eul_wid: hui-ag
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Letters by Epicurus the Philosopher

The Fragments of Letters constitutes a collection of philosophical excerpts attributed to the Hellenistic philosopher Epicurus. Numbering eighty-nine in total, it is not a unified literary composition but a compilation of passages, most likely extracted from his more extensive correspondence and treatises. The collection survives almost exclusively within the tenth book of Diogenes Laertius's 3rd-century CE work Lives of Eminent Philosophers, where it was incorporated to provide a systematic summary of Epicurus's core doctrines. The fragments concisely delineate the core doctrines of Epicurean thought: a canon of knowledge grounded in sensory evidence, a physical theory of atomism, a theology positing blissful and detached deities, and an ethical system aimed at attaining tranquility, or ataraxia. This state is achieved through the prudent pursuit of natural and necessary pleasures and, crucially, the elimination of inner disturbances, most notably the fear of death and divine punishment.

organised thematically, the work presents succinct tenets suitable for study and memorization. The compilation appears to be a later, perhaps pedagogical, effort to distill Epicurus's teachings into an accessible handbook for students. This function aligns with the historical practice of Epicurus's own school, the Garden, which utilized letters as central instructional texts disseminated throughout the Hellenistic world. The transmission of these fragments is entirely dependent on the manuscript tradition of Diogenes Laertius's biographical work; no independent copy of this specific collection is known to exist.

Ἐπίκουρος … ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖς — εἰσὶ δὲ αὗται ὀλίγαι — καὶ ἐν ταῖς πρὸς τοὺς φίλους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει.

ΠΡΟΣ ΑΘΗΝΑΙΟΝ:

Ἀθηναίωι δέ· Πολυαίνου παραγεγονότος πρὸς ἡμᾶς, οὗ τὸν πατέρα ὁμώνυμον οὐκ ἐφίλεις μόνον, ἀλλὰ καὶ ἐσέβου, συντραφεὶς ὑπʼ αὐτοῦ καὶ πρὸς πάντα τὰ χρήσιμα τῷ τέλει, οὐ μόνον προαχθεὶς ὃν εὖ γινώσκεις τρόπον κατὰ τὴν ὅλην κηδεμονίαν, ἀλλὰ δὴ καὶ ὑπὸ τοῦ τε … αν …

ΠΡΟΣ ΑΝΑΞΑΡΧΟΝ:ἐν τῇ πρὸς Ἀνάξαρχον ἐπιστολῇ ταυτὶ γέγραφεν Ἐπίκουρος· ἐγὼ δʼ ἐφʼ ἡδονὰς συνεχεῖς παρακαλῶ καὶ οὐκ ἐπʼ ἀρετάς, κενὰς καὶ ματαίας καὶ ταραχώδεις ἐχούσας τῶν καρπῶν τὰς ἐλπίδας.

ΠΡΟΣ ΑΠΕΛΛΗΝ:Μακαρίζω σε, ὦ Ἀπελλῆ, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησας.

ΠΡΟΣ ΑΡΙΣΤΟΒΟΥΛΟΝ:

καὶ πρὸς Ἀριστόβουλον δέ· τέως περ πολλῶν διασαφούντων ὀλίγον ἀφίεσθαι

ἀπέστειλε ὁ Ζήνων δὲ Περσαῖον καὶ Φιλονίδην τὸν Θηβαῖον, ὧν ἀμφοτέρων Ἐπίκουρος μνημονεύει ὡς συνόντων Ἀντιγόνῳ ἐν τῇ πρὸς Ἀριστόβουλον τὸν ἀδελφὸν ἐπιστολῇ.

ΠΡΟΣ ΔΩΣΙΘΕΟΝ:τοῖς ἀναιροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταῖς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ἀφʼ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν, ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης, διὸ πάσχειν τι βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς ὀφθαλμοὺς καὶ τήκεσθαι, καὶ ὅσα δὴ παθαινόμενοι καὶ γράφοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνακτος τελευτῆς πρὸς Δωσίθεον τὸν πατέρα γράφων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκότος. ἔναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ.

ΠΡΟΣ ΕΡΜΑΡΧΟΝ:οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐφʼ ἑταιρείᾳ διαβόητον γενομένην; ἣ δὲ οὐδʼ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα πᾶσί τε τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς Κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστʼ ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτʼ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον ἐπιστολῶν.

ΠΡΟΣ ΕΥΡΥΛΟΧΟΝτοῦτον Ἐπίκουρον Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαί φησι καὶ Πραξιφάνους· αὐτὸς δὲ οὔ φησιν ἀλλʼ ἑαυτοῦ ἐν τῇ πρὸς Εὐρύλοχον ἐπιστολῇ.

ΠΡΟΣ ΗΡΟΔΟΤΟΝ:

καὶ Ἡροδότωι Ἐπίκουρος· πρότερον, φησί, ἀπεστάληι φέρων τὰ γράμματα ὑπηρέτης τις τῶν στρατηγῶν παρʼ Ὀλυμπιοδώρου καὶ ἐμ»οῦ, καὶ» οὐ φθάσας εὑρεῖν οὐδέτερον ὑμῶν παρʼ Ἀντιπάτρωι ἔφη τὴν ἐπιστολὴν Ἀντιπάτρωι δοῦναι παρόντι. γινώσκετε τὸ μὲν πρῶτον αὐτὸν ἐν Κορίνθωι δεθέντα ὑπὸ Κρατέρου, νῦν δʼ ἐν Πειραιεῖ τηρούμενον ὑπό τινος Λυσίου περὶ τὴν λύσιν τὰ δέκα τάλαντʼ ἀνανεύοντος, ὡς εἴκοσι τάλαντα διωμολογημένωι Κρατέρωι. περὶ τούτων δὲ ὕστερον εἰπών· εἰ τὸν ἄνθρωπον αὐτῶι τὸ πλεῖστον διδόντʼ ἐξ ὧν

