eul_wid: giq-aa

Ἀπόσπασμα
Egyptian Affairs

Lyceas of Naucratis Egyptian Affairs PDF

t3 ΑΙΓΥΠΤΙΑΚΑ.
3 Athenaeus XIV: Ταχὼς δ’ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας, τὸν Λακεδαιμονίων βασιλέα, ὅτ’ ἦλθεν αὐτῷ συμμαχήσων (ἦν γὰρ βραχὺς τὸ σῶμα), ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας. Τὸ δὲ σκῶμμα τοῦτ’ ἦν· Ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν. Ὅπερ ἀκούσας ὁ Ἀγησίλαος, καὶ ὀργισθεὶς ἔφη, «Φανήσομαί σοι ποτὲ καὶ λέων.» Ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.