ΠΕΡΙ ΑΛΟΝΝΗΣΟΥ
ὦ ἄνδρες Ἀθηναῖοι τὸ προοίμιον σχετλιαστικόν.
τὸ προοίμιον κατὰ τὸν Ἑρμογένην ἐκ τῶν ἔξωθεν ἐμφαινομένων. οὐ γὰρ δεῖ διὰ τὰς τοῦ Φιλίππου αἰτίας κωλύεσθαι τοὺς συμβούλους ὑπὲρ τῶν συμφερόντων λέγειν.
στάσις ἄγραφος πραγματική.
δεῖ βαρέως ἀναγινώσκειν τὸ προοίμιον ὡς δυσφοροῦντος τοῦ ῥήτορος ἐπὶ τοῖς γράμμασι Φιλίππου καὶ λέγοντος ὥσπερ ἐν ἤθει πρὸς τοὺς Ἀθηναίους.
αἱ αἰτίαι τὸ … τῶν λεγομένων οἷον λέγει. «αἱ αἰτίαι» Ἀττικῶς προαναπέμπει τὸν τόνον, καὶ ὅταν μὲν ἐπὶ τῶν αὐτῶν μόνων τῶν αἰτιῶν λέγηται, προπαροξύνεται, ὅταν δὲ ἐπὶ πραγμάτων ἢ πόλεων, παροξύνεται. τοῦτο δέ φησιν, ἐπειδὴ τοῦτο μετὰ τῶν ἄλλων ἐμέμψατο Φίλιππος, ὅτι οὐ δεῖ ὑμᾶς πιστεύειν τοῖς μισοῦσί με παρʼ ὑμῖν καὶ διαβάλλουσιν.
οὐκ ἔστιν ὅπως πρότασις.
δεινὸν γὰρ ἂν εἴη κατασκευή.
ἐντεῦθεν ἡ κατασκευή· ἔοικε δὲ ταῦτα πρὸς τὰ Περσικὰ ἔχειν τὴν ἀναφοράν. διὸ καὶ φθάνει τὸ «δεινὸν ἂν εἴη». οἷον οὐκ ἐφοβήθησαν αὐτοῦ Δαρείου τὰ γράμματα οὐδʼ ἃ ἐπέστελλε Ξέρξης, ἀλλʼ ἀνῄρουν τοὺς ἥκοντας.
ἐγὼ δʼ ὑμῖν προκατασκευὴ ἤτοι προέκθεσις τῶν κεφαλαίων.
ὡς ἐπαύσατο τοῦ προοιμίου, ἦλθεν ἐπὶ τὴν ὑπόθεσιν, πρὸς τὴν χρείαν βραχὺ προοίμιον ἐργασάμενος.
συμπέρασμα. ἀπʼ αὐτοῦ εὐθὺς εἰσβάλλει ἐπὶ τὸ δίκαιον.
ὕστερον δὲ περὶ ὧν οἱ πρέσβεις λέγουσιν ἐκτὸς γὰρ τῆς ἐπιστολῆς ἔσθʼ ὅτε προστάττουσι τοῖς πρέσβεσι· καὶ πρὸς ταῦτʼ οὖν ἐπαγγέλλεται λέγειν.
Φίλιππος γὰρ πρώτη εἰσαγωγὴ τοῦ κεφαλαίου ἐπὶ τοὺς ἀγῶνας ἀπὸ προτάσεως.
Ἁλοννήσου ταύτην τὴν νῆσον οὖσαν περὶ τὴν Θρᾴκην Ἀθηναίων ὑπήκοον Σώστρατος λῃστὴς ἐσφετερίσατο· πρὸς ὃν Φίλιππος πολεμήσας ἀπέσπασεν. Ἀθηναῖοι ἔπεμψαν πρέσβεις ἀπαιτοῦντες ὡς ἰδίαν. ἔφησε Φίλιππος, εἰ μὲν βούλονται ὡς δωρεὰν λαμβάνειν, διδόναι, εἰ δὲ μή, οὐκ ἀποδιδόναι.
ἔλεγε δὲ ὑποφορά, ὁ τοῦ ἐναντίου λόγος.
τοῦτον δὲ τὸν λόγον τρίτη ἀντιπρότασις· ἡ τῆς λύσεως γὰρ ἐπαγγελία.
