eul_wid: vky-ak
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Demosthenes: Philippic 4 by Demosthenes Scholia

Against earlier commentators, the scholiast argues that the Fourth Philippic answers sudden bad news from Thrace, where Philip was helping Cardia against Diopeithes, and so borrows much from the speeches before it. The notes follow its answers to the objection that the measures are costly and hard. Near the end two asterisks mark a passage the scholiast assigns to On the Chersonese, and glosses explain the suit for ill-treating parents and the traitor Aristomedes.

Part of Scholia on Demosthenes

ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Δ

καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι ἠγνοήκασιν οἱ πρὸ ἡμῶν ἐξηγησάμενοι καὶ διελόντες τὸν δέκατον λόγον, ὅτι πρός τινα ἐξαίφνης ἀπαγγελίαν ἥκουσαν ἐκ τῆς Θρᾴκης δυσχερῆ ποιεῖται ὁ Δημοσθένης τὸν λόγον· ὅθεν αὐτῷ καὶ πρὸς σπουδὴν διὰ τὴν χρείαν τὴν παροῦσαν τότε ἐκπεφώνηται ὁ λόγος. καὶ τοῦτο αἴτιον γέγονε τοῦ μὴ σκεψάμενον ἴδιον σκέμμα ἐπὶ τῇ ὑποθέσει ταύτῃ τότε παρελθεῖν, τῶν καιρῶν μὴ ἐνδιδόντων αὐτῷ. δῆλος γάρ ἐστι Φίλιππος ἐπαμύνων Καρδιανοῖς Διοπείθους αὐτοῖς ἐπιόντος. διʼ ὃ τῶν μεταξὺ τόπων μέμνηται ὡς ἀμφισβητουμένων ἐν τῷ ἑβδόμῳ· εἴρηκε δὲ καὶ ἐν τῷ ὀγδόῳ. «ἀλλʼ εἰ δεῖ τεκμαίρεσθαι ἐκ τῆς ἐπιστολῆς ἧς ἔπεμψε πρὸς ὑμᾶς, ἀμυνεῖσθαί φησι τοὺς ἐν Χερρονήσῳ». κοινότητος δὲ οὔσης πολλῆς ἐν τοῖς πράγμασι, τῷ πρὸς Φίλιππον γίγνεσθαι τὸν λόγον ἀδικοῦντα καὶ παραβεβηκότα τὴν εἰρήνην, ἐξ ἑτοίμου μὲν τὰ πολλὰ ἐκ τῶν ἤδη εἰρημένων λόγων λαμβάνει, ὅμως δὲ τοῖς παροῦσιν ὡς οἰκειότατα αὐτὰ ἐφαρμόζει. πόθεν δὲ Φίλιππος καταφανὴς Καρδιανοῖς ἐπαμύνων καὶ τἄλλα περὶ τὴν Θρᾴκην λυμαινόμενος ἅπαντα λυπεῖ τὸν δῆμον; ἐξ ὧν ὁ ῥήτωρ φησίν· εὐθὺς γὰρ ἐν τῇ ἀρχῇ τοῦτο ἐπισημαίνεται λέγων· «ἢ προσαγγελθῇ τι νεώτερον», καὶ «ἡ μὲν οὖν ἀσέλγεια καὶ ἡ πλεονεξία τοσαύτη τὸ πλῆθος ἐστίν, ὅσην ἀκούετε», καὶ μεσοῦντος ἤδη πάλιν τοῦ λόγου προστίθησι· «πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα». καὶ ταῦτα μέν ἐστιν ἅπαντα δηλωτικὰ τοῦ ἀπηγγέλθαι τι, τοῦ δὲ ὅτι βοηθεῖ Καρδιανοῖς «ἐβοήθει». ταῦτα γὰρ ἅπαντα δηλωτικὰ σαφῶς τῆς ὑποθέσεως.

Φασὶ δὲ οἱ αὐτοί, Ἀλέξανδρος καὶ Διόσκορος καὶ Ζήνων ὁ πολυθρύλητος, τὸ συμφέρον κεφάλαιον μόνον ἐξειργάσθαι κατὰ τὸν λόγον. δοκοῦσι δὲ σφόδρα ἠγνοηκέναι καὶ τῶν κεφαλαίων τὴν φύσιν. ἔχει γὰρ καὶ τὸ δυνατὸν ὁ λόγος καὶ τοῦτο διπλοῦν· ἔχει δὲ καὶ τὸ νόμιμον καὶ τὸ δίκαιον, ὡς αὐτή γε ἡ διαίρεσις καὶ τάξις ῥηθεῖσα δείξει.

Σκοπὸς δὲ Δημοσθένει συγκροτῆσαι καὶ αὐξῆσαι τὴν Διοπείθους δύναμιν, τοῦ καιροῦ πλείστην παρρησίαν ἐνδιδόντος, μετὰ μέντοι γε τοῦ φυλάττεσθαι τὸ προσκορές, ἵνα μὴ δοκῇ χάριτι λέγειν. σκοπὸς δὲ καὶ παροξῦναι τὸν δῆμον· δέδοικε γὰρ μὴ τρέψωνται ἐπὶ διαλλαγὰς καὶ πρεσβείας περὶ τούτου· τυχεῖν δὲ προῄρηται τοῦ γράψαι αὐτοὺς περὶ τοῦ πολέμου ψήφισμα· σκοπὸς δὲ καὶ πεῖσαι τοὺς ἀκούοντας πρεσβεύσασθαι πρὸς τὸν Μῆδον περὶ χρημάτων καὶ προσλαβέσθαι τὴν βασιλέως εὔνοιαν. πρὸς μὲν οὖν τὰ κατὰ τὸν Διοπείθην, ὥστε συμμένειν τοῦ στρατηγοῦ τὴν δύναμιν, καὶ πρὸς τὸ μὴ δεῖν αὐτὸν Δημοσθένην ἀναγκασθῆναι γράψαι περὶ πολέμου ψήφισμα, ἀντέθηκεν ἀγωνιστικώτατα τὴν παράβασιν τῆς εἰρήνης καὶ τοὺς ὅρκους συγκεχυμένους. ὧν ἀποδειχθέντων καιρὸν εἴληφε πεῖσαί τε καὶ καταναγκάσαι τοὺς ἀκούοντας συνέχειν καὶ αὔξειν τὴν Διοπείθους δύναμιν, καὶ τὸ καθʼ ἑαυτὸν περιττὸν ἀπέφηνεν ὄν. εἰ γὰρ φανερὸς ὁ Φίλιππος παραβεβηκὼς τὴν εἰρήνην, πῶς δίκαιός ἐστιν αὐτὸς ἀναγκασθῆναι γράψαι περὶ πολέμου ψήφισμα; πλὴν εἰ μὴ βούλοιντο πρόφασιν ζητεῖν συκοφαντίας πρὸς αὐτὸν οἱ ταῦτα λέγοντες. καὶ τὰ μὲν δύο τοῦτον διῳκήσατο τὸν τρόπον· περὶ δὲ τῆς πρεσβείας — χρήματα γὰρ αὐτοῖς τέως παρʼ ἐκείνου συμπορίσασθαι βούλεται — τὴν ἔνδειαν συνίστησι τὴν ὑπάρχουσαν τῇ πόλει. χρῆναι γὰρ τὰ νῦν ὄντα χρήματα διαδίδοσθαι τῷ δήμῳ καὶ καταναλίσκεσθαι, ὡς ἔθος, εἰς τὰς θεωρίας, καὶ μὴ ἀφαιρεῖσθαι τὰ ἐκ τοῦ δημοσίου διδόμενα, μηδὲ μὴν παρὰ τῶν πλουσίων γίγνεσθαι τοὺς πόρους συκοφαντουμένων τε καὶ δημευομένων ἀδίκως. ὧν ῥηθέντων τοῖς ἀκούουσι πρὸς ἡδονήν — οὐδενὸς γὰρ οὕτω μετεποιοῦντο ὡς τοῦ νέμεσθαι τὰ κοινά — καιρὸν εἴληφε συμβουλεῦσαι αὐτοῖς αἰτεῖν παρὰ βασιλέως χρήματα, ὡς ἀλλαχόθεν μὴ ὑπαρχούσης εὐπορίας τῇ πόλει. ἡ μὲν οὖν σύμπασα διοίκησις καὶ ἔννοια καὶ σκοπὸς οὗτός ἐστι τῷ ῥήτορι, ὅντινα τῶν πρὸ ἡμῶν οὐδενὸς εἰδότος, ὡς ἐμέ γʼ εἰπεῖν, ᾠήθησαν ἐμπεπτωκέναι τὸ περὶ τῶν θεωρικῶν ζήτημα τῆς παρούσης ὑποθέσεως ἀλλότριον. τὸ δὲ οὐχ οὕτως ἔχον πέφηνεν οὐδὲ φανήσεταί ποτε.