ΠΡΟΣ ΘΕΜΙΣΤΑΝ:Θεμίσται δʼ ἐπὶ Φιλίππου· αὐτὸν φὴς πιστῶς εὔτακτον γεγονέναι καὶ

οἷός τέ εἰμι, ἐὰν μὴ ὑμεῖς πρός με ἀφίκησθε, αὐτὸς τρικύλιστος ὅποι ἂν ὑμεῖς καὶ Θεμίστα παρακαλῆτε ὠθεῖσθαι.

ΠΡΟΣ ΙΔΟΜΕΝΕΑτὴν μακαρίαν ἄγοντες καὶ ἅμα τελευτῶντες ἡμέραν τοῦ βίου ἐγράφομεν ὑμῖν ταυτί· στραγγουρικά τε παρηκολούθει καὶ δυσεντερικὰ πάθη ὑπερβολὴν οὐκ ἀπολείποντα τοῦ ἐν ἑαυτοῖς μεγέθους· ἀντιπαρετάττετο δὲ πᾶσι τούτοις τὸ κατὰ ψυχὴν χαῖρον ἐπὶ τῇ τῶν γεγονότων ἡμῖν διαλογισμῶν μνήμῃ· σὺ δὲ ἀξίως τῆς ἐκ μειρακίου παραστάσεως πρὸς ἐμὲ καὶ φιλοσοφίαν ἐπιμελοῦ τῶν παίδων Μητροδώρου.

εἰ βούλει πλούσιον Πυθοκλέα ποιῆσαι μὴ χρημάτων προστίθει, τῆς δὲ ἐπιθυμίας ἀφαίρει.

πέμπε οὖν ἀπαρχὰς ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καὶ τέκνων· οὕτω γάρ μοι λέγειν ἐπέρχεται.

ὦ πάντα τἀμὰ κινήματα τερπνὰ νομίσας ἐκ νέου.

ἐζηλώσαμεν τὴν αὐτάρκειαν οὐχ ὅπως τοῖς εὐτελέσι καὶ λιτοῖς πάντως χρώμεθα, ἀλλʼ ὅπως θαρρῶμεν πρὸς αὐτά.

καὶ ὑπ … ου … οις ᾐσθημένος καθάπερ ἐκείνοις καὶ κοινῆι καὶ ἰδίαι γέγραφα, ἱκανὸς μὲν οὖν καὶ σεαυτὸν ἀποσυνιστὰς αὐτοῖς εἶ. πεποίηκα δὲ κἀγὼι διὰ τῶν ἐπιστολῶν ἀποδηλῶν διʼ οὗ μάλιστα συκοφάντην εἰς ἀρχὴν ἐδέξαντο· «π»άσηι γάρ, ὡς ἀληθῶς, τέχνηι, κἀκείνοις διὰ σοῦ καὶ σοὶ διʼ ἐκείνων δεῖ τὸ συνφέρον γείνεσθαι.

Φιλόδημος :

ἂν παρίστανε θανεῖν αὐτὸν τὰ κατὰ τὴν γενομένην ἐκ τῆς ἀρχῆς ἀποχώρησιν καὶ τῶν ἁπάντων ἀποβολήν. καὶ προβάς· καὶ νὴ Δία ἐγὼ οἷός τε ἦν συνιδεῖν ἀνατάττων τὰ ἐμαυτοῦ διὰ χρόνου τε καὶ ἀποδημῆσαι μὴ ποθῶν πρὸς οἰκείων «ἑνούσας χαρὰς», ἔτι παρʼ ἐμοὶ ὄντος καὶ ἕτερα δρᾶν ἂν δʼ ἐμοὶ ἓν ἐπικουφίσωσι, πάντες ἧι δύναται φίλοι ἂν εἶεν· ἃ μὴ μόνον ἐκείνοις ἀλλʼ ἑτέροις δεῖ σε μηνύειν. ἐπὶ δʼ Εὐβούλου· εἰ τηρεῖς τὴν ἐπιστολὴν ἐν ἧι πρὸ τούτου πάντα διεσαφήσαμεν τὰ εἰρημένα ὑπʼ αὐτῶν

γράφων πρὸς Ἰδομενέα διακελεύεται μὴ νόμοις καὶ δόξαις δουλεύοντα ζῆν, ἐφʼ ὅσον ἂν μὴ τὴν διὰ τοῦ πέλας ἐκ πληγῆς ὄχλησιν παρασκευάζωσιν.

ΠΡΟΣ ΚΩΛΩΤΗΝ: … περὶ Μητροδώρου ἐπὶ Δημοκλέους Κωλώτει

… καὶ ἐπὶ … γράφει τοῦτον τὸν τρόπον πρὸς Κωλώτην

Φιλόδημος :καὶ Ἰδομενεῖ δὲ παραπλήσια καὶ Κωλώτει· τούτωι δὲ ὅτι καὶ ὑπέρτερον ἐγένετο χρήσιμος ὁ ἀνὴρ Φίλαι τε τῆι μητρὶ τῆι Κρατέρου καὶ αὐτῶι Κρατέρωι, ὡς αὐτὸς ἀπολογίζεται Μιθρῆς.

