eul_wid: vky-ae
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Demosthenes: Philippic 1 by Demosthenes Scholia

Why a deliberative speech should be headed against Philip is the first problem here: the three kinds of oratory mix, and in the First Philippic Philip is the material and the Athenians the point at issue. The scholiast lists its heads, vigorous action, citizens serving in person and funds for the soldiers' rations, and sets the speech after the loss of the Chalcidian towns. A note on irony cites the Christian sophist Julian.

Part of Scholia on Demosthenes

ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Α

εἰ μὲν περὶ καινοῦ τινος ζητοῦσίν τινες, εἰ τοῦ συμβουλευτικοῦ ἴδιον ἡ προτροπή τε καὶ ἀποτροπή, οὐδʼ ὅλως δὲ ἡ κατηγορία, πῶς ἐνταῦθα ἐπιγέγραπται ὁ λόγος συμβουλευτικὸς ὢν «κατὰ Φιλίππου». καί φαμεν ὅτι πολλάκις τὰ τρία εἴδη τῆς ῥητορικῆς ἐπιμίγνυται ἀντὶ ὕλης ἀλλήλοις καθιστάμενα ὥσπερ ἐνταῦθα. βουλόμενος γὰρ κατασκευάσαι, ὅτι δεῖ τὴν Μακεδονίαν κακῶσαι, ὕλῃ ἐχρήσατο τῇ κατὰ τοῦ Φιλίππου καταδρομῇ. ἰστέον δὲ ὅτι ἐν μὲν τοῖς ἄλλοις λόγοις ὕλη ἦν ἡ τῶν Ὀλυνθίων πολιορκία — αὕτη γὰρ εὐπορίας ἐν τῷ λέγειν αἰτία τῷ ῥήτορι καθίσταται —, συνέχον δὲ ἡ τῶν Ἀθηναίων δύναμις. ἐνταῦθα δὲ ὕλη μὲν ὁ Μακεδών, συνέχον δὲ οἱ Ἀθηναῖοι. διὰ τοῦτο καὶ ἑτέρας ἐπιγραφῆς ὡς πρὸς τοὺς προλαβόντας λόγους ἔτυχε.

Τὰ δὲ τοῦ λόγου ἐνθυμηματικὰ κεφάλαια τρία εἰσί, τὸ ἐρρωμένως ἀντιλαμβάνεσθαι τῶν πραγμάτων, τὸ αὐτοὺς στρατεύεσθαι, τὸ πόρους χρημάτων ἐπινοεῖν, ὅθεν τὸ σιτηρέσιον τοῖς στρατευομένοις γενήσεται. διὰ δὲ τοῦ ἀναγινώσκειν τὴν Φιλίππου ἐπιστολὴν οὐδὲν ἕτερον ἢ παροξύνει καὶ ἀντιλαμβάνεσθαι δεῖν τῶν πραγμάτων διδάσκει.

εἰ ... τινος ἐν τῇ ἀπωλείᾳ τῶν τριάκοντα δύο πόλεων τῶν Χαλκιδικῶν τεθορυβημένους ὁρῶν Ἀθηναίους ἀνίσταται παραθαρρύνων ὁ Δημοσθένης· διὸ τῷ δυνατῷ κεφαλαίῳ ἐπὶ πολὺ κέχρηται παραμυθούμενος ὡς ὅτι καὶ νῦν δύνανται αὐτοῦ περιγενέσθαι, ἐὰν βούλωνται. ἔχει δὲ καὶ τὸ συμφέρον. ἐπιγέγραπται δὲ «κατὰ Φιλίππου» οὐχ ὅτι καὶ οἱ Ὀλυνθιακοὶ οὐκ εἰσὶ κατὰ Φιλίππου, ἀλλʼ ὅτι ἐκεῖνοι μὲν πρὸς τούτῳ ἔχουσί τινα καὶ ἰδίαν ὑπόθεσιν περὶ τοῦ δεῖν σῶσαι τοὺς Ὀλυνθίους, ἐνταῦθα δὲ μόνον κατατρέχει Φιλίππου καὶ ὧν εἰργάσατο. ἀπολογεῖται δὲ περὶ τοῦ προαρπάσαι τὴν τάξιν τῶν γερόντων, ἐπεὶ ἔθος ἦν τοιοῦτον.

Εἰσήρχετό τις ὁ λεγόμενος περιστίαρχος ὁ περικαθαίρων τὴν ἐκκλησίαν διὰ χοίρου ἐσφαγμένου καὶ ἄλλων τινῶν, καὶ τὰ καθάρσια λαβὼν ἔρριπτεν εἰς θάλασσαν· ὃ καὶ ὁ ποιητὴς εἶπεν· «οἱ δʼ ἀπολυμαίνοντο καὶ εἰς ἅλα λύματʼ ἔβαλλον». εἶτα εἰσήρχετο κῆρυξ πρῶτον θυμιατίσας καὶ αὐτὸς τὴν ἐκκλησίαν καὶ ὕστερον ἐβόα πρώτῃ φωνῇ· «τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων Ἀθηναίων;» εἶτα εἰ μέν τις ἠβούλετο τούτων λέγειν, ἀνίστατο· εἰ δὲ ἐπὶ πολὺ βοῶντος οὐδεὶς ὑπήκουε, δευτέρᾳ φωνῇ ἐβόα· «τίς ἀγορεύειν βούλεται πάντων Ἀθηναίων;» ἐκέχρητο δὲ ὁ περιστίαρχος χοίρῳ καὶ τοῖς τοιούτοις ἀκαθάρτοις, διὰ τούτων τοὺς ἀκαθάρτους δαίμονας καὶ τὰ πνεύματα πολλάκις ἐνοχλοῦντα ταῖς διανοίαις τῶν ἀνθρώπων, ὥστε πολλάκις ἄλλως βουλεύεσθαι, ἕλκων πρὸς τὰ θύματα καὶ ὥσπερ ἀποχωρίζων τῆς ἐκκλησίας, ἵνα καθαρῶς βουλεύσωνται, ὁ δὲ κῆρυξ διὰ τῶν θυμιαμάτων ἐπικαλούμενος τὰ θεῖα — χαίρει γὰρ τοῖς ὁμοίοις τὰ ὅμοια —, ἵνα διὰ τῆς τούτων παρρησίας ἀγαθόν τι ἔχωσιν Ἀθηναῖοι βουλεύεσθαι.

εἰ ... τινος τὸ προοίμιον οὐκ ἀπὸ τοῦ πράγματος, ἀλλʼ ἀπὸ τοῦ προσώπου· ἀναστάντος γὰρ αὐτοῦ πρὸ τῶν πρεσβυτέρων ἐδυσχέραινόν τινες· ὃ δὴ καὶ θεραπεύει.

τὸ προοίμιον ἄνευ προτάσεως· ἄρχεται γὰρ ἐκ τῆς κατασκευῆς. τὴν γὰρ πρότασιν ἐν τῷ νῷ ἔλαβε τὴν ἐκ τῶν γερόντων μέλλουσαν αὐτῷ προτείνεσθαι. ἐξ ἀντιπίπτοντος τὸ προοίμιον· ἀντέπιπτε γὰρ αὐτῷ, πῶς παρὰ τὴν ἡλικίαν λέγει. λύει οὖν διὰ τοῦ λέγειν ὅτι περὶ παλαιῶν πραγμάτων ἡ σκέψις, περὶ ὧν εἶπον καὶ οἱ πρῶτοι.

τὸ προοίμιον ἐξενήνεκται κατὰ τὸ παρὰ τοῖς ῥήτορσιν ἀντίθετον καλούμενον σχῆμα.