Καλὸν δὲ ἀναλαβόντας εἰπεῖν τὴν τάξιν καὶ τὴν διαίρεσιν ᾗ κέχρηται ὁ ῥήτωρ, ἵνα τὴν διοίκησιν αὐτοῦ καὶ τὴν οἰκονομίαν θαυμάσωμεν. ἄξιον δὲ καὶ πρὸ τῆς διαιρέσεως καὶ τὴν ἐξαγγελίαν θαυμάσαι ᾗ κέχρηται. καὶ γάρ ἐστι πῇ μὲν λαμπρά, πῇ δὲ παθητική, πῇ δὲ ἠθικῶς προῆκται. καὶ τὸ μὲν πραγματικὸν ἐπιδέδεικται πολλαχοῦ· συνάπτει δὲ τὰς ἰδέας ταύτας πολλάκις ἀλλήλαις, ἅτε τῆς χρείας καταναγκαζούσης αὐτὸν καὶ προσαγούσης ἐπὶ πολλὰ τὴν ῥῆσιν. ἔχει δὲ οὕτως αὐτῷ τὰ τῆς τάξεως. τὸ παράνομον εὐθὺς ἐν τῷ προοιμίῳ κατὰ πρόληψιν ἐμφανίζει λέγων «οὐκ ὀλίγων δὲ ὄντων ἁμαρτημάτων οὐδὲ ἐκ μικροῦ χρόνου συνειλεγμένων, ἐξ ὧν φαύλως ταῦτʼ ἔχει». ἐλέγομεν γὰρ δεῖν ἐκ τῶν κεφαλαίων τὰ προοίμια λαμβάνειν. καὶ μέγεθος δὲ περιτίθησι τῇ ὑποθέσει ἀναγκαίως, ἵνα μᾶλλον συμπείσῃ καὶ καταναγκάσῃ τὸν ἀκροατὴν προσδέξασθαι τὴν παραίνεσιν. οὐ γὰρ ἂν ἄλλως πεισθείη κατακοῦσαι τῆς γνώμης, μὴ διατεθεὶς ὅτι μεγάλη ἐστὶν ἡ ὑπόθεσις καὶ σπουδῆς ἀξία περὶ ἧς ὁ λόγος. τὸ δὲ «σπουδαῖα» ῥηθὲν τό τε δεῖν θᾶττον ἐπαμύνειν καὶ σπουδῆς μεγάλης ἀξιοῦν, ἅτε τῆς οἰκείας χώρας αὐτῶν πολεμουμένης, σημαίνει, καὶ τὸ «ἀναγκαῖα» δὲ, ὅτι οὐ ῥαθυμητέον, ὡς ἔθος. οὐ γὰρ περὶ ἀλλοτρίων, ἀλλὰ περὶ οἰκείων ἡμῖν ὁ φόβος καὶ ὅθεν οὐκ ὀλίγαι οὐδὲ μικραὶ πρόσοδοι τῇ πόλει. καὶ δοκοῦσα ἡ ἐπιβολὴ κοινῶς ἔχειν ἰδιωτάτη πέφηνε. καὶ ταῦτα μὲν περὶ τοῦ προτέρου. διὰ δὲ τῆς ἐπιβολῆς τοῦ δευτέρου τὸ αὐτὸ νόμιμον παραβεβασμένον ὁμοίως καὶ φανερώτερον ἐνδείκνυται λέγων «ἡ μὲν οὖν ἀσέλγεια καὶ πλεονεξία, ᾗ πρὸς ἅπαντας ἀνθρώπους Φίλιππος χρῆται», καθέστηκε φανερὰ καὶ πρόδηλος, ὡς καὶ ὑμεῖς ἀκούετε· καὶ ὅτι οὐ δεῖ θαρρεῖν καὶ ἐπαναπαύεσθαι τοῖς τῶν ῥητόρων λόγοις ὡς δυναμένοις παῦσαι.

καὶ σπουδαῖα τοῦ ὄντος τμητικοῦ λόγου καὶ δοκοῦντος εἶναι τοῦτο τὸ σχῆμα.

ἡ μὲν οὖν ἀσέλγεια δεύτερον προοίμιον.

καὶ γὰρ εἰ μηδʼ ἀφʼ ἑνὸς ἄχρι μὲν οὖν τούτου προελήλυθεν ἡ ἔννοια τοῦ δευτέρου προοιμίου. δοκεῖ δέ μοι βαθύτατα καὶ δεινότατα προαναιρεῖν ὑπόνοιαν ἤδη τοῦ μὴ αὐτοὺς ὑπονοῆσαι ὅτι οἷόν τέ ἐστι διὰ πρεσβείας καταπαῦσαι τὰ τοιαῦτα διαπραττόμενον. ὅθεν καὶ ἐδεήθη τῆς τοιαύτης ἐννοίας, ὅτι οὐ λόγων ἀλλὰ ἔργων δεῖ. καὶ πεποίηκεν ἡμῖν τὴν ὑπόνοιαν ταύτην ἔτι φανερωτέραν διʼ ὧν μετὰ τὰ προοίμια εἴργασται· ἅπερ ὁμοίως οὐδένες τῶν πρὸ ἡμῶν κατιδεῖν ἠδυνήθησαν. πῶς οὖν ἄρχεται εὐθὺς μετὰ τὸ προοίμιον τὸ δεύτερον καὶ τίνας ποιεῖται λόγους εἰς τοῦτο αὐτὸ συντείνοντας, εἰς τὸ μὴ δεῖν πρεσβείᾳ χρήσασθαι μηδὲ θαρρεῖν ὅτι ῥήτορος λόγος δύναται πεῖσαι Φίλιππον περὶ τῆς παύσεως τῶν ἀδικημάτων, ἄξιον κατιδεῖν.

ἡμεῖς οὐδαμῶς πώποτε, ὅπου περὶ τῶν δικαίων εἰπεῖν ἐδέησεν, ἡττήθημεν, οὐδὲ ἀδικεῖν ἐδόξαμεν ἐπειδὴ γὰρ ἡ ἀγγελία γέγονεν ὅτι Φίλιππος ἀδικεῖ καὶ ἐπαμύνει Καρδιανοῖς, εἰκότως ὑπενόησεν ὅτι ἐνδέχεται αὐτοὺς ὄντας φύσει ῥαθύμους ἐπί τινα πρεσβείαν τρέψασθαι. ταύτην τοίνυν τὴν ὑπόνοιαν ἀναιρεῖ τῷ ἀδυνάτῳ κεφαλαίῳ, συνιστὰς ἀδύνατον ἐκ λόγων ἐπισχεῖν τὴν πλεονεξίαν Φιλίππου. καὶ τούτου τὰ δύο μέρη ἐξείργασται κατὰ ἀντεξέτασιν, οἷον τί μὲν δύνανται λόγοι, τί δὲ ἔργα ἰσχύει, καὶ ὅτι Ἀθηναῖοι μὲν χρώμενοι λόγοις οὐδὲν ἑαυτοὺς ὠφέλησαν οὐδὲ ἐκείνους ὑπὲρ ὧν τοὺς λόγους λέγουσιν, οἱ προδόται δὲ οἱ τὰ ἐκείνου διοικοῦντες, τῇ δυνάμει τοῦ Φιλίππου χρώμενοι, κατορθοῦσι μόνοι καὶ δύνανται ἅπαντα. οὕτω μὲν οὖν τὸ πρῶτον μέρος τοῦ λόγου προελήλυθεν ἔχον τὸ ἀδύνατον κατὰ ἀντεξέτασιν· ἐν ᾧ ἀποδείκνυσιν ἀδυνάτως ἔχοντας τοὺς λόγους ταῦτα κατορθοῦν, ἃ κατορθοῦσθαι τοῖς ἔργοις πέφυκε. διῴκηται μὲν οὖν διὰ τούτου τοῦ μέρους τρία· ἕν, ὃ καὶ μέγιστόν ἐστι, τὸ μὴ δεῖν ἐννοεῖν πρεσβείαν, δύο δὲ ἐπὶ τούτῳ πάλιν· ἓν μέν, ὅτι οὐ δεῖ αὐτὸν καταναγκασθῆναι γράψαι, ἕτερον δέ, προκατασκευῆς δύναμιν ἔχον, ὅτι ἐὰν αὐτοὶ μὴ θέλωσι πράττειν, ἐπὶ τίσιν ἀκούουσι; μεθʼ ὃ δὴ καὶ τὸ συμφέρον ἐξείργασται ἀπὸ ταύτης τῆς λέξεως· «εἶτʼ οἶμαι — δεῖ γὰρ ὡς ἐγὼ κρίνω τἀληθῆ λέγειν — οὕτω διαβεβλήμεθα». ἐντεῦθεν γὰρ τὴν ἔκβασιν ἐξετάζει, τί ἀποβέβηκεν Ἀθηναίοις ἀεὶ θαρροῦσι τοῖς λόγοις· εἶτα εὐλαβούμενος μὴ καὶ νῦν ὁμοίως ῥαθυμήσωσι καὶ τὰ ἀπηγγελμένα ἐν φαύλῳ ποιήσωσιν, ὑπομιμνήσκει τόπων ἀπολωλότων διὰ ῥαθυμίαν καὶ ὑπεροψίαν καὶ ἀμέλειαν, ἃ δὴ φοβούμενος καταριθμεῖται ὅσων καὶ πρότερον ὑπεριδόντες ὅσα ἀπεστέρηνται. καὶ λέγει δὲ ἀπὸ τῆς λέξεως ταύτης ἀρξάμενος· «ὁρᾶτε Σέρριον καὶ Δορίσκον· ταῦτα γὰρ πρῶτον ὠλιγωρήθη μετὰ τὴν εἰρήνην· ταῦτα ἀπώλεσε Θρᾴκην καὶ Κερσοβλέπτην» καὶ ὅσα ἑξῆς. οὐκοῦν ταῦτα ἀμφότερα ἤδη διῴκηται, τὸ μὴ δεῖν πρεσβείαις χρήσασθαι καὶ δεῖν μιμήσασθαι Φίλιππον ἔργοις μᾶλλον ἢ λόγοις τὰ πράγματα χειρούμενον, καὶ τὸ τρίτον, τὸ μὴ δεῖν ὑπεριδεῖν ὡς μικροῦ τινος ὄντος τοῦ νυνὶ συμβεβηκότος καὶ ἀπηγγελμένου, ἐπείπερ εἰώθασιν οὐ μικραῖς ζημίαις οὐδὲ φαύλαις βλάβαις περιπίπτειν ὑπερορῶντες ἑκάστοτε τῶν ἁλισκομένων. εἰς δὲ τὸ αὐτὸ τοῦτο συντείνει τὸ μὴ δεῖν ῥαθυμεῖν μηδʼ οἴεσθαι διὰ πρεσβείας παύσασθαι ἂν τὸν Φίλιππον, καὶ ἄλλο ὅπερ αὐτὸς ἐπισημαίνεται εἰπών· «ἀλλʼ ἵνα τοῦθʼ ὑμῖν δείξω, ὅτι οὐ στήσεται πάντας ἀνθρώπους ἀδικῶν, τὰ δʼ ὑφʼ αὑτὸν ποιούμενος Φίλιππος, εἰ μή τις αὐτὸν κωλύσει». οἱ μὲν οὖν αὖ τὸ δίκαιον εἶναι κεφάλαιον, οἱ δὲ πρὸς ἔλεγχον εἰλῆφθαι τῆς ῥαθυμίας αὐτῶν. δῆλον δʼ ὅτι ὀρθῶς εἴρηται τοῦ ἀσυμφόρου εἶναι.

Τὸ μὲν οὖν πρῶτον μέρος τοῦ λόγου προελήλυθεν ἄχρι τούτου, ἀπὸ μὲν τοῦ δυνατοῦ πᾶν ἐπιχειρηθέν, κατασκευασθὲν δὲ τῷ συμφέροντι περὶ τοῦ μήτε δεῖν πρεσβείαν πέμπεσθαι μήτε ῥαθυμεῖν τῶν ἀπαγγελλομένων, ἔργοις τε προθέσθαι κωλῦσαι μᾶλλον ἢ λόγοις. τοῦτο δὲ τὸ κεφάλαιον ἠγνόησαν ὁμοίως οἱ πρὸ ἡμῶν εἰς τὸν λόγον θεωρίας καὶ διαιρέσεις συγγράψαντες. μετὰ ταῦτα τὸ νόμιμον εἰσήγαγε, τῷ αὐτῷ θεωρήματι χρησάμενος ὥσπερ καὶ ἐν τῷ ὀγδόῳ· καὶ τοιαύτῃ δὲ ἑρμηνείᾳ καὶ διδασκαλία χρῆται.

παρέρχεται νικᾷ, ἀπὸ μεταφορᾶς τῶν δρομέων.

τοῦ χάριν συμπέρασμα τοῦ προοιμίου καὶ εἰσβολὴ ἐπὶ τὸ συμφέρον.

Ἀντρῶνας πόλις Εὐβοίας πληθυντικῶς λεγομένη. Ὅμηρος ἑνικῶς «ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην».

εἰσὶ δέ τινες οἵ, πρὶν ἀκοῦσαι τοὺς ὑπὲρ τῶν πραγμάτων λόγους, εὐθὺς εἰώθασιν ἐρωτᾶν τί χρὴ ποιεῖν ἐντεῦθεν μέν ἐστιν ἡ εἰσβολὴ τοῦ νομίμου κατὰ ἀντίθεσιν· σεσόφισται δὲ αὐτῷ ἡ ἀντίθεσις κατὰ παράλειψιν. ἐλλείπει γὰρ τῷ «τί οὖν χρὴ ποιεῖν» τὸ «εἰρήνης οὔσης». ἐσιώπησε δὲ τοῦτο τὸ μέρος ὡς ἰσχυρόν, ἐνεφάνισε δὲ αὐτὸ διὰ τῆς λύσεως. πῶς δὲ ἔλυσε, καὶ πόθεν χρὴ θηρεῦσαι τὴν ἀντίθεσιν; ἐξ ὧν εἶπεν ἐπαγαγών· «πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῦτο παρʼ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκε.» ταῦτα γὰρ ἐπήνεγκε μὴ τοιαύτης οὔσης τῆς ἀντιθέσεως ὅτι «εἰρήνη ἐστίν», ἀλλʼ ἵνα λάβῃ τοὺς ἀκροατὰς συνομολογοῦντας ὅτι παραβέβασται ἡ εἰρήνη· διὰ τοῦτο τῇ ἐρωτήσει σοφιστικωτέρᾳ κέχρηται ὡς ἂν ἑτοίμων ὄντων τῶν ἀκροατῶν ποιεῖν τὰ δέοντα. καίτοι γε οὐκ ἄλλο τι δεῖ γνῶναι αὐτοὺς ἢ τὸ παραβεβάσθαι τὴν εἰρήνην, ὅπερ ἐστὶ πρὸς τὸ κεκρυμμένον μέρος τῆς ἀντιθέσεως. τοιοῦτον δέ ἐστιν αὐτῷ θεώρημα καὶ ἐν τῷ ὑπὲρ Διοπείθους λόγῳ. ἤδη δὲ προδιοικεῖται διὰ τοῦ νομίμου κεφαλαίου τὸ δεῖν συνέχειν τὴν Διοπείθους δύναμιν. διὰ τοῦτο γὰρ καὶ προηρώτησεν ἐν σχήματι «τί οὖν χρὴ ποιεῖν;», ἵνα ἀποδειχθείσης τῆς εἰρήνης διὰ μέσου παραβεβασμένης ἐπενέγκῃ πρὸς τὸ «τί χρὴ ποιεῖν;» ὅτι δεῖ συνέχειν τὴν Διοπείθους δύναμιν. πρὸς τοῦτο γάρ ἐστιν αὐτοῦ ἡ σύμπασα σπουδή.

