ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ ΣΥΜΠΟΣΙΑΚΑ
ΗΜΙΑΜΒΙΑ
Ἀνακρέων ἰδών με
ὁ Τήϊος μελωιδός
— ὄναρ λέγω — προσεῖπεν·
κἀγὼ δραμὼν πρὸς αὐτόν
περιπλάκην φιλήσας.
γέρων μὲν ἦν, καλὸς δέ,
καλὸς δὲ καὶ φίλευνος·
τὸ χεῖλος ὦζεν οἴνου·
τρέμοντα δʼ αὐτὸν ἤδη
Ἔρως ἐχειραγώγει.
ὃ δʼ ἐξελὼν καρήνου
ἐμοὶ στέφος δίδωσι·
τὸ δʼ ὦζʼ Ἀνακρέοντος.
ἐγὼ δʼ ὁ μωρὸς ἄρας
ἐδησάμην μετώπωι·
καὶ δῆθεν ἄχρι καὶ νῦν
ἔρωτος οὐ πέπαυμαι.
Δότε μοι λύρην Ὁμήρου
φονίης ἄνευθε χορδῆς·
φέρε μοι κύπελλα θεσμῶν,
φέρε μοι νόμους κεράσσας,
μεθύων ὅπως χορεύσω,
ὑπὸ σώφρονος δὲ λύσσης
μετὰ βαρβίτων ἀείδων
τὸ παροίνιον βοήσω·
δότε μοι λύρην Ὁμήρου
φονίης ἄνευθε χορδῆς.
Ἄγε, ζωγράφων ἄριστε,
λυρικῆς ἄκουε Μούσης …
γράφε τὰς πόλεις τὸ πρῶτον
ἱλαράς τε καὶ γελώσας·
ὁ δὲ κηρὸς ἂν δύναιτο,
γράφε καὶ νόμους φιλούντων.
φιλοπαίγμονες δὲ Βάκχαι
ἑτεροπνόους ἐναύλους …
Τὸν ἄργυρον τορεύσας
Ἥφαιστέ μοι ποίησον
πανοπλίας μὲν οὐχί·
τί γὰρ μάχαισι κἀμοί;
ποτήριον δὲ κοῖλον
ὅσον δύνηι βάθυνον.
καὶ μὴ ποίει κατʼ αὐτό
μήτʼ ἄστρα μήτʼ Ἀμάξας,
μὴ στυγνὸν Ὠρίωνα·
τί Πλειάδων μέλει μοι,
τί δʼ ἀστέρος Βοώτεω;
ποίησον ἀμπέλους μοι,
καὶ βότρυας κατʼ αὐτῶν,
ποίει δὲ ληνὸν οἴνου,
καὶ χρυσέους πατοῦντας
ὁμοῦ καλῶι Λυαίωι
Ἔρωτα καὶ Βάθυλλον.
Τὸν ἄργυρον τορεύσας
Ἥφαιστέ μοι ποίησον
πανοπλίαν μὲν οὐχί·
ποτήριον δὲ κοῖλον
ὅσον δύνηι βάθυνον.
ποίει δέ μοι κατʼ αὐτοῦ
μήτʼ ἄστρα μήτʼ Ἀμάξας,
μὴ στυγνὸν Ὠρίωνα,
ἀλλʼ ἀμπέλους χλοώσας
καὶ βότρυας γελῶντας
σὺν τῶι καλῶι Λυαίωι.
Τὸν ἄργυρον τορεύων
Ἥφαιστέ μοι ποίησον
πανοπλίαν μὲν οὐχί·
τί γὰρ μάχαισι κἀμοί;
ποτήριον δὲ κοῖλον
ὅσον δύνηι βαθύνας.
ποίει δέ μοι κατʼ αὐτοῦ
μήτʼ ἄστρα μήτʼ Ἄμαξαν,
μὴ στυγνὸν Ὠρίωνα·
τί Πλειάδων μέλει μοι,
τί γὰρ καλοῦ Βοώτου;
ποίησον ἀμπέλους μοι,
καὶ βότρυας κατʼ αὐτῶν,
καὶ Μαινάδας τρυγώσας·
ποίει δὲ ληνὸν οἴνου
ληνοβάτας πατοῦντας
τοὺς Σατύρους γελῶντας
καὶ χρυσέους Ἔρωτας
καὶ Κυθέρην γελῶσαν
ὁμοῦ καλῶι Λυαίωι.
Καλλιτέχνα, τόρευσον
ἔαρος κύπελλον ἤδη·
τὰ πρῶτʼ ἡμῖν τὰ τερπνά
ῥόδα φέρουσαν ὥρην.
ἀργύρεον δʼ ἁπλώσας
ποτὸν ποίει μοι τερπνόν·
τῶν τελετῶν, παραινῶ,
μὴ ξένον μοι τορεύσηις,
μὴ φευκτὸν ἱστόρημα·
μᾶλλον ποίει Διὸς γόνον,
Βάκχον Εὔιον ἡμῖν.
μύστις νάματος ἦι Κύπρις
ὑμεναίους κροτοῦσα·
χάρασσʼ Ἔρωτας ἀνόπλους
καὶ Χάριτας γελώσας
ὑπʼ ἄμπελον εὐπέταλον
εὐβότρυον κομῶσαν·
σύναπτε κούρους εὐπρεπεῖς
ἀν μη Φοῖβος ἀθύρηι.
Στέφος πλέκων ποτʼ εὗρον
ἐν τοῖς ῥόδοις Ἔρωτα,
καὶ τῶν πτερῶν κατασχών
ἐβάπτισʼ εἰς τὸν οἶνον,
λαβὼν δʼ ἔπιον αὐτόν·
καὶ νῦν ἔσω μελῶν μου
πτεροῖσι γαργαλίζει.
Λέγουσιν αἱ γυναῖκες·
«Ἀνάκρεον, γέρων εἶ·
λαβὼν ἔσοπτρον ἄθρει
κόμας μὲν οὐκέτʼ οὔσας,
ψιλὸν δέ σευ μέτωπον.»
ἐγὼ δὲ τὰς κόμας μέν,
εἴτʼ εἰσὶν εἴτʼ ἀπῆλθον,
οὐκ οἶδα· τοῦτο δʼ οἶδα,
ὡς τῶι γέροντι μᾶλλον
πρέπει τὸ τερπνὰ παίζειν,
ὅσωι πέλας τὰ Μοίρης.
Οὔ μοι μέλει τὰ Γύγεω
τοῦ Σαρδίων ἄνακτος,
οὐδʼ εἷλέ πώ με ζῆλος,
οὐδὲ φθονῶ τυράννοις.
ἐμοὶ μέλει μύροισιν
καταβρέχειν ὑπήνην,
ἐμοὶ μέλει ῥόδοισιν
καταστέφειν κάρηνα·
τὸ σήμερον μέλει μοι,
τὸ δʼ αὔριον τίς οἶδεν;
ὡς οὖν ἔτʼ εὔδιʼ ἔστιν,
καὶ πῖνε καὶ κύβευε
καὶ σπένδε τῶι Λυαίωι,
μὴ νοῦσος ἤν τις ἔλθηι
λέγηι σε μηδὲ πίνειν.
Ἄφες με, τοὺς θεούς σοι,
πιεῖν, πιεῖν ἀμυστί·
θέλω, θέλω μανῆναι.