τὸ δὲ σχῆμα οἱ μὲν καλοῦσι διπλοῦν μερισμόν, οἱ δὲ μερισμόν τε καὶ ὑπομερισμόν. εἰρηκὼς γὰρ πρότερον δύο «μὲν» ἐπήγαγε δύο «δέ». ἐπιφέρουσι δὲ αὐτοὺς πολλάκις οὐ κατὰ τάξιν, ἀλλὰ πρὸς τὸ πρῶτον τὸ τελευταῖον.

κατασκευή· τὸ σχῆμα οἱ μὲν διπλοῦν μερισμόν, οἱ δὲ μερισμὸν καὶ ὑπομερισμὸν καλοῦσιν.

ὅτι ἐν τῷ περὶ τῆς περιβολῆς λέγει Ἑρμογένης τῆς ἰδέας τὴν κατασκευὴν προτέραν εἶναι τῆς προτάσεως. τὸ γὰρ «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο λέγειν» καὶ τὰ λοιπά ἐστιν ἡ κατασκευή, τὸ δὲ «ἐπειδὴ δὲ περὶ ὧν πολλάκις» καὶ τὰ λοιπά ἐστιν ἡ πρότασις. πρότασις γάρ ἐστιν, ὅτι δεῖ καὶ νεωτέρου ὄντος πρώτου λέγοντος ἀνέχεσθαι· αἱ δὲ ταύτης κατασκευαί, ὅτι μηδὲν τῶν δεόντων οἱ εἰωθότες, ἤτοι οἱ πρεσβύτεροι, εἰρήκασιν. ὁ δὲ σοφιστὴς Ἀσκληπιὸς κατασκευὴν εἶναι λέγει ἄνευ προτάσεως. ὁ δὲ Ἰσοκράτης ἐν τῷ τοῦ Ἀρχιδάμου τὴν πρότασιν πρώτην ποιήσας ἐπήνεγκε τὴν κατασκευήν· οἷον· «ἴσως τινὲς ὑμῶν θαυμάζουσιν ὅτι τὸν ἄλλον χρόνον ἐμμεμενηκὼς τοῖς τῆς πόλεως νομίμοις, ὡς οὐκ οἶδʼ εἴ τις ἄλλος τῶν ἡλικιωτῶν, τοσαύτην πεποίημαι τὴν μεταβολὴν» καὶ τὰ ἑξῆς, τοῦτο ἡ πρότασις· ἡ δὲ κατασκευή· «ἐγὼ δέ, εἰ μέν τις τῶν εἰθισμένων ἐν ὑμῖν ἀγορεύειν ἀξίως ἦν τῆς πόλεως εἰρηκώς, πολλὴν ἂν ἡσυχίαν ἦγον.»

εἰ ... τινος ἀπολογεῖται μὲν ἐν τῷ προοιμίῳ περὶ τοῦ προαρπάσαι τὴν τάξιν τῶν γερόντων. ἰστέον δὲ ὅτι συλλογιστικῶς τοῦτο λύει, ὡσεὶ ἔλεγεν «οἶδα μὲν ὅτι ἀναγκαῖόν ἐστι πρώτους λέγειν τοὺς γέροντας, ἀλλὰ τοῦτό γʼ ὅταν ᾖ ἡ βουλὴ περὶ καινοῦ πράγματος· νῦν δὲ οὐ περὶ καινοῦ πράγματος· περὶ γὰρ Φιλίππου βουλευόμεθα, ὥστε ἤδη πολλάκις εἰπόντων τῶν γερόντων περὶ τούτου οὐ παραχαράττω τὸν νόμον.» καὶ οὕτω μὲν οὗτος συνελογίσατο, ἡ δὲ ἀλήθεια ἔχει ὡς, εἴτε παλαιὸν ἦν τὸ πρᾶγμα εἴτε καινόν, ἔδει τοὺς γέροντας λέγειν πρώτους. ἐπειδὴ δὲ νῦν πάνυ τεθορύβηνται οἱ Ἀθηναῖοι ἐπὶ τῇ ἀπωλείᾳ τῶν τριάκοντα δύο πόλεων τῶν Χαλκιδικῶν καὶ ἐπὶ τῇ πολλῇ αὐξήσει τοῦ Φιλίππου, διὰ τοῦτο προαρπάσαι τὴν τάξιν ἐπεχείρησεν.

προὐτίθετο τὸ δὲ «προὐτίθετο» τινὲς μὲν ἀντὶ τοῦ «προεβάλλετο», τινὲς δὲ ἀντὶ τοῦ «προεγράφετο», ἐπειδήπερ σανίδας τινὰς ἐνέγραφον ἐχούσας τὸ πρᾶγμα περὶ οὗ ἡ σκέψις καὶ περὶ οὗ συνεληλύθασι, καὶ προετίθεσαν τῇ ἐκκλησίᾳ, ἵνα γνῶσι πάντες περὶ τίνος ἐστὶν ἡ ἐκκλησία.

λέγειν εἰς δὲ τὸ «λέγειν» ὑποστικτέον.

λέγειν δεῖ ὑποστίξαι ἐν τούτῳ ἵνʼ ᾖ οὕτως· «εἰ μὲν περὶ καινοῦ τινος πράγματος λέγειν προετίθετο, ἐπισχὼν καὶ ἀναμείνας ἕως οὗτοι εἴπωσιν οἱ γέροντες, τότε καὶ αὐτὸς ἐπειρώμην ἃ γινώσκω λέγειν».

ἰστέον δὲ ὅτι τῷ Ἰσοκρατικῷ προοιμίῳ ἐχρήσατο τῷ ἐν τῷ Ἀρχιδάμῳ· κἀκεῖ γὰρ τὸ ἐπιχείρημά ἐστιν, ὅτι νέος ὢν προλαμβάνει τοὺς γέροντας.

εἰωθότων τὸ δὲ «εἰωθότων» θέλει εἰπεῖν «τῶν γερόντων». ὅρα δὲ πῶς λεληθότως αὐτοὺς διέβαλε διὰ τοῦ εἰπεῖν «εἰωθότων», ἵνα δηλώσῃ ὅτι μόνον ἔθος ἔχουσι πρῶτοι λέγειν, οὐ μὴν καὶ χρήσιμόν τι συμβουλεύσουσι λέγοντες, ὥσπερ καὶ εὐφυῶς πάλιν διαβάλλει ἐν τῷ εἰπεῖν «ὑπὲρ ὧν πολλάκις»· ὑποφαίνει γὰρ ὅτι πολλάκις μὲν εἰρήκασιν, οὐδὲν δὲ ἤνυσαν.

ἐπισχὼν διὰ τοῦ «ἐπισχὼν» ἔδειξεν ὡς καὶ τότε μόλις εἶχε καρτερῆσαι μὴ ὑπὲρ τῶν συμφερόντων πρῶτος εἰπεῖν, ἐκ μεταφορᾶς τῶν προθυμουμένων ἵππων δραμεῖν καὶ ἐπεχομένων.

εἰ μὲν ἤρεσκέ τί μοι διὰ τοῦ εἰπεῖν τοῦτο κριτὴν τῶν προγενεστέρων ἀπέδειξεν ἑαυτόν.