Ἐν δὲ τῷ μεταξὺ καί τινας ὑπονοίας λύει καὶ ἐκ τῆς ἐργασίας ἀνακυπτούσας ὑποφορὰς θεραπεύει. συνίστησι δὲ τὸ νόμιμον πρῶτον μὲν ἐκ δυοῖν· ἐξ ἑνὸς μὲν ὅτι ἀναγκαίως τὴν ἀντιτεταγμένην ἐλευθερίαν καὶ πολιτείαν τυραννίδι βούλεται καταλῦσαι, εἰδὼς μὴ ἄλλως συστησομένην τὴν βασιλείαν, εἰ μὴ καθαιρεθείη ἡ πολιτεία· ἐξ ἑτέρου δὲ ὅτι παρʼ οὐδέσιν εὑρίσκει τοσούτων ἀγαθῶν ὑπερβολὴν ὅσην παρʼ Ἀθηναίοις, ὥστε ἀναγκαίως καὶ διὰ ταῦτα πολεμεῖν τῇ πόλει. ἀμφότερα δὲ τὰ ἐπιχειρήματα τοῦ ἀναγκαίου, τὸ δὲ ἀναγκαῖον ἀπὸ τῆς γνώμης καὶ τοῦ ἀκολούθου. εἶτʼ ἐπειδήπερ ἐργαζομένῳ αὐτῷ τὸ ἀναγκαῖον, ἐξ οὗ συμβαίνει μισεῖσθαι τὴν πόλιν ὑπὸ Φιλίππου, καὶ λέγοντι ὅτι «καταφεύξονται γὰρ ἐφʼ ὑμᾶς οἱ βεβιασμένοι», ἀντέπεσεν ἰδίως πρὸς τοῦτο ἐκ τῆς ἐργασίας ὅτι «καὶ τίς ἂν ἕλοιτο δουλείαν ἀντὶ δουλείας ἀλλάξασθαι καὶ μὴ στέργειν τὴν ἅπαξ ὑπάρξασαν;» ἔλυσεν εἰπών «ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότες». οὐ τοῦτο γάρ ἐστιν ἀντίθεσις, ἀλλʼ ἀντιπῖπτον ἀπὸ τῆς προτέρας ἐννοίας. εἶτα πάλιν ἐπανέλαβε τὴν αὐτὴν ἔννοιαν καὶ ἀνήγαγεν εἰς ἑτέραν ἀρχὴν εἰπών· «πρῶτον μὲν δὴ τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας ἀδιάλλακτον ἐκεῖνον». ἐπεὶ γὰρ ἰσχυρὸς ὁ περὶ τῆς εἰρήνης λόγος, ἀναγκαίως πρὸς αὐτὸν συνεχῶς ἀγωνίζεται, τουτέστιν οὐ δεῖ κηλεῖσθαι τῷ τῆς εἰρήνης ὀνόματι· φύσει γὰρ εἶναι πολέμιον Φίλιππον. ἀνήγαγε δὲ ἐπὶ ταύτην πάλιν τὴν ἀρχήν, πρῶτον μέν, ὡς ἔφην, ἵνα γενναίως πρὸς αὐτὴν ἀγωνίσηται, εἶτα, ἐπειδὴ εἶχε καὶ δευτέρᾳ λύσει χρήσασθαι παρεχούσῃ ἀντεξέτασιν τῶν ὑπαρχόντων Ἀθηναίοις ἀγαθῶν καὶ τῶν ἐπὶ Θρᾴκης φαύλων καὶ μικρῶν καὶ γλίσχρων, πάλιν ἐκαινοποίησε τὴν ἀντίθεσιν· μιᾷ μὲν ὅτι ἀναγκαίως πολεμεῖ τῇ δημοκρατίᾳ καὶ πολιτείᾳ ἀντικειμένῃ τῇ τυραννίδι. ταύτῃ δὲ τῇ λύσει ἐχρήσατο πρὸς τὴν ἑτέραν θέσιν τῆς ἀντιθέσεως, τῇ δὲ δευτέρᾳ λύσει τῇ περιεχούσῃ τὴν ἀντεξέτασιν νῦν μέλλει κεχρῆσθαι πρὸς τὴν δευτέραν θέσιν. ἐκ τούτου τοίνυν τοῦ νομίμου κεφαλαίου, λελυμένου μᾶλλον τῷ δικαίῳ, ἀντέπεσεν ἀναγκαίως ἀντίθεσις πάλιν ἀπὸ τοῦ νομίμου· «οὐκοῦν εἰ πέπεισαι παραβεβάσθαι τὴν εἰρήνην, Δημόσθενες, γράψον περὶ πολέμου ψήφισμα»· ταύτην ἔλυσεν ἐνστάσει, ἥτις ἔνστασίς ἐστιν ἀπὸ τοῦ δικαίου· οὐ γὰρ δίκαιον, φησίν, ἀδικεῖσθαι ὑφʼ ἡμῶν τὸν προῃρημένον ὑμῖν τὰ βέλτιστα συμβουλεύειν· εἶτα ἐκ παραδείγματος ἑτέραν πορίζεται λύσιν, ὅτι οὐδὲ ἄλλοτέ ποτε οὐδενὸς γράψαντος Φίλιππος ἀδικεῖ, καὶ πρῶτα καὶ δεύτερα καὶ τρίτα καὶ νυνὶ δὲ Καρδιανοῖς βοηθεῖ, ὁμοῦ καὶ ἐπισημαινόμενος τὴν αἰτίαν διʼ ἣν ὁ λόγος· ὅτι γὰρ ἀπήγγελται Φίλιππος Καρδιανοῖς βοηθεῖν, εὔδηλον ὅτι ὁ δῆμος τετάρακται. εἶτα τρίτη λύσις, ὅτι ὑμεῖς ἐχειροτονήσατε τὸν πόλεμον, ὅτι ἐξ οὗ χρόνου τὸν Διοπείθην ἀπεστείλατε, κεχειροτονήκατε πόλεμον, ὥστε περιττὸν περὶ τῶν ἐγνωσμένων γράφειν. εἶτα ὥσπερ ἀπαλλαγεὶς τῶν λύσεων ἐπιλογίζεται, ὑποτιθέμενος ὃν δεῖ τρόπον πολεμεῖν. ἔθος δὲ αὐτῷ πληροῦντι κεφάλαιον καὶ ἐν μέσοις λόγοις ἐπιλογίζεσθαι. λέγει δὲ δεῖν ἀμύνασθαι, ὅταν ἄρχηται ἐκεῖνος, προσποιούμενος ὑποθετικοῦ λοιπὸν ἅπτεσθαι λόγου ἀπὸ τρόπου — οὐκ ἔστι γὰρ ἄρχεσθαι πολέμου τὸν ἀμυνόμενον —, ἵνα φαίνηται λύων τὴν εἰρήνην ὁ Φίλιππος, οὐχ ἡ πόλις. ὁμοίως δὲ κἀνταῦθα τοῦ πραγματικοῦ ἅπτεσθαι δοκεῖ· οἶδε γὰρ καὶ ἐν ἐπιλόγοις ἀνύειν τι τῶν συνεκτικῶν καὶ ἀγωνιζομένων. φεύγει δʼ οὖν οὐδὲν ἧττον κἀνταῦθα τὸ γράψαι καὶ ἐπισημαίνεται τὴν ὑπόθεσιν, διʼ ἣν ὁ λόγος ἐρρέθη. εἰπὼν γὰρ «τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα καὶ τὰ ἄλλα ὅσων δέονται διδόντες», ἐσήμηνεν ὅτι ἔφοδος γέγονε Φιλίππου καὶ ἀμύνεται αὐτὸν Διοπείθης. ἀπὸ δὲ τῆς προτρεπτικῆς ταύτης τοῦ δεῖν εἰσφέρειν καὶ κατασκευάζεσθαι στράτευμα καὶ τριήρεις ταχείας δῆλός ἐστι μεταβὰς ἐπί τινα ἑτέραν λογικὴν ἔννοιαν ἀπὸ τοῦ συμφέροντος, καὶ τῷ αἰσχρῷ ἐνταῦθα προσχρώμενος, δεικνὺς ὅσην αἰσχύνην ὀφλήσουσι καὶ γέλωτα ῥαθυμήσαντες· εἶτα ἀπὸ τῆς κρίσεως τοῦ πολεμίου Φιλίππου, ὅτι ἐκεῖνος οὐδὲν ἄλλο τι ἂν εὔξαιτο ποιεῖν τὴν πόλιν.

