ΠΡΟ ΤΟΥ ΦΙΛΟΣΟΦΕΙΝ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ
Ἐγὼ οὐχ οὕτως ἐκπέπληγμαι ἐφʼ οἷς ποιεῖτε, ὦ ἄνδρες, τοιούτοις οὖσιν, ἀλλʼ ἐπεὶ οὐδεμίαν αἰτίαν ὁρῶ τῆς ὑμετέρας ὀργῆς πρὸς ἐμέ, τοῦτό ἐστι τὸ εἰς ἀπορίαν ἄγον. ὀργὴν μὲν γὰρ δικαίαν ἔστι παραιτήσασθαι ἀνθρώπων, μῖσος δὲ ἄδικον τίς ἂν θεραπεύσαι; ἀξιῶ δὲ ὑμᾶς ἀκοῦσαί μου λέγοντος οὐκ ἐμοῦ ἕνεκα μᾶλλον ἢ ὑμῶν αὐτῶν. εἰ μὲν γὰρ οὐδὲν ἀδικῶ, οὐδὲ ὑμεῖς βούλεσθε δήπου ἀναιτίως μισεῖν τινα τῶν ὑμετέρων πολιτῶν· εἰ δὲ ἀδικῶ, κατʼ ἐμοῦ ὁ λόγος ἔσται, οὐχ ὑπὲρ ἐμοῦ· καὶ οὕτως γε μείζω ὑμῖν ὑφέξω τιμωρίαν ἢ αὐτοὶ ζητεῖτε. τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι ἢ καταφλεγῆναι. καὶ πρῶτον μὲν μάθετε ὅτι ἃ δοκεῖ ὑμῖν φοβερά, οἱ λίθοι καὶ τὸ πῦρ, οὐδενὶ φοβερά ἐστιν, οὐδʼ ἐστέ γε τούτοις ἰσχυροί, ἀλλὰ πάντων ἀσθενέστατοι, ἐκτὸς εἰ μή τις ἀριθμεῖ τὴν τῶν λῃστῶν καὶ τῶν μαινομένων δύναμιν. πόλεως δὲ καὶ δήμου ἰσχὺς ἐν ἑτέροις ἐστί, καὶ πρῶτόν γε ἐν τῷ φρονεῖν καὶ τὰ δίκαια ποιεῖν. περὶ μὲν γὰρ τοῦ πατρὸς οὐδὲν ἐμὲ δεῖ λέγειν, εἰ ἀγαθὸς ἦν. ἀεὶ γὰρ εὐφημεῖτε αὐτὸν καὶ κοινῇ καὶ καθʼ ἕκαστον, ὅπου ἂν μνησθῆτε, ὡς οὐ φαῦλον πολίτην. δεῖ μέντοι εἰδέναι ὑμᾶς ὅτι οὐδὲν ὄφελος ἐκείνῳ ἐστὶ τούτων τῶν ἐπαίνων· ἀλλʼ ὅταν ἡμᾶς τοὺς ἐξ αὐτοῦ ἀποδέχησθε, τότε κἀκείνου μέμνησθε. καὶ περὶ τοῦ πάππου δὲ τοῦ ἡμετέρου οὐκ ἂν εἴποι οὐδεὶς οὔτε ὡς κατῄσχυνε τὴν πόλιν οὔτε ὡς οὐδὲν ἀνάλωσεν ἐκ τῶν ἑαυτοῦ. τὴν γὰρ οὐσίαν ἣν εἶχε πατρῴαν καὶ παππῴαν ἅπασαν εἰς φιλοτιμίαν ἀναλώσας, ὥστε μηδὲν ἔχειν λοιπόν, ἑτέραν ἐκτήσατο ἀπὸ παιδείας καὶ παρὰ τῶν αὐτοκρατόρων. καὶ τοίνυν εἰς αὑτὸν οὐδεμίαν φαίνεται χάριν αἰτησάμενος ἐν τοιαύτῃ φιλίᾳ καὶ σπουδῇ, φυλάττων δὲ καὶ ταμιευόμενος τὴν τοῦ αὐτοκράτορος προθυμίαν εἰς ὑμᾶς. εἰ δέ τῳ δοκεῖ φλυαρία τὸ πολιτῶν ὑμετέρων ἀναμιμνήσκειν ὑμᾶς εὐνοίας καὶ ἀρετῆς, οὗτος οὐκ οἶδʼ ὅπως εὖ παθεῖν αὐτὸς ὑπό του βούλεται. ἐκ τοιούτων δὴ ὄντες ἡμεῖς, εἰ καὶ σφόδρα πονηροὶ ἦμεν, ἀλλά τοι διʼ ἐκείνους ἐντροπῆς τινος ἄξιοι ἦμεν, οὐχὶ λευσθῆναι