δείκνυσι. τὴν γὰρ ὕπαρξιν τοῦ πράγματος, περὶ οὗ ἦν ἡ ζήτησις εἰ ἔστι, ποτὲ μὲν ἀπὸ συμβεβηκότων ποτὲ δέ τι τῆς οὐσίας αὐτοῦ λαβόντες ἔχομεν. καὶ ἡ μὲν ἀπὸ συμβεβηκότων γνῶσις τῆς τοῦ πράγματος ὑπάρξεως οὐδὲν πρὸς τὴν γνῶσιν τοῦ τί ἐστι τὸ πρᾶγμα συντελεῖ· ἡ δὲ ἀπὸ τῶν αὐτῷ τῷ πράγματι ὑπαρχόντων γνῶσις τοῦ εἶναι αὐτὸ ἀφορμὴ καὶ ὁδός ἐστι τῆς τοῦ τί ἐστι γνώσεως. καὶ ὡς ἂν ἔχοιμεν πρὸς τὴν ἀπὸ τῶν ὑπαρχόντων καθʼ αὑτὸ καὶ ὄντων γενῶν τε καὶ μερῶν τοῦ ζητουμένου πράγματος εἰ ἔστι γνῶσιν, οὕτως ἕξομεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν. ἀπὸ μὲν γὰρ τῶν κοινοτέρων εἰδότες ὅτι ἔστι πορρωτέρω τοῦ εἰδέναι τί ἐστιν ἐσόμεθα, ὅτι μηδʼ ὅτι ἔστιν ἴσμεν ἀκριβῶς τε καὶ προσεχῶς· εἰ δʼ ἀπὸ τῶν ἰδίων καὶ οἰκείων αὐτοῦ τὴν τοῦ εἶναι αὐτὸ γνῶσιν ἔχομεν, εἴημεν ἂν καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἔχοντες ἢ πλησίον ὄντες. Καθʼ ὅσων δὲ ἔχομέν τι, ῥᾷον.
Ὧν ἔχομεν τὴν γνῶσιν τοῦ εἶναι τῷ ἔχειν τι αὐτῶν τῶν ἐν τῇ οὐσίᾳ ὑπαρχόντων αὐτοῖς, ῥᾷον τοῦ τί ἐστι ζήτησίς τε καὶ εὕρεσις. Ὧν οὖν ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν ὧδε.
Τὰ εἰρημένα γνώριμα βούλεται ἐπὶ παραδειγμάτων ποιῆσαι καὶ δεῖξαι, πῶς μὲν ἡ τοῦ εἶναι διʼ οἰκείων ἀπόδειξις γίνεται, πῶς δὲ τὸ τί ἐστιν ἐν ἀποδείξει λαμβάνεται, καὶ πῶς, εἰ ἀπὸ συμβεβηκότων ἡ τοῦ ὅτι ἔστι γνῶσις εἴη, οὐδὲν αὕτη συντελεῖ πρὸς τὴν τοῦ τί ἐστιν εὕρεσιν. καὶ πρῶτον μὲν λαμβάνει παραδείγματα, ὧν τὴν γνῶσιν τοῦ εἶναι ἐκ τῆς οὐσίας καὶ ἀπὸ τῶν καθʼ αὑτὸ ὑπαρχόντων αὐτοῖς ποιούμεθα, εἶτα λήψεται καὶ τῶν οὐκ ἀπὸ τῆς οὐσίας. καὶ δείξει πότε ἡ τοῦ εἶναι ἀπόδειξις διὰ τῆς τοῦ τί ἦν εἶναι γνώσεως γίνεται, καὶ πῶς μὲν εἰδότες τὸ ὅτι ἔστιν ἅμα ἴσμεν καὶ τὸ τί ἐστι, πῶς δὲ τὸ μὲν ὅτι ἔστι γνωσόμεθα διὰ συλλογισμοῦ, οὐδέπω δὲ γνώριμον ἕξομεν τὸ τί ἐστι. δοκεῖ δέ μοι ὁ «μέν» σύνδεσμος ἐκ περιττοῦ κεῖσθαι, ἵνα ᾖ· ὧν οὖν ἔχομεν τοῦ ὅτι ἔστι γνῶσιν διά τινος τῶν ἐν τῷ τί ἐστι καὶ ἐν τῇ οὐσίᾳ αὐτῶν ὄντων, ἔστω πρῶτον δεικνύμενον. καὶ ἐχέτω οὕτως· ὧν, φησίν, ἔχομεν ἐν τῇ τοῦ εἶναι γνώσει περιεχόμενον τὸ τί ἐστιν, ἔστω παραδειγματικὸν ὃ παρατίθεται.
Ὅταν δʼ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι ἴσμεν.
Τῷ ὅταν δʼ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι προσέθηκε τὸ ἂν διὰ μέσων ᾖ δηλωτικὸν ὂν τοῦ «ἂν διʼ οἰκείων καὶ αἰτίων μὴ τοῦ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος»· ταῦτα γὰρ κυρίως μέσα. ἡ γὰρ διὰ τοιούτων μέσων, ἃ καὶ κυρίως ἐστὶ μέσα, γνῶσις τοῦ ὅτι ἔστιν ἅμα γνῶσίς ἐστι καὶ τοῦ διὰ τί ἐστιν. ἀλλὰ καὶ τοῦ τί ἐστι γνῶσίς ἐστιν, ὡς ἐρεῖ· ὁ γὰρ τοιοῦτος ὁρισμός ἐστι τοῦ ἑτέρου τῶν ἄκρων. εἰ δὲ μὴ διὰ μέσου, τουτέστιν εἰ δὲ μὴ διʼ αἰτίου ἀλλὰ διά τινος συμβεβηκότος ἔχομεν γνῶσιν τοῦ τῷ ἑτέρῳ ἄκρῳ τὸ ἕτερον ὑπάρχειν, μόνον τὸ ὅτι ἔστιν εἰσόμεθα, οὐκέτι δὲ τὸ διὰ τί ἐστιν οὐδὲ τὸν ὁρισμὸν ἕξομεν. Εἰ τοίνυν τῷ Γ ὑπάρχει τὸ Β.
Εἴη ἂν καταλληλότερον, εἰ ἡ λέξις ἔχοι ἀντὶ τοῦ εἰ τοίνυν τὸ «εἰ γὰρ τῷ Γ ὑπάρχει τὸ Β»· τούτῳ γὰρ ἀκολουθεῖ τὸ εἰ δὲ μή, τὸ ὅτι, τὸ διότι δὲ οὔ. Ἂν δὲ πάλιν τούτου ἄλλο μέσον ᾖ, ἐκ τῶν παραλοίπων ἔσται λόγων.
Ἐπεὶ πολλάκις τοῦ μὲν διὰ τί δοκεῖ γίνεσθαι συλλογισμὸς τῷ τὸν μέσον ὅρον τῶν καθʼ αὑτὸ ὑπαρχόντων λαμβάνεσθαι, οὐ μὴν ἀναπόδεικτον τοῦτο τῷ τὸν μέσον ὅρον μὴ εἶναι ὁρισμὸν τοῦ ἑτέρου τῶν ἄκρων μηδὲ τὴν κυρίαν αἰτίαν εἶναι, ὅταν, φησί, τοιοῦτον τὸ μέσον ληφθῇ ὡς ἔτι καὶ τοῦτο ἀποδεικτὸν εἶναι ἐκ τῶν ὑπολοίπων, ἃ καὶ αὐτὰ καθʼ αὑτὰ ὑπάρχει αὐτῷ καὶ μέρη πώς ἐστιν αὐτοῦ, χρὴ μέσον ὅρον λαμβάνοντας ἀποδεικνύναι τὴν πρότασιν. ὅταν μὲν γὰρ ὁρισμὸς εἴη τὸ εἰλημμένον τοῦ μείζονος ἄκρου, ἄμεσός ἐστιν καὶ ἀναπόδεικτος ἡ πρότασις ἐκείνη· οὐ γὰρ οἷόν τε μέσον ὅρον εὑρόντα τινὰ ἀποδεῖξαι τὸν ὁρισμόν· δέδεικται γὰρ ὅτι ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστιν. ὅταν δʼ ᾖ μὲν ἐκ τῆς οὐσίας ὁ μέσος ὅρος μηδέπω δʼ ὁρισμὸς ᾖ, ἐκ τῶν ὑπολοίπων καὶ παραλελειμμένων φησὶ δεῖν, ἃ καὶ αὐτὰ καθʼ αὑτὰ ὑπάρχει τῷ δεικνυμένῳ καὶ ἔστιν αὐτῷ προσεχέστερα, τὸν μέσον ὅρον λαμβάνοντα δεικνύναι, μέχρις ἂν ὁρισμὸς γένηται τὸ μέσον τοῦ κατηγορουμένου· τότε γὰρ ἄμεσος ἡ πρότασις καὶ ἀναπόδεικτος. Ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδὲ ἀπόδειξις.
Ὅτι ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἦν εἶναι, γίνεται δὲ γνώριμον ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς αἰτίας ἀποδείξει, ἥτις ἐστὶ καὶ κυρίως ἀπόδειξις· ἡ γὰρ προσεχὴς αἰτία καὶ ἡ πρώτη καὶ οἰκεία τῆς τοῦ ὅτι δείξεως διὰ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι δείκνυται. διὸ καὶ ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἐστιν οὐδὲ συλλογισμός, γίνεται μέντοι δῆλον διὰ ἀποδείξεως. ἀποδεικνύντες γὰρ τὸ ὅτι ἔστι διὰ τοῦ τί ἦν εἶναι τοῦ κατηγορουμένου ὅρου ἐν τῷ συμπεράσματι τὴν ἀπόδειξιν ποιούμεθα· τοῦτο δὲ γίνεται ἐφʼ ὧν τὰ αἴτια ἄλλα ἐστὶ τῶν αἰτιατῶν καὶ ἀποδεικτά. ἐφʼ ὧν δὲ τὰ αὐτὰ τὰ αἴτια τοῖς αἰτιατοῖς, ταῦτα ἀναπόδεικτα· διὸ οὐκέτι ἐπὶ τούτων ἡ τοῦ διὰ τί ἐστι ζήτησίς τε καὶ εὕρεσίς ἐστι καὶ τοῦ τί ἦν εἶναι, ὅτι τὴν ἀρχὴν μηδὲ ζητοῦμεν ἐν τούτοις τὸ διὰ τί ἐστιν. ἔστι δὲ τὸ αὐτὸ τό τε πρᾶγμα καὶ τὸ αἴτιον αὐτοῦ ἐφʼ ὧν ὁ ὁρισμὸς λαμβάνεται τοῦ προκειμένου πράγματος· τοῦ γὰρ ἀνθρώπου αἴτιον τὸ ζῷον πεζὸν δίπουν ταὐτὸν ὂν αὐτῷ. διὸ οὐκ ἔστι τούτου ἄλλο τι αἴτιον· ἀλλʼ οὐδʼ ἀπόδειξις πάλιν ἐστὶ τοῦ τί ἐστιν. Ὥσπερ καὶ ἐν τοῖς διαπορήμασιν εἴπομεν.
Ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἀπορηθεῖσιν ἐρρήθη, τινῶν τὸ τί ἦν εἶναι διʼ ἀποδείξεως εὑρίσκεταί τε καὶ γνωρίζεται, οἷς τῆς ὑπάρξεως ἕτερόν τί ἐστιν αἴτιον· οἷς δὲ οὐκ ἔστιν αἴτιον, τούτων οὐδʼ ὁ ὁρισμὸς διʼ ἀποδείξεως γινώσκεται. Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δʼ οὐκ ἔστι καὶ τὰ ἑξῆς.
Δείξας ὅτι ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς προσεχοῦς αἰτίας δείξει καὶ ἡ τοῦ τί ἐστι γνῶσίς τε καὶ εὕρεσις γίνεται, εἰπὼν δὲ τοῦτο γίνεσθαι ἐφʼ οὗ ἐστιν αἴτιον ἄλλο — ἐφʼ ὧν γὰρ ἀποδεικτὸν τὸ ὅτι ἔστι, καὶ αἴτιόν τι ἔχειν· ἐπὶ μὲν γὰρ τινῶν τὸ εἶναι καὶ τὸ ὅτι ἔστιν ἀποδεικτόν τέ ἐστι καὶ διὰ μέσου αἰτίου δείκνυται· ἐπʼ ἐνίων δʼ ἀναπόδεικτον· τὰ γὰρ πρῶτα ὅτι ἔστιν, οὐκ ἀποδείκνυται — τὴν αὐτήν φησιν ἔσεσθαι διαφορὰν καὶ τῶν τί ἐστι καὶ τῶν ὁρισμῶν. τοὺς μὲν γὰρ αὐτῶν οὐκ ἐν ἀποδείξει ληφθήσεσθαι, ἂν ἁπλῶς τὰ ἐν οἷς εἰσιν οὐ διʼ ἀποδείξεως ὄντα δείκνυται· τοὺς δʼ ἐν ἀποδείξει ληφθήσεσθαι, ὅταν τὰ ὧν οἱ ὁρισμοὶ ὅτι ἔστιν ἀποδείκνυται· οἱ γὰρ μέσοι ὅροι, διʼ ὧν ἀποδείκνυνται, ἔσονται ὁρισμοὶ αὐτῶν. Ὁρισμὸς δʼ ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι.
Ποσαχῶς ὁ ὁρισμὸς λέγεται καὶ περὶ ποίου τὰ δεδειγμένα εἴρηται, δείκνυσί τε καὶ λέγει. ἦν δὲ ἐν οἷς προέθετο καὶ τοῦτο εἰπεῖν, τό τε τί ἐστιν ὁρισμὸς καὶ ὧν. ἐπεὶ οὖν ὁ ὁρισμὸς λέγεται λόγος τοῦ τί ἐστι, πλεοναχῶς ἀκούσεται· τὸ γὰρ τί ἐστι καὶ τὸ τί σημαίνει, ἀλλὰ καὶ τίς ἡ οὐσία τοῦ πράγματος, ἀλλὰ καὶ τὸ εἶναι δηλοῖ. ὥστε ὁ ὁρισμὸς τῶν πλεοναχῶς λεγομένων εἴη ἄν. λόγος γὰρ τοῦ τί ἐστιν εἴη ἂν καὶ ὁ δηλωτικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ᾧ ἴσον ἐστὶ καὶ τὸ δεύτερον προστεθειμένον τῇ λέξει μόνῃ διαφέρον αὐτοῦ τὸ ἢ λόγος ἕτερος ὀνοματώδης, τουτέστι ταὐτὸν τῷ ὀνόματι σημαίνων λόγος καὶ ἕτερος τοῦ τὴν οὐσίαν δηλοῦντος· ὃν καὶ ἔχοντες, φησί, τὸν λόγον τὸν ὀνοματώδη τὸν δηλοῦντα τὸ τί σημαίνει τοὔνομα, ζητοῦμεν ἔτι τὸ διὰ τί ἐστιν. ὁ γὰρ τοῦ τριγώνου λόγον ἔχων, ὅτι τὸ τρεῖς γωνίας σημαῖνον, ὀνοματώδη λόγον ἔχει καὶ δηλοῦντα τί σημαίνει τοὔνομα· ἔτι γὰρ ζητεῖται ἐπὶ τῶν τοιούτων λόγων τὸ διὰ τί ἐστι τὸ τοῦτο σημαῖνον. χαλεπὸν δέ φησιν εἶναι λαβεῖν τὴν αἰτίαν τοῦ εἶναι ὃ ἀγνοεῖ τις ὅτι ἔστι· δύσκολον γὰρ καὶ ἀδύνατον ὁρισμὸν μετὰ τῆς αἰτίας τινὸς λαβεῖν τούτου ὃ μὴ οἶδέ τις ὅτι ἔστι τὴν ἀρχήν. ἄδηλον δὲ ἐπὶ τούτων τοῦτό ἐστι, διότι ἡ τοιαύτη γνῶσις τοῦ ὅτι ἔστιν ἀπὸ συμβεβηκότος γίνεται. Λόγος δʼ εἷς ἐστι διχῶς, ὁ μὲν συνδέσμῳ, ὥσπερ ἡ Ἰλίας.
Ταῦτα ἐν μέσῳ εἴρηκεν ἐνδεικνύμενος περὶ τοῦ ὁρισμοῦ, ὅτι λόγον εἶναι ἕνα δεῖ οὐ συνδέσμῳ ἀλλὰ τῷ ἓν καθʼ ἑνὸς δηλοῦν μὴ κατὰ συμβεβηκός. οὐ γὰρ εἷς λόγος ὁ ἓν ἔχων τὸ ὑποκείμενον καὶ ἓν τὸ κατηγορούμενον συμβεβηκότα μέντοι ἄμφω, οὐδʼ ὁ συμβεβηκὸς οὐσίας κατηγορῶν εἷς κυρίως λόγος, εἰ καὶ πρότασις μία· οὐ γὰρ μίαν φύσιν σημαίνει. διὰ ταύτης δὲ τῆς λέξεως παραιτοῖτο ἂν τὸν τοιοῦτον ὁρισμὸν τῷ ὀνόματι ταὐτὸν σημαίνοντα· συνδέσμῳ γὰρ εἷς εἶναι δύναται. Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή.