ὡς σεβομένῳ γάρ σοι τὰ τόθʼ ὑφʼ ἡμῶν λεγόμενα προσέπεσεν ἐπιθύμημα ἀφυσιλόγητον τοῦ περιπλακῆναι ἡμῖν γονάτων ἐφαπτόμενον καὶ πάσης τῆς εἰθισμένης ἐπιλήψεως γίνεσθαι κατὰ τὰς σεβάσεις θεῶν καὶ λιτάς. ἐποίεις οὖν καὶ ἡμᾶς ἀνθιεροῦν σὲ αὐτὸν καὶ ἀντισέβεσθαι … ἄφθαρτός μοι περιπάτει καὶ ἡμᾶς ἀφθάρτους διανοοῦ.

Φιλόδημος ὅτι μὲν ὅρκοις καὶ θεῶν ἐπιρρήσεσιν ἐδοκίμαζον χρῆσθαι, γελοῖον ὑπομιμνήσκειν, ἀναμέστου τῆς πραγματείας τῶν τοιούτων οὔσης· προσῆκον δὲ λέγειν ὅτι παρῄνει τὰς διʼ αὐτῶν καὶ τῶν ὁμοίων πείστεις φυλάττειν, καὶ μάλίστα πάντων αὐτῷ γε Διὶ φυλάττειν τόνδε τὸν φανερὸν … καὶ οὐ γράφων «ναὶ—τί λέξωι;» καὶ «τί γὰρ ὅσιον» καὶ Κωλώτηι πάντων τε ὅρκων καὶ πάσης θεολογίας ἐπιμελεῖσθαι συνεβούλευε.

ΠΡΟΣ ΛΕΟΝΤΕΑ … τοὺς ἀπὸ τῆς Ποικίλης Στοᾶς, ὑπὲρ ὧν καὶ Ἐπίκουρος ἔγραψεν· ἐπί τε Φιλίππου πρὸς αὐτὸν καὶ Λεοντέα· ἀλλὰ

Φιλόδημος : … ἐπὶ δʼ Οὐρίου Λεοντεῖ.

Φιλόδημος

διὸ καὶ Ἐπίκουρος Λεοντέως διὰ Πυθοκλέα πύστιν θεῶν οὐ παρέντος, Πυθοκλεῖ μὲν ἐπιτιμᾶι μετρίως πρὸς δὲ αὐτὸν γράφει τὴν λαμπρὰν καλουμένην ἐπιστολὴν, λαβὼν ἀρχὴν ἀπὸ τοῦ Πυθοκλέους

… τὸ ἱκανὸν γίνωσκε δικαιοσύνηι κοινῆι πρὸς ἀμφοτέρους. ἀλλὰ ἐπιστολὰς αὐτῶι γράψαντα περὶ τούτων πλεῖον οὐ γεγραφέναι οὐδενὶ αὐτῶν Λεοντέα οὐδʼ αἰτιάσασθαι οὐθένʼ αὐτῶν

ΠΡΟΣ ΛΕΟΝΤΙΟΝΠαιὰν ἄναξ, φίλον Λεοντάριον, οἵου κροτοθορύβου ἡμᾶς ἐνέπλησας ἀναγνόντας σου τὸν ἐπιστόλιον.

… περὶ αὐτῶν ταραχὴν μεγίστην παρασκευάσαι· αἱ μὲν γὰρ φαντασίαι τῶν ἀπόντων χωρὶς ὄψεως ἐπιβάλλουσι φόβον τὸν μέγιστον, εἰ δὲ συμπαρέσονται, οὐδʼ ἐλάχιστον. ἂν δὲ τὴν φύσιν διαθεωρῇς αὐτῶν, ἄντικρύς εἰσι τοιαῦται, καὶ μὴ παρόντων, οἷαι καὶ παρόντων. ἁπταὶ γὰρ οὐκ οὖσαι, διανοηταὶ δέ, τὴν αὐτήν, ὅσον ἐφʼ ἑαυταῖς, ἔχουσι δύναμιν πρὸς τοὺς «μὴ» παρόντας τῇ ὅτε καὶ παρόντων ἐκείνων ὑφειστήκεσαν. πρὸς οὖν ταῦτα, ὦ μῆτερ, θάρρει· οὐδὲν γὰρ ἐπιδηλοῖ σοι τὰ φάζματα ἡμῶν κακόν· τίθει δʼ αὖ τοὐναντίον καθʼ ἡμέραν χρήσιμόν τι ἡμᾶς προσκτωμένους εἰς τὸ μακροτέρω τῆς εὐδαιμονίας προβαίνειν. οὐ γὰρ μεικρὰ οὐδέν τʼ ἰσχύοντα περιγείνεται ἡμεῖν τάδʼ οἷα τὴν διάθεσιν ἡμῶν ἰσόθεον ποιεῖ καὶ οὐδὲ διὰ τὴν θνητότητα τῆς ἀφθάρτου καὶ μακαρίας φύσεως λειπομένους ἡμᾶς δείκνυσιν. ὅτε μὲν γὰρ ζῶμεν, ὁμοίως τοῖς θεοῖς χαίρομεν …