Πληρώσας δὲ τὸν ἐπίλογον ἄρχεται τοῦ δυνατοῦ, ἀνενεγκὼν ἐπὶ ἀρχὴν ἀρχαιοτέραν τὸν λόγον, ἀπὸ τῆς λέξεως ταύτης τὴν ἀρχὴν ποιησάμενος. «οὐδὲν πώποτε, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πραγμάτων ἐξ ἀρχῆς ἐνεστήσασθε οὐδὲ κατεσκευάσασθε ὀρθῶς». εἰ δὲ καὶ συμπαρομαρτεῖ τῇ ἐργασίᾳ τοῦ κεφαλαίου τούτου, λέγω τοῦ δυνατοῦ, καὶ τὸ συμφέρον καὶ συννοεῖται τοῖς λεγομένοις, οὐδὲν θαυμαστόν· σύνηθες γὰρ αὐτῷ τὰ κεφάλαια πλέκειν. ὅτι δὲ τῷ δυνατῷ μᾶλλον προσκεχώρηκε δῆλον ἐκ τῶν ἑπομένων· εὐθὺς γὰρ ἔλυσε καὶ ἀνθυποφοράν, οὐ θεὶς μὲν αὐτὴν ἐκ τοῦ φανεροῦ, δηλώσας δὲ διὰ τῶν λύσεων· «ἀλλὰ δυνησόμεθα βοηθείαις χρώμενοι κωλύειν ἐκεῖνον». ἐπειδὴ γὰρ πρὸ βραχέος ἐχρήσατο ἐν τῷ τέλει τῆς λύσεως τῆς τοῦ νομίμου ἀντιθέσεως τῆς λεγούσης δεῖν αὐτὸν γράφειν περὶ πολέμου ψήφισμα προτροπῇ τινι ἐπιλογικῇ, λέγων δεῖν κατασκευάζεσθαι στράτευμα καὶ ὁπλίτας καὶ ἱππέας καὶ τριήρεις, διὰ τοῦτο καὶ προέλαβεν ἐκ τῆς εἰσβολῆς τὴν λύσιν. καὶ νῦν ὁμοίως φανερώτερον πρὸς τὴν αὐτὴν ἀπομάχεται λέγων· «οὐκ ἔνεστι βοηθείαις χρωμένους οὐ δέον τί ποτε πρᾶξαι». καὶ ἄλλας δὲ ὑπονοίας ἔλυσε, μὴ διαφθείρηται τὰ χρήματα, μὴ μάτην ἀναλωθῇ, διʼ ὧν εἶπε δεῖν ταμίας καθιστάναι καὶ λόγους λαμβάνειν παρὰ τῶν στρατηγῶν. μετὰ ταῦτα πάλιν ἀπὸ τοῦ δυνατοῦ ἀντέπεσεν ἀντίθεσις «ἀλλὰ χαλεπὰ καὶ ἐργώδη λέγεις, Δημόσθενες»· εἶναι δὲ αὐτὴν τοῦ … φαμὲν διὰ τὸ πραγματείας εἰπεῖν καὶ πόνους — σχεδὸν γὰρ τὸ μὴ ῥᾴδιον εἶναι τὸ πρᾶγμα σημαίνει —, οὐ μὴν ἀπήλλακται τοῦ μετέχειν καὶ τοῦ συμφέροντος· καὶ τοῦτο δείκνυται σαφῶς ἐκ τῶν λύσεων. καὶ ἔστιν ἡ ἀντίθεσις «εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλʼ ὀρθῶς δοκεῖ». ταύτην ἔλυσε τῷ συμφέροντι, δείξας ἐργωδέστερα καὶ χαλεπώτερα τὰ συμβησόμενα, εἰ μὴ τοὺς μικροὺς τούτους καὶ τοὺς ὀλίγους ἐθελήσαιεν ὑπομεῖναι πόνους. καὶ ἄλλο δέ τι μέρος λύει τῆς αὐτῆς ἀντιθέσεως, ὅπερ οὐ τέθεικεν ἐκ τοῦ προφανοῦς ὥσπερ ἐν τῷ Διοπείθους, ἔκρυψε δέ, ὅτι οὐκ ἦν εὐπρόσωπος οὐδὲ πιθανὸς οὐδὲ δυνατὸς ὁ περὶ τούτου λόγος· «τίς γὰρ ὑπὲρ ἀλλοτρίων εἵλετο κινδυνεύειν καὶ δαπανᾶν;» αἱ μέντοι γε λύσεις ἔχουσαι μεθʼ ἑαυτῶν τὸ ἀναγκαῖον τῶν ἔργων καὶ κεραννῦσαι τὴν πρότασιν, εἰκότως τὴν παρρησίαν τῷ συμβούλῳ παρέχουσιν. ἐχρήσατο γοῦν Θουκυδιδείῳ λύσει, ᾗπερ ὁ Λέσβιος χρώμενος φαίνεται, ὅτι τῷ μὲν δοκεῖν ὑπὲρ ἄλλων, τῇ δὲ ἀληθείᾳ ὑπὲρ ἡμῶν τὰ γινόμενα. καὶ ἡ λύσις ἐναργής· «εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς ἡμῖν θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδείς». καὶ πάλιν προϊὼν ὁ λόγος φησίν «εἰ δὲ πρόισμεν ἅπαντες ὅτι, ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθα ἐχθρῷ». ἐπὶ τούτοις ἀντέπεσεν ἀπὸ τῆς ἐργασίας τοῦ συμφέροντος ὑπόνοιά τις τοῦ ἀναγκαίου πάλιν· «ἀλλʼ ὅταν ἀνάγκη γένηται καὶ ἐφʼ ἡμᾶς ἔλθῃ Φίλιππος, σὺ φής;» τοῦτο γὰρ κατεσκευάζετο ὅτι «καὶ γὰρ ἐὰν πάντας λάβῃ, ἐφʼ ἡμᾶς ἥξει, τότε αὐτὸν ἀμυνούμεθα». οὐ μὴν οὕτως αὐτὴν ἔθηκε προφανῶς, ἀλλʼ ἀντὶ τῆς ἀφίξεως καὶ τοῦ ἐλθεῖν εἶπεν «ὅταν ἀναγκαῖον ᾖ». τὸ γὰρ «ἀναγκαῖον» δύναται κοινὸν εἶναι καὶ τῆς ἐφόδου καὶ τῶν νυνὶ καθεστηκότων. ἵνʼ οὖν ἀφορμὴ γένηται αὐτῷ μᾶλλον προτρέψασθαι, οὕτω τὴν ἀντίθεσιν μετεχειρίσατο.