Ὁ μὲν διὰ τί λέγων τὴν αἰτίαν λέγει τοῦ συμπεράσματος· οὕτω δʼ ἀπόδειξις γίνεται. ὁ δὲ λέγων τί ἐστι βροντή, συνάψας ὡς ἕνα λόγον, λέγει τὸ συμπέρασμα μετὰ τῆς αἰτίας. τοῦτο γὰρ αἴτιον τοῦ μὴ ἀπόδειξιν ἁπλῶς εἶναι· τῇ γὰρ θέσει διαφέρει τῆς ἀποδείξεως. τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν ὁριζόμενοι λέγομεν, ἄλλως δʼ ἀποδεικνύντες. ἀποδεικνύντες γὰρ «βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει, ἡ ἀπόσβεσις πυρὸς ἐν νέφει ψόφος ἐστὶν ἐν νέφει, βροντὴ ἄρα ἐστὶ ψόφος ἐν νέφει» ἢ συνείροντες οὕτως «βροντή ἐστι διὰ ἀπόσβεσιν πυρὸς ἐν νέφει ψόφος», ὁριζόμενοι δὲ λέγομεν βροντὴν εἶναι ψόφον ἐν νέφει διὰ πυρὸς ἀπόσβεσιν, ταὐτὰ μὲν λέγοντες διʼ ἀμφοτέρων τῶν λόγων, οὐ μὴν ὁμοίως, ἀλλʼ ἐν μὲν τῷ ὁρισμῷ τὴν αἰτίαν καὶ τὸν μέσον ὅρον ὕστερον τιθέντες, ἐν δὲ τῇ ἀποδείξει μέσον τε καὶ πρὸ τοῦ συμπεράσματος. ἀπόδειξιν δὲ συνεχῆ ἔφη, ἢ ὅτι ἐν πρώτῳ σχήματι· τὰ γὰρ ἐν τούτῳ συνεχῆ τὴν τάξιν καὶ τὴν ἀκολουθίαν λαμβάνει τῷ τὸν μέσον μὴ ἔξω τῶν ἄκρων ἀλλὰ μεταξὺ κεῖσθαι. ἢ συνεχῆ, ὅτι μὴ διῃρημένη εἰς προτάσεις ἀλλʼ ὑφʼ ἓν ἐξενηνεγμένη· ὁ γὰρ λέγων λόγος «διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν ὁ ἐγγινόμενος ἐν αὐτοῖς ψόφος βροντή ἐστιν» οὐκ ἔχει διῃρημένον τὸν λόγον εἰς τὰς προτάσεις οὐδὲ δὶς τὸν μέσον λαμβανόμενον, ἀλλὰ συνεχεῖς εἴρηκε τοὺς ὅρους. Τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα.
Πῶς μὲν ἔστι τοῦ τί ἐστιν ἀπόδειξις, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔστι δʼ οὕτως ὥστε ἀπόδειξιν αὐτοῦ εἶναι. ἢ ὅτι τοῦ μὲν ὡς συμπεράσματος ὁρισμοῦ ἔστιν, τοῦ δʼ ὡς ἀποδείξεως οὐκ ἔστι.
Καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν ἀπόδειξις. τῶν μὲν γὰρ ἀπὸ τῆς αἰτίας λαμβανομένων, οἳ τῆς ἀποδείξεως διαφέρουσι θέσει, καὶ τῶν ἀναποδείκτων θέσεων, οἷοί εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε ἀπόδειξιν εἶναι, οὐδὲ τῶν κατὰ τὸ εἶδος καὶ τὴν αἰτίαν· τῶν δʼ ὡς συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις.
Ἔτι δʼ ὁρισμὸς ποσαχῶς λέγεται, ὅτι τετραχῶς.
Καὶ πῶς τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενος δείκνυσιν, ὡς δὲ διʼ ἀποδείξεως δεικνύμενος οὐ δείκνυσι.
Καὶ τίνων ἔστι καὶ τίνων οὔ, ὅτι τῶν μὲν ἁπλῶν ἔστι, τῶν δὲ συνθέτων οὐκ ἔστιν· ὁ γὰρ ὁρισμὸς λόγος ἓν καθʼ ἑνὸς δηλῶν. ἢ ὅτι οὐκ ἔστι μὲν τῶν ἀναποδείκτων θέσεων, τῶν δʼ ἄλλων ἔστιν.
Ἔτι δὲ πρὸς ἀπόδειξιν πῶς ἔχει, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως, καὶ ὅτι ὃ μὲν δείκνυται διʼ ἀποδείξεως, οὐκέτι διʼ ὁρισμοῦ, καὶ ἔμπαλιν, καὶ ὅτι ὁρισμὸς ἀποδείξει ταὐτὸν τῇ θέσει διαφέρων. Ἐπεὶ δʼ ἐπίστασθαι οἰόμεθα.
Ὅτι τετραχῶς τοῦ αἰτίου λεγομένου, εἰδικοῦ, ὑλικοῦ, ποιητικοῦ, τελικοῦ, ὁ μέσος ὅρος δύναται ἀφʼ ἑκάστου τούτων τῶν τεσσάρων λαμβάνεσθαι ἐν τῇ τοῦ διὰ τί γνώσει τε καὶ ἀποδείξει, ἥτις καὶ μάλιστα ἐπιστήμη ἐστί. Πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται.
Πάσας τὰς αἰτίας φησὶ διὰ τοῦ μέσου δείκνυσθαι, τουτέστι λαμβάνεσθαι διὰ τοῦ μέσου· οὐ γὰρ αἱ αἰτίαι διὰ τοῦ μέσου ἀποδείκνυνται, ἀλλὰ λαμβανόμεναι διὰ τοῦ μέσου καὶ μέσοι ὅροι γινόμεναι ἐν ταῖς ἀποδείξεσι δείκνυνται, ὡς ἐδείχθη ἐπὶ τῆς κατὰ τὸ τί ἦν εἶναι αἰτίας.
Διὰ τοῦ τίνος ὄντος ὀρθή; ἐδήλωσε τὸν τρόπον τῆς αἰτίας, ὅτι τὴν ὡς ὕλην αἰτίαν ζητεῖ. τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι αἴτιον ὡς ὕλη μέσος ὅρος ληφθεὶς τὸ δύο ὀρθῶν ἡμίσεια· δέδεικται δὲ τοῦτο ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχείων. οὐχ ὅτι δὲ ὕλη τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι τὸ ἡμίσειαν εἶναι δύο ὀρθῶν λέγει, ἀλλʼ ὅτι τοῦτο ληφθὲν τὰς δύο προτάσεις ἐποίησεν, αἳ ὗλαί εἰσι τοῦ συλλογισμοῦ. ὡς συλλογισμοῦ οὖν ὕλη ἀλλʼ οὐχ ὡς τοῦ ὀρθὴν εἶναι τὴν ἐν ἡμικυκλίῳ· τοῦτο γὰρ μᾶλλον ὡς τοῦ τί ἦν εἶναι αἴτιον εἶναι τὸ ἡμίσειαν εἶναι δύο ὀρθῶν, εἰ λόγον τις τοῦτο τῆς ὀρθῆς ἀποδοίη.
Τοῦ Β οὖν ὄντος ἡμίσεος δύο ὀρθῶν τὸ Α τῷ Γ ὑπάρχει καὶ τὰ ἑξῆς.
Ὅτι ὁ μέσος ὅρος οὗτος ὁ τὰς δύο προτάσεις ποιῶν καὶ διὰ τοῦτο ὡς ὕλη ἐν τῷ συλλογισμῷ αἴτιος ὢν καὶ ἴσος ὢν τῷ Α, ἐπεὶ ὁ ἴσος τινὶ ὀνόματι λόγος ὁρισμὸς ἐκείνου εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἦν εἶναι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς· ἦν γάρ τι τοῦ ὁρισμοῦ σημαινόμενον καὶ τοιοῦτον· ὁ γὰρ λέγων ὁρισμὸς ὅτι δύο ὀρθῶν ἡμίσειά ἐστι τί σημαίνει ἡ ὀρθὴ λέγοι ἄν, οὐ τί ἐστιν. εἰ δὴ ὁ μέσος ὅρος, καθὸ αἴτιος τῶν δύο προτάσεων, τὴν ὑλικὴν αἰτίαν ἔχει, δῆλον ὅτι κατʼ ἄλλο μὲν ὡς ὕλη αἴτιος ἔσται, κατʼ ἄλλο δὲ ὡς εἶδος ἢ ποιητικὸν ἢ τελικὸν αἴτιον. εἰ γὰρ κατὰ πάντας τοὺς τρόπους τοῦ αἰτίου μέσος λαμβάνεται, ὡς δείκνυσι, καθʼ ὃν δʼ ἂν ληφθῇ, τῷ μέσος εἶναι αἴτιός ἐστι τῶν δύο προτάσεων, εἴη ἄν, καθʼ ὃν ἂν τρόπον αἰτίου λαμβάνηται, ἀναγκαίως ὡς ὕλη γινόμενος αἴτιος. οὐ μόνον δʼ ἡ τοιαύτη ὕλη, ἥτις ἐστὶν ἐν συλλογισμῷ οὖσα τοῦ συμπεράσματος ὕλη, ἀλλὰ καὶ ἡ κυρίως λεγομένη ὕλη, ἥτις ἐστὶ τοῦ δεικνυμένου πράγματος ὕλη, μέσος ὅρος λαμβάνεται ἐν συλλογισμῷ. Ὅσων δʼ αἴτιον τὸ ἕνεκά τινος, οἷον διὰ τί περιπατεῖ; καὶ τὰ ἑξῆς.
Ὄντος τοῦ συλλογισμοῦ τοιούτου, μετὰ ταῦτα δείκνυσι πῶς τὸ ὑγιαίνειν, ὅπερ τέλος καὶ οὗ ἕνεκα τῷ δεῖν ἀπὸ δείπνου περιπατεῖν, μέσος ὅρος ἐλήφθη. δοκεῖ γὰρ ἐπὶ τοῦ προκειμένου συλλογισμοῦ τοῦτο μὲν κατηγορεῖσθαι, τὸ δὲ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας μέσος ὅρος εἰλῆφθαι. δεικνὺς δὴ τοῦτο λέγει τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν, τὸ οὗ ἕνεκα; ὃ ἴσον ἐστὶ τῷ «τί οὖν αἴτιον ὡς τέλος τε καὶ οὗ ἕνεκα τῷ Γ, τῷ ἀπὸ δείπνου περιπατεῖν, διʼ ὃ καὶ τὸ Α ὑπάρχει αὐτῷ;». τὸ δὴ Β, φησίν, ὅπερ ἦν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας, ὅ ἐστιν ὡς λόγος καὶ ὁρισμὸς τῆς ὑγείας εἰλημμένος. τοῦ γὰρ τὸ Β τοῦ Α ὥσπερ ὁρισμὸν καὶ λόγον εἶναι δεικτικὸν παρέθετο εἰπὼν τὸ γὰρ Α οὕτως ἀποδοθήσεται· ὑγιαίνειν γάρ ἐστι τὸ μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας. ὁ ἄρα τοῦ αἰτίου τοῦ οὗ ἕνεκα ὅρος μέσος τεθεὶς ἔδειξε τὸ διὰ τί. εἰπὼν δὲ τοῦτο δʼ ἐστὶν ὥσπερ ἐκείνου λόγος, τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία — οὐ γὰρ οὗτος ἁπλῶς ὑγείας ὁρισμός —, ὅτι ὡς ὁρισμὸν ὄντα τῆς ὑγείας λαμβάνει ὁ διʼ αὐτοῦ δεικνύς, ἐδήλωσεν εἰπὼν τὸ γὰρ Α οὕτως ἀποδοθήσεται· τὸ γὰρ ὑγιαίνειν οὕτως ἀποδώσει ὁ διὰ τούτου δεικνὺς ὑγείας χάριν γίνεσθαι τὸν ἀπὸ δείπνου περίπατον. οὐκοῦν εἰ τῆς μὲν ὑγείας, ὅ ἐστιν οὗ ἕνεκα, λόγος καὶ ὁρισμός ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, διὰ δὲ τὸ μὴ δεῖν ἐπιπολάζειν τὰ σιτία τὸ ἀπὸ δείπνου περιπατεῖν, διʼ αἰτίου τοῦ οὗ ἕνεκα μέσου τεθέντος εἴη ἂν ὁ συλλογισμὸς γεγονὼς τοῦ ἀπὸ δείπνου δεῖν περιπατεῖν — οὐδὲν γὰρ διαφέρει ἢ αὐτό τι ἢ τὸν ὁρισμὸν αὐτοῦ ληφθῆναι —, ὡς εἶναι τὸν συλλογισμόν· τῷ ἀπὸ δείπνου περιπατεῖν ἕπεται τὸ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς κοιλίας ἴσον ὂν τῷ ὑγιαίνειν· τὸ δʼ ὑγιαίνειν καὶ μὴ ἐπιπολάζοντα ἔχειν τὰ σιτία προσῆκον καὶ δέον· τὸ ἀπὸ δείπνου ἄρα περιπατεῖν προσῆκον. ἢ οὕτως· δεῖ ὑγιαίνειν, τουτέστι μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας· τοῦτο δὲ γίνεται διὰ τοῦ μετὰ δεῖπνον περιπάτου· δεῖ ἄρα μετὰ δεῖπνον περιπατεῖν. Τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν; καὶ τὰ ἑξῆς.
Λαβὼν τὸν δοκοῦντα τῆς ὑγείας ὁρισμόν, ὃν εἴληφε μέσον ὅρον, καὶ διὰ τούτου δείξας μέσον ὅρον ἐν τῇ ἀποδείξει γινόμενον τὸ οὗ ἕνεκα αἴτιον, ὅτι μηδὲν διαφέρει τὸν ὁρισμὸν ἢ οὗ ὁ ὁρισμός ἐστι λαβεῖν μέσον, ἐνεδείξατο εἰπὼν δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους· ἐν γὰρ τῇ μεταλήψει τῶν ὀνομάτων εἰς τοὺς λόγους φανερώτερα γίνεται τὰ λεγόμενα. ἐπὶ γοῦν τοῦ προκειμένου τὸ μὲν τὸν ἀπὸ δείπνου περίπατον ὑγείας χάριν γίνεσθαι οὔτε γνώριμον τῷ μὴ δῆλον εἶναι πῶς ἐστιν αἴτιον ὑγείας· ἀντὶ δὲ τῆς ὑγείας μεταληφθέντος τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς κοιλίας γνώριμον τὸ τὸν περίπατον τούτου χάριν γίνεσθαι· ὃ εἰ ἔστι τοῦ ὑγιαίνειν λόγος, ἅμα ἂν εἴη γνώριμον γινόμενον καὶ ὅτι ὁ ἀπὸ δείπνου περίπατος ὑγείας ἕνεκα γίνεται. τὸ οὖν δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους εἶπε δεικνὺς ἡμῖν ὅτι οὕτως ἂν ἀποδεικνύοιμεν καὶ γνώριμον τὸ λεγόμενον ποιοῖμεν, εἰ τὸν ὁρισμὸν λαβόντες τοῦ οὗ ἕνεκα διʼ ἐκείνου δεικνύοιμεν αὐτό. ὁ δὲ τοῦ οὗ ἕνεκα ὁρισμὸς οὐδὲν ἄλλο ἢ τὸ οὗ ἕνεκέν ἐστιν· ὥστε, ὅταν οὗτος ᾖ μέσος, τὸ οὗ ἕνεκεν αἴτιον μέσον λαμβάνεται. Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα.
Ὅτι αἱ γενέσεις ἀνάπαλιν ἔχουσιν ἐπὶ τῶν τελικῶν αἰτίων καὶ ἐπὶ τῶν ποιητικῶν· τὰ μὲν γὰρ ποιητικὰ αἴτια πρῶτα γίνεται τοῦ πράγματος, τὰ δὲ τελικὰ τελευταῖα. Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ ἀνάγκης.
Ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ ἐξ ἀνάγκης εἶναι καὶ ἕνεκά του, ὁμοίως τε καὶ γενέσθαι ἐνδέχεται ἐξ ἀνάγκης καὶ ἕνεκά του. καὶ ἔστι τὸ μὲν ἐξ ἀνάγκης αἴτιον τὸ ὑλικόν, τὸ δὲ ἕνεκά του τὸ τελικόν, ὡς δύο αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ τὴν τελικήν — ἔστι δʼ ἐν τοῖς κατὰ φύσιν γινομένοις τὸ μὲν ἐξ ἀνάγκης γινόμενον παρὰ τῆς ὕλης, τὸ δʼ ἕνεκά τινος παρὰ τοῦ εἴδους —, πλεῖστα δὲ τοιαῦτα ἅμα εἶναι ἄμφω ἔχοντα ἐν τοῖς φύσει γινομένοις τε καὶ συνεστῶσι· διττὴ γὰρ ἡ φύσις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική. Πλεῖστα δὲ τοιαῦτά ἐστι, καὶ μάλιστα ἐν τοῖς κατὰ φύσιν συνισταμένοις.
Πλεῖστα εἶπεν ἐν τοῖς κατὰ φύσιν. οὐ γὰρ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν τοῖς κατὰ τέχνην γινομένοις· ὁ γὰρ λαμπτὴρ κατὰ τέχνην γεγονὼς ἔχει τοῦ φωτίζειν ἀμφότερα τὰ αἴτια. Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δʼ ἐξ ἀνάγκης.
Ὅτι δύο αἱ φύσεις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική.
Ἡ δὲ ἀνάγκη διττή.
Ὅτι καὶ ἡ ἀνάγκη διττή, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ. Ἡ μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρὰ τὴν ὁρμήν.
Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά του αἰτίαν· ἡ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι. Ἐν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει.
Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον ἐν τοῖς γινομένοις φύσει. τῶν δʼ ἀπὸ διανοίας ἐξ ἀνάγκης μὲν οὐδὲν γίνεται· τὸ δʼ αὐτόματον, ἤτοι τὸ ἀπὸ τύχης, ἔνια μὲν αὐτῶν ἐπιδέχεται, ἔνια δʼ οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ. Τὰ δὲ καὶ ἀπὸ τύχης, οἷον ὑγίεια καὶ σωτηρία.
Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βούλησιν τοῦ τεχνίτου καὶ παρὰ ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ τοιαῦται τῶν τεχνῶν αἱ στοχαστικαί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί ποτε καὶ τὸ ἀντικείμενον ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμένα καὶ πρόδηλα οἷς τε χρῶνται καὶ μή. περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν, ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, ὅτι τὸ ἕνεκά του ἢ φύσει ἢ τέχνῃ, οὐ μὴν ἀπὸ τύχης. Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως.
Ἐν γὰρ τοῖς ἐνδεχομένοις καὶ οὕτως καὶ μὴ οὕτως, οὐ τοῖς ἀπὸ τύχης γινομένοις ἀλλʼ ὅσα ἐνδεχόμενά ἐστι γινόμενα κατὰ τέχνην, ἐν τούτοις ἐνδέχεται ταὐτὰ καὶ ἀπὸ διανοίας καὶ κατὰ τέχνην καὶ ἀπὸ τύχης γίνεσθαι, ὅταν γὰρ τῷ γινομένῳ κατὰ τέχνην ἄλλο τι ἀπαντήσῃ παρὰ τὸ οὗ χάριν ἐγίνετο. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὴ ἀπὸ τύχης γένηται τὸ γενόμενον, τότε ἕνεκά του καὶ ἀπὸ διανοίας γίνεται. Τὸ δὲ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γεγενημένοις.
