ΚΑΤΑ ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Α
πάλαι καθήμενος ὁρικὴ ἡ στάσις· ἔχει δὲ κεφάλαια ὅρον, ἀνθορισμόν, γνώμην νομοθέτου.
ὑπερδιατεινόμενον ἄγαν διισχυριζόμενον.
ἐρραψῳδηκότας πεφλυαρηκότας.
πολλῶν δὲ λόγων δεύτερον προοίμιον.
τοῦτο ἀντὶ τοῦ «τὴν ἄδειαν ταύτην».
βουλοίμην δʼ ἄν τοπικὴ καταφορά.
ὧν τὰ μὲν ἄλλα ἐάσω περὶ ἀποσιωπήσεως.
ὅτι ὁ ποιήσας ὁ κατηγορῶν τῶν ἄλλων.
καὶ παθὼν ἀπέρχεται καὶ αὐτὸς κατηγορηθήσεται ὑπʼ ἄλλων.
μάλισθʼ ὅτι πᾶς ἐστι νόμος σημείωσαι, τί ἐστὶ νόμος.
ὅρος νόμου.
ἕνας τὰς τριακάδας.
νέας τὰς νουμηνίας.
ἀπεύχεσθαι τοῖς θεοῖς μὴ γενέσθαι δεῖ τοῦτο περισκελῶς δοκεῖ πεφρακέναι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· «ὀφείλομεν» φησί «μάλιστα μὲν ἀπεύχεσθαι μὴ γενέσθαι καιρόν, εἰ δʼ ἄρα γένοιτο τοιοῦτος καιρός, ὥστε δεῖν ἀλλήλους συκοφαντεῖν, ἐὰν ἀπορήσωμεν τούτων τῶν συκοφαντούντων καὶ τῶν ὑπηρετησαμένων, εὐτύχημά ἐστι τῆς πόλεως· μὴ ἔχοντες γὰρ τοὺς ὑπουργοῦντας οὐ δυνάμεθα ἀλλήλους κακῶς δρᾶσαι· ἐὰν δὲ οὗτος ὁ Ἀριστογείτων ὑπάρξῃ τότε, τί οὐκ ἂν ποιήσαι ὁ μάλιστα ἔχθραν ἔχων πρὸς τὸν δῆμον;»
οὐχ ὁρᾶθʼ ὅτι τῆς φύσεως αὐτοῦ σημείωσαι, περὶ ἀπονοίας.
οὐκ ἀπονοίας ἀντὶ τοῦ «τῇ ἀγνοίᾳ τοῦτον ὑπελθεῖν».
ἑπτὰ γραφὰς κέκρικάς με ἄλλων τὸν Δημοσθένη γραψαμένων ὁ Ἀριστογείτων συγκατηγόρει.
τὸν σκυλόδεψον ὁ βυρσεύς.
φθάνοι ἀντὶ τοῦ «τάχιστα ἂν κατασκοπήσεται».
εἰ δὲ κάπηλός ἐπειδὴ δέ, φησι, τὰς συκοφαντίας πιπράσκει ὥσπερ κάπηλος, τί τοῦτον παροξύνεις; ὥσπερ γάρ, ἐὰν μὴ τέμνῃ, μάχαιρα οὐ χρησιμεύει μαγείρῳ, οὕτω καὶ συκοφάντης μὴ ἐπεξιών, ἀλλὰ πιπράσκων τὰ πράγματα, ἄχρηστος τῇ πόλει.
τὴν κατὰ Δημοκλέους καὶ ὑποσχόμενος, φησίν, εἰσαγγέλλειν τὸν Δημοκλέα καὶ πάντας ἀνασείσας καὶ ἀνακινήσας, ὁρᾶτε τί ἐποίησεν· ἀντὶ τοῦ «ἐπώλησε τὴν εἰσαγγελίαν».
μοσχεύηται ἀντὶ τοῦ «ἀνατρέφητε», κατὰ μεταφορὰν τῶν γεωργῶν τῶν παρὰ τὸ ὕδωρ τιθέντων τὰ φυτὰ ἐπὶ τὸ θᾶττον αὔξεσθαι.
οὐδὲ τῶν κοπρώνων κοπρίαι ἦσαν παρὰ τοῖς Ἀθηναίοις, αἵτινες καθʼ ἕκαστον ἔτος ἐκαθαίροντο. καί τινες ἐπιστάται ἐφειστήκεισαν.
πάντες Ἀθηναῖοι πάντας τοὺς ἐν τῇ πόλει λέγει, οὐ μὴν τοὺς ἐπιχωρίους.
ἢ τῶν ἄλλων ἐργαστηρίων εἰς γὰρ ἐκεῖνα τὰ ἐργαστήρια συνιόντες οἱ πολῖται ὡμίλουν.
ἐξαγωγῇ ἀντὶ τοῦ «ἐπὶ τῷ πραθῆναι».
ᾗ ἐτύγχανεν ἀντὶ τοῦ «τῇ παλλακίδι».