εἰ ... μοι τῷ μερισμῷ καὶ ὑπομερισμῷ σχήματι κέχρηται ἐνταῦθα. εἰπὼν γὰρ τὸν «μὲν» ἄνω σύνδεσμον οὐκ ἐπήγαγεν εὐθέως τὸν «δέ», ἀλλὰ ἄλλον «μέν». ἔστι γὰρ ὁ μερισμὸς καὶ ὑπομερισμός, ὅταν εἰπὼν δύο «μὲν» ἀνάγκην ἔχῃ πρὸς τὰ δύο «μὲν» ἀποδοῦναι δύο «δέ», ὅπερ ἔστι καὶ ἐνταῦθα εὑρεῖν. ὅρα δὲ πῶς πάλιν ἀξιοπίστως εἶπε τὸ «ἤρεσκέ μοι», ὅ ἐστι τῷ ἀγαθῷ συμβούλῳ ἀγαθὴ συμβουλευθεῖσα βουλή. τὸ δὲ σχῆμα τοῦτό ἐστι καὶ παρὰ τῷ ποιητῇ· χαῖρʼ, Ἀχιλεῦ· δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ.

ἡσυχίαν ἂν ἦγον τὸ ἦθος τὸ οἰκεῖον δείκνυσιν, ὡς οὐ φιλόνεικος τοῖς καλῶς λεγομένοις.

αὐτὸς ἐπειρώμην διὰ τοῦ «ἐπειρώμην» ἐταπείνωσε τὸν λόγον, ὡς οὐ πάντως ἐρῶν τὰ συμφέροντα.

ἐπειδὴ δὲ κατασκευὴ τοῦ προοιμίου.

πρότασις.

πολλάκις εἰρήκασιν πάλιν αὐτοὺς εὐφυῶς διαβάλλει διὰ τοῦ εἰπεῖν «πολλάκις μὲν εἰρήκασιν», οὐδὲν δὲ ἤνυσαν.

οὗτοι πρότερον τὸ σχῆμα δεικτικόν, φαυλισμοῦ δὲ ἐκφαντικόν.

εἰκότως ἂν συγγνώμης καίτοι ἀποδείξας ὡς οὐχ ἁμαρτάνει διὰ τὸ ταπεινοφρονεῖν, «συγγνώμην» τὸ τοιοῦτον καλεῖ.

πρῶτον μὲν οὖν εἰς τὸ δυνατὸν πρῶτον εἰσέβαλε, μεμιγμένην τῇ νουθεσίᾳ τὴν παραμυθίαν ποιησάμενος.

δευτέρα πρότασις· ἀρχὴ τοῦ δυνατοῦ.

οὐδʼ εἰ πάνυ φαύλως ἀπὸ θεραπείας ἐχούσης αἰτίαν τοῦ μὴ δεῖν ἀθυμεῖν τὴν εἰσβολὴν τῶν ἀγώνων ἐποιήσατο. διὰ τοῦ εἰπεῖν «οὐκ ἀθυμητέον, οὐδʼ εἰ πάνυ φαύλως ἔχειν δοκεῖ» δείκνυσιν ὡς θαρρεῖν χρή· καὶ γὰρ τοῖς εἰς ἄκρον ἥκουσι νόσου τοῦτο παραινοῦμεν ἀεί.

ἀπὸ θεραπείας ἡ εἰσβολὴ τῶν ἀγώνων.

ὃ γάρ ἐστι χείριστον τὸ σχῆμα παρὰ προσδοκίαν. οἱ δὲ λέγοντες δεύτερον εἶναι προοίμιον τοῦτο λέγουσιν εἶναι κατασκευὴν αὐτοῦ.

ἐκ τοῦ παρεληλυθότος χρόνου αἰτιᾶται τὴν τῶν Ἀθηναίων πρὸς τὰ πράγματα ἀμέλειαν.

τί οὖν ἐστι τοῦτο τὸ ἐνθύμημα ἐκ τοῦ παραδόξου.

τί ... τοῦτο τὸ ἐνθύμημα εἴληπται ἐκ παραδόξου. ὃ δέ φησι τοιοῦτόν ἐστιν· «ὃ ὑμᾶς ἐκ τοῦ παρελθόντος ἔβλαψε χρόνου, τοῦτο ἀποθέμενοι πάλιν ὠφεληθησόμεθα».

ἔπειτα ἐνθυμητέον καλῶς ἐπήγαγε τοῦτο τὸ παράδειγμα· εἰώθασι γὰρ οἱ ἄνθρωποι διὰ τῶν ὁμοίων παθημάτων ἐπελαφρύνεσθαι. μερίζει δὲ τὸν λόγον εἰς δύο, εἴς τε νεωτέρους μὴ εἰδότας τὰ παλαιὰ καὶ ὀφείλοντας αὐτὰ παρὰ τῶν πρεσβυτέρων μανθάνειν, καὶ εἰς γέροντας, εἰδότας μὲν τὰ παλαιά, χρῄζοντας δὲ ὅμως καὶ ἀναμνήσεως.

ἔπειτα ἐνθυμητέον δεῖ γὰρ τοὺς ἄρτι ἀκούοντας κατανοεῖν καὶ ἐνθυμεῖσθαι περὶ τῶν πραγμάτων, τοὺς δὲ εἰδότας διὰ τῆς μνήμης ἀνακαινίζειν τὰ γεγενημένα.

τὸ μὲν «ἀκούουσιν» ἐνθυμουμένοις, τὸ δὲ «εἰδόσιν» ἀναμιμνησκομένοις.

ἡλίκην ποτʼ ἐχόντων ἐπεὶ περιδεὴς ἦν ὁ δῆμος διὰ τὴν Φιλίππου δύναμιν, ἐκ παραδείγματος τὸ θαρρεῖν αὐτοῖς ἐπορίσατο· καὶ γὰρ Λακεδαιμόνιοι οὐ μικρότερον τοῦ Μακεδόνος ἴσχυσαν κατὰ γῆν τε καὶ θάλασσαν.

ἐξ οὗ χρόνος ἵνα μή τις εἴπῃ «πάλαι τοιοῦτοι ἦμεν, νῦν δὲ ὁ χρόνος ἤλλαξε τὰ πράγματα», προσέθηκεν «ἐξ οὗ χρόνος οὐ πολύς».

οὔτε φυλαττομένοις λείπει «τὴν ῥαθυμίαν»· ἐὰν φυλάττησθε, φησί, καὶ ἐκφεύγητε αὐτήν, οὐδὲν ὑμῖν φοβερὸν ἔσται. σημεῖον δὲ τούτου ἡ Λακεδαιμονίων δύναμις, «ἧς ἐκρατεῖτε ἐκ τοῦ προσέχειν τοῖς πράγμασι τὸν νοῦν.»

οἷον ἂν εὐφήμως αὐτὸ εἶπε πάνυ; φάσκων «οἷον ἂν ὑμεῖς βούλησθε», τουτέστι μετʼ ἀργίας νικῆσαι.

παραδείγμασι πρὸς τὸ «οὐδὲν ὑμῖν ἐστι φοβερόν».

χρωμένοις ἐὰν δὲ χωρὶς τοῦ ς, πρὸς τὸ «ἵνα εἰδῆτε» χρώμενοι.

χρώμενοι δύο εἰσὶ γραφαί, καὶ μετὰ τοῦ ς καὶ χωρὶς τοῦ ς. καὶ εἰ μὲν μετὰ τοῦ ς ἀποδίδοται, πρὸς τὸ «οὐδὲν ὑμῖν ἐστι φοβερὸν» χρωμένοις· εἰ δὲ χωρὶς τοῦ ς, πρὸς τὸ «ἵνα εἰδῆτε» χρώμενοι.

καὶ τῇ νῦν ὕβρει εὐτελίζει πάλιν τὸν Φίλιππον διὰ τοῦ ὕβριν μόνον καλέσαι αὐτοῦ τὸ πρᾶγμα, ἀλλʼ οὐχὶ πόλεμον, καὶ ἅμα τοὺς Ἀθηναίους πρὸς πόλεμον διηρέθισεν, οἷς οὐδὲν ἐπαχθέστερον τῆς ὕβρεως.