Τὸ αὐτό, φησίν, αἴτιον εἶναι δεῖ τῷ εἴδει — τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει — τοῖς γινομένοις τοῦ γίνεσθαι καὶ τοῖς γεγονόσι τοῦ γεγονέναι καὶ τοῖς ἐσομένοις τοῦ ἔσεσθαι καὶ τοῖς οὖσι τοῦ εἶναι, ἀλλὰ τοῖς μὲν γινομένοις γινόμενον τὸ αὐτό, τοῖς δὲ γεγονόσι γεγονός, τοῖς δὲ ἐσομένοις ἐσόμενον, ὥσπερ τοῖς οὖσιν ὄν. τὸ δʼ ὥσπερ καὶ τοῖς οὖσιν οὐκ ἀργῶς πρόσκειται· ὃ γὰρ τοῖς οὖσι, τοῦτο κἀκείνοις ὁμοίως κατὰ τὸν χρόνον ἀκολουθεῖ. εἰπὼν δὲ τὸ αὐτὸ αἴτιον εἶναι, πῶς τὸ αὐτό, ὅτι οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, ἐδήλωσεν εἰπὼν πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δʼ ἐσομένοις ἐσόμενον· ἰσοχρονεῖ γὰρ τὸ αἴτιον τῷ αἰτιατῷ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ κατʼ ἀριθμὸν ἅμα τε εἶναι καὶ ἔσεσθαι. εἰκότως δὲ συνδιαιρεῖται κατὰ τοὺς χρόνους τὰ κυρίως αἴτια τοῖς αἰτιατοῖς· ἅμα γὰρ τῇ φύσει ὡς πρός τι, ὥστʼ ἀδύνατον ὄντος τοῦ αἰτίου μὴ καὶ τὸ αἰτιατὸν εἶναι. ἢ εἰ αἴτιον λαμβάνοιτο καὶ οὗ ἐστιν αἴτιον ἐπὶ τῶν μὴ ἅμα, σώζοιτʼ ἂν τό τε μηδὲν ἀναιτίως γίνεσθαι καὶ τὸ μὴ πάντα ἐξ ἀνάγκης, ὃ ἔθεντό τινες ὡς ἑπόμενον τῷ μηδὲν ἀναιτίως γίνεσθαι, κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων. ἣν καὶ ἐν τοῖς Φυσικοῖς μὲν ἔδειξεν εἰπὼν ἐν τῷ γίνεσθαι ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον εἶναι· εἰ γὰρ τὸ ὕστερον, ἐξ ἀνάγκης τὸ πρότερον. καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, ὅτι ἐκ τῶν ὑστέρων ἀρχόμενον σώζεται τὸ τῶν μὲν γεγονότων γεγονὸς καὶ τὸ αἴτιον εἶναι, τῶν δʼ ἐσομένων ἐσόμενον· οὐκέτι μέντοι, εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον, ὅτι μὴ πάντως ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἶναι.
Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται.
Ἀνάγκη πάντα τὰ αἴτια καὶ τὰ αἰτιατὰ συνυπάρχειν ἀλλήλοις, ἐὰν τὰ κατʼ ἐνέργειαν ὄντα αἴτια λαμβάνηται· ταῦτα γὰρ καὶ κυρίως αἴτια καὶ συνυπάρχοντα ἐξ ἀνάγκης τοῖς ὁμοίως λαμβανομένοις αἰτιατοῖς. αἴτια γὰρ τὰ μὲν δυνάμει ἐστὶ τὰ δʼ ἐνεργείᾳ τὰ δὲ τῷ πεποιηκέναι· ὡς δʼ ἔχει τὰ αἴτια, οὕτως ἔχει καὶ τὰ αἰτιατά. Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρʼ ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ.
Πῶς ἡ κατὰ τοὺς χρόνους ἀκολουθία σώζεται ἐφʼ ὧν μὴ συνυπάρχειν δοκεῖ μηδὲ σύγχρονον τὸ αἴτιον τῷ αἰτιατῷ, ἀλλὰ τὸ μὲν αὐτῶν πρῶτον εἶναι τὸ δὲ δεύτερον; δοκεῖ γὰρ εἶναί τινα καὶ οὕτως αἴτια· τοῦτο δʼ ἐν οἷς τὸ πρῶτον γεγονὸς δοκεῖ τοῦ μετʼ αὐτὸ αἴτιον εἶναι. δείκνυσι δʼ ὅτι μή ἐστι πάντως τὸ πρῶτον γεγονὸς αἴτιόν τινι τῶν μετʼ αὐτό. λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθʼ ἃς δύναται τὸ πρῶτον τῶν μετʼ αὐτὸ αἴτιον λαμβάνεσθαι συμπλοκάς, ζητῶν πῶς τῆς ἀκολουθίας λαμβανομένης δύναται ἀληθὲς εἶναι τὸ πρῶτον τῶν μετʼ αὐτὸ αἴτιον εἶναι, ἐπεὶ δεῖ πάντως ἀκολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ αἰτιατόν. Τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον.
Ἀντὶ τοῦ «τοῦ ὕστερον γεγονότος πρὸ αὐτοῦ γεγονός», ὡς ἄμφω ἐπὶ τῶν γεγονότων εἶναι, οὐ μὴν καὶ ἅμα, ὥσπερ τὸ δεύτερον ἄμφω ἐπὶ τῶν ἐσομένων καὶ τὸ τρίτον ἄμφω ἐπὶ τῶν γινομένων· τοιοῦτον γὰρ καὶ τοῦ γίνεσθαι δʼ, εἴ τι ἔμπροσθεν ἐγένετο· γράφεται δὲ καὶ τοῦ γίνεσθαι τὸ τοῦτο γεγονέναι. διὰ γὰρ τούτων εἴληφε ποτὲ μὲν ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀμφότερα, τό τε αἴτιον καὶ τὸ αἰτιατόν, ποτὲ δʼ ἐπὶ τοῦ μέλλοντος. σώζεται δʼ ἐπὶ τούτων ἡ ἀκολουθία, ἐὰν ἀπὸ τῶν ὑστέρων γένηται καὶ τῶν αἰτιατῶν. Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα καὶ τὰ ἑξῆς.
Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθίας ἐπὶ τὸ μετʼ αὐτὸ καὶ διʼ αὐτὸ γεγονὸς ὡς εἶναι, ὥσπερ ἐπὶ τοῦ αἰτίου ἀληθὲς τὸ γεγονέναι, οὕτως καὶ ἐπὶ τοῦ αἰτιατοῦ πάντως ἀληθὲς τὸ καὶ αὐτὸ γεγονέναι, οὔτε ἐὰν ὁρίσαντες τὸν χρόνον λέγωμεν οὔτε ἐὰν ἀορίστως· ἐνδέχεται γὰρ τοῦ πρώτου γεγονότος, οἷον τοῦ θεμελίου, τὴν οἰκίαν μηδέπω γεγονέναι. οὕτω δʼ οὐκ ἀκολουθήσει τῷ αἰτίῳ τὸ αἰτιατόν, εἴ γέ ἐστιν οὐκ ἀληθὲς τὸ εἰ γέγονε τὸ αἴτιον, γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὺ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ θεμέλιος γέγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέναι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ ἀληθές. ὥστε οὐ συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς ἀκολουθίας. δεῖ δὲ τὸ ὥστʼ ἐπεὶ τοῦτʼ ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι· οὔτε γὰρ ἀορίστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ τούτου. ὡς δʼ ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶτον, ἔσται καὶ τὸ μετʼ αὐτό, οὐδʼ ἐπεὶ τόδε γέγονε, τόδε ἔσται. καὶ λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον, ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ κυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν συνυπάρχει, ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνυπάρχειν καὶ ὁμοῦ γίνεσθαι. Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρόνον.
Ζητεῖ, εἰ μὴ ἐξ ἀνάγκης ἕπεται τοῖς πρώτοις τὰ δεύτερα μηδʼ ἐστὶ τὸ πρῶτον γινόμενον καὶ αἴτιόν τινος ἐσομένου, διὰ ποίαν αἰτίαν μετὰ τὰ πρῶτα γίνεταί τινα καὶ ἔστι συνέχεια αὐτῶν, ὥστε μετὰ τὸ γεγονέναι τόδε τι, φέρε εἰπεῖν θέρος, γίνεσθαι μετόπωρον καὶ μὴ διαλείπειν, εἴ γε μή ἐστιν αἴτιον τοῦ μετοπώρου τὸ θέρος. ἐν μὲν οὖν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως ζητῶν τοῦτο φυσικὴν αὐτοῦ τὴν αἰτίαν ἀποδέδωκεν, ὅτι ἡ τοῦ πέμπτου σώματος ἀΐδιος περιφορὰ αἰτία τοῦ τὴν γένεσιν συνείρειν. ἐνθάδε δὲ ὅσον μόνον λῦσαι τὸ ἀπορούμενον λέγει φησὶ γὰρ ὅτι οὐδὲ τὴν ἀρχήν ἐστι συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν· οὐ γάρ, εἰ ὁ χρόνος ὁ πᾶς συνεχὴς ἑαυτῷ, ἤδη καὶ ὁ τούτων χρόνος, ἐν ᾧ ταῦτα γίνεται, συνεχής. ὥστʼ εἰ μὴ εἴη τοῦτο, οὐδʼ ἂν αἴτια αὐτοῦ δεόντως ἐπιζητοῖτο. ὅτι οὖν μή ἐστιν ἐχόμενα καὶ συνεχῆ τὰ γεγονότα τοῖς γινομένοις, δείκνυσι δείξας πρῶτον ὅτι μηδὲ τὰ γεγονότα ἀλλήλοις ἐστὶ συνεχῆ, εἰ τὸ μὲν πρῶτον εἴη γεγονός, τὸ δὲ μετʼ αὐτό. ὅτι δὲ τὰ γεγονότα οὐκ ἔστι συνεχῆ ἀλλήλοις, παρίστησι διὰ τοῦ πᾶν τὸ γεγονός, ὅτε πρῶτον γέγονε, μὴ ἐν χρόνῳ ἀλλʼ ἐν πέρατι χρόνου γεγονέναι. τὸ μὲν γὰρ γινόμενον πᾶν ἐν χρόνῳ γίνεται, τὸ δὲ γεγονὸς ἐν πέρατι χρόνου· τοῦτο δʼ ἐστὶ τὸ νῦν, ὃ ἀδιαίρετον. δέδεικται δὲ ταῦτα ἐν τῇ Φυσικῇ ἀκροάσει. εἰ δὲ συνεχῆ μὲν ταῦτα τῶν ἐν χρόνῳ ὧν ὁ χρόνος συνεχής, τὰ δʼ ἐν οἷς τὰ γεγονότα γέγονεν οὔτε χρόνοι — πέρατα γὰρ χρόνων καὶ οὐ χρόνοι — οὔτε συνεχῆ — οὐδὲν γὰρ συνεχὲς ἐξ ἀδιαιρέτων —, οὐδʼ ἂν τὰ γεγονότα συνεχῆ ἀλλήλοις εἴη· ὡς γὰρ ἐκ στιγμῶν οὐχ οἷόν τε συνεχὲς γενέσθαι, οὕτως οὐδὲ ἐκ τῶν ἐν οἷς τὰ γεγονότα. δείξας δέ, ὅτι τὰ γεγονότα οὐ δύναται εἶναι συνεχῆ ἀλλήλοις, ἑξῆς δείκνυσιν ὅτι μηδὲ γεγονός τι γινομένῳ συνεχὲς οἷόν τʼ εἶναι. τὸ μὲν γὰρ γεγονὸς ἐν ἀδιαιρέτῳ γέγονεν, ἐν γὰρ τῷ νῦν· τὸ δὲ γινόμενον ἐν διαιρετῷ, ἐν χρόνῳ γάρ· οὐχ οἷόν τε δὲ συνεχὲς εἶναι διαιρετὸν ἀδιαιρέτῳ. συνεχῆ γὰρ ταῦτα ὧν κοινὸς ὅρος· τὸ δʼ ἀδιαίρετον οὐδὲν ἔχον κοινὸν οὐδʼ ὅρον κοινὸν ἕξει πρός τι. Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως δεῖ λεχθῆναι περὶ τούτων.
Ἐν τοῖς τελευταίοις τέτρασι λόγοις τῆς Φυσικῆς ἀκροάσεως· εἴρηται γὰρ ἐν ἐκείνοις τίνα τὰ συνεχῆ, τίνα τὰ ἐχόμενα, τίνα τὰ ἐφεξῆς, τίνα χωρίς, τίνα ἅμα· ἀλλὰ καὶ τὴν αἰτίαν ἐν ἐκείνοις ἀποδέδωκε τοῦ τὴν γένεσιν συνείρειν. Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω.
Οὐκ εἶπε «πῶς συνεχοῦς γινομένης τῆς γενέσεως» ἀλλʼ ἐφεξῆς· ἔδειξε γὰρ ὅτι μὴ συνεχής. πῶς οὖν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε πράγματος καὶ τοῦ συμπεράσματος, ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν, τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία, πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δʼ, ὅτι συνυπάρχουσιν ἀλλήλοις τό τε αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον γεγονός — τῆς ἀκολουθίας γὰρ πρῶτον γίνεται —, ἐδήλωσεν εἰπὼν ἀρχὴ δὲ τὸ Γ· τοῦτο γὰρ ὑποθέμενος εἶναι τὸ ὕστερον γεγονὸς ἀρχὴν αὐτὸ εἶπε διὰ τὸ ἐγγύτερον εἶναι τοῦ νῦν. Οὕτω δὲ λαμβάνοντι τὸ μέσον.
Οὕτω φησὶ τὴν ἀκολουθίαν κάτωθεν λαμβάνεσθαι καὶ τὸ μέσον καὶ αἴτιον προγενέστερον τιθέντι· οἷον πάλιν τῶν Γ Δ εἰ μέσον τι ἄλλο λάβωμεν, ἔσται συμπέρασμα τὸ Γ Δ, ὃ ἦν πρότερον προτέρῳ. καὶ οὕτω δὴ ἀεὶ τῶν λαμβανομένων πρότερον ἐν τῇ ἀκολουθίᾳ μέσον τι μεταξὺ γεγονὸς αὐτῶν λαμβανόντων ἡμῶν ἤτοι στήσεταί ποτε ἡ τοῦ μέσου λῆψις εἰς ἄμεσον ἀκολουθίαν, ἢ ἀεὶ καὶ ἐπʼ ἄπειρον ἔσται πάλιν τῶν γεγονότων μέσον τι γεγονὸς λαμβάνειν. ὅσον μὲν οὖν ἐπὶ τῷ χρόνῳ ἀεὶ ἔσται μέσον τι πάντων δύο γεγονότων· τῷ γὰρ πᾶν τὸ γεγονὸς ἐν τῷ νῦν γεγονέναι, πάντων δὲ τῶν νῦν μεταξὺ χρόνον ἐπʼ ἄπειρον εἶναι διαιρετὸν πάντων ἔσται τῶν γεγονότων τι μεταξὺ δυνατὸν λαβεῖν. ἐπεὶ δὲ μὴ ἀνάγκη ἐν παντὶ τῷ χρόνῳ γεγονέναι τι ἢ γίνεσθαι — οὐ γὰρ συνεχῆ τὰ γινόμενα, ὡς ἔδειξεν —, ἔσται τινὰ καὶ ἄμεσα γεγονότα λαβεῖν, ὧν μεταξὺ μὲν τοῦ γεγονότος χρόνος ἔσται, οὐ μὴν καὶ γεγονός τι μεταξύ, ὡς εἶναι αὐτὰ ἐφεξῆς ἀλλήλοις μηδενὸς αὐτῶν γεγονότος μεταξύ. οὕτως οἷόν τε ἔσται ἄμεσα γεγονότα λαβεῖν, αἳ ἀρχαὶ τῆς ἀποδείξεως κατὰ τὴν ἀκολουθίαν τὴν προειρημένην ἔσονται, καὶ ἔσται ἡ ἀρχὴ ἀπὸ τοῦ ἐσχάτου νῦν γεγονότος. αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι ὃ πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετʼ αὐτό, ὃ πρὸ τούτου ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων· τὸ γὰρ τῷ νῦν ἐνεστῶτι πλησίον, μεθʼ ὃ οὐθὲν γέγονε, πρῶτον καὶ ἀρχὴ καὶ ἄμεσον. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται· εἰ γὰρ ἀληθὲς εἰπεῖν.
Ὡς ἐπὶ τῶν γεγονότων εἶχε κατὰ τὸ μὴ εἶναι συνεχῆ ἀλλήλοις τὰ γεγονότα ἀλλʼ εἶναι πάντων τῶν γεγονότων μεταξὺ χρόνον, ὃς ἐπʼ ἄπειρόν ἐστι διαιρετός — συνεχὴς γάρ —, οὕτως καὶ ἐπὶ τῶν ἐσομένων. οὐδὲ γὰρ τὰ ἐσόμενα συνεχῆ ἀλλήλοις· καὶ γὰρ τὸ ἐσόμενον ἐν ἀτόμῳ, ὡς καὶ τὸ γεγονός· γέγονε μὲν γὰρ ἐν χρόνῳ, παύεται δὲ τοῦ γεγονέναι καὶ γεγονός ἐστιν ἐν ἀτόμῳ. εἶναι δὴ δεῖ καὶ μεταξὺ τούτων χρόνον ἐπʼ ἄπειρον διαιρετόν. δεῖ δὲ καὶ ἐπὶ τῶν ἐσομένων καὶ τῶν ἐπʼ ἐκείνων συλλογισμῶν ἀρχὴν λαμβάνειν ἀμέσους προτάσεις· οὐ γάρ, εἰ πάντων τῶν ἐσομένων χρόνος μεταξύ, ἤδη καὶ τῶν ἐσομένων ἐσόμενόν τι, ὥσπερ οὐδὲ τῶν γεγονότων γεγονός. ἢ ἄμεσον ἀρχὴν εἶπεν ἀντὶ τοῦ «ἔσχατόν τι ὁρίσαν τὰ ἐσόμενα ἀφʼ οὗ ἡ ἄνοδος ἐπὶ τὰ πρὸ αὐτοῦ ἐσόμενα». ἢ ἀρχὴ ἄμεσος ληπτέα ἀντὶ τοῦ «πρότασίς τις χωρὶς μέσου, ἥτις ἀρχή ἐστι τοῦ συλλογισμοῦ». δείκνυσι δὲ τὴν εἰρημένην ἀκολουθίαν οὕτως ἔχουσαν καὶ ἐπὶ τῶν ἔργων τε καὶ πραγμάτων τῶν τε ἤδη γενομένων καὶ τῶν ἐσομένων. Ἐπεὶ δὲ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν οὖσαν.