τὸν τῆς Ζωβίας προστάτην οἱ γὰρ μέτοικοι αὐτοὶ διʼ ἑαυτῶν οὐκ ἐχρημάτιζον, ἀλλὰ προστάτας τινὰς εἶχον, διʼ ὧν ἐχρημάτιζον.
γραμματεῖον τὸ μικρὸν συμβόλαιον.
νεαλὴς νεωστὶ συνεληλυθώς.
δημιουργὸς ἀντὶ τοῦ «ἐργάτης».
συνεστᾶσιν ἀντὶ τοῦ «συσκευάζονται καθʼ ὑμῶν».
ἀποστασίου αὕτη δίκη ἐστὶ κατὰ τῶν ἀπελευθέρων τούτῳ τῷ τρόπῳ γινομένη· εἴ τις ἦν ἐλευθερώσας οἰκέτην, καὶ ὤφθη πρὸ τοῦ χρόνου ἀναχωρήσας τῆς οἰκίας, ἐγράφου αὐτὸν ἀχαριστίας, καὶ εἰ ἥλω, δίκην ὑπεῖχεν. ἀποστασίου δὲ δίκη κατὰ τῶν μετοίκων τῶν μὴ ἐχόντων πολίτας προστάτας. τὴν μητέρα οὖν τοῦ Ἀριστογείτονος ὡς δούλην ἁλοῦσαν ἐπωλήσατε.
νὴ τὸν Δία διλήμματον.
δακτυλοδεικτεῖτε ὁ διαβεβλημένος ὑπὸ τῶν χειρῶν καὶ τῶν δακτύλων.
ὁ δʼ ἀναιδὴς ἐκ τίνος περὶ ἀναιδοῦς.
καὶ οἱ τεθέντες ὅροι ἑστηκότες εἴ τινες ἦσαν δανείζοντες χρήματα καὶ εἰς ὑποθήκην λαμβάνοντες οἰκίας ἢ ἀγρούς, ἐποιοῦντο τοῦτο· ἐνέγραφον ἐν σανίδι ὅτι «ὅδε παρὰ τοῦδε ἔλαβεν ἐν ὑποθήκῃ τὸ χωρίον», καὶ ἔστησαν τὴν σανίδα ἐν τοῖς ὅροις ὑπὲρ τοῦ μὴ ἀγνοοῦντά τινα πάλιν εἰς ὑποθήκην ἑτέραν λαμβάνειν.
ἐγκυκλίων τῶν συνήθων.
φάσεις φάσις ἦν τὸ φαίνειν τοὺς περὶ τὰ μέταλλα ἀδικοῦντας ἢ περὶ τὸ ἐμπόριον κακουργοῦντας ἢ περὶ τὰ τέλη τῶν δημοσίων τινὰς νοσφιζομένους ἢ συκοφαντοῦντας. ἐφαίνοντο δὲ πρὸς τὸν ἄρχοντα. κοινῶς δὲ φάσεις ἐκαλοῦντο πᾶσαι αἱ μηνύσεις τῶν λανθανόντων ἀδικημάτων. ἐδίδοσαν δὲ ἐν γραμματείῳ γράψαντες τὴν φάσιν, τό θʼ ἑαυτῶν καὶ τὸ τοῦ κρινομένου ὄνομα προσγράψαντες καὶ τίμημα ἐπιγραψάμενοι. ὁ δὲ ἄρχων παρεδίδου τὴν κρίσιν δικαστηρίῳ. καὶ τὸ μὲν τιμηθὲν ἐγίνετο τῶν ἀδικουμένων, εἰ καὶ ἄλλος ὑπὲρ αὐτῶν φήνειεν· ὁ δὲ μὴ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων τὴν ἐπωβελίαν προσωφλίσκανεν· ἦν δὲ ἕκτον τοῦ τιμήματος.
ἀπαγωγάς ἀπαγωγή ἐστιν, ὅταν τις ὃν ἔστιν ἐνδείξασθαι μὴ παρόντα τοῦτον ἐπʼ αὐτοφώρῳ λαβὼν ἀπάγῃ. ὁ δὲ κίνδυνος ἐν χιλίαις.
ἐνδείξεις ἔνδειξις δὲ ἦν πρὸς τὸν ἄρχοντα ὁμολογουμένου ἀδικήματος μήνυσις, οὐ κρίσεως, ἀλλὰ τιμωρίας δεομένου. ὁ δὲ ἐνδεικνύμενος ἐν γραμματείῳ πρὸς τὸν ἄρχοντα τὴν ἔνδειξιν ἀποφέρει, ἵνα ὑπεύθυνος ᾖ τῆς ψευδοῦς ἐνδείξεως.
τὴν μιαρὰν Θεωρίδα ὄνομα κύριον· ἥτις καὶ μάντις.
φυσιογνωμονήσουσι ἀπὸ τῆς ὄψεως γνώσονται.