καὶ ... ὕβρει ἄνω μὲν ὅτε ἔλεγε περὶ Λακεδαιμονίων, «ῥώμην» εἶπεν· ἐνταῦθα δέ, ἐπειδὴ θέλει ταπεινοῦν τὸν Μακεδόνα, «ὕβριν» εἶπε. πάνυ δὲ τοῦτο ἔχθιστον τοῖς Ἀθηναίοις· καὶ γὰρ ἐλευθερίας ἐργασταὶ καθειστήκεισαν.

εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι εἰσβολὴ κατὰ τὸ κεφάλαιον τὸ δυνατόν.

εἰ ... Ἀθηναῖοι ὅσας οἶδεν ὁ ῥήτωρ ἰσχυρὰς ἀντιθέσεις, πρῶτον τούτων λέγει τὰς λύσεις, εἶθʼ οὕτω σαθρὰς ἀποδείξας αὐτὰς προφανῶς προβάλλεται· ὥσπερ οὖν καὶ ἐνταῦθα. τὴν δὲ ἀντίθεσιν τὴν παροῦσαν εἰς δύο κατασκευάζει, εἴς τε τὴν τούτου δύναμιν ἣν ἔχει ὁ Μακεδὼν καὶ πλείστην ἐκ τῆς οἰκείας ἀσθενείας τῶν Ἀθηναίων. εἶτα ἐπειδή, εἰ καὶ τὰ μάλιστα ἐδόκει λελύσθαι ἡ ἀντίθεσις, ὅμως ἔτι σφοδρὰ ἦν, τὴν μὲν ἀρχὴν συντρέχει τῷ ἀντιτιθέντι. δεῖ γὰρ τὸν ῥήτορα διὰ τὸ μὴ δοκεῖν εἶναι ἀναιδῆ καὶ τοῖς προφανῶς ἀληθέσι πολέμιον ἐπὶ τῶν τοιούτων τὴν μὲν ἀρχὴν ἐνδιδόναι, τελευταῖον δὲ καὶ ὑπὲρ τῆς συνδρομῆς ἀπολογεῖσθαι.

δυσπολέμητον «δυσπολέμητον» εἶπε καὶ οὐχὶ ἀκαταγώνιστον· ὁ μὲν γὰρ ἀκαταγώνιστος οὐδέποτε ἡττᾶται, ὁ δὲ δυσπολέμητος δυσχερῶς μὲν ὅμως δὲ καταγωνίζεται, ὅπερ ἐνταῦθα θέλων ὑποφᾶναι παρέθετο.

λογισάσθω μέντοι τοῦθʼ ὅτι συντρέχει τοῖς ὁμολογουμένοις τὸ σπουδαζόμενον ἀνύσειν.

κύκλῳ τινές φασιν ὅτι, ἐπειδὴ ἀκτή ἐστιν ὁ τόπος, διὰ τοῦτο εἶπε τὸ «κύκλῳ»· οἱ δὲ ὅτι ἐπειδὴ ἐν κύκλῳ αὗται ἔκειντο.

εἰ τοίνυν καθʼ ὑπόθεσιν τὸ σχῆμα.

ἐπιτειχίσματα ἐπιτείχισμα τόπος ὑψηλὸς ὃν ἂν προκαταλαβόντες πολέμιοι τειχίσειαν διὰ τὸ ἐντεῦθεν αὐτοὺς ὁρμωμένους ἐπιτίθεσθαι τοῖς ἐχθροῖς.

ἀλλʼ εἶδεν τοῦτο οὐκ ἔστι τοσοῦτον ἐπαινοῦντος τὸν Φίλιππον ὅσον ἐπιτιμῶντος τοῖς Ἀθηναίοις, ὅτι ἅπαντα ἃ ἔδει αὐτοὺς ποιῆσαι Φίλιππος προλαμβάνει ποιῶν.

ἀλλʼ εἶδεν οὐκ ἔπαινον ἔχει τοῦ Φιλίππου μόνον ὡς καλῶς τι ποιήσαντος, ἀλλὰ καὶ προτροπὴν τῶν Ἀθηναίων. μιμήσασθε γάρ, φησι, καὶ ὑμεῖς τὰ καλῶς πραχθέντα.

ἐκεῖνος οὖν διὰ τὸ πονεῖν πρὸς ζῆλον τῶν Ἀθηναίων ἐπαινεῖ τὸν Μακεδόνα· οἶδε γὰρ ἐν καιρῷ ἐπαινεῖν καὶ τὸν πολέμιον.

ἆθλα ἐκ μεταφορᾶς τοῦ κειμένου τοῖς παλαίουσιν ἄθλου ἐν μέσῳ. ἔπαθλα δὲ οὐχ εὕρηται εἰ μὴ ἅπαξ παρʼ Εὐριπίδῃ.

καὶ τοῖς ἐθέλουσιν πονεῖν ὅρα ὅτι διʼ ἐκείνου τοῦ τρόπου φησὶν αὐτὸν ᾑρηκέναι τὰς πόλεις, διʼ οὗ βούλεται αὐτοὺς προσέχειν τοῖς πράγμασιν.

«τὰ τῶν ἀμελούντων» τῶν πονούντων ἐστίν.

τὰ μὲν ὡς ἂν ἑλών τις ἐπειδὴ τὸ «κατέστραπται» φοβερόν ἐστιν, ἐπήγαγε ταπεινώσεως χάριν «ὡς ἂν ἑλών τις ἔχοι πολέμῳ».

καὶ γὰρ συμμαχεῖν καὶ προσέχειν ἐπειδὴ ἐλύπει τοὺς Ἀθηναίους τὸ τὸν Φίλιππον ἔχειν συμμάχους καὶ φίλους, διὰ τῆς καθολικῆς γνώμης τοῦτο ἐθεράπευσεν.

τούτοις ἐθέλουσιν ἐπειδὴ ἀνωτέρω ἐφόβησεν αὐτοὺς εἰπὼν αὐτὸν τὸν Φίλιππον ἰσχυρὸν διὰ τὸ ἔχειν συμμάχους, ἐπήγαγε τοῦτο παραμυθούμενος ὡς ὅτι, ἐὰν καὶ αὐτοὶ τὰ αὐτὰ ἐθέλωσι πρᾶξαι, εὐχερῶς αὐτὸν καθαιρήσουσιν. ἄξιον δὲ ζητῆσαι, πῶς ἀλλαχοῦ καθελὼν αὐτοῦ τὴν δύναμιν διὰ τοῦ εἰπεῖν, ὅτι οἱ πολλοὶ αὐτοῦ ἀφίστανται, νῦν λέγει ὅτι πολλοὺς ἔχει συμμάχους. λέγομεν οὖν ὅτι τὸν τρόπον διέξεισι τῶν ὑπηκόων· εἰ γὰρ καὶ μισοῦσι καὶ φοβοῦνται τοὺς δυνατούς, ἀλλʼ ἐν ὅσῳ μὴ πράττουσί τι οἱ ἀγαθοὶ διὰ τὴν ῥαθυμίαν, ἀνάγκῃ προστρέχουσι τοῖς δυνατοῖς, ἵνα μὴ μετὰ τῶν ῥαθύμων ὄντες πάθωσι μετʼ αὐτῶν· εἰ δέ ποτε οἱ ἀγαθοὶ σπουδάσουσι καὶ τὴν ῥαθυμίαν ἀποθέσθαι θελήσουσιν, εὐθέως πρὸς αὐτοὺς ἀποστήσονται.