Εἰπὼν τίνα μὲν τάξιν ἔχει τὸ αἴτιον ἐν τοῖς κυρίως αἰτίοις, ἃ καὶ ὁμόγονα εἶπε, τίνα δʼ ἐν τοῖς ἐφεξῆς γινομένοις, καὶ δείξας ἐπιμαρτυρούμενα τὰ δεδειγμένα καὶ ἐπὶ τῶν ἔργων, ἐπεὶ καὶ τῶν ἔργων καὶ τῶν γινομένων ἐστί τινα ἃ καὶ ἀντιστρέφει ὡς μὴ μόνον τῷ ὑστέρῳ ἕπεσθαι τὸ πρὸ αὐτοῦ γεγονὸς ἀλλὰ καὶ τῷ πρώτῳ τὸ μετʼ αὐτό — κύκλῳ γὰρ ἡ γένεσίς τινων —, λέγει περὶ τούτων, τίνα δύναται ἀντιστρέφειν ὡς ἀλλήλων αἴτια γίνεσθαι, καὶ ἐφʼ ὧν ἡ κύκλῳ γένεσις γίνεται. ὅτι δὲ τούτου αἴτιον τὸ ἐπʼ ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν, δείκνυσι· τὸ γὰρ εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι τὸ ἐπʼ ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν δηλοῖ. ἐπὶ μὲν γὰρ τῆς οἰκίας καὶ τῶν λίθων οὐκ ἀντιστρέφει· οὐ γάρ, εἰ ἕπεται τῇ γενέσει τῆς οἰκίας ἡ τῶν λίθων παρασκευή, ἤδη καὶ τῇ τῶν λίθων παρασκευῇ ἡ τῆς οἰκίας γένεσις. ἀλλʼ οὐδʼ ἐπὶ τῶν ὁμογόνων, ὡς ἔφη, αἰτίων· οὐ γάρ, εἰ ἡ τῆς γῆς ἀντίφραξις αἰτία τῆς ἐκλείψεως, ἤδη καὶ ἡ ἔκλειψις αἰτία τῆς ἀντιφράξεως τῆς γῆς. φησὶ δὲ γίνεσθαι τὴν κύκλῳ δεῖξιν καὶ τὴν ἀντιστροφὴν τῶν αἰτιῶν, ἐφʼ ὧν ἕπονται ἀλλήλοις οἱ τρεῖς ὅροι τοῦ συλλογισμοῦ ἐπʼ ἴσης ὄντες καὶ ἄλλοτε ἄλλου μέσου τε καὶ αἰτίου τιθεμένου.
Ἔστι δʼ ἔνια μὲν γινόμενα καθόλου· ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται.
Δείξας ἐπὶ τῶν γινομένων ἐφʼ ὧν μὲν τὴν ἀκολουθίαν ὑγιᾶ ἐκ τῶν ὑστέρων ἀρχομένην, ἐφʼ ὧν δὲ καὶ ἀπὸ τῶν πρώτων, ὡς ἐπὶ τῶν κύκλῳ γινομένων, τὴν αἰτίαν τῶν διαφόρων ἀκολουθήσεων ἔοικε διὰ τούτων λέγειν. ἐπεὶ γὰρ τὰ μὲν τῶν γινομένων καθόλου γίνεται, ὃ ἐξηγούμενος εἶπεν ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται — τοιοῦτον γὰρ τὸ καθόλου —, τὰ δʼ ἀεὶ μὲν οὔ, ὡς ἐπὶ τὸ πολὺ δέ — τοιαῦτα γὰρ τὰ πλεῖστα τῶν γινομένων κατὰ φύσιν —, ἐν μὲν τοῖς ἀναγκαίως γινομένοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ μετʼ αὐτό, οὐκέτι δὲ ἐν τοῖς ἐνδεχομένοις, ἀλλʼ ἐπὶ τούτων ἡ ἐκ τῶν ὑστέρων ὑγιὴς ἀκολουθία, ὥσπερ καὶ ἐπὶ πάντων τῶν κατὰ τέχνην γινομένων. τῶν δὲ ἐνδεχομένων συμπερασμάτων ἐν ταῖς ἀποδείξεσιν ἀνάγκη καὶ τὸ μέσον ἐνδεχόμενον εἶναι· εἰ γὰρ ἄμφω εἶεν καθόλου αἱ προτάσεις, τουτέστιν ἀναγκαῖαι, ἀνάγκη πάντως εἶναι καὶ τὸ συμπέρασμα ἀναγκαῖον· ὑπόκειται δʼ ἐνδεχόμενον εἶναι. ὡς δʼ ἐπὶ τῶν ἄλλων ἄμεσοί τινές εἰσιν ἀρχαὶ συλλογιστικαὶ — οὐ γὰρ οἷόν τʼ ἐπʼ ἄπειρόν τινων τὰ μέσα λαμβάνεσθαι —, οὕτω καὶ ἐπὶ τῶν ἐνδεχομένων τε καὶ ὡς ἐπὶ τὸ πολὺ ἔσονταί τινες ἄμεσοι προτάσεις ἀρχὴν ἔχουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἢ εἶναι ἢ γίνεσθαι. Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται.
Τουτέστιν ἐν τοῖς ὅροις λαμβάνεται τοῖς ἐξ ὧν ὁ συλλογισμός· εἴρηκε γὰρ ὅτι μέσος ὅρος οὗτος ἐν ταῖς ἀποδείξεσι λαμβάνεται. ἢ ἀντὶ τοῦ «εἰς τοὺς ὁρισμούς»· οἱ γὰρ θέσει διαφέροντες ὁρισμοὶ τῆς ἀποδείξεως καὶ τὸ τί ἐστι τοῦ πράγματος, τουτέστι τὸ εἶναι τὸ πρᾶγμα λαμβάνουσι διὰ τοῦ τὴν αἰτίαν τῆς ὑπάρξεως αὐτοῦ λαμβάνειν. Καὶ τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρηται πρότερον.
Τοῦ τί ἦν εἶναι δηλονότι δεικτικόν, ὡς αὐτὸς εἴρηκε πρότερον. ἀπόδειξις μὲν γὰρ ἁπλῶς δέδεικται ὅτι μὴ ἔστι τοῦ τί ἐστιν, ὅτι δʼ ἐν ἀποδείξει λαμβάνεται καὶ διʼ ἀποδείξεως γνωρίζεται. ἀλλὰ καὶ ὁρισμὸς αὐτοῦ ὁ μὲν λέγων «λόγος ὁ δηλῶν τί σημαίνει τοὔνομα» οὐκ ἔστι. τῶν δὲ ἄλλων σημαινομένων τοῦ ὅρου κυριώτατα μὲν ἦν ὅρος «λόγος ὁ θέσει τῆς ἀποδείξεως διαφέρων»· διὰ γὰρ τοῦ τὴν αἰτίαν λαμβάνειν τῆς ὑπάρξεως τοῦ πράγματος καὶ τὸ εἶναι τὸ πρᾶγμα ἐδείκνυέ πως. ἤδη δὲ καὶ τὸ ὡς ἀρχὴ ἀποδείξεως καὶ τὸ ὡς συμπέρασμα· καὶ γὰρ ταῦτα ὁρισμοί πως τοῦ τί ἦν εἶναι. Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα.
Μέθοδον ἡμῖν παραδίδωσι διʼ ἧς θηρεύειν τε καὶ εὑρίσκειν δυνησόμεθα τὸν ἑκάστου τῶν ζητουμένων ὁρισμόν, ἐπεὶ μὴ οἷόν τε διʼ ἀποδείξεως αὐτὸν δεικνύναι. καὶ ἐπεὶ ὁ ὁρισμὸς ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, τουτέστι τῶν ἐν τῇ οὐσίᾳ, πῶς δυνησόμεθα λαμβάνειν τὰ χρήσιμα πρὸς τοὺς ὁρισμοὺς τοὺς ἑκάστου, λέγει. τῶν δὴ ὑπαρχόντων τισὶ τὰ μὲν τισὶ μόνοις ὑπάρχει, ὡς μονάδι ἡ ἀρχὴ καὶ στιγμῇ τὸ ἀμέγεθες, τὰ δὲ καὶ τούτοις καὶ ἄλλοις καὶ ἐπὶ πλέον ἐπεκτείνεται. καὶ τῶν ἐπὶ πλέον ἐπεκτεινομένων τὰ μὲν οὐχ ὑπερβαίνει τὸ γένος τὸ ἐκείνου οὗ βουλόμεθα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα λαβεῖν, τὰ δὲ καὶ ἐπὶ τὰ ἀνομογενῆ ἐπεκτείνεται· οὐ γὰρ ὁμοίως ὑπάρχει τῷ ἀνθρώπῳ τὸ ζῷόν τε καὶ τὸ λευκόν. τῶν δὴ καθόλου κατηγορουμένων ὅσα ἐπὶ πλέον λεγόμενα τοῦ προκειμένου μὴ ἐπὶ πλέον τοῦ γένους αὐτοῦ ἐπεκτείνεται, ταῦτα λαμβάνονται ὡς τῆς οὐσίας αὐτοῦ καὶ τοῦ τί ἦν εἶναι δηλωτικά. τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος, ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορούμενον εἴληπται, ἂν ληφθῇ ταῦτα, ὧν ἕκαστον ἐπὶ πλέον μὲν τοῦ ὁριζομένου ἐστί, πάντα δὲ ὁμοῦ μόνῳ καὶ παντὶ ὑπάρχει τῷ ὁριζομένῳ, ἐκεῖνα τὴν οὐσίαν αὐτοῦ ἐνδείξεται. καὶ εἴη ἂν ὁρισμὸς ὁ ἐκ τῶν καθόλου τε καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν. Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον.
Πρῶτον μὲν δείκνυσιν ὅτι ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συντιθέμενος λόγος ἀναγκαίως ὑπάρχει τῷ ὑποκειμένῳ, δεύτερον δὲ ὅτι καὶ ὁρισμός ἐστιν αὐτοῦ. δεῖ δʼ ἀντὶ τοῦ τὰ καθόλου δʼ ἀναγκαῖα γεγράφθαι «τὰ καθόλου γὰρ ἀναγκαῖα»· ὡς γὰρ αἴτιον τοῦ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι παρέθετο τὸ ἀναγκαῖα εἶναι τὰ καθόλου. τό τε γὰρ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου κατηγορεῖσθαι, φανερὸν ὂν τῷ δεδεῖχθαι διὰ τοῦ πρὸ τούτου βιβλίου, ὃ καὶ αὐτὸς εἶπε διὰ τοῦ ἐπεὶ δὲ δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω, δεικτικὸν ἂν εἴη τοῦ τὴν πρώτην πρότασιν εἶναι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα. ὃ εἴρηται μὲν καὶ αὐτὸ ἐν τῷ πρώτῳ, καὶ ἐν τούτῳ δὲ πρὸ ὀλίγου εἴρηκεν οὕτως· «τοῦτο γὰρ τὸ καθόλου, τὸ ἐπὶ παντὶ καὶ ἀεί», εἴη δʼ ἂν ἐν πρώτῳ σχήματι συναγόμενον τὸ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι διὰ μέσου τοῦ καθόλου. Ὅτι δὲ οὐσία, ἐκ τῶνδε δῆλον.
Ἐπειδὴ μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα, δείκνυσιν, ὅτι καὶ οὐσία καὶ ὁρισμὸς ὁ εἰρημένος λόγος. εἰ γὰρ μή ἐστιν ὁρισμός, κατηγορεῖται δʼ ἐν τῷ τί ἐστιν, εἴη ἂν γένος· τὸ γὰρ ἴδιον οὐκ ἐν τῷ τί ἐστιν, εἴ γε συμβεβηκός. ᾧ λόγῳ εἰ μέν τι ὄνομα εἴη ἐπιτεταγμένον, εἴη ἂν ὠνομασμένον τὸ γένος· εἰ δὲ μὴ εἴη διʼ ὀνόματος δηλούμενον, ἀνώνυμον. ἔνια μὲν γὰρ γένη ἀνώνυμά ἐστι καὶ διὰ λόγου δηλοῦται, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνόν· ταῦτα γὰρ γένη μέν, ἀλλʼ ἀνώνυμα. καθόλου γάρ, ὅταν γένος μετὰ διαφορῶν τινος κατηγορῆται καὶ μὴ ᾖ ὁρισμὸς αὐτοῦ, γένος αὐτοῦ γίνεται ὁ προειρημένος λόγος καὶ ἐπὶ πλειόνων κατηγορούμενος εἰδῶν καὶ οὐ τῆς τριάδος μόνον· τὰ γὰρ γένη ἐπὶ πλέον τῶν οἰκείων εἰδῶν, εἰ καὶ μὴ ἀεὶ ἐνεργείᾳ, κατά γε δύναμιν ἀεί. ἀλλὰ μὴν οὐδενὶ ὑπάρχει ἄλλῳ τὰ προειρημένα ἢ ταῖς ἀτόμοις τριάσιν· οὐσία ἄρα τὰ προειρημένα τῆς τριάδος. ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφʼ ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι. τῷ δὲ ὑποκείσθω ἀντὶ τοῦ «κείσθω καὶ ὁμολογείσθω κέχρηται· οὐ γὰρ ἀμφισβητεῖ κατʼ αὐτοῦ. Εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλῳ.
Ὑπογράψας τὴν μέθοδον τὴν ὁριστικὴν ἐπὶ τῶν ἀτόμων εἰδῶν καὶ δείξας ὁρισμὸν ὄντα παντὸς εἴδους ἀτόμου λόγον ὃς ἤθροισται ἐκ τοιούτων, ἃ ἐν τῷ τί ἐστι κατηγορεῖται κατὰ μόνων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, καὶ πιστωσάμενος τὸ εἶναι τοῦ προκειμένου ὁρισμὸν τὸν εἰρημένον λόγον ἐκ τοῦ κατὰ μόνων αὐτὸν κατηγορεῖσθαι τῶν ἀτόμων τῶν ὑπʼ ἐκεῖνο, νῦν δείκνυσιν ὅτι καὶ ὁ τῶν γενῶν ὁρισμὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος εἰδῶν, ἐν οἷς ἐστι τῷ γένει τὸ εἶναι, εὑρίσκεται. ἐπεὶ γὰρ ὁρισμοὶ οὐ μόνον ἀτόμων εἰσὶν εἰδῶν ἀλλὰ καὶ γενῶν, πῶς δυνησόμεθα καὶ τοὺς τῶν γενῶν ὁρισμούς, ὧν εἰσι γενῶν ὁρισμοί, εὑρίσκειν; τὰ δὲ αὐτὰ πρῶτά τε εἴδη καὶ ἄτομα ἐκ παραλλήλου εἶπεν. Χρὴ δὲ ὅταν ὅλον τι πραγματεύηταί τις.
Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν, πρῶτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες — ἔχει γὰρ γένος, εἴ γε ὁριστόν ἐστιν —, ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων κοινὸν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοῦ εἴδους, οὕτω καὶ ἃ μόνοις πᾶσι τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν. Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς.
Εἰπών, τί ἐστιν ὁρισμὸς καὶ πῶς οἷόν τε ὁρίζεσθαι, ἐφεξῆς λέγει περὶ τῆς διαιρετικῆς μεθόδου, καὶ δείκνυσιν αὐτῆς τὸ χρήσιμον πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, πρὸς γὰρ τὸ λαμβάνειν τὰ καθόλου τε καὶ καθʼ αὑτὰ κατηγορούμενα ἐπὶ πλέον, ἐξ ὧν ἀθροιζομένων τε καὶ συντιθεμένων ἡ ἴδιος οὐσία τοῦ προκειμένου δηλοῦται· ἐκ γὰρ τῆς διαιρέσεως τῆς κατὰ τὰς διαφορὰς τοῦ γένους, οὗ εἶδός τι ὁρίσασθαι ζητοῦμεν, τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ληψόμεθα τοῦ προκειμένου. χρήσιμοι δʼ αἱ διαιρέσεις, εἰ καὶ μηδὲν δεικνύουσι συλλογιστικῶς, πρὸς τὸ ἀθροίζειν ἐξ αὐτῶν τὸ τί ἐστι καὶ τὸν ὁρισμόν· τοῦτο γὰρ εἶπε τὸ συλλογίζεσθαι. χρήσιμοι δὲ καὶ πρὸς τὴν τάξιν τῶν ἐν τοῖς ὁρισμοῖς λαμβανομένων καὶ πρὸς τὸ μηδὲν παραλιπεῖν. Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον ἥμερον.
Τουτέστιν εἰ κατὰ τὴν διαίρεσιν ἅπαν τὸ ἐκ τῆς διαιρέσεως λαμβανόμενον καὶ συντιθέμενον τῷ διῃρημένῳ ἕν τι γίνεται καὶ γένος τοῦ μετʼ αὐτὸ καὶ ἐκ τούτου τοῦ γινομένου ἐκ τῆς συνθέσεως ἡ διαίρεσις γίνεται, δῆλον ὡς ἀεὶ ἡ δευτέρα διαίρεσις εἰς ἐλάττω ἔσται καὶ οὐκ ἔσται πρῶτον τὸ ἐπʼ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον ὄντος ἐν τῇ συνθέσει τῶν εἰλημμένων. ἐπειδὴ δʼ ἡ διαφορὰ καθʼ αὑτὴν λαμβανομένη οὐ δοκεῖ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, διὰ τοῦτο συντιθεμένην αὐτὴν τῷ τεμνομένῳ ἕν τι εἶπε γίνεσθαι καὶ οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ ἓν τοῦτο γίνεσθαι γένος τοῦ μετʼ αὐτὸ καὶ πάλιν διαιρεῖσθαι. διὸ χρήσιμος ἡ διαίρεσις τὴν τάξιν ταύτην δεικνῦσα· ἀεὶ γὰρ τὸ διαιρούμενον τοῦ ἐκ τῆς διαιρέσεως γινομένου πρῶτον ληφθήσεται. Ἢ ὅ τι δήποτέ ἐστι τὸ ἓν γινόμενον, ἀναγκαῖον διελόμενον αἰτεῖσθαι. ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν.
Ἀντὶ τοῦ “ἀνάγκη πρῶτον διελόμενον αἰτεῖσθαι καὶ λαμβάνειν ἐκ τῆς διαιρέσεως τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον τοῦ προκειμένου”· τὸ γὰρ μὴ διʼ ἀποδείξεως λαμβάνειν αἰτεῖσθαι λέγει. Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος.
Δείξας, ὅτι πρὸς τὴν τάξιν τῶν ἐν τῷ ὁρισμῷ λαμβανομένων ἑκάστου χρήσιμος ἡ διαίρεσις, καὶ πρὸς τὸ μηδέν φησι παραλειφθῆναι τῶν ὀφειλόντων ἐν τῷ ὁρισμῷ παραληφθῆναί τε καὶ τεθῆναι χρήσιμον εἶναι τὴν διαίρεσιν. κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς ἑκάστῳ γένει διαφορὰς εἰ γίνεται ἡ διαίρεσις, οὐδὲν παραλειφθήσεται· οἰκεῖαι δὲ καὶ προσεχεῖς τῷ διαιρουμένῳ γένει διαφοραὶ εἰς ἃς πᾶν τὸ ὑπὸ τὸ διαιρούμενον γένος ἐμπίπτει· εἰ γὰρ μὴ αἱ προσεχεῖς αὐτῷ λαμβάνοιντο διαφοραί, πολλὰ ἂν παραλείποιτο. ἔδειξε δέ, τίνες οἰκεῖαι καὶ προσεχεῖς διαφοραὶ καὶ τίνες οὐκ οἰκεῖαι, διʼ ἃς καὶ παραλείπεταί τινα, διὰ τοῦ παραδείγματος. Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν καὶ τῶν ὑπʼ αὐτό, οἷον ὄρνιθος, εἰς ἣν πᾶς ὄρνις, καὶ ἰχθύος, εἰς ἣν πᾶς ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν εἰδέναι ὅτι οὐδὲν παραλέλειπται.
Ἔξω γένη ἢ τὰ ἀνωτέρω καὶ κοινότερα αὐτοῦ τοῦ ζῴου, οὗ ἐμνημόνευσεν, ἢ ἔξω τὰ ἕτερα καὶ κεχωρισμένα τοῦ ζῴου καὶ τῆς οὐσίας, ὧν εἴη ἂν τὰ ὑπὸ τὰς ἄλλας κατηγορίας. ἢ τῶν ἔξω καὶ τῶν ὑφʼ αὑτά ἀντὶ τοῦ “τῶν μὴ ὑπαλλήλων ὄντων ἀλλὰ κεχωρισμένων”· τοιαῦτα γὰρ ἥ τε ὄρνις καὶ ὁ ἰχθύς. Ἄλλως δὲ καὶ παραλιπεῖν ἀναγκαῖον καὶ μὴ εἰδέναι.
Εἴτε παραλέλειπται εἴτε μή. ἢ “οὐδʼ ὁρίζεσθαι δύναται οὐδʼ ἔχειν τὴν κατὰ τὸν ὁρισμὸν γνῶσιν”. Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον.
Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστί τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα. ἐπεὶ δὲ δοκεῖ πιθανότητά τινα εἰσφέρειν, τίθησιν αὐτήν. ἔστι γὰρ ὁ λόγος ὁ τοῦτο οἰόμενος δεικνύναι τοιοῦτος· δεῖ τὸν ὁριζόμενόν τι εἰδέναι τὴν πρὸς τὰ διαφέροντα αὐτοῦ πάντα διαφοράν· οὗ μὲν γὰρ μὴ διαφέρει τι, τούτῳ ταὐτόν ἐστιν, οὗ δὲ διαφέρει, ἕτερον. τὸν δὴ ὁριζόμενόν τι ὡς διαφέρον τῶν ἄλλων δεῖ εἰδέναι αὐτοῦ τὰς διαφορὰς αἷς τῶν ἄλλων διαφέρει· μὴ γὰρ εἰδώς τις τοῦτο καὶ τὸ ταὐτὸν ἕτερον καὶ τὸ ἕτερον ταὐτὸν ἡγήσεται. οὕτως δʼ οὐδʼ ἀποδώσει τὴν οἰκείαν τινὸς οὐσίαν· ἂν γὰρ οὕτω τύχῃ, οὐδὲν κωλύει τὸν ἀποδιδόμενον λόγον κοινὸν εἶναι καὶ ἄλλων τινῶν. ἀλλὰ μὴν ἀδύνατον τὴν πρός τινα διαφοράν τινος εἰδέναι μὴ εἰδότα κἀκεῖνα ὧν τὸ προκείμενον διαφέρει. δεῖ ἄρα πάντα εἰδέναι τὸν ὁριζόμενόν τι, καὶ γὰρ καὶ τοῦτο ὃ ὁρίζεται ὁ ὁριζόμενος — πῶς γὰρ ἂν αὐτὸ ὁρίσαιτο; — καὶ τἆλλα πάντα ὧν ὡς ἕτερον ὂν αὐτὸ ὁρίζεται. ὅτι δὲ μὴ ὑγιὴς ὁ λόγος οὗτος μηδʼ ἀνάγκη τὸν ὁριζόμενόν τι πάντα τὰ ὄντα εἰδέναι, δείκνυσι. Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος.
Οὐκ εἴ τί τινος διαφέρει, ἕτερον τοῦτο εὐθὺς ἐκείνου· τὸ γὰρ ἕτερόν τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον — πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις διαφέρει ἀλλήλων — καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλήλων ἕτερα εἶναι, ἀλλὰ δεῖ προσκεῖσθαι τὸ κατʼ οὐσίαν. τὰ γὰρ κατʼ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα, οὐ τὰ καθʼ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν, ἀλλʼ οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων· εἰ γὰρ ἕτερα ἀλλήλων, καὶ οἱ λόγοι αὐτῶν καὶ ἡ οὐσία ἕτερα. Εἶτα ὅταν λάβῃ τὰ ἀντικείμενα καὶ τὰ ἑξῆς.
Ὅτι μὴ πάντα ἀναγκαῖον εἰδέναι τὸν ὁριζόμενόν τι καὶ διαιρούμενον προσχρώμενον τῇ διαιρετικῇ. ὅταν γὰρ λάβῃ ἐν τῇ διαιρέσει τὰ ἀντικείμενα κατὰ τὰς διαφοράς, λάβῃ δʼ οὕτως τὰ ἀντικείμενα ὡς πᾶν ἐμπίπτειν τὸ ὑπὸ τὸ γένος τὸ διῃρημένον ἐν τῷ ἑτέρῳ τῶν ἀντιδιῃρημένων, γνώριμον δʼ ᾖ καὶ τὸ ζητούμενον ἐν ποτέρῳ, τοῦτο λήψεται, κἂν μὴ γνωρίζῃ πόσα καὶ τίνα ἐστὶ τὰ ὑπὸ τὰς ἀντιδιῃρημένας διαφοράς· οὐ γὰρ ἐκ τοῦ εἰδέναι, πόσα καὶ τίνα τὰ λογικὰ καὶ τὰ ἄλογά ἐστι, γνώριμον ὅτι ὁ ἄνθρωπος λογικός, ἀλλʼ ἐκ τοῦ εἰδέναι ἐν τίνι ἐστὶ τὸ εἶναι λογικόν. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων διαφορῶν· ἂν γὰρ οὕτω προϊὼν κατὰ τὴν διαίρεσιν τὴν εἰς τὰ ἀντικείμενα γινομένην ἔλθῃ εἰς ταῦτα ὧν μηκέτι ἐστὶ διαφορά — τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη —, δῆλον ὡς ὁρισμὸν ἐκ τῆς συνθέσεως τῶν διαφορῶν, ἐν αἷς ἔλαβεν εἶναι τὸ ζητούμενον, ἕξει οὐκ εἰδὼς τίνα καὶ πόσα ἐστὶ τὰ ὑπὸ τὰς ἀντικειμένας διαφοράς. Τὸ δʼ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα.
Οὐ γὰρ ἐκ τοῦ εἰδέναι πάντα τὰ τῶν ζῴων γένη γνώριμον γίνεται τὸ “πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογον”, ἀλλʼ ἐκ τοῦ εἰδέναι ὅτι μηδέν ἐστι τούτων μεταξύ. Ἀνάγκη γὰρ ἅπαν ἐν θατέρῳ.
Τοῦτο οὐκ ἀργῶς προσέθηκε· δύναται γὰρ ἄμεσος μὲν ἡ διαίρεσις γεγονέναι μὴ οἰκεία δὲ τῷ προκειμένῳ γένει· τὸ γὰρ ὁλόπτερον καὶ σχιζόπτερον εἰ καὶ ἄμεσα ἐπὶ ζῴου πτηνοῦ, ἀλλʼ οὐκέτι τῷ ζῴῳ συντεθέντα πάντα τὰ ζῷα περιλήψεται τῷ μὴ ζῴου οἰκεῖα εἶναι. Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρέσεων καὶ τὰ ἑξῆς.
Εἰπὼν ὅτι χρήσιμος ἡ διαιρετικὴ μέθοδος πρὸς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν, εἰ καὶ μὴ πρὸς συλλογισμόν, νῦν λέγει τίνα χρὴ παραλαμβάνειν τε καὶ φυλάττειν τὸν βουλόμενον διὰ τῶν διαιρέσεων κατασκευάζειν ὁρισμόν. κατασκευάζειν δὲ ὅρον εἶπεν οὐ τὸ ἀποδεικνύναι· οὐδὲ γὰρ ἔστιν ἀποδεῖξαι ὅρον· οὐδὲ γὰρ πᾶν, εἴ τι κατασκευάζεται, τοῦτο καὶ ἀποδείκνυται. κατασκευάσαι οὖν τὸ εὑρεῖν τε καὶ συνθεῖναι καὶ ἀποδοῦναι εἶπε. τὸ δὲ διὰ τῶν διαιρέσεων προσέθηκεν· εἰσὶ γάρ τινες ἀποδεδομένοι ὅροι οὐκ ἐκ διαιρέσεως, ὡς οἱ τῶν πρώτων γενῶν· οὐ γὰρ οἷόν τε τοὺς τούτων λόγους ἐκ διαιρέσεως ἀποδοῦναι, εἴ γε καὶ αὐτοὶ ὅροι. τριῶν δέ, φησί, δεῖ στοχάζεσθαι τοὺς διὰ τῆς διαιρέσεως κατασκευάζοντάς τε καὶ ἀποδιδόντας τοὺς ὅρους, πρῶτον μὲν τοῦ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι· ταῦτα δέ ἐστι τό τε γένος καὶ αἱ διαφοραί· δεύτερον τῆς τούτων τάξεως, τί πρῶτον καὶ τί δεύτερον, τρίτον ὅτι πάντα ταῦτα συντεθέντα ὁρισμός ἐστι τοῦ προκειμένου καὶ οὔτε ἐνδεῖ τι οὔτε περιττεύει. Ὅτι δὲ πάντα ταῦτα. φανερόν.
Ὅτι πάντα ταῦτα, τὰ εἰλημμένα τε οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι καὶ τεταγμένα οὕτως ὡς τὰ πρῶτα τοῖς μετὰ ταῦτα ἕπεσθαι, ὁρισμός ἐστι τοῦ προκειμένου. Τοῦ δὲ τελευταίου μηκέτι εἶναι διαφοράν.
Τὸ μὲν πρῶτον ῥηθὲν ἁρμόζει ἐπὶ μόνων τῶν ἀτόμων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται· ἀδιάφορα γὰρ κατʼ εἶδος. τὸ δὲ δεύτερον ῥηθὲν κοινότερόν ἐστιν· οὐ γὰρ μόνον ἐπὶ τῶν ἀτόμων εἰδῶν ἁρμόζει ἀλλὰ καὶ ἐπὶ τῶν ὁριστῶν γενῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα εἴη τις τῶν εἰλημμένων καὶ συντεθειμένων τῷ πρώτῳ γένει διαφορὰ διαιρετική, ἀλλʼ οὖν, ἂν ᾖ ὃ βουλόμεθα ὁρίσασθαι καὶ ὁ ἀποδεδομένος λόγος ταὐτὸν τῷ εἴδει, οὐκέτι διελοῦμεν.
Ἢ γὰρ γένος ἢ διαφορὰ ἂν εἴη.
Ὅτι οὐδέτερον τούτων λείπει τῷ πάντα κατὰ τὴν συνέχειαν τῆς τῶν γενῶν διαιρέσεως εἰλῆφθαι. τό τε γὰρ πρῶτον γένος ἦν, καὶ τοῦτο μετὰ τῶν διαφορῶν συλλαμβανόμενον μέχρι τῆς τελευταίας ἐποίει γένη· δεῖ γὰρ τὸ διαιρούμενον διαιρεῖσθαι ὡς γένος· διὸ γένος μὲν οὐ λείπει. ἀλλὰ μὴν οὐδὲ διαφορά τις· πᾶσαι γὰρ κατὰ τάξιν εἰσὶν εἰλημμέναι ὡς μηδεμίαν ἡμᾶς ὑπερβεβηκέναι. ἀλλὰ μὴν οὐδὲ ὑστέρα τις ὀφείλουσα προστεθῆναι παρεῖται· οὐ γὰρ ἂν ἔτι ἦν ταὐτὸν κατʼ εἶδος τό τε ὁριστὸν καὶ ὁ ὅρος, εἰ ἔλειπέ τις διαφορά, ἀλλʼ ἦν ἂν ὁ ἀποδεδομένος λόγος γένους τινὸς τοῦ ὁριστοῦ, οὐκ αὐτοῦ τούτου ὃ ὁριζόμεθα. τὸ γένος δὲ τοῦ οἰκείου εἴδους ἕτερον καὶ διαφέρον τῷ εἴδει· ὧν γὰρ διαφέροντες οἱ ὁρισμοί, ταῦτα τῷ εἴδει ἕτερα· ἔκειτο δʼ ἡμῖν μηδὲν κατʼ εἶδος ὁ ἀποδεδομένος λόγος διαφέρειν τοῦ ὃ ὁριζόμεθα. Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα.
Εἰπὼν διὰ μέσου περὶ τῆς διαιρετικῆς μεθόδου καὶ δείξας τὸ ἀπʼ αὐτῆς πρὸς τοὺς ὁρισμοὺς χρήσιμον ἐπάνεισι πρὸς τὰ πρότερον εἰρημένα· ἦν δὲ ὅτι ἐκ τοῦ ὁρισμοῦ τῶν ὑπὸ τὸ γένος ἀτόμων εἰδῶν δεῖ τὸν τοῦ γένους ὁρισμὸν λαμβάνειν· εἶπε γὰρ “τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τὰ συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα”. ἐκείνοις γὰρ συνάπτει ταῦτα καὶ δείκνυσι πῶς τῷ προειρημένῳ τρόπῳ χρώμενοι πρὸς τοὺς τῶν κοινῶν ὁρισμοὺς καὶ τὰ γενῶν μὲν φαντασίαν ἔχοντα οὐκ ὄντα δὲ γένη γνωρίζειν οἷοί τʼ ἐσόμεθα. ἔστι γάρ τινα, ἃ διὰ τὸ κοινοῦ τινος ὀνόματος τετυχηκέναι δοκεῖ εἶναι ὁμογενῆ ὄντα ὁμώνυμα, ὥσπερ τὸ ὂν κοινὸν μὲν ὄνομα, οὐκέτι δὲ καὶ πρᾶγμα· ὁμοίως καὶ τὸ ἀγαθόν. οὐ δεῖ δὴ ὡς γένος τι τούτων τὸν ὁριζόμενον λαμβάνειν. ὅπως οὖν τοῦτο δυνησόμεθα φυλάσσεσθαι, διὰ τούτων διδάσκει, καὶ πῶς εὑρήσομεν τὸν τῶν γενῶν ὁρισμὸν ἀπὸ τῶν εἰδῶν. ὃ καὶ ἐν τοῖς ἐπάνω φθάνει εἰρηκέναι· κάτωθεν γὰρ ἀρχομένη ἡ εὕρεσις τῶν ὁρισμῶν, καθὰ ὑπογράφει. Εἰ δὲ μηδέν, εἴδη δύο ἂν εἴη τῆς μεγαλοψυχίας.
Τοῦτο εἶπεν οὐχ ὡς εἴδη γένους λαμβάνων — οὕτως γὰρ ἂν καὶ ἡ μεγαλοψυχία γένος ἦν εἴδη ἔχουσα δύο —, ἀλλʼ ὅτι ὁμώνυμος ἡ μεγαλοψυχία.
Αἰεὶ δʼ ἐστὶ πᾶς ὅρος καθόλου.
Ἀφορίσας, ὅσα παρακολουθεῖ τοῖς ὁρισμοῖς, καὶ ὧν δεῖ στοχάζεσθαι τοὺς ὁριζομένους λέγει. Διὸ δεῖ ἀπὸ τῶν καθʼ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν.
Καθʼ ἕκαστα λέγει οὐ τὸ τὶ καὶ τὸ ὄντως ἄτομον — μαχόμενα γὰρ ἂν λέγοι τοῖς προειρημένοις — ἀλλὰ τὸ ἄτομον εἶδος· τοῦτο γὰρ ἐν τοῖς ὁριστοῖς τὸ καθʼ ἕκαστον· ὡς γὰρ ὁριστὸν καὶ καθʼ ἕκαστον, οὐχ ἁπλῶς. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ ἐν τοῖς ἀδιαφόροις· τὰ γὰρ μηκέτι εἰς εἴδη διαιρούμενα ἀδιάφορα κατὰ τὰς κυρίως διαφοράς. ῥᾷον δʼ ὁρίσασθαι τὸ ἄτομον εἶδος, ὅτι τὰ καθʼ ὧν τοῦτο κατηγορεῖται φανερώτερά εἰσι τῶν εἰδῶν ὧν τὸ γένος κατηγορεῖται. ἀπὸ δὲ τῆς τῶν ὑποκειμένων κοινότητος καὶ ταυτότητος ἐδείχθη ἀθροιζόμενος ὁ ὁρισμὸς τῶν κατηγορουμένων. εἰ δὴ γνωριμώτεροι οἱ τῶν εἰδῶν ὁρισμοὶ ἢ οἱ τῶν γενῶν, ἀπὸ τῶν εἰδῶν χρὴ μεταβαίνειν ἐπὶ τὸν τῶν γενῶν ὁρισμὸν καθʼ ὃν εἴρηται τρόπον, οὐκ ἄνωθεν διαιρουμένους ἀλλὰ κάτωθεν συντιθέντας. Καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον.
