ΥΠΕΡ ΤΗΣ ΡΟΔΙΩΝ ΕΛΕΥΘΕΡΙΑΣ
Συνεμάχουν Ἀθηναίοις ποτὲ οἱ νησιῶται καὶ οἱ τὴν παραλίαν οἰκοῦντες ἄχρι τοῦ Βυζαντίου, ἀλλʼ ἀποστάντες εἰς ἐλευθερίαν ἐπολέμησαν Ἀθηναίοις, καὶ μηκυνομένου τοῦ πολέμου ἠναγκάσθησαν εἰς συνθήκας ἐλθεῖν πρὸς αὐτοὺς οἱ Ἀθηναῖοι ὥστε αὐτονόμους εἶναι καὶ ἐλευθέρους. μετὰ ταῦτα βασιλέως γνώμῃ βοηθούσης Ἀρτεμισίας τοῖς κατὰ τὴν Ῥόδον εὐπόροις, ἐπιτίθενται τῷ δήμῳ οἱ δυνατοὶ καὶ ἄρχουσι τῆς Ῥοδίων πόλεως οἱ τὰς οὐσίας κεκτημένοι. κατέφυγεν οὖν ὁ δῆμος ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀξιῶν ὑπὲρ ἐλευθερίας. Δημοσθένης παραινεῖ βοηθεῖν τῷ δήμῳ Ῥοδίων. εἰ δέ τις ἄλλος Ἀθηναίους ἐλύπησεν ἐν τῷ συμμαχικῷ πολέμῳ καὶ τὴν ἀπόστασιν εἰργάσατο, μᾶλλον πέφηνεν ὁ Ῥοδίων δῆμος. διόπερ πρὸς αὐτοὺς ἔοικε χαλεπαίνειν ἐξαιρέτως ἡ πόλις· μάλιστα γὰρ αὐτοὶ τυγχάνουσι τὴν ἀπόστασιν εἰργασμένοι. κατὰ πάντα τοίνυν χαλεπὸς ὁ λόγος τῷ συμβούλῳ λέγοντι ὑπὲρ ἀνδρῶν ἀφεστηκότων καὶ λελυπηκότων πολλὰ τὴν πόλιν. καὶ οὐ τοῦτο μόνον λυπεῖ τὸν δημηγόρον, ἀλλὰ καὶ ὁ παρὰ τοῦ βασιλέως φόβος· δοκεῖ γὰρ οὐ μικρὸν οὐδὲ ἀκίνδυνον εἶναι τὸ προσκρούειν βασιλεῖ σχεδὸν κατειληφότι τὴν νῆσον διὰ τῶν εὐπόρων· εἰς γὰρ ἐκεῖνον ἀνήκει τὰ πράγματα. πρὸς τοίνυν ἑκάτερον τούτων ἀντέθηκεν ἰσχυρότατα δύο, πρὸς μὲν τὴν τῶν Ῥοδίων ἀπιστίαν τὴν μεγαλοφροσύνην τῆς πόλεως καὶ τὸ σύνηθες εἶναι βοηθεῖν τοῖς ἀδικουμένοις τῶν Ἑλλήνων, διότι πάντες εἰς αὐτοὺς ἀποβλέψουσιν, εἰ τοῦτο ποιήσειαν, πρὸς δὲ τὸν παρὰ τοῦ βασιλέως φόβον τὸ δίκαιον καὶ τὸ δυνατὸν ἀντέθηκε καὶ τρίτον τὸ συμφέρον· δυνατὸν μέν, ὅτι κακῶς πράττοντος τοῦ βασιλέως περὶ τὴν Αἴγυπτον καὶ ἡττωμένου οὔτε Ἀρτεμισία βοηθήσει τοῖς ὀλιγαρχοῦσι Ῥοδίων οὔτε αὐτὸς ὁ βασιλεύς· δίκαιον δʼ, ὅτι οὐκ ἂν μεταποιήσαιτο βασιλεὺς τῶν μὴ προσηκόντων αὐτῷ· Ἕλληνές τε γάρ εἰσι Ῥόδιοι καὶ οὐ μεμερισμένοι εἰς τὴν βασιλέως ἀρχήν· καὶ τρίτον τὸ συμφέρον, ὅτι οὐδὲ περιορᾶν δέοι κἂν μεταποιῆται ὁ βασιλεὺς τῶν Ῥοδίων· σύμβολον γάρ ἐστι τὸ γιγνόμενον τοῦ μὴ μόνον Ῥοδίων ἐπιθυμεῖν ἐκεῖνον, ἀλλὰ καὶ πάντων τῶν Ἑλλήνων. οὕτω μὲν οὖν διῄρηκε τὸν λόγον, καὶ τὰ πράγματα ταύτην ἔχει τὴν φύσιν. ὅπως δὲ ἕκαστον τούτων διῴκηκε καὶ ὃν τρόπον μετεχειρίσατο, ἀρκτέον λέγειν ἄνωθεν ἐκ προοιμίου τὴν ἀρχὴν ποιησάμενον. οἶμαι δεῖν ὑμᾶς τὴν εὐλάβειαν, ἣν ἔχει πρὸς τὴν ὑπόθεσιν, διὰ τῆς ἐπιβολῆς ἐνδείκνυται· οὐ γὰρ ἔχει παρρησίαν εἰπεῖν ὑπὲρ ἀνδρῶν δοκούντων πολλὰ καὶ μεγάλα τὸν δῆμον ἠδικηκέναι. διὰ δὲ τῆς ἑξῆς ἐννοίας τοῦ αὐτοῦ προοιμίου προκαταλαμβάνει τὸν ἀκροατὴν καὶ βούλεται λαβεῖν ὁμολογοῦντα ὅτι ποιήσει τὰ συμβουλευόμενα, ὥστʼ αὐτὸ διοικεῖσθαι διὰ τῶν δύο ἐννοιῶν, τό τε ἀνασχέσθαι λέγοντος καὶ τὸ πεισθῆναι τοῖς λεγομένοις ἅμα καὶ πρᾶξαι. ἔστι μὲν οὖν ἓν ὧν ἐγὼ νομίζω τοῦ δευτέρου προοιμίου ἡ μὲν ἐπιβολή ἐστι τὸ εὔνουν ἐν ᾧ λέγει «νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι»· θαυμασιώτατα δὲ ἐρρητόρευται. ἵνα δὲ μὴ δοκῇ χάριτι λέγειν ὑπὲρ Ῥοδίων, κατηγόρησεν αὐτῶν καὶ κατέδραμεν οὐχ ὡς παροξῦναι, ἀλλʼ εἰς εὔνοιαν τὸν ἀκροατὴν ἐκκαλέσασθαι βουλόμενος· καὶ γὰρ ἐπῆρεν αὐτὸν καὶ τὸ φρόνημα μετεώρισεν, ἐγκώμιον Ἀθηναίων θαυμαστὸν τῇ κατηγορίᾳ Ῥοδίων ἐν τῷ προοιμίῳ συμπλέξας. συνέστηκε δὲ καὶ τὸ δεύτερον προοίμιον ἐκ δυοῖν ἐννοιῶν, ὧν τὴν μὲν προτέραν εἰρήκαμεν, τὴν δὲ δευτέραν φαμὲν προκατασκευὴν ἔχειν τοῦ κεφαλαίου· τὴν γὰρ δύναμιν ἐπισημαίνεται τῶν μελλόντων ῥηθήσεσθαι, τὴν δόξαν καὶ τὴν εὔκλειαν λέγων, ἣν ἕξουσι διὰ τῆς πράξεως ταύτης ἀπολογησάμενοι πρὸς τοὺς διαβάλλειν αὐτοὺς εἰωθότας. ταῦτα μὲν οὖν ἐν τοῖς προοιμίοις διῴκηται. ᾐτιάσαντο μὲν γὰρ ἀρχὴ δὲ τοῦ συμφέροντος κεφαλαίου τὸ «ᾐτιάσαντο μὲν γὰρ ἡμᾶς ἐπιβουλεύειν αὑτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι». κατεσκεύασται δὲ τῷ δικαίῳ ἤτοι ἀδίκῳ τὸ συμφέρον, ὅτι ἀδικούντων καὶ πλεονεκτούντων δόξαν εἴχομεν· διόπερ καὶ ἀπέστησαν ἡμῶν οἱ σύμμαχοι. ταῦτα μὲν οὖν τοῦ ἀδίκου. εἶθʼ ἵνα μὴ δοκῇ κατηγορεῖν τῆς πόλεως, αὐτὸς ἀνήνεγκε τὴν βλασφημίαν ἐπὶ Μαύσωλον, ἵνα καὶ ὑπὲρ τῆς πόλεως ἀπολογῆται ὡς ψευδῶς διαβαλλομένης καὶ ὑπὲρ τῶν Ῥοδίων ὡς ἠπατημένων· ὁ γὰρ ταῦτα πλασάμενος καὶ πείσας ἀποστῆναι ἐκεῖνος ἦν. εἶθʼ οὕτω τὸ δίκαιον προτείνας ἦλθεν ἐπὶ τὸ συμφέρον, οὗπερ ἦν ἡ πρότασις· «συμφέρει ὑμῖν ἀπολύσασθαι τὰς καθʼ ὑμῶν διαβολὰς αὐτοῖς ἔργοις· ἴστε γὰρ ὅτι νομίσαντες ἀδικεῖσθαι οἱ σύμμαχοι ἀπέστησαν». νῦν δὲ ἐπειδὴ ἄτοπος ἦν, λέγει ἀπὸ τοῦ συμφέροντος, τὴν κατασκευὴν ἔχοντος ἀπὸ τοῦ δικαίου, καὶ καταστρέφει εἰς τὸ ἔνδοξον. λέγει δὲ τοῦτο, ὅτι «τὴν καθʼ ὑμῶν διαβολὴν νῦν καιρὸς διαλῦσαι καὶ δεῖξαι μὴ ὄντας πονηροὺς τοὺς μὴν βοηθοῦντας τοιούτοις συμμάχοις, καὶ κομίσασθαι τὴν εὐδοξίαν, ὅτι πρέπον ἐστὶν ἔχειν τὴν εὐδοξίαν ἐκ τοιούτων ἔργων τῇ πόλει». αὕτη μὲν οὖν ἐστὶν ἡ εἰσήγησις ἣν πεποίηται Δημοσθένης. πρὸς δὲ ταύτην ἀντέπεσεν ἀντίθεσις ἀπὸ τοῦ δυνατοῦ κεφαλαίου «ἀλλὰ δεδοίκαμεν βασιλέα». ταύτην ἔλυσεν ὁμογενῶς ἐκ τοῦ αὐτοῦ κεφαλαίου τοῦ δυνατοῦ, καὶ πρῶτόν γε ἀπὸ τοῦ μαχομένου κατὰ τὴν θέσιν αὐτῆς εὐθύς, ὅτι οὐ τῶν αὐτῶν ἐστὶ λόγων συμβουλεύειν τῇ πόλει βοηθεῖν Αἰγυπτίοις ἀφεστηκόσι τοῦ βασιλέως καὶ φοβεῖσθαι βασιλέα ὑπὲρ Ῥοδίων. καὶ ἡ προσθήκη τῆς αἰτίας, ὅτι οἱ μέν εἰσιν Ἕλληνες, οἱ δέ εἰσιν ἐν τῇ ἀρχῇ ἐκείνου μεμερισμένοι. δευτέρα λύσις, ὅτι ὑπὲρ μὲν τῶν οἰκείων πολεμήσειεν ἂν βασιλεύς, ὑπὲρ δὲ τῶν Ἑλλήνων οὐκ ἂν πολεμήσειεν βασιλεύς. τρίτη λύσις «εἰ μὲν οὖν ἐγνώκατε ἀδικούμενοι παραχωρεῖν ὧν ἀδικεῖ τοὺς Ἕλληνας βασιλεύς, οὐκ ἐπαινῶ τὴν γνώμην· εἰ δὲ πᾶν ὁτιοῦν ὑπομένειν, μηδὲ νῦν ὀκνεῖτε». εἶτα ἐκ παραδείγματος, ὅτι καὶ Σάμον ἐλευθερώσαντος Τιμοθέου κατειλημμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος, οὐκ ἠγανάκτησε βασιλεύς. ὅτι δʼ οὐδʼ ἐναντιωθῆναι ἄλλη ἀντίθεσις ἀπὸ τοῦ αὐτοῦ δυνατοῦ «ἀλλʼ Ἀρτεμισία ἡμῖν ἐναντιωθήσεται». Ἀρτεμισία δὲ Μαυσώλου μὲν γέγονεν ἀδελφὴ καὶ γαμετή, Καρίας δὲ ἐβασίλευε, φίλια δὲ ἔπραττε βασιλεῖ, διὰ τὸ οἰκεῖον συμφέρον αὐτὸν θεραπεύουσα καὶ ἄρχουσα μὲν τῶν οἰκείων, οὐδὲν δὲ ἧττον φυλαττομένη βασιλεῖ προσκρούειν, ἔστι δʼ ὅτε αὐτῷ συλλαμβανομένη. λείπει δὲ τῇ ἀντιθέσει κατασκευή· ἔδει γὰρ καὶ τὴν αἰτίαν προσθεῖναι διʼ ἣν ἂν Ἀρτεμισία οὐ συγχωρήσειεν· ἀλλʼ ἵνα μὴ χαλεπωτέρα γένηται πρὸς τὴν λύσιν, διὰ τοῦτο τὴν κατασκευὴν παραλιπὼν τὴν μὲν πρότασιν ἔθηκε μόνον, τὴν δὲ κατασκευὴν ταῖς λύσεσι συμπλέξας ἀσθενεστέραν ἐποίησεν. λύει δὲ τῷ δυνατῷ καὶ τῷ συμφέροντι, καὶ τῷ μὲν δυνατῷ κατὰ μερισμόν· εἰ μὲν εὖ πράττει βασιλεὺς κατʼ Αἴγυπτον, βοηθήσειν· μὴ γὰρ εἶναι ἀνόητον ὥσπερ ἐπιτείχισμα κατασκευάσαι τῆς οἰκείας ἀρχῆς· εἰ δὲ καὶ βοηθήσειε, φαύλως καὶ οὐ πολλῇ τῇ ῥώμῃ, ἀλλʼ ἄχρι τοῦ δοκεῖν διὰ βασιλέα. οὕτως μὲν οὖν ἀπὸ τοῦ δυνατοῦ τὴν ἀντίθεσιν ἔλυσεν, ἀπὸ δὲ τοῦ συμφέροντος ἐνθένδε στοχαστικῶς· «οὐκ οἶδα μὲν εἰ βοηθήσει βασιλεύς, συμφέρει δʼ οὖν ἤδη τῇ πόλει γνῶναι πότερον ἀντιποιεῖται Ῥοδίων ἢ οὔ· εἰ γὰρ ἀντιποιεῖται τῆς νήσου, δηλονότι καὶ πάντων τῶν Ἑλλήνων.» ἄχρι μὲν οὖν τούτου διηγώνισται πρὸς τὰς ἀπὸ τοῦ συμφέροντος ἀντιθέσεις· λοιπὸν δὲ ἐπὶ τὸ δυσμεταχείριστον ἐλήλυθεν τὸ ἀπʼ αὐτῆς τῆς ποιότητος τῶν Ῥοδίων κατηγορίαν περιέχον, ὅτι ἀπέστησαν. καὶ ζητήσειεν ἄν τις, τί δήποτε, ὄντος τοῦ προηγουμένου καὶ περὶ οὗ μάλιστά ἐστιν ἡ σύμπασα ζήτησις, εἰ δεῖ βοηθῆσαι τοῖς ἀδικήσασι τὴν πόλιν, οὗτος τὸ τοῦ συμφέροντος κεφάλαιον προέταξε καὶ δεύτερον τὸ δυνατόν, εἶτα εἰ βοηθήσει βασιλεὺς καὶ Ἀρτεμισία. τὸ δὲ θεώρημα φανερόν· ἐπειδὴ γὰρ ἄδοξον τὸ πρόσωπον