ἐμαίνετʼ Ἀλκμέων τε
χὠ λευκόπους Ὀρέστης
τὰς μητέρας κτανόντες·
ἐγὼ δὲ μηδένα κτάς,
πιὼν δʼ ἐρυθρὸν οἶνον
θέλω, θέλω μανῆναι.
ἐμαίνετʼ Ἡρακλῆς πρίν,
δεινὴν κλονῶν φαρέτρην
καὶ τόξον Ἰφίτειον·
ἐμαίνετο πρὶν Αἴας,
μετʼ ἀσπίδος κραδαίνων
τὴν Ἕκτορος μάχαιραν·
ἐγὼ δʼ ἔχων κύπελλον
καὶ στέμμα τοῦτο χαίτης
θέλω, θέλω μανῆναι.
Τί σοι θέλεις ποιήσω,
τί σοι, λάλευ χελιδόν;
τὰ ταρσά σευ τὰ κοῦφα
θέλεις λαβὼν ψαλίξω,
ἢ μᾶλλον ἔνδοθέν σευ
τὴν γλῶσσαν, ὡς ὁ Τηρεύς
ἐκεῖνος, ἐκθερίξω;
τί μευ καλῶν ὀνείρων
ὑπορθρίαισι φωναῖς
ἀφήρπασας Βάθυλλον;
Ἔρωτα κήρινόν τις
νεηνίης ἐπώλει·
ἐγὼ δέ οἱ παραστάς
«πόσου θέλεις» ἔφην «σοι
τὸ τυχθὲν ἐκπρίωμαι;»
ὃ δʼ εἶπε δωριάζων
«λάβʼ αὐτὸν ὁππόσου λῆις.
ὅπως δʼ ἂν ἐκμάθηις πᾶν,
οὐκ εἰμὶ κηροτέχνας,
ἀλλʼ οὐ θέλω συνοικεῖν
Ἔρωτι παντορέκται.»
«δὸς οὖν, δὸς αὐτὸν ἡμῖν
δραχμῆς, καλὸν σύνευνον.»
Ἔρως, σὺ δʼ εὐθέως με
πύρωσον· εἰ δὲ μή, σύ
κατὰ φλογὸς τακήσηι.
Οἱ μὲν καλὴν Κυβήβην
τὸν ἡμίθηλυν Ἄττιν
ἐν οὔρεσιν βοῶντα
λέγουσιν ἐκμανῆναι·
οἱ δὲ Κλάρου παρʼ ὄχθαις
δαφνηφόροιο Φοίβου
λάλον πιόντες ὕδωρ
μεμηνότες βοῶσιν·
ἐγὼ δὲ τοῦ Λυαίου
καὶ τοῦ μύρου κορεσθείς
καὶ τῆς ἐμῆς ἑταίρης
θέλω, θέλω μανῆναι.
Ἔπειθʼ Ἔρως φιλεῖν με·
ἐγὼ δʼ ἔχων νόημα
ἄβουλον οὐκ ἐπείσθην.
ὃ δʼ εὐθὺ τόξον ἄρας
καὶ χρυσέην φαρέτρην
μάχηι με προυκαλεῖτο·
κἀγὼ λαβὼν ἐπʼ ὤμων
θώρηχʼ ὅπως Ἀχιλλεύς
καὶ δοῦρα καὶ βοείην
ἐμαρνάμην Ἔρωτι.
ἔβαλλʼ, ἐγὼ δʼ ἔφευγον·
ὡς δʼ οὐκέτʼ εἶχʼ ὀιστούς,
ἤσχαλλεν, εἶτʼ ἑαυτόν
ἀφῆκεν εἰς βέλεμνον·
μέσος δὲ καρδίης μευ
ἔδυνε καί μʼ ἔλυσεν.
μάτην δʼ ἔχω βοείην·
τί γὰρ βάλωμεν ἔξω,
μάχης ἔσω μʼ ἐχούσης;
Εἰ φύλλα πάντα δένδρων
ἐπίστασαι κατειπεῖν,
εἰ κύματʼ οἶδας εὑρεῖν
τὰ τῆς ὅλης θαλάσσης,
σὲ τῶν ἐμῶν ἐρώτων
μόνον ποῶ λογιστήν.
πρῶτον μὲν ἐξ Ἀθηνῶν
ἔρωτας εἴκοσιν θές
καὶ πεντεκαίδεκʼ ἄλλους.
ἔπειτα δʼ ἐκ Κορίνθου
θὲς ὁρμαθοὺς ἐρώτων·
Ἀχαΐης γάρ ἐστιν,
ὅπου καλαὶ γυναῖκες.
τίθει δὲ Λεσβίους μοι
καὶ μέχρι τῶν Ἰώνων
καὶ Καρίης Ῥόδου τε
δισχιλίους ἔρωτας.
τί φήις; ἄγει καρωθείς;
οὔπω Σύρους ἔλεξα,
οὔπω πόθους Κανώβου,
οὐ τῆς ἅπαντʼ ἐχούσης
Κρήτης, ὅπου πόλεσσιν
Ἔρως ἐποργιάζει.
τί δʼ οὐ θέλεις ἀριθμεῖν
καὶ τοὺς Γαδείρων ἐκτός,
τῶν Βακτρίων τε κἰνδῶν
ψυχῆς ἐμῆς ἔρωτας;
Ἐρασμίη πέλεια,
πόθεν, πόθεν πέτασαι;
πόθεν μύρων τοσούτων
ἐπʼ ἠέρος θέουσα
πνέεις τε καὶ ψεκάζεις;
τίς εἶ, τί σοι μέλει δέ;
«Ἀνακρέων μʼ ἔπεμψε
πρὸς παῖδα, πρὸς Βάθυλλον
τὸν ἄρτι τῶν ἁπάντων
κρατοῦντα καὶ τυράννων.
πέπρακέ μʼ ἡ Κυθήρη
λαβοῦσα μικρὸν ὕμνον
ἐγὼ δʼ Ἀνακρέοντι
διακονῶ τοσαῦτα·
καὶ νῦν, ὁρᾶις, ἐκείνου
ἐπιστολὰς κομίζω.
καί φησιν εὐθέως με
ἐλευθέρην ποιήσειν·
ἐγὼ δέ, κἢν ἀφῆι με,
δούλη μενῶ παρʼ αὐτῶι.
τί γάρ με δεῖ πέτασθαι
ὄρη τε καὶ κατʼ ἀγρούς
καὶ δένδρεσιν καθίζειν
φαγοῦσαν ἄγριόν τι;
τὰ νῦν ἔδω μὲν ἄρτον
ἀφαρπάσασα χειρῶν
Ἀνακρέοντος αὐτοῦ,
πιεῖν δέ μοι δίδωσι
τὸν οἶνον ὃν προπίνει,
πιοῦσα δʼ ἀγχορεύω
καὶ δεσπότην κρέκοντα
πτεροῖσι συγκαλύπτω·
κοιμωμένου δʼ ἐπʼ αὐτῶι
τῶι βαρβίτωι καθεύδω.
ἔχεις ἅπαντʼ· ἄπελθε·
λαλιστέραν μʼ ἔθηκας,
ἄνθρωπε, καὶ κορώνης.»