πᾶσαν ἀφεὶς τὴν εἰρωνείαν εἰρωνείαν λέγουσι τὴν ἐπὶ τὸ ἔλαττον προσποίησιν, ὅπερ ἐστὶν ἐναντίον τῇ ἀλαζονείᾳ, καὶ αὖθις τὴν βραδύτητα εἰρωνείαν. Ἰουλιανός φησι ταῦτα σοφιστὴς Χριστιανός.

πᾶσαν ... εἰρωνείαν ἰστέον ὅτι εἰρωνεία ἐναντίον ἐστὶ τῆς ἀλαζονείας. ἀλαζονεύεσθαι μὲν γάρ ἐστι τὸ πλείονα ἐπαγγέλλεσθαι δύνασθαι ποιεῖν ἤπερ δύναιντο, εἰρωνεία δὲ τὸ ἐλάττονα λέγειν δύνασθαι ποιεῖν ἤ τις δεδύνηται.

αὐτὸς μὲν οὐδὲν ἕκαστος ἴδιον γὰρ καὶ τοῦτο τῶν ῥαθυμούντων.

ἂν θεὸς θέλῃ εἰς οὐρανὸν τὰς ἐλπίδας ἀνέπεμψεν, ἵνα, ἐὰν ὡς εἰκὸς ταῦτα ποιησάντων μὴ ἀποβαίνῃ τὰ συμφέροντα, ἔχῃ ἀπολογίαν· τούτου χάριν ἐντεῦθεν ἤδη τὴν δόκησιν τοῦ θεοῦ προσέθηκεν· οἱ δέ, διὰ τὸ φιλόθεον τὸ οἰκεῖον ἦθος παραστῆσαι.

ἀλλὰ καὶ μισεῖ τις ἐκεῖνον μισεῖ μὲν ὁ ἤδη πεπονθὼς κακῶς, δέδιε δὲ ὁ μηδέπω μὲν ὑπομείνας, προσδοκῶν δέ, φθονεῖ δὲ ὁ ὁρῶν οὕτως τὰς πόλεις καταστρεφομένας.

τὸ μεῖζον ἐν μέσῳ θεὶς ἀπέκρυψε τοῖς ἄκροις τὸ ἰσχυρόν.

καὶ ἅπανθʼ ὅσα περ τοῦτο τὸ σχῆμα καλεῖται καθαίρεσις. καὶ γὰρ διὰ τούτου, ὅθεν ῥᾳδίως καὶ μάλιστα ἡ βλάβη προσγίνεται, τῷ καθόλου τὸν λόγον ἐπιστώσατο.

κατέπτηχε ταπεινοῦται. οὔτε γὰρ ὁ μισῶν βλάπτει διὰ τὸ ἡμᾶς ῥαθυμεῖν, οὔτε ὁ δεδιὼς ἕτερόν τι φρονῆσαι δύναται — ἐπισφαλὲς γάρ — οὔτε ὁ βασκαίνων ἀντιστῆναι· ἀδύνατον γάρ.

ἀντιπῖπτον δὲ λύει. ἵνα γὰρ μή τις εἴπῃ «πῶς οὖν, εἰ μισοῦσιν αὐτόν, οὐκ ἀφίστανται αὐτοῦ;» ἐπάγει ὅτι ἄκοντες καὶ φοβούμενοί εἰσιν ὑπʼ ἐκείνῳ, διὰ τὸ μὴ εὑρίσκειν τινὰ καταφυγὴν πρὸς ἡμᾶς ῥαθυμίᾳ κατεχομένους. καὶ μὴν ἤδη ἐπείσθησαν αὐτῷ καὶ ἔπεμψαν βοήθειαν εἰς Ὀλυνθίους· πῶς οὖν ῥαθύμους αὐτοὺς καλεῖ; καθὸ μηδὲν ἑκόντες ποιοῦσιν, εἰ μή τις αὐτοῖς ἐπιτιμήσει διὰ τοῦ συμβουλεύειν καὶ πείσει ποιεῖν.

ὁρᾶτε γὰρ τοῦτο τοῦ συμφέροντος, καταμέμικται δὲ τοῦ δυνατοῦ.

συμφέρον· ἐγκαταμίγνυσι γὰρ τῷ δυνατῷ τὸ συμφέρον.

ἀσελγείας ἀσέλγεια κοινῶς καλεῖται πᾶσα ὕβρις, οὐχ ἡ περὶ τὰ ἀφροδίσια μόνον.

ὃς οὐδʼ αἵρεσιν τουτέστι διὰ τὴν ὕβριν τοῦ Μακεδόνος οὐδὲ δυνατοὶ καθεστήκατε πράττειν ἃ βούλεσθε, ἀλλὰ καὶ ἐξ ἀνάγκης ἔχετε πολεμῆσαι. διὰ δὲ τούτου τὸ ἀναγκαῖον παρίστησιν, ἀναγκαῖον δʼ ἐστὶν οὗ χωρὶς ζῆν οὐ δυνατόν.

τοῦ πράττειν οὐκ εἶπεν ἁπλῶς «τοῦ πολεμεῖν», ἀλλὰ κοινοτέρῳ ὀνόματι ἐχρήσατο «τοῦ πράττειν», οἷον τοῦ ψηφίζεσθαι, τοῦ δικάζειν, τοῦ γεωργεῖν καὶ τῶν λοιπῶν.

τοῦ πράττειν κοινῶς ἀντὶ τοῦ ψηφίζεσθαι, τοῦ δικάζειν, τοῦ γεωργεῖν.

καὶ λόγους ὑπερηφάνους ἵνα μὴ λέγων τὰ ῥήματα τοῦ Μακεδόνος κακὸς οἰωνὸς δόξῃ, τούτου χάριν παρέδραμεν αὐτά.

προσπεριβάλλεται τινές φασιν, ἐπειδὴ κυκλοτερῶς ἔκειντο αἱ πόλεις ἃς παρέλαβεν ὁ Φίλιππος, τούτου χάριν εἶπεν οὕτως. ἄλλοι δέ, ἀπὸ μεταφορᾶς τῶν κυνηγετῶν, οἵτινες κύκλῳ περὶ πάσας τὰς ὁδοὺς καὶ πάσας τὰς ἐκτροπὰς τὰς ἄρκυς περιβάλλουσιν ὑπὲρ τοῦ μὴ διαφυγεῖν τὰ θηρία ἐκεῖθεν. καὶ τὸ «περιστοιχίζεται» πάλιν ἐπήγαγεν· ὃ καὶ ἄμεινον.

καὶ καθημένους ἐπειδὴ φοβεῖ τὸ λεχθέν, φησὶν ὡς ἐπικουροῦσαν τὴν ἡμετέραν ῥᾳστώνην κτησάμενος τοῦτο διαπράξεται Φίλιππος.

περιστοιχίζεται ἡ μεταφορὰ τῶν κυνηγετῶν.

πότʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι μετάβασις καὶ ἐνταῦθα ἐπὶ τὸ ἀναγκαῖον· δείκνυσι γὰρ ὅτι ἐξ ἀνάγκης ταῦτα ποιητέον. ἔστι δὲ κατὰ ἐπιτίμησιν· διὸ καὶ τὸ δεύτερον «πότε» βαρυτέρᾳ φωνῇ προφέρεται. τρόπον δὲ διαγράφει ἐνταῦθα τῶν ῥαθυμούντων. ἔστι δὲ τὸ σχῆμα διαλογικόν. εἶτα τῇ ἐρωτήσει τὴν ἀπόκρισιν οὐκ ἀποδίδωσιν, ἀλλʼ ὑπὸ τῆς ὀργῆς αὐτὸς ἀντὶ τοῦ δῆθεν ἠρωτημένου φθέγγεται.