… ης … τὴν ἴσην ἂν κἀντιλάβηται τῆς ἐλαττώσεως· ἂν μὴ αἰσθάνηται δέ, πῶς ἐλαττοῦται; μετὰ δὴ τοιούτων ἡμᾶς ἀγαθῶν προσδόκα, μῆτερ, χαίροντας αἰεὶ καὶ ἔπαιρε σεαυτὴν ἐφʼ οἷς πράττομεν. τῶν μέντοι χορηγιῶν φείδου, πρὸς Διός, ὧν συνεχῶς ἡμεῖν ἀποστέλλεις. οὐ γὰρ σοί τι βούλομαι λείπειν, ἵνʼ ἐμοὶ περιττεύῃ, λείπειν δʼ ἐμοὶ μᾶλλον, ἵνα μὴ σοί. καίτοι γε ἀφθόνως κἀμοῦ διάγοντος ἐν πᾶσιν διὰ τὸ τοὺς φίλους καὶ τὸ συνεχῶς τὸν πατέρα ἡμεῖν πέμπειν ἀργύριον, προσφάτως δὲ δὴ καὶ διὰ τοῦ Κλέωνος τὰς ἐννέα μνᾶς ἀπεσταλκότος· οὐκοῦν ἑκάτερον ὑμῶν ἰδίᾳ δεῖ βαρεῖσθαι διʼ ἡμᾶς, συνχρῆσθαι δὲ τῷ ἑτέρῳ τὸν ἕτερον …

ΠΡΟΣ ΜΗΤΡΟΔΩΡΟΝ:[ ]ρ[.]ουμησ[ ]κηι δυν[η-] θὲν προσπ[ ] καὶ χαλεπα[ ]ω[ ] ⸏θη καὶ προς — — — — — και [συμ]παθῆ κ[ ]κοις πᾶσι τοῦ β[ίου κ]αιροῖς ἐ[πʼ] ἄκρον εὖ διωκτ[ε....]ις ὑπʼ αὐτοῦ κατὰ τὸ ὀ[ν]ησιφό⸏ρον τ[ῆ]ι φύσ[ε]ι τ[έλος·] ὡς γὰρ ἐλπίδος ὁ καιρὸ[ς ἐ]ψιλώθη καὶ τῆς κ[ατ]ὰ σά[ρκα] ἡδονῆς καὶ ἐπιμ[ονῆς] ἀ[π]ελείφθη τῆ[ς τῶν γεγονότ]ων χάριτος, ἆ[ρʼ ἂν ἔτι τηρ]ήσαιμί σ[οι,] Μητ[ρόδωρέ, τι ο]ἷον κατάστημα φυ[σικόν; μέχ]ρι μὲν ὅσου

ΠΡΟΣ ΜΙΘΡΗΝ: … ἐπὶ δʼ Ἀριστωνυμου Μιθρεῖ· πάντʼ ἀπέδωκεν ἡμῖν Διόδωρος ὅσα συνήγαγε κατὰ τὰ παρὰ σοῦ καὶ τὴν ἄλλην ἐπιμέλειαν ἣν ἐποήσω γʼ ἡμῶν

Φιλόδημος :ἐπὶ δὲ Δημοκλέους καὶ αὐτῶι γράφων· τὴν σὴν κεχαρισμένην ἀσπασίως δεδέχθαι ἡμᾶς ἴσθι καὶ τῶν

Φιλόδημος

Μιθρεῖ δέ· ὁ γὰρ ὅρος ὁ κατατεταγμένος τῆς συντάξεως οὐ κακῶς εἶχεν ὥστε ἀποφορᾶς οἰκετῶν εἶναι. ἐπʼ Εὐβούλου δʼ αὖ ὅτι διὰ τὰ πράγματα οὐ μόνον τὸ ἐπιδεχόμενον ἐξῆν μερίζειν, ἀλλʼ εἰ καί τι ἐλέλειπτο

Φιλόδημος : … οὕτω διακείμενος πρὸς τὸν θάνατον Ἐπίκουρος ἐμφανὴς ἦν καὶ ἐπὶ Πυθαράτου Μιθρεῖ γράφων ὥς τι ἀσπαστὸν ποιεῖσθαι πρὸς ἑαυτὸν ἐπέπειστο καὶ τινὰ τρόπον αὐτὸς ἀπεδέχετʼ αὐτόν.

Φιλόδημος

ὧδε γὰρ ἐπεφώνησεν ἐκπνέων· ἑβδόμηι γὰρ ἡμέραι, φησίν, ὅτε ταῦτʼ ἔγραφον, οὐχὶ ἀποκεχώρηκεν κατὰ τὴν οὔρησιν ἐμοὶ οὐθέν, καὶ ἀλγηδόνες ἐνῆσαν τῶν ἐπὶ τὴν τελευταίαν ἡμέραν ἀγουσῶν. σὺ οὖν, ἄν τι γένηται, τὰ παιδία τὰ Μητροδώρου διοίκησον τέτταρα ἢ πέντʼ ἔτη μηθὲν πλεῖον δαπανῶν ἤπερ νῦν εἰς ἐμὲ δαπανᾷς κατʼ ἐνιαυτόν. καὶ προβάς· ὑπὲρ τῶν υἱῶν οἶδα καὶ Αἰγέα καὶ Διόδωρον καὶ τῆς σῆς φρενὸς ὄντας, καὶ οὐκ ἀρέσκευμα μόνον ποιουμένους ἐπʼ αὐτῶν, ὡς ἐπὶ τοῦτων γε πρέπει, ἀλλὰ καὶ ἐπιλύπως ἐσχηκότας πρὸς τὴν ἐκείνου τελευτήν.