Ἄγε, ζωγράφων ἄριστε,
Ῥοδίης κοίρανε τέχνης,
ἀπεοῦσαν, ὡς ἂν εἴπω,
γράφε τὴν ἐμὴν ἑταίρην.
γράφε μοι τρίχας τὸ πρῶτον
ἁπαλάς τε καὶ μελαίνας·
ὁ δὲ κηρὸς ἂν δύνηται,
γράφε καὶ μύρου πνεούσας.
γράφε δʼ ἐξ ὅλης παρειῆς
ὑπὸ πορφυραῖσι χαίταις
ἐλεφάντινον μέτωπον.
τὸ μεσόφρυον δὲ μή μοι
διάκοπτε μήτε μίσγε,
ἐχέτω δʼ, ὅπως ἐκείνη,
τὸ λεληθότως σύνοφρυν
βλεφάρων ἴτυν κελαινήν.
τὸ δὲ βλέμμα νῦν ἀληθῶς
ἀπὸ τοῦ πυρὸς ποίησον,
ἅμα γλαυκὸν ὡς Ἀθήνης,
ἅμα δʼ ὑγρὸν ὡς Κυθήρης.
γράφε ῥῖνα καὶ παρειάς
ῥόδα τῶι γάλακτι μίξας·
γράφε χεῖλος οἷα Πειθοῦς,
προκαλούμενον φίλημα.
τρυφεροῦ δʼ ἔσω γενείου
περὶ λυγδίνωι τραχήλωι
Χάριτες πέτοιντο πᾶσαι.
στόλισον τὸ λοιπὸν αὐτήν
ὑποπορφύροισι πέπλοις,
διαφαινέτω δὲ σαρκῶν
ὀλίγον, τὸ σῶμʼ ἐλέγχον.
ἀπέχει· βλέπω γὰρ αὐτήν·
τάχα κηρὲ καὶ λαλήσεις.
Γράφε μοι Βάθυλλον οὕτω
τὸν ἑταῖρον ὡς διδάσκω·
λιπαρὰς κόμας ποίησον,
τὰ μὲν ἔνδοθεν μελαίνας,
τὰ δʼ ἐς ἄκρον ἡλιώσας·
ἕλικας δʼ ἐλευθέρους μοι
πλοκάμων ἄτακτα συνθείς
ἄφες ὡς θέλωσι κεῖσθαι.
ἁπαλὸν δὲ καὶ δροσῶδες
στεφέτω μέτωπον ὀφρῦς
κυανωτέρη δρακόντων.
μέλαν ὄμμα γοργὸν ἔστω,
κεκερασμένον γαλήνηι,
τὸ μὲν ἐξ Ἄρηος ἕλκον,
τὸ δὲ τῆς καλῆς Κυθήρης,
ἵνα τις τὸ μὲν φοβῆται,
τὸ δʼ ἀπʼ ἐλπίδος κρεμᾶται.
ῥοδέην δʼ ὁποῖα μῆλον
χνοΐην ποίει παρειήν·
ἐρύθημα δʼ ὡς ἂν Αἰδοῦς
δύνασαι βαλεῖν ποίησον.
τὸ δὲ χεῖλος οὐκέτʼ οἶδα
τίνι μοι τρόπωι ποιήσεις
ἁπαλόν, γέμον τε Πειθοῦς·
τὸ δὲ πᾶν ὁ κηρὸς αὐτός
ἐχέτω λαλῶν σιωπῆι.
μετὰ δὲ πρόσωπον ἔστω
τὸν Ἀδώνιδος παρελθών
ἐλεφάντινος τράχηλος.
μεταμάζιον δὲ ποίει
διδύμας τε χεῖρας Ἑρμοῦ,
Πολυδεύκεος δὲ μηρούς,
Διονυσίην δὲ νηδύν·
ἁπαλῶν δʼ ὕπερθε μηρῶν,
μαλερὸν τὸ πῦρ ἐχόντων,
ἀφελῆ ποίησον αἰδῶ
Παφίην θέλουσαν ἤδη.
φθονερὴν ἔχεις δὲ τέχνην,
ὅτι μὴ τὰ νῶτα δεῖξαι
δύνασαι· τὰ δʼ ἦν ἀμείνω.
τί με δεῖ πόδας διδάσκειν·
λάβε μισθὸν ὅσσον εἴπηις,
τὸν Ἀπόλλωνα δὲ τοῦτον
καθελὼν ποίει Βάθυλλον·
ἢν δʼ ἐς Σάμον ποτʼ ἔλθηις,
γράφε Φοῖβον ἐκ Βαθύλλου.
Δότε μοι, δότʼ ὦ γυναῖκες
Βρομίου πιεῖν ἀμυστί·
ἀπὸ καύματος γὰρ ἤδη
προδοθεὶς ἀναστενάζω·
δότε δʼ ἀνθέων, ἑλίνου·
στεφάνους δότʼ οἷς πυκάζω
τὰ μέτωπά μου, ʼπικαίει.
τὸ δὲ καῦμα τῶν ἐρώτων,
κραδίη, τίνι σκεπάζω;
παρὰ τὴν σκιὴν Βαθύλλου
καθίσω· καλὸν τὸ δένδρον,
ἁπαλὰς δʼ ἔσεισε χαίτας
μαλακωτάτωι κλαδίσκωι·
παρὰ δʼ αὐτὸ νέρθε ῥοιζεῖ
πηγὴ ῥέουσα Πειθοῦς.
τίς ἂν οὖν ὁρῶν παρέλθοι
καταγώγιον τοιοῦτο;
Αἱ Μοῦσαι τὸν Ἔρωτα
δήσασαι στεφάνοισι
τῶι Κάλλει παρέδωκαν·
καὶ νῦν ἡ Κυθέρεια
ζητεῖ λύτρα φέρουσα
λύσασθαι τὸν Ἔρωτα.
κἂν λύσηι δέ τις αὐτόν,
οὐκ ἔξεισι, μενεῖ δέ·
δουλεύειν δεδίδακται.
Ἡδυμελὴς Ἀνακρέων,
ἡδυμελὴς δὲ Σαπφώ·
Πινδαρικὸν δʼ ἔτι μοι μέλος
συγκεράσας τις ἐγχέοι.
τὰ τρία ταῦτά μοι δοκεῖ
καὶ Διόνυσος ἐλθών
καὶ Παφίη λιπαρόχροος
καὐτὸς Ἔρως ἂν ἐκπιεῖν.
Ἡ γῆ μέλαινα πίνει,
πίνει δένδρεα δʼ αὖ γῆν
πίνει θάλασσʼ ἀναύρους,
ὁ δʼ ἥλιος θάλασσαν,
τὸν δʼ ἥλιον σελήνη·
τί μοι μάχεσθʼ, ἑταῖροι,
καὐτῶι θέλοντι πίνειν;
Ἡ Ταντάλου ποτʼ ἔστη
λίθος Φρυγῶν ἐν ὄχθαις,
καὶ παῖς ποτʼ ὄρνις ἔπτη
Πανδίονος χελιδών.
ἐγὼ δʼ ἔσοπτρον εἴην,
ὅπως ἀεὶ βλέπηις με·
ἐγὼ χιτὼν γενοίμην,
ὅπως ἀεὶ φορῆις με.