καὶ παρρησιάσασθαι ὑπὲρ τῶν ἀνδρῶν οὐ δύναται πολλὴν ἐχόντων διαβολήν, εἰκότως τὸν ἀκροατὴν καταλαμβάνει καὶ τῷ συμφέροντι καὶ τῷ ἀναγκαίῳ, τουτέστι τῷ φόβῳ τῷ παρὰ βασιλέως, ἵνα τῷ μὲν συμφέροντι ἐπαχθεὶς διὰ τὴν εὔκλειαν, τῷ δὲ καταπλαγεὶς τῷ ἀναγκαίῳ, ἐὰν ἐπιβουλεύῃ τοῖς Ἕλλησι βασιλεύς, ὑπέρθηται μὲν τὸ μνησικακῆσαι τὰ νῦν, βοηθήσῃ δὲ διὰ τὸ ἑαυτῷ χρήσιμον, τοῦ συμφέροντος ὀρεγόμενος, καὶ φόβων καὶ κινδύνων ἀπαλλακτικῶς ἔχοντες ἕτοιμοι ἔσονται καὶ τοῖς λελυπηκόσι βοηθεῖν διὰ τὰ ἀναγκαιότατα ταῦτα. διʼ ἣν μὲν οὖν αἰτίαν ἐνήλλαξε τὴν θέσιν τῶν κεφαλαίων ἀκήκοας· διαιρεῖ δὲ αὐτὸ τὸ δίκαιον κεφάλαιον οὐ μικρᾷ τινι καὶ φαύλῃ ῥητορείᾳ οὐδὲ τῇ τυχούσῃ οἰκονομίᾳ κεχρημένος. οὐ μὴν οὐδʼ κατατείνει πολλὴν κατηγορίαν τῶν Ῥοδίων ἀξιοπιστίας εἵνεκα· πάνυ γὰρ συμβάλλεται πρὸς πειθὼ τὸ πρὸς ἡδονὴν ἐν τοῖς τοιούτοις διαλέγεσθαι. διʼ ἡδονῆς δὲ αὐτοῖς ἐστὶ τὸ κακῶς ἀκούειν Ῥοδίους. μέμνηται δὲ Ῥοδίων δῆθεν κακῶς, ἐνδεικνύμενος μήτε πρὸς χάριν μήτε διʼ εὔνοιαν λέγειν, ἵνα τοὺς ἀκροατὰς ἀρέσηται νῦν μὲν ἐνδεικνύμενος μισεῖν τοὺς λελυπηκότας τὴν πόλιν, νῦν δὲ μὴ ὑπὲρ Ῥοδίων ποιεῖσθαι τὸν λόγον, ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ συμφέροντος καὶ τῆς ὑπαρχούσης δόξης τῇ πόλει. μικροῦ δὲ καὶ οἰηθείη τις ἂν αὐτὸν συμβουλεύειν στρατεύειν ἐπὶ Ῥοδίους, τοσοῦτον θυμὸν ἐνδείκνυται πρὸς τοὺς ἠδικηκότας. ἀλλʼ αὐτό γε τοῦτο τὸ θαυμαστὸν τῆς ῥητορείας ἐστίν, ὅτι, διʼ ὧν κατατρέχει Ῥοδίων, διὰ τούτων πείθει τὸν δῆμον, καὶ διʼ ὧν κατηγορεῖ μᾶλλον δοκεῖ πραΰνειν, καταμιγνὺς τὸ αὐτοὺς ἑαυτῶν κατεγνωκέναι καὶ κατηγόρους ἑαυτῶν γεγονέναι καὶ πάλιν ὑποπίπτειν τῇ πόλει. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα κατὰ τὸ κεφάλαιον θαυμασίως ἐρρητόρευκεν. ἡ δὲ ἀντίθεσίς ἐστιν ἀπὸ τοῦ δικαίου ἀντεγκληματικῶς εἰσηγμένη «ἀλλʼ ἄξιοι τούτων οἱ Ῥόδιοι τῆς πόλεως ἀποστάντες»· οὐ μὴν τέθειται προφανῶς, γίνεται δὲ φανερὰ τοῖς ἐπιστήμοσιν ἀπʼ αὐτῶν τῶν λύσεων. καὶ οὐ ταῦτα μόνον ἐρρητόρευσεν ἅπερ εἶπον, ἀλλὰ καὶ ἄλλο πρὸς τοῖς εἰρημένοις θεώρημα προσέθηκε· πρὸ πολλοῦ γὰρ λύει πρὶν θεῖναι, ὅπερ εἴωθε ποιεῖν, ὅταν χαλεπαὶ ὦσιν αἱ ἀντιθέσεις καὶ μεταχειρίσεως δέωνται τεχνικῆς. καὶ ἔστιν ἡ ἀρχὴ τῆς λύσεως ἔνθεν· «οὐ μὴν μὲν οὐδʼ ἢ δεῖ ἑαυτοῦ εἶχον τὴν πόλιν οἱ νῦν ὄντες ἐν αὐτῷ Ῥόδιοι, παρῄνεσʼ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδʼ εἰ πανθʼ ὑπισχνοῦντο ποιήσειν». ἄξιον δὲ θαυμάσαι καὶ τὴν μεταχείρισιν ἣν ποιεῖται καὶ τὴν λύσιν. τῆς