Πληρώσας δὲ τὸ συμφέρον τοῦτο ὃ ἀντεπήγαγεν εἰς λύσιν τῆς ἀντιθέσεως, προοιμιάζεται λοιπὸν ὑπὲρ ἄλλου μέρους τοῦ δυνατοῦ. σκοπὸς γὰρ αὐτῷ λοιπὸν ἐντεῦθεν διαλεχθῆναι περὶ τῆς πρὸς βασιλέα πρεσβείας. πάλαι δὲ προδιῳκήσατο ἑαυτῷ τὴν περὶ τούτου πειθώ· ἀφʼ οὗ γὰρ ἤρξατο συμβουλεύειν αὐτοῖς καὶ διαλέγεσθαι περὶ τοῦ δεῖν εἰσφέρειν καὶ κατασκευάζεσθαι στράτευμα καὶ τριήρεις καὶ ἵππους καὶ ὅσα τοιαῦτα, δῆλος ἦν λοιπὸν διὰ τὴν τῶν χρημάτων εἰσφορὰν καὶ ἕτερον διʼ ἑτέρου προανύων. ἀλλʼ ἐκεῖ τῷ μὲν δοκεῖν ἁπλούστερον συνεβούλευεν αὐτοῖς παρασκευάζεσθαι· προκατασκευάζει δὲ οὐδὲν ἧττον ἑαυτῷ τὴν ἀνάγκην τοῦ πεισθῆναι αὐτοὺς περὶ τῆς πρὸς βασιλέα πρεσβείας. τί γὰρ ἦν ὑπόλοιπον ποιεῖν τοὺς ἀναγκαζομένους μὲν παρέχειν, μὴ ἔχοντας δέ, ἢ πείθεσθαι τῷ ὑποδεικνύντι πόρον εὔληπτον καὶ ἀζήμιον τοῖς πολίταις; ἐντεῦθεν ὁμοίως ἐρρητόρευσεν ἐκ τῆς λέξεως ταύτης τὴν ἐπιβολὴν ποιησάμενος· «τὸ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ τοιαῦτα ὀκνηρῶς διακεῖσθαι». αὕτη μέν ἐστιν ἡ εἰσβολὴ τοῦ λόγου τοῦ περὶ τῆς πρεσβείας. ῥητορεύει δὲ διὰ τοῦ προοιμίου αἰτιώμενος, ὅτι μὴ βούλονται ἀκούειν περὶ ὧν ἂν λέγῃ, προκαταλαμβάνων ἑαυτῷ τὸν ἀκροατὴν καὶ ἀναγκάζων πειθαρχεῖν οἷς ἂν αὐτὸς συμβουλεύῃ. εἶτα καὶ προσέπλεξε τούτῳ ὅτι δεῖ παρασκευάζεσθαι αὐτούς, ἵνα ἀντιπεσόντος ὅτι «καὶ πῶς δυνατὸν παρασκευάζεσθαι μὴ ὑπαρχόντων χρημάτων;» εὐχερῶς ὁ περὶ τοῦ βασιλέως εἰσέλθῃ λόγος. καὶ τῷ βουλομένῳ δὲ κατανοεῖν πλείονα τούτων ἔγκειται τῇ ῥητορείᾳ τοῦ προοιμίου τοῦ κεφαλαίου· ὑποδείγματος χάριν ἀπόχρη μοι καὶ ταῦτα. λῆξιν δὲ ἔλαβε τουτὶ τὸ προοίμιον εἰς ταύτην τὴν λέξιν· «τοῦτʼ ἤδη πᾶσαν ἐπιδέχεται κατηγορίαν»· εἶτα προκατασκευῇ μετὰ τοῦτο χρῆται· «ὑμεῖς τοίνυν οὔτʼ ἀκούειν, πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα, οὔτε βουλεύεσθαι περὶ οὐδενὸς εἰώθατε ἐφʼ ἡσυχίας». ταῦτα γάρ ἐστι προδιοικουμένου καὶ προκατασκευάζοντος, δεῖν ἀνέχεσθαι λέγοντος καὶ συμβουλεύοντος περὶ τῆς πρεσβείας τῆς πρὸς τὸν Μῆδον. καταπλήττει δὲ αὐτοὺς ἀπροαιρέτως ἔχοντας παρασκευάζεσθαι τῆς αὐτῆς ἐχόμενος ῥητορείας. ὅσῳ γὰρ ἂν ἐνδείξηται μᾶλλον μήτε παρασκευαζομένους μήτε πράττειν ἐθέλοντας, τοσούτῳ τὴν αἰτίαν τούτων φανερωτέραν κατασκευάζει, λέγω τὴν τῶν χρημάτων ἔνδειαν, ἵνʼ ὁ περὶ βασιλέως ἀκόλουθος λόγος τὴν ἀρχὴν ἐντεῦθεν λάβῃ. ἡ δὲ ἐπιβολὴ αὐτῆς τῆς εἰσηγήσεως μετὰ τὴν προκατασκευήν· «ὃ δὴ λοιπόν ἐστι, καὶ πάλαι μὲν ἔδει, διαφεύγει δὲ οὐδὲ νῦν, τοῦτο ἐρῶ». εἶτα αὐτὸς ἑαυτῷ τὴν ἀντίθεσιν φανερῶς συνομολογεῖ, ἵνα ὁ λόγος εὐπρόσωπον ἀρχὴν καὶ εἰσβολὴν προσήκουσαν λάβῃ. τίς οὖν ἡ συνομολογία; «οὐδενὸς τῶν πάντων οὕτως ὡς χρημάτων δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα». ὃ γὰρ ἀντέθηκεν αὐτῷ ὁ ἀκροατής, τοῦτο προλαβὼν ὡμολόγησεν αὐτός. ἐνδείκνυται γὰρ καὶ τὴν ἀνάγκην καὶ τὴν χρείαν καὶ περὶ τῶν μελλόντων ἐκφοβεῖ, ἵνα ἀνάγκη μείζων γένηται, καὶ ἐκπλαγεὶς τῷ τε μεγέθει τῶν τότε ὄντων καὶ τῇ προσδοκίᾳ τῶν μελλόντων ὁ ἀκροατὴς ταύτην οὖσαν μόνην καταδέξηται τὴν παραμυθίαν, φημὶ δὲ τὴν πρὸς βασιλέα πρεσβείαν. εἶτα καὶ ἐπειδήπερ ἔμελλεν ἀντιπίπτειν αὐτῷ πρὸς τοῦτον τὸν λόγον ἀντίθεσις ἀπὸ τοῦ δυνατοῦ· «ἀλλʼ ἀδύνατόν ἐστιν ὑπόπτως ἔχοντα πρὸς ἡμᾶς τὸν βασιλέα πεισθῆναι», πρὸς ταύτην ἵσταται ἐξ ἀρχῆς, λέγων ὅτι οὐ παρʼ ἡμῶν ταῦτα ἀκούσεται βασιλεὺς πρώτων, ἀλλὰ μάλιστα μὲν παρὰ τῶν σατραπῶν, εἶτα δὲ καὶ παρὰ Ἑρμίου τοῦ εὐνούχου, ὃν νῦν ἀνάσπαστον ἐποιήσατο, ἄρχοντα Ἀταρνέως, μαθὼν αὐτὸν συμπράττειν Φιλίππῳ κατὰ τῆς βασιλέως ἀρχῆς, ὥστε τὴν ἡμετέραν πρεσβείαν καιρὸν λοιπὸν ἔχειν. οὐκοῦν τὴν ἀντίθεσιν διὰ τοῦτο φαίνεται λύων καὶ συνιστὰς ὅτι δυνατὸν πεισθῆναι τὸν βασιλέα· πεισθήσεται δὲ τοῖς λογισμοῖς τοῦ συμφέροντος. φαίνεται δὲ Δημοσθένης οὐ τὸ συμφέρον αὐτὸ κατασκευάζων, ἀλλὰ τὸ δυνατὸν διὰ τῶν τοῦ συμφέροντος λογισμῶν. δυνήσεται γὰρ ἡμῖν, φησί, πεισθῆναι βασιλεὺς δεδιδαγμένος τὰ συμφέροντα καὶ παρʼ ὑμῶν ἀκούων. μετὰ ταῦτα τέθεικεν ἐκ τοῦ φανεροῦ τὴν ἀντίθεσιν λέγων· «καὶ τὴν ἀβελτερίαν ἀπόθεσθε διʼ ἣν πολλάκις ἠλαττώθητε, “ὁ δὴ βάρβαρος καὶ κοινὸς πᾶσιν ἐχθρός” καὶ πάντα τὰ τοιαῦτα.» καὶ ἡ λύσις· «οὐκ ἔστι πρὸς ἡμᾶς πολέμιος, συνεπηνώρθωσε γάρ ποτε τῇ πόλει τὰ πράγματα», τὴν διὰ Κόνωνος ναυμαχίαν λέγων.

Πληρώσας δὲ τὸν περὶ τοῦ βασιλέως λόγον, ὃς ἦν περὶ δυνατοῦ καὶ χρημάτων, ἐπισυνῆψεν ἀναγκαίως καὶ ἀκολούθως τὸν περὶ τῆς πολιτείας λόγον, πρόφασιν δῆθεν καὶ ἀφορμὴν λαβὼν εὐπρόσωπον τὴν καθεστῶσαν νυνὶ ταραχήν, ἵνα ἀνέλῃ τὴν ὑπόνοιαν ἐκείνην «ἀλλʼ ἀρκέσει ἡμῖν τὰ τῆς πόλεως χρήματα, ὥστε μὴ δεῖσθαι τῆς παρὰ βασιλέως δόσεως», καὶ ἵνα τῆς ἐν τῇ πόλει ἀφορμῆς ἀναλισκομένης ἅπασι τοῖς πολίταις ἡ παρὰ τοῦ βασιλέως αἴτησις εὔλογος φαίνηται. ἀλλʼ οἱ πρὸ ἡμῶν διελόντες οὐκ εἶδον τοῦτο καθάπαξ. βουλόμενος τοίνυν ἀνελεῖν τὴν ἀντίθεσιν αὐτὸς εἰσηγεῖται δῆθεν μὴ δεῖν ἀφαιρεῖσθαι τὰ θεωρικὰ τοὺς δημότας, εἴτε Εὐβούλου τετελευτηκότος, πρὸς ὃν εἶχε φιλονείκως περὶ τῶν θεωρικῶν, εἴτε τὸν σκοπὸν τὸν ἑαυτοῦ συμπεραίνων, ἵνα πανταχόθεν συνελάσῃ καὶ καταναγκάσῃ καταδέχεσθαι τὸν περὶ τῆς πρεσβείας τῆς πρὸς βασιλέα λόγον. διμερὴς δέ ἐστιν ὁ περὶ τῆς πολιτείας λόγος· ἐπειδὴ γὰρ διχόθεν ἦσαν πόροι, οἱ μὲν ἐκ τῶν δικαστηρίων δημευομένων τῶν εὐπόρων, οἱ δὲ ἐξ ἄλλων ἀφορμῶν καὶ προσόδων λιμένων καὶ ἔργων ἀργυρείων καὶ συμμάχων, βουλόμενος καὶ πλουσίους ἀρέσασθαι καὶ πένητας οἰκειώσασθαι, ἵνα συμψήφους λάβῃ περὶ τῆς πρὸς τὸν βασιλέα πρεσβείας, διὰ τοῦτο διαλέγεται δῆθεν περὶ ὁμονοίας αὐτοῖς εἶναι τὸν λόγον καὶ τοῦ συμφέροντος, παραινῶν μήτε τοὺς κεκτημένους τὰς οὐσίας ἀδικεῖσθαι ὑπὸ τῶν δικαζόντων δημευομένους κατὰ λόγον, μήτε τοὺς καταδεεῖς καταβοᾶσθαι παρὰ τῶν δυνατῶν ὡς διανεμομένους εἰς τὰς θεωρίας τὰ στρατιωτικά. ἐὰν γὰρ τῶν πόρων τούτων καὶ τῶν προσόδων παύσωνται τῶν παρὰ τῶν εὐπόρων, τὰ δὲ τῆς πόλεως ἀναλίσκωνται εἰς τοὺς δήμους, τίς ἔσται λοιπὸν ἔτι ἀφορμὴ τῇ πόλει πλὴν τῆς εἰς βασιλέα ἐλπίδος; διὰ ταῦτα οὕτως αὐτῷ τὸ μέρος ἐρρητόρευται τοῦτο τοῦ λόγου. τὰ γὰρ ἐν τούτοις ἀσαφῆ οἱ ἐξηγηταὶ παραστήσουσι.