ὕδωρ θέλω γενέσθαι,
ὅπως σε χρῶτα λούσω·
μύρον, γύναι, γενοίμην,
ὅπως ἐγώ σʼ ἀλείψω.
καὶ ταινίη δὲ μασθῶι
καὶ μάργαρον τραχήλωι
καὶ σάνδαλον γενοίμην·
μόνον ποσὶν πάτει με.
Θέλω λέγειν Ἀτρείδας,
θέλω δὲ Κάδμον ἄιδειν,
ὁ βάρβιτος δὲ χορδαῖς
ἔρωτα μοῦνον ἠχεῖ.
ἤμειψα νεῦρα πρώην
καὶ τὴν λύρην ἅπασαν·
κἀγὼ μὲν ἦιδον ἄθλους
Ἡρακλέους, λύρη δέ
ἔρωτας ἀντεφώνει.
χαίροιτε λοιπὸν ἡμῖν,
ἥρωες· ἡ λύρη γάρ
μόνους ἔρωτας ἄιδει.
Φύσις κέρατα ταύροις,
ὁπλὰς δʼ ἔδωκεν ἵπποις,
ποδωκίην λαγωοῖς,
λέουσι χάσμʼ ὀδόντων,
τοῖς ἰχθύσιν τὸ νηκτόν,
τοῖς ὀρνέοις πέτασθαι,
τοῖς ἀνδράσιν φρόνημα·
γυναιξὶν οὐκέτʼ εἶχεν.
τί οὖν; δίδωσι κάλλος
ἀντʼ ἀσπίδων ἁπασῶν,
ἀντʼ ἐγχέων ἁπάντων·
νικᾶι δὲ καὶ σίδηρον
καὶ πῦρ καλή τις οὖσα.
Σὺ μέν, φίλη χελιδόν,
ἐτησίη μολοῦσα
θέρει πλέκεις καλιήν,
χειμῶνι δʼ εἶς ἄφαντος
ἢ Νεῖλον ἢ ʼπὶ Μέμφιν·
Ἔρως δʼ ἀεὶ πλέκει μευ
ἐν καρδίηι καλιήν.
Πόθος δʼ ὃ μὲν πτεροῦται,
ὃ δʼ ὠιόν ἐστιν ἀκμήν,
ὃ δʼ ἡμίλεπτος ἤδη·
βοὴ δὲ γίνετʼ ἀεί
κεχηνότων νεοττῶν·
Ἐρωτιδεῖς δὲ μικρούς
οἱ μείζονες τρέφουσιν·
οἳ δὲ τραφέντες εὐθύς
πάλιν κύουσιν ἄλλους.
τί μῆχος οὖν γένηται;
οὐ γὰρ σθένω τοσούτους
Ἔρωτας ἐκσοβῆσαι.
Σὺ μὲν λέγεις τὰ Θήβης,
ὃ δʼ αὖ Φρυγῶν ἀυτάς,
ἐγὼ δʼ ἐμὰς ἁλώσεις.
οὐχ ἵππος ὤλεσέν με,
οὐ πεζός, οὐχὶ νῆες,
στρατὸς δὲ καινὸς ἄλλος
ἀπʼ ὀμμάτων με βάλλων.
Ἐν ἰσχίοις μὲν ἵπποι
πυρὸς χάραγμʼ ἔχουσιν·
καὶ Παρθίους τις ἄνδρας
ἐγνώρισεν τιάραις·
ἐγὼ δὲ τοὺς ἐρῶντας
ἰδὼν ἐπίσταμʼ εὐθύς·
ἔχουσι γάρ τι λεπτόν
ψυχῆς ἔσω χάραγμα.
Ὁ ἀνὴρ ὁ τῆς Κυθήρης
παρὰ Λημνίαις καμίνοις
τὰ βέλη τὰ τῶν Ἐρώτων
ἐπόει λαβὼν σίδηρον·
ἀκίδας δʼ ἔβαπτε Κύπρις
μέλι τὸ γλυκὺ λαβοῦσα·
ὁ δʼ Ἔρως χολὴν ἔμισγε.
ὁ δʼ Ἄρης ποτʼ ἐξ ἀυτῆς
στιβαρὸν δόρυ κραδαίνων
βέλος ηὐτέλιζʼ Ἔρωτος·
ὁ δʼ Ἔρως «τόδʼ ἐστὶν» εἶπεν
«βαρύ· πειράσας νοήσεις».
ἔλαβεν βέλεμνον Ἄρης·
ὑπεμειδίασε Κύπρις·
ὁ δʼ Ἄρης ἀναστενάξας
«βαρύ·» φησιν, «ἆρον αὐτό.»
ὁ δʼ Ἔρως «ἔχʼ αὐτό» φησιν.
Χαλεπὸν τὸ μὴ φιλῆσαι,
χαλεπὸν δὲ καὶ φιλῆσαι·
χαλεπώτερον δὲ πάντων
ἀποτυγχάνειν φιλοῦντα.
Γένος οὐδὲν εἰς ἔρωτα·
σοφίη, τρόπος πατεῖται·
μόνον ἄργυρον βλέπουσιν.
ἀπόλοιτο πρῶτος αὐτός
ὁ τὸν ἄργυρον φιλήσας.
διὰ τοῦτον οὐκ ἀδελφός,
διὰ τοῦτον οὐ τοκῆες·
πόλεμοι, φόνοι διʼ αὐτόν·
τὸ δὲ χεῖρον, ὀλλύμεσθα
διὰ τοῦτον οἱ φιλοῦντες.
Ἐδόκουν ὄναρ τροχάζειν
πτέρυγας φέρων ἐπʼ ὤμων,
ὁ δʼ Ἔρως ἔχων μόλιβδον
περὶ τοῖς καλοῖς ποδίσκοις
ἐδίωκε καὶ κίχανεν.
τί θέλει δʼ ὄναρ τόδʼ εἶναι;
δοκέω δʼ ἔγωγε· πολλοῖς
ἐν ἔρωσί με πλακέντα
διολισθάνειν μὲν ἄλλους,
ἑνί τωι δὲ συνδεθῆναι.
Ὑακινθίνηι με ῥάβδωι
χαλεπῶς Ἔρως ῥαπίζων
ἐκέλευε συντροχάζειν.
διὰ δʼ ὀξέων μʼ ἀναύρων
ξυλόχων τε καὶ φαράγγων
τροχάοντα τεῖρεν ἱδρώς·
κραδίη δὲ ῥινὸς ἄχρις
ἀνέβαινε, κἂν ἀπέσβην.
ὁ δʼ Ἔρως μέτωπα σείων
ἁπαλοῖς πτεροῖσιν εἶπεν·
«σὺ γὰρ οὐ δύνηι φιλῆσαι;»
Ἐπὶ μυρσίναις τερείναις
ἐπὶ λωτίναις τε ποίαις
στορέσας θέλω προπίνειν·
ὁ δʼ Ἔρως χιτῶνα δήσας
ὑπὲρ αὐχένος παπύρωι
μέθυ μοι διακονείτω.
τροχὸς ἅρματος γὰρ οἷα
βίοτος τρέχει κυλισθείς,
ὀλίγη δὲ κεισόμεσθα
κόνις ὀστέων λυθέντων.