γὰρ ἀντιθέσεως λεγούσης ἀξίους εἶναι Ῥοδίους ταῦτα πάσχειν ἃ πεπόνθασι, συντρέχων τῷ ἀξίους αὐτοὺς εἶναι, οὐκ ἐξ ὧν ἠδικήκασι τὴν πόλιν τοῦτο κατεσκεύασεν, ἵνα μὴ ἐναντίον τὸν λόγον ἑαυτῷ ποιήσηται, ἀλλʼ ἐξ ὧν αὐτοὶ πρὸς ἀλλήλους διετέθησαν διαβάλλει τὸν τρόπον. καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν, ἐξ ὧν διετέθησαν περὶ τὸν Ἀθηναίων δῆμον· ὁ δέ, ἵνα μείζω διαβολὴν ἐργάσηται, μετήνεγκε τὴν κατηγορίαν ἐπὶ τοὺς εὐπόρους· ἀπὸ γὰρ τούτων χαρακτηρίζει τὸ ὅλον Ῥοδίων ἦθος. τρισὶ τοίνυν θεωρήμασι κέχρηται· ἑνὶ μέν, καθὸ δοκεῖ συντρέχειν δῆθεν τῇ κατηγορίᾳ· ἑτέρῳ δέ, καθὸ μετεβίβασε τὴν κατηγορίαν ἀπὸ τῶν εἰς τὴν πόλιν γεγενημένων ἐπὶ τὰ γενόμενα Ῥοδίοις αὐτοῖς πρὸς ἀλλήλους· καὶ τρίτῳ, ἐν ᾧ τὴν κατηγορίαν ἀπὸ τοῦ δήμου μετήνεγκεν ἐπὶ τοὺς εὐπόρους, ὥσπερ ὁ Θουκυδίδης ἀπὸ τοῦ δήμου Ἀθηναίων ἐπὶ τοὺς ὀλίγους. οὔτε γὰρ προξενῶ εἶτα προφανῶς ἀναίνεται τὴν πρὸς Ῥοδίους οἰκειότητα, φάσκων μήτε ἰδίᾳ ξένος μήτε δημοσίᾳ πρόξενος εἶναι τῶν ἀνδρῶν, ἵνα κἀντεῦθεν χώραν παρρησίας ἑαυτῷ πρυτανεύσηται· τίς γὰρ ἂν ἔτι ὑποπτεύσειε πρὸς χάριν λέγειν τὸν μηδεμίαν ἔχοντα οἰκειότητα; λείπεται δὴ τοῦ κοινῇ συμφέροντος εἵνεκα ποιεῖσθαι τοὺς λόγους. μετὰ ταῦτα δὲ ἐπιβάλλει τῇ συνηγορίᾳ Ῥοδίων, ἀρκοῦσαν τιμωρίαν παρʼ αὐτῶν γεγενῆσθαι φάσκων τὸ τὴν ἐλευθερίαν αὐτοὺς ἀπολωλεκέναι, κουφίζων ταύτῃ τῆς κατʼ αὐτῶν ὀργῆς τὸν ἀκροατὴν καὶ ἀποπιμπλὰς αὐτοῦ τὸν θυμὸν ὡς δοκεῖν κόρον ἔχειν ἀφʼ ὧν ἤδη πεπόνθασι Ῥόδιοι. οὐδεὶς γὰρ ἂν ἔτι χαλεπήνειεν, οὐδʼ εἰ τυγχάνει τῇ γνώμῃ ὠμότατος, μὴ ἐλεῶν τοὺς πολλὰς καὶ μεγίστας συμφορὰς πεπονθότας, μάλιστα δὲ ὁ τῶν Ἀθηναίων δῆμος πεφυκὼς πρὸς εὐεργεσίαν καὶ εἰωθὼς τοὺς ἠδικηκότας σῴζειν. διὰ δὴ τούτων ἁπάντων τὴν παρρησίαν, ὡς ἔφην, ἑαυτῷ προδιοικησάμενος ἄρχεται τῆς εἰσηγήσεως, ὥσπερ ἀρχὴν ἑτέραν τινὰ τοῦ λόγου ποιούμενος, διʼ ἣν τήνδε τὴν ἀντίθεσιν κινήσας οὕτω κατέδραμε Ῥοδίων· καὶ πάλιν ἀνέλαβε τὴν λύσιν ὅτι ἀνα … τῇ ἀντιθέσει καὶ ἡ ὑπόνοια ἡ κατὰ τοῦ ῥήτορος συνεισῄει. σημείωσαι· προξενεῖ, μαρτυρεῖ· πρόξενοι, προστάται πόλεων καὶ φροντισταὶ καὶ ξενίαις ὑποδεχόμενοι. φημὶ δὴ χρῆναι οὐκ ἠδύνατο οὖν ἀξιοῦν συγγνώμην Ῥοδίοις δίδοσθαι πρὶν ἀπολύσασθαι τὰς ὑποψίας. διὰ τοῦτο κινηθείσης τῆς ἀντιθέσεως τὸ καθʼ ἑαυτοῦ διέλυσεν. εἶτα μηδενὸς λυμαινομένου τὴν δόξαν, ἐπὶ τὴν λύσιν θαρρῶν ἦλθε τῆς ἀντιθέσεως· «φημὶ δὴ χρῆναι πειρᾶσθαι σῴζειν τοὺς ἄνδρας», ἐνδεικνύμενος διὰ τοῦ «μνησικακεῖν» τὴν δύναμιν τῆς