Πληρώσας τοίνυν τὴν περὶ τούτων παραίνεσιν καὶ ῥητορεύσας ὡς ἐδείκνυμεν, μετέβη λοιπὸν ἐπὶ τὸ πέμπτον μέρος τοῦ λόγου ἐντεῦθεν ἀρξάμενος· «ὡς μὲν οὖν εἴποι τις ἄν, ἃ παρʼ ἑκατέρων εἶναι δεῖ, ταῦτʼ ἴσως ἐστί», βάσιν μὲν καὶ συμπέρασμα τῶν προειρημένων τὴν διάνοιαν ταύτην ποιούμενος, καταρχόμενος δὲ ἐκ τοῦ μερισμοῦ πάλιν τῆς ἐννοίας τῷ ἑξῆς. ἔστι δὲ τὸ νυνὶ κατασκευαζόμενον κεφάλαιον τὸ συμφέρον ἐξ ἀντιθέσεως, ἣν οὐκ ἔθηκε μέν, ἐνδείκνυται δὲ διὰ τῆς μάχης. εἰς δύο δὲ μέρη διῄρηται τοῦτο τὸ πέμπτον μέρος, εἰς ἓν μέν, ὃ περιέχει τὴν λύσιν τῆς ἀντιθέσεως, εἰς ἕτερον δὲ τὸ κατὰ τοὺς ῥήτορας. τίς οὖν ἡ ἀντίθεσις ἀπὸ τῶν εἰρημένων κεκίνηται; ἐπειδὴ πολύν τινα λόγον περὶ τῆς πρὸς βασιλέα πρεσβείας πεποίηται, ἀντέπεσεν ἐκ τούτου «καὶ τί ἂν ἡμᾶς ὠφελήσειε τὰ τοσαῦτα χρήματα καὶ εἰς τίνα χρείαν δεησόμεθα τοῦ βασιλέως;» λύων τοίνυν ταύτην τὴν ἀντίθεσιν ἐξ ἐπιτιμήσεως δείκνυται ὅτι χρὴ προϊστάναι τῶν Ἑλλήνων καὶ τὴν αὐτὴν τάξιν ἀναλαβεῖν, ἥνπερ εἶχον οἱ πατέρες ἡμῶν καὶ πρόγονοι, τὴν χρείαν ἐνδεικνύμενος εἰς ἣν δεήσονται τῶν χρημάτων· τὸ γὰρ μὴ ἄρχειν φησὶν αἰτίαν εἶναι τῶν παρόντων πραγμάτων καὶ τῆς ταραχῆς καὶ τὸ μὴ προεστάναι αὐτοὺς τῶν Ἑλληνικῶν. οὐκοῦν διὰ τούτων συνίστησιν ὅτι τὴν λύσιν τῆς ἀντιθέσεως ἐξεργάζεται, ἐνδεικνύμενος ποῖ χρήσιμα γενήσεται αὐτοῖς τὰ χρήματα καὶ ὅτι διὰ τὸ μὴ προστατεῖν αὐτοὺς τῶν Ἑλλήνων παρῆλθεν ἐπὶ τὰ πράγματα Φίλιππος, ὅθεν «εὐδαίμων καὶ μέγας». ἅπερ ἐστὶ πάντα συστατικὰ τῆς χρησιμωτάτης χρείας τῶν παρὰ βασιλέως δωρεῶν. τὸ δὲ ἕτερον μέρος, ὅ ἐστι πρὸς τοὺς ῥήτορας, τοιοῦτόν ἐστι. δέδοικε σφόδρα τὴν παρὰ τῶν ἀντιπολιτευομένων ἀντιλογίαν, καὶ εἰδὼς τὴν ἀντίστασιν κινεῖ μὲν πρὸ τῆς δημηγορίας τόδε τὸ μέρος, τὸν δὲ πρὸς αὐτοὺς λόγον τρίχα διῄρηκεν. εἰς ἓν μὲν δὴ οὖν μέμφεται ὅτι κωλύουσιν ἀεὶ τὸν πρὸς Φίλιππον πόλεμον, εἰς ἕτερον δέ, ὅτι διαβάλλουσι τὸν Δημοσθένην ὡς πολεμοποιόν, εἰς τρίτον δέ, ὅτι μὴ συγχωροῦσι τῷ βασιλεῖ τὴν πόλιν εὐεργετεῖν, ἐνδεικνύμενος ὡς, ὅσα ἂν αὐτοὶ ποιῶσι καὶ λέγωσι, λύοντες τὴν πρὸς βασιλέα πρεσβείαν καὶ τὸν πόλεμον τὸν πρὸς Φίλιππον, χάριτι καὶ μισθῷ κωλύουσιν. ἐπεὶ πόθεν ἄλλοθεν ηὔξηνται; εἶτα ἀποστροφῇ χρησάμενος πρὸς ἕνα τινὰ τῶν προδοτῶν Ἀριστομήδη ἐλεγκτικῶς διαλέγεται, διʼ ἑνὸς ἀνδρὸς πρὸς ἅπαντας τὸν σκοπὸν τοῦ λόγου γυμνὸν καὶ φανερὸν καθιστὰς τοῖς ἀκούουσιν. ἐπειδὴ γὰρ οἱ ἀποτρέποντες αὐτοὺς πέμπειν πρὸς βασιλέα καὶ πολεμεῖν Φιλίππῳ δῆλοί εἰσιν ἐπὶ χάριτι μὲν συμβουλεύοντες, τὸ δὲ ἀξίωμα καθαιροῦντες τῆς πόλεως, διὰ τοῦτο φοβούμενος ταύτην τὴν παρʼ ἐκείνων ἀντιλογίαν ἠρώτησε τὸν Ἀριστομήδη, διὰ τί αὐτὸς μὲν φιλοτιμίας μεταποιεῖται, μὴ συγχωρεῖ δὲ τῇ πόλει τὴν δόξαν τὴν τῶν προγόνων διαφυλάττειν καὶ κληρονομεῖν τῆς εὐκλείας καὶ διαδέχεσθαι τὰς τῶν ἔργων λαμπρότητας. ὁ μὲν οὖν σκοπὸς οὗτός ἐστιν, εἴπωμεν δὲ ὅπως μετακεχείρισται. μετὰ τοίνυν τὴν λύσιν τῆς ἀντιθέσεως ἐπισυνῆψε τὸ χρειῶδες τοῦ βασιλέως καὶ ὅτι ἀναγκαία ἡ πρὸς ἐκεῖνον φιλία, εἴπερ τοῖς ἄλλοις ἅπασιν Ἕλλησιν εὐνοϊκῶς διαλέγεται, ἡμῖν δὲ ἀπεχθάνεται βασιλεύς. καὶ ἀνάγκην μεγίστην καὶ πίστιν πεποίηται διὰ τοῦ δεῖξαι ἐν οἵᾳ ταραχῇ καθέστηκε τὰ τῶν Ἑλλήνων, ὡς εἶναι χρείαν τῇ πόλει τῆς παρʼ ἐκείνου ἐπικουρίας διὰ τὰ καθεστηκότα. ἣν βουλόμενος πιστώσασθαι ηὔξησε τὴν ταραχὴν τὴν Ἑλληνικήν· εἶτα ἀπὸ τούτου μετεβίβασε τὸν λόγον πρὸς τοὺς ἐπὶ χάριτι πολιτευομένους. διαιρεῖ δὲ δίχα καὶ τὴν τῶν ῥητόρων ποιότητα, καὶ ἀντιθέσεις κεκίνηκε πρὸς διαβολὴν τῆς ποιότητος αὐτῶν διαφόρους, ἐνδεικνύμενος διʼ αὐτῶν οἷα εἰώθασι λέγειν καὶ ὅτι σύνηθες αὐτοῖς κωλύειν τῶν πράξεων τὴν πόλιν, φοβούμενος μὴ περὶ τῆς πρεσβείας τῆς πρὸς βασιλέα ἀντείπωσι, τοὺς λόγους αὐτῶν ὑποτεμνόμενος καὶ ἀπίστους αὐτοὺς καθιστὰς ὡς διὰ Φίλιππον ἅπαντα πολιτευομένους πρὸς χάριν. ἔθηκεν οὖν ἀντίθεσιν πρώτην τείνουσαν εἰς αὐτοὺς τὴν ἀπὸ τοῦ συμφέροντος, ὅτι εἰώθασι μὲν λέγειν ὡς ἀγαθὸν ἡ εἰρήνη καὶ τὸ τρέφειν δύναμιν μεγάλην ὡς χαλεπόν· διὰ δὲ τῶν δύο μερῶν τούτων τῆς ἀντιθέσεως ἐνδείκνυται ὅτι καὶ τὴν εἰρήνην ἄγειν δεῖν φασὶ καὶ οὔτε πρὸς Φίλιππον πολεμεῖν οὔτε πρὸς βασιλέα πέμπειν· μὴ γὰρ εἶναι χρείαν χρημάτων μηδὲ τοῦ τρέφειν δύναμιν. οὕτω πλέον τι ἐν τῇ παρούσῃ ἀντιθέσει, ἣν ἔλυσε τῇ τῶν λόγων τῶν ἐκ τῶν ἄλλων ὑποθέσεων μεταγωγῇ — μετήγαγε μὲν γὰρ ταῦτα ἀπὸ τοῦ ὑπὲρ Διοπείθους λόγου —, πλέον δέ τι αὐτῶν καὶ ἴδιον μᾶλλον ἐπὶ τῆς παρούσης ὑποθέσεως ἐξεργάζεται· τοῦτο δέ ἐστι τὸ βούλεσθαι τοὺς ῥήτορας κωλύειν τὴν πρὸς βασιλέα πρεσβείαν· ἧς ἡ λύσις μεταληπτική, ὅτι εἰ καὶ χαλεπὰ ταῦτα, χαλεπώτερα πεισόμεθα, ἂν ταῦτα μὴ ἐθέλωμεν ποιεῖν. καὶ ἑτέραν ἀντέθηκεν ὅτι «πολεμοποιὸς Δημοσθένης», ἣν ἔστι μὲν εἰπεῖν ἀπὸ τοῦ νομίμου, ἔστι δὲ εἰπεῖν ἀπὸ τοῦ συμφέροντος ἔλυσεν εἰπών· «καὶ πρὶν ἐμὲ εἰπεῖν πολλὰ Φίλιππος εἶχε τῆς πόλεως, καὶ νῦν εἰς Καρδίαν πέπομφε βοήθειαν», ἐνδεικνύμενος κἀνταῦθα ὁμοίως τὴν αἰτίαν τῆς ὑποθέσεως καὶ ὅτι ἀπήγγελται αὐτοῖς Φίλιππος πεπομφέναι βοήθειαν Καρδιανοῖς. καὶ τρίτην ἀντίθεσιν «ἀλλʼ οὐ προηγόρευκεν ὁ Φίλιππος ἡμῖν τὸν πόλεμον», ἣν ἔλυσε συνήθως· «οὐδὲ γὰρ Φεραίοις οὐδὲ Ὀλυνθίοις οὐδὲ Ἐρετριεῦσιν οὐδὲ ἄλλοις πώποτε οὐδέσι προεῖπεν». εἶτα τῷ ἀναγκαίῳ κέχρηται, ἐκ διαφορᾶς αὐτὸς συνιστὰς ὅτι οὐ περὶ τῶν ἴσων αὐτοῖς καὶ τοῖς ἄλλοις ἔστιν ὁ κίνδυνος, ἵνα κἀκείνην τὴν ὑπόνοιαν ἀνέλῃ, εἴ τινες εἶεν ἀπράγμονες καὶ στέργοντες τὴν δουλείαν, ὅτι οὐ περὶ δουλείας αὐτοῖς ἐστιν ὁ ἀγών, ἀλλὰ περὶ παντελοῦς διαφθορᾶς καὶ ὁλοσχεροῦς ἀναστάσεως καὶ ἀναιρέσεως. ἄχρι μὲν οὖν τούτων τὰ πραγματικώτερα πρὸς τοὺς ἐπὶ χάριτι πολιτευομένους ῥήτοράς ἐστιν αὐτῷ· τὸ δὲ ἐντεῦθεν εἰσέβαλεν εἰς παρέκβασιν, διαβολὴν ὁμοίως ἔχουσαν τῶν δωροδόκων ῥητόρων, ὅτι διʼ αὐτοὺς Φίλιππος οὐκ εὖ ποιεῖ τὴν πόλιν, καὶ ταῦτα Ὀλυνθίους εὖ ποιήσας καὶ Θετταλοὺς καὶ Θηβαίους, ἵνα προκαταλαβὼν ταῖς διαβολαῖς ἐκβάλῃ τὴν ἀντιλογίαν ὁμοίως, ἣν δέδοικεν αὐτοὺς ποιησομένους καὶ διʼ ἣν ἐδεήθη τούτων πάντων τῶν λόγων· καὶ ταύτην καθίστησι φανεράν, ὡς ἔφην, διὰ τῶν ἐλέγχων ὧν πρὸς Ἀριστομήδη ποιεῖται. ταῦτα δὲ συντείνει σύμπαντα πρὸς τὴν λύσιν τῆς ἀντιθέσεως. ἐπειδὴ γὰρ ἀντέπεσε «καὶ διὰ τί δεησόμεθα καὶ εἰς ποίαν χρείαν τοῦ βασιλέως;» διέβαλε τοὺς ῥήτορας λέγων σύνηθες εἶναι λέγειν αὐτοῖς ταῦτα ἐξ ὧν κωλύουσι τὴν πόλιν. ταῦτα γὰρ περὶ Φιλίππου λέγειν εἰώθασιν, ἐπεί τινος ἕνεκεν αὐτοὶ τὴν ἡσυχίαν οὐκ ἄγουσιν, ἀλλὰ τῇ πόλει συμβουλεύουσι μὴ προεστάναι τῶν Ἑλλήνων· τῇ μὲν γὰρ ἀνάγκην ὑπεῖναι προστατεῖν τοῦ κοινοῦ γένους, τοῖς δὲ ῥήτορσιν οὐδεμίαν ἀνάγκην ὑπεῖναι φιλοτιμίαν περιεργάζεσθαι.