τί σε δεῖ λίθον μυρίζειν;
τί δὲ γῆι χέειν μάταια;
ἐμὲ μᾶλλον, ὡς ἔτι ζῶ,
μύρισον, ῥόδοις δὲ κρᾶτα
πύκασον, κάλει δʼ ἑταίρην·
πρίν, Ἔρως, ἐκεῖ μʼ ἀπελθεῖν
ὑπὸ νερτέρων χορείας,
σκεδάσαι θέλω μερίμνας.
Μεσονυκτίοις ποτʼ ὥραις,
στρέφετʼ ἦμος Ἄρκτος ἤδη
κατὰ χεῖρα τὴν Βοώτου,
μερόπων δὲ φῦλα πάντα
κέαται κόπωι δαμέντα,
τότʼ Ἔρως ἐπισταθείς μευ
θυρέων ἔκοπτʼ ὀχῆας.
«τίς» ἔφην «θύρας ἀράσσει,
κατά μευ σχίσας ὀνείρους;»
ὁ δʼ Ἔρως «ἄνοιγε,» φησίν,
«βρέφος εἰμί, μὴ φόβησαι·
βρέχομαι δὲ κἀσέληνον
κατὰ νύκτα πεπλάνημαι.»
ἐλέησα ταῦτʼ ἀκούσας,
ἀνὰ δʼ εὐθὺ λύχνον ἅψας
ἀνέωιξα, καὶ βρέφος μέν
ἐσορῶ φέροντα τόξον
πτέρυγάς τε καὶ φαρέτρην·
παρὰ δʼ ἱστίην καθίξας
παλάμαις τε χεῖρας αὐτοῦ
ἀνέθαλπον, ἐκ δὲ χαίτης
ἀπέθλιβον ὑγρὸν ὕδωρ.
ὃ δʼ ἐπεὶ κρύος μεθῆκε
«φέρε» φησὶ «πειράσωμεν
τόδε τόξον, εἴ τί μοι νῦν
βλάβεται βραχεῖσα νευρή.»
τανύει δέ, καί με τύπτει
μέσον ἧπαρ ὥσπερ οἶστρος·
ἀνὰ δʼ ἅλλεται καχάζων·
«ξένε» δʼ εἶπε «συγχάρηθι·
κέρας ἀβλαβὲς μένει μοι·
σὺ δὲ καρδίαν πονήσεις.»
Μακαρίζομέν σε, τέττιξ,
ὅτε δενδρέων ἐπʼ ἄκρων
ὀλίγην δρόσον πεπωκώς
βασιλεὺς ὅπως ἀείδεις.
σὰ γάρ ἐστι κεῖνα πάντα,
ὁπόσα βλέπεις ἐν ἀγροῖς
κοπόσα φέρουσιν ὗλαι.
σὺ δὲ φείδεαι γεωργῶν,
ἀπὸ μηδενός τι βλάπτων·
σὺ δὲ τίμιος βροτοῖσιν,
θέρεος γλυκὺς προφήτης.
φιλέουσι μέν σε Μοῦσαι,
φιλέει δὲ Φοῖβος αὐτός,
λιγυρὴν δʼ ἔδωκεν οἴμην·
τὸ δὲ γῆρας οὔ σε τείρει.
σοφέ, γηγενής, φίλυμνε,
ἀπαθής, ἀναιμόσαρκε·
σχεδὸν εἶ θεοῖς ὅμοιος.
Ἔρως ποτʼ ἐν ῥόδοισι
κοιμωμένην μέλιτταν
οὐκ εἶδεν, ἀλλʼ ἐτρώθη.
τὸν δάκτυλον παταχθείς
τᾶς χειρὸς ὠλόλυξε,
δραμὼν δὲ καὶ πετασθείς
πρὸς τὴν καλὴν Κυθήρην
«ὄλωλα, μῆτερ,» εἶπεν,
«ὄλωλα κἀποθνήσκω·
ὄφις μʼ ἔτυψε μικρός
πτερωτός, ὃν καλοῦσιν
μέλιτταν οἱ γεωργοί.»
ἃ δʼ εἶπεν· «εἰ τὸ κέντρον
πονεῖς τὸ τᾶς μελίττας,
πόσον δοκεῖς πονοῦσιν,
Ἔρως, ὅσους σὺ βάλλεις;»
Ὁ Πλοῦτος εἴ γε χρυσοῦ
τὸ ζῆν παρεῖχε θνητοῖς,
ἐκαρτέρουν φυλάττων,
ἵνʼ ασθενεῖν ἐπέλη
λάβηι τι καὶ παρέλθηι.
εἰ δʼ οὖν μὴ τὸ πρίασθαι
τὸ ζῆν ἔνεστι θνητοῖς,
τί καὶ μάτην στεγάζω;
θανεῖν γὰρ εἰ πέπρωται,
τί χρυσὸς ὠφελεῖ με;
ἐμοὶ γένοιτο πίνειν,
πιόντι δʼ οἶνον ἡδύν
ἐμοῖς φίλοις συνεῖναι,
ἐν δʼ ἁπαλαῖσι κοίταις
τελεῖν τὰν Ἀφροδίταν.
Διὰ νυκτὸς ἐγκαθεύδων
ἁλιπορφύροις τάπησι
γεγανυμένος Λυαίωι
ἐδόκουν ἄκροισι ταρσῶν
δρόμον ὠκὺν ἐκτανύειν
μετὰ παρθένων ἀθύρων·
ἐπεκερτόμουν δὲ παῖδες
ἁπαλώτεροι Λυαίου,
δακέθυμά μοι λέγοντες
διὰ τὰς καλὰς ἐκείνας.
ἐθέλοντι δὲ φιλῆσαι
φύγον ἐξ ὕπνου μοι πάντες,
μεμονωμένος δʼ ὁ τλήμων
πάλιν ἤθελον καθεύδειν.
Ἱλαροὶ πίωμεν οἶνον,
ἀναμέλψομεν δὲ Βάκχον,
τὸν ἐφευρετὰν χορείας,
τὸν ὅλας ποθοῦντα μολπάς,
τὸν ὁμότροπον Ἐρώτων,
τὸν ἐρώμενον Κυθήρης·
διʼ ὃν ἡ Μέθη λοχεύθη,
διʼ ὃν ἡ Χάρις ἐτέχθη,
διʼ ὃν ἀμπαύεται Λύπα,
διʼ ὃν εὐνάζετʼ Ἀνία.
τὸ μὲν οὖν πῶμα κερασθέν
ἁπαλοὶ φέρουσι παῖδες,
τὸ δʼ ἄχος πέφευγε μιχθέν
ἀνεμοστρόφωι θυέλληι.
τὸ μὲν οὖν πῶμα λάβωμεν,
τὰς δὲ φροντίδας μεθῶμεν·
τί γάρ ἐστί σοι τὸ κέρδος
ὀδυνωμένωι μερίμναις;
πόθεν οἴδαμεν τὸ μέλλον;
ὁ βίος βροτοῖς ἄδηλος.
μεθύων θέλω χορεύειν
μεμυρισμένος τε παίζειν …
μετὰ καὶ καλῶν γυναικῶν
μελέτω δὲ τοῖς θέλουσι,
ὅσον ἐστὶν ἐν μερίμναις.