Φιλόδημος

καὶ τὸ πρὸς Μιθρῆν ἐπὶ Τηλοκλέους· οὔτοι ἀνετέον τὸν τρόπον. οὐ γὰρ ἄξιον φόβου τὸ κατὰ μετάπτωσιν ἐνόχλημα, καὶ διαίτης οὐ πάντα ἂν δέοι τὸ κατʼ ἔνδειάν γʼ ἐξολοῦν ἐξαιρούμενον ἢ τὰς καὶ ἔτι ὑμῖν ἐπιγινομένας δυσχερείας ἀπολυόμενον

Φιλόδημος

πρὸς Μιθρῆν δʼ ἡνίκα ἔζην Λυσίμαχος, χρήσιμον οἰόμενος τὸ ὑπομένειν προπίπτων ἐπὶ τῶν λοιπῶν, ἐτήρεις τὰ ἔντιμʼ ἄλλα τε καὶ τὰ κατὰ τὴν ἔξωθεν φαντασίαν, ἐφʼ ὃ ἂν ἀνήκοι τι καὶ τῶν τοιούτων πρὸς ἡμᾶς. … Μιθρεῖ δέ· ἀνήγγελλέ μοι Πυθιάναξ κατὰ νοῦν σου πάντα ἃ συνεργὸς γενόμενος Φίλαι διεπέρανα εἶναι· εἴ τι γὰρ τιμᾶις πρὸς τὸ ε

Φιλόδημος γράφων Ἐπίκουρος· ἀγοραίας φαμὲν καὶ φορτικὰς τὰς μὴ πρὸς εὐδαίμονα βίον συντεινούσας ἰδέας τοῦ βίου. καὶ πάλιν· ἄξιος γὰρ νὴ τοὺς θεοὺς ἐνεφάνης ἡμῖν τῶι ὅλωι ἤθει εἶναι οὐ κατὰ νόμους ἐλευθέρας βιοτῆς.

Φιλόδημος

προγράψαντες πάλιν δὲ καὶ Ἐπικούρου πρὸς Μιθρῆν ἐπιστολὴν ὑπὲρ τῶν μερῶν τούτων.

ΠΡΟΣ ΠΟΛΥΑΙΝΟΝ

Φιλόδημος :[ ἐπὶ] Χαρίνου[ ] [ ]αον[...]τον[ ] [ κί]νδυνον αν[ ] [ ]καὶ σύμβολ[ον] [ ]ατ[τ]εσθαι του[ ] [ ]οτονορε[ ] [ ]ους καὶ τὰ[ ] [ ]εις ἀφροδισι[ ] [ ]ὅλος ἀπὸ λογισμο[ῦ] [ ]συμποσίοις κατ[ ] [γ]ὰρ Ἐπι[κο]ύρωι[ ]

Φιλόδημος .....[κ]αὶ πρὸς [Πολ]ύαι[νον] .....ο[.]εστ.κο[ ] .....[τὴ]ν πενίαν ἀδι[άφορον]

Φιλόδημος ἀλλὰ καὶ πρὸς Πολύαινον συνεορταστέα κʼ Ἀνθεστήρια· καὶ γὰρ τῶν θεῶν ἐπιμνηστέον ὡς αἰτίων πολλῶν ἀγαθῶν ὄντων.

λέγε δή μοι, Πολύαινε, οἶσθʼ ἅπερ ἡμῖν μεγάλη χαρὰ γεγένηται.

ΠΡΟΣ ΠΥΘΟΚΛΕΑκαθεδοῦμαι προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον

παιδείαν δὲ πᾶσαν, μακάριε, φεῦγε τἀκάτιον ἀράμενος

Φιλόδημος τὸ δʼ ἀνέχοντα μὴ ἐνοχλήσεσθαι προσδεῖν μικρᾶς ἕνεκεν ἐλαττώσεως πρὸς Πυθοκλέα ἔλεγεν· ἂν ἀνέχων γε θαρρῆις τὴν μετάπτωσιν, οὐκ ἐνοχλήσεις.

ἡμεῖς δέ, ὦ Πυθοκλῆ

ΠΡΟΣ ΤΙΜΟΚΡΑΤΗΝ

Τιμοκράτει δʼ· ἰδὼν ὡς ἡμεῖς πάντα ταῦτα κατὰ τρόπον διωρθώμεθα, συλλάμβανε καὶ αὐτοῖς, οὐ μόνον διὰ τὴν οἰκειότητά σου ἀλλὰ καὶ διὰ τὸ ἦθος αὐτῶν, ὅπως τῆς πάσης χορηγίας τυγχάνωσιν τῆς εἰς τὸ μηθὲν ἐλλείπειν ἁρμοττούσης καὶ οὗ δὴ τοῖς ἂν ἐμπείρως ταὐτὸν κλήρωμʼ ἔχουσι καὶ εὔνουν πλήθει τούτωι πολιτικῶι ὐποστολὴν λαοῦ

ΠΡΟΣ ΦΥΡΣΩΝΑ

ας τινῶν ἀμείνονας ἢ καὶ φυλάττειν ἐνεργείαι τὰς ἐπινοίας τῶν θεῶν διά τινων χρόνων· οὐ μόνον δὲ ταῦτʼ ἐδογμάτισεν ἀλλὰ καὶ διὰ τῶν ἔργων αὐτῶν εὑρίσκεται πάσαις ταῖς πατρίοις ἑορταῖς καὶ θυσίαις κεχρημένος· ἐπʼ Ἀριστωνύμου μὲγ γὰρ Φύρσωνι περί τινος αὐτοῦ πολείτου Θεοδότου γράφων καὶ τῶν ἑορτῶν αὐτῷ πασῶν μετεσχηκέναι

τὴν τῶν Χοῶν ἐορτὴν συνεορτάζων καὶ τὰ μυστήρια τὰ ἀστικὰ καὶ τὰς ἄλλας

Φιλόδημος

καὶ μνημονεύει κατὰ Διότιμον ὁ Ἐπίκουρος ἄρχοντα τοῦ βυβλίου Φύρσωνι γοῦν γράφων· ἀπέστειλα τὸν λόγον καὶ τὸ πρὸς τοὺς