Τῷ γὰρ φανερώτερα εἶναι τὰ τοῖς ἀτόμοις εἴδεσιν ὑποκείμενα ῥᾳδία γνωσθῆναι ἡ κατὰ ταῦτα ὁμωνυμία. εἰ τοίνυν δεῖ μὲν ὁριζομένους φυλάττεσθαι τὰς ὁμωνυμίας, εὐφυλακτότεραι δʼ ἐν τοῖς εἴδεσι, καὶ διὰ τοῦτο ἄρα ἀπὸ τῶν εἰδῶν χρὴ τὴν ἀρχὴν τῶν ὁρισμῶν ποιεῖσθαι. Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι.
Ὅτι ὥσπερ ἐν ταῖς ἀποδείξεσι πάντως προηγεῖται τὸ συλλογίσασθαι — οὐ γὰρ οἷόν τε ἀπόδειξιν ἀσυλλόγιστον εἶναι —, οὕτω καὶ ἐν τοῖς ὁρισμοῖς δεῖ εἶναι τὸ σαφές· οὐ γάρ ἐστιν ὁρισμὸς ὁ μὴ σαφὴς λόγος, εἴ γε ἐπαγγέλλεται ὁ ὁρισμὸς γνώριμον ποιῆσαι τὸ ζητούμενον.
Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν.
Ὅτι οὐ δεῖ πειρᾶσθαι ὁμωνύμου τινὸς ὁρισμὸν ἀποδιδόναι. ἐπὶ τούτοις λέγει πρὸς σαφήνειαν συντελεῖν καὶ τὸ διὰ κυρίων ὀνομάτων τοὺς ὁρισμοὺς ἀποδιδόναι καὶ μὴ χρῆσθαι μεταφοραῖς μηδὲ τροπικοῖς ὀνόμασιν· ἀσαφείας γὰρ αἴτια τὰ τοιαῦτα ἐπὶ πλείονα ἐφαρμόζεσθαι δυνάμενα. διαλέγεσθαι δέ φησι τὸ διαλεκτικῶς ὁμιλεῖν. Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα.
Παραδίδωσιν ἡμῖν διὰ τούτων μέθοδον διʼ ἧς εὐπορεῖν δυνησόμεθα εἰς τὸ λέγειν τὰ προβλήματα. λέγειν δὲ προβλήματά ἐστι τό τε συντιθέναι αὐτὰ δύνασθαι καὶ προβάλλειν καὶ τὸ τὰς αἰτίας αὐτῶν ἀποδιδόναι, ἐφʼ οὗ καὶ νῦν τῷ λέγειν αὐτὸς κέχρηται, ἐπὶ γὰρ τοῦ λέγειν τὰς αἰτίας τῶν ζητουμένων, ὡς καὶ προϊὼν δηλώσει· λέγει. γὰρ προβλήματα ἐν οἷς ζητεῖται τὸ διὰ τί διʼ οὗ παραδίδωσι τρόπου. ἢ ὁ ἅμα ἀμφότερα δεικνύμενα, καὶ ἡ εὕρεσις τῶν προβλημάτων καὶ ἡ εὕρεσις τῆς αἰτίας. ἔστι δʼ αὐτῷ πολλὰ βιβλία τοιούτων προβλημάτων. πῶς οὖν εὐπορήσομεν τοῦ τὴν αἰτίαν ἐν τοῖς προβαλλομένοις ἀποδιδόναι, ὑπογράφει· οὐ γὰρ περὶ ὁρισμῶν ἐστιν ἃ λέγει νῦν, ὡς ᾠήθησάν τινες. Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα.
Φησὶ μὴ μόνον ἐπὶ τῶν κοινὸν καὶ ἕν τι ἐχόντων ὄνομα κατηγορούμενον χρήσιμον εἶναι τὴν προειρημένην ἐκλογὴν πρὸς τὴν τῆς ἐν τοῖς προβλήμασιν αἰτίας ἀπόδοσιν, ἀλλὰ καὶ ἐφʼ ὧν οὐκ ἔστι μὲν ἓν καὶ ταὐτὸν τὸ κοινόν, κατʼ ἀναλογίαν δὲ τὴν ταυτότητα ἔχει. τὰ γὰρ διαφέροντα καὶ ἐν διαφέρουσιν ὄντα ὅταν τὴν αὐτὴν ἀναλογίαν ἔχῃ, πάντα τὰ ἐν οἷς ἐστι κοινά πως καὶ αὐτὰ γίνεται, οὐχ ἁπλῶς ἀλλὰ κατὰ ἀναλογίαν. οὐδὲ γὰρ κοινὸν ἓν ἐπὶ τῶν ἐχόντων σήπιον καὶ ὀστοῦν καὶ ἄκανθαν, ὥσπερ ἐπὶ τῶν κέρατα ἐχόντων ἓν ἦν τὸ κερασφόρον, ἀλλʼ ἀναλογίᾳ τὸ ἓν ἐπʼ αὐτῶν λαμβάνεται· ὃν γὰρ λόγον ἔχει τὸ ὀστοῦν ἐν τοῖς τῶν ζῴων ὑπόποσι, τοῦτον ἐν μὲν ἰχθύσιν ἄκανθα, ἐν δὲ σηπίαις τὸ σήπιον· ἕκαστον γὰρ αὐτῶν ἐν ἑκάστῳ τῶν ἐν οἷς ἐστιν ἔρεισμά τί ἐστι. Τὰ δʼ αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον ἔχειν.
Ποῖα τὰ αὐτὰ προβλήματα, ὅτι ἢ ὧν τὸ αὐτὸ αἴτιον καὶ μέσον ἐστί, καὶ τοῦτο ἢ τῷ γένει μόνῳ ταὐτόν ἐστιν ἢ καὶ τῷ γένει καὶ τῷ εἴδει ταὐτόν ἐστιν, ἢ ὧν τὸ αἴτιον ὑπὸ τὸ ἕτερον αἴτιόν ἐστι, τουτέστι τὸ τοῦ ἑτέρου αἴτιον ὑπὸ τὸ τοῦ ἑτέρου αἴτιόν ἐστι. τίθησι δʼ ἑξῆς καὶ τὸ κατὰ ἀναλογίαν. διὰ τούτων δὲ διδάσκει ἡμᾶς, πῶς γνωσόμεθα ὅσα ταὐτὰ ὄντα ἀλλήλοις προβλήματα μὴ δοκεῖ διὰ τὸ ἐπὶ διαφόρου ὕλης ἐρωτᾶσθαι, ὡς δύνασθαι πρὸς ἓν αὐτῶν εὐπορήσαντας τῆς αἰτίας ἔχειν καὶ περὶ τῶν ἄλλων ὁμοίως λέγειν. καὶ Θεόφραστος δὲ ἐπραγματεύσατο περὶ τὴν συναγωγὴν τῶν ὁμοίων προβλημάτων. ἀλλʼ ἐκεῖνος μὲν ἱστορεῖ ἐν ἐκείνοις τίνα ὅμοια ἀλλήλοις ἐστὶ τῶν προβλημάτων· Ἀριστοτέλης δὲ νῦν διδάσκει τίνι κρινοῦμεν τὰ ταὐτὰ ἀλλήλοις προβλήματα. λέγει δὴ διχῶς ταὐτὰ εἶναι ἀλλήλοις· ἢ τῷ τὸ αὐτὸ μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. ἔστι δὲ ἐπὶ τῶν τοιούτων προβλημάτων κοινὸν μέσον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, οἷον διὰ τί χειμῶνος μᾶλλον πέττομεν; διὰ τί καθεύδοντες πυκνὸν ἀναπνέομεν; διὰ τί αἱ πηγαὶ τοῦ χειμῶνος θερμότεραι; πάντων γὰρ τούτων αἴτιον τὸ αὐτό, ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὃ καὶ μέσος ὅρος ἐστί. καὶ τούτων πάλιν τῶν διὰ τὸ τὸν αὐτὸν μέσον ἔχειν τῶν αὐτῶν ὄντων ὑποδιαίρεσιν ποιεῖταί τινα πρὸ τοῦ τὸν δεύτερον εἰπεῖν τρόπον, καθʼ ὃν καὶ αὐτὸν τὰ αὐτὰ ἀλλήλοις προβλήματα γίνεται· τῶν γὰρ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἐχόντων τὰ μὲν τῷ γένει ταὐτά ἐστιν, οὐ μὴν τῷ εἴδει, τὰ δὲ πρὸς τῷ γένει καὶ τῷ εἴδει ταὐτά ἐστι. Περὶ δʼ αἰτίου καὶ οὗ αἴτιον ἀπορήσειεν ἄν τις.
Ἤδη μὲν περὶ τοῦ συνυπάρχειν τὰ αἴτια τοῖς αἰτιατοῖς εἶπεν· ἔδειξε γὰρ τῶν μὲν ὄντων ὄντα, τῶν δὲ γεγονότων γεγονότα, τῶν δʼ ἐσομένων ἐσόμενα καὶ τῶν γινομένων γινόμενα τὰ αἴτια. νῦν δὲ ἀπορίαν τινὰ κινεῖ τοιαύτην περὶ αὐτοῦ τούτου· κεῖται καὶ δέδεικται ὅτι τὸ αἴτιον μέσος ὅρος ἐστὶν ἐν ἀποδείξει· ἀλλὰ μὴν καὶ τοῦτο ὡμολόγηται, ὅτι ὄντος τοῦ μέσου πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι, ὥστʼ ὄντος τοῦ αἰτίου καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶ τὸ συμπέρασμα, ἀναγκαῖον εἶναι. τούτου κειμένου ζητεῖ εἰ ἀντιστρέφει, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντος, ὅπερ ἦν τὸ συμπέρασμα, ἐξ ἀνάγκης καὶ τὸ αἴτιον εἶναι, ὃ ἦν μέσον. ἔστι δὲ ἡ λύσις ὅτι, εἰ μὲν μὴ συνυπάρχει τῷ αἰτιατῷ ὄντι τὸ τεθὲν αὐτοῦ καὶ ληφθὲν αἴτιον, ἄλλο ἂν αὐτοῦ καὶ οὐκ ἐκεῖνο αἴτιον εἴη· δεῖ γὰρ ὄντος τοῦ αἰτιατοῦ εἶναι τὸ αἴτιον διʼ ὃ τοῦτό ἐστιν· εἰ δὲ συνυπάρχοι, κύκλῳ ἡ δεῖξις ἔσται, καὶ ἔσται τὸ αὐτὸ ποτὲ μὲν αἴτιον ποτὲ δὲ αἰτιατόν. Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων.
Ὅτι εἰ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων — τὸ γὰρ αἴτιον πρότερόν ἐστιν οὗ ἐστιν αἴτιον, εἰ καὶ μὴ τῷ χρόνῳ, ἀλλὰ τῇ ἐπινοίᾳ — καὶ τοῦ μὲν ἐκλείπειν τὴν σελήνην αἴτιον ὁμολογεῖται τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, τοῦ δʼ ἐν μέσῳ εἶναι τὴν γῆν οὐκ αἴτιον τὸ ἐκλείπειν, καὶ εἰ ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αἰτίου τοῦ ὅτι, δῆλον ὅτι ἡ ἑτέρα δεῖξις ἡ τὸ αἴτιον συνάγουσα οὐ διʼ αἰτίου γίνεται· ὅτι γὰρ ἐν μέσῳ ἐστὶν ἡ γῆ, οἶδε διὰ τῆς ἐκλείψεως, διότι δέ, οὔ. ὥστε οὐ διʼ ἀλλήλων ἀποδείκνυνται· ἡ γὰρ ἀπόδειξις διʼ αἰτίου.
Ταῦτα εἰπὼν καὶ λύσας τὴν δοκοῦσαν ἐπιφέρεσθαι ἀπορίαν κειμένου τοῦ συνυπάρχειν τῷ αἰτιατῷ τὸ αἴτιον, ἔδειξεν ἐξ ἑτοίμου εἰληφέναι τὸ λαβεῖν ἕπεσθαι μὲν τῷ αἰτίῳ τὸ αἰτιατόν, εἰ δὲ μὴ καὶ τῷ αἰτιατῷ ἕποιτο καὶ συνυπάρχοι τὸ αἴτιον, ἄλλο ἔσεσθαι αὐτοῦ αἴτιον καὶ μὴ τὸ κείμενον τῷ τό τε αἰτιατὸν καὶ τὸ συμπέρασμα ἐπὶ μέσῳ τινὶ καὶ αἰτίῳ πάντως εἶναι. ὃ οὖν ἐδύνατο ἐπενεχθῆναι τῇ δείξει ἐκείνῃ, τοῦτο ὑποφέρει καὶ πειρᾶται λέγειν ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; ἂν γὰρ ἐνδέχηται τοῦτο, ἐξ ἀνάγκης ἀντιστρέφει τῷ αἰτιατῷ τὸ αἴτιον ᾧ τεθέντι εἵπετο. πάντως μὲν γὰρ αἰτίῳ τινὶ ἀντιστρέφει τὸ αἰτιατόν, οὐ μὴν πάντως τῷδε διʼ οὗ ἐδείχθη, εἰ οἷόν τε τοῦ αὐτοῦ πλείω αἴτια εἶναι. ἑκάστῳ μὲν γὰρ τῶν αἰτίων μέσῳ ληφθέντι ἐξ ἀνάγκης ἀκολουθήσει τὸ συμπέρασμά τε καὶ τὸ αἰτιατόν, οὐ μήν, εἰ τὸ συμπέρασμα καὶ τὸ αἰτιατόν ἐστιν, ἐξ ἀνάγκης ἤδη καὶ τόδε τὸ αἴτιον ἔσται, τῷ δύνασθαι καὶ ἄλλο αἴτιον εἶναι αὐτοῦ, εἴ γε πλείω τοῦ αὐτοῦ αἴτια. Εἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί.
Εἰ τὸ μέν, διʼ οὗτινος τὸ εἶναι καὶ ἡ οὐσία γνωρίζεται, αἴτιον, τὸ δὲ μὴ οὕτως ἔχον οὐκ αἴτιον, τούτων δὲ τὸ μὲν ἕτερον διὰ τοῦ ἑτέρου γνωρίζεται, οὐκέτι δὲ καὶ ἀνάπαλιν, οὐκ ἂν ὡς αἴτια ἀλλήλων εἶεν ἀντιστρέφοντα. Ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι;
Ἀπορήσας μήποτε ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, δηλονότι κατὰ τὸν αὐτὸν τρόπον τοῦ αἰτίου, τίθησι πῶς δύναται τὸ αὐτὸ κατὰ πλείους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι· εἰ γὰρ τοῦ τὸ αὐτὸ πλείοσιν ὑπάρχειν πλείους αἰτίαι εἰσί, καὶ τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε εἶναι. καὶ ὅτι μὴ τῷ αὐτῷ τὸ αὐτὸ διὰ πλειόνων αἴτιον ὑπάρχειν οἷόν τε, δείκνυσι. λαμβάνει δὲ εἰς τὴν ἀναίρεσιν αὐτοῦ ὅτι ἀεὶ τὸ πρόβλημα καθόλου ἐστίν· οὐ γὰρ τοῦ τῷδε ὑπάρχειν τι ἡ αἰτία ἐν τοῖς προβλήμασι ζητεῖται ἀλλὰ τοῦ τοῖσδε καθόλου ὑπάρχειν καὶ οἷόν τε ὑπάρχειν. ὁ γὰρ τὴν αἰτίαν ζητῶν τοῦ τὸ ζῷον, καθὸ ζῷόν ἐστιν, ὑπάρχειν τισὶ κοινήν τινα αἰτίαν ζητεῖ, καθʼ ἣν πᾶσιν, οἷς ὑπάρχει, ὑπάρχει· δεῖ γὰρ τὸ αἴτιον καὶ οὗ αἴτιον, τοῦτο δʼ ἐστὶ τὸ αἰτιατόν, καθόλου ἄμφω ὑπάρχειν τινί, ᾧ ὑπάρχει τε καὶ ᾧ ἐστιν οἷά τε ὑπάρχειν. καὶ διὰ τοῦτο πρῶτον μὲν καὶ καθʼ αὑτὸ ὑπάρχει τῷ κοινῷ τε καὶ τῷ γένει, εἰ γένος τι εἴη ὁμοίως ἑκατέρου αὐτῶν, ἔπειτα διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς εἴδεσι πᾶσιν αὐτοῦ, εἰ εἴη εἴδη ἐφʼ ὧν τὸ αἰτιατὸν καὶ τὸ αἴτιόν τε καὶ μέσον ἀντιστρέφει. δείξας δʼ ἐφʼ ὧν τὸ αἰτιατόν, ἐπὶ τούτων πάντων καὶ τὸ αἴτιον, ἀνεῖλε τὸ δύνασθαι τοῦ αὐτοῦ πλείω αἴτια εἶναι κατὰ τὸν εἰρημένον τρόπον. εἰ γὰρ ἄλλο μὲν εἴη αἴτιον τοῦ τὸ Α τῷ Δ ὑπάρχειν, οἷον τὸ Β, ὡς ἔλαβεν, ἄλλο δὲ πάλιν τοῦ τῷ Ε τὸ Α ὑπάρχειν, οἷον τὸ Γ, οὐκ ἐφʼ ὧν τὸ Α κατηγορεῖται, ὅπερ ἐστὶ τὸ αἰτιατόν, ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται. οὕτως δʼ οὐδʼ αἴτιον ἔσται τὸ ἀποδεδομένον τοῦ ἐν τῷ προβλήματι ζητουμένου. Πότερον δʼ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι.