ἱλαροὶ πίωμεν οἶνον,
ἀναμέλψομεν δὲ Βάκχον.
Φιλῶ γέροντα τερπνόν,
φιλῶ νέον χορευτάν·
ἂν δʼ ὁ γέρων χορεύηι,
τρίχας γέρων μέν ἐστιν,
τὰς δὲ φρένας νεάζει.
Ἐπειδὴ βροτὸς ἐτύχθην
βιότου τρίβον ὁδεύειν,
χρόνον ἔγνων ὃν παρῆλθον,
ὃν δʼ ἔχω δραμεῖν οὐκ οἶδα.
μέθετέ με φροντίδες·
μηδέν μοι χὔμιν ἔστω.
πρὶν ἐμὲ φθάσηι τὸ τέλος.
παίξω, γελάσω, χορεύσω
μετὰ τοῦ καλοῦ Λυαίου.
Ἡ καλόν ἐστι βαδίζειν
ὅπου λειμῶνες κομῶσιν,
ὅπου λεπτὸς ἡδυτάτην
ἀναπνεῖ Ζέφυρος αὔρην,
κλῆμά τε Βάκχιον ἰδεῖν
χὐπὸ τὰ πέταλα δῦναι
ἁπαλὴν παῖδα κατέχων
Κύπριν ὅλην πνέουσαν.
Ποθέω μὲν Διονύσου
φιλοπαίγμονος χορείας,
φιλέω δʼ ὅταν ἐφήβου
μετὰ συμπότου λυρίζω·
στεφανίσκους δʼ ὑακίνθων
κροτάφοισιν ἀμφιπλέξας
μετὰ παρθένων ἀθύρειν
φιλέω μάλιστα πάντων.
φθόνον οὐκ οἶδʼ ἐμὸν ἦτορ·
φιλολοιδόροιο γλώττης
ἔφυγον βέλεμνα κοῦφα·
στυγέω μάχας παροίνους.
πολυκώμους κατὰ δαῖτας
νεοθηλέσιν ἅμα κούραις
ὑπὸ βαρβίτωι χορεύων
βίον ἥσυχον φεροίμην.
Στεφάνους μὲν κροτάφοισι
ῥοδίνους συναρμόσαντες
μεθύωμεν ἁβρὰ γελῶντες.
ὑπὸ βαρβίτωι δὲ κούρα
κατακίσσοισι βρέμοντας
πλοκάμοις φέρουσα θύρσους
χλιδανόσφυρος χορεύει·
ἁβροχαίτας δʼ ἅμα κοῦρος
στομάτων ἁδὺ πνεόντων
κατὰ πηκτίδων ἀθύρει
προχέων λίγειαν ὀμφάν.
ὁ δʼ Ἔρως ὁ χρυσοχαίτας
μετὰ τοῦ καλοῦ Λυαίου
καὶ τῆς καλῆς Κυθήρης
τὸν ἐπήρατον γεραιοῖς
κῶμον μέτεισι χαίρων.
Τὸ ῥόδον τὸ τῶν Ἐρώτων
μίξωμεν Διονύσωι·
τὸ ῥόδον τὸ καλλίφυλλον
κροτάφοισιν ἁρμόσαντες
πίνωμεν ἁβρὰ γελῶντες.
ῥόδον ὦ φέριστον ἄνθος,
ῥόδον εἴαρος μέλημα,
ῥόδον ὧι παῖς ὁ Κυθήρης
στέφεται καλοὺς ἰούλους
Χαρίτεσσι συγχορεύων·
στέψον οὖν με, καὶ λυρίξω
παρὰ σοῖς Διόνυσε σηκοῖς
μετὰ κούρης βαθυκόλπου
ῥοδίνοισι στεφανίσκοις
πεπυκασμένος χορεύσω.
Ὅταν πίνω τὸν οἶνον,
εὕδουσιν αἱ μέριμναι.
τί μοι πόνων, τί μοι γόων,
τί μοι μέλει μεριμνῶν;
θανεῖν με δεῖ, κἂν μὴ θέλω
τί δὲ τὸν βίον πλανῶμαι·
πίωμεν οὖν τὸν οἶνον
τὸν τοῦ καλοῦ Λυαίου·
σὺν τῶι δὲ πίνειν ἡμᾶς
εὕδουσιν αἱ μέριμναι.
Ἴδε πῶς ἔαρος φανέντος
Χάριτες ῥόδα βρύουσιν·
ἴδε πῶς κῦμα θαλάσσης
ἁπαλύνεται γαλήνηι·
ἴδε πῶς νῆσσα κολυμβᾶι
ἴδε πῶς γέρανος ὁδεύει.
ἀφελῶς δʼ ἔλαμψε Τιτάν,
νεφελῶν σκιαὶ δονοῦνται,
τὰ βροτῶν δʼ ἔλαμψεν ἔργα,
καρποῖσι γαῖα προκύπτει,
καρπὸς ἐλαίας προκύπτει·
Βρομίου στέφεται νᾶμα
κατὰ φύλλον κατακλόνον
καθελων ἤνθισε καρπός.
Ἐγὼ γέρων μέν εἰμι,
νέων πλέον δὲ πίνω …
σκῆπτρον ἔχων τὸν ἀσκόν
ὁ νάρθηξ δʼ οὐδέν ἐστιν.
ὁ μὲν θέλων μάχεσθαι,
πάρεστι γάρ, μαχέσθω·
ἐμοὶ κύπελλον ὦ παῖ
μελιχρὸν οἶνον ἡδύν
ἐγκεράσας φόρησον.
ἐγὼ γέρων μέν εἰμι,
νέων πλέον δὲ πίνω·
κἂν δεήσηι με χορεύειν,
Σιληνὸν ἐν μέσοισι
μιμούμενος χορεύσω.
Ὅταν ὁ Βάκχος ἔλθηι,
εὕδουσιν αἱ μέριμναι,
δοκῶ δʼ ἔχειν τὰ Κροίσου.
θέλω καλῶς ἀείδειν·
κισσοστεφὴς δὲ κεῖμαι,
πατῶ δʼ ἅπαντα θυμῶι.
ὅπλιζʼ· ἐγὼ δὲ πίνω.
φέρε μοι κύπελλον ὦ παῖ·
μεθύοντα γάρ με κεῖσθαι
πολὺ κρεῖσσον ἢ θανόντα.
Τοῦ Διὸς ὁ παῖς ὁ Βάκχος,
ὁ λυσίφρων ὁ Λυαῖος,
ὅταν εἰς φρένας τὰς ἐμάς
εἰσέλθηι μεθυδώτας,
διδάσκει με χορεύειν.
ἔχω δέ τι καὶ τερπνόν
ὁ τᾶς μέθας ἐραστάς·
μετὰ κρότων, μετʼ ὠιδᾶς
τέρπει με κἀφροδίτα·
πάλιν θέλω χορεύειν.
Ὅτʼ ἐγὼ πίω τὸν οἶνον,
τότʼ ἐμὸν ἦτορ ἰανθέν
μέλος ἄρχεται λιγαίνειν,
ἀναβάλλεται δὲ Μούσας.
ὅτʼ ἐγὼ πίω τὸν οἶνον,
ἀπορίπτονται μέριμναι
πολυφρόντιδές τε βουλαί
ἐς ἁλικτύπους ἀήτας.