ἀντιθέσεως ὅτι «ἀλλʼ ἄξιοι Ῥόδιοι» καὶ ὅτι δεῖ μνησικακεῖν αὐτοῖς καὶ ὅτι διὰ μάχης ὁ λόγος αὐτῷ· καὶ πρὸς τὴν ἀντίθεσιν ἔχει τὴν ἀναφοράν· ἀπολογία γάρ ἐστιν ἄντικρυς λαμπρὰ ὑπὲρ Ῥοδίων ἠπατημένων, ὥστε συγγνωμονικὴν εἶναι τὴν λύσιν. καὶ ἐξ ἀορίστων δὲ παραδειγμάτων βεβαιοῖ τὴν συγγνώμην· ὅτι γὰρ πολλὰ πολλάκις ἐξηπατήθη ὁ τῶν Ἀθηναίων δῆμος ὑπέμνησε. τὸ τοίνυν εἶδος τῆς συγγνώμης κατὰ συνδρομήν· συντρέχων γὰρ τῷ κατʼ ἀξίαν ταῦτα πεπονθέναι Ῥοδίους, αἰτεῖ τοῖς ἠπατημένοις συγγνώμην, διχόθεν τὴν λύσιν ἐργαζόμενος, καὶ τῷ συνομολογεῖν καὶ τῷ τὴν συγγνώμην αἰτεῖν. ἄχρι μὲν οὖν τούτου προκεχώρηκεν αὐτῷ τὸ πρῶτον μέρος τῆς λύσεως. ὁρᾶτε δὲ κἀκεῖνο μεταβέβηκε δὲ ἐφʼ ἕτερον εἶδος λύσεως, ὅπερ ἐστὶ μικτὸν ἔκ τε τοῦ συμφέροντος καὶ τοῦ δικαίου, ἐν ᾧ φησὶν εἶναι διττὰ πολέμων εἴδη· ἓν μὲν ὑπὲρ τῶν δικαίων πρὸς τὰς δημοκρατίας, ἕτερον δὲ πρὸς τὰς ὀλιγαρχίας, διʼ ἕτερον μὲν οὐδέν, διʼ αὐτὸ δὲ τοῦτο, ὅτι ὀλιγαρχίαι εἰσὶ καὶ ἐναντίως ταῖς δημοκρατίαις πολιτεύονται, ἐνάγων τὸν ἀκροατὴν καὶ διὰ τούτου, εἰ καὶ μὴ βούλοιντο Ῥοδίοις βοηθεῖν, τῷ ζηλοτύπως ἔχειν πρὸς τὰς ὀλιγαρχίας προαχθῆναι καταλῦσαι τὴν Ῥοδίων ὀλιγαρχίαν. μικτὸν δὲ ὂν τὸ εἶδος τῆς λύσεως ὅμως ῥέπει πρὸς τὸ συμφέρον καὶ μᾶλλόν ἐστι τούτου τοῦ μέρους. θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἡγεῖται μετὰ ταῦτα τῷ ἀναγκαίῳ κέχρηται πρὸς τὴν λύσιν διʼ οὗ φησὶ τὸν ἀκροατὴν λέγων· «θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἡγεῖται Χίων ὀλιγαρχουμένων καὶ Μιτυληναίων καὶ νῦν Ῥοδίων καὶ πάντων τῶν ἀνθρώπων»· πέφυκε γὰρ ὁ Δημοσθένης οὐκ ἀφʼ ἑνός τινος ἐπιχειρήματος πείθειν οὐδὲ ἐκ μιᾶς δόξης τὸν ἀκροατὴν ἐπάγεσθαι, ἀλλʼ ἐκ ποικίλων καὶ παντοδαπῶν, νῦν μὲν φοβῶν, νῦν δὲ πείθων, νῦν δὲ ἐνάγων εἰς φιλανθρωπίαν, νῦν δὲ τὸ δίκαιον ἀπαιτῶν. καὶ οὐκ ἐξ ἑνός τινος εἴδους συμφέροντος ἢ ὅτου δήποτε προκειμένου κεφαλαίου πείθει, ἀλλʼ ἐκ πάντων αὐτοῦ τῶν μερῶν ἐξ ὧν ἂν συσταίη τὸ κεφάλαιον, κατὰ πολλὰς καὶ ποικίλας ἐπιβολάς, κἂν διεστηκυῖαι τυγχάνωσιν ἀλλήλων αἱ ἔννοιαι. ὁρᾷς γὰρ ὅτι καθʼ ὧν συγγνώμην ᾔτησεν ὡς ἠπατημένοις ἠξίωσε μὴ δοῦναι δίκην· οὐδὲ γὰρ Ἀθηναίους δεδωκέναι, εἰ ἠπατήθησαν. ἂν ἀπῄτησεν ὑπὲρ Ῥοδίων τοῖς … δίκαιον σύνηθες Ἀθηναίοις ἐστὶ δείκνυσθαι ὑπὲρ πάντων ἀδικουμένων. ἐπειδήπερ ἄδηλον ἐφόβησε τῷ ἀδήλῳ τοῦ μέλλοντος· ἐκίνησε μῖσος ἐκ τῆς κοινῆς κρίσεως τῆς κατὰ τῶν ὀλιγαρχεῖν αἱρουμένων. καὶ τί δεῖ τὰ λοιπὰ καταριθμεῖσθαι, ἐξὸν τοῖς ἐπιστήμοσιν ἐκ τῶν