οὐδενὶ μέντοι μᾶλλον εἰς τὸν περὶ τῶν ἐν Χερρονήσῳ κεῖνται.

τοῖς ἄρχειν βουλομένοις ἀντὶ τοῦ ἄρχειν, ὡς ἐν τῷ τέλει τοῦ περὶ συντάξεως λόγου «ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους, καὶ πάντα ἕξει καλῶς», ἀντὶ τοῦ δεῖ χρηστὰ βούλεσθαι· ἢ ἵνα λείπῃ τὸ «εἶναι».

τὸ δʼ οὐχ οὕτως ἔχει ἀπʼ ἐντεῦθεν ἕως τοῦ ἑτέρου ἀστερίσκου, τοῦ λόγου τοῦ περὶ τῶν ἐν Χερρονήσῳ ἐπιγραφέντος ἐστίν.

ὃ δὴ λοιπὸν μετέρχεται ἐπὶ τὸ δυνατὸν κεφάλαιον.

ἀξιῶ ἀντὶ τοῦ ἄξιον νομίζω.

τῆς κακώσεως κάκωσις ὄνομα δίκης κατὰ τῶν ἀτιμαζόντων τοὺς γονεῖς.

ἔρημον ὡς ἕρμαιον ἢ θησαυρὸν ἐπʼ ἐρημίας εὑρών, μηδενὸς μήτε προϊσταμένου μήτε φυλάττοντος.

κεκήλησθε ἠπάτησθε.

ἄπιστος ἀντὶ τοῦ μηδετέρους φιλῶν.

τοῖς ἑτέροις τοῖς νικήσασιν.

ἥκιστα πάνυ.

ἕτεροι οἱ προδόται καὶ ὁ Φίλιππος.

καίτοι ἕως ὧδε τὰ περὶ τῶν ἐν Χερρονήσῳ ἐκ τοῦ προτέρου ἀστερίσκου.

Ἀριστόμηδες προδότης ἦν οὗτος.

φιλαίτιον Ἰσοκράτης ἐπὶ τοῦ φιλοῦντος ἄλλους αἰτιᾶσθαι, νῦν δὲ ἐπὶ τοῦ εἰωθότος αἰτίας καὶ κατηγορίας ὑπομένειν παρὰ τῶν ἄλλων.

σοὶ μὲν σημείωσαι, κύκλος.

πολλὰ ἐπίλογοι.