οὐ χαλεπόν ἐστιν σημείωσαι ὅτι πάντα τὰ τῆς ἐπιστολῆς τῇ διανοίᾳ λύει ὁ ῥήτωρ· πᾶν γὰρ ῥητὸν τῇ διανοίᾳ λύεται.
ἀφελέσθαι ἐνταῦθα ἡ τοῦ κεφαλαίου εἰσαγωγὴ ἐκ τῶν τεσσάρων πεπλήρωται, προτάσεως ὑποφορᾶς ἀντιπροτάσεως λύσεως.
ἅπαντες γὰρ οἱ λῃσταὶ τετάρτη λύσις ἐκ τῆς τῶν ἐπιχειρημάτων κατασκευῆς.
ὁ δὴ τοὺς λῃστὰς τιμωρησάμενος καθʼ ὑπόθεσιν ἐκ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς.
ἐφέσιμον ἔφεσις ἡ ἔκκλησις ἡ ἀπὸ σμικροῦ εἰς μεῖζον κριτήριον προκαλουμένη.
περὶ Ποτίδαιαν ἔναγχος λαβὼν τὴν Ποτίδαιαν καὶ πολλοὺς τῶν ἐνοικούντων ἀδικήσας, ἵνα τοίνυν μὴ ἐγκαλῶσιν αὐτῷ, πέπομφε περὶ τῶν συμβόλων, διʼ ὧν σπείσεσθαι ἤθελεν, ἵνα διὰ τῶν σπονδῶν λύσῃ τὰ ἐγκλήματα.
οὐδὲν ἐνεκαλεῖτε αὐτῷ ὡς ἀδικούμενοι σπεισάμενοι αὐτῷ περὶ τῶν συμβόλων, ὡς μηδὲν ἀδικούμενοι δηλονότι· οὐ γὰρ ἂν ἐσπείσασθε.
σύμβολα σύμβολα λέγει τὰς δίκας τὰς περὶ τὰ συμβόλαια τῶν ἐμπόρων.
ἐφʼ ἡμῖν γὰρ ἦν ἡ Μακεδονία ἀπὸ τῶν Πελοποννησιακῶν ἔλαβεν ὅτι περὶ τὴν Θρᾴκην εἶχόν τινα χωρία, ἀφʼ ὧν καὶ φόρους ἐλάμβανον. συνῆψαν οὖν τῇ Θρᾴκῃ καὶ τὴν Μακεδονίαν πλησίον οὖσαν· ἦσαν γὰρ φίλοι τότε· νῦν δὲ πόλεμος ἐπίκειται.
περὶ δὲ τῶν λῃστῶν ἐπὶ ἄλλο κεφάλαιον μεταβαίνει τῆς ἐπιστολῆς.
διαφθείρειν τὸ διαφθείρειν ἢ λόγοις ἢ χρήμασι.
καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρʼ ἑαυτοῦ εἰς Θάσον κεκομικέναι ἐλεγχθέντες γάρ τινες τῶν Θασίων, ὡς μέλλουσι Φιλίππῳ προδιδόναι τὰ πράγματα, ἐφυγαδεύθησαν ἐκ τῶν πολιτῶν. τούτους ὁ Φίλιππος πείσας τοὺς περὶ τὸν Χάρητα κατήγαγεν.
τὸ δὲ «τοὺς παρʼ ἑαυτοῦ» ἀντὶ τοῦ «τοὺς τὰ αὐτοῦ φρονοῦντας».
καίτοι οὔ φασι ἀντίθεσις στοχαστική, ὅτι «οὐ βουλήσεται ἄρχειν τῆς θαλάττης».
κατασκευάζεται ἀντὶ τοῦ «κατασκευασθῆναι ποιεῖ»· κυρίως γὰρ ἐπὶ μὲν τοῦ δημιουργοῦ λέγομεν «κατασκευάζει», ἐπὶ δὲ τοῦ τὰ ἀναλώματα παρέχοντος «κατασκευάζεται».
κυρίως γὰρ ὁ μὲν τεχνίτης κατασκευάζει, ὁ δὲ παρέχων τὰ ἀναλώματα κατασκευάζεται.
νεωσοίκους οἰκοδομεῖται οἴκους γὰρ ἐποίουν εἰς τὸν αἰγιαλόν, ἵνα ἐκεῖσε νεωλκῶσι καὶ μὴ δὴ φθείρωνται τὰ πλοῖα ἢ ὑπὸ ὄμβρου ἢ ὑπὸ καύματος, διὸ νεὼς οἶκοι καλοῦνται. ἰστέον δὲ ὅτι δύο λέξεις εἰσὶ καὶ οὐχ ὥς τινες ὑφʼ ἓν ἀναγινώσκουσι. γενικὴ δὲ οὖσα «τῆς νεὼς» ἀκίνητος μένει. ἀεὶ γὰρ πλαγία πτῶσις εὑρισκομένη μετʼ εὐθείας ἀκίνητος μένει.
ὧν οὐδὲν προτιμᾷ ἀντὶ τοῦ «ὧν οὐδὲν φροντίζει».
οἳ οὐκ αἰσχύνονται κατατρέχει τῶν φιλιππιζόντων.
περὶ δὲ τῆς ἐπανορθώσεως τῆς εἰρήνης ὁ Φιλοκράτης ἐν τῷ ψηφίσματι γέγραφεν ἑκατέρους ἃ ἔχουσιν ἔχειν, χαριζόμενος Φιλίππῳ· πολλὰ γὰρ ἀλλότρια ἡρπάκει. συνέντες Ἀθηναῖοι τοῦτο ἔπεμψαν ἐπανορθώσασθαι τὴν εἰρήνην ὥστε ἔχειν ἑκατέρους τὰ ἑαυτῶν.
εὐδοκίμησεν ὁ Πύθων ὥσπερ νῦν μεμφόμενος τοὺς ῥήτορας ἔγραψε Φίλιππος, οὕτω καὶ ὁ Πύθων τότε τοῖς συμβούλοις δημηγορῶν. ἐπαινεῖ δὲ τὸν Πύθωνα ὅτι εὐδοκίμησε κατὰ τοὺς λόγους τότε — ἦν γὰρ ῥήτωρ ἄριστος — καὶ ἐπειδὴ συμφέρει αὐτῷ· διʼ αὐτοῦ γὰρ ἐλέγχει τὸν Φίλιππον ψευδόμενον.
Πύθωνα ἐπηγγέλλετο γὰρ ποιεῖν τὰ δέοντα καὶ ἐπανορθοῦσθαι τὴν εἰρήνην.
ἔλεγε δὲ ἐπίκρισις.
τῷ Φιλοκράτους ψηφίσματι τὸ γὰρ Φιλοκράτους ψήφισμα εἶχεν ἑκατέρους ἃ ἔχουσιν ἔχειν. εἶχε δὲ Ἀμφίπολιν ὁ Φίλιππος· οὐκοῦν ἀπώλλυον διὰ τοῦ ψηφίσματος ταύτην.
ἐκπολιορκήσας «πολιορκῆσαι» τὸ τοὺς πολεμίους περικαθέζεσθαι τὴν πόλιν ἐπὶ πολύ, ἵνα τοὺς ἔνδον διαφθείροντες λιμῷ οὕτως ἀναγκάσωσιν ἐκδοῦναι ἑαυτούς, «ἐκπολιορκῆσαι» δὲ τὸ ἀπὸ τῆς πολλῆς καὶ πάνυ πολιορκίας δεσπότας γενέσθαι τῶν πολιορκουμένων.
ἵνα δὴ αὐτόνομοι ὦσιν σημείωσαι, εἰρωνικόν.
κατʼ εἰρωνείαν λέγει τὸ «ἵνα»· ἰδοὺ γὰρ τυραννοῦνται τοῖς ὅπλοις. ὁμολογεῖ τοῦτο λόγῳ· τοῖς ἔργοις τἀναντία πράττει. τὰς γὰρ Φερὰς ἐχειρώσατο.
Πανδοσίαν ... Ἐλάτειαν αὗται αἱ πόλεις ἐν Ἀχαΐᾳ εἰσὶν ἐντὸς Πελοποννήσου.
σφόδρα γε καὶ τοῦτο εἰρωνικόν.