κειμένων λαμβάνειν ἅπαντα; κέχρηται καὶ ἄλλῳ φόβῳ διʼ οὗ φησὶν ἄδηλον εἶναι τὴν μέλλουσαν τύχην καὶ δεῖν τοὺς εὐτυχοῦντας ἐπαμύνειν τοῖς ἠτυχηκόσι, προσδοκῶντας περιπεσεῖσθαι παραπλησίᾳ τῇ τύχῃ. εἶτα ἐκ παραδείγματος ἀπὸ τοῦ ἐλάττονος, ὅτι ἀτυχήσαντί ποτε τῷ δήμῳ καὶ ὀλιγαρχηθέντι ἐβοήθησαν Ἀργεῖοι, καὶ ἄτοπον δοκεῖν Ἀργείων ἐλαττοῦσθαι κατὰ ταύτην τὴν πρᾶξιν. συνάπτει λεληθότως λύσιν ἁρμόττουσαν καὶ πρὸς τὴν ἀπὸ τοῦ βασιλέως ἀντίθεσιν ἣν τέθεικε κατʼ ἀρχάς· «ἀλλὰ φοβούμεθα βασιλέα». δῆλον γὰρ ὅτι τὰς λύσεις ἐταμιεύσατο, ἵνα καὶ πρὸς ταύτην καὶ πρὸς ἐκείνην αὐτῷ χρήσιμοι γένωνται. ἐν ἀρχῇ μὲν γὰρ αὐταῖς καταχρησάμενος οὐκ ἂν ἔσχε χρησίμας πρὸς τὴν νῦν ἀντίθεσιν· πρὸς μόνην γὰρ ἂν ἐκείνην ἤρκεσαν ἀφορμὴ ὠθῆσαι τῷ διαστήματι. φυλάξας δὲ αὐτὰς τῷ παρόντι καιρῷ καὶ πρὸς ταύτην τὴν ἀντίθεσιν καὶ πρὸς τὴν ἤδη προλυθεῖσαν οἰκειότητα ἔχει· τὰ γὰρ ἐξ ὑστέρου λυθέντα πρὸς ἅπαντα τὰ προηγούμενα πᾶσαν ἀναπέμπει τὴν δύναμιν. εἰσὶ δέ τινες μετὰ ταῦτα ἀντέπεσε πάλιν ἀντίθεσις ἀπὸ τοῦ δικαίου· ἣν διὰ τί οὐ τέθεικε ῥᾴδιον θηρεῦσαι, φοβηθεὶς μὲν ἴσως αὐτῆς τὴν δύναμιν, ἔχων δὲ πάντως τὸν ἀκροατὴν συνειδότα· τῇ δὲ σιωπῇ ἀφεῖλέ τι τῆς ἰσχύος αὐτῆς. πολὺ γὰρ συμβάλλεται πρὸς καθαίρεσιν καὶ τὸ μὴ μεμνῆσθαι τῶν ἀτόπων ἢ φοβερῶν ἢ δεινῶν. σύνηθες δὲ αὐτῷ καὶ τὰς δυσχερεστάτας τῶν ἀντιθέσεων κατʼ ἀρχὰς τῶν ἐπιλόγων τιθέναι, ἵνα καὶ τῷ τόπῳ καὶ τῇ χώρᾳ θραύῃ καὶ μείωσιν ἐργάζηται. τί οὖν πεποίηκε; τὴν μὲν ἀντίθεσιν ἔκρυψεν, ἀντὶ δὲ τῆς ἀντιθέσεως τὴν διαβολὴν τὴν κατὰ τῶν ῥητόρων ἔθηκεν εἰπών· «εἰσὶ δέ τινες, ὦ Ἀθηναῖοι, παρʼ ὑμῖν δεινότατοι τὰ δίκαια λέγειν ὑπὲρ τῶν ἄλλων πρὸς ὑμᾶς». τίνα δέ ἐστι τὰ δίκαια ἢ ὑπὲρ τίνων τῶν ἄλλων, οὐ κατέστησεν ἡμῖν φανερά, ἀλλὰ μὴν οὐδὲ ἡ λύσις, ὡς ἔφην, ἐναργῆ ποιεῖ τὴν ἀντίθεσιν. ἔστι γὰρ ἡ λύσις, διὰ τί οὐκ ἀπέχονται καταδουλοῦσθαι Κῶν καὶ Ῥόδον, ὥστε ἐκ τούτων μηδὲ ἐξεῖναι λαβεῖν εὐχερῶς τὸ λεγόμενον. ἀλλʼ ἔμοιγε δοκεῖ βούλεσθαι σημαίνειν τὰς συνθήκας ἃς ἐποιήσαντο πρὸς ἀλλήλους οἱ Ἕλληνες ἅπαντες, μηδένα ἐπιφέρειν ὅπλα, ἅπαντας δὲ εἰρήνην ἄγειν καὶ ἡσυχίαν, ὡς τὴν ἀντίθεσιν εἶναι τοιαύτην· «ἀλλὰ δόξομεν ἀδικεῖν καὶ παραβαίνειν πρῶτοι τὰς συνθήκας ὅπλα κινοῦντες». ὅθεν δὴ καὶ λύων φησὶ μάλιστα μὲν δίκαιον εἶναι τῆς κοινῆς ἁπάντων σωτηρίας ἡμᾶς προεστάναι, εἰ δὲ καὶ ἄδικον τὸ γινόμενον, ἀλλʼ οὖν, ἐπειδὴ ἀδικεῖν ἐπιχειροῦσιν ἅπαντες, καὶ ἡμεῖς ταῖς ἐκείνων γνώμαις ἀκολουθοῦντες ἀδικῶμεν. ἡ μὲν οὖν ἀντίθεσις οὕτως