Φιλόδημος οὐ πρὸς ἰδιώτην γράφων, ἀλλὰ πρὸς Φύρσωνα τὸν Κολοφώνιον, ἄνδρα καὶ οὐδενὸς κατὰ τὰ πολιτικὰ δεύτερον ὄντα

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΛΑΜΨΑΚΩΙ ΦΙΛΟΥΣ … διὰ τὸ οὐδὲν ὅλως ἀπεργάζεσθαι, μένειν ἐπὶ χώρας ἐάσομεν· τὸ μὲν δὴ πρὸς τοὺς ἐν Λαμψάκωι φίλους ἐπὶ Φιλίππου καὶ πᾶν τοιοῦτο δεξόμεθα· καὶ γὰρ οὐδὲ τὴν πενίαν εἶπε μόνον, ἀλλὰ τὰς ἐκ πενίας πραγματείας ὑπέθετο κατʼ ἀπαλλαγὴν ἐλαττώσεως δεῖν ἔτι προσδοκᾶν.

Φιλόδημος

κατὰ τὰ ἐν Κυζίκωι αὐτῶν εὐμενῶς ἐπιμεληθείς γʼ, ἃ συνεῖδε περὶ τῆς αἱρέσεως αὐτοῦ διασαφεῖ τοῖς ἐν Λαμψάκωι φίλοις ἐπιστέλλων· ἠκουσαμεν γὰρ ὅτι δὴ Λεοντεὺς πάντα ἀπέδωκε … ευ … ο …

ὥστε παμπληθῆ δοπανήσομεν ἃ συνεπεθέμεθα τῆι παρὰ τἀνδρός γε κατʼ ἐνιαυτὸν συντάξει

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΑΣΙΑΙ ΦΙΛΟΥΣ καὶ μὴν εἴ γε τοῖς χρηστοῖς λανθάνειν καὶ ἀγνοεῖσθαι παραινεῖς … καὶ σεαυτῷ πρῶτον, Ἐπίκουρε· μὴ γράφε τοῖς ἐν Ἀσίᾳ φίλοις, μηδὲ τοὺς ἀπʼ Αἰγύπτου ξενολόγει, μηδὲ τοὺς Λαμψακηνῶν ἐφήβους δορυφόρει, μηδὲ διάπεμπε βίβλους πᾶσι καὶ πάσαις, ἐπιδεικνύμενος τὴν σοφίαν, μηδὲ διατάσσου περὶ ταφῆς.

ΠΡΟΣ ΤΟΥΣ ΦΙΛΟΥΣ τοῖς φίλοις γράφοντος Ἐπικούρου· δαίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδήν, καὶ οὐρανομήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας.

ΠΡΟΣ ΤΟΥΣ ΜΕΓΑΛΟΥΣ

κἀν ταῖς ἐπιστολαῖς μέντοι ταῖς πρὸς τοὺς μεγάλους ὁμολογεῖν ἔοικεν αὐτό· τοῦτο δʼ ἵνα μή τις εἴπῃ πρὸς τοὺς

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΜΥΤΙΛΗΝΗΙ ΦΙΛΟΣΟΦΟΥΣ

Τιμοκράτης … φησὶ … τόν τʼ Επίκουρον πολλὰ κατὰ τὸν λόγον ἠγνοηκέναι, καὶ πολὺ μᾶλλον κατὰ τὸν βίον, τό τε σῶμα ἐλεεινῶς διακεῖσθαι ὡς πολλῶν ἐτῶν μὴ δύνασθαι ἀπὸ τοῦ φορείου διαναστῆναι, μνᾶν τε ἀναλίσκειν ἡμερησίαν εἰς τὴν τράπεζαν, ὡς αὐτὸς ἐν ταῖς πρὸς Λεόντιον ἐπιστολαῖς γράφει καὶ ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους· συνεῖναί τε αὐτῷ τε καὶ Μητροδώρῳ ἑταίρας καὶ ἄλλας, Μαμμάριον καὶ Ἡδεῖαν καὶ Ἐρώτιον καὶ Νικίδιον· καὶ ἐν ταῖς ἑπτὰ καὶ τριάκοντα βίβλοις ταῖς Περὶ φύσεως τὰ πλεῖστα ταὐτὰ λέγειν καὶ ἀντιγράφειν ἐν αὐταῖς ἄλλοις τε καὶ Ναυσιφάνει τὰ πλεῖστα, καὶ αὐτῇ λέξει φάσκειν οὕτως· ἀλλʼ ἴτωσαν· εἶχε γὰρ ἐκεῖνος ὠδίνων τὴν ἀπὸ τοῦ στόματος καύχησιν τὴν σοφιστικὴν καθάπερ καὶ ἄλλοι πολλοὶ τῶν ἀνδραπόδων. καὶ αὐτὸν Ἐπίκουρον ἐν ταῖς ἐπιστολαῖς περὶ Ναυσιφάνους λέγειν· ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον. πλεύμονά τε αὐτὸν ἐκάλει καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνην· τοὺς τε περὶ Πλάτωνα Διονυσοκόλακας καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλην ἄσωτον, ὃν καταφαγόντα τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν· φορμοφόρον τε Πρωταγόραν καὶ γραφέα Δημοκρίτου καὶ ἐν κώμαις γράμματα διδάσκειν. Ἡράκλειτόν τε κυκητήν· καὶ Δημόκριτον Ληρόκριτον· καὶ Ἀντίδωρον Σαννίδωρον· τούς τε Κυζικηνοὺς ἐχθροὺς τῆς Ἑλλάδος· καὶ τοὺς διαλεκτικοὺς πολυφθόρους· Πύρρωνα δὲ ἀμαθῆ καὶ ἀπαίδευτον.

εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτʼ εἰπόντα περὶ αὐτοῦ Ἀριστοτέλους ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστολῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν· εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις οὐκ ὢν ἀφυὴς καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἕξιν ἦλθεν … ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ ὁ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα γὰρ ὑπʼ ἐκείνου ἐπὶ ξύλων τινῶν ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπʼ αὐτοῦ, καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα· ἀφʼ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι.

φησὶ γοῦν ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους ἐπιστολῇ· οἶμαι δʼ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρακίων τινῶν κραιπαλώντων ἀκούσαντα, καὶ προβὰς … λέγων· καὶ γὰρ πονηρὸς ἄνθρωπος ἦν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖν.

Φιλόδημος :ταῖς ἡμεροκωμίαις ἐν Τέωι συσχόμενος πρὸ τοῦ σοφιστεῦσαι τοῦ τἀναξαγόρου ἀναγινώσκοντος καὶ Ἐμπεδοκλέους καὶ περὶ ταῦτα τερθρευομένου κατατεταμένως … ἢ πάλιν· ὁ τοὺς Ἑρμοκοπίδας ἐν Τέῳ συστήσας κατὰ Δημόκριτον καὶ Λεύκιππον πραγματευομένους

Φιλόδημος

ἐπʼ Ὀλυμπιοδώρου γράφει· ἤτοι γε τινὰ δεῖ πόνων

Φιλόδημος :[ καὶ] πρὸς τὸν αὐτὸν [ἐ-] πὶ Χαρίνου· τη.φ.. αιφι[ ]αὐτῶν μὲν[ ]θες τῶ[ν] ἁπαν[ ]κε ριωτ[ ]ς ἔξωθ[εν ἐ]πιφέροντος

Φιλόδημος

ἐπὶ δὲ Χαρίνου καὶ ἐπὶ Διοτίμου παραινεῖ τὴν καθʼ ἱερᾶς τραπέζης συνθήκην μὴ παραβαίνειν

Φιλόδημος

ὅ ἐὰν διανοῶνται, περιγίνονται τῶν κατὰ τὴν ἔνδειαν καὶ πενίαν κακῶν. ἐπὶ δὲ Χαρίνου

Φιλόδημος … ἐπὶ Χαρίνου

Φιλόδημος ἐπὶ δʼ Ἰσαίου καὶ γέγραφεν σ …

Φιλόδημος :

ἐπʼ Ἰσαίου δὲ τοὺς Μενοικέως υἱοὺς εἰσφέρει νομίσαντας ὡς μαθητὰς

Φιλόδημος

εἶθʼ ὕστερον τοὺς ἐχθίστους καταλύειν Μακεδόνας ὡς τότε ἐπʼ Εὐθίου γράφει

Φιλόδημος :

ἐπὶ δʼ Εὐβούλου· τὴν ἐπιστολὴν προσανάπτοις καὶ τῶν Δημοκρίτου τινά, οὐχ οἷον

Φιλόδημος πάλιν· ἡμεῖς θεοῖς θύωμεν, φησίν, ὀσίως καὶ καλῶς οὗ καθήκει, καὶ καλῶς πάντα πράττωμεν κατὰ τοὺς νόμους μηθὲν ταῖς δόξαις αὐτοὺς ἐν τοῖς περὶ τῶν ἀρίστων καὶ σεμνοτάτων διαταράττοντες· ἔτι δὲ καὶ δίκαιόν φαμεν ἀφʼ ἧς ἔλεγον δόξης· οὕτω γὰρ ἐνδέχεται φύσιν θνητὴν ὁμοίως Διὶ νὴι Δία ζῆν ὡς φαίνεται.

Φιλόδημος κἂν πόλεμος ἦι, δεινὸν οὐκ ἂ»ν» θέσθαι θεῶν εἵλεων ὄντων. καὶ παλιν· καθαρὰν τὴν ζωὴν διηχέναι καὶ διάξειν σὺν αὐτῷ Μάτρωνι θεῶν εἵλεων ὄντων.

Φιλόδημος : … τοῖς ἄλλοις καὶ δεηθέντος μου φιλανθρωπεύσασθαι διὰ παντός

Φιλόδημος

γράφων πρὸς αὐτὸν περὶ τῆς Ἀθήνησιν αὐτοῦ παρουσίας καὶ περὶ ὧν παρὰ φίλων ἤκουσαν, οὗ καί φησιν· ἥκει γὰρ πρὸς ἡμᾶς ἔτι νεανίσκος ὢν καὶ αὐτὸν μακαρίζομεν πάντες.

προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ νέοις ὁ περὶ Πυθοκλέους οὔπω γεγονότος ὀκτωκαίδεκα ἔτη γράφων οὐκ εἶναι φύσιν ἐν ὅλῃ τῇ Ἑλλάδι ἀμείνω καὶ τερατικῶς αὐτὸν εὖ ἀπαγγέλλειν, καὶ πάσχειν αὐτὸς τὸ τῶν γυναικῶν, εὐχόμενος ἀνεμέσητα πάντα εἶναι καὶ ἀνεπίφθονα τῆς ὑπερβολῆς τῷ νεανίσκῳ.