ἐπειδὰν ὡς ἐν ἤθει ἀναγνωστέον τὸ «ἐπειδὰν νὴ Δία ἀνάγκη»· οὐδὲν γὰρ χαλεπώτερον αἰσχύνης τοῖς ἐλευθέροις καθέστηκεν.

ἐγὼ μὲν γὰρ οἴομαι εἰπὼν τὸν «μὲν» οὐκ ἐπήγαγε τὸν «δέ», ἐπειδὴ ἔμελλεν ἐπιφέρειν «ὑμεῖς δὲ αὐτὴν οὐχ ἡγεῖσθε αἰσχύνην», ὅπερ ἦν ὑβριστικόν. καὶ διὰ τοῦτο τὸ μὲν ἀποσιωπᾷ, ἄλλο δὲ ἐπιφέρει τούτου ὅμοιον.

ἐγὼ ... οἴομαι εἰ μὲν δούλων ἀνάγκην ζητεῖς, ἐκδέχου τὰς πληγάς· εἰ δὲ ἐλευθέρων, ἡ τῶν πραγμάτων αἰσχύνη μεγίστη ἀνάγκη καθέστηκεν. ἔστι δὲ τοῦ συμφέροντος.

ἢ βούλεσθε ἀντὶ τοῦ «ἆρα» ἀπορηματικοῦ.

εἰπέ μοι δέον εἰπεῖν «εἴπατέ μοι» πρὸς τὸ «βούλεσθε», «εἰπέ μοι» εἶπεν Ἀττικῶς.

πυνθάνεσθαι κατὰ τὴν ἀγοράν.

γένοιτο γὰρ ἄν τι καινότερον τοιοῦτοι γὰρ οἱ ἄνθρωποι· ἀεὶ τῶν καινοτέρων ὀρέγονται.

Ἀθηναίους τοὺς τὸν Πέρσην ἀπὸ τῆς Ἑλλάδος διώξαντας ἐκ Πέλλης ὁρμώμενος ἄνθρωπος καταπολεμεῖ.

τέθνηκε Φίλιππος τινὲς καὶ ἐντεῦθεν ὁρμώμενοί φασιν ὅτι πρῶτος οὗτος ὁ λόγος· καὶ γὰρ ἡ ἀσθένεια Φιλίππου πρὸ τῆς πολιορκίας Ὀλύνθου. ἀλλά φαμεν ὅτι οὐκ ἀπεικὸς αὐτὸν τὸ τοιοῦτον θεῖναι ὡς ἐν παραδείγματι, κἂν ἦν τοῖς χρόνοις προγενέστερον· ἐκεῖνοι γὰρ ἅτε ταῦτα θέλοντες γενέσθαι ἐθρύλουν.

ταχέως ὑμεῖς ἡ ῥᾳστώνη, φησί, πολλοὺς τίκτειν Φιλίππους δύναται· καὶ γὰρ παρʼ ἡμῖν οὔσης τῆς ἀμελείας ταχέως γενήσεται καὶ ἕτερος Φίλιππος. ἄλλοι δέ τινες περιέργως φασὶ διὰ τὸν Ἀλέξανδρον αὐτὸν τοῦτο λέγειν. καθʼ ὑπόθεσιν τὸ λεγόμενον.

τινές φασι τοῦτο διὰ τὸν Ἀλέξανδρον λέγεσθαι καθʼ ὑπόθεσιν.

τοσοῦτον ἐπηύξηται καλῶς ἠσφαλίσατο διὰ τὸ πιθανόν· οὐ γὰρ πάντως πάντα διὰ τῆς ῥαθυμίας Ἀθηναίων, ἀλλὰ καί τινα διὰ τῆς αὑτοῦ ῥώμης κατώρθου.

ἴσθʼ ὅτι πλησίον τοῦ γὰρ βασιλέως νεωστὶ τετελευτηκότος καὶ τῶν ὑπηκόων, ὡς εἰκὸς ἦν, διχονοούντων, αὐτοὶ προστιθέμενοι ἐνίοις ἐξ αὐτῶν ἠδύναντο τοῦ ἑτέρου περιγενέσθαι καὶ οἰκεῖον βασιλέα καταστῆσαι.

ἀπηρτημένοι ἀντὶ τοῦ κεχωρισμένοι, κρεμάμενοι.

ὡς μὲν οὖν δεῖ τὰ προσήκοντα ἐντεῦθεν μέτεισιν ἐπὶ τὸ ἄλλο μέρος τοῦ δυνατοῦ. εἰς δύο γὰρ τοῦτο ἔτεμεν, εἴς τε τὸ ὅτι, ἐὰν λάβωμεν τὴν αὐτὴν γνώμην Φιλίππῳ, δυνάμεθα νικῆσαι, ὃ ἤδη καὶ ἐξείργασται, καὶ εἰς τὸ ποσὸν τῆς δυνάμεως καὶ τὸν τρόπον τοῦ πόρου, ὃν νῦν ἐρεῖ. διὰ μέσου δὲ εἶπε τὸ ἀναγκαῖον, «τὸν δὲ τρόπον τῆς παρασκευῆς», πότερον ἐκ πολιτῶν ἢ ξένων αὕτη γίνεται.

πεπεισμένων ἀντὶ τοῦ πεισθέντων. τοιοῦτος δὲ ὁ Δημοσθένης, τὰ ἀμφιβαλλόμενα λαμβάνων ὡς ὁμολογούμενα.

τὸν δὲ τρόπον τῆς παρασκευῆς τὸ δυνατὸν κεφάλαιον.

καὶ τάχιστα καὶ τὸ «τάχιστα» προσέθηκεν, ἐπειδὴ μικρὰν μέλλει λέγειν τὴν βοήθειαν ποιεῖσθαι, ἵνα τὸ τάχος πρὸς ἀπολογίαν ἕξῃ.

δεηθεὶς ὑμῶν, ὦ Ἀθηναῖοι προθεραπείᾳ κέχρηται, ἐπειδὴ οἶδεν αὐτοὺς ἡδέως τὰ μέγιστα ψηφιζομένους, μηδὲν δὲ ἄξιον ποιοῦντας τῶν δεδογμένων, θέλει δὲ αὐτοὺς ἐκείνην τὴν βοήθειαν πέμψαι ἣν δύνανται· τούτου χάριν ταύτῃ κέχρηται.

τοσοῦτον ἀντὶ τοῦ ὀλίγον.

καινὴν παρασκευὴν ὡς πρὸς τὴν τῶν Ἀθηναίων δόκησιν· καὶ γὰρ αὐτοὶ πολλὴν ἤθελον. ὁ δὲ Δημοσθένης εἰδὼς πῶς ἔχει τὰ πράγματα ὀλίγην παρέχεται.

ἀναβάλλεσθαι ἀναβολὴν τοῖς πράγμασι ποιεῖν.

οὐχὶ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστα εἰς δέον λέγουσιν «οὐχὶ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστα εἰς δέον λέγουσιν» ἐξελθεῖν χρήσιμοί εἰσι σύμβουλοι, ἀλλʼ ἐκεῖνος ἄριστος σύμβουλος, ὃς ἂν παρασκευὴν ἐξεύρῃ καὶ πόρον διʼ οὗ ἀδιάφθορος ἔσται ἡ δύναμις.

τῇ νυνὶ βοηθείᾳ τῇ νυνί, φησιν, ἐκπεμπομένῃ στρατιᾷ μετὰ τὸ ἁλῶναι τὰ πράγματα· ἄλλο τι γὰρ βοήθεια καὶ ἄλλο παρασκευή· ἡ μὲν ἡ πεμπομένη μετὰ τὰ πράγματα, παρασκευὴ δὲ ἡ πεμπομένη ἐξ ἀρχῆς τοῦ φυλάξαι τὰς πόλεις.