Δείξας ὅτι τὸ αὐτὸ τῷ αὐτῷ οὐχ οἷόν τε διὰ πλειόνων ὑπάρχειν αἰτίων — τὸ γὰρ καθόλου ᾧ πρώτῳ ὑπάρχει, διʼ ἑνὸς αἰτίου ὑπάρχει· διʼ οὗ δὲ τούτῳ, διὰ τούτου καὶ ἑκάστῳ τῶν ὑπὸ τοῦτο — νῦν ὃ παρέθετο παράδειγμα, πρὸς τὸ δύνασθαι τὸ αὐτὸ πλείοσί τισιν ὑπάρχειν διὰ διαφόρων αἰτίων ζητεῖ πῶς ἔχει καὶ εἰ οἷόν τε τοῦτο. οἷον εἰ τὸ ζῷον διʼ ἄλλου μὲν μέσου ἀνθρώπῳ, διʼ ἄλλου δʼ ἀετῷ δείκνυται ὑπάρχον· τοῦ γὰρ τὸ ζῷον ὑπάρχειν οἷς ὑπάρχει δόξει πλείω εἶναι τὰ αἴτια· τοῖς μὲν γὰρ τὸ πτηνόν, τοῖς δὲ τὸ πεζόν, τοῖς δὲ τὸ ἔνυδρον. λύων δὴ τοῦτο καὶ τὸ διττὸν τοῦ αἰτίου ἐνδεικνύμενος — οὐ γὰρ πάντως τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τοῦ πράγματός ἐστιν αἴτιον — τοῦτο δὴ δεικνὺς λέγει ὅτι, εἰ μὲν καθʼ αὑτὸ ἀποδέδεικται, τουτέστιν εἰ διὰ τοῦ αἰτίου, ὃ τοῦ πράγματός ἐστιν αἴτιον, ἡ δεῖξις εἴη γινομένη, τὸ αὐτὸ αἴτιον ἀνάγκη ἐπὶ πάντων λαμβάνεσθαι οἷς δείκνυται τὸ αὐτὸ ὑπάρχον. οὗ τὴν αἰτίαν παρέθετο, ἣν ἔδειξεν ἤδη, εἰπὼν “ὁρισμὸς γὰρ τοῦ ἄκρου ἐστὶ τοῦ κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος ἡ αἰτία διʼ ἧς δείκνυται, καὶ οὗτος ὁ μέσος ὅρος”· ἡ γὰρ τοιαύτη αἰτία κατὰ κοινόν τι καὶ ταὐτὸν τοῖς πλείοσιν ὑπάρχει. εἰ δὲ μὴ εἴη ἀποδεικνύμενον διὰ τοῦ αἰτίου ἀλλὰ διὰ σημείου ἢ διὰ συμβεβηκότος μέσου λαμβανομένου, ἐνδέχεται ἄλλῳ διʼ ἄλλου τὸ αὐτὸ ὑπάρχον δείκνυσθαι. Ἢ εἰ μὲν καθʼ αὑτὸ ἀποδέδεικται καὶ μὴ κατὰ σημεῖον.
Τὸ μὲν σημεῖον ἀεὶ τῷ πράγματι παρακολουθεῖ· τὸ δὲ συμβεβηκὸς δύναται καὶ ἔξωθεν εἶναι.
Εἰ δὲ μή, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα.
Εἰ δὲ μὴ καθʼ αὑτὸ εἴη ἀποδεικνύμενον μηδὲ διὰ τῶν καθʼ αὑτὸ ὑπαρχόντων, ὁμοίως ἕξει τὸ μέσον, ὡς ἂν ἔχῃ καὶ τὸ οὗ ἡ αἰτία ζητεῖται. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἔδειξεν ὅτι καὶ τὸ αἴτιον δύναται μὴ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἢ σημεῖον λαμβάνεσθαι καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ. εἰπὼν δʼ, ὅτι μὴ δοκεῖ τὰ τοιαῦτα προβλήματα, προσέθηκε τὸ εἰ δὲ μή, ἀντὶ τοῦ “εἰ δὲ καὶ ταῦτα ζητοῖτο ὡς προβλήματα”, ὁμοίως ἕξει τὸ μέσον, κἂν μὲν ὁμώνυμον ᾖ τὸ αἰτιατόν, τοιοῦτον ἔσται καὶ τὸ αἴτιον, ἂν δὲ ὡς ἐν τῷ γένει, καὶ τὸ αἴτιον τοιοῦτον· ὁμοίως καὶ εἰ κατὰ ἀναλογίαν. Ἔχει δʼ οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις.
Τὸ μὲν ἔχει δʼ οὕτω τὸ παρακολουθεῖν εἶπεν ἀντὶ τοῦ ἔχει δὲ οὕτω περὶ τὸ παρακολουθεῖν». τῷ δὲ παρακολουθεῖν ἀντὶ τοῦ ἀντιστρέφειν κέχρηται. τὸ δὲ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἔχει δὲ οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ οὗ αἴτιον καὶ ᾧ αἴτιον. ἔστι δὲ τὸ μὲν ᾧ αἴτιον τὸ ὑποκείμενον, τὸ δὲ οὗ αἴτιον τὸ τούτῳ ὑπάρχον. λέγει δὲ ταῦτα περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων. εἰπὼν δʼ ἐν τοῖς πρὸ τούτου ὅτι τὸ τοῦ πράγματος ἀλλὰ μὴ τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τὸ οὗ αἴτιον ἀντακολουθεῖ ἀλλήλοις τῷ εἶναι τὸ αἴτιον ὁρισμὸν τοῦ αἰτιατοῦ — φθάνει τε γὰρ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς τοῦτο, καὶ νῦν δʼ ἐρεῖ· τούτῳ γὰρ κέχρηται πρὸς τὴν δεῖξιν τοῦ μὴ δύνασθαι τὸ αὐτὸ πλείοσι διʼ αἰτίας διαφόρους ὑπάρχον δείκνυσθαι ἀποδεικτικῶς — χρησάμενος δὲ καὶ τῷ καθόλου τινὸς τό τε αἴτιον καὶ τὸ αἰτιατὸν κατηγορεῖσθαι, νῦν λέγει πότε καὶ τὸ οὗ τό τε αἰτιατὸν καὶ τὸ αἴτιον καθʼ αὑτὸ κατηγορεῖται ἀντιστρέφει ἐκείνοις, τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ· τοὺς γὰρ ὅρους ἀντιστρέφειν, ἐφʼ ὧν καὶ ἡ κύκλῳ δεῖξις γίνεται. Καθʼ ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ αἴτιον.
Ὅτι ἀντακολουθεῖ καὶ ἀντιστρέφει τὸ αἴτιον καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ αἴτιον, ὅ ἐστιν ὁ ὑποκείμενος ὅρος, οὐκ ἀεί, ἀλλʼ εἰ μὲν καθʼ ἕκαστον εἶδος λαμβάνοιμεν τὸν ὑποκείμενον ὅρον, οὗ τὴν αἰτίαν τοῦ ὑπάρχειν τι αὐτῷ ζητοῦμεν, ἐπὶ πλέον ἔσται τὸ οὗ τῆς ὑπάρξεως τὸ αἴτιον ζητοῦμεν, τουτέστιν ὁ κατηγορούμενος ὅρος ἐν τῷ προβλήματι. εἰ δὲ πάντα ληφθείη τὰ οἷς ὑπάρχει τὸ κατηγορούμενον, ἐπʼ ἴσης ἔσται ὅ τε ὑποκείμενος ὅρος καὶ ὁ κατηγορούμενος, καὶ τὸ μέσον τε καὶ αἴτιον ὁμοίως ἕξει. ὡς γὰρ ἔχει τὸ κατηγορούμενον πρὸς τὸ ὑποκείμενον, οὕτω καὶ τὸ αἴτιον· ὁρισμὸς γὰρ τὸ αἴτιον δέδεικται τοῦ κατηγορουμένου. πρῶτον δὲ μέσον φησὶ τὸ προσεχὲς αἴτιον τῷ κατηγορουμένῳ, οὗ μηκέτι ἄλλο μέσον ἐστίν, ὃ καὶ αὐτὸ πρῶτον ἄκρον εἶπεν. Ἔστι δὲ τὸ μέσον τὸ πρῶτον λόγος τοῦ πρώτου ἄκρου.
Διὰ τοῦτο καὶ πᾶσαι αἱ ἐπιστῆμαι διʼ ὁρισμοῦ γίνονται· πᾶσαι γὰρ ἀποδεικνύουσι τὰ κατʼ αὐτάς· αἱ δʼ ἀποδείξεις διὰ τοῦ αἰτίου· τὸ δʼ αἴτιον λόγος καὶ ὁρισμὸς τοῦ πρώτου ἄκρου· τοῖς γὰρ τῶν πρώτων ὁρισμοῖς χρῶνται πρὸς τὰς τῶν μετὰ ταῦτα ἀποδείξεις. Οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ.
Διδάσκει πῶς τὸ πρῶτον μέσον τοῦ πρώτου ἄκρου ὁρισμός ἐστι καὶ διὰ τί προσέθηκε τῷ μέσῳ τὸ πρῶτον. τοῖς γὰρ φυλλορροοῦσι πᾶσι τὸ φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον δείκνυται, διά τε τοῦ πλατυφύλλου καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρῶτον μέσον εἶπε, τῷ δὲ κατηγορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ ὄν. κάτωθεν δʼ ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου πρῶτον μέσον τὸ κοινὸν ἐπὶ πάντων τῶν τοιούτων· τοῦτο δʼ ἐστὶ τὸ πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φυλλορροεῖν μέσον τὸ πήγνυσθαι τὸ ὑγρόν, ὃ αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν.
Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει.
Εἶπε μὲν περὶ τῆς τῶν ὅρων ἀκολουθήσεως τῆς ἐν ταῖς ἀποδείξεσι καὶ τῶν ὅρων καθόλου, ἐν οἷς τὸ πρὸ τοῦ πράγματος αἴτιον λαμβάνεται, ὃ καὶ ὁρισμὸς ἦν τοῦ ἐν τῷ προβλήματι κατηγορουμένου. καὶ τίνες μὲν ἀντιστρέφουσι τῶν ὑποκειμένων τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ δείξας, τίνες δʼ οὔ, τὸ αὐτὸ τοῦτο δείκνυσιν ἐπὶ ὅρων τε καὶ συλλογισμῶν τῇ ἐκθέσει τῶν ὅρων γνωριμώτερον καὶ πιστότερον ποιῶν τὸ δεδειγμένον. Ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει.
Τουτέστι τοῦτο γὰρ νῦν λέγω καθόλου. τοῦ γὰρ καθόλου κατηγορουμένου τὸ μὲν ἐπʼ ἴσης ἐστίν, ὃ καὶ ἀντιστρέφει· καὶ εἶπε πρῶτον δὲ καθόλου ᾧ ἕκαστον μὲν οὐκ ἀντιστρέφει, ἅπαντα δʼ ἀντιστρέφει· τοῦτο δʼ ἐστὶν ὃ μὴ διὰ μέσου τινὸς ἀλλὰ πρῶτον κατηγορεῖται· τὸ δὲ μὴ ἐπʼ ἴσης καθʼ αὑτὸ μέν, οὐ μὴν πρώτως ἀλλὰ διὰ μέσου. Δεῖ ἄρα τὸ Α ἐπὶ πλέον τοῦ Β παρεκτείνειν.
Τουτέστιν εἰ δὲ ἐπὶ πλέον τὸ Α τοῦ Β κατηγορεῖται, οὐκέτι ἂν εἴη τοῦτο αἴτιον αὐτοῦ· τί γὰρ μᾶλλον τοῦτο ἢ ἄλλο τι διʼ οὗ καὶ αὐτοῦ τοῦ Δ κατηγορεῖται καὶ ἄλλων τινῶν παρὰ τὰ ὧν τὸ Β κατηγορεῖται; καὶ πῶς τοῦτο ἔχει, ἑξῆς δείκνυσιν. Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α.
Ὃ λέγει τοιοῦτόν ἐστιν· εἰ τὸ Α μὴ μόνον τοῖς Δ πᾶσιν ὑπάρχει, οἷς ὑπάρχον ἐδείχθη διὰ τοῦ Β, ἀλλὰ καὶ τοῖς Ε, ἔσται πάντα τὰ Ε ἄλλα τοῦ Β, δηλονότι οὐχ ὑπὸ τὸ Β· τὸ γὰρ Β κατὰ μόνων τῶν Δ κατηγορεῖται. εἰ γὰρ μὴ ἔξω πίπτει τοῦ Β τὰ Ε, οὐκέτʼ ἂν ἐπὶ πλέον εἴη τὸ Α εἰλημμένον τῶν τε Ε καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ Ε τοῖς Δ ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μή, πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ Ε, τὸ Α παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ Ε; οὕτως γὰρ γίνεται ἐπὶ πλέον τὸ Α τοῦ Ε, ἐὰν τῷ μὲν Ε τὸ Α παντί, μηκέτι δὲ καὶ ἀντιστρέφει· τοῦτο δὲ ἔσται, ἂν πλείοσιν αὐτὸ ὑπάρχον ᾖ ἢ τὸ Β. ἂν γὰρ μόνων ὧν τὸ Ε κατηγορεῖται, ἐπʼ ἴσης ἔσται τὸ Α τοῖς ὧν κατηγορεῖται ὄντων ὑπὸ τὸ Β· ὥστε καὶ τῷ Α τὸ Ε παντί. ὁμοίως καὶ ἐπὶ τοῦ Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ Ε ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον, οἷον τὸ Α τῷ Δ; ὃ ἴσον ἐστὶ τῷ «διὰ τί γὰρ οὐκ ἔσται τι τοῦ καὶ τὸ Α τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ Β;». τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ εἰ δὲ μή, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς Ε τὸ Α ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ τούτοις διʼ αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ Α τῷ Δ εἶπεν ἀντὶ τοῦ «ὁποῖον καὶ ὅτε τὸ Α τοῖς Δ ὑπάρχειν ἐδείκνυτο»· ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β. ᾧ ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ Ε ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ Ε ἔσται τι ἕν, τουτέστιν ὑφʼ ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ Β. εἰ δή ἐστι τὰ Ε ὑπό τι ἕν, τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο ὃ πάλιν αἴτιον τοῦ τὸ Α τοῖς Ε ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς Ε ὑπάρχει, αὐτῷ δὲ παντὶ τὸ Α. Ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι.
Δείξας, ὅτι ἐπὶ πλέον λεγομένου τοῦ κατηγορουμένου οὐκ ἀδύνατον ἐν συλλογισμῷ διὰ πλειόνων αἰτίων τε καὶ μέσων συνάγεσθαι τὸ αὐτὸ τοῖς διαφόροις κατʼ εἶδος ὑπάρχον, ἐπιφέρει ὅτι ἐνδέχεται τοῦ αὐτοῦ αἴτια πλείω εἶναι, ἀλλʼ οὐ τοῖς αὐτοῖς τῷ εἴδει· διʼ ἄλλου γὰρ αἰτίου ἡ οὐσία ζῴῳ καὶ διʼ ἄλλου λίθῳ. τοῦτο δʼ ἐπὶ μὲν τῶν ἐν συλλογισμῷ αἰτίων τοῦ συμπεράσματος, ἐφʼ ὧν νῦν ποιεῖται τὸν λόγον, οἷόν τε· εἶπε γὰρ «ἂν διὰ συμβεβηκότων καὶ σημείων ὁ συλλογισμὸς γένηται». ἐπὶ δὲ τῶν ἀποδείξεων καὶ τῶν διʼ αἰτίου συλλογισμῶν οὐχ οἷόν τε ὂν ἐδείχθη· ἦν γὰρ τὸ τοιοῦτον αἴτιον ὁρισμὸς τοῦ κατηγορουμένου, ὃς καὶ τοῖς κατʼ εἶδος διαφέρουσιν ὁ αὐτὸς αἴτιος τοῦ τὸ γένος αὐτοῖς ὑπάρχειν· καὶ γὰρ ἵππῳ καὶ ἀνθρώπῳ τὸ ζῷον διὰ τοῦ αἰσθητικοῦ ἀποδεικτικῶς. Τὰ μὲν τετράποδα τῷ μὴ ἔχειν χολήν.
Ἔσται οὖν τὸ μακρόβιον πλεοναχῶς λεγόμενον. ὧν γὰρ τῆς ὑπάρξεως αἴτια πλείω, ταῦτα πλεοναχῶς λέγεται, εἴ γε τὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ· οὗ γὰρ πλείω αἴτια, τούτου καὶ λόγοι πλείους, οὐχ ὡς ταὐτοῦ δηλωτικοί· οὗ δὲ λόγοι πλείους οὕτως, τοῦτο τῶν πλεοναχῶς λεγομένων. Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται.
Τὰ γὰρ μέσα αἴτια ὡς ἐν συλλογισμῷ. οὕτως δὲ καὶ πλείους ἔσονται συλλογισμοί, καὶ ἕξει ταύτην τὴν τάξιν τὰ μέσα πρὸς ἄλληλα, ἣν εἶχεν, ὅτε διʼ ἑνὸς ἐδείκνυτο μέσου τὸ συμπέρασμα, τὸ μέσον πρὸς τὸ κατηγορούμενον· τὰ γὰρ ἐπάνω τῶν μέσων τε καὶ αἰτίων κατηγορουμένων τάξιν ἔχει καὶ ἐπὶ πλέον δυνάμενα λέγεσθαι, οἷον οὐσία, ἔμψυχον, αἰσθητικόν, πεζόν, λογικόν, ἄνθρωπος. Πότερον δʼ αἴτιον τῶν μέσων τὸ πρὸς τὸ καθόλου πρῶτον.