Φιλόδημος ὑγιεινὸν … πρὸς ὅν γʼ ἡ περὶ τῶν ἀσχολιῶν τότʼ ἐγράφη. καὶ προβάς· ἀκήκοα ὡς σὺ πειρᾶις ἥδειον ἂν εἴ ποτε, ἰδιώτει αὐτῶι γεγονότι τῆς πρότερον προφανείας, τὴν φιλίαν συνάψαι, μέγα γε παρʼ ἃ οἶδα, τῶι ἀνδρὶ πρός ὃν ἡ περὶ τῶν ἀσχολιῶν ἐκ Σάμου ἐπιστολὴ ἐγράφη ὑπʼ ἐμου· ὀυ γὰρ τὰς τυχούσας ὑπὲρ ἐμοῦ φωνὰς Κωλώτης ἀνήγγελλεν ἀλλʼ ἀνταξίας ἤπερ ἐστὶ πάντα τὰ αὐτοῦ· διὰ ταῦτα δή, κεἰ μὴ μόνον, ἐδωρεῖτο σὺν ἑταίρωι μηθὲν ἄνουν ἔπος γʼ αὐτῶι μὴ παραπλησιάσαι μοι κατʼ ἄλλας πράξεις χρησίμωι γενομένωι μηδʼ ἰδιολογησάμενος, καὶ νῦν δʼ ὅμοιά γε λέγων καὶ πράττων μη …

Φιλόδημος : … χάριν δʼ ἔχειν καί σοι τῷ παρειληφότι τἀκείνου διδόναι Καρνείσκῳ δεῖν τι, ὄντος τοιούτου Κρονίου καὶ δόντος προθυμως· καὶ μάλʼ ἀσπασίως τῶι Ἀρκεφῶντι μίαν μὲν ἐξ ἑπτά γʼ οὖσαν, τὴν ὑπʼ ἐμοῦ δοθεῖσαν αὐτῶι, πάραδέδωκε παρὰ ἕτερα καὶ οὐδὲ τὰ ἑαυτῷ προσόντʼ ἐτόλμησεν ἑλεῖν ἀλλὰ καὶ προ»στέ»ταχέ τινι Καλλιστράτωι πέντε μνᾶς ἡμῖν δοῦναι. καὶ προβάς· ὁ μὲν δὴ Καλλίστρατος ἐξέπτυκε τρεῖς μέχρι τε τοῦ παρόντος γέγονεν ἄτροπος καὶ τὸ ὅλον οὐκ εἶναι ἑαυτῶι φησιν

Φιλόδημος καὶ προβάς· ἐρεῖ τὰ περὶ ἡμᾶς Ἡρακλείδης· ἣν οὖν ἔταξα τιμὴν ἐμαυτῶι κἂν ἐν Ὑπερβορείοις ὦσιν ἀποστέλλειν, ταύτην καὶ ὑμῖν συντάττω· ἑκατὸν γὰρ καὶ εἴκοσι δραχμὰς μόνας κατʼ ἐνιαυτὸν βούλομαι παρʼ ἑκατέρου λαμβάνειν. καὶ διʼ ἑτέρας· ἤνεγκέ μοι Κτήσιππος τὴν κατʼ ἐνιαυτὸν σύνταξιν, ἣν ἀπέστειλας ὑπέρ τε τοῦ πατρὸς καὶ σεαυτοῦ.

σιν λόγους καὶ κατὰ πάντας τρόπους ἐκπολυωρηθεὶς μέχρι ὅσου τὴν αὐτάρκη πρὸς τὸ σεαυτὸν κυβερνᾶν ἡλι»κί»αν ἔσχες.

πέμψον μοι τυροῦ κυθρίδιον, ἵνʼ ὅταν βούλωμαι πολυτελεύσασθαι δύνωμαι.

βρυάζω τῷ κατὰ τὸ σωμάτιον ἡδεῖ, ὕδατι καὶ ἄρτῳ χρώμενος, καὶ προσπτύω ταῖς ἐκ πολυτελείας ἡδοναῖς οὐ διʼ αὐτάς, ἀλλὰ διὰ τὰ ἐξακολουθοῦντα αὐταῖς δυσχερῆ.

κρεῖσσον δέ σοι θαρρεῖν ἐπὶ στιβάδος κατακειμένῳ ἢ ταράττεσθαι χρυσῆν ἔχοντι κλίνην καὶ πολυτελῆ τράπεζαν.

Φιλόδημος : … οἴδαμεν εἶναι πιστὸν Κράτητος καὶ Ἀριστίππου τὰς περί τινων τοῦ Πλάτωνος διατριβάς, καὶ Ἀριστοτέλους τʼ ἀναλυτικὰ καὶ τὰ περὶ φύσεως ὅσαπερ ἐκλέγομεν.

οὐδέποτε ὠρέχθην τοῖς πολλοῖς ἀρέσκειν, ἃ μὲν γὰρ ἐκείνοις ἤρεσκεν οὐκ ἔμαθον, ἃ δʼ ᾔδειν ἐγὼ μακρὰν ἦν τῆς ἐκείνων αἰσθήσεως.

ἐκεῖνος οὖν γράφει … επ … ὅτι ἄλλως χρᾶται ὁ σοφὸς τοῖς πράγμασιν καὶ ἄλλως ὁ μὴ σοφός· καὶ ἐπιφέρει· τότε σοφὸς οὐκ ἦς, νῦν δὲ ἐσπούδασας τοῦτο γενέσθαι. ἀναπόλει τὸ τοῦ προτέρου βίου καὶ τοῦ νῦν, εἰ οὕτως ἔφερες τότε νόσον ὡς νῦν, ἢ οὕτως ἐκράτεις πλούτου ὡς νῦν κρατεῖς.