περὶ δὲ τῶν ὑποσχέσεων ἄλλο κεφάλαιον τῆς ἐπιστολῆς. ταύτας δὲ λέγει τὰς ὑποσχέσεις διʼ ἃς καὶ ἡ τρίτη πρεσβεία ἐγένετο.
ὡς ἔοικε διὰ τὸ πιθανὸν πρόσκειται τὸ «ὡς ἔοικεν», ὅτι ὡς φαίνεται ἔξω τῆς οἰκουμένης ὑμῖν δωρήσεται. δεῖξον, φησί, ξένην οἰκουμένην τῷ Φιλίππῳ καὶ τότε δωρεὰν ἕξεις ἀμάρτυρον.
περὶ δʼ ὧν ἐν τῇ εἰρήνῃ ἄλλο κεφάλαιον τῆς ἐπιστολῆς. τῆς δὲ εἰρήνης ἤδη γενομένης καὶ μήπω καὶ αὐτοῦ δόντος τοὺς ὅρκους ἐν τῷ μεταξὺ ἔλαβε χωρία τινὰ τῶν Ἀθηναίων ἐν τῇ Θρᾴκῃ, ἅπερ ἐπιφέρει πείσας τὸν Αἰσχίνην βραδῦναι ἐν τῇ ὁδῷ.
ὥσπερ δὲ ταῦτα ἴσμεν πάρισον.
τὸν πρόξενον πρόξενός ἐστιν ὁ προστάτης ἐν τῇ ἑαυτοῦ πόλει ἄλλης πόλεως.
Ἀπολλωνίδῃ τῷ Καρδιανῷ Καρδία ὄνομα πόλεως, ὥς φησιν Ἡρόδοτος· κεῖται δέ, ὥς φησι Θεόπομπος ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν, τῆς Χερσονήσου κατὰ τὸν μέλανα καλούμενον κόλπον. δύο δὲ ἐγένοντο ἐπίσημοι Ἀπολλωνίδαι, οὗτος ὁ προδότης καὶ ἄλλος τις Ὀλύνθιος, οὗ μέλλει μνησθῆναι ἐν τοῖς ἑξῆς ὡς εὔνου περὶ τὴν πόλιν καὶ μισοφιλίππου.
Ἀγορᾶς Ἀγορὰ τόπος τῆς Χερρονήσου, καὶ μέχρι τούτου Φίλιππος ὁρίζεται τοῖς Ἀθηναίοις εἶναι Χερρόνησον. τὴν προσηγορίαν ἔλαβεν ὁ τόπος ἐκ τοῦ εἶναι ὅριον καὶ μέτρον τῆς χώρας.
Πτελεοῦ καὶ Λευκῆς πόλεων, οὐ δένδρων ὀνόματα.
ἀμμορίης κατὰ στέρησιν τοῦ μορίου.
ἀντὶ τοῦ «ὁ Ζεὺς ὁ τῆς ἀμμορίης» ὁ μετέχων τῶν δύο ὅρων ὁμοῦ τῶν τῆς Χερρονήσου καὶ τῆς Θρᾴκης. διὰ γὰρ τοῦτο ἀμορίαν αὐτὸν ἐκάλεσεν.
ἐγκτήματα κτῆμα ἐγκτήματος διαφέρει. κτῆμα μὲν γάρ ἐστι κυρίως, ὅταν τις ἐν οἰκείᾳ γῇ κτήσηταί τι χωρίον, ἔγκτημα δὲ ὅταν ἐν ἀλλοτρίᾳ γῇ τις κτήσηταί τι χωρίον, ὥσπερ καὶ Φωκεῖς καὶ Θετταλοὶ ἐδικάζοντο περὶ τοῦ ἱεροῦ καὶ Καρδιανοί, ὅτι ἡμετέρα ἐστὶν ἡ γῆ.
Κάλλιππον Παιανιέα ῥήτωρ ἦν Ἀθηναῖος.
καὶ ἐμοῦ γʼ αὐτὸν γραψαμένου παραγραφικῶς λύει ἀπὸ χρόνου.
ἆρʼ οὐ μεγάλα σημείωσαι, εἰρωνικόν.
καὶ ταύτην κατὰ χλευασίαν ἀναγνωστέον.
ἐκεῖνος μὲν ἐντεῦθεν ὁ ἐπίλογος.