Ὅτι ὧν συμπερασμάτων πλείω ἐστὶ τὰ μέσα, τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν. εἰπὼν γὰρ ἐφʼ ὧν πλείω τὰ μέσα, ὅτι καὶ τὰ αἴτια πλείω, ὅσα γὰρ τὰ μέσα, ζητεῖ ἑξῆς, ὧν συμπερασμάτων πλείω ἐστὶ τὰ μέσα, πότερον αὐτῶν ἐστι μᾶλλον αἴτιον τὸ πρὸς τὸ καθόλου πρῶτον, τουτέστι τὸν πρῶτον κατηγορούμενον ὅρον, καθʼ οὗ ληφθὲν τὸ πρῶτον κατηγορούμενον τὴν πρώτην καθόλου πρότασιν ποιεῖ, ἢ τὸ πρὸς τὸ ἔσχατον καὶ ὑποκείμενον, ὃ ἄτομον εἶπεν, ἤτοι ὡς ἀληθῶς ὂν ἄτομον ἢ εἶδος ἄτομον. τὸ δὲ τοῖς καθʼ ἕκαστα λέγοι ἂν ἀντὶ τοῦ «τοῦ τὸ πρῶτον καθόλου ὑπάρχειν τοῖς καθʼ ἕκαστα». φησὶ δʼ ὅτι τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν, καὶ προστίθησι τὴν αἰτίαν· τοῦ γὰρ τὸ πρῶτον — λέγων πρῶτον ὃ εἶπεν ἄτομον καὶ ἔσχατον ὑποκείμενον — τοῦ δὴ τοῦτο ὑπὸ τὸν πρῶτον ὅρον καὶ καθόλου εἶναι τὸ προσεχὲς αὐτῷ μέσον αἴτιον. τῷ γὰρ Δ τὸ Γ αἴτιον τοῦ τὸ Β αὐτῷ ὑπάρχειν, διʼ ὃ καὶ τὸ Α αὐτῷ ὑπάρχει. διὸ τοῦ μὲν τῷ Δ τὸ Α ὑπάρχειν τὸ Γ αἴτιον· τοῦτο γὰρ αὐτῷ προσεχές· τοῦ δὲ πάλιν τῷ Γ τὸ Α ὑπάρχειν τὸ Β· πάλιν γὰρ τῷ Γ τὸ Β προσεχές. τῷ δέ γε Β τὸ Α οὐκέτι διʼ ἄλλου μέσου, εἰ ἄμεσον εἴη. τοῦτο γὰρ εἶπε διὰ τοῦ τούτῳ δὲ αὐτό· εἰ γάρ ἐστιν ὁρισμὸς αὐτοῦ, οὐκέτι ἂν αὐτῷ διʼ ἄλλου μέσου ὑπάρχοι. Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως.
Τὸ ἀποδεικτικὸν τῇ ἐπιστήμῃ προσέθηκεν, ἐπεὶ κοινότερον ἐπιστήμη καὶ κατʼ ἄλλων κατηγορεῖται. οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ, ἐπεὶ καὶ αὐτὴ πρὸς τὴν τῶν ἀποδείξεων γένεσίν τε καὶ σύστασιν συντελεῖ. περὶ γὰρ ὁρισμῶν προηγουμένως ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ἡ γὰρ κυριωτάτη ἀπόδειξις ἡ διὰ τοῦ διὰ τί δέδεικται διὰ τοῦ ὁρισμοῦ τοῦ κατηγορουμένου ἄκρου γινομένη. Περὶ δὲ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι.
Ζητεῖ περὶ τῶν ἀρχῶν τῶν ἀποδεικτικῶν — αὗται δʼ εἰσὶν αἱ ἄμεσοι καὶ πρῶται προτάσεις —, πῶς τε γίνονται γνώριμοι, ἐπεὶ μὴ διὰ ἀποδείξεως καὶ συλλογισμοῦ, καὶ τίς ἕξις ἢ δύναμις τῆς ψυχῆς ἐστιν ἡ γνωρίζουσα αὐτάς. Ἀνάγκη ἄρα ἔχειν μέν τινα δύναμιν.
Λύων τὴν ἀπορίαν τῷ μὲν ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν τῶν ἀρχῶν ὡς ἀτόπῳ οὐ συγχωρεῖ, πῶς δʼ ὕστερον αὐτὴν ἀναλαμβάνομεν, πειρᾶται λέγειν. καὶ ἐπεὶ ἀδύνατον μὴ προϋπαρχούσης τινὸς γνώσεως μάθησίν τινα γενέσθαι, ἄτοπον δὲ καὶ τὸ τῶν ἀρχῶν ἀεί τινας ἀρχὰς εἶναι μᾶλλον γνωρίμους τῶν μετʼ αὐτάς, πῶς καὶ ἐνυπαρχούσης τινὸς ἡμῖν γνώσεως ἡ τῶν ἀρχῶν ὕστερον ἐγγίνεται γνῶσις καὶ οὐκ ἐπʼ ἄπειρον τοῦτο πρόεισι, λέγει. ἀνάγκη γὰρ ἔχειν μέν τινα δύναμιν ἡμᾶς προϋπάρχουσαν τῆς τῶν ἀρχῶν γνώσεως, ἀφʼ ἧς ἡ γνῶσις ἡ τούτων γίνεται — ἀδύνατον γὰρ ἄλλως —, μὴ τοιαύτην δʼ εἶναι ταύτην ἣ ἔσται τούτων τιμιωτέρα τῷ ἀκριβεστέρα εἶναι, ὥσπερ ἐστὶν ἡ τῶν ἀρχῶν τῆς ἐπιστήμης γνῶσις τιμιωτέρα τῶν ὧν μετʼ αὐτὴν καὶ διʼ ἐκείνων γίνεται γνῶσις. ἡ μὲν γὰρ τοιαύτη ἀρχή, διʼ ἧς τι δείκνυται, κυριωτέρα πρὸς γνῶσιν καὶ ἀκριβεστέρα τοῦ διʼ ἐκείνης γνωρίμου γινομένου· ἡ δʼ οὕτως οὖσα ἀρχὴ ὡς δύναμίς τις ὑποβεβλημένη καὶ ὕλης λόγον ἐπέχουσα πρὸς τὰ συνιστάμενα ἐξ αὐτῆς τε καὶ ἐπʼ αὐτῇ οὐκ ἔστιν ἀκριβεστέρα τοῦ ἐπʼ αὐτῇ γινομένου τε καὶ συνισταμένου οὐδὲ κατὰ τοῦτο τιμιωτέρα· οὐ γὰρ ἀκριβέστερον τὸ ἀτελὲς τοῦ τελείου, ὅτι μηδʼ ἡ ὕλη τοῦ εἴδους. Ἐν οἷς δʼ ἔνεστιν αἰσθανομένοις ἔχειν ἔτι ἐν τῇ ψυχῇ.
Ὅτι ἔστιν ἐν οἷς δύναμίς ἐστι τοῦ φυλάσσειν τε τὸ αἴσθημα καὶ μεμνῆσθαι καὶ ἔχειν τι ἐν τῇ ψυχῇ αἰσθομένοις μετὰ τὴν αἴσθησιν, ἔστι δʼ ἃ καὶ ὡς ἕν τι ἐν τῇ ψυχῇ φυλάσσειν οἷά τʼ ἐστὶ τὰ ἐκ τῶν πολλῶν καὶ ὁμοίως κατʼ αἴσθησιν ἐνεργὰ καὶ λογικά ἐστιν. ἐν οἷς γὰρ πλείων γνῶσις τοῦ κατὰ τὴν αἴσθησιν πάθους, τὰ μὲν ἐκ τῆς τῶν πλειόνων αἰσθητῶν μνήμης τε καὶ μονῆς λόγον κτᾶται, τὰ δʼ οὔ. κατὰ διαφορὰν γὰρ τῆς δεχομένης ψυχῆς τὸ αἴσθημα οἰκεία τις κατασκευὴ γίνεται ἐκ τῶν ἀπὸ τῶν αἰσθητῶν μνημῶν. ἐκ μὲν γὰρ τοῦ αἰσθήματος καὶ τῆς μονῆς τοῦ κατʼ ἐνέργειαν αἰσθητοῦ μνήμη τε καὶ φαντασία. ἔστι γὰρ ἡ φαντασία κίνησίς τις τῆς ψυχῆς ὑπὸ τοῦ ἀπὸ τῆς αἰσθήσεως μείναντος· οἷον γὰρ αἰσθητῷ ἐντὸς ὄντι τῷ ἐγκαταλείμματι τούτῳ, ὃ καὶ φανταστὸν καλεῖται, ἐπιβάλλουσα ἡ ψυχὴ ἡ φανταστικὴ ἀλλοιοῦταί πως, ὡς ἡ αἴσθησις τῷ αἰσθητῷ ὄντι ἐκτός. ᾧ ὅταν μὲν ὡς πρότερον ὁραθέντι καὶ ὡς ὁμοίως ἐπιβάλλει ὁμοίως, μέμνηται· ἡ δʼ ἕξις καὶ ἡ ἀντίληψις ἡ ὡς εἰκόνος αὐτοῦ καὶ ὁμοιώματος γινομένη μνήμη. εἰ δὲ μὴ ὡς τοιούτου μηδὲ συναναφέρει τὸ εἶναι αὐτὸ εἰκόνα καὶ ὁμοίωμα οὗ πρότερον ᾔσθετο, φαντασία τὸ τοιοῦτον, οὐκέτι δὲ καὶ μνήμη. Ἐκ δὲ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου.
Ἠρεμήσαντος τοῦ καθόλου ἀντὶ τοῦ «κατὰ ταὐτὸ καὶ ὡσαύτως αὐτοῦ μείναντός τε καὶ νοηθέντος καὶ μὴ ὡς ἐπὶ πολλὰ τὴν μετάβασιν ἔχοντος ἀλλʼ ὡς ἑνὸς μείναντος ἐν τῇ ψυχῇ». τί δʼ ἐστὶ τὸ καθόλου, ἐξηγησόμεθα· τὸ γὰρ ἓν ἐπὶ πᾶσι τοῖς καθʼ ἕκαστα καὶ πολλοῖς κατὰ τὴν ὁμοιότητα καὶ ταυτότητα τὴν ἐν αὐτοῖς ληφθεῖσαν ἐν τῇ ψυχῇ, τοῦτό ἐστι τὸ καθόλου. ὃ καθόλου τέχνης ἀρχὴ καὶ ἐπιστήμης γίνεται. ἡ μὲν γὰρ ἐμπειρία ἀπαγὴς ἔτι· ἡ δὲ καθόλου πρότασις πεπηγυῖά τε καὶ ἐπὶ ταὐτοῦ μένουσα καὶ ἐκ τῆς τῶν ὑπʼ αἴσθησίν τε καὶ μνήμην ἐλθόντων ὁμοιότητος καὶ τῆς ἐπὶ τούτοις ἐμπειρίας περίληψιν ὁμοίαν ποιουμένη καὶ τῶν ὁμοίων μὲν τούτοις οὐκ ἐληλυθότων δὲ εἰς αἴσθησιν ὡς ἐν τῇ καὶ τούτοις πάντων ἐχόντων κατὰ τὴν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετάβασιν.
Περὶ γένεσιν μὲν οὖσα, τουτέστι περὶ γενητόν τε καὶ ποιητὸν οὖσα. ποιητὸν δʼ οὐχ ἁπλῶς ἀλλʼ ἡμῖν ποιητόν ἐστι τέχνης ἀρχή.
Ἂν δὲ περὶ τὸ ὄν. ἤτοι λέγει περὶ ἀγένητον καὶ ἀΐδιον καὶ οὐκ ἐν γενέσει τὴν ἐπιστήμην· ἐδείχθη γὰρ ὅτι αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις περὶ ἀΐδια. ἢ μᾶλλον ὂν ἂν λέγοι οὗ ὡς ὄντος ἡ ἀντίληψις ἐγένετο, οὐχ ὡς ὑφʼ ἡμῶν γινομένου· ἡ γὰρ ἀπὸ τοῦ τοιούτου ἐκ τῆς μνήμης τε καὶ ἐμπειρίας τοῦ καθόλου μονὴ ἐπιστήμης ἀρχή. καὶ γὰρ φυσικὴ ἐπιστήμη καίτοι περὶ τὰ κινούμενα οὖσα καὶ περὶ γένεσιν· ἁπλῶς γὰρ ἡ μὲν τέχνη περὶ τὸ ὑφʼ ἡμῶν γινόμενον, διὸ καὶ ἡ ἀρχὴ τοῦ εἶναι αὐτῇ ἐν ἡμῖν, ἡ δʼ ἐπιστήμη περὶ τὰ μὴ ὑφʼ ἡμῶν γινόμενα ἀλλʼ ὄντα. Ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο.
Οὕτως καὶ ἐν τῇ ψυχῇ συμβαίνει τῇ λογικὴν τὴν δύναμιν ἐχούσῃ τῆς τοιαύτης ἐν αὐτῇ στάσεως. ἐκ γὰρ τῶν αἰσθητῶν παραρρεόντων καὶ ἄλλοτε ἄλλων γινομένων μνήμης γινομένης καὶ ἐμπειρίας ἐκ τῆς μνήμης, ἐπὶ ταύτῃ στάσις τοῦ ἐπὶ ταύτῃ τῇ ἐμπειρίᾳ καθόλου, ἔπειτα ἄλλου ὁμοίου, καὶ οὕτως ἐπὶ τὸ καθόλου καὶ τὴν ἀρχὴν ἡ ἀπὸ τῶν τοιούτων στάσεών τε καὶ περιλήψεων πρόοδος. τὸ δʼ ἕως ἐπʼ ἀρχὴν ἦλθεν ἤτοι ἐπὶ τῶν ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἡ γὰρ ἐπὶ τοῖς αἰσθητοῖς τοῦ καθόλου συναίσθησίς τε καὶ σύστασις καὶ ἡ ἐπὶ τοῖς πρώτοις καθόλου λῆψις τῆς ἀρχῆς καὶ τοῦ πρώτου κοινοῦ λῆψις. ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε τὸν ἀθροισμὸν καὶ τὴν τάξιν τε καὶ τὴν ἄθροισιν καὶ τὴν παράταξιν τοῦ παντὸς στρατοπέδου. λέγει δʼ ἐπιτηδειότητα καὶ δύναμιν τὴν ψυχὴν ἔχειν τοῦ δύνασθαι φυλάσσειν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη.
Ὃ δʼ ἐλέχθη μὲν πάλαι.
Ὅτε ἔλεγεν «ἐκ δʼ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ». Καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθʼ ἕκαστον.
Λέγει τὴν αἴσθησιν μὲν αἰσθάνεσθαι ὧν ἂν αἰσθάνηται ἐπὶ τῶν καθʼ ἕκαστα· τῶν γὰρ ἐν τοῖς καθʼ ἕκαστα καὶ ἀτόμοις ἡ αἴσθησις αἰσθητική· ἡ δʼ ἀντίληψις αὐτὴ τοῦ καθόλου γίνεται. ὃ βουλόμενος δεῖξαι, πῶς γίνεται, παραδείγματι ἐχρήσατο τῷ ἀνθρώπῳ καὶ τῷ Καλλίᾳ, οὐχ ὡς τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος ἢ τοῦ Καλλίου καθὸ Καλλίας ὄντος αἰσθητοῦ, ἀλλʼ ὃ λέγει διὰ τούτων ποιεῖ γνώριμον. ὡς γὰρ ὁ ἀνθρώπου ἔννοιαν ἔχων οὐχ ὡς Καλλίου τοῦ ἀνθρώπου ἤ τινος τῶν καθʼ ἕκαστα τὴν ἔννοιαν ἔχει ἀλλὰ τούτου ὃς κατὰ πάντων τῶν καθʼ ἕκαστα ἀνθρώπων κατηγορεῖται κοινῶς, ὢν ἐν πᾶσιν αὐτοῖς, οὕτως ἡ ὄψις ἡ τοῦ ἐν τῇ χιόνι λευκοῦ αἰσθανομένη οὐχ ὡς χιόνος λευκῆς αἰσθάνεται ἀλλʼ ὡς λευκοῦ· ὃ λευκὸν κοινόν ἐστι τῇ χιόνι πρὸς τὰ λευκὰ πάντα· καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλʼ οὐχ ᾗ χιών. Οἷον τοιονδὶ ζῷον.
Τὸ μετὰ προσθήκης τινὸς λεγόμενον μεμερισμένον, οἷον ζῷον τοιονδί, τὸ δὲ χωρὶς προσθήκης ἀμερές, τουτέστιν οὐ διῃρημένον. Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων.
Ὅτι οὐ τῇ διὰ ἀποδείξεως γνώσει ἡ αὐτή ἐστιν ἡ τῶν ἀρχῶν γνῶσις, καὶ ὅτι ὁ νοῦς ἐστιν ὁ τὰς ἀρχὰς γινώσκων τῆς ἐπιστήμης, καὶ ὅτι ὄντος τοῦ ἐν ἡμῖν νοῦ διττοῦ, τοῦ μὲν θεωρητικοῦ τοῦ δὲ πρακτικοῦ, καὶ ὄντος τοῦ μὲν πρακτικοῦ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν τοῦ δὲ θεωρητικοῦ περὶ τὰ ἀΐδια καὶ ἀεὶ ὁμοίως ἔχοντα, τοῦ μὲν πρακτικοῦ νοῦ δύναμις ἥ τε δοξαστικὴ καὶ ἡ λογιστική, τοῦ δὲ θεωρητικοῦ ἥ τε νοητικὴ καὶ ἡ ἐπιστημονική· ὧν αἱ μὲν τοῦ πρακτικοῦ οὐκ ἀεὶ ἀληθεύουσιν, αἱ δὲ τοῦ θεωρητικοῦ ἀεί. καὶ ὅτι δόξα ἐστὶν ὑπόληψις ἄνευ ἀποδείξεως, διὸ καὶ ἀβέβαιος, καὶ λογισμὸς δὲ ἀπατᾶται πολλάκις τῷ μηδὲ τὴν ὕλην, περὶ ἣν ἔστιν, ἀναδέχεσθαι τὴν ἀκριβῆ γνῶσιν· περὶ γὰρ τὰ ἐνδεχόμενα, περὶ ὧν καὶ τὸ βούλεσθαι. αἱ γὰρ αἰσθήσεις ἄλλως ἀληθεῖς, οὐ κατὰ σύνθεσίν τινα· τοῦτο γὰρ ἴδιον τῆς λογικῆς ψυχῆς. Καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν.
Εἰπὼν ἀρχὴν ἐπιστήμης εἶναι τὸν νοῦν, ἔχειν δὲ καὶ ἀρχὰς τῶν ἐπιστητῶν τὰς ἀμέσους προτάσεις, νῦν λέγει ὅτι ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης εἴη ἂν τῆς ἀρχῆς τῶν ἐπιστητῶν γνῶσις, ἡ δὲ πᾶσα ἐπιστήμη παντὸς τοῦ ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὴν ἀρχήν, οὕτως τὸ πᾶν, οὗ ἡ ἀρχή, πρὸς τὸ πᾶν πρᾶγμα, οὗ τῆς ἀρχῆς ἦν ἡ τῆς ἐπιστήμης ἀρχὴ γνωστική τε καὶ θεωρητική.