ὅτʼ ἐγὼ πίω τὸν οἶνον,
λυσιπήμων τότε Βάκχος
πολυανθέσιν μʼ ἐν αὔραις
δονέει μέθηι γανώσας.
ὅτʼ ἐγὼ πίω τὸν οἶνον,
στεφάνους ἄνθεσι πλέξας
ἐπιθείς τε τῶι καρήνωι
βιότου μέλπω γαλήνην.
ὅτʼ ἐγὼ πίω τὸν οἶνον,
μύρωι εὐώδεϊ τέγξας
δέμας, ἀγκάλαις δὲ κούρην
κατέχων, Κύπριν ἀείδω.
ὅτʼ ἐγὼ πίω τὸν οἶνον,
ὑπὸ κυρτοῖσι κυπέλλοις
τὸν ἐμὸν νόον ἁπλώσας
θιάσωι τέρπομαι κούρων.
ὅτʼ ἐγὼ πίω τὸν οἶνον,
τοῦτʼ ἐμοὶ μόνωι τὸ κέρδος,
τοῦτʼ ἐγὼ λαβὼν ἀποίσω·
τὸ θανεῖν γὰρ μετὰ πάντων.
Μή με φύγηις ὁρῶσα
τὰν πολιὰν ἔθειραν·
μηδʼ, ὅτι σοὶ πάρεστιν
ἄνθος ἀκμαῖον, τᾶς ἐμᾶς
ὥρας φίλτρα διώξηις.
ὅρα, κἀν στεφάνοισιν
ὅπως πρέπει τὰ λευκά
ῥόδοις κρίνα πλακέντα.
Τί με τοὺς νόμους διδάσκεις
καὶ ῥητόρων ἀνάγκας;
τί δέ μοι λόγων τοσούτων
τῶν μηδὲν ὠφελούντων;
μᾶλλον δίδασκε πίνειν
ἁπαλὸν πῶμα Λυαίου,
μᾶλλον δίδασκε παίζειν
μετὰ χρυσῆς Ἀφροδίτης.
Πολιαὶ στέφουσι κάραν·
δὸς ὕδωρ, βάλʼ οἶνον ὦ παῖ·
τὴν ψυχήν μου κάρωσον.
βραχύ με ζῶντα καλύπτεις·
ὁ θανὼν οὐκ ἐπιθυμεῖ.
Ὅτʼ ἐγὼ ʼς νέων ὅμιλον
ἐσορῶ, πάρεστιν ἥβα.
τότε δή, τότʼ ἐς χορείην
ὁ γέρων ἐγὼ πτεροῦμαι,
παραμαίνομαι, κυβηβῶ.
παράδος· θέλω στέφεσθαι·
πολιὸν δὲ γῆρας ἐκδύς
νέος ἐν νέοις χορεύσω.
Διονυσίης δέ μοί τις
φερέτω ῥοὰν ὀπώρης,
ἵνʼ ἴδηι γέροντος ἀλκήν
δεδαηκότος μὲν εἰπεῖν,
δεδαηκότος δὲ πίνειν
χαριέντως τε μανῆναι.
Ὁ ταῦρος οὗτος ὦ παῖ
δοκεῖ τις εἶναί μοι Ζεύς
φέρει γὰρ ἀμφὶ νώτοις
Σιδωνίαν γυναῖκα·
περᾶι δὲ πόντον εὐρύν,
τέμνει δὲ κῦμα χηλαῖς.
οὐκ ἂν δὲ ταῦρος ἄλλος
ἐξ ἀγέλης ἐλασθείς
ἔπλευσε τὴν θάλασσαν,
εἰ μὴ μόνος ἐκεῖνος.
Στεφανηφόρου μετʼ ἦρος
μέλομαι ῥόδον τέρεινον
σὺνεταιρεῖ ἀύξει μέλπειν.
τόδε γὰρ θεῶν ἄημα,
τόδε καὶ βροτοῖσι χάρμα,
Χάρισίν τʼ ἄγαλμʼ ἐν ὥραις
πολυανθέων Ἐρώτων,
ἀφροδίσιόν τʼ ἄθυρμα·
τόδε καὶ μέλημα μύθοις
χαρίεν φυτόν τε Μουσῶν.
γλυκὺ καὶ πονοῦντʼ ἀγείρειν
ἐν ἀκανθίναις ἀταρποῖς,
γλυκὺ δʼ αὖ λαβόντα θάλπειν
μαλακαῖσι χερσί, κοῦφον
προάγοντʼ ἔρωτος ἄνθος.
ἀπορῶ τόδʼ αὖ, τί τερπνόν
θαλίαις τε καὶ τραπέζαις
Διονυσίαις τʼ ἑορταῖς
δίχα τοῦ ῥόδου γένοιτʼ ἄν.
ῥοδοδάκτυλος μὲν Ἠώς,
ῥοδοπήχεες δὲ Νύμφαι,
ῥοδόχρους δὲ κἀφροδίτα
παρὰ τῶν σοφῶν καλεῖται.
τόδε καὶ νοσοῦσιν ἀρκεῖ,
τόδε καὶ νεκροῖς ἀμύνει,
τόδε καὶ χρόνον βιᾶται·
χαρίεν ῥόδων δὲ γῆρας
νεότητος ἔσχεν ὀδμήν.
φέρε δή, φύσιν λέγωμεν·
χαροπῆς ὅτʼ ἐκ θαλάττης
δεδροσωμένην Κυθήρην
ἐλόχευε πόντος ἀφρῶι,
πολεμόκλονόν τʼ Ἀθήνην
κορυφῆς ἔδειξεν ὁ Ζεύς,
φοβερὰν θέαν Ὀλύμπωι,
τότε καὶ ῥόδων ἀγητόν
νέον ἔρνος ἤνθισε χθών,
πολυδαίδαλον λόχευμα·
μακάρων θεῶν δʼ ὅμοιον
ῥόδον ὡς γένοιτο, νέκταρ
ἐπιτέγξας ἀνέθηλεν
ἀγέρωχον ἐξ ἀκάνθης
φυτὸν ἄμβροτον Λυαῖος.
Ὁ τὸν ἐν πόνοις ἀτειρῆ,
νέον ἐν πόθοις ἀταρβῆ,
καλὸν ἐν πότοις χορευτήν
τελέων θεὸς κατῆλθε,
ἁπαλὸν βροτοῖσι φίλτρον,
πόθον ἄστονον κομίζων,
γόνον ἀμπέλου, τὸν οἶνον,
πεπεδημένον ὀπώραις
ἐπὶ κλημάτων φυλάττειν,
ἵνʼ ὅταν τέμωσι βότρυν
ἄνοσοι μένωσι πάντες,
ἄνοσοι δέμας θεητόν,
ἄνοσοι γλυκύν τε θυμόν
ἐς ἔτους φανέντος ἄλλου.
Ἄρα τίς τόρευσε πόντον;
ἄρα τίς μανεῖσα τέχνα
ἀνέχευε κῦμα δίσκωι;
ἐπὶ νῶτα τῆς θαλάττης
ἄρα τίς ὕπερθε λευκάν
ἁπαλὰν χάραξε Κύπριν
νόος ἐς θεοὺς ἀερθείς,
μακάρων φύσιος ἀρχάν;
ὃ δέ νιν ἔδειξε γυμνάν,
ὅσα μὴ θέμις δʼ ὁρᾶσθαι
μόνα κύμασιν καλύπτει.