ἂν ἐκ τούτων γνωρισθείη· ἡ δὲ μεταχείρισις βίαιος καὶ Θουκυδίδειος, εἰλημμένη ἐκ τῆς Κλέωνος δημηγορίας· οἷον γὰρ ἐκείνου περὶ Μιτυληναίων τὸ διανόημα, τοιοῦτον καὶ τὸ Δημοσθένους ἐνθάδε. ἀξιοῖ γὰρ κἀκεῖνος, εἰ μὲν δικαία εἴη ἡ ἀρχή, δικαίως κολάζεσθαι καὶ Μιτυληναίους, εἰ δὲ ἄδικος, ἀδίκως· χρὴ γὰρ πρὸς τὸ συμφέρον αὐτοὺς πολιτεύεσθαι. οὕτως ἤδη καὶ ὁ Δημοσθένης ἐνθάδε φαίνεται ἀξιῶν μὲν μάλιστα κατὰ τὸ δίκαιον ἐλευθεροῦν τοὺς Ῥοδίους· εἰ δʼ ἄρα τις καὶ λέγοι ἄδικον εἶναι εἰρήνης οὔσης ὅπλα κινεῖν, ἀλλʼ οὖν γε οὐκ ἄτοπον πάντων ἀδικεῖν αἱρουμένων, νῦν μὲν Βυζαντίων, αὖθις δὲ Ἀρτεμισίας καὶ Μαυσώλου καὶ σχεδὸν ἁπάντων. εἶτα οὐ μόνοις τούτοις λέλυκε τὴν ἀντίθεσιν, ἀλλὰ καὶ τῇ ἐκβάσει· ἵνα καὶ τιμώμεθα, φησί, μειζόνως. πρὸς γὰρ τὰς δυνάμεις εἰώθασιν ἀπονέμειν τὰ δίκαια οἱ ἄνθρωποι. οὐκ ἔστι ὑποπτεῦσαι σύμπασαν τὴν ἀντίθεσιν ἑτέρως ἔχειν οὐδὲ ἀπὸ βασιλέως τοῦ προσώπου ταράττειν, ὡς ἂν ὑπολάβοι τις. τάχα γὰρ ἄν τις αὐτὸν ὑπονοήσειε λέγειν «ἀλλʼ οὐ δεῖ βασιλεῖ προσκρούειν», ἵνα ἢ τῇ κατʼ ἀρχὰς ὁμοίαν πάλιν ἐννοῶμεν ἢ τῇ τῶν ἐπιλόγων. τὸ γὰρ παράδειγμα τὸ κατʼ Ἀρτεμισίαν οὐ συμφωνεῖ τῇ προτάσει. εἰ γὰρ εἰρήκει ἡ ἀντίθεσις «ἀλλʼ οὐ δεῖ προσκρούειν βασιλεῖ», τί ἐβούλετο λέγειν; τί οὖν Ἀρτεμισία καταλαμβάνει Κῶν καὶ Ῥόδον ἥτις φαίνεται χάριτι τῇ πρὸς βασιλέα καταλαμβάνουσα; ὥστε ἀνενεγκτέον ἐπὶ τὴν πρώτην εἰρημένην ἀντίθεσιν τὴν περὶ τῶν συνθηκῶν. συνιστὰς τοίνυν τὸ συμφέρον λέλυκεν τὴν ἀντίθεσιν· πιστοῦται δʼ αὐτὸ καὶ ἐκ παραδείγματος, δεικνὺς ὅσην μὲν εἶχον δύναμιν ἡνίκα προΐσταντο τῶν Ἑλλήνων, αὐτοὶ νικήσαντες βασιλέα καὶ τὴν ἀρχὴν ὁρίζοντες ἐκείνῳ, οἷαν δὲ βασιλεὺς νενικηκὼς ὕστερον Ἕλληνας, ὡς συνίστασθαι πανταχόθεν δεῖν δύναμιν ἀθροίζειν εἰ φιλοτιμίας ὀρέγοιντο. ἔστιν οὖν ἡ λύσις τῆς ἀντιθέσεως ἀπὸ τοῦ συμφέροντος, κατασκευαζομένη τῷ δυνατῷ· ὅτι γὰρ συμφέρει δύναμιν ὑπάρχειν τῇ πόλει κατασκευάζει. εἰκότως δέ μοι δοκεῖ μετὰ ταῦτα ἄρχεται τῶν ἐπιλόγων· «εἰκότως δέ μοι δοκεῖ χαλεπώτερον ὑμῖν εἶναι πρᾶξαι τὰ δέοντα». ταύτην τὴν ἀρχὴν αὐτῶν ποιησάμενος, ἐν οἷς πολλὴν καταδρομὴν τῶν δωροδόκων καὶ τῶν τἀναντία πολιτευομένων αὐτῷ πεποίηται, καὶ κέχρηται ἀναγκαίως τῇ ἐπιφορᾷ διὰ τὸ μὴ πάντας αὐτοὺς συντρέχειν τῇ εἰσηγήσει· καὶ τοῦτο ἄδηλον ὂν ἐκ τῶν ἀντιθέσεων εἴληφε. διὸ καὶ βουλόμενος τοὺς ἐκείνων κωλῦσαι λόγους, εἰκότως κέχρηται τῇ διαβολῇ, μετὰ ταῦτα ἐπενεγκὼν τὸ ἔνδοξον καὶ ἐπιλογισάμενος, καὶ ἐκ τούτου τὴν δημηγορίαν κατέπαυσεν.