τῇ ... βοηθείᾳ ἄλλο πανταχοῦ βοήθεια καλεῖ καὶ ἄλλο παρασκευή· βοήθειαν μὲν τὴν πεμπομένην μετὰ πράγματος, παρασκευὴν δὲ τὴν ἀποστελλομένην ἐξ ἀρχῆς πρὸς τὸ φυλάξαι τὰς πόλεις.

τίς ξενικὴ ἢ πολιτική. πάλιν πόσους δεῖ εἶναι στρατιώτας καὶ πόθεν; πόθεν μέλλουσιν ἔχειν τὰς τροφάς;

ἕως ἂν ἢ διαλυσώμεθα πάνυ καλῶς, ἵνα μὴ δόξῃ νεμεσητόν τι ποιεῖν προτάττων τὸ «νικήσωμεν», προέταξε τὸ λῦσαι τὸν πόλεμον, εἶτα διὰ τὸ κακοσύμβουλον εἶπε «πεισθέντες».

οὕτω γὰρ νικήσαντες ἢ φυλάττοντες τὴν τῶν πολεμίων ἔφοδον.

μὴ κωλύων ἀντὶ τοῦ τοῖς βουλομένοις δημηγορῆσαι μὴ γινόμενος παρεμποδών. τινὲς δέ φασιν ὅτι ἐξ ἀληθείας ὁ ῥήτωρ βούλεται τὰς δύο γενέσθαι παρασκευάς. ἄμεινον δὲ λέγειν ὅτι, ἐπειδὴ εἶπε μόνην τὴν ἑτέραν παρασκευήν, ἐλύπει τοὺς Ἀθηναίους. καὶ γὰρ ἡδέως τὰ μεγάλα ἦσαν ψηφιζόμενοι· τούτου χάριν προσέθηκε καὶ ταύτην. ἀμέλει παρακατιὼν ταύτην μὲν ὑπεσιώπησε, περὶ δὲ τῆς ἑτέρας πολὺν τὸν λόγον ἐποιήσατο.

ἡ μὲν οὖν ὑπόσχεσις ἢ ὅτι διαλυσόμεθα ἢ περιγενησόμεθα τῶν ἐχθρῶν.

καὶ πλοῖα τὰ φέροντα τὰ ἐπιτήδεια καὶ ὑπηρετικά φησιν.

εἰς Πύλας Πύλαι ἦσαν τῆς Ἑλλάδος μεταξὺ τοῦ τε Παρνασοῦ καὶ τῆς θαλάττης, ποδῶν εἰκοσιπέντε τὸ πλάτος· αἵτινες ἐκαλοῦντο καὶ Θερμοπύλαι διὰ τὸ θερμὰ ἐκεῖ λουτρὰ τὴν Ἀθηνᾶν ἀναδοῦναι μετὰ τοὺς ἄθλους τῷ Ἡρακλεῖ κεκμηκότι. ταύτην ἐπειράθη καταδραμεῖν ὁ Φίλιππος ὢν ἐν Θετταλίᾳ, μαθόντες δὲ Ἀθηναῖοι καὶ περιπλεύσαντες τὸν τόπον ἀπεώσαντο αὐτόν.

εἰς Ἁλίαρτον ὅτι τὸ μὲν ἐν Ἁλιάρτῳ πρὸ ἓξ ἐτῶν ἐγένετο, τὸ δὲ ἐν Εὐβοίᾳ πρὸ τριῶν, ὅτε καὶ ὁ ῥήτωρ ἐτριηράρχει· ἢ ὅτι πρὸ πολλῶν ἐτῶν γέγονεν ἡ ἐν Ἁλιάρτῳ μάχη, ὅθεν εἶπε «καὶ τὰ τελευταῖα». «τελευταῖα» μὲν ὡς πρὸς ταύτας τὰς στρατείας, «πρῴην» δὲ ὡς πρὸς τὸν χρόνον καθʼ ὃν ἐλέγετο ὁ λόγος.

τὸ δὲ Ἁλίαρτος ἀρσενικῶς, ὡς καὶ Ὅμηρος «καὶ ποιήενθʼ Ἁλίαρτον».

εἰς Ἁλίαρτον Ἁλίαρτος πόλις τῆς Βοιωτίας. ἐκεῖ ἐξελθόντες οἱ Ἀθηναῖοι Θηβαίοις ἄγαν ταλαιπωροῦσιν ἐβοήθησαν καὶ μέλλοντας ὑπὸ Λακεδαιμονίων πανωλεθρίᾳ διαφθείρεσθαι κεκωλύκασιν.

παριδὼν ἀντὶ τοῦ «καταφρονήσας τῆς ἡμῶν παρασκευῆς».

μή μοι μυρίους τὸ σχῆμα ἀποτρεπτικὸν πνεύματος.

μή ... μυρίους βασιλέως τοῦ Περσῶν ἐπιστείλαντος τοῖς ἐπὶ θαλάσσης σατράπαις διαλῦσαι τὰ μισθοφορικὰ στρατεύματα διὰ τὸ πολλὰ χρήματα καταναλώσασθαι, ἀφῆκαν οἱ σατράπαι τοὺς στρατιώτας. οὗτοι περὶ μυρίους ὄντες ἥκουσι πρὸς Χάρητα στρατηγὸν Ἀθηναίων ἔχοντα ξενικὴν δύναμιν καὶ ἐποίησαν αὐτὸν ἡγεμόνα. Ἀρτάβαζος δὲ Πέρσης ἀνήρ, ἀποστὰς βασιλέως καὶ πολεμῶν πρὸς αὐτόν, ἔπεμψε πρὸς Χάρητα, παρακαλῶν αὐτὸν διαβιβάσαι τὸν στρατὸν εἰς τὴν βασιλέως χώραν. τῶν οὖν στρατιωτῶν ἢ χορηγῆσαι αὑτοῖς ἀναγκαζόντων τὸν Χάρητα ἢ ἀπελεύσεσθαι πρὸς τὸν διδόντα, διεβίβασεν ἀναγκασθεὶς τὸν στρατὸν καὶ ἐνίκησε συμβαλὼν δισμυρίους Περσῶν καὶ πλεῖστον αὐτῶν ἱππικὸν ὑπὸ Τιθραύστου στρατηγούμενον· ὃς καὶ ἔγραψε τοῖς Ἀθηναίοις περὶ τῶν μυρίων ὅτι νενίκηκε μάχην ἀδελφὴν τῆς ἐν Μαραθῶνι. οἱ δὲ διʼ ἐπιστολῶν καὶ ἑτέρους ἐκέλευον μισθώσασθαι Χάρητα. λέγει οὖν ὁ ῥήτωρ ὅτι «μὴ διʼ ἐπιστολῆς τοῖς στρατηγοῖς ἐπιτάττωμεν μισθώσασθαι ξένους μυρίους ἢ δισμυρίους».

ἐπιστολιμαίους ταύτας δυνάμεις οἱ γὰρ Ἀθηναῖοι πολλάκις ἐμάχοντο διʼ ἐπιστολῶν πρὸς Φίλιππον.

εἶεν ἀνάπαυσις τῶν λεχθέντων. ὅτε γὰρ βουλόμεθα παύσασθαι τῶν λεγομένων καὶ ἐφʼ ἕτερα μετελθεῖν, τῷ «εἶεν» χρώμεθα· λῆξις γὰρ τῶν πρώτων, ἀρχὴ δὲ τῶν μελλόντων.