ἀλαλημένα δʼ ἐπʼ αὐτά
βρύον ὥς, ὕπερθε λευκᾶς
ἁπαλόχροον γαλήνας
δέμας εἰς πλόον φέρουσα,
ῥόθιον πάροιθεν ἕλκει·
ῥοδέων δʼ ὕπερθε μαζῶν,
ἁπαλῆς ἔνερθε δειρῆς,
μέγα κῦμα πρῶτα τέμνει
μέσον αὔλακος δὲ Κύπρις
κρίνον ὣς ἴοις ἑλιχθέν
διαφαίνεται γαλήνας.
ὑπερἀργύρωι δʼ ὀχοῦνται
ἐπὶ δελφῖσι χορευταῖς
δολερὸν νόον μετοίσων
Ἔρος Ἵμερος γελῶν τε,
χορὸς ἰχθύων τε κυρτός
ἐπὶ κυμάτων κυβιστᾶι
Παφίης τε σῶμα παίζει
ἵνα νήχεται γελῶσα.
Ὁ δραπέτας ὁ Χρυσός
ὅταν με φεύγηι κραιπνοῖς
διηνέμοις τε ταρσοῖς
— ἀεὶ δʼ, ἀεί με φεύγει —,
οὔ μιν διώκω· τίς γάρ
μισοῦν θέλει τι θηρᾶν;
ἐγὼ δʼ ἄφαρ λιασθείς
τῶι δραπέται τῶι Χρυσῶι
ἐμῶν φρενῶν μὲν αὔραις
φέρειν ἔδωκα λύπας,
λύρην δʼ ἑλὼν ἀείδω
ἐρωτικὰς ἀοιδάς.
πάλιν δʼ ὅταν με θυμός
ὑπερφρονεῖν διδάξηι,
ἄφνω προσεῖπʼ ὁ δραπέτας
φέρων μέθαν μοι φροντίδων,
ἑλών μιν ὡς μεθήμων
λύρης γένωμαι λαροῦ.
ἄπιστʼ, ἄπιστε Χρυσέ,
μάταν δόλοις με θέλγεις·
πλέον λύρης σου νεῦρα
πόθους κέκευθεν ἁδεῖς·
σὺ γὰρ δόλων, σύ τοι φθόνων
ἔρωτʼ ἔθηκας ἀνδράσιν·
λύρη δʼ ἄλυπα παστάδων
φιλαμάτων τε κεδνῶν
πόθων κύπελλα κιρνᾶι. …
ὅταν θέληις δέ, φεύγεις
λύρης δʼ ἐμῆς ἀοιδάν
οὐκ ἂν λίποιμι τυτθόν.
ξείνοις σὺ δʼ ἀντὶ Μουσῶν
δολίοις ἀπίστοις ἁνδάνεις
ἐμοὶ δὲ τῶι λυροκτύπηι
Μοῦσα φρεσὶν πάροικος·
ἀχὰν δέασ ὀρίνοις
αἴγλαν τε λαμπρύνοις.
Τὸν μελανόχρωτα βότρυν
ταλάροις φέροντες ἄνδρες
μετὰ παρθένων ἐπʼ ὤμων …
κατὰ ληνοῦ δὲ βαλόντες
μόνον ἄρσενες πατοῦσιν
σταφυλῆς λύοντες οἶνον,
μέγα τὸν θεὸν κροτοῦντες
ἐπιληνίοισιν ὕμνοις,
ἐρατὸν πίθοις ὁρῶντες
νέον ἐσζέοντα Βάκχον.
ὃν ὅταν πίνηι γεραιός,
τρομεροῖς ποσὶν χορεύει,
πολιὰς τρίχας τινάσσων.
ὁ δὲ παρθένον λοχήσας
ἐρατὸς νέος …
ἐλυσθείς
ἁπαλὸν δέμας χυθεῖσαν
σκιερῶν ὕπερθε φύλλων,
βεβαρημένην ἐς ὕπνον.
ὁ δʼ Ἔρως ἄωρα θέλγων
…
προδότιν γάμων γενέσθαι.
ὁ δὲ μὴ λόγοισι πείθων
τότε μὴ θέλουσαν ἄγχει·
μετὰ γὰρ νέων ὁ Βάκχος
μεθύων ἄτακτα παίζει.
Ἀνὰ βάρβιτον δονήσω
— ἄεθλος μὲν οὐ πρόκειται,
μελέτη δʼ ἔπεστι — πάντηι
σοφίης λαχὼν ἄωτον.
ἐλεφαντίνωι δὲ πλήκτρωι
λιγυρὸν μέλος κροαίνων
Φρυγίωι ῥυθμῶι βοήσω,
ἅτε τις κύκνος Καΰστρου
ποικίλον πτεροῖσι μέλπων
ἀνέμου σύναυλος ἠχῆι·
σὺ δὲ Μοῦσα συγχόρευε.
ἐρέω Δάφνης τὸν οἶτον·
ἱερὸν γάρ ἐστι Φοίβου
κιθάρη δάφνη τρίπους τε. …
τοῦ μὲν ἐκπέφευγα κέντρα
λαλέων ἔρωτα Φοίβου,
ἀνεμώλιον τὸν οἶστρον.
σαόφρων γὰρ ἐστέναξεν
θεὸν οὐ θέλουσα κούρη
γαμέτην ἔχειν· ὁ δὲ Ζεύς
ἐλέησʼ ἄπωθʼ ἀκούσας,
φύσεως δʼ ἄμειψε μορφήν,
φυτὸν εὐθαλὲς δʼ ἐπήχθη.
ὁ δὲ Φοῖβος ἠὲ Φοῖβος
κρατέειν κόρην νομίζων,
χλοερὸν δρέπων δὲ φύλλον
ἐδόκει τελεῖν Κυθήρην.
ἄγε, θυμέ, πῆι μέμηνας
μανίην μανεὶς ἀρίστην·
τὸ βέλος φέρε κράτυνον,
σκοπὸν ὡς βαλὼν ἀπέλθηις,
τὸ δὲ τόξον Ἀφροδίτης
ἄφες ὡς θεοὺς ἐνίκα.
τὸν Ἀνακρέοντα μιμοῦ,
τὸν ἀοίδιμον μελιστήν.
φιάλην πρόπινε παισίν,
φιάλην λόγων ἐραννήν·
ἀπὸ νέκταρος ποτοῖο
παραμύθιον λαβόντες
φλογερὸν φυγόντες ἄστρον
…
τὸν Ἔρωτα γὰρ τὸν ἁβρόν
μέλομαι βρύοντα μίτραις
πολυανθέμοις ἀείδειν.
ὅδε καὶ θεῶν δυνάστης,
ὅδε καὶ βροτοὺς δαμάζει.
φέρʼ ὕδωρ, φέρʼ οἶνον ὦ παῖ,
μέθυσόν με καὶ κάρωσον·
τὸ ποτήριον λέγει μου
ποδαπόν με δεῖ γενέσθαι.
δοκέει κλύειν γὰρ ἥδε,
λαλέειν τις εἰ θελήσηι.
τί με φεύγεις τὸν γέροντα;