ὑφʼ ὑμῶν οὐδὲ καταφλεχθῆναι. σκοπεῖτε δὲ καὶ τοὐμόν, ὦ ἄνδρες, μὴ ἀγνωμόνως. ἡμῖν γὰρ ὁ πατὴρ οὐσίαν κατέλιπε τῇ μὲν δόξῃ μεγάλην, δυνάμει δὲ μικρὰν καὶ πολλῷ ἐλάττω ἑτέρων· οὐ μεῖον γὰρ ἢ τετταράκοντα μυριάδες ἦσαν χρεῶν καὶ πράγματα τοιαῦτα ἔξωθεν, ὥστε πολὺ τῶν χρεῶν εἶναι ταῦτα χαλεπώτερα. οὐδὲ γὰρ ἀσφάλεια, ὡς εἰπεῖν, οὐδενὸς ἡμῖν τῶν ὄντων ὑπῆρχεν, ἀλλὰ τῇ αὑτοῦ δυνάμει πιστεύων ἐκεῖνος ἅπαντα ἐκέκτητο, ὡς οὐδενὸς ἀμφισβητήσοντος. ἐν δὲ τοῖς τοιούτοις ἀπολειφθεὶς οὐδέπω μὲν καὶ νῦν τὸ ἐπιβάλλον αὑτῷ μέρος τῶν χρεῶν διαλέλυμαι, λελειτούργηκα δὲ ὑμῖν τὰς μεγίστας λειτουργίας καὶ οὐδεὶς ἐμοῦ πλείους τῶν ἐν τῇ πόλει. πλουσιωτέρους δὲ ἐμοῦ πολλοὺς ὄντας ἐπίστασθε καὶ αὐτοί. τί οὖν ἐστιν ἐφʼ ὅτῳ ἐμοὶ ὀργίζεσθε καὶ ἄτιμον ἐξ ἁπάντων ἐμὲ καὶ τὸν δεῖνα προβέβλησθε καὶ λίθους καὶ πῦρ ἐφʼ ἡμᾶς φέρετε; καὶ μηδεὶς ὑπὲρ ἐκείνου με φῇ λέγειν. ἴσως μὲν γὰρ ἐπʼ οὐδένα οὐδὲ τῶν ἀδικούντων οὕτως ἔδει παροξύνεσθαι· πλὴν ἔμοιγε ἀπόχρη τὰ κατʼ ἐμαυτόν. καὶ σκοπεῖτε καὶ τὰ ἄλλα ὁποῖός εἰμι πολίτης ἐγώ, πρὸς ὅντινα βούλεσθε παραβάλλοντες τοσούτων οὓς οὐ κατακάετε. ἔστι μὲν γὰρ χωρία μοι καὶ πάντα ταῦτα ἐν τῇ ὑμετέρᾳ γῇ· τῶν δὲ ἐμοὶ γειτνιώντων οὐδὲν πώποτε οὐδεὶς οὔτε πλούσιος οὔτε πένης — πολλοὶ δὲ καὶ τῶν τοιούτων μοι γειτνιῶσιν — ᾐτιάσατο ἐμὲ ὡς ἀφαιρούμενός τινος ἢ ἐκβαλλόμενος, οὔτε δικαίως οὔτε ἀδίκως. εἰμὶ δὲ αὐτὸς οὔτε ὑπέρδεινος εἰπεῖν οὔτε ἴσως ἁπάντων ὕστατος ἐν τῷ λέγειν. ἔστιν οὖν ὅντινα ἐν λόγῳ ἐλύπησα, πρᾶγμα ἐπαγαγών τινι τῶν ἀπραγμόνων ἢ κατασκευάσας ἐπήρειαν; ἢ περὶ τῆς οὐσίας ἐποίησα κινδυνεῦσαί τινα, ὡς Καίσαρι προσηκούσης ἢ ἐν συνηγορίᾳ προύδωκα;
καὶ μὴν τῆς γε νῦν ἀπορίας οὐδεὶς μᾶλλον ἐμοῦ ἀναίτιος. πότερον γὰρ σῖτον ἁπάντων πλεῖστον γεωργῶν κατακέκλεικα τοῦτον, αὔξων τὴν τιμήν; ἀλλʼ ἐπίστασθε αὐτοὶ τὴν δύναμιν τῶν ἐμῶν χωρίων, ὅτι σπάνιον εἴ ποτε ἀπεδόμην σῖτον καὶ τοῦθʼ ὅταν ὑπερβάλῃ τῷ πλήθει, ἐν δὲ τοῖς τοιούτοις ἔτεσιν οὐδὲ τὸν ἀρκοῦντα ἔχω, ἀλλʼ ἔστι μοι ἡ πᾶσα ἐπικαρπία ἐξ οἴνου καὶ βοσκημάτων. ἀλλʼ ἀργύριον δανείζων οὐ βούλομαι παρέχειν εἰς τὴν τοῦ σίτου ὠνήν. οὔκουν οὐδὲ περὶ τούτου οὐδέν με δεῖ λέγειν. οἴδατε γὰρ ὑμεῖς καὶ τοὺς δανείζοντας ἐν τῇ πόλει καὶ τοὺς δανειζομένους. τί οὖν ἐστιν ὅ γε ἐγὼ ποιῆσαι δυνάμενος, ὥστε ἀπαλλάξαι ὑμᾶς τῆς ἀπορίας, οὐ βούλομαι, ἢ διότι πρὸς ἐμὲ οὕτως ἔχετε; ὅτι νὴ Δία τὰς στοὰς ἐπὶ τῶν θερμῶν ᾠκοδόμηκα καὶ ἐργαστήρια· τοῦτο γάρ ἐστιν, ὅ φασιν ἔνιοι ἀδικεῖσθαι ὑπʼ ἐμοῦ τὴν πόλιν. καὶ τίνα πώποτε ἢ ὑμεῖς ἢ ἄλλος τις ἀνθρώπων ἐμέμψατο ἐν ἀγρῷ αὑτοῦ οἰκίαν οἰκοδομοῦντα; ἢ παρὰ τοῦθʼ ὁ σῖτος πλείονός ἐστι; καίτοι πέντε μυριάδων ἐώνημαι τὸ χωρίον, τῷ παντὶ πλείονος τιμῆς τῆς ἀξίας. ἀλλʼ ἐγὼ αἰσχύνομαι νὴ τὸν Δία καὶ τοὺς θεούς, εἴ τις τῶν πολιτῶν, οὐ γὰρ δή γε ἡ πόλις, οὕτω μοχθηρός, ὥστε λυπεῖσθαι καὶ φθονεῖν, ἐάν τινα ἴδῃ στοὰν ἢ ἐργαστήριον ᾠκοδομηκότα.
καὶ μὴν τό γε πρᾶγμα, ἐφʼ ᾧ παρωξύνθητε, δεῖται μέν τινος ἐπιμελείας ἀληθῶς, οὐ μέντοι ἀνήκεστόν ἐστιν οὐδὲ ὥστε τοιαῦτα ποιεῖν. ἡ γὰρ τιμὴ τοῦ σίτου τῆς μὲν συνηθείας παρʼ ἡμῖν πλείων γέγονεν, οὐ μὴν ὥστε ἀπειπεῖν. ἀλλʼ εἰσὶ πόλεις, ἐν αἷς ἀεὶ τοσούτου ἐστίν, ὅταν ἄριστα ἔχῃ. πάλιν αὖ θορυβεῖτε, ὥσπερ ἐμοῦ λέγοντος ὅτι καὶ παρʼ ὑμῖν αὐτὸν τοσούτου προσήκει εἶναι καὶ μηδέποτε ἥττονος. ἐγὼ δέ φημι δεῖν προσέχειν μὲν ὅπως ἐλάττονος ἔσται, μὴ μέντοι πικρῶς οὕτως ἔχειν ἐπὶ τῷ συμβεβηκότι μηδὲ ἐξεστάναι· ὡς τά γε γενόμενα νῦν οὐχὶ τοιαῦτά ἐστιν, οἷα ἐπὶ τοιούτῳ πράγματι, ἀλλʼ εἰ τὰ τέκνα ὑμῶν καὶ τὰς γυναῖκας ἀνῃρήκειμεν, οὐδὲν ἂν εἴχετε ποιῆσαι χαλεπώτερον. τὸ γὰρ πολίταις ἑαυτῶν ὀργιζομένους — εἰ μὲν ἀδίκως ἢ δικαίως, ἐῶ — πολίταις δʼ οὖν καὶ τούτοις ἐπιτίμοις καὶ μηδενὸς χείροσι μὴ δοῦναι λόγον μηδὲ λαβεῖν, ἀλλʼ εὐθὺς λιθάζειν καὶ κατακαίειν τὰς οἰκίας, ἵνα, εἰ ἐδύνασθε, μετὰ τῶν παίδων αὐτοὺς καὶ τῶν γυναικῶν συμφλέξητε, τίνων ἐστὶν ἀνθρώπων; ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τοὺς θεούς, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, οὐ δοκεῖ τὰ τοιαῦτα εἶναι τῶν ἐνδεῶς πραττόντων οὐδὲ τῶν οὐκ ἐχόντων τὰ ἀναγκαῖα. ἡ γὰρ ἔνδεια σωφροσύνην ποιεῖ. καὶ ταῦτα εἰ μὴ δοκεῖτε ὑπὲρ ὑμῶν λέγεσθαι, πλεῖστον ἁμαρτάνετε. εἰ γὰρ τοιοῦτοι ἔσεσθε κἂν ὀργισθῆτέ τῳ — πολλὰ δὲ εἰκὸς ὡς ἐν πόλει συμβῆναι καὶ δίκαια καὶ ἄδικα — τηλικαύτην ἀξιώσετε τιμωρίαν λαμβάνειν, ὥστʼ εὐθὺς μετὰ τῶν παίδων κατακάειν καί τινας τῶν γυναικῶν, ἀνθρώπων ἐλευθέρων, ἀναγκάζειν ὑμῖν ὁρᾶσθαι περιερρηγμένας καὶ ἱκετευούσας ὑμᾶς ὥσπερ ἐν πολέμῳ· τίς οὕτως ἀνόητος καὶ ἀτυχὴς ἄνθρωπός ἐστιν, ὅστις ἐν τοιαύτῃ πόλει ζῆν αἱρήσεται μίαν ἡμέραν; πολὺ γὰρ κρεῖττον φυγάδα εἶναι καὶ παροικεῖν ἐπὶ ξένης ἢ τοιαῦτα πάσχειν. ἐπεὶ καὶ νῦν ἡ πρόφασις ἡ λεγομένη, διʼ ἣν ὑμᾶς ἀποτραπῆναί φασι τῆς οἰκίας τῆς ἐμῆς, ὑπιδομένους τοῦ στενωποῦ τὸ βάθος, ὁρᾶτε οἷόν ἐστιν. εἰ γὰρ ἐμὲ τοῦτο ἔσωσε, καιρὸς ἤδη τὸ λοιπὸν ὡς ἐν στρατοπέδῳ τῇ πόλει τὰς δυσχωρίας καταλαμβάνειν καὶ τὰ ὑψηλὰ ἢ ἀπότομα. καίτοι μὰ τοὺς θεοὺς οὐδὲ ἐν τοῖς στρατοπέδοις ζητοῦσιν ἄλλος ἄλλου ἀσφαλέστερον σκηνοῦν, ἀλλὰ πρὸς τοὺς πολεμίους αὐτοῖς ἡ φυλακή ἐστιν. τῇ μὲν οὖν τύχῃ χάρις, διʼ ἣν ἀπετράπητε, εἴτε τοῦτο νοήσαντες εἴτε ἄλλο ὁτιοῦν· οὐ μέντοι ἀληθῶς ὑπείδεσθε. οὐ γὰρ ἂν ἔγωγε ἠμυνάμην ὑμᾶς, ἀλλὰ τούτου γε ἕνεκα πολλὴ ὑμῖν ἀσφάλειά ἐστιν, ὅταν βούλησθε κατακαίειν τὴν οἰκίαν, ἤρκει δέ μοι τὴν γυναῖκα καὶ τὸ παιδίον λαβόντα ἀποχωρεῖν.
καὶ μηδεὶς νομίσῃ ὡς ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀγανακτῶν ταῦτα εἴρηκα μᾶλλον ἢ ὑπὲρ ὑμῶν δεδιὼς μήποτε ἄρα διαβληθῆτε ὡς βίαιοι καὶ παράνομοι. οὐ γὰρ λανθάνει τῶν ἐν ταῖς πόλεσιν οὐδὲν τοὺς ἡγεμόνας — λέγω δὲ τοὺς μείζους ἡγεμόνας τῶν ἐνθάδε — ἀλλʼ ὥσπερ τῶν παιδίων τῶν ἀτακτοτέρων οἴκοι πρὸς τοὺς διδασκάλους κατηγοροῦσιν οἱ προσήκοντες, οὑτωσὶ καὶ τὰ τῶν δήμων ἁμαρτήματα πρὸς ἐκείνους ἀπαγγέλλεται. ταῦτα μὲν οὖν οὔτε καλῶς οὔτε συμφερόντως αὑτοῖς πράττοιτε ἄν. τὸ δὲ ἀξιοῦν ἐπιμελεῖσθαι τῆς ἀγορᾶς καὶ τοὺς δυναμένους χειροτονεῖν καὶ τοὺς μὴ λελειτουργηκότας, εἰ δὲ μή γε, οὓς ἂν βούλησθε, σωφρονούντων τε ἀνθρώπων ἐστὶ καὶ πρός γε ταῦτα οὐδεὶς ὑμῖν ἐναντιώσεται.