ταξιάρχους ταξίαρχος λέγεται ὁ τῆς τάξεως τῆς πεζικῆς ἄρχων, ἵππαρχος δὲ ὁ τοῦ ἱππικοῦ παντὸς στρατοῦ. ἱεροποιοὶ δὲ οἱ τὰ θύματα ἄγοντες εἰς τὴν πανήγυριν ἀπὸ τόπου εἰς τόπον.

ὥσπερ γὰρ οἱ πλάττοντες καθάπερ γὰρ οἱ τὰ πήλινα προτιθέντες εἰς τὴν ἀγορὰν τοῦ ὁρᾶσθαι μόνον ἕνεκα ταῦτα πλάττουσιν, οὕτως καὶ ὑμεῖς ἐπὶ θέαν ψιλὴν χειροτονεῖτε τοὺς στρατηγούς, οὐ τῶν εἰς τὸν πόλεμον ἔργων ἕνεκα.

τάλαντα εἴκοσιν ὅτι τὸ τάλαντον ἔχει ξʹ μνᾶς, ἡ δὲ μνᾶ ρʹ δραχμάς, ἡ δὲ δραχμὴ ἓξ ὀβολούς, ὁ δὲ ὀβολὸς ηʹ χαλκοῦς, καὶ μέχρι τούτου ἵστατο τούτων ὁ ἀριθμὸς πρῴην παρὰ τοῖς Ἀθηναίοις· νῦν δὲ οὐκέτι οὐδεὶς σῴζει τῶν νῦν, εἰς πόσα νομίσματα ἐν συνηθείᾳ τότε ἀνελύετο.

σημείωσαι τὸ τάλαντον πέντε μνᾶς, ἡ μνᾶ δραχμὰς ρʹ, τὸ τάλαντον ἄρα δραχμὰς φʹ.

τάλαντον δὲ φʹ δραχμάς, ρʹ δραχμὰς ἡ μνᾶ, μνᾶς εʹ τάλαντον.

ἃ μὲν ἡμεῖς ἐντεῦθεν φησὶ Διονύσιος ὁ Ἁλικαρνασεὺς ἑτέρου λόγου εἶναι ἀρχήν. προοίμιον δέ, φησιν, οὐκ ἔχει ἐπειδὴ δευτερολογία ἐστίν, ἐν αἷς ὡς ἐπὶ τὸ πλεῖστον οὐκ εἰσὶ προοίμια.

οὐ λέγει δὲ ἀληθῆ. ἐπειδὴ γὰρ ἄνωθεν ὑπέσχετο περὶ πόρου χρημάτων εἰπεῖν, νῦν τοῦτο δεικνύει, καὶ ἔστιν ὥσπερ ἐπίλογος, ὥσπερ ἐποίησε καὶ Ἰσοκράτης ἐν τῷ τοῦ Τραπεζιτικοῦ τέλει ἐπίλογον θείς.

ἀντιδόσεις τὸ τῆς ἀντιδόσεως ὂν παλαιὸν Ἀθηναίοις τοιοῦτόν τι ἦν. πολλάκις τις ἐχειροτονεῖτο εἰς λειτουργίαν τινὰ καὶ προεφασίζετο μὴ δύνασθαι ταύτην ὑποφέρειν. ἀνίστατό τις ἀντιδιδοὺς αὐτῷ τὴν ἑαυτοῦ οὐσίαν καὶ φάσκων ὅτι πρόφασις εἴη τὰ παρʼ αὐτοῦ λεγόμενα· «εἰ δέ φησιν, ὅτι οὐ δύναται ἡ αὐτοῦ οὐσία ταυτὶ λειτουργῆσαι, λαβὼν ταύτην ἐγὼ καὶ ἀντιδιδοὺς ἐκείνῳ τὴν ἐμὴν δύναμαι ποιεῖν.» ἐκ τούτου ἠναγκάζετο ἢ δοῦναι τὴν οὐσίαν ἢ λειτουργεῖσθαι.

ἐπιστολάς ὁ σκοπὸς τῆς ἐπιστολῆς ἐστιν οὗτος· ὁ Φίλιππος ἐπέστειλεν Εὐβοεῦσι συμβουλεύων μὴ δεῖν ἐλπίζειν εἰς τὴν Ἀθηναίων συμμαχίαν, οἳ οὐδὲ αὑτοὺς δύνανται σῴζειν.

πράγματα τουτέστι εἰ μὲν οὔκ εἰσι τὰ πράγματα ἀναγκάζοντα, δημηγορήσοι ἂν πρὸς χάριν· εἰ δὲ τὰ πράγματα ἀναγκάζουσι λέγειν περὶ αὐτῶν, εἶτα τίς βούλεται πρὸς χάριν δημηγορεῖν; τοῦτο φανερά ἐστιν ἀπάτη.

θαυμάζω τὸν περὶ Ἀμφίπολιν λέγει πόλεμον· ἀρχὴ γὰρ γεγένηται πολέμου ἡ Ἀμφίπολις. δυσωπεῖ δὲ αὐτοὺς τῇ πολλῇ μεταβολῇ. ἡ μὲν ἀρχὴ περὶ τιμωρίας ἐγένετο, τὸ δὲ τέλος περὶ τοῦ μὴ παθεῖν κακῶς.

ἀλλὰ μὴν ἐκ τοῦ ἀναγκαίου.

κενὰς πολιτικῆς δυνάμεως.

ποῖ οὖν ἀνθυποφορά, ἣν λύει στοχασμῷ.

μὴ περισσὸν τὸ «μή».

κενὸν τὸ λόγοις μόνον γινόμενον ἄνευ πραγμάτων.

ἐλπίδας καὶ ἐλπίδας ἔχειν ἀπʼ αὐτοῦ κατατροπώσεσθαι Φίλιππον.

τεθνᾶσι σημείωσαι ὡραῖον ὡς καινοπρεπὲς ἀντὶ τοῦ «μέχρι θανάτου τοῦ φοβοῦντος τοὺς τοιούτους ἀποστόλους»· οὕτω γὰρ σῴζεται ἡ τῆς αἰτιατικῆς ἀκολουθία.

ἀπομίσθων ἀπόμισθοι καὶ οἱ μὴ πεπληρωμένοι τὸν ὡμολογημένον μισθὸν καὶ οἱ διὰ κακίαν καὶ δειλίαν μὴ ἀξιούμενοι μισθοῦ.

μισθὸν μὴ δεχομένων. οἱ δὲ συκοφάνται, ὑπὲρ ὧν ὁ στρατηγὸς ἐκεῖ πράττει, ἐνταῦθα κατηγοροῦσιν εὐχερῶς· διὰ γὰρ τὸ μὴ παρεῖναι ὑμᾶς καὶ συκοφαντῶν ἀνέχεσθε. ταῦτα πρὸς Κηφισόδοτον αἰνίττεται.

ἡμῶν δʼ ἐντεῦθεν οἱ ἐπίλογοι.

ἀλλʼ ἐὰν ἀφέντες κατά τινας ἐντεῦθεν οἱ ἐπίλογοι.

ὅτι ἐχθρὸς τὰ τελικὰ κεφάλαια. «ἐχθρὸς» τὸ ἄδικον· «ἡμέτερα» τὸ ἀσύμφορον· «ὕβρικε» τὸ ἀπρεπές· «καθʼ ἡμῶν εὕρηται» τὸ ἀναγκαῖον.

οὐ γὰρ ἄττα ποτʼ ἔσται ὑπερβατὸν κατὰ παρένθεσιν.

ἐγὼ μὲν οὖν σημείωσαι, ὁ μερικὸς ἐπίλογος.